Hippolytus

Refutation of All Heresies, 6

6.1

τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου.

6.2

τίνα τὰ Σίμωνι τετολμημένα, καὶ ὅτι ἐκ μαγικῶν καὶ ποιητικῶν τὸ δόγμα κρατύνει.

6.3

τίνα Οὐαλεντῖνος δογματίζει, καὶ ὅτι ἐκ γραφῶν οὐ συνίσταται αὐτοῦ τὸ δόγμα, ἀλλὰ ἐκ τῶν Πλατωνικῶν καὶ Πυθαγορικῶν δογμάτων.

6.4

καὶ τίνα τὰ Σεκούνδῳ καὶ Πτολεμαίῳ καὶ Ἡρακλέωνι δοκοῦντα, ὡς καὶ αὐτοὶ τοῖς αὐτοῖς, οἷς οἱ Ἕλληνες σοφοί, ἐχρήσαντο ἄλλοις ῥήμασι.

6.5

τίνα τὰ Μάρκῳ καὶ Κολαρβάσῳ νομισθέντα, καὶ ὅτι τινὲς αὐτῶν μαγείαις καὶ ἀριθμοῖς Πυθαγορείοις ἔσχον.

6.6

ὅσα μὲν οὖν ἐδόκει τοῖς ἀπὸ τοῦ ὄφεως τὰς ἀρχὰς παρειληφόσι καὶ κατὰ τελείωσιν τῶν χρόνων εἰς φανερὸν τὰς δόξας ἑκουσίως προενεγκαμένοις, ἐν τῇ πρὸ ταύτης βίβλῳ οὔσῃ πέμπτῃ τοῦ ἐλέγχου τῶν αἱρέσεων ἐξεθέμην. νυνὶ δὲ καὶ τῶν ἀκολούθων τὰς γνώμας οὐ σιωπήσω, ἀλλ’οὐ δὲ μίαν ἀνέλεγκτον καταλείψω, εἴγε δυνατὸν πάσας ἀπομνημονεῦσαι καὶ τὰ τούτων ἀπόρρητα ὄργια, δικαίως ὄργια κλητέον · οὐ γὰρ μακρὰν ἀπέχουσιν ὀργῆς τοιαῦτα τετολμηκότες, ἵνα καὶ τῇ ἐτυμολογίᾳ χρήσωμαι.

6.7

δοκεῖ οὖν καὶ τὰ Σίμωνος τοῦ Γειττηνοῦ, κώμης τῆς Σαμαρείας, νῦν ἐκθέσθαι, παρ’οὗ καὶ τοὺς ἀκολούθους δείξομεν ἀφορμὰς λαβόντας ἑτέροις ὀνόμασιν ὅμοια τετολμηκέναι. οὗτος Σίμων μαγείας ἔμπειρος ὢν καὶ τὰ μὲν παίξας πολλοὺς κατὰ τὴν Θρασυμήδους τέχνην, τρόπῳ ἄνωθεν ἐξεθέμεθα, τὰ δὲ καὶ διὰ δαιμόνων κακουργήσας, θεοποιῆσαι ἑαυτὸν ἐπεχείρησεν, ἄνθρωπος γόης καὶ μεστὸς ἀπονοίας, ὃν ἐν ταῖς Πράξεσιν οἱ ἀπόστολοι ἤλεγξαν · οὗ πολλῷ σοφώτερον καὶ μετριώτερον Ἄψεθος Λίβυς ὀρεχθεὶς θεὸς νομισθῆναι ἐν Λιβύῃ ἐπεχείρησεν, οὗ τὸν μῦθον οὐ πολύ τι ἀπεμφαίνοντα τῆς Σίμωνος τοῦ ματαίου ἐπιθυμίας, δοκεῖ διηγήσασθαι ὄντα ἄξιον τῆς τούτου ἐπιχειρήσεως.

6.8

Ἄψεθος Λίβυς ἐπεθύμησε θεὸς γενέσθαι · ὡς δὲ πολυπραγμονῶν πάνυ ἀπετύγχανε τῆς ἐπιθυμίας, ἠθέλησε κἂν δοκεῖν γεγονέναι, καὶ ἔδοξέ γε ὡς ἀληθῶς χρόνῳ πλείονι γεγονέναι θεός. ἔθυον γὰρ οἱ ἀνόητοι Λίβυες αὐτῷ ὡς θείᾳ τινὶ δυνάμει, νομίζοντες ἄνωθεν ἐξ οὐρανοῦ πεπιστευκέναι φωνῇ. συναθροίσας γὰρ εἰς ἔνα καὶ τὸν αὐτὸν οἰκίσκον ὄρνιθας πλείστους ψιττακοὺς κατέκλεισεν · εἰσὶ δὲ πλεῖστοι κατὰ τὴν Λιβύην ψιττακοί, καὶ ἐναργῶς μιμούμενοι πάνυ τὴν ἀνθρωπίνην φωνήν. οὗτος χρόνῳ διαθρέψας τοὺς ὄρνεις ἐδίδαξε λέγειν · Ἄψεθος θεός ἐστιν. ὡς δὲ ἤσκησαν οἱ ὄρνιθες χρόνῳ πολλῷ καὶ τοῦτο ἔλεγον, ὅπερ ᾤετο λεχθὲν θεὸν εἶναι ποιήσειν νομίζεσθαι τὸν Ἄψεθον, τότε ἀνοίξας τὸ οἴκημα εἴασεν ἄλλον ἀλλαχόσε τοὺς ψιττακούς. πετομένων δὲ τῶν ὀρνίθων ἐξῆλθεν φθόγγος εἰς πᾶσαν τὴν Λιβύην, καὶ τὰ ῥήματα αὐτῶν διῆλθε μέχρι τῆς Ἑλληνικῆς γῆς, καὶ οὕτως οἱ Λίβυες καταπλαγέντες ἐπὶ τῇ τῶν ὀρνίθων φωνῇ τότε πραχθὲν ὑπὸ τοῦ Ἀψέθου πανούργευμα μὴ ἐννοήσαντες, θεὸν εἶχον τὸν Ἄψεθον. τῶν δὲ Ἑλλήνων τις ἀκριβῶς ἐννοήσας τὸ σόφισμα τοῦ νενομισμένου θεοῦ διὰ τῶν αὐτῶν ἐκείνων ψιττακῶν οὐκ ἐλέγχει μόνον, ἀλλὰ καὶ ἀφανίζει τὸν ἀλαζόνα καὶ φορτικὸν ἐκεῖνον ἄνθρωπον. μετεδίδαξε δὲ Ἕλλην καθείρξας πολλοὺς ἀπὸ τῶν ψιττακῶν λέγειν · Ἄψεθος ἡμᾶς κατακλείσας ἠνάγκασε λέγειν, Ἄψεθος θεός ἐστιν. ἀκούσαντες δὲ οἱ Λίβυες τῆς παλινῳδίας τῶν ψιττακῶν, πάντες ὁμοθυμαδὸν συνελθόντες κατέκαυσαν τὸν Ἄψεθον.

6.9

οὕτως ἡγητέον Σίμωνα τὸν μάγον ἀπεικάζοντας τῷ Λίβυϊ τάχιον ἀνθρώπῳ γενομένῳ οὕτως θεῷ. εἰ δὲ ἔχει τὰ τῆς εἰκόνος ἀκριβῶς, καὶ πέπονθεν μάγος πάθος τι παραπλήσιον Ἀψέθῳ, ἐπιχειρήσωμεν μεταδιδάσκειν τοῦ Σίμωνος τοὺς ψιττακούς, ὅτι Χριστὸς οὐκ ἦν Σίμων ἑστώς, στάς, στησόμενος · ἀλλ’ἄνθρωπος ἦν ἐκ σπέρματος, γέννημα γυναικός, ἐξ αἱμάτων καὶ ἐπιθυμίας σαρκικῆς καθάπερ καὶ οἱ λοιποὶ γεγεννημένος · καὶ ὅτι ταῦθ’οὕτως ἔχει, προϊόντος τοῦ λόγου ῥᾳδίως ἐπιδείξομεν. λέγει δὲ Σίμων μεταφράζων τὸν νόμον Μωϋσέως ἀνοήτωςτε καὶ κακοτέχνως · Μωσέως γὰρ λέγοντος, ὅτι θεὸς πῦρ φλέγον ἐστὶ καὶ καταναλίσκον, δεξάμενος τὸ λεχθὲν ὑπὸ Μωσέως οὐκ ὀρθῶς, πῦρ εἶναι τῶν ὅλων λέγει τὴν ἀρχήν, οὐ νοήσας τὸ εἰρημένον, ὅτι θεὸς οὐ πῦρ, ἀλλὰ πῦρ φλέγον καὶ καταναλίσκον, οὐκ αὐτὸν διασπῶν μόνον τὸν νόμον Μωσέως, ἀλλὰ καὶ τὸν σκοτεινὸν Ἡράκλειτον συλαγωγῶν. ἀπέραντον δὲ εἶναι δύναμιν Σίμων προσαγορεύει τῶν ὅλων τὴν ἀρχήν, λέγων οὕτως · τοῦτο τὸ γράμμα ἀποφάσεως φωνῆς καὶ ὀνόματος ἐξ ἐπινοίας τῆς μεγάλης δυνάμεως τῆς ἀπεράντου. διὸ ἔσται ἐσφραγισμένον, κεκρυμμένον, κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὖ ῥίζα τῶν ὅλων τεθεμελίωται. οἰκητήριον δὲ λέγει εἶναι τὸν ἄνθρωπον τοῦτον τὸν ἐξ αἱμάτων γεγεννημένον, καὶ κατοικεῖν ἐν αὐτῷ τὴν ἀπέραντον δύναμιν, ἣν ῥίζαν εἶναι τῶν ὅλων φησίν. ἔστι δὲ ἀπέραντος δύναμις, τὸ πῦρ, κατὰ τὸν Σίμωνα οὐδὲν ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν εἶναι νενομίκασιν, ἀλλὰ γὰρ εἶναι τὴν τοῦ πυρὸς διπλῆν τινὰ τὴν φύσιν, καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δέ τι φανερόν · κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι. ἔστι δὲ τοῦτο, ὅπερ Ἀριστοτέλης δυνάμει καὶ ἐνεργείᾳ καλεῖ Πλάτων νοητὸν καὶ αἰσθητόν. καὶ τὸ μὲν φανερὸν τοῦ πυρὸς πάντα ἔχει ἐν ἑαυτῷ ὅσα ἄν τις ἐπινοήσῃ καὶ λάθῃ παραλιπὼν τῶν ὁρατῶν. τὸ δὲ κρυπτὸν πᾶν , τι ἐννοήσει τις νοητὸν καὶ πεφευγὸς τὴν αἴσθησιν καὶ παραλείπει μὴ διανοηθείς. καθόλου δέ ἐστιν εἰπεῖν, πάντων τῶν ὄντων αἰσθητῶντε καὶ νοητῶν, ὧν ἐκεῖνος κρυφίων καὶ φανερῶν προσαγορεύει, ἔστι θησαυρὸς τὸ πῦρ τὸ ὑπερουράνιον, οἱονεὶ δένδρον μέγα ὡς τὸ δι’ὀνείρου βλεπόμενον τῷ Ναβουχοδονόσορ, ἐξ οὗ πᾶσα σὰρξ τρέφεται. καὶ τὸ μὲν φανερὸν εἶναι τοῦ πυρὸς νομίζει τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα, τὸν ἔξωθεν αὐτῷ περικείμενον φλοιόν. ἅπαντα, φησί, ταῦτα τοῦ μεγάλου δένδρου ἀναφθέντα ἀπὸ τῆς παμφάγου τοῦ πυρὸς ἀφανίζεται φλογός. δὲ καρπὸς τοῦ δένδρου ἐὰν ἐξεικονισθῇ καὶ τὴν ἑαυτοῦ μορφὴν ἀπολάβῃ, εἰς ἀποθήκην τίθεται, οὐκ εἰς τὸ πῦρ. γέγονε μὲν γὰρ, φησίν, καρπός, ἵνα εἰς τὴν ἀποθήκην τεθῇ, τὸ δὲ ἄχυρον, ἵνα παραδοθῇ τῷ πυρί, ὅπερ ἐστὶ πρέμνον, οὐκ αὐτοῦ χάριν ἀλλὰ τοῦ καρποῦ γεγενημένον.

6.10

καὶ τοῦτό ἐστι, φησί, τὸ γεγραμμένον ἐν τῇ γραφῇ · γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. εἰ δὲ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, δέδεικται, φησίν, ὅτι ξύλον οὐκ ἄλλο τι ἀλλ’ ἄνθρωπος ἐστίν. ἀλλὰ περὶ τῆς ἐκκρίσεως αὐτοῦ καὶ διακρίσεως ἱκανῶς, φησίν, εἴρηκεν γραφή, καὶ πρὸς διδασκαλίαν ἀρκεῖ τοῖς ἐξεικονισμένοις τὸ λεχθέν · ὅτι πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα σαρκὸς ὡς ἄνθος χόρτου. ἐξηράνθη χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε · τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. ῥῆμα δέ, φησίν, ἐστὶ κυρίου τὸ ἐν στόματι γεννώμενον ῥῆμα καὶ λόγος, ἄλλῃ δὲ χωρίον γενέσεως οὐκ ἔστι.

6.11

τοιούτου δὲ ὄντος, ὡς δι’ὀλίγων εἰπεῖν, κατὰ τὸν Σίμωνα τοῦ πυρός, καὶ πάντων τῶν ὄντων ὁρατῶν καὶ ἀοράτων, ὡσαύτως ἐνήχων καὶ ἀνήχων, ἀριθμητῶν καὶ ἀριθμῶν, ἐν τῇ Ἀποφάσει τῇ μεγάλῃ καλεῖ τέλειον νοερόν, οὕτως ὡς ἕκαστον τῶν ἀπειράκις ἀπείρως ἐπινοηθῆναι δυναμένων καὶ λαλεῖν καὶ διανοεῖσθαι καὶ ἐνεργεῖν, οὕτως ὡς φησὶν Ἐμπεδοκλῆς · γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ὕδωρ, αἰθέρι δ’αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον, καὶ στοργῇ στοργήν, νεῖκος δέτε νείκεϊ λυγρῷ.

6.12

πάντα γὰρ, φησίν, ἐνόμιζε τὰ μέρη τοῦ πυρὸς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα φρόνησιν ἔχειν καὶ νώματος αἶσαν. γέγονεν οὖν κόσμος γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. ἤρξατο δὲ, φησί, γενέσθαι τοῦτον τὸν τρόπον. ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γεννήσεως λαβὼν γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου · γεγονέναι δὲ τὰς ῥίζας φησὶ κατὰ συζυγίας ἀπὸ τοῦ πυρός, ἅστινας ῥίζας καλεῖ νοῦν καὶ ἐπίνοιαν, φωνὴν καὶ ὄνομα, λογισμὸν καὶ ἐνθύμησιν · εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ταύταις πᾶσαν ὁμοῦ τὴν ἀπέραντον δύναμιν δυνάμει, οὐκ ἐνεργείᾳ. ἥντινα ἀπέραντον δύναμιν φησὶ τὸν ἑστῶτα, στάντα, στησόμενον. ὃς ἐὰν μὲν ἐξεικονισθῇ ὢν ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ αὐτὴ τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει, καὶ οὐδὲν ὅλως ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλλάκτου καὶ ἀπεράντου δυνάμεως · ἐὰν δὲ μείνῃ τῇ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ, ἀφανίζεται, φησί, καὶ ἀπόλλυται οὕτως ὡς δύναμις γραμματικὴ γεωμετρικὴ ἐν ἀνθρώπου ψυχῇ. προσλαβοῦσα γὰρ δύναμις τέχνην φῶς τῶν γινομένων γίνεται, μὴ προσλαβοῦσα δὲ ἀτεχνία καὶ σκότος, καὶ ὡς ὅτε οὐκ ᾖν, ἀποθνήσκοντι τῷ ἀνθρώπῳ συνδιαφθείρεται.

6.13

τῶν δὲ ἓξ δυνάμεων τούτων καὶ τῆς ἑβδόμης τῆς μετὰ τῶν ἓξ καλεῖ τὴν πρώτην συζυγίαν νοῦν καὶ ἐπίνοιαν, οὐρανὸν καὶ γῆν · καὶ τὸν μὲν ἄρσενα ἄνωθεν ἐπιβλέπειν καὶ προνοεῖν τῆς συζύγου, τὴν δὲ γῆν ὑποδέχεσθαι κάτω τοὺς ἀπὸ τοῦ οὐρανοῦ νοεροὺς καταφερομένους τῇ γῇ συγγενεῖς καρπούς. διὰ τοῦτο, φησίν, ἀποβλέπων πολλάκις λόγος πρὸς τὰ ἐκ νοὸς καὶ ἐπινοίας γεγεννημένα, τουτέστιν ἐξ οὐρανοῦ καὶ γῆς, λέγει · ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν · υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. δὲ λέγων ταῦτα, φησίν, ἑβδόμη δύναμις ἐστίν, ἑστώς, στάς, στησόμενος · αὐτὸς γὰρ αἴτιος τούτων τῶν καλῶν, ὧν ἐπῄνεσε Μωσῆς καὶ εἶπε καλὰ λίαν. δὲ φωνὴ καὶ τὸ ὄνομα, ἥλιος καὶ σελήνη. δέ λογισμὸς καὶ ἐνθύμησις, ἀὴρ καὶ ὕδωρ. ἐν δὲ τούτοις ἅπασιν ἐμμέμικται καὶ κέκραται, ὡς ἔφην, μεγάλη δύναμις ἀπέραντος, ἑστώς.

6.14

Μωσέως οὖν εἰρηκότος · ἓξ ἡμέραις ἐν αἷς θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, τὸν εἰρημένον τρόπον μετοικονομήσας Σίμων ἑαυτὸν θεοποιεῖ. ὅταν οὗν λέγωσιν, ὅτι εἰσὶ τρεῖς ἡμέραι πρὸ ἡλίου καὶ σελήνης γεγενημέναι, αἰνίσσονται νοῦν καὶ ἐπίνοιαν, τουτέστιν οὐρανὸν καὶ γῆν, καὶ τὴν ἑβδόμην δύναμιν τὴν ἀπέραντον. αὗται γὰρ αἱ τρεῖς δυνάμεις εἰσὶ πρὸ πασῶν τῶν ἄλλων γενόμεναι. ὅταν δὲ λέγωσι · πρὸ πάντων τῶν αἰώνων γεννᾷ με, περὶ τῆς ἑβδόμης, φησί, δυνάμεως τὰ τοιαῦτα λέγεται εἶναι. ἑβδόμη δὲ αὕτη δύναμις, ἥτις ἦν δύναμις ὑπάρχουσα ἐν τῇ ἀπεράντῳ δυνάμει, ἥτις γέγονε πρὸ πάντων τῶν αἰώνων, αὕτη ἐστί, φησίν, ἑβδόμη δύναμις, περὶ ἧς λέγει Μωσῆς · καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος · τουτέστι, φησί, τὸ πνεῦμα τὸ πάντα ἔχον ἐν ἑαυτῷ, εἰκὼν τῆς ἀπεράντου δυνάμεως, περὶ ἧς Σίμων λέγει · εἰκὼν ἐξ ἀφθάρτου μορφῆς, κοσμοῦσα μόνη πάντα. αὕτη γὰρ δύναμις, ἐπιφερομένη ἐπάνω τοῦ ὕδατος ἐξ ἀφθάρτου, φησί, γεγενημένη μορφῆς κοσμεῖ μόνη πάντα. τοιαύτης οὖν τινὸς καὶ παραπλησίου τῆς κατασκευῆς τοῦ κόσμου γενομένης παρ’αὐτοῖς, ἔπλασε, φησίν, θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών · ἔπλασε δὲ οὐχ ἁπλοῦν, ἀλλὰ διπλοῦν κατ’εἰκόνα καὶ καθ’ὁμοίωσιν. εἰκὼν δέ ἐστι τὸ πνεῦμα τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος, ἐὰν μὴ ἐξεικονισθῇ, μετὰ τοῦ κόσμου ἀπολεῖται, δυνάμει μεῖναν μόνον καὶ μὴ ἐνεργείᾳ γενόμενον. τοῦτο ἐστί, φησί, τό εἰρημένον · ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. ἐὰν δὲ ἐξεικονισθῇ καὶ γένηται ἀπὸ στιγμῆς ἀμερίστου, ὡς γέγραπται ἐν τῇ Ἀποφάσει, τὸ μικρὸν μέγα γενήσεται. τὸ δὲ μέγα ἔσται εἰς τὸν ἄπειρον αἰῶνα καὶ ἀπαράλλακτον, τὸ μηκέτι γινόμενον. πῶς οὖν καὶ τίνα τρόπον, φησί, πλάσσει τὸν ἄνθρωπον θεός; ἐν παραδείσῳ, οὕτως γὰρ αὐτῷ δοκεῖ. ἔστω, φησί, παράδεισος μήτρα, καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς γραφὴ διδάξει ὅτε λέγει · ἐγώ εἰμι πλάσσων σε ἐν μήτρᾳ μητρός σου. καὶ τοῦτο γὰρ οὕτω θέλει γεγράφθαι. τὸν παράδεισον, φησίν, ἀλληγορῶν Μωσῆς σῆς τὴν μήτραν εἴρηκεν, εἴπερ δεῖ τῷ λόγῳ πιστεύειν. εἰ δὲ πλάσσει θεὸς ἐν μήτρᾳ μητρὸς τὸν ἄνθρωπον, τουτέστιν ἐν παραδείσῳ, ὡς ἔφην, ἔστω παράδεισος μήτρα, Ἐδὲμ δὲ τὸ χωρίον, ποταμὸς ἐκπορευόμενος ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον ὀμφαλός. οὗτος, φησίν, ἀφορίζεται ὀμφαλὸς εἰς τέσσαρας ἀρχάς, ἑκατέρωθεν γὰρ τοῦ ὀμφαλοῦ δύο εἰσίν ἀρτηρίαι παρατεταμέναι, ὀχετοὶ πνεύματος, καὶ δύο φλέβες, ὀχετοὶ αἵματος. ἐπειδὰν δέ, φησίν, ἀπὸ τοῦ Ἐδὲμ χωρίου ἐκπορευόμενος ὀμφαλὸς ἐμφυῇ τῷ γενομένῳ κατὰ τὸ ἐπιγάστριον, ὃν κοινῶς πάντες προσαγορεύουσιν ὀμφαλόν […]. αἱ δὲ δύο φλέβες, δι’ὧν ῥεῖ καὶ φέρεται ἀπὸ τοῦ Ἐδὲμ τοῦ χωρίου τὸ αἷμα κατὰ τὰς καλουμένας πύλας τοῦ ἥπατος, αἵτινες τὸ γεννώμενον τρέφουσιν · αἱ δὲ ἀρτηρίαι, ἃς ἔφημεν ὀχετοὺς εἶναι πνεύματος, ἑκατέρωθεν περιλαβοῦσαι τὴν κύστιν κατὰ τὸ πλατὺ ὀστοῦν, πρὸς τὴν μεγάλην συνάπτουσιν ἀρτηρίαν, τὴν κατὰ ῥάχιν καλουμένην ἀορτήν, καὶ οὕτως διὰ τῶν παραθύρων ἐπὶ τὴν καρδίαν ὁδεῦσαν τὸ πνεῦμα κίνησιν ἐργάζεται τῶν ἐμβρύων. πλαττόμενον γὰρ τὸ βρέφος ἐν τῷ παραδείσῳ οὔτε τῷ στόματι τροφὴν λαμβάνει, οὔτε ταῖς ῥισὶν ἀναπνέει · ἐν ὑγροῖς γὰρ ὑπάρχοντι αὐτῷ παρὰ πόδας ἦν θάνατος εἰ ἀνέπνευσεν · ἐπεσπάσατο γὰρ ἂν ἀπὸ τῶν ὑγρῶν καὶ ἐφθάρη. ἀλλὰ γὰρ ὅλον περιέσφιγκται τῷ καλουμένῳ χιτῶνι ἀμνίῳ, τρέφεται δὲ δι’ὀμφαλοῦ καὶ διὰ τῆς κατὰ ῥάχιν, ὡς ἔφην, τὴν τοῦ πνεύματος οὐσίαν λαμβάνει.

6.15

οὗν ποταμός, φησίν, ἐκπορευόμενος ἐξ Ἐδὲμ εἰς τέσσαρας ἀφορίζεται ἀρχάς, ὀχετοὺς τέσσαρας, τουτέστιν εἰς τέσσαρας αἰσθήσεις τοῦ γεννωμένου, ὅρασιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν καὶ ἁφήν. ταύτας γὰρ ἔχει μόνας τὰς αἰσθήσεις ἐν τῷ παραδείσῳ πλασσόμενον τὸ παιδίον. οὗτος, φησίν, ἐστὶν νόμος, ὃν ἔθηκε Μωσῆς, καὶ πρὸς τοῦτον αὐτὸν τὸν νόμον γέγραπται τῶν βιβλίων ἕκαστον, ὡς αἱ ἐπιγραφαὶ δηλοῦσι. τὸ πρῶτον βιβλίον Γένεσις · ἤρκει, φησί, πρὸς γνῶσιν τῶν ὅλων ἐπιγραφὴ τοῦ βιβλίου. αὕτη γὰρ, φησίν, ἐστὶν Γένεσις ὅρασις, εἰς ἣν ἀφορίζεται ποταμοῦ σχίσις μία. ἐθεάθη γὰρ κόσμος ἐν ὁράσει. ἐπιγραφὴ βιβλίου δευτέρου Ἔξοδος. ἔδει γὰρ τὸ γεννηθέν, τὴν Ἐρυθρὰν διοδεῦσαν θάλασσαν, ἐλθεῖν ἐπί τὴν ἔρημον (Ἐρυθρὰν δὲ λέγει, φασί, τὸ αἷμα), καὶ γεύσασθαι πικρὸν ὕδωρ. πικρὸν γὰρ, φησίν, ἐστὶ τὸ ὕδωρ τὸ μετὰ τὴν Ἐρυθρὰν θάλασσαν, ὅπερ ἐστὶν ὁδὸς τῆς κατὰ τὸν βίον γνώσεως τῶν ἐπιπόνων ὁδευομένη καὶ πικρῶν. στραφὲν δὲ ὑπὸ Μωσέως, τουτέστι τοῦ λόγου, τὸ πικρὸν ἐκεῖνο γίνεται γλυκύ. καὶ ὅτι ταῦθ’οὕτως ἔχει, κοινῇ πάντων ἐστὶν ἀκοῦσαι κατὰ τοὺς ποιητὰς λεγόντων · ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος · μῶλυ δέ μιν καλέουσι θεοί · χαλεπὸν δέτ’ὀρύσσειν ἀνδράσι γε θνητοῖσι · θεοὶ δέτε πάντα δύνανται.

6.16

ἀρκεῖ, φησί, τὸ λεχθὲν ὑπὸ τῶν ἐθνῶν πρὸς ἐπίγνωσιν τῶν ὅλων τοῖς ἔχουσιν ἀκοὰς τῆς ἀκοῆς · τούτου γὰρ, φησίν, γευσάμενος τοῦ καρποῦ ὑπὸ τῆς Κίρκης οὐκ ἀπεθηριώθη μόνος, ἀλλὰ καὶ τοὺς ἤδη τεθηριωμένους τῇ δυνάμει χρώμενος τοῦ τοιούτου καρποῦ εἰς τὸν πρῶτον ἐκεῖνον τὸν ἴδιον αὐτῶν ἀνέπλασε καὶ ἀνετύπωσε καὶ ἀνεκαλέσατο χαρακτῆρα. πιστὸς δὲ ἀνὴρ καὶ ἀγαπώμενος ὑπὸ τῆς φαρμακίδος ἐκείνης διὰ τὸν γαλακτώδη καὶ θεῖον ἐκεῖνον καρπόν, φησίν, εὑρίσκεται. Λευϊτικὸν ὁμοίως τὸ τρίτον βιβλίον, ὅπερ ἐστὶν ὄσφρησις ἀναπνοή. θυσιῶν γάρ ἐστι καὶ προσφορῶν ὅλον ἐκεῖνο τὸ βιβλίον. ὅπου δέ ἐστι θυσία, ὀσμή τις εὐωδίας ἀπὸ τῆς θυσίας διὰ τῶν θυμιαμάτων γίνεται · περὶ ἣν εὐωδίαν ὄσφρησιν εἶναι δοκιμαστήριον. ἀριθμοὶ τὸ τέταρτον τῶν βιβλίων γεῦσιν λέγει, ὅπου λόγος ἐνεργεῖ. διὰ γὰρ τοῦ λαλεῖν πάντα ἀριθμοῦ τάξει καλεῖται. Δευτερονόμιον δὲ, φησίν, ἐστὶ πρὸς τὴν ἁφὴν τοῦ πεπλασμένου παιδίου ἐπιγεγραμμένον. ὥσπερ γὰρ ἁφὴ τὰ ὑπὸ τῶν ἄλλων αἰσθήσεων ὁραθέντα θιγοῦσα ἀνακεφαλαιοῦται καὶ βεβαιοΐ, σκληρὸν θερμὸν γλίσχρον δοκιμάσασα, οὕτως τὸ πέμπτον βιβλίον τοῦ νόμου ἀνακεφαλαίωσις ἐστὶ τῶν πρὸ αὐτοῦ γραφέντων τεσσάρων. πάντα οὖν, φησί, τὰ ἀγέννητα ἐστὶν ἐν ἡμῖν δυνάμει, οὐκ ἐνεργείᾳ, ὡς γραμματικὴ γεωμετρική. ἐὰν οὖν τύχῃ τοῦ λόγου τοῦ προσήκοντος καὶ διδασκαλίας, καὶ στραφήσεται τὸ πικρὸν εἰς γλυκύ, τουτέστιν αἱ ζιβύναι εἰς δρέπανα καὶ αἱ μάχαιραι εἰς ἄροτρα, οὐκ ἔσται ἄχυρα καὶ ξύλα τὰ γεννώμενα πυρί, ἀλλὰ καρπὸς τέλειος ἐξεικονισμένος, ὡς ἔφην, ἴσος καὶ ὅμοιος τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει. ἐὰν δὲ μείνῃ δένδρον μόνον, καρπὸν μὴ ποιοῦν, μὴ ἐξεικονισμένον ἀφανίζεται. ἐγγὺς γάρ που, φησίν, ἀξίνη παρὰ τὰς ῥίζας τοῦ δένδρου · πᾶν δένδρον, φησί, μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

6.17

ἔστιν οὖν κατὰ τὸν Σίμωνα τὸ μακάριον καὶ ἄφθαρτον ἐκεῖνο ἐν παντὶ κεκρυμμένον δυνάμει, οὐκ ἐνεργείᾳ, ὅπερ ἐστὶν ἑστώς, στάς, στησόμενος, ἑστὼς ἄνω, ἐν τῇ ἀγεννήτῳ δυνάμει, στὰς κάτω, ἐν τῇ ῥοῇ τῶν ὑδάτων ἐν εἰκόνι γεννηθείς, στησόμενος ἄνω, παρὰ τὴν μακαρίαν ἀπέραντον δύναμιν ἐὰν ἐξεικονισθῇ. τρεῖς γὰρ, φησίν, εἰσίν ἑστῶτες, καὶ ἄνευ τοῦ τρεῖς εἷναι ἑστῶτας αἰῶνας οὐ κοσμεῖται γεννητὸς κατ’αὐτοὺς ἐπὶ τοῦ ὕδατος φερόμενος, καθ’ὁμοίωσιν ἀναπεπλασμένος τέλειος ἐπουράνιος, κατ’οὐδεμίαν ἐπίνοιαν ἐνδεέστερος τῆς ἀγεννήτου δυνάμεως γενόμενος, τουτέστιν λέγουσιν · ἐγὼ καὶ σὺ ἕν, πρὸ ἐμοῦ σύ, τὸ μετὰ σὲ ἐγώ. αὕτη, φησίν, ἐστὶ δύναμις μία, διῃρημένη ἄνω, κάτω, αὐτὴν γεννῶσα, αὐτὴν αὔξουσα, αὐτὴν ζητοῦσα, αὐτὴν εὑρίσκουσα, αὐτῆς μήτηρ οὖσα, αὐτῆς πατήρ, αὐτῆς ἀδελφή, αὐτῆς σύζυγος, αὐτῆς θυγάτηρ, αὐτῆς υἱός, μήτρη, πατήρ, ἕν, οὖσα ῥίζα τῶν ὅλων. καὶ ὅτι, φησίν, ἀπὸ πυρὸς ἀρχὴ τῆς γενέσεως ἐστὶ τῶν γεννωμένων, τοιοῦτον κατανόει τινὰ τρόπον. πάντων, ὅσων γένεσίς ἐστιν, ἀπὸ πυρὸς ἀρχὴ τῆς ἐπιθυμίας τῆς γενέσεως γίνεται. τοιγαροῦν πυροῦσθαι τὸ ἐπιθυμεῖν τῆς μεταβλητῆς γενέσεως ὀνομάζεται. ἓν δὲ ὂν τὸ πῦρ τροπάς στρέφεται δύο. στρέφεται γὰρ, φησίν, ἐν τῷ ἀνδρὶ τὸ αἷμα, καὶ θερμὸν καὶ ξανθὸν ὡς πῦρ τυπούμενον, εἰς σπέρμα, ἐν δὲ τῇ γυναικὶ τὸ αὐτὸ τοῦτο αἷμα εἰς γάλα. καὶ γίνεται τοῦ ἄρρενος τροπὴ γένεσις, δὲ τῆς θηλείας τροπὴ τροφὴ τῷ γεννωμένῳ. αὕτη, φησίν, ἐστὶν φλογίνη ῥομφαία στρεφομένη φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. στρέφεται γὰρ τὸ αἷμα εἰς σπέρμα καὶ γάλα, καὶ γίνεται δύναμις αὕτη μήτηρ καὶ πατήρ, πατὴρ τῶν γινομένων, καὶ αὔξησις τῶν τρεφομένων, ἀπροσδεής, αὐτάρκης. φυλάσσεται δὲ, φησί, τὸ ξύλον τῆς ζωῆς διὰ τῆς στρεφομένης φλογίνης ῥομφαίας, ὡς εἰρήκαμεν, δύναμις ἑβδόμη ἐξ αὐτῆς, πάντας ἔχουσα, ἐν ταῖς ἓξ κατακειμένη δυνάμεσιν. ἐὰν γὰρ μὴ στρέφηται φλογίνη ῥομφαία, φθαρήσεται καὶ ἀπολεῖται τὸ καλὸν ἐκεῖνο ξύλον · ἐὰν δὲ στρέφηται εἰς σπέρμα καὶ γάλα, δυνάμει ἐν τούτοις κατακείμενος λόγου τοῦ προσήκοντος καὶ τόπου κυρίου, ἐν γεννᾶται λόγος, τυχών, ἀρξάμενος ὡς ἀπὸ σπινθῆρος ἐλαχίστου, παντελῶς μεγαλυνθήσεται καὶ αὐξήσει καὶ ἔσται δύναμις ἀπέραντος, ἀπαράλλακτος, ἴση καὶ ὁμοία αἰῶνι ἀπαραλλάκτῳ μηκέτι γινομένῳ εἰς τὸν ἀπέραντον αἰῶνα.

6.18

γέγονεν οὗν ὁμολογουμένως κατὰ τοῦτον τὸν λόγον τοῖς ἀνοήτοις Σίμων θεός, ὥσπερ Λίβυς ἐκεῖνος καὶ Ἄψεθος, γεννητὸς μὲν καὶ παθητός, ὅταν ἐν δυνάμει, ἀπαθὴς δὲ ἐκ γεννητοῦ, ὅταν ἐξεικονισθῇ καὶ γενόμενος τέλειος ἐξέλθῃ τῶν δυνάμεων τῶν πρώτων δύο, τουτέστιν οὐρανοῦ καὶ γῆς. λέγει γὰρ Σίμων διαρρήδην περὶ τούτου ἐν τῇ Ἀποφάσει οὕτως · ὑμῖν οὖν λέγω λέγω καὶ γράφω γράφω. τὸ γράμμα τοῦτο · δύο εἰσὶ παραφυάδες τῶν ὅλων αἰώνων, μήτε ἀρχὴν μήτε πέρας ἔχουσαι, ἀπὸ μιᾶς ῥίζης, ἥτις ἐστὶ δύναμις σιγὴ ἀόρατος, ἀκατάληπτος, ὦν μία φαίνεται ἄνωθεν, ἥτις ἐστὶ μεγάλη δύναμις, νοῦς τῶν ὅλων, διέπων τὰ πάντα, ἄρσην, δὲ ἑτέρα κάτωθεν, ἐπίνοια μεγάλη, θήλεια, γεννῶσα τὰ πάντα. ἔνθεν ἀλλήλοις ἀντιστοιχοῦντες συζυγίαν ἔχουσι, καὶ τὸ μέσον διάστημα ἐμφαίνουσιν ἀέρα ἀκατάληπτον, μήτε ἀρχὴν μήτε πέρας ἔχοντα. ἐν δὲ τούτῳ πατὴρ βαστάζων πάντα καὶ τρέφων τὰ ἀρχὴν καί πέρας ἔχοντα. οὗτος ἐστὶν ἑστώς, στάς, στησόμενος, ὢν ἀρσενόθηλυς δύναμις κατὰ τὴν προϋπάρχουσαν δύναμιν ἀπέραντον, ἥτις οὔτ’ἄρχὴν οὔτε πέρας ἔχει, ἐν μονότητι οὖσαν · ἀπὸ γὰρ ταύτης προελθοῦσα ἐν μονότητι ἐπίνοια ἐγένετο δύο. κἀκεῖνος ἦν εἷς · ἔχων γὰρ ἐν ἑαυτῷ αὐτὴν ἦν μόνος, οὐ μέντοι πρῶτος, καίπερ προϋπάρχων, φανεὶς δὲ αὐτῷ ἀπὸ ἑαυτοῦ, ἐγένετο δεύτερος. ἀλλ’οὐ δὲ πατὴρ ἐκλήθη πρὶν αὐτὴν αὐτὸν ὀνομάσαι πατέρα. ὡς οὖν αὐτὸς ἑαυτὸν ὑπὸ ἑαυτοῦ προαγαγὼν ἐφανέρωσεν ἑαυτῷ τὴν ἰδίαν ἐπίνοιαν, οὕτως καὶ φανεῖσα ἐπίνοια οὐκ ἐποίησεν, ἀλλὰ ἰδοῦσα αὐτὸν ἐνέκρυψε τὸν πατέρα ἐν ἑαυτῇ, τουτέστι τὴν δύναμιν, καὶ ἔστιν ἀρσενόθηλυς δύναμις καὶ ἐπίνοια, ὅθεν ἀλλήλοις ἀντιστοιχοῦσιν (οὐδὲν γὰρ διαφέρει δύναμις ἐπινοίας) ἓν ὄντες. ἐκ μὲν τῶν ἄνω εὑρίσκεται δύναμις, ἐκ δὲ τῶν κάτω ἐπίνοια. ἔστιν οὗν οὕτως καὶ τὸ φανὲν ἀπ’αὐτῶν, ἓν ὄν, δύο εὑρίσκεσθαι, ἀρσενόθηλυς ἔχων τὴν θήλειαν ἐν ἑαυτῷ. οὕτως ἐστὶ νοῦς ἐν ἐπινοίᾳ, χωριστὰ ἀπ’ἀλλήλων, ἓν ὄντες, δύο εὑρίσκονται.

6.19

ταῦτα μὲν οὗν Σίμων ἐφευρὼν οὐ μόνον τὰ Μωσέως κακοτεχνήσας εἰς ἐβούλετο μεθηρμήνευσεν, ἀλλὰ καὶ τὰ τῶν ποιητῶν. καὶ γὰρ τὸν δούρειον ἵππον ἀλληγορεῖ καὶ τὴν Ἑλένην ἅμα τῇ λαμπάδι καὶ ἄλλα πλεῖστα ὅσα μετάγων εἰς τὰ αὐτοῦ καὶ τῆς ἐπινοίας πλαστολογεῖ. εἶναι δ’ἔλεγε ταύτην τὸ πρόβατον τὸ πεπλανημένον, ἥτις ἀεὶ καταγινομένη ἐν γυναιξὶν ἐτάρασσε τὰς ἐν κόσμῳ δυνάμεις διὰ τὸ ἀνυπέρβλητον αὐτῆς κάλλος, ὅθεν καὶ Τρωϊκός πόλεμος δι’αὐτὴν γεγένηται. ἐν γὰρ τῇ κατ’ἐκεῖνο καιροῦ γενομένῃ Ἑλένῃ ἐνῴκησεν αὕτη ἐπίνοια, καὶ οὕτως πασῶν ἐπιδικαζομένων αὐτῆς τῶν ἐξουσιῶν, στάσις καὶ πόλεμος ἐπανέστη, ἐν οἷς ἐφάνη ἔθνεσιν. οὕτως γοῦν τὸν Στησίχορον διὰ τῶν ἐπῶν λοιδορήσαντα αὐτὴν τὰς ὄψεις τυφλωθῆναι · αὗθις δέ, μεταμεληθέντος αὐτοῦ καὶ γράψαντος τὰς παλινῳδίας, ἐν αἷς ὕμνησεν αὐτήν, ἀναβλέψαι · μετενσωματουμένην δὲ ὑπὸ τῶν ἀγγέλων καὶ τῶν κάτω ἐξουσιῶν, οἳ καὶ τὸν κόσμον, φησίν, ἐποίησαν, ὕστερον ἐπὶ τέγους ἐν Τύρῳ τῆς Φοινίκης πόλει στῆναι, ἣν κατελθὼν εὗρεν. ἐπὶ γὰρ τὴν ταύτης πρώτην ζήτησιν ἔφη παραγεγονέναι, ὅπως ῥύσηται αὐτὴν τῶν δεσμῶν, ἣν λυτρωσάμενος ἅμα ἑαυτῷ περιῆγε, φάσκων τοῦτο εἶναι τὸ ἀπολωλὸς πρόβατον, ἑαυτὸν δὲ λέγων τὴν ὑπὲρ πάντα δύναμιν εἶναι. δὲ ψυδρὸς ἐρασθεὶς τοῦ γυναίου τούτου, Ἑλένης καλουμένης, ὠνησάμενος εἶχε, καὶ τοὺς μαθητὰς αἰδούμενος τοῦτον τὸν μῦθον ἔπλασεν. οἱ δὲ αὗθις μιμηταὶ τοῦ πλάνου καὶ Σίμωνος μάγου γινόμενοι τὰ ὅμοια δρῶσιν, ἀλογίστως φάσκοντες δεῖν μίγνυσθαι, λέγοντες · πᾶσα γῆ γῆ, καὶ οὐ διαφέρει ποῦ τις σπείρει, πλὴν ἵνα σπείρῃ, ἀλλὰ καὶ μακαρίζουσιν ἑαυτοὺς ἐπὶ τῇ κοινῇ μίξει, ταύτην εἶναι λέγοντες τὴν τελείαν ἀγάπην, καὶ τὸ ἅγιος ἁγίων κολλητός ἁγιασθήσεται · οὐ γὰρ μὴ κρατεῖσθαι αὐτοὺς ἐπί τινι νομιζομένῳ κακῷ, λελύτρωνται γάρ. τὴν δὲ Ἑλένην λυτρωσάμενος οὕτως τοῖς ἀνθρώποις σωτηρίαν παρέσχε διὰ τῆς ἰδίας ἐπιγνώσεως. κακῶς γὰρ διοικούντων τῶν ἀγγέλων τὸν κόσμον διὰ τὸ φιλαρχεῖν αὐτούς, εἰς ἐπανόρθωσιν ἐληλυθέναι αὐτὸν ἔφη μεταμορφούμενον καὶ ἐξομοιούμενον ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις καὶ τοῖς ἀγγέλοις, ὡς καὶ ἄνθρωπον φαίνεσθαι αὐτὸν μὴ ὄντα ἄνθρωπον, καὶ παθεῖν δὲ ἐν τῇ Ἰουδαίᾳ δεδοκηκέναι μὴ πεπονθότα, ἀλλὰ φανέντα Ἰουδαίοις μὲν ὡς υἱόν, ἐν δὲ τῇ Σαμαρείᾳ ὡς πατέρα, ἐν δὲ τοῖς λοιποῖς ἔθνεσιν ὡς πνεῦμα ἅγιον, ὑπομένειν δὲ αὐτὸν καλεῖσθαι οἵῳ ἂν ὀνόματι καλεῖν βούλωνται οἱ ἄνθρωποι. τοὺς δὲ προφήτας ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων ἐμπνευσθέντας εἰρηκέναι τὰς προφητείας · διὸ μὴ φροντίζειν αὐτῶν τοὺς εἰς τὸν Σίμωνα καὶ τὴν Ἑλένην πεπιστευκότας ἕως νῦν, πράσσειντε ὅσα βούλονται ὡς ἐλευθέρους, κατὰ γὰρ τὴν αὐτοῦ χάριν σώζεσθαι αὐτοὺς φάσκουσι. μηδὲν γὰρ εἶναι αἴτιον δίκης εἰ πράξει τις κακῶς, οὐ γάρ ἐστι φύσει κακὸν ἀλλὰ θέσει. ἔθεντο γὰρ, φησίν, οἱ ἄγγελοι οἱ τὸν κόσμον ποιήσαντες ὅσα ἐβούλοντο, διὰ τῶν τοιούτων λόγων δουλοῦν νομίζοντες τοὺς αὐτῶν ἀκούοντας. λύσιν δὲ αὖθις λέγουσι τοῦ κόσμου ἐπὶ λυτρώσει τῶν ἰδίων ἀνθρώπων.

6.20

οἱ οὗν τούτου μαθηταὶ μαγείας ἐπιτελοῦσι καὶ ἐπαοιδάς, φίλτρατε καὶ ἀγώγιμα καὶ τοὺς λεγομένους ὀνειροπόμπους δαίμονας ἐπιπέμπουσι πρὸς τὸ ταράσσειν οὓς βούλονται · ἀλλὰ καὶ παρέδρους τοὺς λεγομένους ἀσκοῦσιν, εἰκόνατε τοῦ Σίμωνος ἔχουσιν εἰς Διὸς μορφὴν καὶ τῆς Ἑλένης ἐν μορφῇ Ἀθηνᾶς, καὶ ταύτας προσκυνοῦσι, τὸν μὲν καλοῦντες κύριον, τὴν δὲ κυρίαν. εἰ δέ τις ὀνόματι καλέσει πὰρ’αὐτοῖς ἰδὼν τὰς εἰκόνας Σίμωνος Ἑλένης, ἀπόβλητος γίνεται, ὡς ἀγνοῶν τὰ μυστήρια. οὗτος Σίμων πολλοὺς πλανῶν ἐν τῇ Σαμαρείᾳ μαγείαις ὑπὸ τῶν ἀποστόλων ἠλέγχθη, καὶ ἐπάρατος γενόμενος, καθὼς ἐν ταῖς Πράξεσι γέγραπται, ὕστερον ἀπευδοκήσας ταῦτα ἐπεχείρησεν · ἕως καὶ τῆς Ῥώμης ἐπιδημήσας ἀντέπεσε τοῖς ἀποστόλοις · πρὸς ὃν πολλὰ Πέτρος ἀντικατέστη μαγείαις πλανῶντα πολλούς. οὗτος ἐπὶ τέλει ἐλθὼν ἐν τῇ Γίττῃ, ὑπὸ πλάτανον καθεζόμενος ἐδίδασκε. καὶ δὴ λοιπὸν ἐγγὺς τοῦ ἐλέγχεσθαι γινόμενος διὰ τὸ ἐγχρονίζειν, ἔφη, ὅτι εἰ χωσθείη ζῶν, ἀναστήσεται τῇ τρίτῃ ἡμέρᾳ. καὶ δὴ τάφρον κελεύσας ὀρυγῆναι ὑπὸ τῶν μαθητῶν ἐκέλευσε χωσθῆναι. οἱ μὲν οὗν τὸ προσταχθὲν ἐποίησαν, δὲ ἀπέμεινεν ἕως νῦν · οὐ γὰρ ἦν Χριστός. οὗτος δὴ καὶ κατὰ τὸν Σίμωνα μῦθος, ἀφ’οὗ Οὐαλεντῖνος τὰς ἀφορμὰς λαβὼν ἄλλοις ὀνόμασι καλεῖ. γὰρ νοῦς καὶ ἀλήθεια καὶ λόγος καὶ ζωὴ καὶ ἄνθρωπος καὶ ἐκκλησία, οἱ Οὐαλεντίνου αἰῶνες, ὁμολογουμένως εἰσὶν αἱ Σίμωνος ἓξ ῥίζαι, νοῦς, ἐπίνοια, φωνή, ὄνομα, λογισμὸς καὶ ἐνθύμησις. ἀλλ’ἐπεὶ ἱκανῶς ἡμῖν δοκεῖ ἐκτεθεῖσθαι τὴν Σίμωνος μυθοποιΐαν, ἴδωμεν τί λέγει καὶ Οὐαλεντῖνος.

6.21

ἔστι μὲν οὗν Οὐαλεντίνου αἵρεσις Πυθαγορικὴν ἔχουσα καὶ Πλατωνικὴν τὴν ὑπόθεσιν. καὶ γὰρ Πλάτων ὅλως ἐν τῷ Τιμαίῳ τὸν Πυθαγόραν ἀπεμάξατο · τοιγαροῦν καὶ Τίμαιος αὐτός ἐστιν αὐτῷ Πυθαγόρειος ξένος. διὸ δοκεῖ ὀλίγα τῆς Πυθαγορείου καὶ Πλατωνικῆς ὑπομνησθέντας ὑποθέσεως ἄρξασθαι καὶ τὰ Οὐαλεντίνου λέγειν. εἰ γὰρ καὶ ἐν τοῖς πρότερον ὑφ’ἡμῶν πεπονημένοις ἔγκεινται καὶ τὰ Πυθαγόρᾳ καὶ Πλάτωνι δεδοκημένα, ἀλλά γε καὶ νῦν οὐκ ἀλόγως ὑπομνησθήσομαι δι’ἐπιτομῆς καὶ κορυφαιότατα τῶν αὐτοῖς ἀρεσκομένων, πρὸς τὸ εὐεπίγνωστα γενέσθαι τὰ Οὐαλεντίνῳ δόξαντα διὰ τῆς ἐγγίονος παραθέσεως καὶ ὁμοίας συγκρίσεως τῶν μὲν πάλαι ἀπ’Αἰγυπτίων ταῦτα παραλαβόντων καὶ εἰς Ἕλληνας μεταδιδαξάντων, τοῦ δὲ παρὰ τούτων, ὅτι δὲ παρ’αὐτῶν, διαψευσαμένου ἰδίαντε δόξαν συστῆσαι πεπειραμένου, […] σπαράξαντα μὲν τὰ ἐκείνων ὀνόμασι καὶ ἀριθμοῖς, ἰδίως δὲ καλέσαντα καὶ μέτροις διορίσαντα, ὅπως αἵρεσιν Ἑλληνικὴν ποικίλην μέν, ἀσύστατον δὲ καὶ οὐκ ἀνήκουσαν Χριστῷ συστήσῃ.

6.22

μὲν οὖν ἀρχὴ τῆς ὑποθέσεώς ἐστιν ἐν τῷ Τιμαίῳ τῷ Πλάτωνι σοφία Αἰγυπτίων · ἐκεῖθεν γὰρ Σόλων τὴν ὅλην ὑπόθεσιν περὶ τῆς κόσμου γεννήσεως καὶ φθορᾶς παλαιῷ τινὶ λόγῳ καὶ προφητικῷ, ὡς φησὶν Πλάτων, τοὺς Ἕλληνας ἐδίδαξε, παῖδας νέους ὄντας καὶ πρεσβύτερον ἐπισταμένους μάθημα οὐδὲν θεολογούμενον. ἵν’οὗν παρακολουθήσωμεν τοῖς λόγοις, οἷς καταβέβληται Οὐαλεντῖνος, προεκθήσομαι νῦν, τίνα ἐστὶν Πυθαγόρας Σάμιος μετὰ τῆς ὑμνουμένης ἐκείνης παρὰ τοῖς Ἕλλησι σιγῆς φιλοσοφεῖ, εἶθ’οὕτως ταῦτα, Πυθαγόρου λαβὼν καὶ Πλάτωνος Οὐαλεντῖνος σεμνολογῶν ἀνατίθησι Χριστῷ καὶ πρὸ τοῦ Χριστοῦ τῷ πατρὶ τῶν ὅλων καὶ σιγῇ τῇ συνεζευγμένῃ τῷ πατρί.

6.23

Πυθαγόρας τοίνυν ἀρχὴν τῶν ὅλων ἀγέννητον ἀπεφήνατο τὴν μονάδα, γεννητὴν δὲ τὴν δυάδα καὶ πάντας τοὺς ἄλλους ἀριθμούς. καὶ τῆς μὲν δυάδος πατέρα φησὶν εἶναι τὴν μονάδα, πάντων δὲ τῶν γεννωμένων μητέρα δυάδα, γεννητὴν γεννητῶν. καὶ Ζαράτας Πυθαγόρου διδάσκαλος ἐκάλει τὸ μὲν ἓν πατέρα, τὰ δὲ δύο μητέρα. γεγέννηται γὰρ ἐκ μὲν μονάδος δυὰς κατὰ τὸν Πυθαγόραν, καὶ ἔστιν μὲν μονὰς ἄρρεν καὶ πρώτη, δὲ δυὰς θῆλυ. παρὰ τῆς δυάδος δὲ πάλιν, ὡς Πυθαγόρας λέγει, τριὰς καὶ οἱ ἐφεξῆς ἀριθμοὶ μέχρι τῶν δέκα. τοῦτον γὰρ οἶδε μόνον τέλειον ἀριθμὸν Πυθαγόρας τὸν δέκα · τὸν γὰρ ἕνδεκα καὶ δώδεκα προσθήκην καὶ ἐπαναποδισμὸν τῆς δεκάδος, οὐκ ἄλλου τινὸς ἀριθμοῦ γέννησιν τὸ προστιθέμενον. πάντα δὲ σώματα στερεὰ ἐξ ἀσωμάτων γεννᾷ. τῶντε γὰρ σωμάτων καὶ ἀσωμάτων · ὁμοῦ στοιχεῖον εἶναι φησὶ καὶ ἀρχὴν τὸ σημεῖον ἐστιν ἀμερές, γίνεται δὲ, φησίν, ἐκ σημείου γραμμή, καὶ ἐκ γραμμῆς ἐπιφάνεια, ἐπιφάνεια δὲ ῥυεῖσα εἰς βάθος στερεὸν ὑφέστηκε, φησί, σῶμα. ὅθεν καὶ ὅρκος τίς ἐστι τοῖς Πυθαγορικοῖς τῶν τεσσάρων στοιχείων συμφωνία. ὀμνύουσι δ’οὕτως · ναὶ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παραδόντα τετρακτύν, Πηγὴν ἀενάου φύσεως ῥιζώματ’ἔχουσαν. ἔστι δὲ τετρακτὺς τῶν φυσικῶν καὶ στερεῶν σωμάτων ἀρχή, ὡς μονὰς τῶν νοητῶν. ὅτι δὲ καὶ τετρακτὺς γεννᾷ, φησί, τὸν τέλειον ἀριθμόν, ὡς ἐν τοῖς νοητοῖς μονάς, τὸν δέκα, διδάσκουσιν οὕτως. εἵ ἀρξάμενος ἀριθμεῖν λέγει τις ὅτι ἕν, καὶ ἐπιφέρει δύο, ἔπειτα ὁμοίως τρία, ἔσονται ταῦτα ἕξ · πρὸς δὲ τούτοις ἔτι τέσσαρα, ἔσται ὁμοίως τὸ πᾶν δέκα. τὸ γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, τέλειος ἀριθμός. οὕτως, φησί, κατὰ πάντα ἐμιμήσατο τετρακτὺς τὴν νοητὴν μονάδα, τέλειον ἀριθμὸν γεννῆσαι δυνηθεῖσαν.

6.24

δύο οὖν κατὰ τὸν Πυθαγόραν εἰσί κόσμοι, εἷς μὲν νοητός, ὃς ἔχει τὴν μονάδα ἀρχήν, εἷς δὲ αἰσθητός, τούτου δέ ἐστι τετρακτὺς ἔχουσα ἰῶτα, τὴν μίαν κεραίαν, ἀριθμὸν τέλειον · καὶ ἔστι κατὰ τοὺς Πυθαγορικοὺς τὸ ι̅, μία κεραία, πρώτη καὶ κυριωτάτη καὶ τῶν νοητῶν οὐσία νοητῶς καὶ αἰσθητῶς λαμβανομένη · συμβεβηκότα γένη ἀσώματα ἐννέα, χωρὶς εἶναι τῆς οὐσίας οὐ δύναται, ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ ποῦ καὶ πότε καὶ κεῖσθαι καὶ ἔχειν καὶ ποιεῖν καὶ πάσχειν. ἔστιν οὗν ἐννέα τὰ συμβεβηκότα τῇ οὐσίᾳ, οἶς ἀριθμουμένη συνέχει τὸν τέλειον ἀριθμόν, τὸν ι̅. διόπερ διῃρημένου τοῦ παντός, ὡς εἴπομεν, εἰς νοητὸν καὶ αἰσθητὸν κόσμον, ἔχομεν καὶ ἡμεῖς ἀπὸ τοῦ νοητοῦ τὸν λόγον, ἵνα τῷ λόγω τὴν τῶν νοητῶν καὶ ἀσωμάτων καὶ θείων ἐποπτεύωμεν οὐσίαν, αἰσθήσεις δὲ, φησίν, ἔχομεν πέντε, ὄσφρησιν, ὅρασιν, ἀκοήν, γεῦσιν καὶ ἁφήν, ἐν οἷς τῶν αἰσθητῶν ἐρχόμεθα εἰς γνῶσιν · καὶ οὕτω, φησίν, ἐστὶ διῃρημένος αἰσθητὸς ἀπὸ τοῦ νοητοῦ κόσμου. καἴ ὅτι ἔχομεν γνώσεως ὄργανον πρὸς ἑκάτερον αὐτῶν, ἐντεῦθεν κατανοῶμεν. οὐδὲν, φησί, τῶν νοητῶν γνωστὸν ἡμῖν δύναται γενέσθαι δι’αἰσθήσεως · ἐκεῖνο γὰρ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτ’ἔγνω, φησί, τῶν ἄλλων αἰσθήσεων οἱαδητισοῦν. οὐ δ’αὖ πάλιν τῷ λόγῳ εἰς γνῶσιν τῶν αἰσθητῶν οὐχ οἷόντε ἐλθεῖν τινός, ἀλλὰ δεῖ ὅτι λευκόν ἐστιν ἰδεῖν, καὶ γεύσασθαι ὅτι γλυκύ, καὶ ὅτι ᾠδικὸν ἀπῳδικὸν ἀκούσαντας εἰδέναι, καὶ εἴ τι τῶν ὀσμῶν ἐστὶν εὐῶδες ἀηδές, ὀσφρήσεως ἔργον, οὐ λόγου. ὡσαύτως δὲ ἔχει καὶ τὰ τῆς ἁφῆς · σκληρὸν γὰρ ἁπαλόν, θερμὸν ψυχρὸν οὐχ οἷόντε ἐστὶν ἀκούσαντα εἰδέναι, ἀλλὰ γὰρ τῶν τοιούτων ἐστὶ κρίσις ἁφή. τούτων οὕτως ὑφεστηκότων, διακόσμησις τῶν γεγονότων καὶ γινομένων ἀριθμητικῶς γινομένη θεωρεῖται. ὃν γὰρ τρόπον ἀπὸ μονάδος ἀρξάμενοι κατὰ προσθήκην μονάδων τριάδων καὶ τῶν ἐξῆς ἀθροιζομένων ἀριθμῶν ἕν τι σύστημα ποιοῦμεν μέγιστον ἀριθμοῦ, εἶτα πάλιν ἀπὸ τοῦ κατὰ τὴν σύνθεσιν ἀθροισθέντος ἀφαιρέσει τινὶ καὶ ἀναποδισμῷ λύσιν τῶν συνεστώτων ἀριθμητικῶς ἐργαζόμεθα ·

6.25

οὕτω φησὶ καὶ τὸν κόσμον ἀριθμητικῷ τινὶ καὶ μουσικῷ δεσμῷ δεδεμένον ἐπιτάσει καὶ ἀνέσει καὶ προσθήκῃ καὶ ἀφαιρέσει ἀεὶ καὶ διὰ παντὸς ἀδιάφθορον φυλαχθῆναι. τοιγαροῦν καὶ περὶ τῆς διανομῆς τοῦ κόσμου ἀποφαίνονται τοιοῦτόν τινα τρόπον οἱ Πυθαγορικοί · γὰρ καὶ πάρος ἦντε καὶ ἔσσεται, οὐ δέ ποτ’, οἴω, τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών. τίνων δὲ τούτων; τοῦ νείκους καὶ τῆς φιλίας. ἀπεργάζεται δὲ αὐτοῖς φιλία ἄφθαρτον, ἀΐδιον τὸν κόσμον, ὡς ὑπονοοῦσιν · ἔστι γὰρ οὐσία καὶ κόσμος ἕν · τὸ δὲ νεῖκος διασπᾷ καὶ διαφέρει καὶ πολλὰ πειρᾶται καταδιαιροῦσα τὸν κόσμον ποιεῖν. ὥσπερ εἴ τις ἀριθμητικῶς τὴν μυριάδα εἰς χιλιάδας καὶ ἑκατοντάδας καὶ δεκάδας, καὶ δραχμὰς εἰς ὀβολοὺς καὶ κοδράντας μικροὺς κατακερματίσας τέμνει, οὕτω τὸ νεῖκος τὴν οὐσίαν τοῦ κόσμου, φησί, τέμνει εἰς ζῷα, φυτά, μέταλλα καὶ τὰ τούτοις παραπλήσια · καὶ ἔστι τῆς γενέσεως τῶν γινομένων πάντων κατ’αὐτοὺς δημιουργὸς τὸ νεῖκος, δ’αὖ φιλία ἐπιτροπεύουσα καὶ προνοουμένη τοῦ παντὸς ἵνα μένῃ, καὶ εἰς τὸ ἓν τὰ διῃρημένα καὶ τοῦ παντὸς ἀπεσπασμένα συνάγουσα καὶ ἐξάγουσα τοῦ βίου, συνάπτει καὶ προστίθησι τῷ παντί, ἵνα μένῃ, καὶ ἔστιν ἕν. οὐ παύσεται οὖν οὔτε τὸ νεῖκος τὸν κόσμον διαιροῦν οὔτε φιλία τὰ διῃρημένα τῷ κόσμῳ προσνέμουσα. αὕτη τὶς ἐστίν, ὡς ἔοικε, κατὰ Πυθαγόραν τοῦ κόσμου διανομή. λέγει δὲ Πυθαγόρας εἶναι ἀπορραγάδας τοῦ ἡλίου τοὺς ἀστέρας, καὶ τὰς ψυχὰς τῶν ζῴων ἀπὸ τῶν ἄστρων φέρεσθαι · εἶναι δὲ αὐτὰς θνητὰς μέν, ὅταν ὦσιν ἐν τῷ σώματι, οἱονεὶ ἐγκατορωρυγμένας ὡς ἐν τάφῳ, ἀνίστασθαι δὲ καὶ γίνεσθαι ἀθανάτους, ὅταν τῶν σωμάτων ἀπολυθῶμεν. ὅθεν Πλάτων ἐρωτηθεὶς ὑπό τινος · τί ἐστι φιλοσοφία; ἔφη · χωρισμὸς ψυχῆς ἀπὸ σώματος,

6.26

Πυθαγόρου καὶ τούτων τῶν λόγων γενόμενος μαθητής, ἐν οἷς λέγει καὶ δι’αἰνιγμάτων καὶ τοιούτων λόγων · ἐκ τῆς ἰδίας ἐὰν ἀποδημῇς, μὴ ἐπιστρέφου · εἰ δὲ μή, Ἐριννύες Δίκης ἐπίκουροί σε μετελεύσονται · ἰδίην καλῶν τὸ σῶμα, Ἐριννύας δὲ τὰ πάθη. ἐὰν οὖν φησίν, ἀποδημῇς, τουτέστιν ἐὰν ἐξέρχῃ ἐκ τοῦ σώματος, μὴ αὐτοῦ ἀντιποιοῦ · ἐὰν δὲ ἀντιποιήσῃ, πάλιν σε τὰ πάθη καθείρξουσιν εἰς σῶμα. εἶναι γὰρ οὗτοι τῶν ψυχῶν μετενσωμάτωσιν νομίζουσιν, ὡς καὶ Ἐμπεδοκλῆς πυθαγορίζων λέγει. δεῖ γὰρ, φησί, τὰς φιληδόνους ψυχάς, ὡς Πλάτων λέγει, ἐὰν ἐν ἀνθρώπου πάθει γενόμεναι μὴ φιλοσοφήσωσι, διὰ πάντων ζῴων ἐλθεῖν καὶ φυτῶν πάλιν εἰς ἀνθρώπινον σῶμα, καὶ ἐὰν μὲν φιλοσοφήσῃ κατὰ τὸ αὐτὸ τρίς, εἰς τὴν τοῦ συννόμου ἄστρου φύσιν ἀνελθεῖν, ἐὰν δὲ μὴ φιλοσοφήσῃ, πάλιν ἐπὶ τὰ αὐτά. δύνασθαι οὗν φησὶ ποτὲ τὴν ψυχὴν καὶ θνητὴν γενέσθαι, ἐὰν ὑπὸ τῶν Ἐριννύων κρατῆται, τουτέστι τῶν παθῶν, καὶ ἀθάνατον, ἐὰν τὰς Ἐριννῦς ἐκφύγῃ, ἐστι πάθη.

6.27

ἀλλ’ἐπεὶ καὶ τὰ σκοτεινῶς ὑπὸ τοῦ Πυθαγόρου λεγόμενα πρὸς τοὺς μαθητὰς δι’ὑποσυμβόλων ἐνηρξάμεθα λέγειν, δοκεῖ καὶ τῶν ἑτέρων ὑπομνησθῆναι διὰ τὸ καὶ τοὺς αἱρεσιάρχας τοιούτῳ τινὶ τρόπῳ ἐπικεχειρηκέναι ὁμιλεῖν διὰ ὑποσυμβόλων, καὶ τοῦτο οὐκ ἰδίων, ἀλλὰ Πυθαγορείων πλεονεκτήσαντες λόγων. διδάσκει οὖν Πυθαγόρας τοὺς μαθητὰς λέγων · τὸν στρωματόδεσμον δῆσον · ἐπεὶ οἱ ὁδοιπορεῖν μέλλοντες εἰς δέρμα δεσμοῦσι τὰ ἱμάτια αὐτῶν πρὸς ἑτοιμασίαν τῆς ὁδοῦ · οὕτως ἑτοίμους εἶναι θέλει τοὺς μαθητάς, ὡς καθ’ἑκάστην στιγμὴν τοῦ θανάτου ἐφεστηκέναι μέλλοντος, μηδὲν ἔχοντας τῶν μαθητῶν ἐνδεές. διόπερ ἐξ ἀνάγκης ἅμα τῷ ἡμέραν γενέσθαι ἐδίδασκε διακελεύεσθαι αὑτοῖς τοὺς Πυθαγορείους δεσμεύειν τὸν στρωματόδεσμον, τουτέστιν ἑτοίμους εἶναι πρὸς θάνατον. πῦρ μαχαίρῃ μὴ σκάλευε, τὸν τεθυμωμένον ἄνθρωπον λέγων μὴ ἐρέθιζε · πυρὶ γὰρ ἔοικεν θυμούμενος, μαχαίρᾳ δὲ λόγος. Σάρον μὴ ὑπέρβαινε, μικροῦ πράγματος μὴ καταφρόνει. Φοίνικα ἐν οἰκίᾳ μὴ φύτευε, φιλονεικίαν ἐν οἰκίᾳ μὴ κατασκεύαζε · μάχης γὰρ καὶ διαφορᾶς ἐστὶν φοῖνιξ σημεῖον. ἀπὸ δίφρου μὴ ἔσθιε, βάναυσον τέχνην μὴ μεταχειρίζου, ἵνα μὴ δουλεύσῃς τῷ σώματι ὄντι φθαρτῷ, ἀλλὰ ποιοῦ τὸν βίον ἀπὸ λόγων · ἐνέσται γάρ σοι καὶ τρέφειν τὸ σῶμα καὶ τὴν ψυχὴν ποιεῖν κρείττονα. ἀπὸ ὅλου ἄρτου μὴ ἀπόδακνε · τὰ ὑπάρχοντά σου μὴ μειοῦ, ἀλλὰ ἀπὸ τῆς προσόδου ζῆθι, φύλασσε δὲ τὴν οὐσίαν ὡς ἄρτον ὁλόκληρον. κυάμους μὴ ἔσθιε · ἀρχὴν πόλεως μὴ ἀποδέχου · κυάμοις γὰρ ἐκληροῦντο τὰς ἀρχὰς κατ’ἐκεῖνον τὸν χρόνον.

6.28

ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα οἱ Πυθαγόρειοι λέγουσιν, οὓς μιμούμενοι οἱ αἱρετικοὶ μεγάλα νομίζονται τισὶ λέγειν. δημιουργὸν δὲ εἶναι τῶν γενομένων πάντων φησὶν Πυθαγόρειος λόγος τὸν μέγαν γεωμέτρην καὶ ἀριθμητὴν ἣλιον, καὶ ἐστηρίχθαι τοῦτον ἐν ὅλῳ τῷ κόσμῳ, καθάπερ ἐν τοῖς σώμασι ψυχήν, ὥς φησιν Πλάτων. πῦρ γάρ ἐστιν ἥλιος ὡς ψυχή, σῶμα δὲ γῆ. χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐ δὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς. ὅθεν ἐκ πυρὸς καὶ γῆς ἀέρατε θεὸς ἐν μέσῳ θέμενος τὸ τοῦ παντὸς ἐδημιούργησε σῶμα. ἀριθμεῖ δὲ, φησί, καὶ γεωμετρεῖ τὸν κόσμον ἥλιος τοιοῦτόν τινα τρόπον. μὲν κόσμος ἐστὶν αἰσθητὸς εἷς, περὶ οὗ λέγομεν τανῦν. διῄρηκε δ’αὐτὸν ἀριθμητικός τις ὢν καὶ γεωμέτρης εἰς μοίρας ιβʹ. καὶ ἔστι ταῖς μοίραις ταύταις ὀνόματα · κριός, Ταῦρος, Δίδυμοι, Καρκίνος, Λέων, Παρθένος, Ζυγός, Σκορπίος, Τοξότης, Αἰγόκερως, Ὑδροχόος, Ἰχθύες. πάλιν τῶν δώδεκα μοιρῶν ἑκάστην διαιρεῖ εἰς μοίρας τριάκοντα, αἵτινες εἰσίν ἡμέραι μηνός. πάλιν αὖ τῶν τριάκοντα μοιρῶν ἑκάστην μοῖραν διαιρεῖ εἰς λεπτὰ ἑξήκοντα καὶ τῶν λεπτῶν λεπτὰ καὶ ἔτι λεπτότερα. καὶ τοῦτο ἀεὶ ποιῶν καὶ μὴ παυόμενος, ἀλλ’ἀθροίζων ἐκ τούτων τῶν μοιρῶν τῶν διῃρημένων καὶ ποιῶν ἐνιαυτόν, καὶ αὗθις ἀναλύων καὶ διαιρῶν τὸ συγκείμενον τὸν μέγαν ἐνιαυτὸν ἀπεργάζεται κόσμου.

6.29

τοιαύτη τις, ὡς ἐν κεφαλαίοις εἰπεῖν ἐπελθόντα, Πυθαγόρου καὶ Πλάτωνος συνέστηκε δόξα, ἀφ’ἧς Οὐαλεντῖνος, οὐκ ἀπὸ τῶν εὐαγγελίων τὴν αἵρεσιν τὴν ἑαυτοῦ συναγαγών, ὡς ἐπιδείξομεν, δικαίως Πυθαγορικὸς καὶ Πλατωνικός, οὐ Χριστιανὸς λογισθείη. Οὐαλεντῖνος τοίνυν καὶ Ἡρακλέων καὶ Πτολεμαῖος καὶ πᾶσα τούτων σχολή, οἱ Πυθαγόρου καὶ Πλάτωνος μαθηταί, ἀκολουθήσαντες τοῖς καθηγησαμένοις, ἀριθμητικὴν τὴν διδασκαλίαν τὴν ἑαυτῶν κατεβάλοντο. καὶ γὰρ τούτων ἔστιν ἀρχὴ τῶν πάντων μονὰς ἀγέννητος, ἄφθαρτος, ἀκατάληπτος, ἀπερινόητος, γόνιμος καὶ πάντων τῆς γενέσεως αἰτία τῶν γενομένων · καλεῖται δὲ ὑπ’αὐτῶν προειρημένη μονὰς πατήρ. διαφορὰ δέ τις εὑρίσκεται πολλὴ παρ’αὐτοῖς · οἱ μὲν γὰρ αὐτῶν, ἵν’ παντάπασι καθαρὸν τὸ δόγμα τοῦ Οὐαλεντίνου Πυθαγορικόν, ἄθηλυν καὶ ἄζυγον καὶ μόνον τὸν πατέρα νομίζουσιν εἶναι · οἱ δὲ ἀδύνατον νομίζοντες δύνασθαι ἐξ ἄρρενος μόνου γένεσιν ὅλως τῶν γεγενημένων γενέσθαι τινός, καὶ τῷ πατρὶ τῶν ὅλων, ἵνα γένηται πατήρ, σιγὴν ἐξ ἀνάγκης συναριθμοῦσι τὴν σύζυγον. ἀλλὰ περὶ μὲν σιγῆς, πότερόν ποτε σύζυγός ἐστιν οὐκ ἔστιν, αὐτοὶ πρὸς αὐτοῖς τοῦτον ἐχέτωσαν τὸν ἀγῶνα. τὰ δὲ νῦν αὐτοὶ ἡμεῖς φυλάττοντες τὴν Πυθαγόρειον ἀρχήν, μίαν οὖσαν καὶ ἄζυγον, ἄθηλυν, ἀπροσδεῆ, μνημονεύσαντες ὡς ἐκεῖνοι διδάσκουσιν ἐροῦμεν. ἦν ὅλως, φησί, γεννητὸν οὐδέν, πατὴρ δὲ ἦν μόνος ἀγέννητος, οὐ τόπον ἔχων, οὐ χρόνον, οὐ σύμβουλον, οὐκ ἄλλην τινὰ κατ’οὐδένα τῶν τρόπων νοηθῆναι δυναμένην οὐσίαν · ἀλλὰ ἦν μόνος, ἠρεμῶν, ὡς λέγουσι, καὶ ἀναπαυόμενος αὐτὸς ἐν ἑαυτῷ μόνος. ἐπεὶ δὲ ἦν γόνιμος, ἔδοξεν αὐτῷ ποτὲ τὸ κάλλιστον καὶ τελεώτατον, εἶχεν ἐν αὐτῷ, γεννῆσαι καὶ προαγαγεῖν · φιλέρημος γὰρ οὐκ ἦν. ἀγάπη γὰρ, φησίν, ἦν ὅλος, δὲ ἀγάπη οὐκ ἔστιν ἀγάπη, ἐὰν μὴ τὸ ἀγαπώμενον. προέβαλεν οὖν καὶ ἐγέννησεν αὐτὸς πατήρ, ὥσπερ ἦν μόνος, νοῦν καὶ ἀλήθειαν, τουτέστι δυάδα, ἥτις κυρία καὶ ἀρχὴ γέγονε καὶ μήτηρ πάντων τῶν ἐντὸς πληρώματος καταριθμουμένων αἰώνων ὑπ’αὐτῶν. προβληθεὶς δὲ νοῦς καὶ ἀλήθεια ἀπὸ τοῦ πατρός, ἀπὸ γονίμου γόνιμος, προέβαλε καὶ αὐτὸς λόγον καὶ ζωήν, τὸν πατέρα μιμούμενος · δὲ λόγος καὶ ζωὴ προβάλλουσιν ἄνθρωπον καὶ ἐκκλησίαν. δὲ νοῦς καὶ ἀλήθεια, ἐπεὶ εἶδον τοῦ λόγου καὶ τῆς ζωῆς τὰ ἴδια γεννήματα γόνιμα γεγεννημένα, ηὐχαρίστησαν τῷ πατρὶ τῶν ὅλων καὶ προσφέρουσιν αὐτῷ τέλειον ἀριθμόν, αἰῶνας δέκα. τούτου γὰρ, φησί, τελειότερον ἀριθμοῦ νοῦς καὶ ἀλήθεια τῷ πατρὶ προσενεγκεῖν οὐκ ἠδυνήθησαν. ἔδει γὰρ τέλειον ὄντα τὸν πατέρα ἀριθμῷ δοξάζεσθαι τελείῳ, τέλειος δέ ἐστιν δέκα, ὅτι πρῶτος τῶν κατὰ πλῆθος γενομένων οὗτος ἐστὶ τέλειος. τελειότερος δὲ πατήρ, ὅτι ἀγέννητος ὢν μόνος διὰ πρώτης τῆς μιᾶς συζυγίας τοῦ νοῦ καὶ τῆς ἀληθείας πάσας τὰς τῶν γενομένων προβαλεῖν εὐπόρησε ῥίζας.

6.30

ἰδὼν οὖν καὶ αὐτὸς λόγος καὶ ζωή, ὅτι νοῦς καὶ ἀλήθεια δεδόξακαν τὸν πατέρα τῶν ὅλων ἐν ἀριθμῷ τελείῳ, δοξάσαι καὶ αὐτὸς λόγος μετὰ τῆς ζωῆς ἠθέλησε τὸν ἑαυτοῦ πατέρα καὶ τὴν μητέρα, τὸν νοῦν καὶ τὴν ἀλήθειαν. ἐπεὶ δὲ γεννητὸς ἦν νοῦς καὶ ἀλήθεια καὶ οὐκ εἶχε τὸ πατρικὸν τέλειον τὴν ἀγεννησίαν, οὐκέτι τελείῳ ἀριθμῷ λόγος καὶ ζωὴ δοξάζουσι τὸν ἑαυτῶν πατέρα τὸν νοῦν, ἀλλὰ γὰρ ἀτελεῖ · δώδεκα γὰρ αἰῶνας προσφέρουσιν λόγος καὶ ζωὴ τῷ νοῒ καὶ τῇ ἀληθείᾳ. αὗται γὰρ πρῶται κατὰ Οὐαλεντῖνον ῥίζαι τῶν αἰώνων γεγόνασι, νοῦς καὶ ἀλήθεια, λόγος καὶ ζωή, ἄνθρωπος καὶ ἐκκλησία, δέκα δὲ οἱ τοῦ νοὸς καὶ τῆς ἀληθείας, δύο καὶ δέκα δὲ οἱ τοῦ λόγου καὶ τῆς ζωῆς, εἴκοσι καὶ ὀκτὼ οἱ πάντες · οἷς καλοῦσιν ὀνόματα ταῦτα · βύθιος καὶ μῖξις, ἀγήρατος καὶ ἕνωσις, αὐτοφυὴς καὶ ἡδονή, ἀκίνητος καὶ σύγκρασις, μονογενὴς καὶ μακαρία. οὗτοι οἱ δέκα αἰῶνες, οὓς τινὲς μὲν ὑπὸ τοῦ νοῦ καὶ τῆς ἀληθείας λέγουσι, τινὲς δὲ ὑπὸ τοῦ λόγου καὶ τῆς ζωῆς. ἕτεροι δὲ τοὺς δώδεκα ὑπὸ τοῦ ἀνθρώπου καὶ τῆς ἐκκλησίας, ἕτεροι δὲ ὑπὸ τοῦ λόγου καὶ τῆς ζωῆς, οἷς ταῦτα τὰ ὀνόματα χαρίζονται · παράκλητος καὶ πίστις, πατρικὸς καὶ ἐλπίς, μητρικὸς καὶ ἀγάπη, ἀείνους καὶ σύνεσις, ἐκκλησιαστικὸς καὶ μακαριότης, θελητὸς καὶ σοφία. ἀπὸ δὲ τῶν δεκαδύο δωδέκατος καὶ νεώτατος πάντων τῶν εἰκοσιοκτὼ αἰώνων, θῆλυς ὢν καὶ καλούμενος σοφία, κατενόησε τὸ πλῆθος καὶ τὴν δύναμιν τῶν γεγεννηκότων αἰώνων καὶ ἀνέδραμεν εἰς τὸ βάθος τὸ τοῦ πατρός, καὶ ἐνόησεν, ὅτι οἱ μὲν ἄλλοι πάντες αἰῶνες γεννητοὶ ὑπάρχοντες κατὰ συζυγίαν γεννῶσιν, δὲ πατὴρ μόνος · ἄζυγος ἐγέννησεν. ἠθέλησε μιμήσασθαι τὸν πατέρα καὶ γεννῆσαι καθ’ἑαυτὴν δίχα τοῦ συζύγου, ἵνα μηδὲν ἔργον ὑποδεέστερον τοῦ πατρὸς εἰργασμένη, ἀγνοοῦσα ὅτι μὲν ἀγέννητος, ὑπάρχων ἀρχὴ τῶν ὅλων καὶ ῥίζα καὶ βάθος καὶ βυθός, δυνατῶς ἔχει γεννῆσαι μόνος, γεννητὴ δὲ οὖσα σοφία καὶ μετὰ πλείονας γενομένη, τὴν τοῦ ἀγεννήτου δύναμιν οὐ δύναται ἔχειν. ἐν μὲν γὰρ τῷ ἀγεννήτῳ, φησίν, ἔστι πάντα ὁμοῦ, ἐν δὲ τοῖς γεννητοῖς τὸ μὲν θῆλυ ἔστιν οὐσίας προβλητικόν, τὸ δὲ ἄρρεν μορφωτικὸν τῆς ὑπὸ τοῦ θήλεως προβαλλομένης οὐσίας. προέβαλεν οὖν σοφία τοῦτο μόνον ὅπερ ἠδύνατο, οὐσίαν ἄμορφον καὶ ἀκατασκεύαστον. καὶ τοῦτο ἐστί, φησίν, λέγει Μωϋσῆς · δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. αὕτη ἐστί, φησίν, ἀγαθή, ἐπουράνιος Ἱερουσαλήμ, εἰς ἦν ἐπηγγείλατο θεὸς εἰσαγαγεῖν τοὺς υἱοὺς Ἰσραήλ, λέγων · εἰσάξω ὑμᾶς εἰς γῆν ἀγαθὴν ῥέουσαν μέλι καὶ γάλα.

6.31

γενομένης οὖν ἐντὸς πληρώματος ἀγνοίας κατὰ τὴν σοφίαν καὶ ἀμορφίας κατὰ τὸ γέννημα τῆς σοφίας, θόρυβος ἐγένετο ἐν τῷ πληρώματι οἱ αἰῶνες οἱ γενόμενοι, ὅτι παραπλησίως ἄμορφα καὶ ἀτελῆ γενήσεται τῶν αἰώνων τὰ γεννήματα καὶ φθορά τις καταλήψεται οὐκ εἰς μακράν ποτε τοὺς αἰῶνας. κατέφυγον οὖν πάντες οἱ αἰῶνες ἐπὶ δέησιν τοῦ πατρός, ἵνα λυπουμένην τὴν σοφίαν ἀναπαύσῃ · ἔκλαιε γὰρ καὶ κατωδύρετο ἐπὶ τῷ γεγενημένῳ ὑπ’αὐτῆς ἐκτρώματι · οὕτω γὰρ καλοῦσιν. ἐλεήσας οὖν πατὴρ τὰ δάκρυα τῆς σοφίας καὶ προσδεξάμενος τῶν αἰώνων τὴν δέησιν, ἐπιπροβαλεῖν κελεύει · οὐ γὰρ αὐτός, φησί, προέβαλεν, ἀλλὰ νοῦς καὶ ἀλήθεια, Χριστὸν καὶ πνεῦμα ἅγιον εἰς μόρφωσιν καὶ διαίρεσιν τοῦ ἐκτρώματος καὶ παραμυθίαν καὶ διανάπαυσιν τῶν τῆς σοφίας στεναγμῶν. καὶ γίνονται τριάκοντα αἰῶνες μετὰ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος. τινὲς μὲν οὖν αὐτῶν ταύτην εἶναι θέλουσι τὴν τριακοντάδα τῶν αἰώνων, τινὲς δὲ συνυπάρχειν τῷ πατρὶ σιγὴν καὶ σὺν αὐτοῖς καταριθμεῖσθαι τοὺς αἰῶνας θέλουσιν. ἐπιπροβληθεὶς οὖν Χριστὸς καὶ τὸ ἅγιον πνεῦμα ὑπὸ τοῦ νοῦ καὶ τῆς ἀληθείας, εὐθέως τὸ ἔκτρωμα τὸ ἄμορφον τοῦτο τῆς σοφίας μονογενὲς καὶ δίχα συζύγου γεγεννημένον ἀποχωρίζει τῶν ὅλων αἰώνων, ἵνα μὴ βλέποντες αὐτὸ ταράσσωνται διὰ τὴν ἀμορφίαν οἱ τέλειοι αἰῶνες. ἵν’οὖν μη δ’ὅλως τοῖς αἰῶσι τοῖς τελείοις καταφανῇ τοῦ ἐκτρώματος ἀμορφία, πάλιν καὶ πατὴρ ἐπιπροβάλλει αἰῶνα ἕνα τὸν σταυρόν, ὃς γεγεννημένος μέγας, ὡς μεγάλου καὶ τελείου πατρός, εἰς φρουρὰν καὶ χαράκωμα τῶν αἰώνων προβεβλημένος, ὅρος γίνεται τοῦ πληρώματος, ἔχων ἐντὸς ἑαυτοῦ πάντας ὁμοῦ τοὺς τριάκοντα αἰῶνας · οὗτοι γάρ εἰσιν οἱ προβεβλημένοι. καλεῖται δὲ ὅρος μὲν οὗτος, ὅτι ἀφορίζει ἀπὸ τοῦ πληρώματος ἔξω τὸ ὑστέρημα, μετοχεὺς δέ, ὅτι μετέχει καὶ τοῦ ὑστερήματος, σταυρὸς δέ, ὅτι πέπηγεν ἀκλινῶς καὶ ἀμετανοήτως, ὡς μὴ δύνασθαι μηδὲν τοῦ ὑστερήματος καταγενέσθαι ἐγγὺς τῶν ἐντὸς πληρώματος αἰώνων. ἔξω οὖν τοῦ ὅρου, τοῦ σταυροῦ, τοῦ μετοχέως ἐστὶν καλουμένη κατ’αὐτοὺς ὀγδοάς, ἥτις ἐστὶν ἐκτὸς πληρώματος σοφία, ἣν Χριστὸς ἐπιπροβληθεὶς ὑπὸ τοῦ νοῦ καὶ τῆς ἀληθείας ἐμόρφωσε καὶ ἀπειργάσατο τέλειον αἰῶνα, οὐδενὶ τῶν ἐντὸς πληρώματος χείρονα δυνάμενον γενέσθαι. ἐπειδὴ δὲ μεμόρφωτο σοφία ἔξω, καὶ οὐχ οἷόντε ἦν ἴσον τὸν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα ἐκ τοῦ νοὸς προβεβλημένα καὶ τῆς ἀληθείας ἔξω τοῦ πληρώματος μένειν, ἀνέδραμεν ἀπὸ τῆς μεμορφωμένης Χριστὸς καὶ τὸ ἅγιον πνεῦμα πρὸς τὸν νοῦν καὶ τὴν ἀλήθειαν ἐντὸς τοῦ ὅρου μετὰ τῶν ἄλλων αἰώνων δοξάζων τὸν πατέρα.

6.32

ἐπεὶ οὖν μία τις ἦν εἰρήνη καὶ συμφωνία πάντων τῶν ἐντὸς πληρώματος αἰώνων, ἔδοξεν αὐτοῖς μὴ μόνον κατὰ συζυγίαν δεδοξακέναι αὐτόν, δοξάσαι δὲ καὶ διὰ προσφορᾶς καρπῶν πρεπόντων τῷ πατρί. πάντες οὖν ηὐδόκησαν οἱ τριάκοντα αἰῶνες ἕνα προβαλεῖν αἰῶνα, κοινὸν τοῦ πληρώματος καρπόν, ἵν’ τῆς ἑνότητος αὐτῶν καὶ τῆς ὁμοφροσύνης καὶ εἰρήνης. καὶ μόνος ὑπὸ πάντων αἰώνων προβεβλημένος τῷ πατρὶ οὗτος ἐστὶν καλούμενος παρ’αὐτοῖς κοινὸς τοῦ πληρώματος καρπός. ταῦτα μὲν οὖν ἐντὸς πληρώματος ἦν οὕτως. καὶ προβέβλητο κοινὸς τοῦ πληρώματος καρπός, Ἰησοῦς (τοῦτο γὰρ ὄνομα αὐτῷ), ἀρχιερεὺς μέγας. δὲ ἔξω τοῦ πληρώματος σοφία, ἐπιζητοῦσα τὸν Χριστὸν τὸν μεμορφωκότα καὶ τὸ ἅγιον πνεῦμα, ἐν φόβῳ μεγάλῳ κατέστη, ὅτι ἀπολεῖται κεχωρισμένου τοῦ μορφώσαντος αὐτὴν καὶ στηρίσαντος. καὶ ἐλυπήθη καὶ ἐν ἀπορίᾳ ἐγένετο πολλῇ, λογιζομένη, τίς ἦν μορφώσας, τί τὸ ἅγιον πνεῦμα, ποῦ ἀπῆλθε, τίς κωλύσας αὐτοὺς συμπαρεῖναι, τίς ἐφθόνησε τοῦ καλοῦ καὶ μακαρίου θεάματος ἐκείνου. ἐπὶ τούτοις καθεστῶσα τοῖς πάθεσι τρέπεται ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ ἀπολιπόντος αὐτήν. δεομένης οὖν αὐτῆς κατηλέησεν Χριστὸς ἐντὸς πληρώματος ὢν καὶ οἱ ἄλλοι πάντες αἰῶνες, καὶ ἐκπέμπουσιν ἔξω τοῦ πληρώματος τὸν κοινὸν τοῦ πληρώματος καρπόν, σύζυγον τῆς ἔξω σοφίας καὶ διορθωτὴν παθῶν, ὦν ἔπαθεν ἐπιζητοῦσα τὸν Χριστόν. γενόμενος οὖν ἔξω τοῦ πληρώματος καρπὸς καὶ εὑρὼν αὐτὴν ἐν πάθεσι τοῖς πρώτοις τέτρασι, καὶ φόβῳ καὶ λύπῃ καὶ ἀπορίᾳ καὶ δεήσει, διωρθώσατο τὰ πάθη αὐτῆς, διορθούμενος δὲ ἑώρα, ὅτι ἀπολέσθαι αὐτὰ αἰώνια ὄντα καὶ τῆς σοφίας ἴδια οὐ καλόν, οὔτε ἐν πάθεσιν εἶναι τὴν σοφίαν τοιούτοις, ἐν φόβῳ καὶ λύπῃ, ἱκετείᾳ, ἀπορίᾳ. ἐποίησεν οὖν, ὡς τηλικοῦτος αἰὼν καὶ παντὸς τοῦ πληρώματος ἔκγονος, ἐκστῆναι τὰ πάθη ἀπ’αὐτῆς, καὶ ἐποίησεν αὐτὰ ὑποστατικὰς οὐσίας, καὶ τὸν μὲν φόβον ψυχικὴν ἐποίησεν οὐσίαν, τὴν δὲ λύπην ὑλικήν, τὴν δὲ ἀπορίαν δαιμόνων, τὴν δὲ ἐπιστροφὴν καὶ δέησιν καὶ ἱκετείαν ἄνοδον καὶ μετάνοιαν καὶ δύναμιν ψυχικῆς οὐσίας, ἥτις καλεῖται δεξιά. δημιουργὸς ἀπὸ τοῦ φόβου · τουτέστιν λέγει, φησίν, γραφή · ἀρχὴ σοφίας φόβος κυρίου. αὕτη γὰρ ἀρχὴ τῶν τῆς σοφίας παθῶν · ἐφοβήθη γάρ, εἶτα ἐλυπήθη, εἶτα ἠπόρησε, καὶ οὕτως ἐπὶ δέησιν καὶ ἱκετείαν κατέφυγεν. ἔστι δὲ πυρώδης, φησίν, ψυχικὴ οὐσία, καλεῖται δὲ καὶ τόπος μεσότητος ὑπ’αὐτῶν καὶ ἑβδομὰς καὶ παλαιὸς τῶν ἡμερῶν · καὶ ὅσα τοιαῦτα λέγουσι περὶ τούτου, ταῦτα εἶναι τοῦ ψυχικοῦ, ὅν φασιν εἶναι τοῦ κόσμου δημιουργόν · ἔστι δὲ πυρώδης. λέγει, φησί, καὶ Μωϋσῆς · κύριος θεός σου πῦρ ἐστι φλέγον καὶ καταναλίσκον. καὶ γὰρ τοῦτο οὕτως γεγράφθαι θέλει. διπλῆ δέ τις ἐστί, φησίν, δύναμις τοῦ πυρός · ἔστι γὰρ πῦρ παμφάγον, κατασβεσθῆναι μὴ δυνάμενον […]. κατὰ τοῦτο τοίνυν τὸ μέρος θνητή τις ἐστὶν ψυχή, μεσότης τις οὖσα · ἔστι γὰρ ἑβδομὰς καὶ κατάπαυσις. ὑποκάτω γάρ ἐστι τῆς ὀγδοάδος, ὅπου ἐστὶν σοφία, ἡμέρα μεμορφωμένη, καὶ κοινὸς τοῦ πληρώματος καρπός, ὑπεράνω δὲ τῆς ὕλης, ἦς ἐστι δημιουργός. ἐὰν οὖν ἐξομοιωθῇ τοῖς ἄνω, τῇ ὀγδοάδι, ἀθάνατος ἐγένετο καὶ ἦλθεν εἰς τὴν ὀγδοάδα, ἥτις ἐστί, φησίν, Ἱερουσαλὴμ ἐπουράνιος, ἐὰν δὲ ἐξομοιωθῇ τῇ ὕλῃ, τουτέστι τοῖς πάθεσι τοῖς ὑλικοῖς, φθαρτὴ ἔσται καὶ ἀπώλετο.

6.33

ὥσπερ οὖν τῆς ψυχικῆς οὐσίας πρώτη καὶ μεγίστη δύναμις γέγονεν […] εἰκὼν διάβολος, ἄρχων τοῦ κόσμου τούτου · τῆς δὲ τῶν δαιμόνων οὐσίας, ἥτις ἐστὶν ἐκ τῆς ἀπορίας, Βεελζεβούλ, σοφία ἄνωθεν ἀπὸ τῆς ὀγδοάδος ἐνεργοῦσα ἕως τῆς ἑβδομάδος. οὐδὲν οἶδεν, λέγουσιν, δημιουργὸς ὅλως, ἀλλ’ἔστιν ἄνους καὶ μωρὸς κατ’αὐτούς, καὶ τί πράσσει ἐργάζεται, οὐκ οἶδεν. ἀγνοοῦντι δὲ αὐτῷ, , τι δὴ ποιεῖ, σοφία ἐνήργησε πάντα καὶ ἐνίσχυσε, καὶ ἐκείνης ἐνεργούσης αὐτὸς ᾤετο ἀφ’ἑαυτοῦ ποιεῖν τὴν κτίσιν τοῦ κόσμου · ὅθεν ἤρξατο λέγειν · ἐγὼ θεός, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν.

6.34

ἔστιν οὗν κατὰ Οὐαλεντῖνον τετρακτὺς πηγή τις ἀενάου φύσεως ῥιζώματ’ἔχουσα, καὶ σοφία, ἀφ’ἧς κτίσις ψυχικὴ καὶ ὑλικὴ συνέστηκε νῦν. καλεῖται δὲ μὲν σοφία πνεῦμα, δὲ δημιουργὸς ψυχή, διάβολος δὲ ἄρχων τοῦ κόσμου, Βεελζεβοὺλ δ’ τῶν δαιμόνων. ταῦτά ἐστιν λέγουσιν. ἔτι δὲ πρὸς τούτοις, ἀριθμητικὴν ποιούμενοι τὴν πᾶσαν αὐτῶν διδασκαλίαν, ὡς προεῖπον, τοὺς ἐντὸς πληρώματος αἰῶνας τριάκοντα πάλιν ἐπιπροβεβληκέναι αὐτοῖς · κατὰ ἀναλογίαν αἰῶνας ἄλλους, ἵν’ τὸ πλήρωμα ἐν ἀριθμῷ τελείῳ συνηθροισμένον. ὡς γὰρ οἱ Πυθαγορικοὶ διεῖλον εἰς δώδεκα καὶ τριάκοντα καὶ ἑξήκοντα καὶ λεπτὰ λεπτῶν εἰσὶν ἐκείνοις, δεδήλωται · οὕτως οὗτοι τὰ ἐντὸς πληρώματος ὑποδιαιροῦσιν. ὑποδιῄρηται δὲ καὶ τὰ ἐν τῇ ὀγδοάδι, καὶ προβεβλήκασιν σοφία, ἥτις ἐστὶ μήτηρ πάντων τῶν ζώντων κατ’αὐτούς, καὶ κοινὸς τοῦ πληρώματος καρπὸς ἑβδομήκοντα λόγους, οἵτινες εἰσὶν ἄγγελοι ἐπουράνιοι, πολιτευόμενοι ἐν Ἱερουσαλὴμ τῇ ἄνω, τῇ ἐν οὐρανοῖς · αὕτη γάρ ἐστιν Ἱερουσαλὴμ ἔξω σοφία, καὶ νυμφίος αὐτῆς κοινὸς τοῦ πληρώματος καρπός. προέβαλε καὶ δημιουργὸς ψυχάς · αὕτη γὰρ οὐσία ψυχῶν · οὗτός ἐστι κατ’αὐτοὺς Ἀβραὰμ καὶ ταῦτα τοῦ Ἀβραὰμ τὰ τέκνα. ἐκ τῆς ὑλικῆς οὐσίας οὖν καὶ διαβολικῆς ἐποίησεν δημιουργὸς ταῖς ψυχαῖς τὰ σώματα. τοῦτό ἐστι τὸ εἰρημένον · καὶ ἔπλασεν θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς λαβών, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς · καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. οὗτός ἐστι κατ’αὐτοὺς ἔσω ἄνθρωπος, ψυχικός, ἐν τῷ σώματι κατοικῶν τῷ ὑλικῷ, ἐστιν ὑλικός, φθαρτός, ἀτέλειος, ἐκ τῆς διαβολικῆς οὐσίας πεπλασμένος. ἔστι δὲ οὗτος ὑλικὸς ἄνθρωπος οἱονεὶ κατ’αὐτοὺς πανδοχεῖον κατοικητήριον ποτὲ μὲν ψυχῆς μόνης, ποτὲ δὲ ψυχῆς καὶ δαιμόνων, ποτὲ δὲ ψυχῆς καὶ λόγων, οἵτινές εἰσι λόγοι ἄνωθεν κατεσπαρμένοι ἀπὸ τοῦ κοινοῦ τοῦ πληρώματος καρποῦ καὶ τῆς σοφίας εἰς τοῦτον τὸν κόσμον, κατοικοῦντες ἐν σώματι χοϊκῷ μετὰ ψυχῆς, ὅταν δαίμονες μὴ συνοικῶσι τῇ ψυχῇ. τοῦτο ἐστί, φησί, τὸ γεγραμμένον ἐν τῇ γραφῇ · τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν καὶ πατέρα καὶ κύριον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα δῴη ὑμῖν θεὸς κατοικῆσαι τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, τουτέστι τὸν ψυχικόν, οὐ τὸν σωματικόν, ἵνα ἐξισχύσητε νοῆσαι, τί τὸ βάθος, ὅπερ ἐστὶν πατὴρ τῶν ὅλων, καὶ τί τὸ πλάτος, ὅπερ ἐστὶν σταυρός, ὅρος τοῦ πληρώματος, τί τὸ μῆκος, τουτέστι τὸ πλήρωμα τῶν αἰώνων. διὰ τοῦτο ψυχικὸς, φησίν, ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ · μωρία γὰρ αὐτῷ ἐστί · μωρία δέ, φησίν, ἐστὶν δύναμις τοῦ δημιουργοῦ, μωρὸς γὰρ ἦν καὶ ἄνους, καὶ ἐνόμιζεν αὐτὸς δημιουργεῖν τὸν κόσμον, ἀγνοῶν, ὅτι πάντα σοφία, μήτηρ, ὀγδοὰς ἐνεργεῖ αὐτῷ πρὸς τὴν κτίσιν τοῦ κόσμου οὐκ εἰδότι.

6.35

πάντες οὖν οἱ προφῆται καὶ νόμος ἐλάλησαν ἀπὸ τοῦ δημιουργοῦ, μωροῦ λέγει θεοῦ, μωροὶ οὐδὲν εἰδότες. διὰ τοῦτο, φησί, λέγει σωτήρ · πάντες οἱ πρὸ ἐμοῦ ἐληλυθότες κλέπται καὶ λῃσταὶ εἰσί, καὶ ἀπόστολος · τὸ μυστήριον ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη. οὐδεὶς γὰρ, φησί, τῶν προφητῶν εἴρηκε περὶ τούτων οὐδὲν, ὧν ἡμεῖς λέγομεν · ἠγνοεῖτο γάρ · πάντα […] ἅτε δὴ ἀπὸ μόνου τοῦ δημιουργοῦ λελαλημένα. ὅτε οὖν τέλος ἔλαβεν κτίσις, καὶ ἔδει λοιπὸν γενέσθαι τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ, τουτέστι τοῦ δημιουργοῦ, τὴν ἐγκεκαλυμμένην, ἥν, φησίν, ἐγκεκάλυπτο ψυχικὸς ἄνθρωπος, καὶ εἶχε κάλυμμα ἐπὶ τὴν καρδίαν · ὁπότε οὖν ἔδει ἀρθῆναι τὸ κάλυμμα καὶ ὀφθῆναι ταῦτα τὰ μυστήρια, γεγέννηται Ἰησοῦς διὰ Μαρίας τῆς παρθένου κατὰ τὸ εἰρημένον · πνεῦμα ἄγιον ἐπελεύσεται ἐπὶ σέ · πνεῦμα ἐστὶν σοφία · καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι · ὕψιστός ἐστιν δημιουργός · διὸ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται. γεγέννηται γὰρ οὐκ ἀπὸ ὑψίστου μόνου, ὥσπερ οἱ κατὰ τὸν Ἀδὰμ κτισθέντες ἀπὸ μόνου ἐκτίσθησαν τοῦ ὑψίστου, τουτέστι τῆς σοφίας καὶ τοῦ δημιουργοῦ · δὲ Ἰησοῦς καινὸς ἄνθρωπος ἀπὸ πνεύματος ἁγίου, τουτέστι τῆς σοφίας καὶ τοῦ δημιουργοῦ, ἵνα τὴν μὲν πλάσιν καὶ κατασκευὴν τοῦ σώματος αὐτοῦ δημιουργὸς καταρτίσῃ, τὴν δὲ οὐσίαν αὐτοῦ τὸ πνεῦμα παράσχῃ τὸ ἄγιον, καὶ γένηται λόγος ἐπουράνιος ἀπὸ τῆς ὀγδοάδος γεννηθεὶς διὰ Μαρίας. περὶ τούτου ζήτησις μεγάλη ἐστὶν αὐτοῖς καὶ σχισμάτων καὶ διαφορᾶς ἀφορμή. καὶ γέγονεν ἐντεῦθεν διδασκαλία αὐτῶν διῃρημένη, καὶ καλεῖται μὲν ἀνατολική τις διδασκαλία κατ’αὐτούς, δὲ Ἰταλιωτική. οἱ μὲν ἀπὸ τῆς Ἰταλίας, ὧν ἐστὶν Ἡρακλέων καὶ Πτολεμαῖος, ψυχικόν φασι τὸ σῶμα τοῦ Ἰησοῦ γεγονέναι, καὶ διὰ τοῦτο ἐπὶ τοῦ βαπτίσματος τὸ πνεῦμα ὡς περιστερὰ κατελήλυθε, τουτέστιν λόγος τῆς μητρὸς ἄνωθεν τῆς σοφίας, καὶ γέγονε τῷ ψυχικῷ, καὶ ἐγήγερκεν αὐτὸν ἐκ νεκρῶν. τοῦτο ἐστί, φησί, τὸ εἰρημένον · ἐγείρας Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, ἤτοι ψυχικά. χοῦς γὰρ ὑπὸ κατάραν ἐλήλυθε. γῆ γὰρ, φησίν, εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. οἱ δ’αὖ ἀπὸ τῆς ἀνατολῆς λέγουσιν, ὧν ἐστὶν Ἀξιόνικος καὶ Βαρδησιάνης, ὅτι πνευματικὸν ἦν τὸ σῶμα τοῦ σωτῆρος · πνεῦμα γὰρ ἅγιον ἦλθεν ἐπὶ τὴν Μαρίαν, τουτέστιν σοφία, καὶ δύναμις τοῦ ὑψίστου, δημιουργικὴ τέχνη, ἵνα διαπλασθῇ τὸ ὑπὸ τοῦ πνεύματος τῇ Μαρίᾳ δοθέν.

6.36

ταῦτα οὖν ἐκεῖνοι ζητείτωσαν κατ’αὐτοὺς καὶ εἴ τινι ἄλλῳ γένηται φίλον ζητεῖν. ἀλλ’ἐπιλέγει · ὡς διώρθωτο μὲν τὰ κατὰ τοὺς αἰῶνας ἔσω σφάλματα, διώρθωτο δὲ καὶ κατὰ τὴν ὀγδοάδα, τὴν ἔξω σοφίαν, διώρθωτο δὲ καὶ κατὰ τὴν ἑβδομάδα · (ἐδιδάχθη γὰρ ὑπὸ τῆς σοφίας δημιουργός, ὅτι οὐκ ἔστιν αὐτὸς θεὸς μόνος, ὡς ἐνόμιζε, καὶ πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστιν, ἀλλ’ἔγνω διδαχθεὶς ὑπὸ τῆς σοφίας τὸν κρείττονα · κατηχήθη γὰρ ὑπ’αὐτῆς καὶ ἐμυήθη καὶ ἐδιδάχθη τὸ μέγα τοῦ πατρὸς καὶ τῶν αἰώνων μυστήριον, καὶ ἐξεῖπεν αὐτὸ οὐδενί, τουτέστιν, ὥς φησιν, λέγει πρὸς Μωϋσῆν · ἐγὼ θεὸς Ἁβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, καὶ τὸ ὄνομα θεοῦ οὐκ ἀπήγγειλα αὐτοῖς, τουτέστι τὸ μυστήριον οὐκ εἶπα, οὐ δὲ ἐξηγησάμην, τίς ἐστὶν θεός, ἀλλ’ἐφύλαξα παρ’ἐμαυτῷ ἐν ἀποκρύφῳ τὸ μυστήριον, ἤκουσα παρὰ τῆς σοφίας) · ἔδει οὖν διωρθωμένων τῶν ἄνω κατὰ τὴν αὐτὴν ἀκολουθίαν καὶ τὰ ἐνθάδε τυχεῖν διορθώσεως. τούτου χάριν ἐγεννήθη Ἰησοῦς σωτὴρ διὰ τῆς Μαρίας, ἵνα διορθώσηται τὰ ἐνθάδε, ὥσπερ Χριστός, ἄνωθεν ἐπιπροβληθεὶς ὑπὸ τοῦ νοὸς καὶ τῆς ἀληθείας, διωρθώσατο τὰ πάθη τῆς ἔξω σοφίας, τουτέστι τοῦ ἐκτρώματος · καὶ πάλιν διὰ Μαρίας γεγεννημένος σωτὴρ ἦλθε διορθώσασθαι τὰ πάθη τῆς ψυχῆς. εἰσὶν οὖν κατ’αὐτοὺς τρεῖς Χριστοί, ἐπιπροβληθεὶς ὑπὸ τοῦ νοὸς καὶ τῆς ἀληθείας μετὰ τοῦ ἁγίου πνεύματος, καὶ κοινὸς τοῦ πληρώματος καρπός, ἰσόζυγος τῆς ἔξω σοφίας, ἥτις καλεῖται καὶ αὐτὴ πνεῦμα ἅγιον ὑποδεέστερον τοῦ πρώτου, καὶ τρίτος διὰ Μαρίας γεννηθεὶς εἰς ἐπανόρθωσιν τῆς κτίσεως τῆς καθ’ἡμᾶς.

6.37

διὰ πλειόνων νομίζω αὐτάρκως τὴν Οὐαλεντίνου αἵρεσιν Πυθαγόρειον οὖσαν ὑποτετυπῶσθαι. δοκεῖ δὲ καὶ δι’ἐλέγχων τὰ δοκοῦντα αὐτοῖς ἐκθέμενον παύσασθαι. Πλάτων τοίνυν περὶ τοῦ παντὸς ἐκτιθέμενος μυστήρια γράφει πρὸς Διονύσιον τοιοῦτον τινὰ τρόπον λέγων · φραστέον δή σοι δι’αἰνιγμάτων, ἵν’ἄν τι δέλτος πόντου γῆς ἐν πτυχαῖς πάθῃ, ἀναγνοὺς μὴ γνῷ · ὧδε γὰρ ἔχει · περὶ τὸν πάντων βασιλέα πάντα ἐστί, κἀκείνου ἕνεκα πάντα, κἀκεῖνος αἴτιος πάντων τῶν καλῶν. δεύτερον περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα. τοῦ δὲ βασιλέως πέρι καὶ ὧν εἶπον οὐδέν ἐστι τοιοῦτον. τὸ δὲ μετὰ τοῦτο, ψυχὴ ἐπιζητεῖ μαθεῖν ὁποῖα ἄττα ἐστί, βλέπουσα εἰς τὰ ἑαυτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει. τουτέστιν, παῖ Διονυσίου καὶ Δωρίδος, τὸ ἐρώτημα, πάντων αἴτιόν ἐστι κακῶν · μᾶλλον δὲ περὶ τούτου φροντὶς ἐν τῇ ψυχῇ ἐγγινομένη, ἣν ἐὰν μή τις ἐξαιρεθῇ, τῆς ἀληθείας ὄντως οὐ μή ποτε τύχῃ. δὲ θαυμαστὸν αὐτοῦ γέγονεν, ἄκουσον. εἰσὶ γὰρ ἄνδρες ταῦτα ἀκηκοότες μαθεῖν μὲν δυνατοί, δυνατοὶ δὲ μνημονεῦσαι καὶ βασανίσαντες πάντη πάντως κρῖναι γέροντες ἤδη, οἵ φασι τὰ μὲν τότε πιστὰ εἶναι δόξαντα, νῦν ἄπιστα, τὰ δὲ τότε ἄπιστα, νῦν τοὐναντίον. πρὸς ταῦτα οὖν σκοπῶν εὐλαβοῦ, μή ποτε σοὶ μεταμελήσῃ τῶνδε ἀναξίως ἐκπεσόντων. διὰ τοῦτο ἐγὼ περὶ τούτων γέγραφα οὐδέν, οὐ δὲ ἔστι Πλάτωνος σύγγραμμα οὐδέν, οὐ δὲ ἔσται πώποτε. τὰ δὲ νῦν λεγόμενα Σωκράτους ἐστὶ καλοῦ καὶ νέου γεγονότος. τούτοις περιτυχὼν Οὐαλεντῖνος ὑπεστήσατο τὸν πάντων βασιλέα, ὃν ἔφη Πλάτων, οὗτος πατέρα καὶ βυθὸν καὶ πᾶσι γῆν τῶν ὅλων αἰώνων. δεύτερον περὶ τὰ δεύτερα τοῦ Πλάτωνος εἰρηκότος, τὰ δεύτερα Οὐαλεντῖνος τοῦ ἐντὸς ὅρου τὸν ὅρον ὑπέθετο πάντας αἰῶνας, καὶ τρίτον περὶ τὰ τρίτα τὴν ἔξω τοῦ ὅρου καὶ τοῦ πληρώματος διαταγὴν συνέθηκε πᾶσαν. καὶ δεδήλωκεν αὐτὴν δι’ἐλαχίστων Οὐαλεντῖνος ἐν ψαλμῷ κάτωθεν ἀρξάμενος, οὐχ ὥσπερ Πλάτων ἄνωθεν, λέγων οὕτως · αἰθέρος πάντα κρεμάμενα πνεύματι βλέπω, πάντα δ’ὀχούμενα πνεύματι νοῶ · σάρκα μὲν ἐκ ψυχῆς κρεμαμένην, ψυχὴν δὲ ἀέρος ἐξοχουμένην, ἀέρα δὲ ἐξ αἰθέρος κρεμάμενον, ἐκ δὲ βυθοῦ καρποὺς φερομένους, ἐκ μήτρας δὲ βρέφος φερόμενον · οὕτως ταῦτα νοῶν · σὰρξ ἐστὶν ὕλη κατ’αὐτούς, ἥτις κρέμαται ἐκ τῆς ψυχῆς τοῦ δημιουργοῦ. ψυχὴ δὲ ἀέρος ἐξοχεῖται, τουτέστιν δημιουργὸς τοῦ πνεύματος ἔξω πληρώματος. ἀὴρ δὲ αἰθέρος ἐξοχεῖται, τουτέστιν ἔξω σοφία τῆς ἐντὸς ὅρου καὶ παντὸς πληρώματος. ἐκ δὲ βυθοῦ καρποὶ φέρονται, ἐκ τοῦ πατρὸς πᾶσα προβολὴ τῶν αἰώνων γενομένη. τὰ μὲν οὖν τῷ Οὐαλεντίνῳ δοκοῦντα ἱκανῶς λέλεκται […] σχολῆς προκόψασιν ἐξειπεῖν, ἄλλου ἄλλως δογματίσαντος τὰ δόξαντα αὐτοῖς.

6.38

Σεκοῦνδος μέν τις κατὰ τὸ αὐτὸ ἅμα τῷ Πτολεμαίῳ γενόμενος οὕτως λέγει · τετράδα εἶναι δεξιὰν καὶ τετράδα ἀριστεράν, καὶ φῶς καὶ σκότος · καὶ τὴν ἀποστᾶσαν δὲ καὶ ὑστερήσασαν δύναμιν οὐκ ἀπὸ τῶν τριάκοντα αἰώνων λέγει γεγενῆσθαι, ἀλλὰ ἀπὸ τῶν καρπῶν αὐτῶν. ἄλλος δέ τις Ἐπιφάνης, διδάσκαλος αὐτῶν οὕτως λέγει · ἦν πρώτη ἀρχὴ ἀνεννόητος, ἄρρητόςτε καὶ ἀνονόμαστος, ἣν μονότητα καλεῖ · ταύτῃ δὲ συνυπάρχειν δύναμιν, ἣν ὀνομάζει ἑνότητα. αὕτη ἑνότης τε μονότης προήκαντο μὴ προέμεναι ἀρχὴν ἐπὶ πάντων νοητὴν ἀγέννητόντε καὶ ἀόρατον, ἣν μονάδα καλεῖ. ταύτῃ τῇ δυνάμει συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν ὀνομάζω τὸ ἕν. αὗται αἱ τέσσαρες δυνάμεις προήκαντο τὰς λοιπὰς τῶν αἰώνων προβολάς. ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον ὀγδοάδα τούτοις τοῖς ὀνόμασιν ἐκάλεσαν · πρῶτον προαρχήν, ἔπειτα ἀνεννόητον, τὴν δὲ τρίτην ἄρρητον, καὶ τὴν τετάρτην ἀόρατον. καὶ ἐκ μὲν τῆς πρώτης προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ τόπῳ ἀρχήν, ἐκ δὲ τῆς ἀνεννοήτου δευτέρῳ καὶ ἕκτῳ τόπῳ ἀκατάληπτον, ἐκ δὲ τῆς ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ ἀκατάληπτον, ἐκ δὲ τῆς ἀοράτου ἀγέννητον, πλήρωμα τῆς πρώτης ὀγδοάδος. ταύτας βούλονται τὰς δυνάμεις προϋπάρχειν τοῦ βυθοῦ καὶ τῆς σιγῆς. πολλαὶ δὲ περὶ αὐτοῦ τοῦ βυθοῦ καὶ διάφοροι γνῶμαι. οἱ μὲν αὐτὸν ἄζυγον λέγουσι, μήτε ἄρρενα μήτε θῆλυν, ἄλλοι δὲ τὴν σιγὴν θήλειαν αὐτῷ συμπαρεῖναι καὶ εἶναι ταύτην πρώτην συζυγίαν. οἱ δὲ περὶ τὸν Πτολεμαῖον δύο συζύγους αὐτὸν ἔχειν λέγουσιν, ἃς καὶ διαθέσεις καλοῦσιν, ἔννοιαν καὶ θέλησιν · πρῶτον γὰρ ἐνενοήθη τι προβαλεῖν, ὥς φασιν, ἔπειτα ἠθέλησε. διὸ καὶ τῶν δύο τούτων διαθέσεων καὶ δυνάμεων, τῆςτε ἐννοίας καὶ τῆς θελήσεως, ὥσπερ συγκραθεισῶν εἰς ἀλλήλας προβολὴ τοῦτε μονογενοῦς καὶ τῆς ἀληθείας κατὰ συζυγίαν ἐγένετο, οὕς τινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ πατρὸς διελθεῖν ἐκ τῶν ἀοράτων ὁρατάς, τοῦ μὲν θελήματος τὸν νοῦν, τῆς δὲ ἐννοίας τὴν ἀλήθειαν · καὶ διὰ τοῦτο τοῦ ἐπιγεννητοῦ θελήματος ἄρρην εἰκών, τῆς δὲ ἀγεννήτου ἐννοίας θῆλυς, ἐπεὶ τὸ θέλημα ὥσπερ δύναμις ἐγένετο τῆς ἐννοίας. ἐνενοεῖτο μὲν γὰρ ἀεὶ ἔννοια τὴν προβολήν, οὐ μέντοι γε προβάλλειν αὐτὴ κατ’αὐτὴν ἠδύνατο, ἀλλὰ ἐνενοεῖτο, ὅτε δὲ τοῦ θελήματος δύναμις ἐπεγένετο, τότε ἐνενοεῖτο προβάλλει.

6.39

ἄλλος δέ τις διδάσκαλος αὐτῶν Μάρκος, μαγικῆς ἔμπειρος μὲν διὰ κυβείας ἐνεργῶν, δὲ καὶ διὰ δαιμόνων ἠπάτα πολλούς. οὗτος ἔλεγεν ἐν αὐτῷ τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων εἶναι δύναμιν. καὶ δὴ πολλάκις λαμβάνων ποτήριον ὡς εὐχαριστῶν, καὶ ἐπὶ πλεῖον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως πορφύρεον τὸ κέρασμα ἐποίει φαίνεσθαι καί ποτε ἐρυθρόν, ὡς δοκεῖν τοὺς ἀπατωμένους χάριν τινὰ κατιέναι καὶ αἱματώδη δύναμιν παρέχειν τῷ πόματι. δὲ πανοῦργος τότε μὲν πολλοὺς ἔλαθε, νυνὶ δὲ ἐλεγχόμενος παύσεται · φάρμακον γάρ τι τοιαύτην δυνάμενον χρόαν παρασχεῖν λαθραίως ἐνιῶν τῷ κεράσματι ἐπιπολὺ φλυαρῶν ἀνέμενεν, ὅπως τῆς ὑγρότητος μεταλαβὸν λυθῇ καὶ ἀναμιγὲν ἐπιχρωτίσῃ τὸ πόμα. τὰ δὲ δυνάμενα τοῦτο παρασχεῖν φάρμακα ἐν τῇ κατὰ μάγων βίβλῳ προείπομεν ἐκθέμενοι, ὡς πολλοὺς πλανῶντες ἀφανίζουσιν, οἷς εἰ φίλον περιεργότερον τῷ εἰρημένῳ προσεπισχεῖν, εἴσονται τὴν Μάρκου πλάνην.

6.40

ὃς καὶ ποτήριον μικρότερον κιρνῶν ἐδίδου γυναικὶ εὐχαριστεῖν, αὐτὸς παρεστὼς καὶ ἕτερον κρατῶν ἐκείνου μεῖζον κενόν, καὶ εὐχαριστησάσης τῆς ἀπατωμένης δεξάμενος ἐπέχει εἰς τὸν μείζω, καὶ πολλάκις ἀντεπιχέων ἕτερον εἰς ἕτερον ἐπέλεγεν οὕτως · πρὸ τῶν ὅλων, ἀνεννόητος καὶ ἄρρητος χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν. καὶ τοιαῦτα τινὰ ἐπειπὼν καὶ ἐκστήσας τήντε ἀπατωμένην καὶ τοὺς παρόντας ὡς θαυματοποιὸς ἐνομίζετο, τοῦ μείζονος ποτηρίου πληρουμένου ἐκ τοῦ μικροτέρου ὡς καὶ ὑπερχεῖσθαι πλεονάζον. καὶ τούτου δὲ τὴν τέχνην ὁμοίως ἐν τῇ προειρημένῃ βίβλῳ ἐξεθέμεθα δείξαντες πλεῖστα φάρμακα δυνάμενα αὔξησιν παρασχεῖν ἐπιμιγέντα οὕτως ὑγραῖς οὐσίαις, μάλιστα οἴνῳ κεκερασμένῳ, ὧν ἕν τι φάρμακον ἐν τῷ κενῷ ποτηρίῳ κρύβδην ἔνδοθεν παραχρίσας ὡς μηδὲν ἔχον δείξας, ἐπιχέων ἐκ τοῦ πλήρους καὶ ἐπαναχέων, ἀναλυομένου τοῦ φαρμάκου ὑπὸ τῆς τοῦ ὑγροῦ μίξεως, ὄντος φυσώδους, πλεονασμὸς τοῦ κεράσματος ἐγίνετο καὶ ἐπὶ τοσοῦτον ηὔξανεν, ἐς ὅσον ἐπαναχυνόμενον ἐκινεῖτο, τοιαύτης οὔσης τῆς τοῦ φαρμάκου φύσεως · εἰ ἀπόθοιτό τις πληρωθέν, μετ’οὐ πολὺ εἰς τὸ κατὰ φύσιν μέτρον πάλιν τραπήσεται, τῆς τοῦ φαρμάκου δυνάμεως σβεσθείσης τῇ τοῦ ὑγροῦ παραμονῇ. διὸ μετὰ σπουδῆς τοῖς παροῦσι προσεδίδου πίνειν, οἱ δὲ ὡς θεῖόν τι καὶ θεῷ μεμελετημένον φρίσσοντες ἅμα καὶ σπεύδοντες ἔπινον.

6.41

τοιαῦτα δὲ καὶ ἕτερα ἐπεχείρει πλάνος ποιεῖν · διὸ ὑπὸ τῶν ἀπατωμένων ἐδοξάζετο, καὶ ποτὲ αὐτὸς ἐνομίζετο προφητεύειν, ποτὲ δὲ καὶ ἑτέρους ἐποίει, ὅτε μὲν καὶ διὰ δαιμόνων ταῦτα ἐνεργῶν, ὅτε δὲ καὶ κυβεύων, ὡς προείπομεν. πολλοὺς τοίνυν ἐξαφανίσας, καὶ πολλοὺς τοιούτους μαθητὰς αὐτοῦ γενομένους προεβίβασεν εὐκόλους μὲν εἶναι διδάξας πρὸς τὸ ἁμαρτάνειν, ἀκινδύνους δὲ διὰ τὸ εἶναι τῆς τελείας δυνάμεως καὶ μετέχειν τῆς ἀνεννοήτου ἐξουσίας · οἷς καὶ μετὰ τὸ βάπτισμα ἕτερον ἐπαγγέλλονται, καλοῦσιν ἀπολύτρωσιν, καὶ ἐν τούτῳ ἀναστρέφοντες κακῶς τοὺς αὐτοῖς παραμένοντας ἐπ’ἐλπίδι τῆς ἀπολυτρώσεως, ὡς δυναμένους μετὰ τὸ ἅπαξ βαπτισθέντας πάλιν τυχεῖν ἀφέσεως, διὰ τοῦ τοιούτου πανουργήματος συνέχειν δοκοῦσι τοὺς ἀκροατάς, οὓς ἐπὰν νομίσωσι δεδοκιμάσθαι καὶ δύνασθαι φυλάσσειν αὐτοῖς τὰ πιστά, τότε ἐπὶ τοῦτο ἄγουσι μη δὲ τούτῳ μόνῳ ἀρκούμενοι, ἀλλὰ καὶ ἕτερόν τι ἐπαγγελλόμενοι πρὸς τὸ συγκρατεῖν αὐτοὺς τῇ ἐλπίδι, ὅπως ἀχώριστοι ὦσι. λέγουσι γάρ τι φωνῇ ἀρρήτῳ, ἐπιτιθέντες χεῖρα τῷ τὴν ἀπολύτρωσιν λαβόντι, φάσκουσιν ἐξειπεῖν εὐκόλως μὴ δύνασθαι, εἰ μή τις εἴη ὑπερδόκιμος, ὅτε τελευτᾷ πρὸς τὸ οὖς ἐλθὼν λέγει ἐπίσκοπος. καὶ τοῦτο δὲ πανούργημα πρὸς τὸ ἀεὶ παραμένειν τοὺς μαθητὰς τῷ ἐπισκόπῳ, γλιχομένους μαθεῖν τὸ τί ποτε εἴη τοῦτο ἐπ’ἐσχάτων λεγόμενον, δι’οὗ τῶν τελείων ἔσται μανθάνων · τούτου χάριν ἐσιώπησα, μή ποτέ τις κακοηθίζεσθαί με αὐτοὺς νομίσῃ, καὶ γὰρ οὐ τοῦτο ἡμῖν πρόκειται, ἀλλ’ τὸ δεῖξαι, ὅθεν τὰς ἀφορμὰς λαβόντες αὐτοῖς τὰ δόξαντα ἐνεστήσαντο.

6.42

καὶ γὰρ καὶ μακάριος πρεσβύτερος Εἰρηναῖος παρρησιαίτερον τῷ ἐλέγχῳ προσενεχθεὶς τὰ τοιαῦτα λούσματα καὶ ἀπολυτρώσεις ἐξέθετο, ἁδρομερέστερον εἰπὼν πράσσουσιν, οἷς ἐντυχόντες τινὲς αὐτῶν ἤρνηνται οὕτως παρειληφέναι, ἀεὶ ἀρνεῖσθαι μανθάνοντες. διὸ φροντὶς ἡμῖν γεγένηται ἀκριβέστερον ἐπιζητῆσαι καὶ ἀνευρεῖν λεπτομερῶς, καὶ ἐν τῷ πρώτῳ λουτρῷ παραδιδόασι, τὸ τοιοῦτο καλοῦντες, καὶ ἐν τῷ δευτέρῳ, ἀπολύτρωσιν καλοῦσιν. ἀλλ’οὐ δὲ τὸ ἄρρητον αὐτῶν ἔλαθεν ἡμᾶς. ταῦτα δὲ συγκεχωρήσθω Οὐαλεντίνῳ καὶ τῇ αὐτοῦ σχολῇ. δὲ Μάρκος μιμούμενος τὸν διδάσκαλον καὶ αὐτὸς ἀναπλάσσει ὅραμα, νομίζων οὕτως δοξασθήσεσθαι. καὶ γὰρ Οὐαλεντῖνος φάσκει ἑαυτὸν ἑωρακέναι παῖδα νήπιον ἀρτιγέννητον, οὗ πυθόμενος ἐπιζητεῖ τίς ἂν εἴη, δὲ ἀπεκρίνατο λέγων, ἑαυτὸν εἶναι τὸν λόγον · ἔπειτα προσθεὶς τραγικόν τινα μῦθον ἐκ τούτου συνιστᾶν βούλεται τὴν ἐπικεχειρημένην αὐτῷ αἵρεσιν. τούτῳ τὰ ὅμοια τολμῶν Μάρκος λέγει ἐληλυθέναι πρὸς αὐτὸν σχήματι γυναικείῳ τὴν τετράδα, ἐπειδή, φησί, τὸ ἄρρεν αὐτῆς κόσμος φέρειν οὐκ ἠδύνατο, καὶ μηνῦσαι αὐτὴν ἥτις ἦν, καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτε οὔτε θεῶν οὔτε ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μόνῳ διηγήσασθαι οὕτως εἰποῦσαν · ὅτε τὸ πρῶτον πατὴρ αὐτοῦ ἀνεννόητος καὶ ἀνούσιος, μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ, ὃς παραστὰς ἐπέδειξεν αὐτῷ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς. δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη · ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχή, καὶ ἦν συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων, ἔπειτα συνῆψε τὴν δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων, ἑξῆς ἐλάλησε τὴν τρίτην, ἥτις ἦν στοιχείων δέκα, καὶ τὴν τετάρτην ἐλάλησε, καὶ ἦν καὶ αὐτὴ στοιχείων δώδεκα. ἐγένετο οὗν τοῦ ὀνόματος ὅλου ἐκφώνησις στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων · ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χαρακτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν, καὶ μηθὲν αὐτῶν εἶναι, τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸς στοιχεῖόν ἐστιν, οὐ δὲ μὴν τὴν τοῦ πλησίον αὐτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειν, ἀλλ’ αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν αὐτόν · ἕκαστον γὰρ αὐτῶν μέρος ὄντα τοῦ ὅλου τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν καὶ μὴ παύσασθαι ἠχοῦντα, μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωττήσαντα καταντῆσαι. τότε δὲ καὶ τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ, τῆςτε ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι. τοὺς δὲ φθόγγους ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον αἰῶνα, καὶ εἶναι τούτους μορφάς, ἃς κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ πατρός.

6.43

τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ κοινὰ καὶ ῥητὰ αἰῶνας καὶ λόγους καὶ ῥίζας καὶ σπέρματα καὶ πληρώματα καὶ καρποὺς ὠνόμασε · τὰ δὲ καθ’ἕνα αὐτῶν καὶ ἑκάστου ἴδια ἐν τῷ ὀνόματι τῆς ἐκκλησίας ἐμπεριεχόμενα νοεῖσθαι. ὧν στοιχείων τοῦ ἐσχάτου στοιχείου τὸ ὕστερον γράμμα φωνὴν προήκατο τὴν ἑαυτοῦ, οὗ ἦχος ἐξελθὼν κατ’εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν, ἐξ ὧν τάτε ἐνταῦθα διακεκοσμῆσθαί φησι, καὶ τὰ πρὸ τούτων γεγενῆσθαι. τὸ μέντοι γράμμα αὐτό, οὗ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ κάτω, ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ ἀνειλῆφθαι ἄνω λέγει εἰς ἀναπλήρωσιν τοῦ ὅλου, μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον, ὥσπερ ἔξω ῥιφέντα. τὸ δὲ στοιχεῖον αὐτό, ἀφ’οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἑαυτοῦ κατῆλθε κάτω, γραμμάτων φησὶν εἶναι τριάκοντα, καὶ ἓν ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δι’ὧν τὸ ὄνομα τοῦ γράμματος ὀνομάζεται, καὶ μὴν πάλιν τὰ ἕτερα δι’ἄλλων ὀνομάζεσθαι γραμμάτων, καὶ τὰ ἄλλα δι’ἄλλων, ὥστε εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος, ἰδίᾳ τῶν γραμμάτων γραφέντων. οὕτως δ’ἂν σαφέστερον μάθοι τις τὸ λεγόμενον · τὸ δέλτα στοιχεῖον γράμματα ἔχει ἐν ἑαυτῷ πέντε, τὸ δέλτα, καὶ τὸ εἶ, καὶ τὸ λάμβδα, καὶ τὸ ταῦ, καὶ τὸ ἄλφα, καὶ αὐτὰ ταῦτα τὰ γράμματα δι’ἄλλων γράφεται γραμμάτων, καὶ τὰ ἄλλα δι’ἄλλων. εἰ οὖν πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μείζον’εἶναι τὸν πόντον τῶν γραμμάτων; καὶ εἰ τὸ ἓν γράμμα ἄπειρον οὕτως, ὁρᾶτε ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὧν τὸν προπάτορα Μάρκου φιλοπονία, μᾶλλον δὲ ματαιοπονία βούλεται συνιστᾶν. διὸ καὶ τὸν πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὐτοῦ δεδωκέναι τοῖς στοιχείοις, καὶ αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν.

6.44

ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν τετρακτὺν εἶπαι. θέλω δή σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν ἀλήθειαν · κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵνα ἴδῃς αὐτὴν γυμνὴν καὶ καταμάθῃς αὐτῆς τὸ κάλλος, ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης καὶ θαυμάσῃς τὸ φρόνημα αὐτῆς. ὅρα οὖν κεφαλήν, φησίν, ἄνω τὸ πρῶτον ἄλφα ω̅, τράχηλον τὸ δὲ β̅ ψ̅, ὤμους ἅμα χερσὶ γ̅ χ̅, στήθη δέλτα φ̅, διάφραγμα ε̅ υ̅, κοιλίαν ζ̅ τ̅, αἰδοῖα η̅ σ̅, μηροὺς θ̅ ρ̅, γόνατα ι̅ π̅, κνήμας κ̅ ο̅, σφυρὰ λ̅ ξ̅, πόδας μ̅ ν̅. τουτέστι τὸ σῶμα τῆς κατὰ τὸν Μάρκον ἀληθείας, τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος χαρακτὴρ τοῦ γράμματος. καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο ἄνθρωπον · εἶναίτε πηγήν φησι παντὸς λόγου, καὶ ἀρχὴν πάσης φωνῆς, καὶ παντὸς ἀρρήτου ῥῆσιν, καὶ τῆς σιωπωμένης σιγῆς στόμα. καὶ τοῦτο τὸ σῶμα αὐτῆς. σὺ δὲ μετάρσιον ἐγείρας τῆς διανοίας νόημα, τὸν αὐτογεννήτορα καὶ πατροπάτορα λόγον ἀπὸ στομάτων ἀληθείας ἄκουε.

6.45

ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον, τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα εἶναι τοῦτο, γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν, καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι. προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖον αὐτὴν μέλλειν τι λέγειν, πάλιν τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον φησίν · οὕτως εὐήθη ἡγήσω τὸν λόγον τοῦτον, ὃν ἀπὸ στομάτων τῆς ἀληθείας ἤκουσας · οὐ τοῦτο, ὅπερ οἶδας καὶ δοκεῖς ἔχειν πάλαι, τουτέστιν ὄνομα · φωνὴν γὰρ ἔχεις μόνον αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα, ἓξ ἔχον γράμματα, ὑπὸ πάντων τῶν τῆς κλήσεως ἐπικαλούμενον. τὸ δὲ παρὰ τοῖς πέντε αἰῶσι τοῦ πληρώματος πολυμερὲς τυγχάνον ἄλλης ἐστὶ μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ’ἐκείνων τῶν συγγενῶν, ὧν τὰ μεγέθη παρ’αὐτῷ ἐστὶ διὰ παντός.

6.46

ταῦτα τὰ παρ’ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας γίνωσκε ὑπάρχειν τῶν τριῶν δυνάμεων εἰκονικὰς τῶν ἐμπεριεχουσῶν τὸν ὅλον καὶ τῶν ἄνω στοιχείων ἀριθμόν. τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ πατρὸς καὶ τῆς ἀληθείας διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν ἀρρήτους καὶ ἀνεκλαλήτους · τὰ δὲ ἡμίφωνα, ὀκτὼ ὄντα, τοῦ λόγου καὶ τῆς ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶντε ἀφώνων καὶ τῶν φωνηέντων, καὶ ἀναδεδέχθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρροιαν, τῶν δὲ ὑπ’αὐτὰ τὴν ἀναφοράν · τὰ δὲ φωνήεντα, καὶ αὐτὰ ἑπτὰ ὄντα, τοῦ ἀνθρώπου καὶ τῆς ἐκκλησίας, ἐπεὶ διὰ τοῦ ἀνθρώπου φωνὴ προελθοῦσα ἐμόρφωσε τὰ ὅλα · γὰρ ἦχος τῆς φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν. ἔστιν οὖν μὲν λόγος ἔχων καὶ ζωὴ τὰ ὀκτώ, δὲ ἄνθρωπος καὶ ἐκκλησία τὰ ἑπτά, δὲ πατὴρ καὶ ἀλήθεια τὰ ἐννέα. ἐπὶ δὲ τοῦ ὑστερήσαντος λόγου ἀφεδρασθεὶς ἐν τῷ πατρὶ κατῆλθεν, ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ’οὗ ἐχωρίσθη, ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα τῶν πληρωμάτων ἑνότης ἐν τῷ ἀγαθῷ οὖσα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν. καὶ οὕτως τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν, καὶ ἐγένοντο οἱ τρεῖς τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες · οἵτινες τρεῖς ἐφ’ἑαυτοὺς ἐλθόντες τὸν τῶν εἰκοσιτεσσάρων ἀνέδειξαν ἀριθμόν. τὰ μέντοι τρία στοιχεῖα ( φησιν αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἐστιν ἕξ, ἀφ’ὧν ἀπερρύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα), τετραπλασιασθέντα τῷ τῆς ἀρρήτου τετράδος λόγῳ τὸν αὐτὸν αὐτοῖς ἀριθμὸν ποιεῖ, ἅπερ φησὶ τοῦ ἀνονομάστου ὑπάρχειν. φορεῖσθαι δὲ αὐτὰ ὑπὸ τῶν ἓξ δυνάμεων εἰς ὁμοιότητα τοῦ ἀοράτου, ὧν στοιχείων εἰκόνας εἰκόνων ἓξ διπλᾶ γράμματα ὑπάρχειν, συναριθμούμενα τοῖς εἰκοσιτέσσαρσι στοιχείοις δυνάμει τῇ κατὰ ἀναλογίαν τὸν τῶν τριάκοντα ποιεῖται ἀριθμόν.

6.47

τούτου τοῦ λόγου καὶ τῆς οἰκονομίας ταύτης καρπόν φησιν ἐν ὁμοιώματι εἰκόνος πεφηνέναι ἐκεῖνον τὸν μετὰ τὰς ἓξ ἡμέρας τέταρτον ἀναβάντα εἰς τὸ ὄρος, καὶ γενόμενον ἕκτον, τὸν καταβάντα καὶ κρατηθέντα ἐν τῇ ἑβδομάδι, ἐπίσημον ὀγδοάδα ὑπάρχοντα καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἀριθμὸν ἅπαντα τῶν στοιχείων, ὃν ἐφανέρωσεν, ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα, τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν ω̅ καὶ ἄλφα, δι’ἀριθμοῦ δηλουμένου ὀκτακοσίων ἑνός, καὶ διὰ τοῦτο Μωσέα ἐν τῇ ἕκτῃ ἡμέρᾳ λέγειν τὸν ἄνθρωπον γεγονέναι. καὶ τὴν οἰκονομίαν δὲ τοῦ πάθους ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν, ἥτις ἐστὶν παρασκευή, τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι. ταύτης τῆς οἰκονομίας ἀρχὴν καὶ τέλος τὴν ἕκτην ὥραν εἶναι, ἐν προσηλώθη τῷ ξύλῳ. τὸν γὰρ τέλειον νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμὸν δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς τὴν διὰ τοῦ φανέντος ἐπισήμου εἰς τὴν δι’αὐτοῦ ἐπιγενομένην ἀναγέννησιν. ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν ἐπίσημον ἔχειν φησίν · γὰρ ἐπίσημος ἀριθμὸς συγκερασθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις τὸ τριακονταγράμματον ὄνομα ἀπετέλεσε.

6.48

κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ἵνα τῆς αὐτοβουλήτου βουλῆς φανερωθῇ καρπός. τὸν μέντοι ἐπίσημον ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον, τὸν ὥσπερ μερισθέντα καὶ ἔξω μείναντα, ὃς τῇ αὐτοῦ δυνάμειτε καὶ φρονήσει διὰ τῆς ἑαυτοῦ προβολῆς τοῦτον τὸν τὴν ζωὴν τῶν ἑπτὰ δυνάμεων μιμήσει τῆς ἑβδομάδος δυνάμεως ἐψύχωσε κόσμον, καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου παντός. κέχρηται μὲν οὖν καὶ οὗτος τῷδε τῷ ἔργῳ, ὡς αὐθαιρέτως ὑπ’αὐτοῦ γενομένῳ, τὰ δὲ διακονεῖ, μιμήματα ὄντα τῶν ἀμιμήτων, τῆς ἐνθυμήσεως τῆς μητρός. καὶ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ ἄλφα, δὲ μετὰ τοῦτον τὸ εἶ, δὲ τρίτος τὸ ἦτα, δὲ τέταρτος, καὶ μέσος τῶν ἑπτά, τὴν τοῦ ἰῶτα δύναμιν, δὲ πέμπτος τὸ οὖ, ἕκτος δὲ τὸ υ̅, ἕβδομος δὲ καὶ τέταρτος ἀπὸ τοῦ μέσου τὸ ω̅. αἵτε δυνάμεις πᾶσαι εἰς ἓν συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον, ὑφ’οὗ προεβλήθησαν, δὲ δόξα τῆς ἠχήσεως ἀνεπέμφθη πρὸς τὸν προπάτορα. ταύτης μέντοι τῆς δοξολογίας τὸν ἦχον, εἰς τὴν γῆν φερόμενον, φησὶ πλάστην γίνεσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς · τὴν δὲ ἀπόδειξιν ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ψυχὴ ἅμα τῷ ἐκ μήτρας προελθεῖν ἐπιβοᾷ ὁμοίως ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον. καθὼς οὖν αἱ ἑπτά, φησί, δυνάμεις δοξάζουσι τὸν λόγον, οὕτω καὶ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα. διὰ τοῦτο δὲ φησὶ καὶ τὸν Δαβὶδ εἰρηκέναι · ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον · καὶ πάλιν · οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ. ἐπὰν δὲ ἐν πόνοις γένηται ψυχή, ἐπιβοᾷ οὐδὲν ἕτερον τὸ ω̅, ἐφ’ ἀνιᾶται, ὅπως γνωρίσασα ἄνω ψυχὴ τὸ συγγενὲς αὐτῆς βοηθὸν αὐτῇ καταπέμψῃ.

6.49

καὶ περὶ τούτων μὲν οὕτως. περὶ δὲ τῆς τῶν εἰκοσιτεσσάρων στοιχείων γενέσεως οὕτως λέγει · τῇ μονότητι συνυπάρχειν ἑνότητα, ἐξ ὧν δύο προβολαί, μονάςτε καὶ τὸ ἕν, δὶς δύο οὖσαι τέσσαρες ἐγένοντο · δὶς γὰρ δύο τέσσαρες. καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν, οὗτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες τὰς εἰκοσιτέσσαρας. καὶ τὰ μὲν τῆς πρώτης τετράδος ὀνόματα, ἅγια ἁγίων νοούμενα καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι ὑπὸ μόνου τοῦ υἱοῦ · ταῦτα πατὴρ οἶδε τίνα ἐστί. τὰ μετὰ σιωπῆς καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ’αὐτῷ ἐστι ταῦτα · ἄρρητος καὶ σιγή, πατὴρ καὶ ἀλήθεια. ταύτης δὲ τῆς τετράδος σύμπας ἀριθμὸς ἐστὶ στοιχείων εἰκοσιτεσσάρων. γὰρ ἄρρητος ἔχει στοιχεῖα ἑπτά, σιγὴ (σειγὴ) πέντε, καὶ πατὴρ πέντε, καὶ ἀλήθεια ἑπτά. ὡσαύτως δὲ καὶ δευτέρα τετράς, λόγος καὶ ζωή, ἄνθρωπος καὶ ἐκκλησία τὸν αὐτὸν ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν. καὶ τὸ τοῦ σωτῆρος ῥητὸν ὄνομα τουτέστι τὸν Ἰησοῦν γραμμάτων ὑπάρχειν ἕξ, τὸ δ’ἄρρητον αὐτοῦ ἐπ’ἀριθμῷ τῶν κατὰ ἓν γραμμάτων στοιχείων ἐστὶν εἰκοσιτεσσάρων, υἱὸς δὲ Χριστὸς (Χρειστὸς) δώδεκα, τὸ δὲ ἐν τῷ Χριστῷ ἄρρητον γραμμάτων τριάκοντα καὶ αὐτὸ τοῖς ἐν αὐτῷ γράμμασι κατὰ ἓν τῶν στοιχείων ἀριθμουμένων. τὸ γὰρ Χριστὸς (Χρειστὸς) ἔστι στοιχείων ὀκτώ. τὸ μὲν γὰρ χεῖ τριῶν, τὸ δὲ ῥῶ δύο, καὶ τὸ ε̅ι̅ δύο, καὶ ἰῶτα τεσσάρων, τὸ σῖγμα πέντε, καὶ τὸ ταῦ τριῶν, τὸ δὲ ο̅υ̅ δύο, καὶ τὸ σὰν τριῶν. οὕτως τὸ ἐν τῷ Χριστῷ ἄρρητον φάσκουσι στοιχείων τριάκοντα. καὶ διὰ τοῦτο δέ, φασίν, αὐτὸν λέγειν · ἐγὼ τὸ ἄλφα καὶ τὸ ω̅, ἐπιδεικνύντα τὴν περιστερὰν τοῦτον ἔχουσαν τὸν ἀριθμόν, ἐστιν ὀκτακόσια ἕν.

6.50

δὲ Ἰησοῦς ταύτην μὲν ἔχει τὴν ἄρρητον γένεσιν. ἀπὸ γὰρ τῆς μητρὸς τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς τρόπῳ προῆλθεν δευτέρα τετράς, καὶ ἐγένετο ὀγδοάς, ἐξ ἧς προῆλθεν δεκάς · οὕτως ἐγένετο δεκαοκτώ. οὖν δεκὰς ἐπισυνελθοῦσα τῇ ὀγδοάδι καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα τὸν τῶν ὀγδοήκοντα προεβίβασεν ἀριθμόν, καὶ τὰ ὀγδοήκοντα πάλιν δεκαπλασιάσασα τὸν τῶν ὀκτακοσίων ἀριθμὸν ἐγέννησεν, ὥστε εἶναι τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμὸν ἀπὸ ὀγδοάδος εἰς δεκάδα προελθόντα, εἶναι η̅ καὶ π̅ καὶ ω̅, ἐστιν Ἰησοῦς · τὸ γὰρ Ἰησοῦς ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμὸν ἔστιν ὀκτακόσια ὀγδοηκονταοκτώ. καὶ τὸ ἀλφάβητον δὲ τὸ Ἑλληνικὸν ἔχει μονάδας ὀκτὼ καὶ δεκάδας ὀκτὼ καὶ ἑκατοντάδας ὀκτώ, τὴν τῶν ὀκτακοσίων ὀγδοηκονταοκτὼ ψῆφον ἐπιδεικνύον, τουτέστι τὸν Ἰησοῦν, ἐκ πάντων συνεστῶτα τῶν ἀριθμῶν. καὶ διὰ τοῦτο ἄλφα καὶ ω̅ ὀνομάζεσθαι αὐτόν, τὴν ἐκ πάντων γένεσιν σημαίνοντα.

6.51

περὶ δὲ τῆς τούτου δημιουργίας οὕτως λέγει · ἀπὸ τῆς τετράδος τῆς δευτέρας δυνάμεις ἀπορρυείσας δεδημιουργηκέναι τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν, καὶ τοῦ λόγου τὸν τόπον ἀναπεπληρωκέναι τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ ζωῆς τὸ ἅγιον πνεῦμα, τοῦ δὲ ἀνθρώπου τὴν τοῦ ὑψίστου δύναμιν, τῆς δὲ ἐκκλησίας τὴν παρθένον. οὕτως κατ’οἰκονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ’αὐτῷ ἄνθρωπος. ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ ὕδωρ, κατελθεῖν εἰς αὐτὸν ὡς περιστερὰν τὸν ἀναβαίνοντα ἄνω καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ὑπάρχει τὸ σπέρμα τούτων τῶν συγκατασπαρέντων αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων. ταύτην δὲ τὴν δύναμιν τὴν καταβᾶσαν εἰς αὐτόν, σπέρμα φησὶν εἶναι τοῦ πληρώματος, ἔχον ἐν ἑαυτῷ καὶ τὸν πατέρα καὶ τὸν υἱὸν τήντε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς σιγῆς καὶ τοὺς ἅπαντας αἰῶνας. καὶ τοῦτο εἶναι τὸ πνεῦμα τὸ ἐν αὐτῷ, φωνῆσαν διὰ τοῦ στόματος τοῦ υἱοῦ, τὸ ὁμολογῆσαν ἑαυτὸν υἱὸν ἀνθρώπου καὶ φανερῶσαν τὸν πατέρα, κατελθὸν μέντοιγε εἰς τὸν Ἰησοῦν ἡνῶσθαι αὐτῷ. καὶ καθεῖλε μὲν τὸν θάνατον, φασίν, ἐκ τῆς οἰκονομίας σωτήρ, ἐγνώρισε δὲ τὸν πατέρα Χριστὸν Ἰησοῦν. εἶναι οὗν τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει, τεθεῖσθαι δὲ ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι ἀνθρώπου, ὃν χωρήσαντα ἐσχηκέναι αὐτόν, αὐτόντε εἶναι τὸν ἄνθρωπον, αὐτὸν τὸν λόγον, αὐτὸν τὸν πατέρα καὶ τὸν ἄρρητον καὶ τὴν σιγὴν καὶ τὴν ἀλήθειαν καὶ ἐκκλησίαν καὶ ζωήν.

6.52

ταῦτα μὲν οὗν πρόδηλα εἶναι πᾶσιν ἐλπίζω τοῖς ὑγιαίνοντα νοῦν κεκτημένοις ὄντα ἄκυρα καὶ μακρὰν τῆς κατὰ θεοσέβειαν γνώσεως, ὄντα μέρη ἀστρολογικῆς ἐφευρέσεως καὶ ἀριθμητικῆς Πυθαγορείου, καθὼς οἱ φιλομαθεῖς εἴσεσθε, ἐν τοῖς προμεριμνηθεῖσιν ἡμῖν ἐκκειμένων τούτων τῶν δογμάτων. ἵνα δὲ σαφέστερον τούτους ἐπιδείξωμεν οὐ Χριστοῦ μαθητάς, ἀλλὰ Πυθαγόρου, καὶ τῶν περὶ τὰ μετέωρα τῶν ἄστρων ἀπῃολημένων ὅσα ἐπιτομῇ δυνατὸν ἔστιν ἐκθήσομαι. λέγουσι γὰρ ταῦτα · ἐκ μονάδος καὶ δυάδος τὰ ὅλα συνεστάναι, καὶ ἀπὸ μὲν μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες, οὕτως γεννῶσι τὴν δεκάδα. πάλιν δ’αὖ δυὰς προελθοῦσα ἕως τοῦ ἐπισήμου, οἷον δύο καὶ τέσσαρα καὶ ἕξ, τὴν δωδεκάδα ἀπέδειξε. καὶ πάλιν ἀπὸ τῆς δυάδος ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα τριακοντὰς ἀνεδείχθη, ἐν ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς. τὴν οὗν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος, καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι […]. ὁμοίως δὲ καὶ ἐκ τῆς δεκάδος. καὶ ἐπὶ τούτων τὴν δραχμὴν λέγουσιν, ἣν ἀπολέσασα γυνὴ ἅψασα λύχνον ἐζήτει, τήντε ἐπὶ ἑνὶ προβάτῳ ἀπώλειαν, καὶ τὴν τῶν ἐνενήκοντα ἐννέα συντιθέντες ἑαυτοῖς ἀριθμοὺς μυθεύουσιν ὡς τῶν ἕνδεκα ἐπισυμπλεκομένων τοῖς ἐννέα ποιεῖν τὸν τῶν ἐνενήκοντα ἐννέα ἀριθμόν, καὶ τούτου χάριν λέγεσθαι τὸ ἀμήν, περιέχον ἀριθμὸν ἐνενήκοντα ἐννέα · ἄλλον δὲ ἀριθμὸν […] οὕτω λέγουσι · τὸ ἦτα στοιχεῖον σὺν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ · εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ συντιθέντες μέχρι τοῦ ἦτα, τὸν τριάκοντα ἀριθμὸν ἐπιδεικνύουσιν. ἀρξάμενος γάρ τις ἀπὸ τοῦ ἄλφα ἕως τοῦ ἦτα, τὸν ἀριθμὸν τῶν στοιχείων, ὑπεξαιρούμενος τὸν ἐπίσημον, εὑρήσει τὸν τριάκοντα ἀριθμόν. ἐπεὶ οὗν ἐκ τῶν τριῶν δυνάμεων ἥνωται τῶν τριάκοντα ἀριθμός, τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε · τρὶς γὰρ τριάκοντα ἐνενήκοντα. οὕτως ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα ἀπεκύησεν ἀριθμὸν ἐκ πρώτης ὀγδοάδος καὶ δεκάδος καὶ δωδεκάδος, ἧς ποτὲ μὲν εἰς ὁλόκληρον συνάγοντες τὸν ἀριθμὸν ποιοῦσι τριακοντάδα, ποτὲ δὲ τὸν δωδέκατον ὑφαιροῦντες ψηφίζουσιν ἕνδεκα · ὁμοίως καὶ τὸν δέκατον ποιοῦσιν ἐννέα · ταῦτα δὲ ἐπισυμπλέκοντες καὶ δεκαπλασιάσαντες ἀριθμὸν ἐπιτελοῦσι τῶν ἐνενήκοντα ἐννέα. ἐπειδὴ δὲ δωδέκατος αἰὼν καταλείψας τοὺς ἕνδεκα καὶ ἀποστὰς κάτω ἐχώρησε, φάσκουσι κατάλληλον καὶ τοῦτο. γὰρ τύπος τῶν γραμμάτων διδάσκει · ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖσθαι τὸ λ̅, ἐστιν ἀριθμὸς τῶν τριάκοντα, καὶ κεῖσθαι αὐτὸ κατ’εἰκόνα τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ἀριθμὸς ἕως τοῦ λ̅ συντεθειμένος, κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ̅ τὸν ἐνενηκονταεννέα ποιεῖται ἀριθμόν. ὅτι δὲ τὸ λ̅ ἑνδεκάτῳ κείμενον τόπῳ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθε ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν, καὶ εὑρὸν αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου. τὸ γὰρ λάμβδα ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον, καὶ εὑρὸν καὶ ἀναρπάσαν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσε χώραν τοῦ Μ̅ στοιχείου, ἐκ δύο λάμβδα συγκειμένου. διὸ δὴ καὶ φυγεῖν αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ἐνενηκονταεννέα χώραν, τουτέστι τὸ ὑστέρημα, τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν δὲ τὸ ἕν, προστεθὲν τοῖς ἐνενηκονταεννέα εἰς τὴν δεξιὰν αὐτοῦ χεῖρα μετέστησε.

6.53

κατεσκευάσθαι δὲ διὰ τῆς μητρὸς λέγουσι πρῶτον μὲν τὰ τέσσαρα στοιχεῖα, φησιν, πῦρ, ὕδωρ, γῆν, ἀέρα, εἰκόνα προβεβλῆσθαι τῆς ἄνω τετράδος · τάςτε ἐνεργείας αὐτῶν συναριθμοῦντες, οἷον θερμόν, ψυχρόν, ὑγρόν, ξηρόν, λέγουσιν ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα. ἑξῆς δὲ ι̅ δυνάμεις οὕτω καταριθμοῦσιν · ἑπτὰ σώματα κυκλοειδῆ, καὶ οὐρανοὺς καλοῦσιν, ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι, πρὸς δὲ τούτοις ἤλιόντε καὶ σελήνην. καὶ ταῦτα ι̅ ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ λόγου καὶ ζωῆς · τὴν δωδεκάδα δὲ μηνύεσθαι διὰ τοῦ ζωδιακοῦ κύκλου καλουμένου. ταῦτα γὰρ δώδεκα ζῴδια φανερώτατα τὴν τοῦ ἀνθρώπου καὶ τῆς ἐκκλησίας θυγατέρα, δωδεκάδα ἀποσκιάζειν λέγουσι. καὶ ἐπεὶ ἀντεπεζεύχθη, φησί, τῇ τῶν ὅλων φορᾷ, ὠκυτάτῃ ὑπαρχούσῃ, ὕπερθεν οὐρανός, πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ ἀντιταλαντεύων τὴν ἐκείνου ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὡς ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ ὅρου, τοῦ τὴν τριακοντώνυμον μητέρα αὐτῶν περιέχοντος · τὴν σελήνηντε πάλιν, τὸν οὐρανὸν ἐκπεριερχομένην ἐν τριάκοντα ἡμέραις, διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν αἰώνων ἐκτυποῦν · καὶ τὸν ἥλιον δέ, ἐν δώδεκα μησὶν ἐμπεριεχόμενον καὶ τερματίζοντα τὴν κυκλικὴν αὐτοῦ ἀποκατάστασιν, τὴν δωδεκάδα φανεροῦν · καὶ αὐτὰς δὲ τὰς ἡμέρας, δώδεκα ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς κενῆς δωδεκάδος εἶναι · καὶ αὐτοῦ δὲ τοῦ ζωδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα, ἕκαστον γὰρ ζῴδιον μοίρας ἔχειν τριάκοντα. οὕτω δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῆς δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν · ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες, καὶ καθ’ἓν ἕκαστον κλίμα ἀνὰ μίαν δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην καὶ καθ’ὁμοίωμα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ κατὰ τὴν ἀπόρροιαν δυνάμει, τύπον εἶναι τῆς ἄνω δωδεκάδος.

6.54

πρὸς δὲ τούτοις θελήσαντα τὸν δημιουργὸν τῆς ἄνω ὀγδοάδος τὸ ἀπέραντον καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι, καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ τὸ ἀΐδιον ἐκτυπῶσαι διὰ τὸ καρπὸν αὐτὸν εἶναι ὑστερήματος, εἰς τοῦτο χρόνους καὶ καιροὺς ἀριθμούςτε πολυετεῖς πρὸς τὸ αἰώνιον αὐτῆς τεθεῖσθαι, οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀόρατον. ἐνταῦθα δὲ λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς ἀληθείας ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο πληρωθέντων τῶν χρόνων κατάλυσιν λαβεῖν αὐτοῦ τὸ ἔργον.

6.55

ταῦτα μὲν οὖν οἱ ἀπὸ τῆς Οὐαλεντίνου σχολῆς περίτε τῆς κτίσεως καὶ περὶ τοῦ παντὸς λέγουσιν, ἑκάστοτε καινότερα ἐπιγεννῶντες, καὶ τοῦτο καρποφορίαν νομίζουσιν, εἴ τις μεῖζον ὁμοίως ἐφευρὼν τερατουργεῖν δόξει. καὶ ἐκ τῶν γραφῶν ἕκαστα πρὸς τοὺς προειρημένους ἀριθμοὺς ἐφευρίσκοντες σύμφωνα κατηγοροῦσι Μωσέως καὶ τῶν προφητῶν, φάσκοντες ἀλληγορικῶς αὐτοὺς τὰ μέτρα τῶν αἰώνων λέγειν, παρατιθέναι μοι οὐκ ἔδοξεν, ὄντα φλύαρα καὶ ἀσύστατα, ἤδη τοῦ μακαρίου πρεσβυτέρου Εἰρηναίου δεινῶς καὶ πεπονημένως τὰ δόγματα αὐτῶν διελέγξαντος, παρ’οὗ καὶ αὐτῶν ἐφευρήματα παρειλήφαμεν ἐπιδεικνύντες, αὐτοὺς Πυθαγορείου φιλοσοφίας καὶ ἀστρολόγων περιεργίας ταῦτα σφετερισαμένους ἐγκαλεῖν Χριστῷ ταῦτα παραδεδωκέναι. ἀλλ’ἐπεὶ ἱκανῶς νομίζω καὶ τὰ τούτων φλύαρα δόγματα ἐκτεθεῖσθαι σαφῶςτε ἐπιδεδεῖχθαι, τίνων εἶεν μαθηταὶ Μάρκοςτε καὶ Κολάρβασος, οἱ τῆς Οὐαλεντίνου σχολῆς διάδοχοι γενόμενοι, ἴδωμεν τί λέγει καὶ Βασιλείδης.