Hippolytus

Refutation of All Heresies, 4

4.1

[…] μοίρας ἐπὶ ποστὴν μοῖραν πλεῖστον δύναται. περὶ ὧν οὐχ τυχοῦσα παρ’αὐτοῖς ἐστι κατὰ τοὺς πίνακας διαφωνία. δορυφορεῖσθαι δὲ ἀστέρας λέγουσιν, ὅταν μέσοι ὦσιν ἄλλων ἀστέρων ἐν συνεχείᾳ ζῳδίων, οἷον, ἐὰν τοῦ αὐτοῦ ζῳδίου ὃς μέν τις ἀστὴρ τὰς πρώτας ἐπέχῃ μοίρας, ὃς δὲ τὰς τελευταίας, ὃς δὲ τὰς ἐν μέσῳ, δορυφορεῖσθαι λέγεται ἐν μέσῳ ὑπὸ τῶν τὰς ἐπ’ἄκροις ἐπεχόντων μοίρας. ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις ὡς οἱ κατὰ τρίγωνον τετράγωνον φαινόμενοι · κατὰ τρίγωνον μὲν οὖν σχηματίζονται καὶ ἐπιθεωροῦσιν ἀλλήλους οἱ ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ οἱ δυεῖν · κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπάσχει καὶ τοῖς ὑποκειμένοις κεφαλή, οὕτω καὶ τοῖς ὑπερσεληναίοις τὰ ἐπίγεια. ἀλλά τις ἔστι τούτων διαφορὰ καὶ ἀσυμπάθεια, ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν.

4.2

τούτοις χρησάμενοι Εὐφράτης Περατικὸς καὶ Ἀκεμβὴς Καρύστιος καὶ λοιπὸς τούτων χορὸς τῷ λόγῳ τῷ τῆς ἀληθείας ἐπονομάσαντες αἰώνων στάσιν καὶ ἀπόστασιν ἀγαθῶν δυνάμεων εἰς κακὰ καὶ συμφωνίας ἀγαθῶν μετὰ πονηρῶν προσαγορεύουσι, καλοῦντες τοπάρχας καὶ προαστείους καὶ ἄλλα πλεῖστα ὀνόματα · ὧν πᾶσαν τὴν ἐπικεχειρημένην αἵρεσιν ἐκθήσομαι καὶ διελέγξω, ἐπὰν εἰς τὸν περὶ τούτων λόγον φθάσωμεν. νυνὶ δέ, μή ποτέ τις νομίσῃ πιστὰ εἶναι καὶ ἀσφαλῆ τὰ τοῖς Χαλδαίοις νενομισμένα περὶ τὴν ἀστρολογικὴν μάθησιν, οὐκ ὀκνήσομεν τὸν πρὸς τούτους ἔλεγχον δι’ὀλίγων παραθεῖναι, ἐπιδεικνύντες ματαίαν τὴν τέχνην καὶ πλανᾶν μᾶλλον καὶ ἐξαφανίζειν ψυχὴν δυναμένην ἐλπίζουσαν μάταια, ὠφελεῖν. οἷς οὐ κατὰ τέχνης ἐμπειρίαν ἐπέχομεν, ἀλλ’ἐκ τῆς τῶν πρακτικῶν λόγων γνώσεως. οἱ ταύτην τὴν μάθησιν ἠσκηκότες Χαλδαίων γενόμενοι ὁμιληταὶ ὡς ξένα τοῖς ἀνθρώποις καὶ θαυμάσια μεταδιδόντες μυστήρια τοῖς ὀνόμασιν ἐναλλάξαντες αἵρεσιν ἔνθεν συνεστήσαντο · ἀλλ’ἐπεὶ τὴν τῶν ἀστρολόγων τέχνην ὡς δυνατὴν νομίσαντες ταῖςτε παρ’αὐτῶν μαρτυρίαις χρώμενοι τὰ ἐπιχειρούμενα δι’αὐτῶν πιστεύεσθαι θέλουσι, τανῦν καθὼς ἔδοξε τὴν ἀστρολογικὴν ἐπιδείξομεν ἀσύστατον, αὖθις μέλλοντες καὶ τὴν Περατικὴν ἀκυροῦν ὡς κλάδον ἐκ ῥίζης ἀσυστάτου πεφυκυῖαν.

4.3

ἀρχὴ μὲν οὖν καὶ ὥσπερ θεμέλιός ἐστι στῆσαι τὸν ὡροσκόπον. ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται τάτε ἀποκλίματα καὶ αἱ ἐπαναφοραὶ τάτε τρίγωνα καὶ τὰ τετράγωνα καὶ οἱ κατ’αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορεύσεις. ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατὰ ἀνάγκην οὐ δὲ τὸ μεσουρανοῦν δῦνον ἀντιμεσουρανοῦν ἐστὶ γνώριμον, ἀκαταληπτουμένων δὲ τούτων συναφανίζεται πᾶσα Χαλδαϊκὴ μέθοδος. ὅτι δὲ ἀνεύρετον αὐτοῖς ἐστὶ τὸ ὡροσκοποῦν ζώδιον, ποικίλως ἔστι διδάσκειν. ἵνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ὑπὸ τὴν ἐπίσκεψιν βεβαίως κατειλῆφθαι, δεύτερον δὲ τὸ διασημαῖνον ταύτην ὡροσκόπιον ἀπλανὲς ὑπάρχειν, τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζωδίου πρὸς ἀκρίβειαν συνῶφθαι. ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἀναφορὰ τοῦ κατ’οὐρανὸν ἀνίσχοντος ζωδίου τετηρήσθω, ἐπεὶ τὸ ὡροσκοποῦν ὁρισάμενοι οἱ Χαλδαῖοι ἐπὶ τὴν ἀναφορὰν τὸν συσχηματισμὸν τῶν ἄστρων ποιοῦνται, ὅπερ διάθεμα καλοῦσιν, ἐφ’ τὰς προαγορεύσεις δογματίζουσιν. οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσω, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζώδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται. πῶς οὖν ἀσύστατος τῶν Χαλδαίων μέθοδος νῦν λέγωμεν. τὴν δὴ γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων πρότερον ὁρίσαντες ἐπιζητεῖν ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἀπὸ τῆς ἐκτέξεως. καὶ εἰ μὲν ἀπὸ τῆς συλλήψεως λαμβάνειν ἐπιχειρήσει τις, ἄληπτός ἐστιν ἀκριβὴς περὶ τούτου λόγος, ταχὺς ὑπάρχων χρόνος · καὶ εἰκότως. οὐ γὰρ ἔχομεν λέγειν, εἴτε ἅμα τῇ μεταθέσει τοῦ σπέρματος γέγονεν σύλληψις εἴτε καὶ μή. δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὥσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ εὐθὺς καλλᾶται, δύναται δὲ καὶ μετὰ χρόνον. διαστήματος γὰρ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος, ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατροί, πάντως ἐν χρόνῳ τινὶ τὸ διάστημα τοῦτο ἀνύειν πέφυκεν καταβαλλομένη τοῦ σπέρματος φύσις. ἀγνοοῦντες οὖν τὴν ποσότητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς οἱ Χαλδαῖοι οὐδέποτε τὴν σύλληψιν καταλήψονται. τοῦ σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς προσπίπτοντος ὑφ’ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν τῆς μήτρας τόποις, ὁτὲ δὲ πολυσπόρως ἐμπίπτοντος, ὑπ’αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ δυνάμεως εἰς ἕνα τόπον συνάγεσθαι δυναμένου · τῶν ἀγνώστων τὸ πότε γίνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσοςτε εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκόμενος χρόνος καὶ πόσος εἰς ταύτην · ἀγνοουμένων δὲ τούτων ἦρται καὶ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατάληψις. εἴπερτε, ὥσπερ τινὲς τῶν φυσικῶν εἰρήκασιν, ἑψόμενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις, καθάπερ τῇ γῇ τὰ τῆς γῆς σπέρματα · αὐτόθεν οἱ μὴ εἰδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς χρόνου οὐκ εἴσονται οὐ δὲ τὸν τῆς συλλήψεως καιρόν. ἔτι δὲ καὶ ὡς κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες κατὰ ἐνέργειάντε καὶ τὰς λοιπὰς αἰτίας, οὕτως καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν τὰς μὲν θᾶττον συλλαμβανούσας τὰς δὲ βράδιον. καὶ οὐ παράδοξον, ὅπου καὶ αὐταὶ αὑταῖς συγκρινόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδαμῶς. τούτου δ’οὕτως ἔχοντος ἀδυνάτως ἐστὶ λέγειν πρὸς ἀκρίβειαν πότε συνέχεται τὸ καταβληθὲν σπέρμα, ἴνα ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τῆς γενέσεως τὸν ὡροσκόπον.

4.4

τούτῳ τῷ λόγῳ ἀδύνατόν ἐστιν ἐκ τῆς συλλήψεως στῆσαι τὸν ὡροσκόπον. ἀλλ’οὐ δὲ ἐξ ἀποτέξεως. πρῶτον μὲν γὰρ ἄπορόν ἐστι τὸ πότε ῥηθήσεται ἀπότεξιν εἶναι · ἆρά γε ὅταν ἄρξηται προκύπτειν εἰς τὸν ψυχρὸν ἀέρα τὸ ἀποτικτόμενον, ὅταν ὀλίγον ἐξίσχῃ, ὅταν εἰς τὴν γῆν κατενεχθῇ; οὐ δ’ἐν ἑκάστῳ τούτων δυνατόν ἐστι τὸ ἀκριβὲς τῆς ἀποτέξεως καταλαβέσθαι χρόνον ὁρίζειν. καὶ γὰρ διὰ παράστημα ψυχῆς καὶ δι’ἐπιτηδειότητα σώματος καὶ διὰ προαίρεσιν τῶν τόπων καὶ δι’ἐμπειρίαν μαίας καὶ ἄλλας ἀπείρους προφάσεις οὐχ αὐτός ἐστι χρόνος καθ’ὃν προκύπτει τὸ τικτόμενον ῥαγέντων τῶν ὑμένων, ἐκτὸς ὀλίγον γίνεται, εἰς τὴν γῆν καταφέρεται, ἀλλ’ἄλλος ἐπ’ἄλλων. ὂν πάλιν μὴ δυνάμενοι ὡρισμένως καὶ ἀκριβῶς σταθμήσασθαι οἱ Χαλδαῖοι ἐκπεσοῦνται τοῦ δεόντως τὴν τῆς ἀποτέξεως ὥραν ὁρίζειν. ὅτι μὲν οὖν ἐπαγγέλλονται ἐπὶ τοῖς τῆς ἀποτέξεως χρόνοις οἱ Χαλδαῖοι τὸν ὡροσκόπον γινώσκειν, οὐκ ἴσασι δέ, ἐκ τούτων συμφανές · ὅτι δὲ οὐ δὲ τὸ ὡροσκόπιον ἀπλανὲς αὐτοῖς ἐστί, πάρεστιν ἐπιλογίζεσθαι. ὅταν γὰρ λέγωσιν ὅτι προσεδρεύων τῇ ὠδινούσῃ ἅμα τῇ ἀποτέξει δίσκῳ σημαίνει τῷ ἀπὸ τῆς ἀκρωρείας ἀστεροσκοποῦντι Χαλδαίῳ, κἀκεῖνος εἰς οὐρανὸν ἀποβλέπων παρασημαίνεται τὸ ἀνίσχον ζώδιον, τὸ μὲν πρῶτον ἐπιδείξωμεν αὐτοῖς ὅτι τῆς ἀποτέξεως ἀορίστου τυγχανούσης, καθὼς μικροῦ πρότερον παρεστήσαμεν, οὐ δὲ τῷ δίσκῳ ταύτην διασημαίνειν εὔκολον. εἷτ’ἔστω καὶ καταληπτὴν ὑπάρχειν τὴν ἀπότεξιν, ἀλλ’οὔτι γε πρὸς ἀκριβῆ χρόνον σημειοῦσθαι ταύτην δυνατόν ἐστι · τὸν γὰρ τοῦ δίσκου ψόφον ἐν πλείονι χρόνῳ καὶ ἐν συχνῷ πρὸς αἴσθησιν δυνάμενον μερίζεσθαι κινεῖσθαι συνέβη ἐπὶ τὴν ἀκρώρειαν. τεκμήριον δὲ τὸ ἐπὶ τῶν πόρρω δενδροτομούντων θεωρούμενον · μετὰ γὰρ ἱκανὴν ὥραν τοῦ κατενεχθῆναι τὸν πέλεκυν ἐξακούεται φωνὴ τῆς πληγῆς, ὡς ἂν ἐν χρόνῳ πλείονι φθάνουσα ἐπὶ τὸν ἀκούοντα. καὶ διὰ τοῦτο τοίνυν οὐκ ἔστιν ἀκριβῶς τοῖς Χαλδαίοις τὸν χρόνον τοῦ ἀνίσχοντος ζωδίου καὶ κατ’ἀλήθειαν ὡροσκοποῦντος λαμβάνειν. καὶ μὴν οὐ μόνον φθάνει πλείων διελθὼν χρόνος μετὰ τὴν ἀπότεξιν τοῦ παρεδρεύοντος τῇ ὠδινούσῃ κρούσαντος τῷ δίσκῳ, εἶτα μετὰ τὸ κροῦσαι ἀκούσαντος τοῦ ἐπὶ τὴν ἀκρώρειαν, ἀλλὰ καὶ περισκοποῦντος καὶ βλέποντος ἐν τίνι τῶν ζωδίων ἐστὶν σελήνη καὶ τῶν λοιπῶν ἀστέρων ἐν τίνι ἕκαστος, φθάνει ἀναγκαῖον ἀλλοιότερον γενέσθαι τὸ περὶ τοὺς ἀστέρας διάθεμα, τῆς τοῦ πόλου κινήσεως ἀλέκτῳ τάχει φερομένης, πρὶν τηρητικῶς παραφυλάξασθαι τὴν τοῦ γεννηθέντος ὥραν κατ’οὐρανὸν βλεπομένην.

4.5

οὕτως ἀσύστατος δειχθήσεται κατὰ Χαλδαίους τέχνη. εἰ δὲ ἐξ ἐπερωτήσεων φάσκοι τις σκοπεῖσθαι τοῦ πυνθανομένου τὴν γένεσιν περὶ οὗ ἐπερωτάτω, μη δὲ κατὰ τοῦτον τὸν τρόπον δύνασθαι ἐφικνεῖσθαι ἐπὶ τὸ ἀκριβές. εἰ γὰρ τοσαύτη τις ἐπιμέλεια ἱστόρηται κατ’αὐτοὺς περὶ τὴν τέχνην καὶ μη δ’αὐτοὶ ἐφικνοῦνται ἐπὶ τὸ ἀκριβές, καθὼς ἐπεδείξαμεν, πῶς ἰδιώτης κατείληφε τῆς ἀποτέξεως τὸν χρόνον ἀκριβῶς, ἵνα παρὰ τούτου μαθὼν Χαλδαῖος στήσῃ τὸν ὡροσκόπον ἀληθῶς; ἀλλ’οὐ δὲ κατὰ τὴν τοῦ ὁρίζοντος ὄψιν πάντη αὐτὸς φανήσεται ἀνίσχων ἀστήρ, ἀλλ’ὅπου μὲν ὡροσκόπος νομισθήσεται τὸ ἀπόκλιμα, ὅπου δὲ ὡροσκόπος ἐπαναφορὰ παρὰ τὴν τῶν τόπων ἐπιφάνειαν ὄντων ταπεινοτέρων ὑψηλοτέρων, ὥστε καὶ κατὰ τοῦτο τὸ μέρος οὐκ ἀκριβὴς φανήσεται προαγόρευσις, πολλῶν κατὰ πάντα τὸν κόσμον τῇ αὐτῇ ὥρᾳ γεννωμένων, ἄλλου ἄλλως τὰ ἄστρα θεωροῦντος. ματαία δὲ καὶ διὰ τῶν ὑδριῶν νομιζομένη κατάληψις. οὐ γὰρ ὁμοίως ἀμφορεὺς τὸ κάτω τρηθεὶς ῥύσει πληρώσων ὡς ἀπόκενος, αὐτοῦ τοῦ πόλου κατὰ ἐκείνων λόγον ἑνὶ ὁρμήματι ἰσοταχῶς φερομένου. εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνειν ἀλλ’ὡς ἔτυχεν ἐν πλάτει, σχεδὸν ὑπ’αὐτῶν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων. οἱ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ γεννηθέντες οὐ τὸν αὐτὸν ἔζησαν βίον, ἀλλ’οἱ μὲν λόγου χάριν ἐβασίλευσαν, οἱ δὲ ἐν πέδαις κατεγήρασαν. οὐδεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος πολλῶν κατὰ τὴν οἰκουμένην ὁμοίως ἀποτεχθέντων αὐτῷ, οὐθεὶς Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον Χαλδαῖος ἀκριβῶς οὐ δυνήσεται λέγειν, εἰ κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς εὐτυχήσει. πολλοὶ γοῦν κατὰ τὸν αὐτὸν χρόνον γεννηθέντες ἐδυστύχησαν, ὥστε ματαία καὶ κατὰ τὰ διαθέματα ὁμοιότης. διαφόρως οὖν καὶ πολυτρόπως τὴν ματαιόπονον σκέψιν τῶν Χαλδαίων διελέγξαντες οὐ δὲ τοῦτο παραλείψομεν, ὡς εἰς ἄπορον χωρήσουσιν αἱ προρρήσεις αὐτοῖς. εἰ γὰρ τὸν ἐν τῇ ἀκίδι τοῦ Τοξότου γεννηθέντα, ὡς οἱ μαθηματικοὶ λέγουσιν, ἀνάγκη σφαγήσεσθαι, πῶς αἱ τοσαῦται τῶν βαρβάρων μυριάδες ἀγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι Σαλαμῖνι ὑφ’ἓν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πασῶν αὐτὸς ἤν ὡροσκόπος. καὶ πάλιν εἰ τὸν ἐν τῇ κάλπῃ τοῦ Ὑδροχόου γεννηθέντα ναυαγήσειν, πῶς οἱ ἀπὸ Τροίας ἀναγόμενοι τῶν Ἑλλήνων περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν; ἀπίθανον γὰρ πάντας μακρῷ χρόνῳ διαφέροντας ἀλλήλων ἐν τῇ κάλπῃ τοῦ Ὑδροχόου γεγεννῆσθαι. οὐ γὰρ ἔστι λέγειν ὅτι δι’ἕνα πολλάκις, εἵμαρται κατὰ πέλαγος φθαρῆναι, πάντες οἱ ἐν τῇ νηῒ συναπολοῦνται. διατί γὰρ τούτου εἱμαρμένη τὰς πάντων νικᾷ, ἀλλ’οὐχὶ διὰ τὸν ἕνα, εἵμαρται ἐπὶ γῆς τελευτᾶν, πάντες περισώζονται;

4.6

ἀλλ’ἐπεὶ καὶ περὶ τῆς τῶν ζωδίων ἐνεργείας λόγον ποιοῦνται, οἷς φασὶ προσομοιοῦσθαι τὰ ἀποτικτόμενα, οὐ δὲ τοῦτον παραλείψομεν, οἷον τὸν ἐν Λέοντι γεννηθέντα ἀνδρεῖον ἔσεσθαι · δὲ ἐν Παρθένῳ τετανόθριξ, λευκόχρως, ἄπαις, αἰδήμων. ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια γέλωτός ἐστι μᾶλλον ἄξια καὶ οὐ σπουδῆς. ἔστι γὰρ κατ’αὐτοὺς μηδένα Αἰθίοπα ἐν Παρθένῳ γεννᾶσθαι · εἰ δ’οὐ, δώσει εἶναι τὸν τοιοῦτον λευκόν, τετανότριχα καὶ τὰ ἕτερα. οἶμαι δὲ μᾶλλον τοὺς ἀρχαίους τὰ ὀνόματα τῶν κειμένων ζώων ἐπὶ κλητοῖς ἄστροις προστεθεικέναι οἰκειώσεως χάριν, οὐχ ὁμοιοτρόπου φύσεως · τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ οἱ ἑπτὰ ἀστέρες διεστῶτες ἀπ’ἀλλήλων; δράκοντος κεφαλῇ οἱ, ὥς φησιν Ἄρατος, πέντε; ἀλλὰ δύο κροτάφοις, δύο δ’ὄμμασιν, εἷς δ’ὑπένερθεν ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.

4.7

οὕτως καὶ ταῦτα οὐκ ἄξια τοσούτου πόνου δείκνυται τοῖς εὖ φρονεῖν προῃρημένοις καὶ μὴ προσέχουσι τῇ τῶν χαλδαίων ἐμφυσιώσει, οἳ καὶ βασιλεῖς ἐξαφανίζουσι δειλίαν καταρτίζοντες καὶ ἰδιώτας παραθαρρύνουσι μεγάλα τολμᾶν. εἰ δὲ ἀποτύχοι αὐτὸς κακῷ περιπαρείς, οὐ πᾶσι γίνεται διδάσκαλος βλαβείς, οὓς φρεναπατᾶν βουλόμενοι τοῖς ἀποτεύγμασιν εἰς ἄπειρον τὸν νοῦν αὐτῶν συνωθοῦντες λέγουσιν οὐκ ἄλλως ἐπὶ τὸ αὐτὸ δύνασθαι τὸν συσχηματισμὸν τῶν αὐτῶν ἀστέρων γίνεσθαι διὰ τῆς ἀποκαταστάσεως τοῦ μεγάλου ἐνιαυτοῦ, δι’ἑπτακισχιλίων ἐτῶν καὶ ἑπτακοσίων ἑβδομήκοντα καὶ ἑπτά. πῶς οὗν φθάσει ἀνθρωπίνη παρατήρησις τοῖς τοσούτοις αἰῶσι συνδραμεῖν ἐπὶ μιᾶς γενέσεως; καὶ ταῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις οἶμαι, παρ’ἐλπίδα πλειόνων ἐληλέγχθαι τὴν Χαλδαϊκὴν τέχνην ἔδει · καίτοι δι’ἕτερα αὐτῆς ἡμῶν μνησθέντων, οὐχὶ ἰδίως δι’αὐτήν. ἀλλ’ἐπεὶ προῃρήμεθα μηδὲν τῶν παρ’ἔθνεσι δογμάτων καταλιπεῖν διὰ τὴν πολύφωνον τῶν αἱρέσεων πανουργίαν, ἴδωμεν τί λέγουσι καὶ οἱ περὶ μεγεθῶν τετολμηκότες, οἳ κατιδόντες τὴν τῶν πλειόνων ματαιοπονίαν, ἄλλου ἄλλως διαψευσαμένου καὶ εὐδοκιμήσαντος, μεῖζόν τι ἐτόλμησαν εἰπεῖν, ὅπως ὑπὸ τῶν τὰ μικρὰ ψεύσματα μεγάλως δοξασάντων μειζόνως δοξασθῶσιν. οὗτοι κύκλους καὶ μέτρα τρίγωνάτε καὶ τετράγωνα διπλάσιάτε καὶ τριπλάσια ὑποτίθενται · πολὺς δὲ περὶ τούτου λόγος, ἀλλ’οὐ πρὸς τὸ προκείμενον ἀναγκαῖος.

4.8

ἱκανὸν οὖν λογίζομαι ἐξειπεῖν τὰ ὑπ’αὐτῶν τερατολογούμενα. διὸ τοῖς ἐπιτόμοις χρησάμενος ὧν αὐτοὶ λέγουσιν, ἐπὶ τὰ ἕτερα τραπήσομαι. λέγουσι δὲ ταῦτα · κράτος ἔδωκεν δημιουργήσας τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ · μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασε, τὴν δὲ ἐντὸς σχίσας ἑξαχῆ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, οὐσῶν ἑκατέρων τριῶν, κατὰ τὰ ἐναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέσσαρας ἀλλήλοιςτε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους. κράτος μὲν δεδόσθαι τῇ ταὐτοῦ φορᾷ φησὶν, οὐ μόνον ἐπειδὴ περιέχει τὴν θατέρου φοράν, τουτέστι τοὺς πλανωμένους, ἀλλ’ὅτι καὶ τοσοῦτον ἔχει κράτος, τουτέστι τοσαύτην δύναμιν, ὥστε καὶ τοὺς ἐπὶ τἀναντία, τοὺς πλανωμένους ἀπὸ δύσεως ἐπ’ἀνατολὴν φερομένους αὐτοὺς τῇ οἰκείᾳ ἰσχύϊ ὁμοίως καὶ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἑαυτῷ συμπεριάγειν. μίαν δὲ καὶ ἄσχιστον εἰᾶσθαι φησὶ ταύτην τὴν φοράν, πρῶτον μὲν ἐπειδὴ πάντων τῶν ἀπλανῶν ἰσόχρονοι αἱ περιφοραὶ καὶ οὐ διῃρημέναι κατὰ πλείους καὶ ἐλάττους χρόνους · ἔπειτα ὅτι μίαν πάντες ἔχουσιν ἐπιφάνειαν τὴν τῆς ἐξωτάτω φορᾶς, οἱ δὲ πλανώμενοι καὶ εἰς χρόνους πλείονας καὶ διαφόρους τῶν κινήσεων καὶ εἰς ἀποστάσεις ἀπὸ γῆς ἀνίσους διῄρηνται · τὴν δὲ θατέρου φησὶν ἑξαχῆ εἰς ἑπτὰ κύκλους ἐσχίσθαι, εἰκότως. ὁπόσαι γὰρ ἂν ὦσιν ἑκάστου αἱ τομαί, μονάδι πλείω τῶν τομῶν γίνεται τὰ τμήματα, οἷον ἐὰν μιᾷ τομῇ διαιρεθῇ, δύο ἔσται τμήματα, ἂν δυσί, τρία τμήματα · οὕτω δὴ κἂν ἑξαχῆ τι τμηθῇ, ἑπτὰ ἔσται τὰ τμήματα. τὰς δὲ ἀποστάσεις αὐτῶν κατὰ διπλάσια καὶ τριπλάσια ἐναλλὰξ τετάχθαι φησίν, οὐσῶν ἑκατέρων τριῶν · ὅπερ καὶ ἐπὶ τῆς συστάσεως τῆς ψυχῆς, ἐπὶ τῶν ἑπτὰ ἀριθμῶν ἔδειξε. τρεῖς μὲν γάρ εἰσιν ἐν αὐτοῖς διπλάσιοι ἀπὸ μονάδος βʹ δʹ ηʹ, τρεῖς δὲ τριπλάσιοι · γʹ θʹ κζʹ […] διάμετρος μὲν γῆς μυριάδας ηʹ καὶ ρηʹ σταδίων. περίμετρος δὲ γῆς σταδίων μυριάδας κεʹ καὶ φμγʹ · καὶ ἀπόστημα δὲ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἐπὶ τὸν σεληνιακὸν κύκλον μὲν Σάμιος Ἀρίσταρχος ἀναγράφει σταδίων μυριάδας ρξηʹ, δὲ Ἀπολλώνιας μυριάδας φʹ, δὲ Ἀρχιμήδης μυριάδας φνδʹ καὶ μονάδας ͵δρλʹ. ἀπὸ δὲ τοῦ σεληνιακοῦ ἐπὶ τὸν τοῦ ἡλίου κύκλον σταδίων μυριάδας ͵εκϛʹ καὶ μονάδας ͵βξεʹ. ἀπὸ τοῦδε ἐπὶ τὸν τῆς Ἀφροδίτης κύκλον σταδίων μυριάδας ͵βκζʹ καὶ μονάδας ͵βξεʹ. ἀπὸ τοῦδε ἐπὶ τὸν τοῦ Ἑρμοῦ κύκλον σταδίων μυριάδας ͵επαʹ, μονάδας ͵ζρξεʹ. ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ πυρόεντος κύκλον σταδίων μυριάδας ͵δνδʹ, μονάδας ͵αρηʹ. ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ Διὸς κύκλον σταδίων μυριάδας ͵βκζʹ, μονάδας ͵εξεʹ. ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ Κρόνου κύκλον σταδίων μυριάδας ͵δλζʹ, μονάδας ͵βξεʹ. ἀπὸ τούτου δὲ ἐπὶ τὸν ζωδιακὸν καὶ τὴν ἐσχάτην περιφέρειαν σταδίων μυριάδας ͵βηʹ, μονάδας ͵βεʹ.

4.9

τὰ μὲν ἀπ’ἀλλήλων διαστήματα τῶν κύκλων καὶ τῶν σφαιρῶν βάθητε ὑπὸ τοῦ Ἀρχιμήδους ἀποδίδοται. τοῦ δὲ ζωδιακοῦ τὴν περίμετρον λαμβάνει σταδίων δευτέρων ἀριθμῶν μονάδας δʹ καὶ μυριάδας ͵δψλαʹ · ὥστε συμβαίνειν τὴν ἐκ τοῦ κέντρου τῆς γῆς εὐθεῖαν ἄχρι τῆς ἐπιφανείας τῆς ἐσχάτης τὸ ἕκτον εἶναι τοῦ λεχθέντος ἀριθμοῦ, τὴν δὲ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς, ἐφ’ἦς βεβήκαμεν, ἄχρι τοῦ ζωδιακοῦ, ἄρτι ῥηθέντος ἕκτον τοῦ ἀριθμοῦ, λεῖπον τέτρασι μυριάσι σταδίων, ἐκ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς ἐπιφανείας αὐτῆς. ἀπὸ τοῦ Κρόνου δὲ κύκλου ἐπὶ τὴν γῆν φησὶ τὸ διάστημα σταδίων δευτέρων ἀριθμῶν εἶναι μονάδας δύο καὶ μυριάδας ͵βσξθʹ καὶ μονάδας ͵βψιαʹ. ἀπὸ τοῦ δὲ τοῦ Διὸς κύκλου ἐπὶ γῆν σταδίων δευτέρων ἀριθμῶν μονάδας δύο καὶ μυριάδας σοβʹ καὶ μονάδας χμϛʹ. ἀπὸ δὲ τοῦ πυρόεντος κύκλου ἐπὶ γῆν δευτέρων ἀριθμῶν μονάδα μίαν καὶ μυριάδας ͵γσμαʹ καὶ μονάδας ͵ηφπαʹ. ἀφ’ἡλίου ἐπὶ γῆν δευτέρων ἀριθμῶν μονάδα μίαν καὶ μυριάδας ͵βρξʹ καὶ μονάδας ͵δυνδʹ. ἀπὸ δὲ τοῦ Στίλβοντος ἐπὶ τὴν γῆν μυριάδας ͵εσξηʹ, μονάδας ͵ησνθʹ. ἀπὸ δὲ Ἀφροδίτης ἐπὶ γῆν μυριάδας ͵επαʹ, μονάδας ͵ερξʹ.

4.10

περὶ σελήνης δὲ ἐλέχθη τὸ πρότερον. τὰ μὲν οὖν ἀποστήματα καὶ βάθη τῶν σφαιρῶν οὕτως Ἀρχιμήδης ἀποδίδωσιν, ἑτέρως δὲ ὑπὲρ αὐτῶν Ἱππάρχῳ εἴρηται καὶ ἑτέρως Ἀπολλωνίῳ τῷ μαθηματικῷ. ἡμῖν δὲ ἐξαρκεῖ τῇ Πλατωνικῇ δόξῃ ἑπομένοις διπλάσια μὲν καὶ τριπλάσια οἴεσθαι τῶν πλανωμένων τὰ ἀπ’ἀλλήλων διαστήματα · σώζεται γὰρ οὕτως λόγος τοῦ καθ’ἁρμονίαν συγκεῖσθαι τὸ πᾶν ἐν λόγοις συμφώνοις κατὰ ταῦτα τὰ ἀποστήματα. οἱ δ’ἐκτεθέντες ὑπὸ Ἀρχιμήδους ἀριθμοὶ καὶ ὑπὸ τῶν ἄλλων περὶ τῶν ἀποστημάτων λεγόμενοι λόγοι εἰ μὴ ἐν συμφώνοις εἶεν λόγοις, τουτέστι τοῖς ὑπὸ Πλάτωνος εἰρημένοις διπλασίοις καὶ τριπλασίοις, ἔξω δὲ συμφωνιῶν εὑρισκόμενοι, οὐκ ἂν σώζοιεν τὸ καθ’ἁρμονίαν κατεσκευάσθαι τὸ πᾶν · οὐ γὰρ πιθανὸν οὐ δὲ δυνατὸν ἄλογάτε καὶ ἔξω συμφωνιῶν καὶ ἐναρμονίων λόγων εἶναι αὐτῶν τὰ ἀποστήματα, πλὴν ἴσως σελήνης μόνης ἐκ τῶν λείψεων καὶ τῆς σκιᾶς τῆς γῆς, περὶ ἧς μόνης καὶ πιστεύσαι τις ἂν Ἀρχιμήδῃ ἀποστάσεως, τουτέστι τῆς σεληνιακῆς ἀπὸ γῆς · ταύτην δὲ λαβοῦσι ῥᾴδιον ἔσται κατὰ τὸ Πλατωνικὸν αὐτὸ τὰ κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον, ὡς ἀξιοῖ Πλάτων, καὶ τὰ λοιπὰ ἀποστήματα ἀριθμῷ περιλαβεῖν. εἰ δὴ κατὰ τὸν Ἀρχιμήδην ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς σελήνη ἀφέστηκε σταδίων μυριάδας φνδʹ, σταδίους ͵δρλʹ, ῥᾴδιον τούτους τοὺς ἀριθμοὺς αὔξοντας κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον καὶ τὰ τῶν λοιπῶν εὑρεῖν διαστήματα, ὡς μιᾶς μοίρας λαμβανομένης τοῦ τῶν σταδίων ἀριθμοῦ οὓς σελήνη τῆς γῆς ἀφέστηκεν. ὅτι δὲ οἱ λοιποὶ ἀριθμοὶ οἱ ὑπ’Ἀρχιμήδους περὶ τῆς ἀποστάσεως τῶν πλανωμένων λεγόμενοι οὐκ ἐν συμφώνοις λόγοις, ῥᾴδιον γνῶναι, πῶς ἔχουσι πρὸς ἀλλήλους καὶ ἐν τίσι λόγοις εἰσὶ κατανοήσαντας · μὴ εἶναι δὲ ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ ταῦτα τοῦ καθ’ἁρμονίαν συνεστῶτος κόσμου ὄντα μέρη ἀδύνατον. τοῦ μὲν δὴ πρώτου ἀριθμοῦ ὃν ἀφέστηκεν σελήνη τῆς γῆς ὄντος μυριάδων φνδʹ, μονάδων ͵δρλʹ, δεύτερος ἀριθμὸς ὃν ἀφέστηκεν ἥλιος τῆς σελήνης ὢν μυριάδων ͵εκζʹ, μονάδων ͵βξεʹ, ἐν λόγῳ ἐστὶ πλείονι ἔλασσον. πρὸς δὲ τοῦτον ἀνωτέρω ἀριθμὸς ὢν μυριάδων ͵βκζʹ, μονάδων ͵βξεʹ, ἐν λόγῳ ἐστὶ ἐλάττονι ἡμίσει. πρὸς δὲ τοῦτον ἀνωτέρω ἀριθμὸς ὢν μυριάδων ͵επαʹ, μονάδων ͵ζρξεʹ, ἐν λόγῳ ἐστὶ πλείονι διπλασίῳ. πρὸς δὲ τοῦτον ἀνωτέρω ἀριθμὸς ὢν μυριάδων ͵δνδʹ, μονάδων ͵αρηʹ, ἐν λόγῳ ἔσται ἐλάττονι ἐπιτετάρτῳ. πρὸς δὲ τοῦτον ἀνωτέρω ἀριθμὸς ὢν μυριάδων ͵βκζʹ, μονάδων ͵εξεʹ, ἐν λόγῳ ἐστὶ πλείονι ἡμίσει. πρὸς δὲ τοῦτον ἀνωτάτω ἀριθμὸς ὢν μυριάδων ͵δλζʹ, μονάδων ͵βξεʹ, ἐν λόγῳ ἐστὶ ἐλάττονι διπλασίῳ.

4.11

οὗτοι δὴ οἱ λόγοι τε πλείων ἐννεαπλάσιος καὶ ἐλάττων ἥμισυς καὶ πλείων διπλάσιος καὶ ἐλάττων ἐπιτέταρτος καὶ πλείων ἥμισυς καὶ ἐλάττων διπλάσιος ἔξω πασῶν εἰσὶ συμφωνιῶν, ἐξ ὧν οὐκ ἐναρμόνιόν τι καὶ σύμφωνον σύστημ’ἂν γένοιτο. δ’ἅπας κόσμος καὶ τὰ τούτου μέρη κατὰ πάντα ὁμοίως ἐναρμονίως καὶ συμφώνως σύγκειται. οἱ δὲ ἐναρμόνιοι καὶ σύμφωνοι λόγοι σώζονται, καθάπερ προειρήκαμεν, τοῖς διπλασίοις καὶ τριπλασίοις διαστήμασιν. εἰ δὴ πιστὸν τὸν Ἀρχιμήδην ἡγησάμεθα ἐν μόνῳ τῷ πρώτῳ ἀποστήματι τῷ ἀπὸ σελήνης μέχρι γῆς, ῥᾴδιον καὶ τὰ λοιπὰ κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον αὔξοντα εὑρεῖν. ἔστω δὴ κατὰ τὸν Ἀρχιμήδην τὸ ἀπὸ γῆς μέχρι σελήνης ἀπόστημα σταδίων μυριάδων φνδʹ, μονάδων ͵δρλʹ, ἔσται μὲν δὴ τούτου διπλάσιος ἀριθμὸς σταδίων ὧν ἀφέστηκεν ἥλιος τῆς σελήνης μυριάδας ͵αρηʹ καὶ ͵ησξʹ, ἀπὸ δὲ τῆς γῆς ἀφέστηκεν ἥλιος σταδίων μυριάδας ͵αχξγʹ καὶ ͵βτϟʹ. καὶ Ἀφροδίτη δὲ ἀφέστηκεν ἀπὸ μὲν ἡλίου σταδίων μυριάδας ͵αχξγʹ καὶ σταδίους ͵βτϟʹ, ἀπὸ δὲ γῆς μυριάδων ͵γτκϛʹ, σταδίους ͵δψπʹ. Ἑρμῆς δὲ Ἀφροδίτης μὲν ἀφέστηκε σταδίων μυριάδων ͵βσιζʹ, σταδίων ͵ϛφκʹ, ἀπὸ δὲ γῆς μυριάδων ͵εφμδʹ, πεντακόσια σταδίους ͵ατʹ. ἄρης δὲ Ἑρμοῦ μὲν ἀφέστηκε σταδίων μυριάδας ͵δϡπθʹ, σταδίους ͵ζροʹ, ἀπὸ δὲ γῆς μυριάς μυριάδας καὶ φλγʹ, σταδίους ͵ηυοʹ. Ζεὺς δὲ Ἄρεως μὲν ἀφέστηκε μυριάδας ͵δυλεʹ, σταδίους ͵γμʹ, ἀπὸ δὲ γῆς μυριάς μυριάδας καὶ ͵δϡξθʹ, σταδίους ͵αφιʹ. Κρόνος ἀπὸ μὲν Διὸς ἀφέστηκε σταδίων μυριάς μυριάδας καὶ ͵δϡξθʹ, σταδίους ͵αφιʹ, ἀπὸ δὲ γῆς μυριάς μυριάδας βʹ καὶ ͵θϡληʹ, σταδίους ͵γκʹ.

4.12

τίς οὐ θαυμάσει τὴν τοσαύτην φροντίδα μετὰ τοσούτου πόνου γεγενημένην; οὐκ ἀχρεῖος δέ μοι οὑτοσὶ Πτολεμαῖος τούτων μεριμνητὴς δοκεῖ · τοῦτο δὲ μόνον λυπεῖ, ὡς πρόσφατος γεννηθεὶς οὐκ εὔχρηστος γεγένηται γιγάντων παισίν, οἳ τὰ μέτρα ταῦτα ἠγνοηκότες ἐγγὺς νομίζοντες εἶναι ὕψη οὐρανοῦ πύργον μάτην ἐπεχείρησαν ποιεῖν, οἷς εἰ κατ’ἐκεῖνο παρὼν τὰ μέτρα διηγήσατο, οὐκ ἂν μάτην τετολμήκεισαν. εἰ δέ τις τούτῳ φάσκει ἀπιστεῖν, μετρήσας πειθέσθω · ταύτης γὰρ φανερωτέραν ἀπόδειξιν οὐκ ἔχει πρὸς τοὺς ἀπίστους. ματαιοπόνου ψυχῆς φυσιώσεως καὶ πίστεως ἀπίστου, ἵνα πάντως Πτολεμαῖος σοφὸς νομίζηται παρὰ τοῖς τὴν ὁμοίαν σοφίαν ἠσκηκόσι.

4.13

τούτοις ἐν μέρει ἐπισχόντες τινὲς ὡς μεγάλα κρίναντες καὶ λόγου ἄξια νομίσαντες αἱρέσεις ἀμέτρους καὶ ἀπείρους συνεστήσαντο. ὧν εἷς μὲν Κολάρβασος, ὃς διὰ μέτρων καὶ ἀριθμῶν ἐκτίθεσθαι θεοσέβειαν ἐπιχειρεῖ · καὶ ἕτεροι δὲ ὁμοίως οὓς ἐπιδείξομεν, ἐπὰν τὰ περὶ αὐτῶν ἀρξώμεθα λέγειν, οἳ Πυθαγορείῳ ψήφῳ ὡς δυνατῇ προσέχουσι καὶ τὴν ἀσφαλῆ φιλοσοφίαν δι’ἀριθμῶν καὶ στοιχείων σχεδιάζουσι μαντευόμενοι μάταια · ὧν ὁμοίως λόγους ἐρανισάμενοί τινες ἀποπλανῶσιν ἰδιώτας, προγνωστικοὺς ἑαυτοὺς φάσκοντες ἔσθ’ὅτε διὰ τοῦ πολλὰ μαντεύεσθαι ἓν ἐπιτυγχάνοντες καὶ ἐπὶ μὲν τοῖς πολλοῖς ἀποτεύγμασι μὴ αἰδούμενοι, ἐπὶ δὲ τῷ ἑνὶ ἐγκομπάζοντες. οὐ δὲ τούτων τὴν ἄσοφον σοφίαν παραπέμψομαι, ἀλλ’ἐκθέμενος τοὺς ἐκ τούτων ἐπιχειροῦντας θεοσέβειαν συνιστᾶν ἐλέγξω ῥίζης ἀσυστάτου καὶ πανουργίας ἀναπλέου ὄντας μαθητάς.

4.14

οἱ μὲν οὖν διὰ ψήφωντε καὶ ἀριθμῶν στοιχείωντε καὶ ὀνομάτων μαντεύεσθαι νομίζοντες ταύτην ἀρχὴν ἐπιχειρήσεως τοῦ κατ’αὐτοὺς λόγου ποιοῦνται, φάσκοντες πυθμένα εἶναι ἑκάστου τῶν ἀριθμῶν, ἐπὶ μὲν τῶν χιλιάδων τοσαύτας μονάδας, ὅσαι ἂν ὦσι χιλιάδες, οἷον τῶν ἑξακισχιλίων πυθμὴν μονάδες ἔξ, τῶν ἑπτακισχιλίων μονάδες ἑπτά, τῶν ὀκτακισχιλίων μονάδες ὀκτώ, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως κατὰ τὰ αὐτά, καὶ ἐπὶ τῶν ἑκατοντάδων, ὅσαι ἂν ὦσιν αἱ ἑκατοντάδες, τοσαῦται μονάδες πυθμήν ἐστιν αὐτῶν, οἷον τῶν ἑπτακοσίων ἑπτά εἰσιν ἑκατοντάδες · πυθμὴν αὐτῶν ἑπτὰ μονάδες · τῶν ἑξακοσίων ἓξ ἑκατοντάδες · πυθμὴν αὐτῶν τρεῖς μονάδες. τὸ ὅμοιον · καὶ ἐπὶ τῶν δεκάδων · τῶν μὲν ὀγδοήκοντα μονάδες ὀκτώ, τῶν δὲ ἑξήκοντα μονάδες ἕξ, τῶν τεσσαράκοντα μονάδες τέσσαρες, τῶν δέκα μονὰς μία. ἐπὶ δὲ τῶν μονάδων, πυθμὴν αὐταὶ εἰσὶν αἱ μονάδες, οἷον τοῦ ἐννέα ἐννέα, τοῦ ὀκτὼ ὀκτώ, τοῦ ἑπτὰ ἑπτά. οὕτως οὖν καὶ ἐπὶ τῶν στοιχείων ποιεῖν δεῖ · ἕκαστον γὰρ στοιχεῖον κατά τινα τέτακται ἀριθμὸν, οἷον τὸ ν̅ πεντήκοντα μονάδων ἐστίν · τῶν δὲ πεντήκοντα μονάδων πυθμήν ἐστιν πέντε, καὶ τοῦ ν̅ στοιχείου πυθμήν ἐστιν πέντε. ἔστω ἔκ του ὀνόματος τοὺς τούτου πυθμένας λαβεῖν. οἷον τοῦ Ἀγαμέμνων ὀνόματος γίνεται τοῦ μὲν α̅ μονὰς μία, τοῦ δὲ γ̅ μονάδες τρεῖς, τοῦ ἄλλου α̅ μονὰς μία, τοῦ μ̅ μονάδες δʹ, τοῦ ε̅ μονάδες εʹ, τοῦ μ̅ μονάδες δʹ, τοῦ ν̅ μονάδες πέντε, τοῦ ω̅ μονάδες ηʹ, τοῦ ν̅ μονάδες εʹ, ὁμοῦ ἐπὶ τὸ αὐτὸ ἔσονται αʹ, γʹ, αʹ, δʹ, εʹ, δʹ, εʹ, ηʹ, εʹ · ταῦτα συντεθέντα ποιεῖ μονάδας λϛʹ. πάλιν τούτων πυθμένας λαμβάνουσι, καὶ γίνονται τῶν μὲν λʹ τρεῖς, τῶν δὲ ἓξ αὐτὰ τὰ ἕξ · συντεθέντα οὖν τὰ τρία καὶ τὰ ἓξ ποιεῖ ἐννέα, τῶν δὲ ἐννέα πυθμὴν ἐννέα. κατέληξεν οὖν τὸ Ἀγαμέμνων ὄνομα εἰς τὸν ἐννέα πυθμένα. ἔστω τὸ αὐτὸ καὶ ἐπὶ ἄλλου ὀνόματος ποιῆσαι τοῦ Ἕκτωρ. τὸ Ἕκτωρ ὄνομα ἔχει στοιχεῖα ε̅ καὶ κάππα καὶ ταῦ καὶ ω̅ καὶ ρ̅. τούτων πυθμένες εʹ, βʹ, γʹ, ηʹ, αʹ · ταῦτα συντεθέντα ποιεῖ μονάδας ιθʹ. πάλιν τῶν δέκα πυθμὴν εἷς, τῶν ἐννέα ἐννέα, συντεθέντα ποιεῖ δέκα · τοῦ δέκα γίνεται πυθμὴν μονάς. ψηφισθὲν οὖν τὸ Ἕκτωρ ὄνομα ἐποίησε πυθμένα μονάδα. εὐκολώτερον δέ ἐστι τὸ οὕτως ποιεῖν · τοὺς εὑρεθέντας ἐκ τῶν στοιχείων πυθμένας, ὡς νῦν ἐπὶ τοῦ Ἕκτορος ὀνόματος εὕρομεν μονάδας ιθʹ, εἰς ἐννέα μέριζε καὶ τὸ περιλειπόμενον πυθμένας λέγε · οἷον τὰ ιθʹ ἐὰν εἰς ἐννέα μερίζω, περιλείπεται μονάς, ἐννάκις γὰρ δύο ιηʹ, καὶ λοιπὴ μονάς. ἐὰν γὰρ ὑφέλω τῶν ιθʹ τὰ δεκαοκτώ, λοιπὴ μονάς · ὥστε τοῦ Ἕκτωρ ὀνόματος πυθμὴν ἔσται μονάς. πάλιν τοῦ Πάτροκλος ὀνόματος πυθμένες εἰσὶν ἀριθμοὶ οὗτοι, ηʹ, αʹ, γʹ, αʹ, ζʹ, βʹ, γʹ, ζʹ, βʹ, συντεθέντες ποιοῦσι μονάδας λδʹ. τούτων τὸ λοιπὸν μονάδες ἑπτά, τῶν λʹ τρεῖς, καὶ τῶν δʹ αὐταὶ αἱ δʹ. πυθμὴν οὖν εἰσὶ τοῦ Πάτροκλος ὀνόματος μονάδες ζʹ. οἱ μὲν οὖν κατὰ τὸν ἐννεαδικὸν κανόνα ψηφίζοντες τὸ ἔννατον λαμβάνουσι τοῦ ἀθροισθέντος ἐκ τῶν πυθμένων ἀριθμοῦ, καὶ τὸ περιλειφθὲν πλῆθος τῶν πυθμένων ὁρίζονται, οἱ δὲ κατὰ τὸν ἑβδοματικὸν τὸ ἕβδομον · οἷον εὑρέθη ἐπὶ τοῦ Πάτροκλος. ὀνόματος τὸ ἐπὶ τῶν πυθμένων ἄθροισμα μονάδες λδʹ · τοῦτο μερισθὲν εἰς ἑβδομάδας ποιεῖ δʹ, ἐστι κηʹ · λοιπαὶ μονάδες ἕξ · λέγει ὅτι πυθμὴν τοῦ Πάτροκλος ὀνόματος εἰσὶν ἓξ κατὰ τὸν ἑβδοματικόν. εἰ δὲ ἔσται μγʹ, τὸ ἕβδομον λέγει μβʹ, ἑπτάκις γὰρ ἓξ μβʹ, καὶ λοιπὸν ἔν. μονὰς οὖν γίνεται πυθμὴν ἀπὸ τῶν μγʹ κατὰ τὸν ἑβδοματικόν. δεῖ δὲ προσέχειν ἐὰν ληφθεὶς ἀριθμὸς μεριζόμενος ἀπαρτίσῃ, οἷον ἐὰν ἔκ τινος ὀνόματος συντιθεὶς τοὺς πυθμένας εὕρω λόγου χάριν μονάδας λϛʹ · δὲ λϛʹ μεριζόμενος εἰς τὸν ἐννέα δʹ ἀπαρτίζει ἐννεάδας (ἐννάκις γὰρ δʹ λϛʹ, καὶ οὐδὲν περιλείπεται) · τὸν πυθμένα οὗν αὐτὸν τὸν θʹ δῆλον εἶναι. κἂν πάλιν τὸν τεσσαράκοντα πέντε ἀριθμὸν μερίζοντες εὕρωμεν ἀπαρτίζοντα ἐννέα · καὶ γὰρ ἐννάκις πέντε μεʹ, καὶ λείπεται οὐδέν · ἐπὶ τῶν τοιούτων αὐτὸν τὸν ἐννέα λέγουσι πυθμένα. καὶ ἐπὶ τοῦ ἑβδοματικοῦ ὁμοίως, ἐὰν λόγου χάριν τὸν κηʹ εἰς τὸν ἑπτὰ μερίζοντες ἀπαρτίσωμεν (ἑπτάκις γὰρ δʹ κηʹ, καὶ περιλείπεται οὐδέν), τὸν ἑπτὰ λέγουσι πυθμένα. ὅταν μέντοι ψηφίζῃ τὰ ὀνόματα καὶ εὑρίσκῃ δὶς τὸ αὐτὸ γράμμα, ἅπαξ αὐτὸ ψηφίζει, οἷον τὸ Πάτροκλος ὄνομα καὶ τὸ π̅ α̅ δὶς ἔχει καὶ τὸ ο̅ δίς, ἅπαξ οὖν τὸ α̅ ψηφίζουσι καὶ ἅπαξ τὸ ο̅. κατὰ τοῦτο οὗν πυθμένες ἔσονται ηʹ, αʹ, γʹ, αʹ, ζʹ, βʹ, γʹ, βʹ, καὶ συντεθέντες ποιοῦσι μονάδας κζʹ, καὶ ἔσται πυθμὴν τοῦ ὀνόματος κατὰ μὲν τὸν ἐννεαδικὸν αὐτὸς ἐννέα, κατὰ δὲ τὸν ἑβδοματικὸν ἕξ. ὁμοίως Σαρπηδὼν ψηφισθεὶς ποιεῖ μονάδας κατὰ τὸν ἐννεαδικὸν δύο πυθμένα, Πάτροκλος δὲ ποιεῖ μονάδας θʹ · νικᾷ Πάτροκλος. ὅταν γὰρ μὲν εἷς περισσός, δὲ ἕτερος ἄρτιος, περισσὸς νικᾷ, ἐὰν μείζων . πάλιν δὲ ἐὰν ὀκτὼ ἄρτιος καὶ πέντε περισσός, ὀκτὼ νικᾷ, μείζων γάρ ἐστιν. εἰ δὲ εἰσὶν ἀριθμοὶ δύο οἷον ἀμφότεροι ἄρτιοι ἀμφότεροι περισσοί, ἐλάσσων νικᾷ. πῶς δὲ Σαρπηδὼν κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδας δύο; παραλείπεται γὰρ τὸ ω̅ στοιχεῖον · ὅταν γὰρ ἐν ὀνόματι στοιχεῖον ω̅ καὶ η̅, παραλιμπάνουσι τὸ ω̅ ἑνὶ στοιχείῳ χρώμενοι · ἰσοδυναμεῖν γὰρ λέγουσι τὰ ἀμφότερα, δὶς δὲ τὸ αὐτὸ οὐ ψηφίζεται, ὡς ἄνωθεν εἴρηται. πάλιν Αἴας ποιεῖ μονάδας τέσσαρας, Ἕκτωρ κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδα μίαν. καὶ ἔστιν μὲν τετρὰς ἄρτιος, μονὰς δὲ περισσή. ἐπὶ δὲ τῶν τοιούτων τὸν μείζονα ἐλέγομεν νικᾶν, νικᾷ Αἴας. πάλιν Ἀλέξανδρος καὶ Μενέλαος. Ἀλέξανδρος κύριον ἔχει ὄνομα Πάρις. Πάρις δὲ ποιεῖ μονάδας κατὰ τὸν ἐννεαδικὸν δʹ, Μενέλαος δὲ κατὰ τὸν ἐννεαδικὸν μονάδας θʹ, νικῶσι δὲ αἱ ἐννέα τὰς τέσσαρας · εἴρηται γάρ, ὁπόταν μὲν περισσὸς , δὲ ἄρτιος, μείζων νικᾷ, ὅταν δὲ ἀμφότεροι ἄρτιοι ἀμφότεροι περισσοί, ἐλάσσων. πάλιν Ἄμυκος καὶ Πολυδεύκης. Ἄμυκος μὲν ποιεῖ μονάδας δύο κατὰ τὸν ἐννεαδικόν, καὶ Πολυδεύκης δὲ ἑπτά · νικᾷ Πολυδεύκης. Αἴας καὶ Ὀδυσσεὺς ἐπάλαισαν ἐν τῷ ἐπιταφίῳ. Αἴας ποιεῖ κατὰ τὸν ἐννεαδικὸν μονάδας δʹ, Ὀδυσσεὺς ὀκτὼ κατὰ τὸν ἐννεαδικόν · ἆρα οὖν μήτι τὸ Ὀδυσσέως ἐπίθετον καὶ οὐ κύριόν ἐστιν; ἐνίκησε γάρ. κατὰ μὲν τοὺς ἀριθμοὺς νικᾷ Αἴας, δ’ἱστορία Ὀδυσσέα παραδίδωσιν. Ἀχιλλεὺς καὶ Ἕκτωρ. Ἀχιλλεὺς κατὰ τὸν ἐννεαδικὸν ποιεῖ τέσσαρας, Ἕκτωρ μίαν · νικᾷ Ἀχιλλεύς. πάλιν Ἀχιλλεὺς καὶ Ἀστεροπαῖος. Ἀχιλλεὺς ποιεῖ τέσσαρας, Ἀστεροπαῖος τρεῖς · νικᾷ Ἀχιλλεύς. πάλιν Μενέλαος καὶ Εὔφορβος. Μενέλαος ἔχει μονάδας ἐννέα, Εὔφορβος ὀκτώ · νικᾷ Μενέλαος. τινὲς δὲ κατὰ τὸν ἑβδοματικὸν μόνοις τοῖς φωνήεσι χρῶνται, ἄλλοι δὲ διαστέλλουσιν ἰδίᾳ μὲν τὰ φωνήεντα, ἰδίᾳ δὲ τὰ ἡμίφωνα, ἰδίᾳ δὲ τὰ ἄφωνα, καὶ τρεῖς τάξεις ποιήσαντες λαμβάνουσι τοὺς πυθμένας ἰδίᾳ μὲν τῶν φωνηέντων, ἰδίᾳ δὲ τῶν ἡμιφώνων, ἰδίᾳ δὲ τῶν ἀφώνων, καὶ συγκρίνουσι χωρὶς ἕκαστον. ἄλλοι δὲ οὐ δὲ τούτοις τοῖς νενομισμένοις ἀριθμοῖς χρῶνται, ἀλλ’ἄλλοις, οἷον ὑποδείγματος ἕνεκα τὸ π̅ οὐ θέλουσι πυθμένα ἔχειν μονάδας ηʹ, ἀλλὰ εʹ, καὶ τὸ ξ̅ στοιχεῖον πυθμένα μονάδας δʹ, καὶ παντοίως στρεφόμενοι οὐδὲν ὑγιὲς εὑρίσκουσιν. ὅταν μέντοι δεύτερόν τινες ἀγωνίζωνται, ἀφ’ἑκατέρου τῶν ὀνομάτων τὸ πρῶτον στοιχεῖον ἀφαιροῦσιν, ὅταν δὲ τρίτον, τὰ δύο ἑκατέρωθεν, καὶ τὰ λοιπὰ ψηφίσαντες συγκρίνουσιν.

4.15

οἶμα δὲ ἐκδήλως ἐκτεθεῖσθαι καὶ τὴν τῶν ἀριθμητικῶν ἐπίνοιαν δι’ἀριθμῶν καὶ ὀνομάτων τὸ ζῆν διακρίνειν νομιζόντων. τούτους δὲ κατανοῶ σχολὴν ἄγοντας καὶ ψήφῳ γεγυμνασμένους τεθεληκέναι διὰ τῆς παραδοθείσης αὐτοῖς ἐκ παίδων τέχνης θέλειν εὐδοκιμοῦντας μάντεις προσαγορεύεσθαι · οἳ ἄνω κάτω τὰ στοιχεῖα καταμετροῦντες εἰς λῆρος ἐχώρησαν. ἐπὰν γὰρ ἀποτύχωσι, τὸ ἄπορον προβάλλοντες λέγουσι, μήτι τοῦτο ὄνομα γενικὸν οὐκ ἐγένετο ἀλλὰ ἐπίθετον · ὡς καὶ ἐπὶ τοῦ Ὀδυσσέως καὶ Αἴαντος ἐκπεσόντες ἐνεκάλουν. τίς ἐκ ταύτης τῆς θαυμαστῆς φιλοσοφίας ἀφορμὰς λαβὼν καὶ θελήσας αἱρεσιάρχης καλεῖσθαι οὐ δοξασθήσεται; ἀλλ’ἐπεὶ καὶ ἑτέρα τις τέχνη βαθυτέρα ἐστὶ παρὰ τοῖς πανσόφοις Ἑλλήνων μεριμνηταῖς, οἷς εὔχονται μαθητεύειν οἱ αἱρετικοὶ διὰ τὸ ταῖς αὐτῶν δόξαις χρῆσθαι πρὸς τὰ ὑπ’αὐτῶν ἐπιχειρούμενα, καθὼς ὑποδειχθήσεται μετ’οὐ πολύ (αὕτη δέ ἐστι μετωποσκοπικὴ μαντεία, μᾶλλον δὲ μανία), οὐ δὲ ταύτην σιωπήσομεν. εἰσὶν οἳ τοῖς ἄστροις ἀναφέρουσι τὰς μορφὰς τυποῦντες ἰδέας καὶ τὰς φύσεις τῶν ἀνθρώπων ἐπὶ τὰς κατὰ ἀστέρων γενέσεις ἀναλογιζόμενοι. οὕτω δὲ λέγουσιν · οἱ ἐν Κριῷ γεννώμενοι τοῖοι ἔσονται · κεφαλῇ ἐπιμήκει, τριχὶ πυρρᾷ, ὀφρύσι συνεζευγμέναις, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς γλαυκοῖς, ὑπὸ ἄλλοις, μήλοις καθειλκυσμένοις, ἐπίρρινοι, μυκτῆρσιν ἠνεῳγμένοις, χείλεσι λεπτοῖς, γενείῳ ὀξεῖ, στόματι ἐπιμήκει. οὗτοι, φησί, μεθέξουσι φύσεως τοιαύτης · προνοητικοί, ποικίλοι, δειλοί, φρόνιμοι, προσχαριώδεις, ἥσυχοι, περίεργοι, βουλαῖς ἀποκρύφοις, παντὶ πράγματι κατηρτισμένοι, πλεῖον φρονήσει ἰσχύι κρατοῦντες, τὸ παρὸν καταγελασταί, γεγραμματισμένοι, πιστοί, φιλόνεικοι, ἐν μάχῃ ἐρεθισταί, ἐπιθυμηταί, παιδεραστίᾳ νοσοῦντες, ἀπεστραμμένοι ἀπὸ τῶν ἰδίων οἴκων, ἀπαρέσκοντες ἅπαντα, κατήγοροι, ἐν οἴνῳ μανιώδεις, ἐξουθενηταί, κατ’ἔπος τι ἀποβάλλοντες, εἰς φιλίαν εὔχρηστοι διὰ τὴν ἀγαθωσύνην · πλειστάκις ἐν ἀλλοτρίᾳ γῇ ἀποθνήσκουσιν.

4.16

οἱ δὲ ἐν Ταύρῳ τύπῳ ἔσονται τῷδε · κεφαλῇ στρογγύλῃ, τριχὶ παχείᾳ, μετώπῳ πλατεῖ, τετραγώνῳ, ὀφθαλμοῖς καὶ ὀφρύσι μεγάλαις, μέλασιν, ἐν τῷ λευκῷ φλέβες λεπταί, αἱματώδεις, βλεφάροις μακροῖς, παχέσιν, ὠτίοις μεγάλοις, στόμασι στρογγύλοις, ῥώθωνι παχεῖ, μυκτῆρσι στρογγύλοις, χείλεσι παχέσι · τοῖς ὑπεράνω μέρεσιν ἰσχύουσιν, ὀρθὸς γεγενημένος ἀπὸ σκελῶν · οἱ αὐτοὶ δὲ φύσεως · ἀρέσκοντες, νοοῦντες, εὐφυεῖς, εὐσεβεῖς, δίκαιοι, ἄγροικοι, προσχαρεῖς, κοπιαταί, ἀπὸ ἐτῶν ιβʹ, ἐρεθισταί, νωθροί · τούτων στόμαχος μικρός ἐστι, πληροῦνται τάχα, πολλὰ βουλευόμενοι, φρόνιμοι, φειδωλοὶ εἰς ἑαυτούς, εἰς ἄλλους δαψιλεῖς, ἀγαθοποιοί, σώματι βραδεῖ · ἐν μέρει εἰσὶ λυπηροί, ἀμελεῖς εἰς φιλίαν, ὠφέλιμοι διὰ τὸν νοῦν, κακοπαθεῖς.

4.17

ἐν Διδύμοις τύπος · προσώπῳ κοκκίνῳ, μεγέθει οὐ λίαν μεγάλῳ, μέλεσιν ἴσοις, ὀφθαλμοῖς μέλασιν ὡς ἠλειμμένοις, μήλοις κάτω τεταμένοις, στόματι παχεῖ, ὀφρύσι συντεθειμέναις · συγκροτοῦσι πάντα, ἔχουσιν, ἔσχατα πλούσιοι, σκνιφοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου, δαψιλεῖς πρὸς τὰ ἀφροδισιακά, ἐπιεικεῖς, μουσικοί, ψεῦσται · οἱ αὐτοὶ δὲ φύσεως · δεδιδαγμένοι, νοοῦντες, περίεργοι, ἰδίᾳ ἀποφάσει, ἐπιθυμητικοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου, δαψιλεῖς, ἥσυχοι, φρόνιμοι, δόλιοι, πολλὰ βουλεύονται, ψηφισταί, κατήγοροι, ἀκαίριμοι, οὐκ εὐτυχεῖς, ἀπὸ γυναικῶν φιλοῦνται, ἔμποροι, εἰς φιλίαν οὐκ ἐπὶ πολὺ ὠφέλιμοι.

4.18

ἐν Καρκίνῳ τύπος · μεγέθει οὐ μεγάλῳ, τριχὶ ὥσπερ κυανέῃ, χρώματι ὑποπύρρῳ, στόματι ὀλίγῳ, κεφαλῇ στρογγύλῃ, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς ὑπογλαύκοις, ἱκανῶς καλοῖς, μέλεσιν ὑποποικίλοις · οἱ αὐτοὶ φύσεως · κακοί, δόλιοι, βουλαῖς ἀπηρτισμένοι, ἄπληστοι, φειδωλοί, ἀχάριστοι, ἀνελεύθεροι, ἀνωφελεῖς, ἀμνήμονες, οὔτε ἀποδιδόασιν ἀλλότριον οὔτε ἀπαιτοῦσιν ἴδιον, εἰς φιλίαν ὠφέλιμοι.

4.19

ἐν Λέοντι τύπος · κεφαλῇ στρογγύλῃ, τριχὶ ὑποπύρρῳ, μετώπῳ μεγάλῳ ῥυσῷ, ὠτίοις παχέσι, τραχηλιῶται, ἐπὶ μέρει ὑποφάλακροι, πυρροί, ὀφθαλμοῖς γλαυκοῖς, μεγάλαις γνάθοις, στόματι παχεῖ, τοῖς ἐπάνω μέρεσι παχεῖς, στήθει μεγάλῳ, τοῖς ὑποκάτω μέλεσι λεπτοῖς · οἱ αὐτοὶ φύσεως · ἰδίας ἀποφάσεως, ἀσυγκέραστοι, ἀρέσκοντες ἑαυτοῖς, ὀργίλοι, θυμώδεις, καταφρονηταί, αὐθάδεις, μηδὲν βουλευόμενοι, ἄναλοι, κακόσχολοι, συνήθεις, εἰς πράγματα ἀφροδισιακὰ ἐκκεχυμένοι, μοιχοί, ἀναιδεῖς, πίστει ἀναλήθεις, αἰτηταί, τολμηροί, σκνιφοί, ἅρπαγες, ἀξιόλογοι, εἰς κοινωνίαν ὠφέλιμοι, εἰς φιλίαν ἀνωφελεῖς.

4.20

ἐν Παρθένῳ τύπος · ὁράσει καλῇ, ὀφθαλμοῖς οὐ μεγάλοις, ἐπαφροδίτοις, μέλασιν, ὀφρύσι συντεθειμέναις, ἱλαροῖς, κολυμβῶσιν. εἰσὶ δὲ λεπτοὶ σώματι, ὑπὸ δὲ τοῦ ὄψει καλοῦ, τριχὶ καλῶς συντεθειμένῃ, μετώπῳ μεγάλῳ, ῥώθωνι προάλει. οἱ αὐτοὶ φύσεως · εὐμαθεῖς, μέτριοι, ἐννοηταί, παιγνιώδεις, λόγιοι, βραδυλαλοῦντες, πολλὰ βουλευόμενοι, πρὸς χάριν εὐπαραίτητοι, ἡδέως πάντα παρατηροῦντες, καὶ μαθηταὶ εὐφυεῖς, ἔμαθον κρατοῦσι, μέτριοι, ἐξουθενηταί, παιδερασταί, συνήθεις, ψυχῇ μεγάλῃ, καταφρονηταί, πραγμάτων ἀμελεῖς, διδαχῇ προσέχοντες, καλλίονες ἐν ἄλλοις τοῖς ἰδίοις, πρὸς φιλίαν ὠφέλιμοι.

4.21

ἐν Ζυγῷ τύπος · τριχὶ λεπτῇ προαλεῖ, ὑποπύρρῳ, ὑπομήκει · μετώπῳ ὀξεῖ, ῥυσῷ, ὀφρύσι καλαῖς, συντεθειμέναις, ὀφθαλμοῖς · καλοῖς, κόραις μέλασιν, ὠτίοις μακροῖς, λεπτοῖς, κεφαλῇ ἐπικεκλιμένῃ, στόματι μακρῷ. οἱ αὐτοὶ φύσεως · νοοῦντες, θεοὺς τιμῶντες, ἀλλήλοις καταλαλοῦντες, ἔμποροι, κοπιαταί, πορισμὸν μὴ κατέχοντες, ψεῦσται, μὴ φιλοῦντες ἐν πράγμασι νοήσει, ἀληθεῖς, ἐλευθερόγλωσσοι, ἀγαθοποιοί, ἀμαθεῖς, ψεῦσται, συνήθεις, ἀμελεῖς · τούτοις οὐκ ἐμποιεῖ ἀδίκως ποιῆσαι μέρος. εἰσὶ καταφρονηταί, καταγελασταί, ὀξεῖς, ἔνδοξοι, ἀκουσταί, καὶ τούτοις οὐδὲν προχωρεῖ, πρὸς φιλίαν ὠφέλιμοι.

4.22

ἐν Σκορπίῳ τύπος · προσώπῳ παρθενικῷ, εὐμόρφῳ, ἁλυκῷ, τριχὶ ὑπομέλανι, ὀφθαλμοῖς εὐμόρφοις, μετώπῳ οὐ πλατεῖ καὶ ῥώθωνι ὀξεῖ, ὠτίοις συντεθειμένοις μικροῖς, μετώπῳ ῥυσῷ, ὀφρύσι στεναῖς, μήλοις καθειλκυσμένοις · οἱ αὐτοὶ φύσεως · δόλιοι, κατεστραμμένοι, ψεῦσται, ἴδια βουλεύματα μηδενὶ ἀνατιθέμενοι, διπλῇ ψυχῇ, κακοποιοί, ἐξουθενηταί, μοιχείας ἔνοχοι, εὐφυεῖς, εὐμαθεῖς, εἰς φιλίαν ἄχρηστοι.

4.23

ἐν Τοξότῃ τύπος · μήκει μεγάλῳ, μετώπῳ τετραγώνῳ, ὀφρύσι μεσταῖς, συγκρατουμέναις, τριχῶν τεθειμένῃ προαλεῖς, ὑπόπυρροι. οἱ αὐτοὶ φύσεως · προσχαρεῖς ὡς οἱ πεπαιδευμένοι, ἁπλοῖ, ἀγαθοποιοί, παιδερασταί, συνήθεις, κοπιαταί, φιληταί, φιλούμενοι, ἐν οἴνῳ ἱλαροί, καθάριοι, ὀργίλοι, ἀμελεῖς, κακοί, εἰς φιλίαν ἄχρηστοι, καταφρονηταί, ψυχαῖς μεγάλαις, ὑβριστικοί, ὑπόδουλοι, εἰς κοινωνίαν εὔχρηστοι.

4.24

ἐν Αἰγοκέρῳ τύπος · σώματι ὑποπύρρῳ, τριχὶ ὑποπολιῷ προαλεῖ, στόματι στρογγύλῳ, ὀφθαλμοῖς ὡς ἀετοῦ, ὀφρύσι συντεθειμέναις, μετώπῳ ἠνοιγμένῳ, ὑποφάλακροι, τὰ ὑποκάτω μέρη τοῦ σώματος ἰσχυρότερα. οἱ αὐτοὶ φύσεως · φιλόσοφοι, καταφρονηταὶ καὶ τὸ παρὸν καταγελασταί, ὀργίλοι, συγχωρηταί, καλοί, ἀγαθοποιοί, πράγματος μουσικοῦ φιληταί, ἐν οἴνῳ ὀργίλοι, γελοῖοι, συνήθεις, λάλοι, παιδερασταί, ἱλαροί, προσφιλεῖς, φιληταί, ἐρεθίζοντες, εἰς κοινωνίαν εὔχρηστοι.

4.25

ἐν Ὑδροχόῳ τύπος · μεγέθει τετράγωνος, στόματι ὀλίγῳ, ὀφθαλμοῖς ὀξέσι, λεπτοῖς, γοργοῖς, ἐπιτάκτης, ἀχάριστος, ὀξύς, εὐχερῶς εὑρίσκων, πρὸς φιλίαν εὔχρηστος καὶ πρὸς κοινωνίαν. ἔτι ἐξ ὑγρῶν πραγμάτων πορίζουσι τοὺς πορισμοὺς ἀπόλλουσιν. οἱ αὐτοὶ φύσεως · σιγηροί, αἰσχυντηροί, συνήθεις, μοιχοί, σκνιφοί, πράγμασι ποιούμενοι, θορυβιασταί, καθάριοι, εὐφυεῖς, καλοί, ὀφρύσι μεγάλαις · πολλάκις ἐν λεπτοῖς πράγμασι γεννῶνται καὶ δίφρων πραγματείαν γυμνάζουσι. τινὶ ἄν καλῶς ποιήσωσιν, οὐδεὶς αὐτοῖς χάριτας ἀποδιδοῖ.

4.26

ἐν Ἰχθύσι τύπος · μήκει μέσῳ, ὡς ἰχθύες μετώπῳ ὀξεῖ, τριχὶ δασείᾳ · πολλάκις πολιοὶ ταχέως γίνονται. οἱ αὐτοὶ φύσεως · ψυχῇ μεγάλῃ, ἁπλοῖ, ὀργίλοι, φειδωλοί, λάλοι, πρώτῃ ἡλικίᾳ ἔσονται ὑπνωτικοί, δι’ἑαυτῶν πραγματείαν πρᾶξαι θέλουσιν, ἔνδοξοι, τολμηροί, ζηλωτικοί, κατήγοροι, τόπον ἀλλάσσοντες, φιληταί, ὀρχησταί, εἰς φιλίαν ὠφέλιμοι.

4.27

ἐπεὶ καὶ τούτων τὴν θαυμαστὴν σοφίαν ἐξεθέμεθα τήντε πολυμέριμνον αὐτῶν δι’ἐπινοίας μαντικὴν οὐκ ἀπεκρύψαμεν, οὐ δὲ ἐν οἷς σφαλλόμενοι ματαιάζουσι σιωπήσομεν. ἄστρων γὰρ ὀνόμασιν εἴδη καὶ φύσεις ἀνθρώπων παραβάλλοντες πῶς ἠσθένησαν. τὰ μὲν γὰρ ἄστρα ἴσμεν τοὺς ἀπ’ἀρχῆς ὀνομάσαντας ἰδίαν κατ’ἔννοιαν ὀνόμασι κεκληκέναι πρὸς τὸ εὔσημα καὶ εὐεπίγνωστα τυγχάνειν. τίς γὰρ τούτων ὁμοιότης πρὸς τὴν τῶν ζῳδίων εἰκόνα, τίς ὁμοία φύσις πράξεώςτε καὶ ἐνεργείας, ἵνα τις τὸν ἐν Λέοντι φάσκῃ θυμικόν, τὸν δὲ ἐν Παρθένῳ μέτριον ἐν Καρκίνῳ κακόν, τοὺς δὲ ἐν […].

4.28

[…] λαβὼν καὶ γράψαι τὸν πυνθανόμενον ἀξιοῖ τί ἂν πυθέσθαι τῶν δαιμόνων θέλῃ ὕδατι μόνον. εἶτα συμπτύξας τὸν χάρτην τῷ παιδὶ δοὺς ἀποπέμπει καυθησόμενον, ἵν’οἴχηται φέρων καπνὸς τοῖς δαίμοσι τὰ γράμματα · τοῦ δὲ τὸ κελευσθὲν πράξοντος πρῶτα μὲν ἀφαιρεῖ τοῦ χάρτου μοίρας ἴσας · πλείονας δέ τινας σκήπτεται ἐγγράφειν Ἑβραϊκοῖς γράμμασι δαίμονας, εἶτα μάγων Αἰγυπτίων θύσας τὸ καλούμενον κῦφι θυμίαμα ταῦτα μὲν ἐπαιωρήσας κατὰ τοῦ θυμιάματος φέρει · δ’ἔτυχε γράψας πυνθανόμενος θεὶς κατὰ τῶν ἀνθράκων ἔκαυσεν, εἶτα θεοφορεῖσθαι δοκῶν, εἰσπεσὼν τῷ μυχῷ μέγα καὶ ἀπηχὲς κέκραγε καὶ πᾶσιν ἀσύνετον · […] πολὺ δὲ πάντας τοὺς παρόντας. καὶ τὸν φρῦν χάρτῃ ἐγγραφέντα ἐπικαλοῦντες δαίμονα ἐπειδὰν εἰσελθόντες παραστῶσιν οἱ παρόντες ἐπὶ στιβάδος βαλὼν τὸν παῖδα πολλὰ ἐπιλέγει αὐτῷ, τοῦτο μὲν Ἑλλάδι φωνῇ τοῦτο δὲ ὡς Ἑβραΐδι, τὰς συνήθεις τοῖς μάγοις ἐπαοιδάς · δὲ ἐνάρχεται προσπευσόμενος. καὶ ἔνδον φιάλη ὕδατος πλήρης, ἐμβαλὼν χάλκανθον καὶ τήξας τὸ φάρμακον τὸ δῆθεν ἐξαλειφθὲν χαρτίον δι’αὐτοῦ καταρράνας τὰ φωλεύοντα καὶ κεκρυμμένα γράμματα πάλιν εἰς φῶς ἐλθεῖν ἀναγκάζει, δι’ὧν μανθάνει ἅπερ πυθόμενος ἔγραψε. καὶ διὰ τοῦ χαλκάνθου δέ τις εἰ γράψειε καὶ τῆς κηκῖδος ὑποθυμιάσειε λελειωμένης, φανερὰ γένοιτ’ἂν τὰ κεκρυμμένα γράμματα. καὶ γάλακτι δὲ εἰ γράψειέ τις, εἶτα χάρτην καύσας καὶ λειώσας ἐπιπάσας τρίψειεν ἐπὶ τοῖς τῷ γάλακτι γεγραμμένοις γράμμασιν, ἔσται πρόδηλα. καὶ οὖρον δὲ καὶ γάρον καὶ τιθυμάλου ὀπὸς καὶ συκῆς ποιεῖ τὸ ὅμοιον. ἐπειδὴ δὲ ἔμαθε τὴν ἐρώτησιν οὕτως, τίνα χρὴ τρόπον ἀποκρίνεσθαι προὐνόησε. καὶ λοιπὸν εἴσω παρελθεῖν κελεύει τοὺς παρόντας δάφνας ἔχοντας καὶ σείοντας καὶ κεκραγότας καὶ τὸν φρῆν ἐπικαλοῦντας δαίμονα · καὶ γὰρ ἐπικαλεῖν τούτοις πρέπει καὶ τοῦτο αἰτεῖν παρὰ δαιμόνων ἄξιον, δι’αὑτῶν παρέχειν οὐ θέλουσιν ἀπολέσαντες τὰς φρένας. τὸ δὲ ἄκοσμον τῆς βοῆς καὶ ψόφος οἷς ἐν ἀπορρήτῳ πεποιηκέναι νομίζεται παρακολουθεῖν ἐκώλυσε. τίνα δὲ ταῦτα ἐστί, καιρὸς λοιπὸν λέγειν. πολὺ μὲν οὖν τυγχάνει τὸ σκότος. λέγει γὰρ ἀδύνατον τὰ θεῖα ὁρᾷν θνητὴν φύσιν, ἱκανὸν γὰρ τὸ ὁμιλεῖν. κατακλίνας δὲ τὸν παῖδα πρηνῆ καὶ δύο τῶν γραμματιδίων ἐκείνων, ἅπερ ἦν ἐγγεγραμμένα Ἑβραϊκοῖς δῆθεν γράμμασιν ὡς δαιμόνων ὀνόματα, πλευρᾷ παραθεὶς ἑκατέρᾳ τὰ λοιπὰ τοῖς ὠσὶν ἐνθήσειν λέγει. ἔστι δὲ τοῦτο αὐτὸ ἀναγκαῖον, ἴνα τι παραθῇ τοῖς ὠσὶ τοῦ παιδὸς ὄργανον, δι’οὗ πᾶν ἔστι σημᾶναι θέλοντα · ἠχεῖ δὲ τὸ πρῶτον ἵνα φοβηθῇ παῖς, καὶ δεύτερον ἐπιβομβεῖ, ἔπειτα τὸ τρίτον λαλεῖ διὰ τοῦ ὀργάνου, λέγειν τὸν παῖδα βούλεται, καὶ τὴν ἔκβασιν τοῦ πράγματος ὡς δοκεῖ, εἶτα τοὺς μὲν παρόντας ἡσυχάζειν ποιεῖ, τὸν δὲ παρὰ τῶν δαιμόνων ἤκουσε σημαίνειν ἀξιοῖ. τὸ δὲ τοῖς ὠσὶ παρατεθὲν ὄργανον ἐστὶ φυσικὸν ὄργανον, τῶν μακροτραχήλων γεράνων πελαργῶν κύκνων ἀρτηρία · ὧν εἰ μηδέτερον παρῇ, ἐστὶ καὶ ἕτερα τέχνης ὄργανα · αὐλίσκοι γάρ τινες χάλκεοι τὸν ἀριθμὸν δέκα εἰς ἀλλήλους χωροῦντες, εἰς στενὸν ἀπολήγοντες εὐάρμοστοι γίνονται, δι’ὧν πρὸς τὸ οὗς ὅσα θέλει φθέγγεται. καὶ ταῦτα παῖς κατακούων ἐμφόβως ὡς ὑπὸ δαιμόνων λαλούμενα κελευσθεὶς ἀποφθέγγεται. εἰ δὲ καὶ σκύτος τις ῥάβδῳ περιθεὶς ὑγρὸν ξηράνας καὶ συναγαγὼν προσαρμόσῃ καὶ ἀποσπάσας τὴν ῥάβδον αὐλίσκου δίκην τὸ σκύτος ἐργάσηται, τὸ ὅμοιον ποιεῖ. εἰ δέ τι τούτων μὴ παρῇ, βίβλον λαβὼν ἐπισπασάμενος ἔνδοθεν ὅσον χρῄζει ἐπὶ μῆκος ἐκτείνας, τὰ ὅμοια ἐνεργεῖ. εἰ δὲ προειδείη ὅστις πάρεστι πευσόμενος, ἑτοιμότερος πρὸς πάντα γίνεται. εἰ δὲ καὶ τὴν πεῦσιν προμάθῃ, γράφει τῷ φαρμάκῳ · καὶ ὡς ἐμπαράσκευος ἱκανώτερος νομίζεται σαφῶς γράψας τὸ ἐρωτώμενον. εἰ δὲ ἀγνοεῖ, ὑποτοπάζει καὶ ἀμφίβολον καὶ ποικίλην ἀποφαίνεταί τι δεχόμενον μετάφρασιν, ἵνα τὴν μὲν ἀρχὴν ἄσημος οὖσα χρησμοδοσία εἰς πολλὰ ἔσται, ἐπὶ δὲ τῇ ἐκβάσει τῶν συμβησομένων πρὸς τὸ συμβὰν πρόρρησις νομίζηται. εἶτα λεκάνην πληρώσας ὕδατος ὡς ἄγραφον τὸν χάρτην καθίησι συνεμβαλὼν χάλκανθον. οὕτως γὰρ ἀνατέλλει τὴν ἀπόκρισιν φέρων γραφεὶς χάρτης. τῷ μὲν δὴ παιδίῳ καὶ φαντασίαι φοβεραὶ γίνονται πολλάκις · καὶ γὰρ πληγὰς ἐμβάλλει εὐπόρως ἐκφοβῶν. λίβανον γὰρ εἰς πῦρ ἐμβαλὼν πάλιν ποιεῖ τοῦτον τὸν τρόπον. βῶλον τῶν λεγομένων ὀρυκτῶν ἁλῶν κηρῷ Τυρρηνικῷ περισκεπάσας καὶ αὐτὸν δὲ λιβάνου βῶλον διχοτομήσας ἐντίθησι τοῦ ἅλατος χόνδρον, καὶ πάλιν συγκολλήσας ἐπὶ ἀνθράκων καιομένων τιθεὶς ἐᾷ. τοῦ δὲ συγκαέντος οἱ ἅλες ἀναπηδῶντες φαντασίαν ἀπεργάζονται ὥσπερ ξένου θεάματος γινομένου · αἱματώδη δὲ φλόγα ποιεῖ τὸ Ἰνδικὸν μέλαν ἐντεθὲν τῷ λιβανωτῷ καθὼς προείπαμεν. αἱματώδη δὲ ὑγρασίαν ποιεῖ κηρὸν ἀγχούσῃ ἀναμίξας καὶ ὡς ἔφην τῷ λιβανωτῷ τὸν κηρὸν ἐνθέμενος · ἄνθρακας δὲ κινεῖσθαι ποιεῖ σχιστὴν ὑποθεὶς στυπτηρίαν, ἧς λυομένης καὶ δίκην πομφολύγων διοιδούσης κινοῦνται οἱ ἄνθρακες.

4.29

ὠὰ δὲ διάφορα ἐπιδείκνυνται τὸν τρόπον τόνδε · κορυφὴν τρυπήσας ἐξ ἑκατέρων καὶ τὸ λευκὸν ὑπεξαγαγὼν αὖθις βάψας ἔμβαλε τὸ μὲν τῆς σινώπιδος, τὸ δὲ τοῦ γραφικοῦ μέλανος. ἀπόφρασσε δὲ τὰς τρυμαλιὰς ξέσματι τῶν ὠῶν λείῳ μετ’ὀποῦ συκῆς ἐμπλάσας.

4.30

τοῖς δὲ ἀμνοὺς ἀποτέμνεσθαι τὰς κεφαλὰς ἑαυτῶν ποιοῦσιν οὗτος τρόπος. κρύβδην καυστικῷ φαρμάκῳ χρίσας τὸν φάρυγγα ἐᾷ παραθεὶς τὸ ξίφος · δὲ κνήθεσθαι θέλων προσπεσὼν τῇ μαχαίρᾳ θλίβων σφάζεται καὶ μικροῦ δεῖν ἀποτέμνει τὴν κεφαλήν. ἔστι δὲ τὸ φάρμακον βρυωνία καὶ ἀδάρκη καὶ σκίλλα κατ’ἴσον μεμιγμένα. ἵνα δὲ λάθῃ φέρων τὸ φάρμακον, φέρει πυξίδα διπλῆν κερατίνην, ἧς τὸ φανερὸν μέρος ἔχει λιβανωτόν, τὸ δὲ ἀφανὲς φάρμακον · ἀλλὰ καὶ τοῖς ὠσὶ τοῦ τεθνηξομένου ἐμβάλλει ὑδράργυρον · ἔστι δὲ θανατηφόρον φάρμακον.

4.31

αἰγῶν δὲ κἄν ἐπιπλάσῃ τις κηρωτῇ τὰς ἀκοάς, φασὶ θνήσκειν μετ’ὀλίγον ἀναπνεῖν κωλυομένας · ὁδὸν γὰρ αὐταῖς ταύτην εἶναι λέγουσι τοῦ δι’ἀναπνοῆς ἑλκομένου πνεύματος. κριὸν δὲ θνήσκειν φασίν, εἰ κατ’ἄντικρύς τις ἀνακλάσειεν ἡλίου. οἶκον δὲ ποιοῦσι καίεσθαι τῶν θαλαττίων τινὸς ἰχῶρι χριόμενον τοῦ καλουμένου δακτύλου. καὶ τὸ διὰ τῆς ἅλμης δὲ πάνυ χρήσιμον. ἔστι δὲ ἀφρὸς θαλάσσης ἐν ὀστρακίνῳ στάμνῳ μετὰ γλυκέων ἡψημένος, ζέσαντι λύχνον ἐὰν προσάγῃς καιόμενον, ἁρπάσαν τὸ πῦρ ἐξάπτεται, καὶ καταχυθὲν τῆς κεφαλῆς οὐ καίει τὸ σύνολον. εἰ δὲ καὶ μάννην ἐπιπάσσεις ζέοντι, πολλῷ μᾶλλον ἐξάπτεται. βέλτιον δὲ δρᾷ, εἰ καὶ θείου τι προσλάβοι.

4.32

βροντὴ γίνεται τρόποις πλείοσι · λίθοιτε γὰρ πλείονες καὶ μείζονες κατὰ κρημνῶν φερόμενοι διὰ σανίδων ἐπικαταπίπτουσι χαλκοῖς ἐλάσμασι καὶ βροντῇ παραπλήσιον τελοῦσι ψόφον. καὶ σανίδα δὲ λεπτήν, ᾗπερ οἱ γναφεῖς τὴν ἐσθῆτα πιέζουσι, σχοινίῳ λεπτῷ περιειλήσαντες, εἶτα ῥοίζῳ τὴν σχοῖνον ἐπισπώμενοι ῥομβοῦσι τὴν σανίδα, δὲ δονουμένη ἦχον βροντῆς ἀπεργάζεται. ταῦτα μὲν οὕτως παίζεται. ἕτερα δὲ καὶ αὐτὰ οἱ παιζόμενοι ὡς μεγάλα νομίζουσιν ἐκθήσομαι. πίσσης λέβητα μεστὸν ἐπ’ἀνθράκων καιομένων τιθέντες, ἐπὰν βράσῃ, καθιέντες τὰς χεῖρας οὐ καίονται · ἀλλὰ καὶ ἐπὶ ἀνθράκων πυρὸς περιπατοῦντες γυμνοῖς ποσὶν οὐ καίονται · ἀλλὰ καὶ πυραμίδα λιθίνην θεὶς ἐπὶ πυρὰν καίεσθαι ποιεῖ · ἔκτε τοῦ στόματος πολὺν καπνὸν προφέρει καὶ πυρώδη · εἶτα καὶ σινδόνα ἐπιθεὶς ἐπὶ λεκάνῃ ὕδατος, πολλοὺς ἐπιβαλὼν ἄνθρακας καιομένους ἄκαυστον φυλάττει τὴν σινδόνα · σκότος δὲ ἐν οἴκῳ ποιήσας ἐπεισάγειν φάσκει θεοὺς δαίμονας, καὶ εἴ πη ἀπαιτεῖ τις Ἀσκληπιὸν δεικνύναι, ἐπικαλεῖται οὕτως λέγων · υἷα πάλαι φθίμενον, πάλιν ἄμβροτον, Ἀπόλλωνος κικλῄσκω λοιβαῖσι μολεῖν ἐπίκουρον ἐμαῖσιν · ὅς ποτε καὶ νεκύων ἀμενηνῶν μυρία φῦλα, Ταρτάρου εὐρώεντος ἀεικλαύτοισι μελάθροις δύσνοστον πλώοντα ῥόον, κέλαδόντε δίαυλον πᾶσιν ἴσον τελέσαντ’ἄνδρεσσι καταθνήτοισιν, λίμνῃ πὰρ γοόωντα καὶ ἄλλιτα κωκύοντα, αὐτὸς ἀμειδήτοιο ἐρύσαο Φερσεφονείης · εἴτ’ἐφέπεις Τρίκης ἱερῆς ἕδος, εἴτ’ἐρατεινὴν Πέργαμον, εἴτ’ἐπὶ τοῖσιν Ἰαονίαν Ἐπίδαυρον, δεῦρο, μάκαρ, καλέει σε μάγων πρόμος ὧδε παρεῖναι.

4.33

ἐπὰν δὲ χλευάζων λήξῃ, φαίνεται κατὰ τοῦ ἐδάφους πυρώδης Ἀσκληπιός. εἶτα θεὶς ἐν μέσῳ λεκάνην πλήρη ὕδατος πάντας καλεῖ τοὺς θεοὺς καὶ παραγίνονται. ἐγκύψας γὰρ παρὼν ἐν τῇ λεκάνῃ ὄψεται πάντας καὶ τὴν Ἄρτεμιν ἅμα σκύλακας ὑλακτοῦντας ἄγουσαν. οὐκ ὀκνήσομεν δὲ καὶ τούτων τὴν ἱστορίαν ὡς ἐπιχειροῦσι διηγήσασθαι. τῷ γὰρ λέβητι τῆς πίσσης ὡς ἐμβράσσοντι καθίησι τὰς χεῖρας · ὄξος δὲ καὶ νίτρον ἐμβαλὼν καὶ πίσσαν ὑγρὰν ὑποκαίει τὸν λέβητα · τὸ δὲ ὄξος ἄμα τῷ νίτρῳ μιγὲν ἀντιλαμβανόμενον θέρμης μικρᾶς κινεῖ τὴν πίσσαν ὡς μέχρι τῆς ἐπιφανείας κινεῖν πομφόλυγας καὶ φαντασίαν μόνην παρέχειν ζέοντος · φθάνει δὲ καὶ τὰς χεῖρας πολλάκις ἅλμῃ νιψάμενος, διὸ οὐ πάνυ τι καίει, κἂν ἀληθῶς ζέῃ · εἰ δὲ μυρσίνῃ καὶ νίτρῳ καὶ σμύρνῃ μετ’ὄξους μίξας ἐπιχρίσας ἀπονίψει τὰς χεῖρας ἅλμῃ πλειστάκις, οὐ καίεται · τοὺς δὲ πόδας οὐ καίεται ἰχθυοκόλλᾳ καὶ σαλαμάνδρᾳ χρισάμενος. τὸ δὲ τὴν πυραμίδα καίεσθαι δᾳδίου δίκην, οὖσαν λίθον, αὕτη αἰτία. γῆ μέν ἐστι Κρητικὴ τὸ μὲν σχῆμα πεπλασμένη πυραμίς, τὸ δὲ χρῶμα ὡς λίθος γαλακτικός, κατασκευάζεται δὲ τοῦτον τὸν τρόπον · βρέξας ἐλαίῳ πλείονι τὴν βῶλον, θεὶς ἐπ’ἀνθράκων, ὀπτήσας καὶ πάλιν βρέξας καὶ καύσας δεύτερον καὶ τρίτον καὶ πολλάκις καίεσθαι δύνασθαι παρασκευάζει, κἂν ὕδατι βραχῇ · ἔχει γὰρ ἐν ἑαυτῷ πολὺ τὸ ἔλαιον · ἀνάπτεται δὲ δι’αὐτοῦ, τοῦ μάγου σπεύδοντος, πυρὰ τίτανον ὑποκαιομένην ἔχουσα ἀντὶ σποδιᾶς καὶ λιβανωτὸν λεπτὸν καὶ πολὺν, καὶ δᾳδίων κεχρισμένων αὐτορρύτων κηκίδωντε κενῶν ἔνδον πῦρ ἐχουσῶν · καπνὸν δὲ ἐκ τοῦ στόματος ἀνίει ἐγχρονίσας καὶ πῦρ κηκῖδι ἐμβαλὼν καὶ τῷ στυπείῳ συμπεριβαλὼν καὶ φυσῶν ἐν τῷ στόματι. τό γε μὴν περικείμενον τῇ λεκάνῃ σινδόνιον, ἐφ’ τίθησι τοὺς ἄνθρακας, διὰ τὴν ὑποκειμένην ἅλμην οὐκ ἐκαίετο, καὶ αὐτὸ δὲ ἦν ἅλμῃ προβεβρεγμένον, εἶτα κεχρισμένον ᾠοῦ τὸ λευκὸν μεθ’ὑγρᾶς στυπτηρίας. εἰ δὲ καὶ χυλὸν ἀειζώου τις τούτοις μετ’ὄξους ἐπιμίξειε καὶ πρὸ πολλοῦ σφόδρα καταχρίσαι χρόνου, βαφὲν τῷ φαρμάκῳ μένει παντελῶς ἄκαυστον.

4.34

ἐπεὶ μὲν οὖν τῶν παρ’αὐτοῖς ἀπορρήτων μαθημάτων συντόμως τὰς δυνάμεις ἐξεθέμεθα εὔκολόντε τὴν μέθοδον αὐτῶν κατὰ γνῶσιν ἐδείξαμεν, οὐ δὲ τοῦτο σιωπᾶν βουλόμεθα ὂν ἀναγκαῖον, ὡς σφραγῖδας λύοντες ἐσφραγισμένα τὰ γράμματα αὐταῖς ταῖς σφραγῖσιν ἀποδιδόασι · πίσσαν καὶ ῥητίνην καὶ θεῖον, ἔτι δὲ ἄσφαλτον ἶσα τήξαντες κολλυρίου σχήματι πλάσαντες φυλάττουσι · καιρὸς δὲ ὅταν λύειν γραμματίδιον, τὴν γλῶσσαν ἐλαίῳ δεύσαντες, εἶτα ἐξ αὐτῆς τὴν σφραγῖδα χρίσαντες, πυρὶ συμμέτρῳ τὸ φάρμακον θερμάναντες ἐπιφέρουσι τῇ σφραγῖδι καὶ μέχρι ἂν παγῇ παντελῶς ἐῶσι, καὶ τούτῳ δίκην σημάντρου χρῶνται. φασὶ δὲ καὶ αὐτὸν κηρὸν μετὰ πευκίνης ῥητίνης τὸ παραπλήσιον ποιεῖν καὶ μαστίχης μέρη δύο μετὰ ξηρᾶς ἀσφάλτου μέρους. καὶ θεῖον δὲ μόνον ἐπιεικῶς ποιεῖ καὶ γύψου δὲ ἄνθος μεθ’ὕδατος διειμένον καὶ κόμμεως, τοῦτο μὲν δὴ καὶ πρὸς τὸ σφραγίσαι μόλιβδον τετηκότα ποιεῖ κάλλιστα. καὶ τὸ διὰ τοῦ Τυρρηνικοῦ δὲ κηροῦ καὶ ῥητίνης φορυκτῆς καὶ πίσσης καὶ ἀσφάλτου καὶ μαστίχης καὶ λείας μαρμάρου, ἴσων ἁπάντων ἑψομένων, τῶν μὲν ἄλλων ὧν ἔφην ἐστὶ μὲν βέλτιον, τὸ δὲ διὰ τῆς γύψου οὐκ ἔλαττον. οὕτως μὲν οὗν καὶ τὰς σφραγῖδας λύειν ἐπιχειροῦσι τὰ ἔνδον γεγραμμένα μανθάνειν πειρώμενοι. ταύτας δὲ ὤκνουν τὰς μηχανὰς κατατάξαι ἐν τῇ βίβλῳ, ἐνορῶν μὴ ποτέ τις κακοῦργος ἀφορμὰς λαβὼν ἐπιχειρήσει · νῦν δὲ πολλῶν δυναμένων σωθῆναι νέων φροντὶς ἔπεισε διδάξαι καὶ προειπεῖν φυλακῆς ἕνεκεν · ὡς γὰρ χρήσεταί τις αὐταῖς πρὸς κακοῦ μάθησιν, οὕτω τις ἕτερος μαθὼν φυλάξεται, καὶ αὐτοὶ δὲ οἱ τοῦ βίου λυμεῶνες μάγοι αἰσχυνθήσονται τῇ τέχνῃ χρώμενοι. μαθόντες δὲ ἀφ’ἡμῶν ταῦτα προδιδαχθέντα ἐμποδισθήσονται τυχὸν τῆς ἀπονοίας. ἵνα δὲ μὴ λύηται ταύτῃ σφραγίς, στέαρ ὕειον καὶ τρίχας τῷ κηρῷ τις μίξας σφραγιζέτω.

4.35

ἀλλ’οὐ δὲ τὴν λεκανομαντείαν αὐτῶν οὖσαν πανούργημα σιωπήσομαι. οἴκημα γάρ τι κεκλεισμένον σκευάσαντες καὶ κυανῷ τὸν ὄροφον χρίσαντες εἰς δὴ τὸ παρὸν ἐπάγονται σκεύη τινὰ κυάνεα καὶ ἀνατείνουσι, μέση δὲ λεκάνη κατὰ τῆς γῆς ὕδατος μεστὴ τίθεται, τὴν ἀντανάκλασιν τῆς κυανοῦ προσπεσοῦσαν δίκην οὐρανοῦ ἐνδείκνυσιν. ἔχει δὲ καὶ στόμιόν τι τὸ ἔδαφος λεληθός, ἐπικειμένη λεκάνη τὸν μὲν πυθμένα ἔχει ὑάλου, αὐτὴ δὲ ἐστὶ πετρίνη, ὕπεστι δὲ οἶκος λεληθώς, εἰς ὃν συμπορευόμενοι οἱ συμπαῖκται σχήματα ὧν ἂν βούληται δεικνύναι μάγος θεῶν καὶ δαιμόνων ἐνδυσάμενοι ἐμφαίνουσιν, οὕς καθορῶν πλανώμενος τὸ πανούργημα καταπέπληγε τῶν μάγων, καὶ λοιπὸν πάντα πιστεύει τὰ ὑπ’αὐτοῦ ῥηθησόμενα. δαίμονα δὲ ποιεῖ καίεσθαι, ἐν τοίχῳ διατυπώσας σχῆμα βούλεται, εἶτα λαθραίως ἐπιχρίει φαρμάκῳ μεμιγμένῳ τῷδε τῷ τρόπῳ · […] λακωνικῷ καὶ ἀσφάλτῳ ζακυνθίᾳ, εἶτα ὡς ἀποφοιβάζων τὴν λαμπάδα προσφέρει τῷ τοίχῳ. τὸ δὲ φάρμακον ἐκλάμψαν καίεται. Ἑκάτην δὲ δοκεῖν ἔμπυρον διατρέχειν ἐν ἀέρι οὕτω τεχνάζεται · συμπαίκτην τινὰ κρύψας ἐν τόπῳ βούλεται, παραλαβὼν τοὺς πλανωμένους πείθει λέγων δείξειν διιππεύουσαν δι’ἀέρος ἔμπυρον τὴν δαίμονα, οἷς παραγγέλλει τὰς ὄψεις ταχὺ φυλάσσεσθαι ἡνίκα ἴδωσιν ἐν ἀέρι τὴν φλόγα, καλυψαμένουςτε ἐπὶ πρόσωπον πίπτειν, ἕως αὐτὸς καλῇ, καὶ ταῦτα διδάξας ἐν ἀσελήνῳ νυκτὶ δι’ἐπῶν οὕτως φθέγγεται · νερτερίη χθονίητε καὶ οὐρανίη μολὲ Βομβώ, εἰνοδίη, τριοδῖτι, φαεσφόρε, νυκτεροφοῖτι · ἐχθρὴ μὲν φωτός, νυκτὸς δὲ φίλη καὶ ἑταίρη, χαίρουσα σκυλάκων ὑλακῇτε καὶ αἵματι φοινῷ, ἂν νέκυας στείχουσα κατ’ἠρία τεθνηώτων, αἵματος ἱμείρουσα, φόβον θνητοῖσι φέρουσα, Γοργὼ καὶ Μορμὼ καὶ Μήνη καὶ πολύμορφε, ἔλθοις εὐάντητος ἐφ’ἡμετέρῃσι θυηλαῖς.

4.36

ταῦτ’εἰπόντος αὐτοῦ πῦρ δι’ἀέρος βλέπεται φερόμενον, οἱ δὲ φρίξαντες τὸ παράδοξον τῆς θέας καλύψαντες τοὺς ὀφθαλμοὺς ἐπὶ γῆς ῥιπτοῦνται ἄναυδοι. τὸ δὲ τῆς τέχνης μέγεθος τοῦτον ἔχει τὸν τρόπον · συμπαίκτης, ὃν ἔφην κεκρυμμένον, ἡνίκα ἀκούσῃ παυσαμένης τῆς ἐπαοιδῆς, ἔχων ἰκτῖνα γῦπα περιειλημμένον στυπείῳ ἀνάψας ἀπολύει. δὲ ὑπὸ τῆς φλογὸς ταρασσόμενος εἰς ὕψος ἐπαίρεται καὶ ὀξυτέραν τὴν πτῆσιν ποιεῖται · ἰδόντες οἱ μάταιοι ὥς τι θεῖον ἑωρακότες κρύπτονται. τὸ δὲ πτηνὸν περιδινούμενον ὑπὸ τοῦ πυρὸς οὗ ἂν φθάσῃ καταφέρεται · καὶ ποτὲ μὲν οἰκίας καταφλέγει, ποτὲ δὲ καὶ αὐλάς. τοιαύτη μάγων πρόγνωσις.

4.37

σελήνην δὲ ἐν ὀρόφῳ φαίνεσθαι δεικνύουσι καὶ ἀστέρας τοῦτον τὸν τρόπον · ἐν μέσῳ τῆς ὀροφῆς μέρει προσαρμόσας κάτοπτρον, τιθεὶς λεκάνην ὕδατος μεστὴν ἐν τῷ μέσῳ τῆς γῆς κατ’ἴσον, λύχνον δὲ μέσον φαίνοντα ἀμαυρὸν μετεωρότερον τῆς λεκάνης θείς, οὕτως ἐκ τῆς ἀντανακλάσεως ἀποτελεῖ σελήνην φαίνεσθαι διὰ τοῦ κατόπτρου · ἀλλὰ καὶ τύμπανον πολλάκις ὑφ’ὑψηλοῦ πόρρωθεν ὄρθριον περιβαλὼν ἐσθῆτι τινί, σκεπόμενον ὑπὸ τοῦ συμπαίκτου, ἵνα μὴ πρὸ καιροῦ φανῇ, κατόπιν θεὶς λύχνον, ἐπὰν τὸ σύνθημα παράσχῃ τῷ συμπαίκτῃ, τοσοῦτον ἀφαιρεῖ τοῦ σκεπάσματος, ὅσον ἂν συνεργῆσαι τὸ προσμίμημα κατὰ τὸν καιρὸν τῆς σελήνης τὸ σχῆμα. χρίει δὲ τὰ διαφαίνοντα τοῦ τυμπάνου μέρη κινναβάρει καὶ κόμμι […] καὶ τῆς ἐτυμολογικῆς δὲ λαγήνου περικόψας τὸν τράχηλον καὶ τὸν πυθμένα, ἐνθεὶς λύχνον καὶ περιθείς τι τῶν ἐπιτηδείων πρὸς τὸ διαυγεῖν σχῆμα, τὰς ἐφ’ὑψηλοῦ κρύβδην ὑπό τινος σκέπην τις τῶν συμπαικτῶν, μετὰ τὸ λαβεῖν τὸ σύνθημα ἐκ μετεώρου καταχεῖ τὰ μηχανήματα, ὥστε δοκεῖν ἐξ οὐρανοῦ κατιέναι τὴν σελήνην. τὸ δὲ ὅμοιον καὶ διὰ χύτρας γίνεται ἐν ὑλώδεσι τόποις. διὰ δὲ τῆς χύτρας καὶ τὰ κατ’οἶκον παίζεται. βωμοῦ γὰρ κειμένου κατόπιν κεῖται χύτρα ἔχουσα λύχνον φαίνοντα · ὄντων δὲ πλειόνων λύχνων οὐδὲν τοιοῦτον δείκνυται. ἐπὰν οὖν ἐπικαλέσηται ἐπαοιδὸς τὴν σελήνην, πάντας κελεύει τοὺς λύχνους σβέννυσθαι, ἕνα δὲ ἀμαυρὸν καταλιπεῖν, καὶ τότε ἀντανακλᾷ τὸ φῶς τὸ ἐκ τῆς χύτρας εἰς τὸν ὄροφον καὶ παρέχει φαντασίαν σελήνης τοῖς παροῦσιν, ἐπισκεπασθέντος τοῦ στόματος τῆς χύτρας πρὸς ἀπαιτεῖν καιρὸς δοκεῖ, ὡς μηνοειδῆ δείκνυσθαι ἐν τῷ ὀρόφῳ τὴν φαντασίαν.

4.38

ἀστέρας δὲ εἶναι δοκεῖν ποιοῦσι θρισσῶν ἱππούρου φολίδες ὕδατι μετὰ κόμμεως δεδευμέναι καὶ προσπεπλασμέναι τῷ ὀρόφῳ κατὰ διαλείμματα.

4.39

σεισμοῦ δὲ φαντασίαν ποιοῦσιν, ὡς δοκεῖν πάντα κινεῖσθαι, κόπρον ἰχνεύμονος ἅμα τῇ σιδηραγωγούσῃ λίθῳ ἐπ’ἀνθράκων πυρουμένην […].

4.40

ἧπαρ δὲ δοκοῦν ἐγγεγραμμένον δεικνύουσι · τῇ μὲν ἀριστερᾷ χειρὶ ἐπιγράφει βούλεται πρὸς τὴν πύστιν ἁρμοσάμενος, τὰ δὲ γράμματα κηκῖδι καὶ ὄξει δριμεῖ γράφεται. ἔπειτα ἀνελόμενος τὸ ἧπαρ ἐπαναπαύσας τῇ ἀριστερᾷ ἐγχρονίζει, τὸ δὲ σπᾷ τὸν τύπον καὶ ὡς γεγράφθαι νομίζεται.

4.41

κρανίον δὲ λαλεῖν ἐπὶ γῆς θέντες ἐπιτελοῦσι τούτῳ τῷ τρόπῳ · αὐτὸ μὲν πεποίηται ἐπιπλόου βοείου, πεπλασμένον δὲ κηρῷ Τυρρηνικῷ καὶ γύψῳ ἀναπεποιημένῃ περιτεθέντος τοῦ ὑμένος ἔμφασιν κρανίου ἐνδείκνυται, πᾶσι λαλεῖν δοκεῖ ἐνεργοῦντος τοῦ ὀργάνου, καθ’ὃν τρόπον καὶ ἐπὶ τοῖς παισὶ διηγησάμεθα · γεράνου τινὸς τοιούτου μακροτραχήλου ζώου φάρυγγα σκευάσας, προσθεὶς τῷ κρανίῳ λεληθότως συμπαίκτης θέλει φθέγγεται. ἐπὰν ἀφανὲς γενέσθαι θέλῃ, ἀνθράκων πλῆθος κύκλῳ περιθεὶς ὡς θυμιῶν ἐμφαίνεται, ὧν τῆς θέρμης κηρὸς ἀντιλαμβανόμενος λύεται, καὶ οὕτως ἀφανὲς τὸ κρανίον γεγονέναι νομίζεται.

4.42

ταῦτα μάγων ἔργα καὶ τοιάδε μυρία, τῇ τῶν ἐπῶν συμμετρίᾳ καὶ τῶν ἀξιοπίστως δρωμένων ἔργων φαντασίᾳ πείθει τοὺς ἄφρονας · ὧν τὴν τέχνην καταπλαγέντες οἱ αἱρεσιάρχαι ἐμιμήσαντο, τὸ μὲν ἐν ἀποκρύφῳ καὶ σκότῳ παραδιδόντες τὰ δοκούμενα, τὰ δὲ καὶ παραφράζοντες ὡς ἴδια · τούτου χάριν ὑπομνῆσαι θέλοντες τοὺς πολλοὺς περιεργότεροι ἐγενήθημεν πρὸς τὸ μὴ καταλιπεῖν τινὰ τόπον τοῖς ἐθέλουσι πλανᾶσθαι · ἀπηνέχθημεν δὲ οὐκ ἀλόγως εἴς τινα τῶν μάγων ἀπόρρητα, πρὸς μὲν τὸ προκείμενον οὐ πάνυ ἀναγκαῖα ἦν, πρὸς δὲ τὸ φυλάσσεσθαι τὴν τῶν μάγων πανοῦργον καὶ ἀσύστατον τέχνην εὔχρηστα ἐνομίζετο. ἐπεὶ τοίνυν, ὡς εἰκάσαι ἔστι, τὰς πάντων δόξας ἐξεθέμεθα, πολλὴν φροντίδα ποιήσαντες πρὸς τὸ φανερῶσαι τὰ ὡς ξένα ὑπὸ τῶν αἱρεσιαρχῶν ἐπεισαγόμενα πρὸς θεοσέβειαν ὄντα μάταια καὶ νόθα, οὐ δὲ ἐν αὐτοῖς ἴσως ἄξια λόγου τυγχάνοντα, δοκεῖ διὰ συντόμου λόγου ὑπομνησθῆναι κεφαλαιωδῶς τὰ προειρημένα.

4.43

πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην φιλοσόφοις καὶ θεολόγοις ζητήσασιν οὐ συνεφώνησε περὶ τοῦ θεοῦ, τί ἐστιν ποδαπός. οἱ μὲν γὰρ αὐτὸν λέγουσιν εἶναι πῦρ, οἱ δὲ πνεῦμα, οἱ δὲ ὕδωρ, ἕτεροι δὲ γῆν. ἕκαστον δὲ τῶν στοιχείων ἔλαττόν τι ἔχει καὶ ἕτερον ὑπὸ τοῦ ἑτέρου ἡττᾶται. τοῦτο δὲ συνέβη τοῖς τοῦ κόσμου σοφοῖς, ὅπερ ἐστὶ τοῖς νοῦν ἔχουσι πρόδηλον, ὅτι ἰδόντες τῆς κτίσεως τὰ μεγέθη ἐπὶ τῇ τῶν ὄντων οὐσίᾳ ἐταράχθησαν, μείζονα ταῦτα νομίσαντες τοῦ ὑφ’ἑτέρου γένεσιν ἐπιδέξασθαι δύνασθαι, καὶ οὐ δὲ ὁμοῦ τὸ σύμπαν αὐτὸ εἶναι τὸν θεόν. ἀπέφηναν δὲ τὸ αἴτιον πρὸς θεολογίαν ἓν τῶν βλεπομένων, νομίσας τις ὅπερ ἔκρινε, καὶ οὕτως ἐπὶ τοῖς ὑπὸ θεοῦ γενομένοις καὶ κατὰ τὴν ἐκείνου ὑπερβάλλουσαν μεγαλειότητα ἐλαχίστοις ὑπάρχουσιν ἐνιδόντες, μὴ δυνηθέντες δὲ εἰς τὸ μέγεθος τοῦ ὄντως θεοῦ ἐκτεῖναι τὸν νοῦν, ταῦτα ἐθεολόγησαν. οἱ δὲ ἐνδοτέρω τῆς ἀληθείας νομίσαντες γεγονέναι Πέρσαι ἔφασαν τὸν θεὸν εἶναι φωτεινόν, φῶς ἐν ἀέρι συνεχόμενον. οἱ δὲ Βαβυλώνιοι ἔφασαν τὸν θεὸν σκοτεινὸν εἶναι, ὅπερ καὶ αὐτὸ τοῦ ἑτέρου ἐπακολούθημα φαίνεται · νυκτὶ γὰρ ἐπακολουθεῖ ἡμέρα, τῇ δὲ ἡμέρᾳ νύξ. Αἰγύπτιοι δὲ πάντων ἀρχαιότεροι εἶναι νομίζοντες τὴν τοῦ θεοῦ δύναμιν […] ψηφίσαντες τάδε διαστήματα τῶν μοιρῶν ἐξ ἐπιπνοίας θειοτάτης ἔφασαν τὸν θεὸν εἶναι μονάδα ἀδιαίρετον καὶ αὐτὴν ἑαυτὴν γεννῶσαν καὶ ἐξ αὐτῆς τὰ πάντα κατεσκευάσθαι · αὕτη γάρ, φησιν, ἀγέννητος οὖσα τοὺς ἑξῆς ἀριθμοὺς γεννᾷ, οἷον ἐφ’ἑαυτὴν μονὰς ἐπιπροστεθεῖσα γεννᾷ τὴν δυάδα καὶ ὁμοίως ἐπιπροστιθεμένη γεννᾷ τὴν τριάδα καὶ τετράδα μέχρι τῆς δεκάδος, ἥτις ἀρχὴ καὶ τὸ τέλος τῶν ἀριθμῶν, ἵνα γένηται πρώτη καὶ δεκάτη μονὰς διὰ τὸ καὶ τὴν δεκάδα ἰσοδυναμεῖν καὶ ἀριθμεῖσθαι εἰς μονάδα, καὶ αὕτη δεκαπλασιασθεῖσα γένηται ἑκατοντάς · καὶ πάλιν γίνεται μονάς, καὶ ἑκατοντὰς δεκαπλασιασθεῖσα ποιήσει χιλιάδα, καὶ αὕτη ἔσται μονάς · οὕτως καὶ τὰ χίλια δεκαπλασιασθέντα ἂν ἀπαρτίσωσι τὴν μυριάδα, ὁμοίως ἔσται μονάς. τῆς δὲ μονάδος κατὰ τὴν ἀδιαίρετον σύγκρισιν συγγενεῖς ἀριθμοὶ παραλαμβάνονται γʹ εʹ ζʹ θʹ. ἔστι δὲ καὶ ἑτέρου ἀριθμοῦ συγγένεια πρὸς τὴν μονάδα φυσικωτέρα κατὰ τὴν τοῦ ἑξακύκλου ἕλικος πραγματείαν, τῆς δυάδος κατὰ τὴν ἄρτιον θέσιν τῶν ἀριθμῶν καὶ διαίρεσιν. συγγενὴς δὲ ἀριθμός ἐστι τοῦ δʹ καὶ ηʹ. ταῦτα δὲ ἐκ τῆς μονάδος ἀριθμὸν λαβόντα πρόνοιαν ἀρετῆς ἐχώρησε μέχρι τῶν τεσσάρων στοιχείων, λέγω δὴ τοῦ πνεύματος καὶ πυρὸς ὕδατόςτε καὶ γῆς · καὶ ἐκ τούτων ποιήσας τὸν κόσμον ἀρρενόθηλυν αὐτὸν κατεσκεύασε, καὶ δύο μὲν στοιχεῖα εἰς τὸ ἄνω ἡμισφαίριον προσέταξε τό,τε πνεῦμα καὶ τὸ πῦρ, καὶ καλεῖται τοῦτο τὸ ἡμισφαίριον τῆς μονάδος ἀγαθοποιόντε καὶ ἀνωφερὲς καὶ ἀρσενικόν · λεπτομερὴς γὰρ οὖσα μονὰς ποτᾶται εἰς τὸ λεπτότατον μέρος καὶ καθαρώτατον τοῦ αἰθέρος · τάτε ἄλλα δύο στοιχεῖα ὄντα παχύτερα ἀπένειμεν τῇ δυάδι, γῆντε καὶ ὕδωρ, καὶ καλεῖται τοῦτο τὸ ἡμισφαίριον κατωφερὲς θηλυκόντε καὶ κακοποιόν · καὶ αὐτὰ δὲ πάλιν τὰ ἄνω δύο στοιχεῖα ἑαυτοῖς συγκρινόμενα ἔχουσιν ἐν ἑαυτοῖς τὸ ἄρρεν καὶ τὸ θῆλυ πρὸς εὐκαρπίαν καὶ αὔξησιν τῶν ὅλων. καὶ τὸ μὲν πῦρ ἄρρεν ἐστί, τὸ δὲ πνεῦμα θῆλυ · καὶ πάλιν τὸ ὕδωρ ἄρρεν ἐστιν, δὲ γῆ θῆλυ. καὶ οὕτως ἀπ’ἀρχῆς συνεβίωσε τὸ πῦρ τῷ πνεύματι, τῇ δὲ γῇ τὸ ὕδωρ. ὥσπερ γὰρ δύναμις τοῦ πνεύματος ἐστὶ τὸ πῦρ, οὕτως καὶ τῆς γῆς τὸ ὕδωρ. καὶ αὐτὰ δὲ τὰ στοιχεῖα ψηφιζόμενα καὶ ἀναλυόμενα καθ’ὑφαίρεσιν ἐννεάδων λήγει οἰκείως, μὲν εἰς τὸν ἀρρενικὸν ἀριθμὸν, δὲ εἰς τὸν θηλυκόν · ὑφαιρεῖται δὲ πάλιν ἐννὰς διὰ ταύτην τὴν αἰτίαν, διὰ τὸ τὰς τριακοσίας ἑξήκοντα τοῦ ὅλου μοίρας ἐξ ἐννεάδων συνίστασθαι καὶ διὰ τοῦτο τὰ τέτταρα πλινθία τοῦ κόσμου ἐνενήκοντα μοιρῶν περιγεγράφθαι τελείων · προσῳκείωται δὲ τῇ μονάδι τὸ φῶς, τῇ δὲ δυάδι τὸ σκότος, καὶ τῷ μὲν φωτὶ κατὰ φύσιν ζωή, τῇ δὲ δυάδι θάνατος · καὶ τῇ μὲν ζωῇ δικαιοσύνη, τῷ δὲ θανάτῳ ἀδικία. διὸ πᾶν γεννώμενον ἐν τοῖς ἀρσενικοῖς ἀριθμοῖς ἀγαθοποιόν ἐστι, τὸ δὲ ἐν τοῖς θηλυκοῖς κακοποιόν ἐστιν, οἷον ψηφίζουσι · μονάς, ἵνα ἀπ’αὐτῆς ἀρξώμεθα, γίνεται τξαʹ, λήγει εἰς μονάδα τῆς ἐννεάδος ὑφαιρεθείσης. ὁμοίως ψήφισον · δυὰς γίνεται χεʹ, ὕφελε τὰς ἐννεάδας, λήγει εἰς δυάδα, καὶ ἀποκαθίσταται ἕκαστον εἰς τὸ ἴδιον.

4.44

τῇ οὖν μονάδι ἀγαθοποιῷ οὔσῃ εἰς τὸν ἀπερίζυγον ἀριθμὸν λήγοντα ὀνόματα ἀνωφερῆ ἀγαθοποιὰ εἶναι παρατηρούμενοι λέγουσι · τὰ δὲ εἰς τὸν ἄρτιον ἀριθμὸν λήγοντα κατωφερῆτε καὶ θηλυκὰ καὶ κακοποιὰ εἶναι νενόμισται. τὴν γὰρ φύσιν ἐξ ἐναντίων συνισταμένην λέγουσιν ἔκτε καλοῦ καὶ κακοῦ, ὥσπερ δεξιὸν καὶ ἀριστερόν, φῶς καὶ σκότος, νὺξ καὶ ἡμέρα, ζωὴ καὶ θάνατος. ἔτι δὲ καὶ τοῦτο λέγουσιν ὡσεὶ τὸ θεὸς ψηφίσας […] καὶ μὴν εἰς πεντάδα, εἰς ἐννάδα καταντᾷ, ἐστιν ἄρτιον, ἐπιγραφὲν περιάψαντες θεραπεύουσιν. οὑτωσὶ καὶ βοτάνη τις εἰς τοῦτο λήγουσα τοῦ ἀριθμοῦ ὁμοίως περιαφθεῖσα ἐνεργεῖ διὰ τὴν ὁμοίαν τοῦ ἀριθμοῦ ψῆφον. ἀλλὰ καὶ ἰατρὸς ὁμοίᾳ ψήφῳ ἀρρώστους θεραπεύει · εἰ δὲ ἐναντία ψῆφος, οὐ θεραπεύει ῥᾳδίως. τούτοις τοῖς ἀριθμοῖς προσέχοντες ὅσα ὅμοια λογίζονται κατὰ τόνδε τὸν νοῦν οἱ μὲν κατὰ φωνήεντα μόνα, οἱ δὲ κατὰ πάντα τὸν ἀριθμόν · τοιαύτη καὶ Αἰγυπτίων σοφία, δι’ἧς τὸ θεῖον δοξάζοντες γινώσκειν νομίζουσιν.

4.45

ἱκανῶς οὖν δοκεῖ ἡμᾶς καὶ ταῦτα ἐκτεθεῖσθαι. ἀλλ’ἔτι νομίζω μηδεμίαν δόξαν τῆς ἐπιγείου καὶ χαμαιπετοῦς σοφίας παραλελοιπέναι, οὐκ ἄχρηστον δὲ τὴν εἰς αὐτὰ φροντίδα ὁρῶ ἡμῖν γεγενημένην · οὐ δὲ γὰρ μόνον πρὸς ἔλεγχον τῶν αἱρέσεων εὔχρηστον ὁρῶμεν γεγονέναι τὸν λόγον, ἀλλὰ καὶ πρὸς αὐτοὺς τοὺς ταῦτα δοξάζοντας, οἳ ἐντυχόντες τῇ γεγενημένῃ ἡμῶν πολυμεριμνίᾳ καὶ τὸ σπουδαῖον θαυμάσουσι καὶ τὸ φιλόπονον οὐκ ἐξουθενήσουσι καὶ μωροὺς οὐκ ἀποφανοῦνται Χριστιανοὺς ἐνιδόντες οἶς αὐτοὶ μωρῶς πιστεύουσιν. ἔτι δὲ καὶ τοὺς τῇ ἀληθείᾳ προσέχοντας φιλομαθεῖς προβιβάσει λόγος φρονιμωτέρους πρὸς τὸ μὴ μόνον τὰς τῶν αἱρέσεων μαθόντας ἀρχὰς εὐκόλως ἀνατρέπειν τοὺς πλανᾶν τετολμηκότας, ἀλλὰ καὶ τὰς τῶν σοφῶν λεγομένας δόξας, ὧν οὐκ ἄπειροι γενόμενοι, οὔθ’ὑπ’αὐτῶν ταραχθήσονται ὡς ἀμαθεῖς, οὔθ’ὑπό τινων πλανηθήσονται ὡς δυνάμει τινὶ δρώντων, ἀλλ’ἔτι καὶ τοὺς πλανωμένους ἐπιτηρήσουσιν.

4.46

ἱκανῶς οὖν τὰ δόξαντα ἐκθέμενοι λοιπὸν ἐπὶ τὴν τοῦ προκειμένου πραγματείαν χωρήσωμεν, ὅπως τετάγμεθα περὶ τῶν αἱρέσεων ἐπιδείξαντες ἑκάστοιςτε τὰ ἴδια ἀποδοῦναι ἀναγκάσαντες γυμνοὺς τοὺς αἱρεσιάρχας φανερώσομεν, καὶ ἀφροσύνην τῶν πειθομένων κατηγορήσαντες πείσομεν παλινδρομεῖν ἐπὶ τὸν τῆς ἀληθείας εὔδιον λιμένα. ἵνα δὲ σαφέστερα τοῖς ἐντυγχάνουσι τὰ ῥηθησόμενα φανῇ, δοκεῖ καὶ τὰ τῷ Ἀράτῳ πεφροντισμένα περὶ τῆς κατὰ τῶν οὐρανίων ἄστρων διαθέσεως ἐξειπεῖν, ὥς τινες εἰς τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα ἀπεικονίζοντες αὐτὰ ἀλληγοροῦσι, μετάγειν τὸν νοῦν τῶν προσεχόντων πειρώμενοι, πιθανοῖς λόγοις προσάγοντες αὐτοὺς πρὸς βούλονται, ξένον θαῦμα ἐνδεικνύμενοι ὡς κατηστερισμένων τῶν ὑπ’αὐτῶν λεγομένων, οἳ τῷ παραξένῳ θαύματι ἐνορῶντες μικροθαύμαστοι ἁλίσκονται δίκην ὀρνέου τοῦ λεγομένου ὤτου, οὗ τὸ παράδειγμα καλὸν ἐξειπεῖν διὰ τὰ μέλλοντα. ἔστι δὲ τὸ ζῷον οὐ πολὺ ἀπεμφαῖνον ἀετοῦ οὔτε μεγέθει οὔτε μορφῇ · ἁλίσκεται δὲ τοῦτον τὸν τρόπον. ἀγρευτὴς τῶν ὀρνίθων ἐπὰν ἴδῃ ἀγέλην που καταπτᾶσαν, πόρρωθεν ἀνακρουόμενος τὰς χεῖρας ὀρχεῖσθαι σκήπτεται, καὶ οὕτω πρὸς ὀλίγον ἐγγίζει τοῖς ὄρνισιν · οἱ δὲ τὴν παράξενον θέαν καταπεπληγότες ἀπερίβλεπτοι πάντων γίνονται. ἕτεροι δὲ τῶν ἐπὶ τὴν ἄγραν παρεσκευασμένων ὄπισθεν ἐπελθόντες τοὺς ὄρνεις εὐκόλως συλλαμβάνονται θεωμένους τὸν ὀρχηστήν. διὸ ἀξιῶ μή τις τοῖς ὁμοίοις θαύμασι καταπλαγεὶς ἐξηγουμένων τὸν οὐρανὸν δίκην ὤτου συλληφθῇ · ὄρχησις γὰρ καὶ λῆρος τῶν τοιούτων πανουργία καὶ οὐκ ἀλήθεια. φησὶν οὖν Ἄρατος οὕτως · οἱ μὲν ὁμῶς πολέεςτε καὶ ἄλλυδις ἄλλοι ἐόντες οὐρανῷ ἕλκονται πάντ’ἤματα συνεχὲς αἰεί (τουτέστιν οἱ πάντες ἀστέρες). αὐτὰρ ὅγ’οὐ δ’ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ’αὕτως ἄξων αἰὲν ἄρηρεν, ἔχει δ’ἀτάλαντον ἁπάντῃ μεσσηγὺς γαῖαν, περὶ δ’οὐρανὸν αὐτὸν ἀγινεῖ.

4.47

πολέας φησὶν εἶναι τοὺς κατὰ τὸν οὐρανὸν ἀστέρας, τουτέστι στρεπτούς, διὰ τὸ περιέρχεσθαι ἀπὸ ἀνατολῆς εἰς δύσιν καὶ δύσεως εἰς ἀνατολὴν ἀπαύστως σφαιροειδεῖ σχήματι. εἱλεῖσθαι δὲ κατὰ τὰς ἄρκτους αὐτὰς λέγει οἷόν τι ποταμοῖ ῥεῦμα μέγα θαῦμα Δράκοντος πελώρου, καὶ τοῦτ’εἶναι , φησίν, ἐν τῷ Ἰὼβ πρὸς θεὸν διάβολος ἔφη · ἐμπεριπατήσας τὴν ὑπ’οὐρανὸν καὶ περιελθών, τουτέστι περιστραφεὶς καὶ περισκοπήσας τὰ γινόμενα · τετάχθαι γὰρ νομίζουσι κατὰ τὸν ἀρκτικὸν πόλον τὸν Δράκοντα, τὸν ὄφιν, ἀπὸ τοῦ ὑψηλοτάτου πόλου πάντα ἐπιβλέποντα καὶ πάντα ἐφορῶντα, ἵνα μηδὲν τῶν πραττομένων αὐτὸν λάθῃ · πάντων γὰρ δυνόντων τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων μόνος οὗτος πόλος οὐδέποτε δύνει, ἀλλὰ ἄνω ὑπὲρ τὸν ὁρίζοντα ἐρχόμενος πάντα περισκοπεῖ καὶ ἐπιβλέπει καὶ λαθεῖν αὐτὸν τῶν πραττομένων, φησί, δύναται οὐδέν. ἧχι μάλιστα μίσγονται δύσιέςτε καὶ ἀντολαὶ ἀλλήλῃσι, τετάχθαι δή φησιν αὐτοῦ τὴν κεφαλήν. κατὰ γὰρ τὴν δύσιν καὶ ἀνατολὴν τῶν δύο ἡμισφαιρίων κεῖται τὸ κεφάλαιον τοῦ Δράκοντος, ἵνα, φησί, μηδὲν αὐτὸν λάθῃ κατὰ τὸ αὐτὸ μήτε τῶν ἐν τῇ δύσει, μήτε τῶν ἐν τῇ ἀνατολῇ, ἀλλὰ πάντα γινώσκῃ τὸ θηρίον ὁμοῦ. ἔστι δὲ κατ’αὐτῆς τῆς κεφαλῆς τοῦ Δράκοντος ἰδέα ἀνθρώπου διὰ ἄστρων θεωρουμένη, καλεῖ κεκμηκὸς εἴδωλον Ἄρατος καὶ μογέοντι ἐοικός · καλεῖται δὲ Ἐν γόνασιν. μὲν οὖν Ἄρατος οὐκ εἰδέναι φησὶν οὗτος τίς ἐστιν πόνος καὶ τὸ θαῦμα τοῦτο στρεφόμενον ἐν οὐρανῷ · οἱ δὲ διὰ τῆς τῶν ἄστρων ἱστορίας αἱρετικοὶ θέλοντες τὰ ἑαυτῶν δόγματα συνιστᾶν, περιεργότερον τούτοις ἐπισχόντες, τὸν Ἐν γόνασι φασὶν εἶναι τὸν Ἀδάμ, κατὰ πρόσταγμα, φησίν, τοῦ θεοῦ, καθὼς εἶπε Μωσῆς, φυλάσσοντα τὴν κεφαλὴν τοῦ Δράκοντος καὶ τὸν Δράκοντα τὴν πτέρναν αὐτοῦ. οὕτως γάρ φησιν Ἄρατος · δεξιτεροῦ ποδὸς ἴχνος ἔχων σκολιοῖο Δράκοντος.

4.48

παρατετάχθαι δέ φησιν αὐτῷ ἑκατέρωθεν (λέγω δὲ τῷ Ἐν γόνασι) Λύραν καὶ Στέφανον, αὐτὸν δὲ γόνυ κλίνειν καὶ ἐκτετακότα ἀμφοτέρας τὰς χεῖρας οἱονεὶ περὶ ἁμαρτίας ἐξομολογούμενον. εἶναι δὲ τὴν λύραν μουσικὸν ὄργανον ὑπὸ νηπίου ἔτι παντελῶς κατεσκευασμένον τοῦ λόγου · λόγον δὲ εἶναι παρὰ τοῖς Ἕλλησιν ἀκουόμενον τὸν Ἑρμῆν. φησὶ δὲ Ἄρατος περὶ τῆς κατασκευῆς τῆς λύρας · τὴν δ’ἆρ’ἔτι καὶ παρὰ λίκνῳ Ἑρμείης ἐτόρησε, λύρην δ’εἶπεν καλέεσθαι. ἑπτάχορδος ἐστί, διὰ τῶν ἑπτὰ χορδῶν τὴν πᾶσαν ἁρμονίαν καὶ κατασκευὴν ἐμμελῶς ἔχουσαν τοῦ κόσμου σημαίνουσα · ἐν ἓξ ἡμέραις γὰρ ἐγένετο κόσμος, καὶ τῇ ἑβδόμῃ καταπέπαυται. εἰ οὖν, φησίν, ἐξομολογούμενος Ἀδὰμ καὶ τὴν κεφαλὴν φυλάσσων τοῦ θηρίου κατὰ τὸ πρόσταγμα τοῦ θεοῦ ἐκμιμήσεται τὴν λύραν, τουτέστι κατακολουθήσει τῷ λόγῳ τοῦ θεοῦ, τουτέστι πειθόμενος τῷ νόμῳ, παρακείμενον αὐτῷ τὸν στέφανον λήψεται. ἐὰν δὲ ἀμελήσῃ, συγκατενεχθήσεται τῷ ὑποκειμένῳ θηρίῳ, καὶ τὸ μέρος ἕξει, φησί, μετὰ τοῦ θηρίου. ἔοικε δὲ Ἐν γόνασιν ἑκατέρωθεν ἐπιβάλλειν τὰς χεῖρας, καὶ τοῦτο μὲν τῆς λύρας, τοῦτο δὲ τοῦ στεφάνου ἐφάπτεσθαι τοῦτο δὲ ἐξομολογεῖσθαι, ὡς ἔστιν ἰδεῖν δι’αὐτοῦ τοῦ σχήματος · ἐπιβουλεύεται δὲ ὁμῶς καὶ ἀποσπᾶται στέφανος αὐτοῦ ὑπ’ἄλλου θηρίου, μικροτέρου δράκοντος, ἐστι γέννημα τοῦ φυλασσομένου ὑπὸ τοῦ Ἐν γόνασι τῷ ποδί. ἄνθρωπος δὲ ἕστηκεν ἑκατέραις ταῖς χερσὶ καρτερῶς κατασφίγγων καὶ εἰς τὰ ὀπίσω ἕλκων ἀπὸ τοῦ στεφάνου τὸν ὄφιν καὶ οὐκ ἐᾷ ἐφάπτεσθαι βιαζόμενον τοῦ στεφάνου τὸ θηρίον · ὀφιοῦχον δὲ αὐτὸν Ἄρατος καλεῖ, ὅτι κατέχει τὴν ὁρμὴν τοῦ ὄφεως ἐπὶ τὸν στέφανον ἐλθεῖν πειρωμένου. λόγος δέ, φησίν, ἐστὶ σχήματι ἀνθρώπου κωλύων ἐπὶ τὸν στέφανον ἐλθεῖν τὸ θηρίον, οἰκτείρων τὸν ἐπιβουλευόμενον ὑπὸ τοῦ δράκοντος ὁμοῦ καὶ τοῦ γεννήματος ἐκείνου. αὐταὶ δὲ αἱ Ἄρκτοι, φασίν, ἑβδομάδες εἰσὶ δύο, ἐξ ἑπτὰ ἀστέρων συγκείμεναι, δισσῶν κτίσεων εἰκόνες. πρώτη γάρ, φησίν, κτίσις κατὰ τὸν Ἀδὰμ ἐν πόνοις, ἐστιν ἐν γόνασιν ὁρώμενος. δευτέρα δὲ κτίσις κατὰ Χριστόν, δι’ἧς ἀναγεννώμεθα, ἐστιν Ὀφιοῦχος ἀνταγωνιζόμενος τῷ θηρίῳ καὶ κωλύων ἐπὶ τὸν στέφανον ἐλθεῖν τὸν ἡτοιμασμένον τῷ ἀνθρώπῳ. μεγάλη δὲ ἐστὶν Ἄρκτος Ἑλίκη, φησίν, μεγάλης κτίσεως σύμβολον, πρὸς ἣν πλέουσιν Ἕλληνες, τουτέστι πρὸς ἣν παιδεύονται καὶ διὰ τῶν τοῦ βίου φερόμενοι κυμάτων ἐπακολουθοῦσιν, ἑλίκην τινὰ οὖσαν τὴν τοιαύτην κτίσιν διδασκαλίαν σοφίαν, εἰς τὰ ὀπίσω ἄγουσαν τοὺς ἑπομένους τῇ τοιαύτῃ κτίσει. στροφὴ γὰρ τις τῆς Ἑλίκης προσηγορία καὶ ἀνακύκλωσις ἐπὶ τὰ αὐτὰ εἶναι δοκεῖ. μικρὰ δέ τις ἑτέρα Ἄρκτος οἱονεί τις εἰκὼν τῆς δευτέρας κτίσεως τῆς κατὰ θεὸν κτισθείσης · ὀλίγοι γάρ, φησίν, εἰσὶν οἱ διὰ τῆς στενῆς ὁδοῦ πορευόμενοι · στενὴν δὲ λέγουσιν εἶναι τὴν Κυνοσουρίδα, πρὸς ἣν Ἄρατός φησιν ὅτι οἱ Σιδόνιοι ναυτίλλονται. Σιδονίους δὲ ἀπὸ μέρους εἴρηκεν Ἄρατος Φοίνικας διὰ τὸ εἶναι τὴν Φοινίκων σοφίαν θαυμαστήν, Φοίνικας δὲ εἶναι Ἕλληνες λέγουσι τοὺς ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης κατοικήσαντας εἰς τοῦτον τὸν χῶρον, οὗ καὶ νῦν οἰκοῦσι, τοῦτο γὰρ Ἡροδότῳ δοκεῖ. Κυνόσουρα δέ, φησίν, αὕτη Ἄρκτος, κτίσις δευτέρα, μικρά, στενὴ ὁδός, καὶ οὐχὶ Ἑλίκη. οὐ γὰρ εἰς τὰ ὀπίσω ἄγει, ἀλλ’εἰς τὰ ἔμπροσθεν ἐπ’εὐθείας τοὺς ἑπομένους ὁδηγεῖ, κυνὸς οὖσα. κύων γὰρ λόγος, τοῦτο μὲν φρουρῶν καὶ φυλάσσων τὸ ἐπιβουλευόμενον ὑπὸ τῶν λύκων ποίμνιον, τοῦτο δὲ ἀπὸ τῆς κτίσεως τὰ θηρία κυνηγῶν καὶ διαφθείρων, τοῦτο δὲ γεννῶν τὰ πάντα, καί, δὴ φασί, κύων, τουτέστι γεννῶν. ἐντεῦθεν, φασίν, Ἄρατος περὶ τῆς τοῦ Κυνὸς ἀνατολῆς λέγων εἴρηκεν οὕτως · κυνὸς δὲ ἀνατείλαντος οὐκέτι φυταλιαὶ ἐψεύσαντο. τοῦτο ἐστὶν λέγει · τὰ φυτευόμενα φυτὰ εἰς τὴν γῆν μέχρι τῆς τοῦ Κυνὸς ἀνατολῆς πολλάκις μὴ ῥιζοβολήσαντα ὅμως τέθηλε φύλλοις, καὶ ἐνδείκνυται τοῖς βλέπουσιν ὅτι ἔσται τελεσφόρα καὶ φαίνεται ζῶντα, οὐκ ἔχοντα ζωὴν ἀπὸ τῆς ῥίζης ἐν αὐτοῖς · ἐπειδὰν δ’ τοῦ Κυνὸς ἀνατολὴ γένηται, ὑπὸ τοῦ Κυνὸς τὰ ζῶντα ἀπὸ τῶν νεκρῶν διακρίνεται · μαραίνεται γὰρ ὄντως ὅσα οὐκ ἐρριζοβόλησεν. οὗτος οὖν, φησίν, Κύων, λόγος τις ὢν θεῖος, ζώντων καὶ νεκρῶν κριτὴς καθέστηκε, καὶ καθάπερ τῶν φυτῶν Κύων τὸ ἄστρον ἐπὶ τῆς κτίσεως θεωρεῖται, οὕτως ἐπὶ τῶν οὐρανίων φυτῶν, φησί, τῶν ἀνθρώπων, λόγος. διὰ τὴν τοιαύτην οὖν αἰτίαν δευτέρα κτίσις, Κυνόσουρα, λογικῆς κτίσεως εἰκὼν ἕστηκεν ἐν οὐρανῷ · μέσος δὲ Δράκων τῶν δύο κτίσεων ὑποτείνεται, τὰ ἀπὸ τῆς μεγάλης κτίσεως κωλύων ἐπὶ τὴν μικρὰν κτίσιν μετελθεῖν, τάτε ἐν τῇ κτίσει καθεστηκότα, καθάπερ τὸν Ἐν γόνασι, παραφυλάσσων, τηρῶν πῶς καὶ τίνα τρόπον ἕκαστον ἐν τῇ μικρᾷ κτίσει καθέστηκε. τηρεῖται δὲ καὶ αὐτὸς κατὰ τὴν κεφαλήν, φησίν, ὑπὸ τοῦ Ὀφιούχου. αὕτη, φησίν, εἰκὼν ἕστηκεν ἐν οὐρανῷ, σοφία τις οὖσα τοῖς ἰδεῖν δυναμένοις. εἰ δὲ ἐστὶν ἀσαφὲς κατὰ τοῦτο, δι’ἄλλης εἰκόνος, φησίν, κτίσις διδάσκει φιλοσοφεῖν, περὶ ἧς Ἄρατος εἴρηκεν οὕτως · οὐ δ’ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο.

4.49

Κηφεύς, φησίν, αὐτοῦ ἐστὶ πλησίον καὶ Κασσιέπεια καὶ Ἀνδρομέδα καὶ Περσεύς, μεγάλα τῆς κτίσεως γράμματα τοῖς ἰδεῖν δυναμένοις. Κηφέα γάρ φησιν εἶναι τὸν Ἀδάμ, τὴν Κασσιέπειαν Εὔαν, τὴν Ἀνδρομέδαν τὴν ἀμφοτέρων τούτων ψυχήν, τὸν Περσέα Λόγον, πτερωτὸν Διὸς ἔγγονον, τὸ Κῆτος τὸ ἐπίβουλον θηρίον. οὐκ ἐπ’ἄλλον τινὰ τούτων, ἀλλ’ἐπὶ μόνην τὴν Ἀνδρομέδαν ἔρχεται ἀποκτείνας τὸ θηρίον, οὗ καὶ τὴν Ἀνδρομέδαν πρὸς ἑαυτὸν λαβὼν ἔκδοτον δεδεμένην τῷ θηρίῳ Λόγος, φησίν, Περσεὺς ῥύεται. Περσεὺς δὲ ἐστὶν ὑπόπτερος ἄξων, περαίνων ἑκατέρους τοὺς πόλους διὰ μέσης τῆς γῆς καὶ στρέφων τὸν κόσμον. ἔστι δὲ καὶ τὸ πνεῦμα τὸ ἐν τῷ κόσμῳ ὄρνις κύκνος παρὰ τὰς ἄρκτους, μουσικὸν ζῷον, τοῦ θείου σύμβολον πνεύματος · ὅτι πρὸς αὐτοῖς ἤδη τοῖς τέρμασι γενόμενον τοῦ βίου μόνον ᾄδειν πέφυκε, μετὰ ἀγαθῆς ἐλπίδος τῆς κτίσεως τῆς πονηρᾶς ἀπαλλασσόμενον ὕμνους ἀναπέμπον τῷ θεῷ. Καρκίνοι δὲ καὶ ταῦροι καὶ λέοντες καὶ κριοὶ καὶ αἶγες καὶ ἔριφοι, καὶ ὅσα ἄλλα θηρία διὰ τῶν ἄστρων ὀνομάζεται κατὰ τὸν οὐρανόν, εἰκόνες δή, φησίν, εἰσὶ καὶ παραδείγματα, ἀφ’ὧν μεταβλητὴ κτίσις λαμβάνουσα τὰς ἰδέας τοιούτων ζῴων γίνεται πλήρης.

4.50

τούτοις χρώμενοι τοῖς λόγοις ἀπατᾶν νομίζουσι πολλούς, ὅσοι περιεργότερον τοῖς ἀστρολόγοις προσέχουσιν, ἐντεῦθεν τὴν θεοσέβειαν συνιστᾶν πειρώμενοι μακρὰν ἀπεμφαίνουσαν τῆς τούτων ὑπολήψεως. διὸ, ἀγαπητοί, φύγωμεν τὸ μικροθαύμαστον τοῦ ὄρνιθος τοῦ ὤτου · ταῦτα γὰρ καὶ τὰ τοιάδε ὄρχησις ἐστὶ καὶ οὐκ ἀλήθεια. οὐδὲν γὰρ ἄστρα ταῦτα δηλοῖ, ἀλλὰ ἰδίως οἱ ἄνθρωποι πρὸς ἐπισημείωσίν τινων ἄστρων ὀνόματα οὕτως ἐπεκάλεσαν, ἵνα αὐτοῖς ἐπίσημα . τί γὰρ ἄρκτου λέοντος ἐρίφων ὑδροχόου Κηφέως Ἀνδρομέδας τῶν ἐν Ἅιδου ὀνομαζομένων εἰδώλων ὅμοιον ἔχουσιν ἀστέρες διεσπαρμένοι κατὰ τὸν οὐρανόν, πολὺ μεταγενεστέρων γεγενημένων τούτων τῶν ἀνθρώπων καὶ τῶν ὀνομάτων τῶν ἀνθρώπων συνέστηκε γέννησις · ἵνα καὶ οἱ αἱρετικοὶ καταπλαγέντες τὸ θαῦμα οὕτως ἐξεργάσωνται διὰ τοιῶνδε λόγων τὰ ἴδια δόγματα συνιστᾶν;

4.51

ἀλλ’ἐπεὶ σχεδὸν πᾶσα αἵρεσις διὰ τῆς ἀριθμητικῆς τέχνης ἐφεῦρεν ἑβδομάδων μέτρα καὶ αἰώνων τινὰς προβολάς, ἄλλων ἄλλως τὴν τέχνην διασπώντων καὶ τοῖς ὀνόμασι μόνον διαλλασσόντων, τούτων δὲ αὐτοῖς διδάσκαλος γίνεται Πυθαγόρας, πρῶτος εἰς Ἕλληνας ἀπ’Αἰγύπτου τοὺς τοιούτους ἀριθμοὺς παραδούς · δοκεῖ μη δὲ τοῦτο παραλιπεῖν, ἀλλὰ διὰ συντόμου δείξαντας ἐπὶ τὴν τῶν ζητουμένων ἀπόδειξιν χωρῆσαι. γεγόνασιν ἀριθμητικοὶ καὶ γεωμέτραι, οἷς μάλιστα τὰς ἀρχὰς παρεσχηκέναι δοκεῖ πρῶτος Πυθαγόρας · καὶ οὗτοι τῶν ἀριθμῶν εἰς ἄπειρον ἀεὶ προχωρεῖν δυναμένων τῷ πολυπλασιασμῷ καὶ τοῖς σχήμασι τὰς πρώτας ἔλαβον ἀρχὰς οἱονεὶ θεωρητὰς μόνῳ τῷ λόγῳ. γεωμετρίας γάρ, ὥς ἐστιν ἐνιδεῖν, σημεῖον ἐστὶν ἀρχὴ ἀμερές, ἀπ’ἐκείνου δὲ τοῦ σημείου τῇ τέχνῃ τῶν ἀπείρων σχημάτων ἀπὸ τοῦ σημείου γένεσις εὑρίσκεται. ῥυὲν γὰρ τὸ σημεῖον ἐπὶ μῆκος γίνεται γραμμὴ μετὰ τὴν ῥύσιν, πέρας ἔχουσα σημεῖον, γραμμὴ δὲ ἐπὶ πλάτος ῥυεῖσα ἐπίπεδον γεννᾷ, πέρατα δὲ τοῦ ἐπιπέδου γραμμαί, ἐπίπεδον δὲ ῥυὲν εἰς βάθος γίνεται σῶμα · στερεοῦ δὲ ὑπάρξαντος, οὕτως ἐξ ἐλαχίστου σημείου παντελῶς τοῦ μεγάλου σώματος ὑπέστη φύσις, καὶ τοῦτο ἐστὶν λέγει Σίμων οὕτως · τὸ μικρὸν μέγα ἔσται, οἱονεὶ σημεῖον ὄν, τὸ δὲ μέγα ἀπέραντον, κατακολουθῶν τῷ γεωμετρουμένῳ σημείῳ. τῆς δὲ ἀριθμητικῆς κατὰ σύνθεσιν ἐχούσης τὴν φιλοσοφίαν ἀριθμὸς γέγονεν ἀρχή, ὅπερ ἐστὶν ἀόριστον, ἀκατάληπτον, ἔχων ἐν ἑαυτῷ πάντας τοὺς ἐπ’ἄπειρον ἐλθεῖν δυναμένους ἀριθμοὺς κατὰ τὸ πλῆθος. τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ’ὑπόστασιν πρώτη μονάς, ἥτις ἐστὶ μονὰς ἄρσην, γεννῶσα πατρικῶς τοὺς ἄλλους πάντας ἀριθμούς. δεύτερον δυὰς θῆλυς ἀριθμός, δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται. τρίτον τριὰς ἀριθμὸς ἄρσην · οὗτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι. ἐφ’ἅπασι δὲ τούτοις τετρὰς θῆλυς ἀριθμός, δὲ αὐτὸς οὗτος καὶ ἄρτιος καλεῖται, ὅτι θῆλυς ἐστί. γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ γένους τέσσαρες (ἀριθμὸς δὲ ἦν τὸ γένος ἀόριστος), ἀφ’ὧν τέλειος αὐτοῖς ἀριθμὸς συνέστηκεν δεκάς. τὸ γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὡς προαποδέδεικται, ἐὰν ἑκάστῳ τῶν ἀριθμῶν φυλάττηται κατ’οὐσίαν ὄνομα τὸ οἰκεῖον. αὕτη ἐστὶν κατὰ Πυθαγόραν ἱερὰ τετρακτὺς ἀεννάου φύσεως ῥιζώματ’ἔχουσα ἐν ἑαυτῇ, τουτέστι τοὺς ἄλλους πάντας ἀριθμούς · γὰρ ἕνδεκα καὶ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τῆς γενέσεως ἀπὸ τῶν δέκα λαμβάνουσι. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη · ἀριθμός, μονάς, δύναμις, κύβος, οἷς ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἀριθμὸν ἐπιτελοῦσαι · ὅταν γὰρ δύναμις αὐτὴ ἐφ’ἑαυτὴν κυβισθήσεται, γέγονε δυναμοδύναμις, ὅταν δὲ δύναμις ἐπὶ κύβον, γέγονε δυναμόκυβος, ὅταν δὲ κύβος ἐπὶ κύβον, γέγονε κυβόκυβος · ὡς γίνεσθαι τοὺς πάντας ἀριθμοὺς ἑπτά, ἵνα τῶν γενομένων γένεσις γένηται ἐξ ἑβδομάδος, ἥτις ἐστίν · ἀριθμός, μονάς, δύναμις, κύβος, δυναμοδύναμις, δυναμόκυβος, κυβόκυβος. ταύτην τὴν ἑβδομάδα Σίμων καὶ Οὐαλεντῖνος ὀνόμασιν ἐνδιαλλάξαντες ἐτερατολόγησαν, ὑπόθεσιν ἑαυτοῖς ἐντεῦθεν σχεδιάσαντες. μὲν γὰρ Σίμων οὕτως καλεῖ · νοῦς, ἐπίνοια, ὄνομα, φωνή, λογισμός, ἐνθύμησις, ἑστώς, στάς, στησόμενος, καὶ Οὐαλεντῖνος · νοῦς, ἀλήθεια, λόγος, ζωή, ἄνθρωπος, ἐκκλησία καὶ πατὴρ συναριθμούμενος, κατὰ ταὐτὰ τοῖς τὴν ἀριθμητικὴν ἠσκηκόσι φιλοσοφίαν, ἣν ὡς ἄγνωστον τοῖς πολλοῖς θαυμάσαντες καὶ κατακολουθήσαντες τὰς ὑπ’αὐτῶν ἐπινοηθείσας αἱρέσεις συνεστήσαντο. τινὲς μὲν οὖν καὶ ἀπὸ ἰατρικῆς συνιστᾶν τὰς ἑβδομάδας πειρῶνται, ἐκπλαγέντες ἐπὶ τῇ τοῦ ἐγκεφάλου ἀνατομῇ, λέγοντες τὴν τοῦ παντὸς οὐσίαν καὶ δύναμιν πατρικὴν καὶ θειότητα ἀπὸ τῆς τοῦ ἐγκεφάλου διαθέσεως διδάσκεσθαι. γὰρ ἐγκέφαλος κύριον μέρος ὢν τοῦ παντὸς σώματος ἐπίκειται ἀτρεμὴς καὶ ἀκίνητος, ἐντὸς ἑαυτοῦ ἔχων τὸ πνεῦμα. ἔστι μὲν οὗν τοιαύτη ἱστορία οὐκ ἀπίθανος, μακρὰν δὲ τῆς τούτων ἐπιχειρήσεως. μὲν γὰρ ἐγκέφαλος ἀνατμηθεὶς ἔνδον ἔχει τὸ καλούμενον καμάριον, οὗ ἑκατέρωθεν ὑμένες εἰσὶ λεπτοί, οὓς πτερύγια προσαγορεύουσιν, ἠρέμα ὑπὸ τοῦ πνεύματος κινούμενα καὶ πάλιν ἀπελαύνοντα τὸ πνεῦμα ἐπὶ τὴν παρεγκεφαλίδα · διατρέχον διά τινος ἀγγείου καλάμῳ ἐοικότος ἐπὶ τό κωνάριον χωρεῖ, πρόσκειται τὸ στόμιον τῆς παρεγκεφαλίδος ἐκδεχόμενον τὸ διατρέχον πνεῦμα καὶ ἀναδιδὸν ἐπὶ τὸν νωτιαῖον λεγόμενον μυελόν, ὅθεν πᾶν τὸ σῶμα μεταλαμβάνει τὸ πνευματικὸν πασῶν τῶν ἀρτηριῶν δίκην κλάδου ἐκ τούτου τοῦ ἀγγείου ἠρτημένων, οὗ τὸ πέρας ἐπὶ τὰ γεννητικὰ ἀγγεῖα τερματίζεται · ὅθεν καὶ τὰ σπέρματα ἐξ ἐγκεφάλου διὰ τῆς ὀσφύος χωροῦντα ἐκκρίνεται. ἔστι δὲ τὸ σχῆμα τῆς παρεγκεφαλίδος ἐοικὸς κεφαλῇ δράκοντος, περὶ οὗ πολὺς λόγος τοῖς τῆς ψευδωνύμου γνώσεως γίνεται, καθὼς ἐπιδείξομεν. ἕτεραι δὲ ἐκ τοῦ ἐγκεφάλου φύονται ἓξ συζυγίαι, αἳ περὶ τὴν κεφαλὴν διϊκνούμεναι συνέχουσι τὰ σώματα ἐν αὐτῇ περατούμεναι · δὲ ἑβδόμη ἐκ τῆς παρεγκεφαλίδος εἰς τὰ κάτω τοῦ λοιποῦ σώματος, καθὼς εἴπομεν. καὶ περὶ τούτου δὲ πολὺς λόγος, ὅθεν καὶ Σίμων καὶ Οὐαλεντῖνος εὑρεθήσονται καὶ ἐντεῦθεν ἀφορμὰς εἰληφότες, καὶ εἰ μὴ ὁμολογοῖεν, ὄντες πρῶτον ψεῦσται, εἶτα αἱρετικοί. ἐπεὶ οὖν καὶ ταῦτα δοκεῖ ἱκανῶς ἡμᾶς ἐκτεθεῖσθαι, πάντα δὲ τὰ δοκοῦντα εἶναι τῆς ἐπιγείου φιλοσοφίας δόγματα περιείληπται ἐν τέσσαρσι βιβλίοις, δοκεῖ ἐπὶ τοὺς τούτων χωρεῖν μαθητάς, μᾶλλον δὲ κλεψιλόγους.