Argonautica, 3
εἰ δ’ἄγε νῦν, Ἐρατώ, παράθ’ἵστασο, καί μοι ἔνισπε,
2ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων
3Μηδείης ὑπ’ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν
4ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις
5παρθενικάς · τῶ καί τοι ἐπήρατον οὔνομ’ἀνῆπται.
6ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν
7μίμνον ἀριστῆες λελοχημένοι · αἱ δ’ἐνόησαν
8Ἥρη Ἀθηναίητε, Διὸς δ’αὐτοῖο καὶ ἄλλων
9ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι
10βούλευον · πείραζε δ’Ἀθηναίην πάρος Ἥρη ·
11“αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.
12τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες
13χρύσεον Αἰήταο μεθ’Ἑλλάδα κῶας ἄγοιντο,
14ἦ καὶ τόνγ’ἐπέεσσι παραιφάμενοι πεπίθοιεν
15μειλιχίοις; ἦ γὰρ ὅγ’ὑπερφίαλος πέλει αἰνῶς.
16ἔμπης δ’οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν”.
17ὧς φάτο · τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν ·
18“καὶ δ’αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,
19Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω
20φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει
21θυμὸν ἀριστήων · πολέας δ’ἐπεδοίασα βουλάς”.
22ἦ, καὶ ἐπ’οὔδεος αἵγε ποδῶν πάρος ὄμματ’ἔπηξαν,
23ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν · αὐτίκα δ’Ἥρη
24τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον ·
25“δεῦρ’ἴομεν μετὰ Κύπριν · ἐπιπλόμεναι δέ μιν ἄμφω
26παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται
27κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν
28θέλξαι ὀιστεύσας ἐπ’Ἰήσονι. τὸν δ’ἂν ὀίω
29κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν”.
30ὧς ἄρ’ἔφη · πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,
31καί μιν ἔπειτ’ἐξαῦτις ἀμείβετο μειλιχίοισιν ·
32“Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,
33οὐ δέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.
34εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦτ’ἂν ἔγωγε
35ἑσποίμην · σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα”.
36ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο
37Κύπριδος, ὅ ῥάτέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,
38ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.
39ἕρκεα δ’εἰσελθοῦσαι ὑπ’αἰθούσῃ θαλάμοιο
40ἔσταν, ἵν’ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.
41ἀλλ’ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει,
42νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα
43δαίδαλα χάλκευεν ῥιπῇ πυρός · ἡ δ’ἄρα μούνη
44ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων.
45λευκοῖσιν δ’ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις
46κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς
47πλέξασθαι πλοκάμους · τὰς δὲ προπάροιθεν ἰδοῦσα
48ἔσχεθεν, εἴσωτέ σφ’ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο,
49εἷσέτ’ἐνὶ κλισμοῖσιν · ἀτὰρ μετέπειτα καὶ αὐτὴ
50ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.
51τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν ·
52“ἠθεῖαι, τίς δεῦρο νόος χρειώτε κομίζει
53δηναιὰς αὔτως; τί δ’ἱκάνετον, οὔτι πάρος γε
54λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων”;
55τὴν δ’Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν ·
56“κερτομέεις · νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ.
57ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει
58Αἰσονίδης, ἠδ’ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται.
59τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν,
60δείδιμεν ἐκπάγλως, περὶ δ’Αἰσονίδαο μάλιστα.
61τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται
62λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,
63ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,
64ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,
65ὅς μ’ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.
66καὶ δ’ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ’Ἰήσων
67ἐξότ’ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου
68ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν
69θήρης ἐξανιών · νιφετῷ δ’ἐπαλύνετο πάντα
70οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ’αὐτῶν
71χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο.
72γρηὶ δέ μ’εἰσαμένην ὀλοφύρατο, καί μ’ἀναείρας
73αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.
74τῶ νύ μοι ἄλληκτον περιτίεται · οὐ δέ κε λώβην
75τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις”.
76ὧς ηὔδα · Κύπριν δ’ἐνεοστασίη λάβε μύθων.
77ἅζετο δ’ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,
78καί μιν ἔπειτ’ἀγανοῖσι προσέννεπεν ἥγ’ἐπέεσσιν ·
79“πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο
80Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω
81ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν
82ἠπεδαναί · καὶ μή τις ἀμοιβαίη χάρις ἔστω”.
83ὧς ἔφαθ’· Ἥρη δ’αὖτις ἐπιφραδέως ἀγόρευσεν ·
84“οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐ δέ τι χειρῶν.
85ἀλλ’αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ
86παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.
87εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,
88ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω
89νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται”.
90ὧς ἄρ’ἔφη · Κύπρις δὲ μετ’ἀμφοτέρῃσιν ἔειπεν ·
91“Ἥρη, Ἀθηναίητε, πίθοιτό κεν ὔμμι μάλιστα,
92ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι
93τυτθή γ’αἰδὼς ἔσσετ’ἐν ὄμμασιν · αὐτὰρ ἐμεῖο
94οὐκ ὄθεται, μάλα δ’αἰὲν ἐριδμαίνων ἀθερίζει.
95καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,
96αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς
97ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς,
98εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,
99ἕξω ἐμάς, μετέπειτά γ’ἀτεμβοίμην ἑοῖ αὐτῇ”.
100ὧς φάτο · μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην
101ἀλλήλαις. ἡ δ’αὖτις ἀκηχεμένη προσέειπεν ·
102“ἄλλοις ἄλγεα τα- τἀμὰ γέλως πέλει · οὐ δέ τί με χρὴ
103μυθεῖσθαι πάντεσσιν · ἅλις εἰδυῖα καὶ αὐτή.
104νῦν δ’ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,
105πειρήσω, καί μιν μειλίξομαι, οὐ δ’ἀπιθήσει”.
106ὧς φάτο · τὴν δ’Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,
107ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν ·
108“οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις,
109ἔρξον ἄφαρ · καὶ μή τι χαλέπτεο, μη δ’ἐρίδαινε
110χωομένη σῷ παιδί · μεταλλήξει γὰρ ὀπίσσω”.
111ἦ ῥα, καὶ ἔλλιπε θῶκον · ἐφωμάρτησε δ’Ἀθήνη ·
112ἐκ δ’ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ
113βῆ ῥ’ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.
114εὗρε δὲ τόνγ’ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ,
115οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς
116οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν,
117κάλλεος ἱμερθείς. ἀμφ’ἀστραγάλοισι δὲ τώγε
118χρυσείοις, ἅτε κοῦροι ὁμήθεες, ἑψιόωντο.
119καί ῥ’ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ
120μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν,
121ὀρθὸς ἐφεστηώς · γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς
122χροιῇ θάλλεν ἔρευθος. ὁ δ’ἐγγύθεν ὀκλαδὸν ἧστο
123σῖγα κατηφιόων · δοιὼ δ’ἔχεν, ἄλλον ἔτ’αὔτως
124ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι.
125καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας
126βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐ δ’ἐνόησεν
127Κύπριν ἐπιπλομένην. ἡ δ’ἀντίη ἵστατο παιδός,
128καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν ·
129“τίπτ’ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως
130ἤπαφες, οὐ δὲ δίκῃ περιέπλεο νῆιν ἐόντα;
131εἰ δ’ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω ·
132καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα
133κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια
134ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,
135σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο
136χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.
137χρύσεα μέν οἱ κύκλα τετεύχαται · ἀμφὶ δ’ἑκάστῳ
138διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται ·
139κρυπταὶ δὲ ῥαφαί εἰσιν · ἕλιξ δ’ἐπιδέδρομε πάσαις
140κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,
141ἀστὴρ ὥς, φλεγέθοντα δι’ἠέρος ὁλκὸν ἵησιν.
142τήν τοι ἐγὼν ὀπάσω · σὺ δὲ παρθένον Αἰήταο
143θέλξον ὀιστεύσας ἐπ’Ἰήσονι · μη δέ τις ἔστω
144ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη”.
145ὧς φάτο · τῷ δ’ἀσπαστὸν ἔπος γένετ’εἰσαΐοντι.
146μείλια δ’ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος
147νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς.
148λίσσετο δ’αἶψα πορεῖν αὐτοσχεδόν · ἡ δ’ἀγανοῖσιν
149ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς,
150κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα ·
151“ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ’ἐμὸν αὐτῆς,
152ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐ δ’ἀπατήσω,
153εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο”.
154φῆ · ὁ δ’ἄρ’ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ
155μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ.
156αὐτίκα δ’ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ
157πρέμνῳ κεκλιμένην · ἀνὰ δ’ἀγκύλον εἵλετο τόξον.
158βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν.
159αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο
160αἰθερίας · ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος
161οὐρανίη · δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα
162οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχίτ’ἀερθεὶς
163ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.
164νειόθι δ’ἄλλοτε γαῖα φερέσβιος ἄστεάτ’ἀνδρῶν
165φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ’αὖτε
166ἄκριες, ἀμφὶ δὲ πόντος ἀν’αἰθέρα πολλὸν ἰόντι.
167ἥρωες δ’ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς
168ἐν ποταμῷ καθ’ἕλος λελοχημένοι ἠγορόωντο.
169αὐτὸς δ’Αἰσονίδης μετεφώνεεν · οἱ δ’ὑπάκουον
170ἠρέμα ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες ·
171“ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ
172ἐξερέω · τοῦ δ’ὔμμι τέλος κρηῆναι ἔοικεν.
173ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέτε μῦθοι ἔασιν
174πᾶσιν ὁμῶς · ὁ δὲ σῖγα νόον βουλήντ’ἀπερύκων
175ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.
176ὁ- ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθ’ἕκηλοι ·
177αὐτὰρ ἐγὼν ἐς δώματ’ἐλεύσομαι Αἰήταο,
178υἷας ἑλὼν Φρίξοιο δύω δ’ἐπὶ τοῖσιν ἑταίρους.
179πειρήσω δ’ἐπέεσσι παροίτερον ἀντιβολήσας,
180εἴ κ’ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,
181ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει.
182ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες
183φρασσόμεθ’, εἴτ’ἄρηι συνοισόμεθ’εἴτε τις ἄλλη
184μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς.
185μη δ’αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,
186τόνδ’ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν
187λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.
188πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν
189ἠνορέη, τόδ’ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει
190πρηΰνας. ὁ δὲ καί ποτ’ἀμύμονα Φρίξον ἔδεκτο
191μητρυιῆς φεύγοντα δόλον πατρόςτε θυηλάς.
192πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν,
193ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ’ἀλεγίζει”.
194ὧς φάτ’· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο
195πασσυδίῃ, οὐ δ’ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.
196καὶ τότ’ἄρ’υἱῆας Φρίξου Τελαμῶνάθ’ἕπεσθαι
197ὦρσε καὶ Αὐγείην · αὐτὸς δ’ἕλεν Ἑρμείαο
198σκῆπτρον · ἄφαρ δ’ἄρα νηὸς ὑπὲρ δόνακάςτε καὶ ὕδωρ
199χέρσονδ’ἐξαπέβησαν ἐπὶ θρωσμοῦ πεδίοιο.
200Κιρκαῖον τόδε που κικλήσκεται · ἔνθα δὲ πολλαὶ
201ἑξείης πρόμαλοίτε καὶ ἰτέαι ἐκπεφύασιν,
202τῶν καὶ ἐπ’ἀκροτάτων νέκυες σειρῇσι κρέμανται
203δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν
204ἀνέρας οἰχομένους πυρὶ καιέμεν · οὐ δ’ἐνὶ γαίῃ
205ἔστι θέμις στείλαντας ὕπερθ’ἐπὶ σῆμα χέεσθαι,
206ἀλλ’ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις
207δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δ’ἴσην
208καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν
209θηλυτέρας · ἡ γάρτε δίκη θεσμοῖο τέτυκται.
210τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα
211ἠέρα πουλὺν ἐφῆκε δι’ἄστεος, ὄφρα λάθοιεν
212Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες.
213ὦκα δ’ὅτ’ἐκ πεδίοιο πόλιν καὶ δώμαθ’ἵκοντο
214Αἰήτεω, τότε δ’αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.
215ἔσταν δ’ἐν προμολῇσι τεθηπότες ἕρκε’ἄνακτος
216εὐρείαςτε πύλας καὶ κίονας, οἳ περὶ τοίχους
217ἑξείης ἄνεχον · θριγκὸς δ’ἐφύπερθε δόμοιο
218λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.
219εὔκηλοι δ’ὑπὲρ οὐδὸν ἔπειτ’ἔβαν. ἄγχι δὲ τοῖο
220ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν
221ὑψοῦ ἀειρόμεναι μέγ’ἐθήλεον. αἱ δ’ὑπὸ τῇσιν
222ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν
223Ἥφαιστος. καί ῥ’ἡ μέν ἀναβλύεσκε γάλακτι,
224ἡ δ’οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ ·
225ἡ δ’ἄρ’ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν
226θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ’ἀνιούσαις
227κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.
228τοῖ’ἄρ’ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο
229τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα.
230καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων
231ἦν στόματ’, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον ·
232πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον
233ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις
234δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι.
235ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο · τῇ δ’ἐπὶ πολλαὶ
236δικλίδες εὐπηγεῖς θάλαμοίτ’ἔσαν ἔνθα καὶ ἔνθα ·
237δαιδαλέη δ’αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.
238λέχρις δ’αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν.
239τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν,
240κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι ·
241ἄλλῳ δ’Ἄψυρτος ναῖεν πάις Αἰήταο.
242τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια
243πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,
244Τηθύος Ὠκεανοῦτε πανοπλοτάτην γεγαυῖαν.
245καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα
246ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν.
247τοὺς δ’ἔχον ἀμφίπολοίτε καὶ Αἰήταο θύγατρες
248ἄμφω, Χαλκιόπη Μήδειάτε. τὴν μὲν ἄρ’οἵγε
249ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν —
250Ἥρη γάρ μιν ἔρυκε δόμῳ · πρὶν δ’οὔτι θάμιζεν
251ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο
252νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα —
253καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν · ὀξὺ δ’ἄκουσεν
254Χαλκιόπη · δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι
255νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι
256ἔδραμον. ἡ δ’ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα
257ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν · ὧς δὲ καὶ αὐτοὶ
258μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες
259γηθόσυνοι · τοῖον δὲ κινυρομένη φάτο μῦθον ·
260“ἔμπης οὐκ ἄρ’ἐμέλλετ’ἀκηδείῃ με λιπόντες
261τηλόθι πλάγξασθαι · μετὰ δ’ὑμέας ἔτραπεν αἶσα.
262δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης
263λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε
264πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατ’ἀνίας
265ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο,
266ὅστις ὅδ’Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι
267μητέρ’ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε”;
268ὧς ἔφατ’· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε,
269ἐκ δ’αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο,
270Χαλκιόπης ἀίουσα · τὸ δ’αὐτίκα πᾶν ὁμάδοιο
271ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο
272ταῦρον ἅλις δμῶες · τοὶ δὲ ξύλα κάγκανα χαλκῷ
273κόπτον · τοὶ δὲ λοετρὰ πυρὶ ζέον · οὐ δέ τις ἦεν,
274ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι.
275τόφρα δ’Ἔρως πολιοῖο δι’ἠέρος ἷξεν ἄφαντος,
276τετρηχώς, οἷόντε νέαις ἐπὶ φορβάσιν οἶστρος
277τέλλεται, ὅντε μύωπα βοῶν κλείουσι νομῆες.
278ὦκα δ’ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας
279ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ’ἰόν.
280ἐκ δ’ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν
281ὀξέα δενδίλλων · αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς
282Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,
283ἰθὺς δ’ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν
284ἧκ’ἐπὶ Μηδείῃ · τὴν δ’ἀμφασίη λάβε θυμόν.
285αὐτὸς δ’ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο
286καγχαλόων ἤιξε · βέλος δ’ἐνεδαίετο κούρῃ
287νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον · ἀντία δ’αἰεὶ
288βάλλεν ὑπ’Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο
289στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐ δέ τιν’ἄλλην
290μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ.
291ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ
292χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,
293ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,
294ἄγχι μάλ’ἐγρομένη · τὸ δ’ἀθέσφατον ἐξ ὀλίγοιο
295δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ’ἀμαθύνει ·
296τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ
297οὖλος Ἔρως · ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς
298ἐς χλόον, ἄλλοτ’ἔρευθος, ἀκηδείῃσι νόοιο.
299δμῶες δ’ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,
300αὐτοίτε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς,
301ἀσπασίως δόρπῳτε ποτῆτίτε θυμὸν ἄρεσσαν.
302ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς
303υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν ·
304“παιδὸς ἐμῆς κοῦροι Φρίξοιότε, τὸν περὶ πάντων
305ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα,
306πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη
307σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο
308πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου.
309ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο
310δινεύσας, ὅτ’ἐμεῖο κασιγνήτην ἐκόμιζεν
311Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δ’ἱκόμεσθα
312ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ’ἔτι νῦν περ
313ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.
314ἀλλὰ τί μύθων ἦδος; ἃ δ’ἐν ποσὶν ὗμιν ὄρωρεν,
315εἴπατ’ἀριφραδέως, ἠδ’οἵτινες οἵδ’ἐφέπονται
316ἀνέρες, ὅππῃτε γλαφυρῆς ἐκ νηὸς ἔβητε”.
317τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν
318Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο
319μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν ·
320“Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι
321ζαχρηεῖς · αὐτοὺς δ’ἐπὶ δούρασι πεπτηῶτας
322νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα
323λυγαίῃ ὑπὸ νυκτί · θεὸς δέ τις ἄμμ’ἐσάωσεν.
324οὐ δὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον
325ηὐλίζοντ’ὄρνιθες Ἀρήιαι, οὐ δ’ἔτι κείνας
326εὕρομεν. ἀλλ’οἵγ’ἄνδρες ἀπήλασαν, ἐξαποβάντες
327νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι · καί σφ’ἀπέρυκεν
328ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα,
329αὐτίκ’ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ’ἔδωκαν,
330οὔνομάτε Φρίξοιο περικλεὲς εἰσαΐοντες
331ἠδ’αὐτοῖο σέθεν · μετὰ γὰρ τεὸν ἄστυ νέονται.
332χρειὼ δ’ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σ’ἐπικεύσω.
333τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι
334καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ
335σφωιτέρῃ πάντεσσι μετέπρεπεν Αἰολίδῃσιν,
336πέμπει δεῦρο νέεσθαι ἀμήχανον · οὐ δ’ὑπαλύξειν
337στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν
338καὶ χόλον, οὐ δ’ἄτλητον ἄγος Φρίξοιότε ποινὰς
339Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι.
340νῆα δ’Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην,
341οἷαί περ Κόλχοισι μετ’ἀνδράσι νῆες ἔασιν,
342τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν
343λάβρον ὕδωρ πνοιήτε διέτμαγεν · ἡ δ’ἐνὶ γόμφοις
344ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι.
345ἶσον δ’ἐξ ἀνέμοιο θέει καὶ ὅτ’ἀνέρες αὐτοὶ
346νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς.
347τῇ δ’ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον
348ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ’ἐπαληθεὶς
349ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις.
350αὐτῷ δ’ὥς κεν ἅδῃ, τὼς ἔσσεται · οὐ γὰρ ἱκάνει
351χερσὶ βιησόμενος · μέμονεν δέ τοι ἄξια τίσειν
352δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας
353Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.
354εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήντε
355ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην.
356τόνδε μέν, οἷό περ οὕνεκ’ἀφ’Ἑλλάδος ὁ- ὧλλοι ἄγερθεν,
357κλείουσ’Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο.
358εἰ δ’αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,
359οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο.
360ἄμφω γὰρ Κρηθεὺς Ἀθάμαςτ’ἔσαν Αἰόλου υἷες ·
361Φρίξος δ’αὖτ’Ἀθάμαντος ἔην πάις Αἰολίδαο.
362τόνδε δ’ἄρ’, Ἠελίου γόνον ἔμμεναι εἴ τιν’ἀκούεις,
363δέρκεαι Αὐγείην · Τελαμὼν δ’ὅγε, κυδίστοιο
364Αἰακοῦ ἐκγεγαώς · Ζεὺς δ’Αἰακὸν αὐτὸς ἔτικτεν.
365ὧς δὲ καὶ ὁ- ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι,
366ἀθανάτων υἷέςτε καὶ υἱωνοὶ γεγάασιν”.
367τοῖα παρέννεπεν Ἄργος · ἄναξ δ’ἐπεχώσατο μύθοις
368εἰσαΐων · ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο.
369φῆ δ’ἐπαλαστήσας · μενέαινε δὲ παισὶ μάλιστα
370Χαλκιόπης · τῶν γάρ σφε μετελθέμεν οὕνεκ’ἐώλπει ·
371ἐκ δέ οἱ ὄμματ’ἔλαμψεν ὑπ’ὀφρύσιν ἱεμένοιο ·
372“οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες,
373νεῖσθ’αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης,
374πρίν τινα λευγαλέοντε δέρος καὶ Φρίξον ἰδέσθαι;
375αὐτίχ’ὁμαρτήσαντες ἀφ’Ἑλλάδος, οὐκ ἐπὶ κῶας,
376σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε.
377εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης,
378ἦτ’ἂν ἀπὸ γλώσσαςτε ταμὼν καὶ χεῖρε κεάσσας
379ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν,
380ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι,
381οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν”.
382φῆ ῥα χαλεψάμενος · μέγα δὲ φρένες Αἰακίδαο
383νειόθεν οἰδαίνεσκον · ἐέλδετο δ’ἔνδοθι θυμὸς
384ἀντιβίην ὀλοὸν φάσθαι ἔπος · ἀλλ’ἀπέρυκεν
385Αἰσονίδης · πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν ·
386“Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως
387ἄστυ τεὸν καὶ δώμαθ’ἱκάνομεν, ὥς που ἔολπας,
388οὐ δὲ μὲν ἱέμενοι. τίς δ’ἂν τόσον οἶδμα περῆσαι
389τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων
390καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.
391δὸς χάριν ἀντομένοισι · σέθεν δ’ἐγὼ Ἑλλάδι πάσῃ
392θεσπεσίην οἴσω κληηδόνα · καὶ δέ τοι ἤδη
393πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν,
394εἴτ’οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τιν’ἄλλον
395δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι”.
396ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί · τοῖο δὲ θυμὸς
397διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,
398ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,
399ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ’ἄρειον
400φραζομένῳ · καὶ δή μιν ὑποβλήδην προσέειπεν ·
401“ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;
402εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως
403οὐδὲν ἐμεῖο χέρηες ἐπ’ὀθνείοισιν ἔβητε,
404δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κ’ἐθέλῃσθα,
405πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ’ἀνδράσιν οὔτι μεγαίρω,
406ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.
407πεῖρα δέ τοι μένεόςτε καὶ ἀλκῆς ἔσσετ’ἄεθλος,
408τόν ῥ’αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα.
409δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται
410ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες ·
411τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος
412τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ
413οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν,
414ἀλλ’ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας
415ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δ’αὖθι δαΐζων
416κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.
417ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην
418παύομαι ἀμήτοιο. σύ δ’, εἰ τάδε τοῖα τελέσσεις,
419αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος ·
420πρὶν δέ κεν οὐ δοίην, μη δ’ἔλπεο. δὴ γὰρ ἀεικὲς
421ἄνδρ’ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι”.
422ὧς ἄρ’ἔφη · ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας
423ἧστ’αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι.
424βουλὴν δ’ἀμφὶ πολὺν στρώφα χρόνον, οὐ δέ πῃ εἶχεν
425θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον ·
426ὀψε δ’ἀμειβόμενος προσελέξατο κερδαλέοισιν ·
427“Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.
428τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα
429τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ’ἄλλο
430ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετ’ἀνάγκης,
431ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος”.
432ὧς φάτ’ἀμηχανίῃ βεβολημένος · αὐτὰρ ὁ τόνγε
433σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα ·
434“ἔρχεο νῦν μεθ’ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο ·
435εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,
436ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,
437αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος
438ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν”.
439ἴσκεν ἀπηλεγέως · ὁ δ’ἀπὸ θρόνου ὤρνυτ’Ἰήσων,
440Αὐγείης Τελαμώντε παρασχεδόν · εἵπετο δ’Ἄργος
441οἶος, ἐπεὶ μεσσηγὺς ἔτ’αὐτόθι νεῦσε λιπέσθαι
442αὐτοκασιγνήτοις · οἱ δ’ἤισαν ἐκ μεγάροιο.
443θεσπέσιον δ’ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς
444κάλλεϊ καὶ χαρίτεσσιν · ἐπ’αὐτῷ δ’ὄμματα κούρη
445λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,
446κῆρ ἄχεϊ σμύχουσα · νόος δέ οἱ ἠύτ’ὄνειρος
447ἑρπύζων πεπότητο μετ’ἴχνια νισσομένοιο.
448καί ῥ’οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες.
449Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο
450καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει.
451αὔτως δ’αὖ Μήδεια μετέστιχε · πολλὰ δὲ θυμῷ
452ὥρμαιν’, ὅσσατ’Ἔρωτες ἐποτρύνουσι μέλεσθαι.
453προπρὸ δ’ἄρ’ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα,
454αὐτόςθ’οἷος ἔην, οἵοισίτε φάρεσιν ἕστο,
455οἷάτ’ἔειφ’, ὥςθ’ἕζετ’ἐπὶ θρόνου, ὥςτε θύραζε
456ἤιεν · οὐ δέ τιν’ἄλλον ὀίσσατο πορφύρουσα
457ἔμμεναι ἀνέρα τοῖον · ἐν οὔασι δ’αἰὲν ὀρώρει
458αὐδήτε μῦθοίτε μελίφρονες, οὓς ἀγόρευσεν.
459τάρβει δ’ἀμφ’αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς
460Αἰήτης φθίσειεν · ὀδύρετο δ’ἠύτε πάμπαν
461ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς
462δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν ·
463ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον ·
464“τίπτε με δειλαίην τόδ’ἔχει ἄχος; εἴθ’ὅγε πάντων
465φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων,
466ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.
467ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο,
468οἴκαδε νοστήσειε φυγὼν μόρον · εἰ δέ μιν αἶσα
469δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,
470οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ”.
471ἡ μὲν ἄρ’ὧς ἐόλητο νόον μελεδήμασι κούρη.
472οἱ δ’ἐπεὶ οὖν δήμουτε καὶ ἄστεος ἐκτὸς ἔβησαν
473τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,
474δὴ τότ’Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν ·
475“Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντιν’ἐνίψω ·
476πείρης δ’οὐ μάλ’ἔοικε μεθιέμεν ἐν κακότητι.
477κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο
478φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν.
479τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος
480ἔσσετ’ἀεθλεύοντι δαμήμεναι · ἀλλὰ μάλ’αἰνῶς
481δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ.
482ἔμπης δ’ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,
483ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ’ἧμιν ὄλεθρος”.
484ἴσκεν ἐυφρονέων · ὁ δ’ἀμείβετο τοῖσδ’ἐπέεσσιν ·
485“ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω.
486βάσκ’ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις
487ὄρνυθι λισσόμενος · μελέη γε μὲν ἧμιν ὄρωρεν
488ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν”.
489ὧς ἔφατ’· ὦκα δ’ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι
490γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο ·
491τοῖσιν δ’Αἰσονίδης τετιημένος ἔκφατο μῦθον ·
492“ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ
493ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ
494οὔτ’ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο.
495φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι
496ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας.
497τετράγυον δ’ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι ·
498δώσειν δ’ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥ’ἀνίῃσιν
499γηγενέας χαλκέοις σὺν τεύχεσιν · ἤματι δ’αὐτῷ
500χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ — οὔτι γὰρ ἄλλο
501βέλτερον ἦν φράσσασθαι — ἀπηλεγέως ὑποέστην”.
502ὧς ἄρ’ἔφη · πάντεσσι δ’ἀνήνυτος εἴσατ’ἄεθλος,
503δὴν δ’ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο,
504ἄτῃ ἀμηχανίῃτε κατηφέες · ὀψὲ δὲ Πηλεὺς
505θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν ·
506“ὥρη μητιάασθαι ὅ κ’ἔρξομεν. οὐ μὲν ἔολπα
507βουλῆς εἶναι ὄνειαρ, ὅσοντ’ἐπὶ κάρτεϊ χειρῶν.
508εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο,
509ἥρως Αἰσονίδη, φρονέεις, μέμονάςτε πόνοιο,
510ἦτ’ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο ·
511εἰ δ’οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν
512ἠνορέῃ, μήτ’αὐτὸς ἐπείγεο, μήτε τιν’ἄλλον
513τῶνδ’ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε
514σχήσομ’, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος”.
515ὧς ἔφατ’Αἰακίδης · Τελαμῶνι δὲ θυμὸς ὀρίνθη ·
516σπερχόμενος δ’ἀνόρουσε θοῶς · ἐπὶ δὲ τρίτος Ἴδας
517ὦρτο μέγα φρονέων, ἐπὶ δ’υἱέε Τυνδαρέοιο ·
518σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν
519ἀνδράσιν, οὐ δέ περ ὅσσον ἐπανθιόωντας ἰούλους
520ἀντέλλων · τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.
521οἱ δ’ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δ’Ἄργος
522τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου ·
523“ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τιν’οἴω
524μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν.
525τῶ καί περ μεμαῶτες, ἐρητύοισθ’ἐνὶ νηὶ
526τυτθὸν ἔθ’, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης
527λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι.
528κούρη τις μεγάροισιν ἐνιτρέφετ’Αἰήταο,
529τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι
530φάρμαχ’, ὅσ’ἤπειρόςτε φύει καὶ νήχυτον ὕδωρ,
531τοῖσι καὶ ἀκαμάτοιο πρὸς μειλίσσετ’ἀυτμή,
532καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,
533ἄστρατε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους.
534τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδ’ἰόντες
535μνησάμεθ’, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα,
536μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ.
537εἰ δὲ καὶ αὐτοῖσιν τόδ’ἐφανδάνει, ἦτ’ἂν ἱκοίμην
538ἤματι τῷδ’αὐτῷ πάλιν εἰς δόμον Αἰήταο
539πειρήσων · τάχα δ’ἂν σὺν δαίμονι πειρηθείην”.
540ὧς φάτο · τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες.
541τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς
542ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις ·
543κίρκος δ’ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος
544τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν ·
545“ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται ·
546οὐ δέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,
547παρθενικὴν δ’ἐπέεσσι μετελθέμεν ἀμφιέποντας
548μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν,
549εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον
550πέφραδεν ἔσσεσθαι. κείνης δ’ὅγε μείλιχος ὄρνις
551πότμον ὑπεξήλυξε · κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ
552τόνδε κατ’οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο.
553ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,
554ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε”.
555ἴσκεν · ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς
556μνησάμενοι · μοῦνος δ’Ἀφαρήιος ἄνθορεν Ἴδας,
557δείν’ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέντε ·
558“ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ’ἔβημεν,
559οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,
560οὐκέτ’Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας
561καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων;
562ἔρρετε, μη δ’ὔμμιν πολεμήια ἔργα μέλοιτο,
563παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν”.
564ὧς ηὔδα μεμαώς · πολέες δ’ὁμάδησαν ἑταῖροι
565ἦκα μάλ’, οὐ δ’ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.
566χωόμενος δ’ὅγ’ἔπειτα καθέζετο · τοῖσι δ’Ἰήσων
567αὐτίκ’ἐποτρύνων τὸν ἑὸν νόον ὧδ’ἀγόρευεν ·
568“Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,
569στελλέσθω · ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο
570ἀμφαδὸν ἤδη πείσματ’ἀνάψομεν. ἦ γὰρ ἔοικεν
571μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν”.
572ὧς ἄρ’ἔφη · καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι
573καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν · οἱ δ’ἐπὶ νηὸς
574εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο
575τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.
576αὐτίκα δ’Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων
577νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,
578ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.
579στεῦτο δ’, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται
580ἄνδρα τόν, ὅς ῥ’ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,
581δρυμὸν ἀναρρήξας λασίης καθύπερθε · κολώνης
582αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ’ἀλεγεινὴν
583ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.
584οὐ δὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα
585δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων
586ξείνων μειλιχίῃτε θεουδείῃτ’ἐκέκαστο,
587εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ’οὐρανοῦ ἄγγελον ἧκεν
588Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν ·
589μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας
590ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν
591ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν,
592κρυπταδίουςτε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων
593αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.
594νόσφι δὲ οἷ αὐτῷ φάτ’ἐοικότα μείλια τίσειν
595υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς
596ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς
597καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες · ὥς ποτε βάξιν
598λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,
599χρειώ μιν πυκινόντε δόλον βουλάςτε γενέθλης
600σφωιτέρης ἄτηντε πολύτροπον ἐξαλέασθαι ·
601τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν
602πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐ δὲ θυγατρῶν
603εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν
604φράσσωνται στυγερήν, οὐ δ’υἱέος Ἀψύρτοιο ·
605ἀλλ’ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι.
606καί ῥ’ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν
607χωόμενος · μέγα δέ σφιν ἀπείλεε νῆάτ’ἔρυσθαι
608ἠδ’αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ.
609τόφρα δὲ μητέρ’ἑήν, μετιὼν δόμον Αἰήταο,
610Ἄργος παντοίοισι παρηγορέεσκ’ἐπέεσσιν,
611Μήδειαν λίσσεσθαι ἀμυνέμεν · ἡ δὲ καὶ αὐτὴ
612πρόσθεν μητιάασκε · δέος δέ μιν ἴσχανε θυμόν,
613μή πως ἠὲ παρ’αἶσαν ἐτώσια μειλίξαιτο
614πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν
615ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.
616κούρην δ’ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος
617λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,
618οἷάτ’ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι.
619τὸν ξεῖνον δ’ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον,
620οὔτι μάλ’ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι,
621οὐ δέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο
622ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο
623κουριδίην παράκοιτιν · ὀίετο δ’ἀμφὶ βόεσσιν
624αὐτὴ ἀεθλεύουσα μάλ’εὐμαρέως πονέεσθαι ·
625σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν,
626οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ
627προύθεσαν · ἐκ δ’ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον
628πατρίτε καὶ ξείνοις · αὐτῇ δ’ἐπιέτρεπον ἄμφω
629τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν.
630ἡ δ’ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων,
631εἵλετο · τοὺς δ’ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ’ἐβόησαν
632χωόμενοι · τὴν δ’ὕπνος ἅμα κλαγγῇ μεθέηκεν.
633παλλομένη δ’ἀνόρουσε φόβῳ, περίτ’ἀμφίτε τοίχους
634πάπτηνεν θαλάμοιο · μόλις δ’ἐσαγείρατο θυμὸν
635ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ’ἀνενείκατο φωνήν ·
636“δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.
637δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος
638ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται.
639μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην
640ἄμμι δὲ παρθενίητε μέλοι καὶ δῶμα τοκήων.
641ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ’ἄνευθεν
642αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μ’ἀέθλῳ
643χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα
644παισί · τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος”.
645ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο,
646νήλιπος, οἰέανος · καὶ δὴ λελίητο νέεσθαι
647αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν.
648δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο,
649αἰδοῖ ἐεργομένη · μετὰ δ’ἐτράπετ’αὖτις ὀπίσσω
650στρεφθεῖσ’· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψτ’ἀλέεινεν
651εἴσω · τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα ·
652ἤτοι ὅτ’ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς ·
653αἰδοῖ δ’ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.
654τρὶς μὲν ἐπειρήθη, τρὶς δ’ἔσχετο, τέτρατον αὖτις
655λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.
656ὡς δ’ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν
657μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,
658οὐ δέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν
659αἰδοῖ ἐπιφροσύνῃτε · μυχῷ δ’ἀχέουσα θαάσσει ·
660τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω
661δήνεσιν ἀλλήλων · ἡ δ’ἔνδοθι δαιομένη περ
662σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,
663μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες ·
664τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω
665μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσ’ἐνόησεν
666δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα ·
667Χαλκιόπῃ δ’ἤγγειλε παρασχεδόν · ἡ δ’ἐνὶ παισὶν
668ἧστ’ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι.
669ἀλλ’οὐ δ’ὧς ἀπίθησεν, ὅτ’ἔκλυεν ἀμφιπόλοιο
670μῦθον ἀνώιστον · διὰ δ’ἔσσυτο θαμβήσασα
671ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη
672κέκλιτ’ἀκηχεμένη, δρύψεν δ’ἑκάτερθε παρειάς ·
673ὡς δ’ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν ·
674“Ὤι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις;
675τίπτ’ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος;
676ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος,
677ἦέ τιν’οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν
678ἀμφίτ’ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων
679δῶμα τόδ’εἰσοράαν, μη δὲ πτόλιν, ἀλλ’ἐπὶ γαίης
680πείρασι ναιετάειν, ἵνα μη δέ περ οὔνομα Κόλχων”.
681ὧς φάτο · τῆς δ’ἐρύθηνε παρήια · δὴν δέ μιν αἰδὼς
682παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν.
683μῦθος δ’ἄλλοτε μέν οἱ ἐπ’ἀκροτάτης ἀνέτελλεν
684γλώσσης, ἄλλοτ’ἔνερθε κατὰ στῆθος πεπότητο.
685πολλάκι δ’ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν ·
686φθογγῇ δ’οὐ προύβαινε παροιτέρω · ὀψὲ δ’ἔειπεν
687τοῖα δόλῳ · θρασέες γὰρ ἐπικλονέεσκον Ἔρωτες ·
688“Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται,
689μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκ’ὀλέσσῃ.
690τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ
691λεύσσω ὀνείρατα λυγρά, τά τις θεὸς ἀκράαντα
692θείη, μη δ’ἀλεγεινὸν ἐφ’υἱάσι κῆδος ἕλοιο”.
693φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ
694ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν.
695τὴν δ’αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη
696δείματι, τοῖ’ἐσάκουσεν · ἀμείβετο δ’ὧδ’ἐπέεσσιν ·
697“καὶ δ’αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα,
698εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.
699ἀλλ’ὄμοσον Γαῖάντε καὶ Οὐρανόν, ὅττι τοι εἴπω
700σχήσειν ἐν θυμῷ, σύντε δρήστειρα πέλεσθαι.
701λίσσομ’ὑπὲρ μακάρων σέοτ’αὐτῆς ἠδὲ τοκήων,
702μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι
703λευγαλέως · ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσα
704εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς”.
705ὧς ἄρ’ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ’αὐτίκα δάκρυ ·
706νειόθιθ’ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν,
707σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθ’ἐλεεινὸν
708ἄμφω ἐπ’ἀλλήλῃσι θέσαν γόον · ὦρτο δ’ἰωὴ
709λεπταλέη διὰ δώματ’ὀδυρομένων ἀχέεσσιν.
710τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα ·
711“δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷ’ἀγορεύεις,
712ἀράςτε στυγερὰς καὶ Ἐρινύας; αἲ γὰρ ὄφελλεν
713ἔμπεδον εἶναι ἐπ’ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.
714ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντιν’ὀμόσσαι
715αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἥθ’ὑπένερθεν
716γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,
717μή σ’ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν”.
718φῆ ἄρα · Χαλκιόπη δ’ἠμείβετο τοῖσδ’ἐπέεσσιν ·
719“οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ
720ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,
721παίδων εἵνεκ’ἐμεῖο; καὶ ἐκ κείνοιο δ’ἱκάνει
722Ἄργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς ·
723μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδ’ἰοῦσα”.
724ὧς φάτο · τῇ δ’ἔντοσθεν ἀνέπτατο χάρματι θυμός,
725φοινίχθη δ’ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλὺς
726εἷλεν ἰαινομένην, τοῖον δ’ἐπὶ μῦθον ἔειπεν ·
727“Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόντε τέτυκται,
728ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι
729ἠώς, μη δέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο,
730εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων
731σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν,
732κηδεμόνεςτε φίλοι καὶ ὁμήλικες. ὧς δὲ καὶ αὐτὴ
733φημὶ κασιγνήτητε σέθεν κούρητε πέλεσθαι,
734ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ
735νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον.
736ἀλλ’ἴθι, κεῦθε δ’ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας
737λήσομαι ἐντύνουσα ὑπόσχεσιν · ἦρι δὲ νηὸν
738οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων”.
740ὧς ἥγ’ἐκ θαλάμοιο πάλιν κίε, παισίτ’ἀρωγὴν
741αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις
742αἰδώςτε στυγερόντε δέος λάβε μουνωθεῖσαν,
743τοῖα παρὲξ οὗ πατρὸς ἐπ’ἀνέρι μητιάασθαι.
744νὺξ μὲν ἔπειτ’ἐπὶ γαῖαν ἄγεν κνέφας · οἱ δ’ἐνὶ πόντῳ
745ναῦται εἰς Ἑλίκηντε καὶ ἀστέρας Ὠρίωνος
746ἔδρακον ἐκ νηῶν · ὕπνοιο δὲ καί τις ὁδίτης
747ἤδη καὶ πυλαωρὸς ἐέλδετο · καί τινα παίδων
748μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ’ἐκάλυπτεν ·
749οὐ δὲ κυνῶν ὑλακὴ ἔτ’ἀνὰ πτόλιν, οὐ θρόος ἦεν
750ἠχήεις · σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην.
751ἀλλὰ μάλ’οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.
752πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ’ἔγειρεν
753δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν
754φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος.
755πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν,
756ἠελίου ὥς τίςτε δόμοις ἐνιπάλλεται αἴγλη
757ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι
758ἠέ που ἐν γαυλῷ κέχυται · ἡ δ’ἔνθα καὶ ἔνθα
759ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα ·
760ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης.
761δάκρυ δ’ἀπ’ὀφθαλμῶν ἐλέῳ ῥέεν · ἔνδοθι δ’αἰεὶ
762τεῖρ’ὀδύνη σμύχουσα διὰ χροός, ἀμφίτ’ἀραιὰς
763ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,
764ἔνθ’ἀλεγεινότατον δύνει ἄχος, ὁππότ’ἀνίας
765ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες.
766φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων
767δωσέμεν, ἄλλοτε δ’οὔτι · καταφθίσθαι δὲ καὶ αὐτή ·
768αὐτίκα δ’οὔτ’αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν,
769ἀλλ’αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.
770ἑζομένη δη- δἤπειτα δοάσσατο, φώνησέντε ·
771“δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;
772πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι · οὐ δέ τις ἀλκὴ
773πήματος · ἀλλ’αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε
774Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι,
775πρὶν τόνγ’εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι
776Χαλκιόπης υἷας. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς
777ἄμμι πολυκλαύτους δεῦρ’ἤγαγε κεῖθεν ἀνίας.
778φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι
779μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας
780φάρμακα μησαμένη; ποῖον δ’ἐπὶ μῦθον ἐνίψω;
781τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετ’ἀρωγῆς;
782ἦ μιν ἄνευθ’ἑτάρων προσπτύξομαι οἶον ἰδοῦσα;
783δύσμορος · οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης
784λωφήσειν ἀχέων · τότε δ’ἂν κακὸν ἄμμι πέλοιτο,
785κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς,
786ἐρρέτω ἀγλαΐη · ὁ δ’ἐμῇ ἰότητι σαωθεὶς
787ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο.
788αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ’ἐξανύσειεν ἄεθλον,
789τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ,
790ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ.
791ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω
792κερτομίας · τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει
793πότμον ἐμόν · καί κέν με διὰ στόματος φορέουσαι
794Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται ·
795ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο
796κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας,
797μαργοσύνῃ εἴξασα. τί δ’οὐκ ἐμὸν ἔσσεται αἶσχος;
798ᾤ μοι ἐμῆς ἄτης. ἦτ’ἂν πολὺ κέρδιον εἴη
799τῇδ’αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν
800πότμῳ ἀνωίστῳ, κάκ’ἐλέγχεα πάντα φυγοῦσαν,
801πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι”.
802ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ
803φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήρι’, ἔκειτο.
804ἐνθεμένη δ’ἐπὶ γούνατ’ὀδύρετο. δεῦε δὲ κόλπους
805ἄλληκτον δακρύοισι, τὰ δ’ἔρρεεν ἀσταγὲς αὔτως,
806αἴν’ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ’ἥγε
807φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο.
808ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο,
809ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω
810δεῖμ’ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ’Ἀίδαο.
811ἔσχετο δ’ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι
812θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο.
813μνήσατο μὲν τερπνῶν, ὅσ’ἐνὶ ζωοῖσι πέλονται,
814μνήσαθ’ὁμηλικίης περιγηθέος, οἷάτε κούρη ·
815καίτέ οἱ ἠέλιος γλυκίων γένετ’εἰσοράασθαι,
816ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ’ἕκαστα.
817καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων,
818Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐ δ’ἔτι βουλὰς
819ἄλλῃ δοιάζεσκεν · ἐέλδετο δ’αἶψα φανῆναι
820ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη
821φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν.
822πυκνὰ δ’ἀνὰ κληῖδας ἑῶν λύεσκε θυράων,
823αἴγλην σκεπτομένη · τῇ δ’ἀσπάσιον βάλε φέγγος
824ἠριγενής, κίνυντο δ’ἀνὰ πτολίεθρον ἕκαστοι.
825ἔνθα κασιγνήτους μὲν ἔτ’αὐτόθι μεῖναι ἀνώγει
826Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης ·
827αὐτὸς δ’αὖτ’ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς.
828ἡ δ’ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ
829παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,
830αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο,
831αὐσταλέας δ’ἔψησε παρηίδας · αὐτὰρ ἀλοιφῇ
832νεκταρέῃ φαιδρύνετ’ἐπὶ χρόα · δῦνε δὲ πέπλον
833καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν ·
834ἀμβροσίῳ δ’ἐφύπερθε καρήατι βάλλε καλύπτρην
835ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα
836στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν
837θεσπέσι’, ἄλλατ’ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.
838κέκλετο δ’ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι
839ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο
840ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι,
841ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,
842οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν.
843ἔνθ’αὖτ’ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην ·
844ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο
845φάρμακον, ὅ ῥάτέ φασι Προμήθειον καλέεσθαι.
846τῷ εἴ κ’ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν
847κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο,
848ἦτ’ἂν ὅγ’οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν,
849οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι · ἀλλὰ καὶ ἀλκῇ
850λωίτερος κεῖν’ἦμαρ ὁμῶς κάρτειτε πέλοιτο.
851πρωτοφυὲς τόγ’ἀνέσχε καταστάξαντος ἔραζε
852αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν
853αἱματόεντ’ἰχῶρα Προμηθῆος μογεροῖο.
854τοῦ δ’ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν
855χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη,
856καυλοῖσιν διδύμοισιν ἐπήορον · ἡ δ’ἐνὶ γαίῃ
857σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.
858τῆς οἵηντ’ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ
859Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,
860ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν,
861ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,
862Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,
863λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν.
864μυκηθμῷ δ’ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα,
865ῥίζης τεμνομένης Τιτηνίδος · ἔστενε δ’αὐτὸς
866Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.
867τό ῥ’ἥγ’ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ,
868ἥτέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.
869ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ’ἀπήνης ·
870σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν.
871αὐτὴ δ’ἡνί’ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην
872δεξιτερῇ, ἔλαεν δὲ δι’ἄστεος · αἱ δὲ δὴ ἄλλαι
873ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,
874τρώχων εὐρεῖαν κατ’ἀμαξιτόν · ἂν δὲ χιτῶνας
875λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.
876οἵη δὲ λιαροῖσιν ἐφ’ὕδασι Παρθενίοιο,
877ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο
878χρυσείοις Λητωὶς ἐφ’ἅρμασιν ἑστηυῖα
879ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας,
880τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης ·
881τῇ δ’ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπ’αὐτῆς
882ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι
883ἄλσεα καὶ σκοπιὰς πολυπίδακας · ἀμφὶ δὲ θῆρες
884κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν ·
885ὧς αἵγ’ἐσσεύοντο δι’ἄστεος · ἀμφὶ δὲ λαοὶ
886εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης.
887αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπ’ἀγυιάς,
888νηὸν δ’εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα,
889δὴ τότ’ἐυτροχάλοιο κατ’αὐτόθι βήσατ’ἀπήνης
890ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν ·
891“ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐ δ’ἐνόησα
892μὴ ἴμεν ἀλλοδαποῖσι μετ’ἀνδράσιν, οἵτ’ἐπὶ γαῖαν
893ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται
894πᾶσα πόλις · τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν
895τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται.
896ἀλλ’ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,
897εἰ δ’ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν
898μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης
899λεξάμεναι τότ’ἔπειτ’αὐτὴν ἀπονισσόμεθ’ὥρην.
900καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδ’ἵκοισθε
901ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν.
902Ἄργος γάρ μ’ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴ
903Χαλκιόπη · τὰ δὲ σῖγα νόῳ ἔχετ’εἰσαΐουσαι
904ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται.
905τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη,
906δῶρ’ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων.
907αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν
908κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,
909ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ
910δῶρα φέρων, τῷ δ’αὖτε κακώτερον ἄλλο πόρωμεν
911φάρμακον. ἀλλ’ἀπονόσφι πέλεσθέ μοι, εὖτ’ἂν ἵκηται”.
912ὧς ηὔδα · πάσῃσι δ’ἐπίκλοπος ἥνδανε μῆτις.
913αὐτίκα δ’Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας
914Ἄργος, ὅτ’ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν
915ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν,
916ἦγε διὲκ πεδίου · ἅμα δέ σφισιν εἵπετο Μόψος
917Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν
918οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν.
919ἔνθ’οὔπω τις τοῖος ἐπὶ προτέρων γένετ’ἀνδρῶν,
920οὔθ’ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθ’ὅσοι ἄλλων
921ἀθανάτων ἥρωες ἀφ’αἵματος ἐβλάστησαν,
922οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ
923ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι.
924τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι
925λαμπόμενον χαρίτεσσιν · ἐγήθησεν δὲ κελεύθῳ
926Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα.
927ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ
928αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα,
929τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι.
930τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα
931ὑψοῦ ἐπ’ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς ·
932“ἀκλειὴς ὅδε μάντις, ὃς οὐ δ’ὅσα παῖδες ἴσασιν
933οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν
934οὔτ’ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο
935ἠιθέῳ, εὖτ’ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται.
936ἔρροις, ὦ κακόμαντι, κακοφραδές · οὔτε σε Κύπρις,
937οὔτ’ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες”.
938ἴσκεν ἀτεμβομένη · μείδησε δὲ Μόψος ἀκούσας
939ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέτ’ἔειπεν ·
940“τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην
941δήεις, Αἰσονίδη · μάλα δ’ἠπίῃ ἀντιβολήσεις
942Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων
943ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς.
944νῶι δ’, ἐγὼν Ἄργοςτε, δεδεγμένοι, εὖτ’ἂν ἵκηαι,
945τῷδ’αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθ’· οἰόθι δ’αὐτὸς
946λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν”.
947ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.
948οὐ δ’ἄρα Μηδείης θυμὸς τράπετ’ἄλλα νοῆσαι,
949μελπομένης περ ὅμως · πᾶσαι δέ οἱ, ἥντιν’ἀθύροι
950μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι.
951ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐ δέ ποτ’ὄσσε
952ἀμφιπόλων μεθ’ὅμιλον ἔχ’ἀτρέμας · ἐς δὲ κελεύθους
953τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς.
954ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον
955ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι.
956αὐτὰρ ὅγ’οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη
957ὑψόσ’ἀναθρώσκων ἅτε Σείριος Ὠκεανοῖο,
958ὃς δή τοι καλὸς μὲν ἀρίζηλόςτ’ἐσιδέσθαι
959ἀντέλλει, μήλοισι δ’ἐν ἄσπετον ἧκεν ὀιζύν ·
960ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι
961Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.
962ἐκ δ’ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ’αὔτως
963ἤχλυσαν · θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος.
964γούνατα δ’οὔτ’ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι
965ἔσθενεν, ἀλλ’ὑπένερθε πάγη πόδας. αἱ δ’ἄρα τείως
966ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.
967τὼ δ’ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,
968ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,
969αἵτε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται,
970νηνεμίῃ · μετὰ δ’αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο
971κινύμεναι ὁμάδησαν ἀπείριτον · ὧς ἄρα τώγε
972μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.
973γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν
974θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον ·
975“τίπτε με, παρθενική, τόσον ἅζεαι, οἶον ἐόντα;
976οὔ τοι ἐγών, οἷοίτε δυσαυχέες ἄλλοι ἔασιν
977ἀνέρες, οὐ δ’ὅτε περ πάτρῃ ἔνι ναιετάασκον,
978ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη,
979ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι.
980ἀλλ’ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες,
981χώρῳ ἐν ἠγαθέῳ, ἵνατ’οὐ θέμις ἔστ’ἀλιτέσθαι,
982ἀμφαδίην ἀγόρευε καὶ εἴρεο · μη δέ με τερπνοῖς
983φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης
984αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.
985πρός σ’αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων
986καὶ Διός, ὃς ξείνοις ἱκέτῃσίτε χεῖρ’ὑπερίσχει ·
987ἀμφότερον δ’, ἱκέτης ξεῖνόςτέ τοι ἐνθάδ’ἱκάνω,
988χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν
989ὑμείων στονόεντος ὑπέρτερος ἔσσομ’ἀέθλου.
990σοὶ δ’ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς,
991ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,
992οὔνομα καὶ καλὸν τεύχων κλέος · ὧς δὲ καὶ ὁ- ὧλλοι
993ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες
994ἡρώωντ’ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη
995ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν ·
996τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.
997δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ’ἀέθλων
998παρθενικὴ Μινωὶς ἐυφρονέουσ’Ἀριάδνη,
999ἥν ῥάτε Πασιφάη κούρη τέκεν Ἠελίοιο.
1000ἀλλ’ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως,
1001σὺν τῷ ἐφεζομένη πάτρην λίπε · τὴν δὲ καὶ αὐτοὶ
1002ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ
1003ἀστερόεις στέφανος, τόντε κλείουσ’Ἀριάδνης,
1004πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν.
1005ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς
1006τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἔοικας
1007ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι”.
1008ὧς φάτο κυδαίνων · ἡ δ’ἐγκλιδὸν ὄσσε βαλοῦσα
1009νεκτάρεον μείδησ’ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς
1010αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην ·
1011οὐ δ’ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,
1012ἀλλ’ἄμυδις μενέαινεν ἀολλέα πάντ’ἀγορεῦσαι.
1013προπρὸ δ’ἀφειδήσασα θυώδεος ἔξελε μίτρης
1014φάρμακον · αὐτὰρ ὅγ’αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς.
1015καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα
1016ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι ·
1017τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο
1018στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα · τῆς δ’ἀμαρυγὰς
1019ὀφθαλμῶν ἥρπαζεν · ἰαίνετο δὲ φρένας εἴσω
1020τηκομένη, οἷόντε περὶ ῥοδέῃσιν ἐέρση
1021τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.
1022ἄμφω δ’ἄλλοτε μέντε κατ’οὔδεος ὄμματ’ἔρειδον
1023αἰδόμενοι, ὁτὲ δ’αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς,
1024ἱμερόεν φαιδρῇσιν ὑπ’ὀφρύσι μειδιόωντες.
1025ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη ·
1026“φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομ’ἀρωγήν.
1027εὖτ’ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ
1028ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,
1029δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,
1030ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο,
1031οἶος ἄνευθ’ἄλλων ἐνὶ φάρεσι κυανέοισιν
1032βόθρον ὀρύξασθαι περιηγέα · τῷ δ’ἔνι θῆλυν
1033ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,
1034αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ.
1035μουνογενῆ δ’Ἑκάτην Περσηίδα μειλίσσοιο,
1036λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων.
1037ἔνθα δ’ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,
1038ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο · μη δέ σε δοῦπος
1039ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω,
1040ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας
1041οὐ δ’αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.
1042ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτ’ἀλοιφῇ
1043γυμνωθεὶς φαίδρυνε τεὸν δέμας · ἐν δέ οἱ ἀλκὴ
1044ἔσσετ’ἀπειρεσίη μέγατε σθένος, οὐ δέ κε φαίης
1045ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν.
1046πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω
1047καὶ ξίφος. ἔνθ’οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ
1048γηγενέων ἀνδρῶν, οὐ δ’ἄσχετος ἀίσσουσα
1049φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν
1050ἔσσεαι, ἀλλ’αὐτῆμαρ · ὅμως σύγε μή ποτ’ἀέθλου
1051χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ’ὄνειαρ.
1052αὐτίκ’ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν
1053χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς,
1054οἱ δ’ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες
1055σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων,
1056αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,
1057λάθρῃ λᾶαν ἄφες στιβαρώτερον · οἱ δ’ἂν ἐπ’αὐτῷ,
1058καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν
1059ἀλλήλους · καὶ δ’αὐτὸς ἐπείγεο δηιοτῆτος
1060ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γ’ἕκητι
1061οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί · νίσσεο δ’ἔμπης,
1062ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι”.
1063ὧς ἄρ’ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα
1064θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν
1065μυρομένη, ὅτ’ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο
1066πόντον ἐπιπλάγξεσθαι · ἀνιηρῷ δέ μιν ἄντην
1067ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέτε χειρὸς
1068δεξιτερῆς · δὴ γάρ οἱ ἀπ’ὀφθαλμοὺς λίπεν αἰδώς ·
1069“μνώεο δ’, ἢν ἄρα δή ποθ’ὑπότροπος οἴκαδ’ἵκηαι,
1070οὔνομα Μηδείης · ὧς δ’αὖτ’ἐγὼ ἀμφὶς ἐόντος
1071μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν
1072δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις ·
1073ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο,
1074ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην,
1075ἥντινα τήνδ’ὀνόμηνας ἀριγνώτην γεγαυῖαν
1076Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο”.
1077ὧς φάτο · τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης
1078οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα ·
1079“καὶ λίην οὐ νύκτας ὀίομαι, οὐ δέ ποτ’ἦμαρ
1080σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε
1081φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μη δέ τιν’ἄλλον
1082Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.
1083εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,
1084ἐξερέω · μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.
1085ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα,
1086πάμπαν ἐύρρηνόςτε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς
1087Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,
1088ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς
1089ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν.
1090Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν.
1091ἐν δ’αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι
1092πολλαὶ ναιετάουσιν, ἵν’οὐ δέ περ οὔνομ’ἀκοῦσαι
1093Αἰαίης νήσου · Μινύην γε μὲν ὁρμηθέντα,
1094Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο
1095δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι.
1096ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντ’ἀγορεύω,
1097ἡμετέρουςτε δόμους τηλεκλείτηντ’Ἀριάδνην,
1098κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην
1099παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μ’ἐρεείνεις;
1100αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως
1101ἀμφ’αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη”.
1102ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν.
1103τῆς δ’ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,
1104καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ ·
1105“Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν.
1106Αἰήτης δ’οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας
1107Μίνω Πασιφάης πόσιν ἔμμεναι · οὐ δ’Ἀριάδνῃ
1108ἰσοῦμαι · τῶ μήτι φιλοξενίην ἀγόρευε.
1109ἀλλ’οἶον τύνη μὲν ἐμεῦ, ὅτ’Ἰωλκὸν ἵκηαι,
1110μνώεο · σεῖο δ’ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων
1111μνήσομαι. ἔλθοι δ’ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,
1112ἠέ τις ἄγγελος ὄρνις, ὅτ’ἐκλελάθοιο ἐμεῖο ·
1113ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν
1114ἐνθένδ’εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,
1115ὄφρα σ’, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα,
1116μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην
1117ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν”.
1118ὧς ἄρ’ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν
1119δάκρυα · τὴν δ’ὅγε δῆθεν ὑποβλήδην προσέειπεν ·
1120“δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,
1121ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.
1122εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,
1123τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίητε
1124ἔσσεαι · οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν,
1125οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ’ἵκοντο
1126σῇ βουλῇ, τῶν δ’αὖτε κασίγνητοίτε ἔταιτε
1127καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται.
1128ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν
1129πορσυνέεις · οὐ δ’ἄμμε διακρινέει φιλότητος
1130ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι”.
1131ὧς φάτο · τῇ δ’ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ,
1132ἔμπης δ’ἔργ’ἀίδηλα κατερρίγησεν ἰδέσθαι.
1133σχετλίη · οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν
1134Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη,
1135ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο
1136Αἰαίη Μήδεια, λιποῦσ’ἄπο πατρίδα γαῖαν.
1137ἤδη δ’ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν
1138σιγῇ ἀνιάζεσκον · ἐδεύετο δ’ἤματος ὥρη
1139ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.
1140ἡ δ’οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ
1141θυμὸς ὁμῶς μορφῇτε καὶ αἱμυλίοισι λόγοισιν,
1142εἰ μὴ ἄρ’Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα ·
1143“ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο
1144δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ
1145ὀθνείων · αὖτις δ’ἀβολήσομεν ἐνθάδ’ἰόντες”.
1146ὧς τώγ’ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν
1147πείρηθεν · μετὰ δ’αὖτε διέτμαγεν. ἤτοι Ἰήσων
1148εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι ·
1149ἡ δὲ μετ’ἀμφιπόλους · αἱ δὲ σχεδὸν ἀντεβόλησαν
1150πᾶσαι ὁμοῦ · τὰς δ’οὔτι περιπλομένας ἐνόησεν.
1151ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.
1152αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ’ἀπήνης,
1153καί ῥ’ἑτέρῃ μὲν χειρὶ λάβ’ἡνία, τῇ δ’ἄρ’ἱμάσθλην
1154δαιδαλέην, οὐρῆας ἐλαυνέμεν · οἱ δὲ πόλινδε
1155θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δ’ἄρ’ἰοῦσαν
1156Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν ·
1157ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων
1158ἔκλυεν, οὔτ’αὐδῆσαι ἀνειρομένῃ λελίητο.
1159ἷζε δ’ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν
1160λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν ·
1161ὑγρὰ δ’ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα
1162οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.
1163Αἰσονίδης δ’ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο
1164ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,
1165ὦρτ’ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα,
1166ἡρώων ἐς ὅμιλον · ὁμοῦ δ’ἐπὶ νῆα πέλασσαν.
1167οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκτ’ἐρέοντο.
1168αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,
1169δεῖξέτε φάρμακον αἰνόν · ὁ δ’οἰόθεν οἶος ἑταίρων
1170Ἴδας ἧστ’ἀπάνευθε δακὼν χόλον · οἱ δὲ δὴ ἄλλοι
1171γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,
1172εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμ’ἠοῖ
1173πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας
1174ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,
1175σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο.
1176βὰν δ’ἴμεν, οὐ δ’ἁλίωσαν ὁδόν · πόρε δέ σφιν ἰοῦσιν
1177κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας
1178Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ
1179Κάδμος, ὅτ’Εὐρώπην διζήμενος εἰσαφίκανεν,
1180πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα ·
1181ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων
1182ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.
1183τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα
1184Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷτε φονῆι.
1185καί ῥ’ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν
1186Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,
1187Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο ·
1188τοὺς δὲ τότ’Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι
1189προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατ’ἀέθλου
1190ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.
1191ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν
1192ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων ·
1193νὺξ δ’ἵπποισιν ἔβαλλεν ἔπι ζυγά · τοὶ δὲ χαμεύνας
1194ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων
1195αὐτίκ’ἐπεί ῥ’Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου
1196ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ’αἰθήρ,
1197βῆ ῥ’ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,
1198σὺν πᾶσιν χρήεσσι · πρὸ γάρτ’ἀλέγυνεν ἕκαστα
1199ἠμάτιος · θῆλυν μὲν ὄιν, γάλατ’ἔκτοθι ποίμνης
1200Ἄργος ἰὼν ἤνεικε · τὰ δ’ἐξ αὐτῆς ἕλε νηός.
1201ἀλλ’ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν
1202ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν,
1203ἔνθ’ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο
1204εὐαγέως θείοιο τέρεν δέμας · ἀμφὶ δὲ φᾶρος
1205ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν
1206Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς.
1207πήχυιον δ’ἄρ’ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας
1208νήησε σχίζας, ἐπὶ δ’ἀρνειοῦ τάμε λαιμόν,
1209αὐτόντ’εὖ καθύπερθε τανύσσατο · δαῖε δὲ φιτρούς
1210πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς,
1211Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων.
1212καί ῥ’ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν · ἡ δ’ἀίουσα
1213κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν
1214ἱροῖς Αἰσονίδαο · πέριξ δέ μιν ἐστεφάνωντο
1215σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες.
1216στράπτε δ’ἀπειρέσιον δαΐδων σέλας · ἀμφὶ δὲ τήνγε
1217ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.
1218πίσεα δ’ἔτρεμε πάντα κατὰ στίβον · αἱ δ’ὀλόλυξαν
1219νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην
1220Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται.
1221Αἰσονίδην δ’ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐ δ’ὧς
1222ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ’ἑτάροισιν
1223μίκτο κιών · ἤδη δὲ φόως νιφόεντος ὕπερθεν
1224Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα.
1225καὶ τότ’ἄρ’Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο
1226θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας
1227σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα ·
1228χρυσείην δ’ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον,
1229λαμπομένην οἷόντε περίτροχον ἔπλετο φέγγος
1230ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο.
1231ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος
1232δεινόν, ἀμαιμάκετον · τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη
1233ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα
1234τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πολέμιξεν.
1235τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον
1236ἔσχε πέλας Φαέθων ἐπιβήμεναι · ἂν δὲ καὶ αὐτὸς
1237βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος
1238ἤλασεν εὐρεῖαν κατ’ἀμαξιτόν, ὥς κεν ἀέθλῳ
1239παρσταίη · σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός.
1240οἷος δ’Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα
1241ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης
1242ὕδωρ, ἠὲ κατ’ἄλσος Ὑαντίου Ὀγχηστοῖο,
1243καίτε Καλαύρειαν μετὰ δῆθ’ἅμα νίσσεται ἵπποις,
1244πέτρηνθ’Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν ·
1245τοῖος ἄρ’Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι.
1246τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων
1247φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν
1248ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος · ἀμφὶ δ’ἑταῖροι
1249πείρησαν τευχέων βεβιημένοι, οὐ δ’ἐδύναντο
1250κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλ’αὔτως
1251ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.
1252αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας
1253κόψε παρ’οὐρίαχον μεγάλῳ ξίφει · ἆλτο δ’ἀκωκὴ
1254ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές · οἱ δ’ὁμάδησαν
1255γηθόσυνοι ἥρωες ἐπ’ἐλπωρῇσιν ἀέθλου.
1256καὶ δ’αὐτὸς μετέπειτα παλύνετο · δῦ δέ μιν ἀλκὴ
1257σμερδαλέη ἄφατόςτε καὶ ἄτρομος · αἱ δ’ἑκάτερθεν
1258χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι.
1259ὡς δ’ὅτ’ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο
1260σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν
1261κυδιόων ὀρθοῖσιν ἐπ’οὔασιν αὐχέν’ἀείρει ·
1262τοῖος ἄρ’Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων.
1263πολλὰ δ’ἄρ’ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,
1264ἀσπίδα χαλκείην μελίηντ’ἐν χερσὶ τινάσσων.
1265φαίης κε ζοφεροῖο κατ’αἰθέρος ἀίσσουσαν
1266χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι
1267ἐκ νεφέων, ὅτ’ἔπειτα μελάντατον ὄμβρον ἄγωνται.
1268καὶ τότ’ἔπειτ’οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων
1269μέλλον · ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες
1270ῥίμφα μάλ’ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο.
1271τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,
1272ὅσσοντ’ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα
1273γίγνεται, ὁππότ’ἄεθλα καταφθιμένοιο ἄνακτος
1274κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.
1275τέτμον δ’Αἰήτηντε καὶ ἄλλων ἔθνεα Κόλχων,
1276τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,
1277τὸν δ’αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.
1278Αἰσονίδης δ’, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,
1279δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν’ἐς ἄεθλον,
1280νηὸς ἀποπροθορών · ἄμυδις δ’ἕλε παμφανόωσαν
1281χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων
1282καὶ ξίφος ἀμφ’ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει
1283εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.
1284παπτήνας δ’ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων
1285αὐτόγυόντ’ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον.
1286χρίμψε δ’ἔπειτα κιών, παρὰ δ’ὄβριμον ἔγχος ἔπηξεν
1287ὀρθὸν ἐπ’οὐριάχῳ, κυνέην δ’ἀποκάτθετ’ἐρείσας.
1288βῆ δ’αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων
1289ἴχνια μαστεύων · οἱ δ’ἔκποθεν ἀφράστοιο
1290κευθμῶνος χθονίου, ἵνατέ σφισιν ἔσκε βόαυλα
1291καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,
1292ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες.
1293ἔδδεισαν δ’ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε,
1294εὖ διαβάς, ἐπιόντας, ἅτε σπιλὰς εἰν ἁλὶ πέτρη
1295μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματ’ἀέλλαις.
1296πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον · οἱ δέ μιν ἄμφω
1297μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν ·
1298οὐ δ’ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.
1299ὡς δ’ὅτ’ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν
1300φῦσαι χαλκήων ὁτὲ μέντ’ἀναμαρμαίρουσιν,
1301πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτ’αὖ λήγουσιν ἀυτμῆς,
1302δεινὸς δ’ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ’ἀίξῃ
1303νειόθεν · ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες
1304ἐκ στομάτων ὁμάδευν, τὸν δ’ἄμφεπε δήιον αἶθος
1305βάλλον ἅτε στεροπή · κούρης δέ ἑ φάρμακ’ἔρυτο.
1306καί ῥ’ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας
1307εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ
1308ζεύγλῃ χαλκείῃ, τὸν δ’ἐν χθονὶ κάββαλεν ὀκλάξ,
1309ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον
1310σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ.
1311εὐρὺ δ’ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα
1312τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας
1313γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς.
1314θαύμασε δ’Αἰήτης σθένος ἀνέρος. οἱ δ’ἄρα τείως
1315Τυνδαρίδαι — δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν —
1316ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.
1317αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους · μεσσηγὺ δ’ἀείρας
1318χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ
1319ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα
1320χαζέσθην. ὁ δ’ἄρ’αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ
1321ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων
1322πήληκα βριαρὴν δόρυτ’ἄσχετον, ᾧ ῥ’ὑπὸ μέσσας
1323ἐργατίνης ὥς τίςτε Πελασγίδι νύσσεν ἀκαίνῃ
1324οὐτάζων λαγόνας · μάλα δ’ἔμπεδον εὖ ἀραρυῖαν
1325τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην.
1326οἱ δ’εἵως μὲν δὴ περιώσια θυμαίνεσκον,
1327λάβρον ἐπιπνείοντε πυρὸς σέλας · ὦρτο δ’ἀυτμὴ
1328ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕςτε μάλιστα
1329δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο.
1330δηρὸν δ’οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ
1331ἤισαν · ὀκριόεσσα δ’ἐρείκετο νειὸς ὀπίσσω,
1332σχιζομένη ταύρωντε βίῃ κρατερῷτ’ἀροτῆρι.
1333δεινὸν δ’ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου
1334βώλακες ἀγνύμεναι ἀνδραχθέες · εἵπετο δ’αὐτὸς
1335λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί · τῆλε δ’ἑοῖο
1336βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας
1337ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν
1338γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς · οἱ δ’ἄρ’ἐπιπρὸ
1339χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο.
1340ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο
1341λείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηῶτες
1342ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι,
1343τῆμος ἀρήροτο νειὸς ὑπ’ἀκαμάτῳ ἀροτῆρι,
1344τετράγυός περ ἐοῦσα · βοῶντ’ἀπελύετ’ἄροτρα.
1345καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι ·
1346αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρ’ἔτι κεινὰς
1347γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δ’ἑταῖροι
1348θάρσυνον μύθοισιν. ὁ δ’ἐκ ποταμοῖο ῥοάων
1349αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν ·
1350γνάμψε δὲ γούνατ’ἐλαφρά, μέγαν δ’ἐμπλήσατο θυμὸν
1351ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥάτ’ὀδόντας
1352θήγει θηρευτῇσιν ἐπ’ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς
1353ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥεῖ χωομένοιο.
1354οἱ δ’ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν
1355γηγενέες · φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν
1356δούρασίτ’ἀμφιγύοις κορύθεσσίτε λαμπομένῃσιν
1357Ἄρηος τέμενος φθισιμβρότου · ἵκετο δ’αἴγλη
1358νειόθεν Οὔλυμπόνδε δι’ἠέρος ἀστράπτουσα.
1359ὡς δ’ὁπότ’ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος
1360ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαι
1361λυγαίῃ ὑπὸ νυκτί, τὰ δ’ἀθρόα πάντ’ἐφαάνθη
1362τείρεα λαμπετόωντα διὰ κνέφας · ὧς ἄρα τοίγε
1363λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων
1364μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων,
1365λάζετο δ’ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον,
1366δεινὸν Ἐνυαλίου σόλον Ἄρεος · οὔ κέ μιν ἄνδρες
1367αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν.
1368τόν ῥ’ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις
1369ἀίξας · αὐτὸς δ’ὑφ’ἑὸν σάκος ἕζετο λάθρῃ
1370θαρσαλέως. Κόλχοι δὲ μέγ’ἴαχον, ὡς ὅτε πόντος
1371ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν ·
1372τὸν δ’ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο
1373Αἰήτην. οἱ δ’ὥστε θοοὶ κύνες ἀμφιθορόντες
1374ἀλλήλους βρυχηδὸν ἐδήιον · οἱ δ’ἐπὶ γαῖαν
1375μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι
1376ἢ δρύες, ἅςτ’ἀνέμοιο κατάικες δονέουσιν.
1377οἷος δ’οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ
1378ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωνται
1379μαρμαρυγῇ σκοτίοιο δι’ἠέρος ἀίξαντα ·
1380τοῖος ἄρ’Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν,
1381γυμνὸν δ’ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην
1382ἀμώων, πολέας μὲν ἔτ’ἐς νηδὺν λαγόναςτε
1383ἡμίσεας ἀνέχοντας ἐς ἠέρα · τοὺς δὲ καὶ ἄχρις
1384ὤμων τελλομένους · τοὺς δὲ νέον ἑστηῶτας,
1385τοὺς δ’ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.
1386ὡς δ’ὁπότ’ἀμφ’οὔροισιν ἐγειρομένου πολέμοιο,
1387δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας,
1388ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς
1389ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐ δὲ βολῇσιν
1390μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο ·
1391ὧς τότε γηγενέων κεῖρε στάχυν · αἵματι δ’ὁλκοὶ
1392ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.
1393πῖπτον δ’, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν
1394λαζόμενοι πρηνεῖς, οἱ δ’ἔμπαλιν, οἱ δ’ἐπ’ἀγοστῷ
1395καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι.
1396πολλοὶ δ’οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,
1397ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε
1398βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο.
1399ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,
1400φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε
1401κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν ·
1402τὸν δὲ κατηφείητε καὶ οὐλοὸν ἄλγος ἱκάνει
1403κλήρου σημαντῆρα φυτοτρόφον · ὧς τότ’ἄνακτος
1404Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι.
1405ἤιε δ’ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις,
1406πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο.
1407ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.