Hippolytus

Refutation of All Heresies, 10

10.1

τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου ·

10.2

ἐπιτομὴ πάντων τῶν φιλοσόφων,

10.3

ἐπιτομὴ πασῶν τῶν αἱρέσεων,

10.4

καὶ ἐπὶ πᾶσι, τίς τῆς ἀληθείας λόγος.

10.5

τὸν λαβύρινθον τῶν αἱρέσεων οὐ βίᾳ διαρρήξαντες, ἀλλὰ μόνῳ ἐλέγχῳ ἀληθείας δυνάμει διαλύσαντες, πρόσιμεν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν. τότε γὰρ τῆς πλάνης ἔντεχνα σοφίσματα ἀσύστατα φανερωθήσεται, ἐπὰν τῆς ἀληθείας ὅρος ἐπιδειχθῇ, οὐκ ἀπὸ σοφίας Ἑλλήνων ἀρχὰς μεταλαβών, οὐ δ’Αἰγυπτίων δόγματα, τὰ ἐν αὐτοῖς μετ’ἀξιοπιστίας θρησκευόμενα μάταια, ὡς ἄρρητα διδαχθείς, οὐ δὲ Χαλδαίων ἀσυστάτῳ περιεργίᾳ σοφισθείς, οὐ δὲ Βαβυλωνίων ἀλογίστῳ μανίᾳ δι’ἐνεργείας δαιμόνων καταπλαγείς, ἀλλ’ ὑπάρχει τρόπῳ ὅρος ἀληθὴς ὢν ἀφύλακτόςτε καὶ ἀκαλλώπιστος, ὃς μόνον φανεὶς ἐλέγξει τὴν πλάνην. περὶ οὗ εἰ καὶ πλειστάκις ἀποδείξεις ἐποιήσαμεν καὶ ἱκανῶς τὸν τῆς ἀληθείας κανόνα ἀφθόνως τοῖς βουλομένοις ἐπεδείξαμεν, ἀλλά γε καὶ νῦν οὐκ ἄλογον ἐκρίναμεν ἐπὶ πᾶσι τοῖς Ἕλλησι δεδοκημένοις καὶ αἱρετικοῖς ὡσεὶ κορωνίδα τῶν βίβλων ἐπενέγκαι ταύτην τὴν ἀπόδειξιν διὰ τῆς δεκάτης βίβλου.

10.6

συμπεριλαβόντες τοίνυν τὰ πάντων τῶν παρ’Ἕλλησι σοφῶν δόγματα ἐν τέσσαρσι βιβλίοις, τὰ δὲ τοῖς αἱρεσιάρχαις ἐν πέντε, νῦν τὸν περὶ ἀληθείας λόγον ἐν α̅ ἐπιδείξομεν, ἀνακεφαλαιούμενοι πρῶτον τὰ πᾶσι δεδοκημένα. οἱ μὲν γὰρ τῶν Ἑλλήνων δογματισταὶ τὴν φιλοσοφίαν τριχῆ διελόντες οὕτως ἐφιλοσόφησαν, οἱ μὲν φυσικήν, οἱ δὲ ἠθικήν, οἱ δὲ διαλεκτικὴν προσαγορεύσαντες. καὶ οἱ μὲν τὴν φυσικὴν οὗτοι γεγένηνται, οὕτως δὲ διηγήσαντο · οἱ μὲν ἐξ ἑνὸς τὰ πάντα, οἱ δὲ ἐκ πλειόνων · καὶ τῶν ἐξ ἑνὸς οἱ μὲν ἐξ ἀποίου, οἱ δὲ ἐκ τοῦ ποιοῦ · καὶ τῶν ἐκ ποιοῦ οἱ μὲν ἐκ πυρός, οἱ δὲ ἐξ ἀέρος, οἱ δὲ ἐξ ὕδατος, ἄλλοι δὲ ἐκ γῆς · καὶ τῶν ἐκ πλειόνων οἱ μὲν ἐξ ἀριθμητῶν, οἱ δὲ ἐξ ἀπείρων · καὶ τῶν ἐξ ἀριθμητῶν οἱ μὲν ἐκ δυοῖν, οἱ δὲ ἐκ τεσσάρων, οἱ δὲ ἐκ πέντε, οἱ δὲ ἐξ ἕξ · καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ ἐξ ἀνομοίων · καὶ τούτων οἱ μὲν ἐξ ἀπαθῶν, οἱ δὲ ἐκ παθητῶν. ἐξ ἀποίου μὲν οὖν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων συνεστήσαντο γένεσιν οἱ Στωϊκοί. ἀρχὴ γὰρ τῶν ὅλων κατ’αὐτούς ἐστιν ἄποιος ὕλη καὶ δι’ὅλων τρεπτή · μεταβαλλούσης δὲ αὐτῆς γίνεται πῦρ, ἀήρ, ὕδωρ, γῆ. ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵτε περὶ τὸν Ἵππασον καὶ Ἀναξίμανδρον καὶ Θαλῆ τὸν Μιλήσιον. Ἵππασος μὲν Μεταπόντιος καὶ Ἡράκλειτος Ἐφέσιος ἐκ πυρὸς ἀπεφήναντο τὴν γένεσιν, Ἀναξίμανδρος δὲ ἐξ ἀέρος Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ ἐκ γῆς. ἐκ γῆς γὰρ, φησί, πάντα ἐστί, καὶ εἰς γῆν πάντα τελευτᾷ.

10.7

ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν, γῆςτε καὶ ὕδατος, τὰ ὅλα συνεστηκέναι φησὶν ποιητὴς Ὅμηρος ὁτὲ μὲν λέγων · τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε · Ζεὺς ἀήρ, Ἥρητε φερέσβιος, ἠδ’Ἀϊδωνεύς, Νῆστίςθ’, δακρύοις τέγγει κρούνωμα βρότειον. ἐκ πέντε δὲ Ὄκελλος Λευκανὸς καὶ Ἀριστοτέλης · συμπαρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια. ἐκ δὲ τῶν ἓξ τὴν τῶν πάντων ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἷς μὲν γὰρ λέγει · τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν · ὅταν δὲ προσθῇ · νεῖκόςτ’οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντη, καὶ φιλίη μετὰ τοῖσιν, ἴση μῆκόςτε πλάτοςτε, ἓξ παραδίδωσι τὰς τῶν ὅλων ἀρχάς, τέσσαρας μὲν ὑλικάς, γῆν, ὕδωρ, πῦρ, ἀέρα, δύο δὲ τὰς δραστηρίους, φιλίαν καὶ νεῖκος. ἐξ ἀπείρων δὲ ἐδογμάτισαν τὴν τῶν πάντων γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ὧν ἐκ μέρους πρότερον ἐμνήσθημεν. ἀλλ’ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίωντε καὶ ἀπαθῶν, τουτέστιν ἐκ τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων μέν, παθητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων, οἱ δὲ περὶ τὸν Πλάτωνα ἐκ τριῶν · εἶναι ταῦτα λέγουσι θεὸν καὶ ὕλην καὶ παράδειγμα. τὴν δὲ ὕλην μερίζει εἰς τέσσαρας ἀρχάς, πῦρ, ὕδωρ, γῆν, ἀέρα · θεὸν δὲ τὸν ταύτης εἶναι δημιουργόν, τὸ δὲ παράδειγμα νοῦν.

10.8

πεπεισμένοι τοίνυν ὅτι πᾶσι τούτοις ὁμολογουμένως ἄπορος εὑρίσκεται τῆς φυσιολογίας λόγος, αὐτοὶ περὶ τῶν τῆς ἀληθείας παραδειγμάτων ὡς ἔστι καὶ πεπιστεύκαμεν, ἀόκνως ἐροῦμεν, πλὴν καὶ τὰ τοῖς αἱρεσιάρχαις ἐπιτομῇ πρότερον ἐκθέμενοι, ἵνα καὶ διὰ τούτου εὔγνωστα τὰ πάντων δόγματα παραστήσαντες φανερὰν καὶ εὔγνωστον τὴν ἀλήθειαν ἐπιδείξωμεν.

10.9

ἀλλ’ἐπεὶ οὕτως δοκεῖ, ἀρξώμεθα πρῶτον ἀπὸ τῶν τοῦ ὄφεως λειτουργῶν. Ναασσηνοὶ ἄνθρωπον καλοῦσι τὴν πρώτην τῶν ὅλων ἀρχήν, τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου · τοῦτον δὲ τριχῆ διαιροῦσιν. ἔστι μὲν γὰρ αὐτοῦ, φασί, τὸ μὲν νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν. καλοῦσι δὲ αὐτὸν Ἀδάμαν, καὶ νομίζουσι τὴν εἰς αὐτὸν εἶναι γνῶσιν ἀρχὴν τοῦ δύνασθαι γνῶναι θεόν. καὶ ταῦτα πάντα τὰ νοερὰ καὶ τὰ ψυχικὰ καὶ τὰ χοϊκὰ κεχωρηκέναι εἰς τὸν Ἰησοῦν, καὶ ὁμοῦ δι’αὐτοῦ λελαληκέναι τὰς τρεῖς οὐσίας τοῖς τρισὶ γένεσι. τοῦ παντὸς οὗτοι φάσκουσι τρία γένη, ἀγγελικόν, ψυχικόν, χοϊκόν, καὶ τρεῖς εἶναι ἐκκλησίας, ἀγγελικήν, ψυχικήν, χοϊκήν · ὀνόματα δὲ αὐταῖς, ἐκλεκτή, κλητή, αἰχμάλωτος. ταῦτα ἐστὶ τὰ κατ’αὐτοὺς κεφάλαια, ὡς ἐν ὀλίγῳ ἔστι καταλαβεῖν. ταῦτά φασι παραδεδωκέναι τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου τῇ Μαριάμνῃ, καταψευδόμενοι ἀμφοτέρων.

10.10

οἱ δὲ Περάται, Ἀδέμης Καρύστιος καὶ Εὐφράτης Περατικός, λέγουσιν ἕνα εἶναι κόσμον τινά, οὕτως καλοῦντες τοῦτον, τριχῆ διῃρημένον. ἔστι δὲ τῆς τριχῆ διαιρέσεως παρ’αὐτοῖς τὸ μὲν ἓν μέρος, οἷον μία ἀρχὴ καθάπερ πηγὴ μεγάλη, εἰς ἀπείρους τομὰς τῷ λόγῳ τμηθῆναι δυναμένη. δὲ πρώτη τομὴ καὶ προεχεστέρα κατ’αὐτούς ἐστιν τριάς, καὶ τὸ μὲν ἒν μέρος καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πατρικόν · τὸ δὲ δεύτερον μέρος τῆς τριάδος οἱονεὶ δυνάμεων ἄπειρόν τι πλῆθος · τρίτον ἰδικόν · καὶ ἔστι τὸ μὲν πρῶτον ἀγέννητον ὅπερ ἐστὶν ἀγαθόν · τὸ δὲ δεύτερον ἀγαθὸν αὐτογενές τὸ τρίτον γεννητόν · ὅθεν διαρρήδην λέγουσι τρεῖς θεούς, τρεῖ, λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους. ἑκάστῳ γὰρ μέρει τοῦ κόσμου, τῆς διαιρέσεως διακεκριμένης, διδόασι καὶ θεοὺς καὶ λόγους καὶ ἀνθρώπους καὶ τὰ λοιπά. ἄνωθεν δὲ ἀπὸ τῆς ἀγεννησίας καὶ τῆς τοῦ κόσμου πρώτης τομῆς, ἐπὶ συντελείᾳ λοιπὸν τοῦ κόσμου καθεστηκότος, κατεληλυθέναι ἐπὶ τοῖς Ἡρώδου χρόνοις τριφυῆ τινα ἄνθρωπον καὶ τρισώματον καὶ τριδύναμον, καλούμενον Χριστόν, ἀπὸ τῶν τριῶν ἔχοντα τοῦ κόσμου μερῶν ἐν αὑτῷ πάντα τὰ τοῦ κόσμου συγκρίματα καὶ τὰς δυνάμεις. καὶ τοῦτο εἶναι θέλουσι τὸ εἰρημένον · ἐν κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. κατενεχθῆναι δὲ ἀπὸ τῶν ὑπερκειμένων κόσμων δύο, τοῦτε ἀγεννήτου καὶ τοῦ αὐτογεννήτου, εἰς τοῦτον τὸν κόσμον, ἐν ἐσμὲν ἡμεῖς, παντοίων δυνάμεων σπέρματα. κατεληλυθέναι δὲ τὸν Χριστὸν ἄνωθεν ἀπὸ ἀγεννησίας, ἵνα διὰ τῆς καταβάσεως αὐτοῦ πάντα σωθῇ τὰ τριχῆ διῃρημένα. μὲν γὰρ, φησίν, ἔστιν ἄνωθεν κατενηνεγμένα, ἀνελεύσεται δι’αὐτοῦ, τὰ δὲ ἐπιβουλεύσαντα τοῖς κατενηνεγμένοις ἀφίεται καὶ κολασθέντα ἀποπέμπεται. δύο δὲ εἶναι μέρη τὰ σωζόμενα λέγει, τὰ ὑπερκείμενα, ἀπαλλαγέντα τῆς φθορᾶς, τὸ δὲ τρίτον ἀπόλλυσθαι, ὃν κόσμον ἰδικὸν καλεῖ. ταῦτα καὶ οἱ Περάται.

10.11

τοῖς δὲ Σηθιανοῖς δοκεῖ, ὅτι τῶν ὅλων εἰσὶ τρεῖς ἀρχαὶ περιωρισμέναι. ἑκάστη δὲ τῶν ἀρχῶν […] πέφυκε δύνασθαι γενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη, οἱονεὶ γένοιτο παιδίον αὐλητῇ γενέσθαι αὐλεῖν, γεωμέτρῃ γεωμετρεῖν, τινὶ τέχνῃ ὁμοίως. αἱ δὲ τῶν ἀρχῶν, φασίν, οὐσίαι εἰσὶ φῶς καὶ σκότος · τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον · τὸ δὲ πνεῦμα τὸ τεταγμένον ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω, καὶ τοῦ φωτός, ὅπερ ἐστὶν ἄνω, λέγουσιν, οὐκ ἔστι πνεῦμα ὡς ἀνέμου ῥιπὴ λεπτή τις αὔρα νοηθῆναι δυναμένη, ἀλλ’οἱονεί τις ὀσμὴ μύρου θυμιάματος ἐκ συνθέσεως κατασκευαζομένου λεπτή, διοδεύουσα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι λόγου φορᾷ εὐωδίας. ἐπεὶ τοίνυν ἐστὶν ἄνω τὸ φῶς καὶ κάτω τὸ σκότος καὶ τούτων μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς ὡς ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπουσα εἰς τὸ ὑποκείμενον σκότος, δὲ τοῦ πνεύματος εὐωδία φέρεται μέσην ἔχουσα τάξιν καὶ ἐξικνεῖται, ὥσπερ τῶν θυμιαμάτων ὀσμὴ ἐπὶ τῷ πυρὶ φέρεται, τοιαύτης δὲ οὔσης τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ φωτὸς ὁμοῦ ἐστι κάτω δύναμις ἐν τῷ σκότει τῷ ὑποτεταγμένῳ. τὸ δὲ σκότος ὕδωρ εἶναι φασὶ φοβερόν, εἰς κατέσπασται καὶ μετενήνεκται εἰς τοιαύτην φύσιν μετὰ τοῦ πνεύματος τὸ φῶς. φρόνιμον οὖν τὸ σκότος ὂν καὶ γινῶσκον, ὅτι, ἂν ἀπαρθῇ ἀπ’αὐτοῦ τὸ φῶς, μένει τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές, τῷδε πάσῃ συνέσει καὶ φρονήσει βιάζεται κατέχειν εἰς ἑαυτὸ τὴν λαμπηδόνα καὶ τὸν σπινθῆρα τοῦ φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας. εἰκόνα τούτου ταύτην παρεισάγουσι, λέγοντες · ὥσπερ κόρη τοῦ ὀφθαλμοῦ ὑπὸ ὑποκειμένων ὑδάτων σκοτεινὴ φαίνεται, φωτίζεται δὲ ὑπὸ τοῦ πνεύματος, οὕτως ἀντιποιεῖται τὸ σκότος τοῦ πνεύματος, ἔχει δὲ παρ’ἑαυτῷ πάσας τὰς δυνάμεις βουλομένας ἀφίστασθαι καὶ ἀνιέναι. εἰσὶ δὲ αὗται ἀπειράκις ἄπειροι, ἐξ ὧν τὰ πάντα τυποῦται καὶ γίνεται ἐπιμιγνυμένων δίκην σφραγίδων. ὥσπερ γὰρ σφραγὶς ἐπικοινωνήσασα κηρῷ τὸν τύπον ἐποίησεν αὐτὴ παρ’ἑαυτῇ ἡτισοῦν ἦν μένουσα, οὕτως καὶ αἱ δυνάμεις ἐπικοινωνήσασαι τὰ πάντα ἀπεργάζονται γένη ζῴων ἄπειρα. γεγονέναι οὖν ἀπὸ τῆς πρώτης συνδρομῆς τῶν τριῶν ἀρχῶν μεγάλης σφραγῖδος ἰδέαν, οὐρανὸν καὶ γῆν, εἶδος ἔχουσαν παραπλήσιον μήτρᾳ ὀμφαλὸν ἐχούσῃ μέσον. οὕτως δὲ καὶ τὰς λοιπὰς ἐκτυπώσεις τῶν πάντων ἐκτετυπῶσθαι ὥσπερ οὐρανὸν καὶ γῆν μήτρᾳ παραπλησίους. ἐκ δὲ τοῦ ὕδατος γεγονέναι φασὶ πρωτόγονον ἀρχήν, ἄνεμον σφοδρὸν καὶ λάβρον καὶ πάσης γενέσεως αἴτιον, βρασμόν τινα καὶ κίνησιν ἐργαζόμενον τῷ κόσμῳ ἐκ τῆς τῶν ὑδάτων κινήσεως. τοῦτον δὲ ἐπιτελεῖν εἶδος συρίγματι ὄφεως παραπλήσιον, φέρων ὅθεν ἦν φορῶν κόσμος πρὸς γένεσιν ὁρμᾷ ὀργήσας ὡς μήτρα, καὶ ἐντεῦθεν θέλουσι συνίστασθαι τὴν τῶν ὅλων γένεσιν. τοῦτον δὲ εἶναι πνεῦμα ἀνέμου λέγουσι τέλειον θεὸν ἐκ τῆς τῶν ὑδάτων καὶ τῆς τοῦ πνεύματος εὐωδίας καὶ φωτὸς λαμπηδόνος γεγονέναι, καὶ εἶναι γέννημα θηλείας νοῦν · τὸν ἄνωθεν σπινθῆρα κάτω ἀναμεμιγμένον σὺν τοῖς περισυγκρίτοις σώματος σπεύδειν ἐκφεύγειν, ἐκφυγόντα πορεύεσθαι καὶ τὴν λύσιν οὐχ εὑρίσκειν διὰ τὴν ἐν τοῖς ὕδασι δέσιν. διὸ ἐβόα ἐκ τῆς τῶν ὑδάτων μίξεως κατὰ τὸν ψαλμῳδόν, ὡς λέγουσι. πᾶσα οὗν φροντὶς τοῦ ἄνω φωτός ἐστιν, ὅπως ῥύσηται τὸν κάτω σπινθῆρα ἀπὸ τοῦ κάτω πατρός, ἀνέμου ἐπεγείροντος βρασμὸν καὶ τάραχον καὶ ἑαυτῷ νοῦν υἱοποιήσαντος οὐκ ὄντα αὐτοῦ, φάσκουσιν, ἴδιον, ὃν ἰδόντα τὸν τέλειον λόγον τοῦ ἄνωθεν φωτὸς αὐτὸν ἀπομορφώσαντα εἴδει ὄφεως κεχωρηκέναι ἐν μήτρᾳ, ἵνα τὸν νοῦν ἐκεῖνον, τὸν ἐκ τοῦ φωτὸς σπινθῆρα, ἀναλαβεῖν δυνηθῇ. καὶ τοῦτο εἶναι τὸ εἰρημένον · ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. καὶ ταύτην εἶναι τὴν δουλικὴν μορφὴν οἱ κακοδαίμονες θέλουσι καὶ πολυπήμονες Σηθιανοί. ταῦτα μὲν οὗν καὶ οὗτοι λέγουσιν.

10.12

δὲ πάνσοφος Σίμων οὕτως λέγει · ἀπέραντον εἶναι δύναμιν, ταύτην ῥίζωμα τῶν ὅλων εἶναι. ἔστι δὲ, φησίν, ἀπέραντος δύναμις, τὸ πῦρ, κατ’αὐτὸν οὐδὲν ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ δὲ τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν εἶναι νενομίκασιν, ἀλλ’εἶναι τοῦ πυρὸς τὴν φύσιν διπλῆν, καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δὲ φανερόν · κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι. πάντα δὲ, φησί, νενόμισται τὰ μέρη τοῦ πυρὸς ὁρατὰ καὶ ἀόρατα φρόνησιν ἔχειν. γέγονεν οὗν, φασίν, κόσμος γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. ἤρξατο δέ, φησίν, οὕτως γίνεσθαι · ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γενέσεως γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου λαβών · ταύτας γὰρ ῥίζας γεγονέναι κατὰ συζυγίας ἀπὸ τοῦ πυρός, ἅστινας καλεῖ νοῦν καὶ ἐπίνοιαν, φωνὴν καὶ ὄνομα, λογισμὸν καὶ ἐνθύμησιν. εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ὁμοῦ τὴν ἀπέραντον δύναμιν, ἣν εἶναι φησὶ τὸν ἑστῶτα, στάντα, στησόμενον, ὃς ἐὰν ἐξεικονισθῇ ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ αὐτὴ τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει, οὐδὲν ὅλως ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλλάκτου καὶ ἀπεράντου δυνάμεως · ἐὰν δὲ μείνῃ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ, ἀφανίζεται, φησί, καὶ ἀπόλλυται οὕτως ὡς δύναμις γραμματικὴ γεωμετρικὴ ἐν ἀνθρώπου ψυχῇ ὑπάρξασα μὴ προσλαβοῦσα τεχνίτην τὸν διδάξαντα. αὑτὸν δὲ εἶναι Σίμων λέγει τὸν ἑστῶτα στάντα στησόμενον, ὄντα δύναμιν τὴν ὑπὲρ τὰ πάντα. ταῦτα τοίνυν καὶ Σίμων.

10.13

δὲ Οὐαλεντῖνος καὶ οἱ ἀπὸ τῆς τούτου σχολῆς εἶναι λέγουσι τὴν τοῦ παντὸς ἀρχὴν πατέρα, καὶ ἐναντίᾳ δὲ δόξῃ προσφέρονται. οἱ μὲν γὰρ αὐτῶν μόνον εἶναι καὶ γεννητικόν, οἱ δὲ ἀδυνάτως ἔχειν γεννᾶν ἄνευ θηλείας καὶ τούτου σύζυγον προστιθέασι σιγήν, βυθὸν αὐτὸν ὀνομάσαντες. ἐκ τούτου τινὲς καὶ τῆς συζύγου προβολὰς γεγονέναι ἕξ, νοῦν καὶ ἀλήθειαν, λόγον καὶ ζωήν, ἄνθρωπον καὶ ἐκκλησίαν, καὶ εἶναι ταύτην τὴν ὀγδοάδα πρωτογενέτειραν · τάςτε ἐντὸς τοῦ ὅρου προβολὰς γεγενημένας πάλιν καλεῖσθαι ἐντὸς πληρώματος, δεύτερα δὲ τὰ ἐκτὸς πληρώματος, καὶ τρίτα τὰ ἐκτὸς τοῦ ὅρου, ὧν γέννησις τὸ ὑστέρημα ὑπάρχει. τὸ δὲ ἕκτου ἐν ὑστερήματι προβληθέντος αἰῶνος γεγονέναι, καὶ τοῦτον εἶναι δημιουργὸν λέγει, μὴ βουλόμενος αὐτὸν πρῶτον εἶναι θεόν, ἀλλὰ δυσφημῶντε αὐτὸν καὶ τὰ ὑπ’αὐτοῦ γεγενημένα, τὸν δὲ Χριστὸν ἐκ τοῦ ἐντὸς πληρώματος κατεληλυθέναι ἐπὶ σωτηρίᾳ τοῦ ἀποπλανηθέντος πνεύματος, κατοικεῖ ἐν τῷ ἔσω ἡμῶν ἀνθρώπῳ, ὃν σωζόμενον φασὶ τούτου χάριν τοῦ ἐνοικοῦντος. τὴν δὲ σάρκα μὴ σώζεσθαι θέλει, δερμάτινον χιτῶνα ἀποκαλῶν καὶ ἄνθρωπον φθειρόμενον. ταῦτα ἐν ἐπιτομῇ ἐξεῖπον, πολλῆς ὕλης κατ’αὐτοὺς τυγχανούσης καὶ διαφόρων γνωμῶν. οὕτως οὗν δοκεῖ καὶ τῇ Οὐαλεντίνου σχολῇ.

10.14

Βασιλείδης δὲ καὶ αὐτὸς λέγει εἶναι θεὸν οὐκ ὄντα, πεποιημένον κόσμον ἐξ οὐκ ὄντων οὐκ ὄντα, οὐκ ὄν καταβαλλόμενόν τι σπέρμα, ὡσεὶ κόκκον σινάπεως ἔχοντα ἐν ἑαυτῷ τὸ πρέμνον, τὰ φύλλα, τοὺς κλάδους, τὸν καρπόν, ὡς ὠὸν ταοῦ ἔχον ἐν ἑαυτῷ τὴν τῶν χρωμάτων ποικίλην πληθύν · καὶ τοῦτο εἶναι φασι τὸ τοῦ κόσμου σπέρμα, ἐξ οὗ τὰ πάντα γέγονεν. ἔχειν γὰρ ἐν ἑαυτῷ τὰ πάντα οἶον οὐκ ὄντα ὑπότε τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα. ἦν οὖν, φασίν, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γεννητὴ ἐξ οὐκ ὄντων. ταύτης τῆς υἱότητος τριχῆ διῃρημένης τὸ μέν τι ἤν λεπτομερές, τὸ δὲ παχυμερές, τὸ δὲ ἀποκαθάρσεως δεόμενον. τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος διέσφυξε καὶ ἀνῆλθεν ἄνω, καὶ ἐγένετο πρὸς τὸν οὐκ ὄντα · ἐκείνου γὰρ πᾶσα φύσις ὀρέγεται δι’ὑπερβολὴν κάλλους, ἄλλη δὲ ἄλλως. δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα, ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη (πολὺ γὰρ ἐνδεεστέρα ἦν τῆς λεπτομεροῦς), ἀνεπτέρωσε δὲ αὐτὴν τῷ πνεύματι τῷ ἁγίῳ · τοῦτο γὰρ εὐεργετεῖ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται. δὲ τρίτη υἱότης ἀποκαθάρσεως δεῖται · αὕτη μεμένηκεν ἐν τῷ τῆς πανσπερμίας σωρῷ, καὶ αὐτὴ εὐεργετοῦσα καὶ εὐεργετουμένη. εἶναι δέ τι καλούμενον κόσμον, τὸ δὲ ὑπερκόσμια · διαιρεῖται γὰρ ὑπ’αὐτοῦ τὰ ὄντα εἰς δύο τὰς πρώτας διαιρέσεις. τὸ δὲ τούτων μέσον καλεῖ μεθόριον πνεῦμα ἅγιον, ἔχον τὴν ὀσμὴν τῆς υἱότητος. ἀπὸ τῆς πανσπερμίας τοῦ σωροῦ τοῦ κοσμικοῦ σπέρματος διέσφυξε καὶ ἐγεννήθη μέγας ἄρχων, κεφαλὴ τοῦ κόσμου, κάλλει καὶ μεγέθει ἀνεκλαλήτῳ. οὗτος ὑψώσας ἑαυτὸν ἄχρι τοῦ στερεώματος ᾠήθη μὴ εἶναι ἑαυτοῦ ἐπάνω ἕτερον, καὶ ἐγένετο πάντων τῶν ὑποκειμένων φωτεινότερος καὶ δυνατώτερος πλὴν τῆς ὑπολελειμμένης υἱότητος, ἥν ἠγνόει οὖσαν αὐτοῦ σοφωτέραν. οὗτος οὖν τραπεὶς ἐπὶ τὴν τοῦ κόσμου δημιουργίαν πρῶτον γεννᾷ υἱὸν αὐτῷ αὐτοῦ κρείττονα, καὶ τοῦτον ἐκ δεξιῶν αὐτοῦ ἐκάθισε · καὶ ταύτην οὗτοι φάσκουσι τὴν ὀγδοάδα. αὐτὸς οὗν τὴν οὐράνιον κτίσιν ἅπασαν ἐργάζεται. ἕτερος δὲ ἄρχων ἀπὸ τῆς πανσπερμίας ἀνέβη, μείζων μὲν πάντων τῶν ὑποκειμένων χωρὶς τῆς ἐγκαταλελειμμένης υἱότητος, πολὺ δὲ ἐλάττων τοῦ προτέρου, ὃν καλοῦσιν ἑβδομάδα. αὐτός ἐστι πάντων τῶν ὑφ’αὑτὸν ποιητὴς καὶ δημιουργὸς καὶ διοικητής · καὶ οὗτος ἑαυτῷ ἐποίησεν υἱὸν φρονιμώτερον καὶ σοφώτερον. ταῦτα δὲ πάντα κατὰ προλογισμὸν εἶναι ἐκείνου τοῦ οὐκ ὄντος λέγουσιν, εἶναι δὲ κόσμους καὶ διαστήματα ἄπειρα. ἐπὶ τὸν δὲ Ἰησοῦν τὸν ἐκ Μαρίας κεχωρηκέναι τὴν εὐαγγελίου δύναμιν, τὴν κατελθοῦσαν καὶ φωτίσασαν τόντε τῆς ὀγδοάδος υἱὸν καὶ τὸν τῆς ἑβδομάδος, ἐπὶ τῷ φωτίσαι καὶ φυλοκρινῆσαι καὶ καθαρίσαι τὴν καταλελειμμένην υἱότητα εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς καὶ εὐεργετεῖσθαι. καὶ αὐτοὺς εἶναι υἱούς φασιν, οἳ τούτου χάριν εἰσὶν ἐν κόσμῳ, ἵνα διδάξαντες τὰς ψυχὰς καθαρίσωσι καὶ ἅμα τῇ υἱότητι ἀνέλθωσι πρὸς τὸν ἄνω πατέρα, οὗ πρώτη ἐχώρησεν υἱότης · καὶ ἕως τούτου συνεστάναι φάσκουσι τὸν κόσμον, ἕως πᾶσαι αἱ ψυχαὶ ἅμα τῇ υἱότητι χωρήσωσι. ταῦτα δὲ καὶ Βασιλείδης τερατολογῶν οὐκ αἰσχύνεται.

10.15

Ἰουστῖνος δὲ καὶ αὐτὸς ὅμοια τούτοις τολμῶν οὕτως λέγει · τρεῖς εἶναι ἀρχὰς τῶν ὅλων ἀγεννήτους, ἀρρενικὰς δύο, θηλυκὴν μίαν. τῶν δὲ ἀρρενικῶν μέν τις ἀρχὴ καλεῖται ἀγαθός, αὐτὸ μόνον οὕτω λεγόμενος, προγνώστης τῶν ὅλων · δὲ ἑτέρα πατὴρ πάντων τῶν γεννητῶν, ἀπρόγνωστος καὶ ἄγνωστος καὶ ἀόρατος, Ἐλωεὶμ δὲ καλεῖται, φησίν. δὲ θήλεια ἀπρόγνωστος, ὀργίλη, δίγνωμος, δισώματος, καθὼς ἐν τοῖς περὶ αὐτοῦ λόγοις λεπτομερῶς διηγησάμεθα, τὰ μὲν ἄνω αὐτῆς μέχρι βουβῶνος εἶναι παρθένον, ἀπὸ δὲ βουβῶνος τὰ κάτω ἔχιδναν. καλεῖται δὲ τοιαύτη Ἐδὲμ καὶ Ἰσραήλ. ταύτας φάσκει ἀρχὰς εἶναι τῶν ὅλων, ἀφ’ὧν τὰ πάντα ἐγένετο. τὸν Ἐλωεὶμ δὲ ἀπρογνώστως ἐλθεῖν εἰς ἐπιθυμίαν τῆς μιξοπαρθένου, καὶ ἐπιμιγέντα γεννῆσαι ἀγγέλους δώδεκα. τούτων τὰ ὀνόματα […] καὶ οἱ μὲν πατρικοὶ τῷ πατρὶ συναίρονται, οἱ δὲ μητρικοὶ τῇ μητρί. τούτους εἶναι τοῦ […] ἀλληγορικῶς εἰρηκότος Μωσέως τὰ ἐν τῷ νόμῳ γεγραμμένα. πεποιῆσθαι δὲ τὰ πάντα ὑπὸ τοῦ Ἐλωεὶμ καὶ τῆς Ἐδέμ, καὶ τὰ μὲν ζῷα ἅμα τοῖς λοιποῖς ἀπὸ τοῦ θηριώδους μέρους, τὸν δὲ ἄνθρωπον ἀπὸ τῶν ἄνωθεν τοῦ βουβῶνος. καὶ μὲν Ἐδὲμ κατατεθεῖσθαι ἐν αὐτῷ τὴν ψυχήν, ἥτις αὐτῆς δύναμις ἦν, Ἐλωεὶμ δὲ τὸ πνεῦμα. τοῦτον δὲ φάσκει μαθόντα ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν καὶ καταλελοιπέναι τὴν Ἐδέμ · ἐφ’ ὀργισθεῖσαν ταύτην πᾶσαν τὴν ἐπιβουλὴν ποιεῖσθαι κατὰ τοῦ πνεύματος τοῦ Ἐλωείμ, ὅπερ κατέθετο ἐν τῷ ἀνθρώπῳ. καὶ τούτου χάριν ἀπεσταλκέναι τὸν πατέρα τὸν Βαροὺχ διαταττόμενον τοῖς προφήταις, ἵνα ῥυσθῇ τὸ πνεῦμα τοῦ Ἐλωείμ, καὶ πάντας ὑποσεσύρθαι ὑπὸ τῆς Ἐδέμ. ἀλλὰ καὶ τὸν Ἡρακλέα φάσκει προφήτην γεγονέναι, ἡττῆσθαι δὲ αὐτὸν ὑπὸ τῆς Ὀμφάλης, τουτέστιν ὑπὸ τῆς Βάβελ, ἣν Ἀφροδίτην ὀνομάζουσιν. ὕστερον δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου γεγονέναι τὸν δὲ Ἰησοῦν υἱὸν Μαρίας καὶ Ἰωσήφ, τὸν Βαροὺχ φάσκει λελαληκέναι · καὶ τούτῳ δὲ ἐπιβεβουλευκέναι τὴν Ἐδέμ, μὴ δεδυνῆσθαι δὲ αὐτὸν ἀπατῆσαι, καὶ τούτου χάριν πεποιηκέναι σταυρωθῆναι · οὗ τὸ πνεῦμα ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν λέγει. καὶ πάντων δὲ τῶν οὕτως τοῖς μωροῖς καὶ ἀδρανέσι λόγοις πειθομένων τὸ μὲν πνεῦμα σωθήσεσθαι, τὸ δὲ σῶμα καὶ τὴν ψυχὴν τῆς Ἐδὲμ καταλείπεσθαι, ἣν καὶ γῆν Ἰουστῖνος ἄφρων καλεῖ.

10.16

οἱ δὲ Δοκηταὶ τοιαῦτα λέγουσιν · εἶναι τὸν πρῶτον θεὸν ὡς σπέρμα συκῆς, ἐκ δὲ τούτου ἐληλυθέναι τρεῖς αἰῶνας, ὡς τὸ πρέμνον καὶ τὰ φύλλα καὶ τὸν καρπόν · τούτους δὲ προβεβληκέναι τριάκοντα αἰῶνας, ἕκαστον δέκα · ἡνῶσθαι δὲ αὐτοὺς κατὰ δέκα πάντας, μόνον δὲ διαθέσεσι διαφέρειν τινὰς τινῶν πρώτους. προβεβλῆσθαι δὲ ἀπειράκις ἀπείρους αἰῶνας, καὶ εἶναι τοὺς πάντας ἀρρενοθήλεας. τούτους δὲ βουλευσαμένους ὁμοῦ συνελθόντας ἐκ τοῦ μέσου αἰῶνος γεννῆσαι ἐκ παρθένου Μαρίας σωτῆρα τῶν πάντων, κατὰ πάντα ὅμοιον τῷ πρώτῳ σώματι ἐν σπέρματι συκίνῳ, ἐν τούτῳ δὲ ἥττονα, τῷ γεννητὸν εἶναι, τὸ γὰρ σπέρμα, ὅθεν συκῆ, ἀγέννητον. ἦν οὖν τὸ μέγα τῶν αἰώνων φῶς ὅλον, οὐδεμίαν ἐπιδεχόμενον κόσμησιν, ἔχον ἐν ἑαυτῷ πάντων τῶν ζῴων ἰδέας · τοῦτο ἐπιφοιτῆσαν εἰς τὸ ὑποκείμενον χάος παρεσχηκέναι αἰτίαν τοῖς γεγονόσι καὶ οὖσι, καταβάντε ἄνωθεν ἰδεῶν αἰωνίων ἀπεμάξατο κάτω εἰς τὸ χάος τὰς μορφάς. γὰρ τρίτος αἰών, ἑαυτὸν τριπλασιάσας, ὁρῶν τοὺς χαρακτῆρας αὐτοῦ πάντας κατασπωμένους εἰς τὸ κάτω σκότος, οὐκ ἀγνοῶν τήντε τοῦ σκότους δεινότητα καὶ τὴν τοῦ φωτὸς ἀφελότητα, ἐποίησεν οὐρανὸν καὶ μέσον πήξας διεχώρισεν ἀνὰ μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός. πασῶν οὖν τῶν ἰδεῶν τοῦ τρίτου αἰῶνος […] καὶ αὐτοῦ τὸ ἐκτύπωμα κρατεῖσθαί φησιν ὑπὸ τοῦ σκότους, πῦρ ὢν αὖθις ζῶν ὑπὸ τοῦ φωτὸς γενόμενον ὑπῆρξεν, ἐξ ἧς φάσκουσι τὸν μέγαν ἄρχοντα γεγονέναι, περὶ οὗ Μωϋσῆς ὁμιλεῖ, λέγων εἶναι τοῦτον θεὸν πύρινον καὶ δημιουργόν, ὃς καὶ τὰς ἰδέας πάντων μεταβάλλει ἀεὶ εἰς σῶμα. ταύτας τὰς ψυχάς, οὗ χάριν φάσκουσι τὸν σωτῆρα παραγεννηθῆναι, ἐπιδεικνύντα τὴν ὁδόν, δι’ἧς φεύξονται αἱ κρατούμεναι ψυχαί, ἐνδεδύσθαι δὲ τὸν Ἰησοῦν τὴν δύναμιν ἐκείνην τὴν μονογενῆ · διὸ μὴ δύνασθαι θεαθῆναι ὑπό τινος διὰ τὸ μεθαλλόμενον μέγεθος τῆς δόξης. πάντα δὲ συμβεβηκέναι αὐτῷ φασὶ καθὰ ἐν τοῖς εὐαγγελίοις γέγραπται.

10.17

οἱ δὲ κατὰ Μονόϊμον τὸν Ἄραβά φασιν εἷναι τὴν τοῦ παντὸς ἀρχὴν πρῶτον ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου, καὶ τὰ γενόμενα, καθὼς Μωϋσῆς λέγει, μὴ ὑπὸ τοῦ πρώτου ἀνθρώπου γεγονέναι, ἀλλὰ ὑπὸ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οὐχ ὅλου, ἀλλ’ἐκ μέρους αὐτοῦ. εἶναι δὲ τὸν υἱὸν τοῦ ἀνθρώπου ἰῶτα, ἐστι δεκάς, κύριος ἀριθμός, ἐν ἐστὶν τοῦ παντὸς ἀριθμοῦ ὑπόστασις, δι’οὗ πᾶς ἀριθμὸς συνέστηκε, καὶ τοῦ παντὸς γένεσις, πῦρ, ἀήρ, ὕδωρ, γῆ. τούτου δὲ ὄντος ἰῶτα ἓν καὶ κεραία μία, τέλειον ἐκ τελείου, ῥυεῖσα κεραία ἄνωθεν, πάντα ἔχουσα ὅσα καὶ αὐτή, ὅσα καὶ ἄνθρωπος ἔχει, πατὴρ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, γεγονέναι οὖν φησὶ τὸν κόσμον Μωϋσῆς ἐν ἓξ ἡμέραις, τουτέστιν ἐν ἓξ δυνάμεσιν, ἐξ ὧν κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς. οἵτε γὰρ κύβοι καὶ τὰ ὀκτάεδρα καὶ αἱ πυραμίδες καὶ πάντα τὰ τούτοις παραπλήσια σχήματα ἴσα ἦν, ἐξ ὧν συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, ἀπὸ τῶν ἀριθμῶν γεγόνασι τῶν κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου. ὅταν οὗν, φησί, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην εἰς Αἴγυπτον τὰ πάθη, καταλέγει τὸν κόσμον τοῦ ἰῶτα ἀλληγορουμένως, οὐ δὲ πλείονα τῶν δέκα παθῶν ἐσχημάτισεν. εἰ δὲ, φησί, θέλεις ἐπιγνῶναι τὸ πᾶν, ἐν σεαυτῷ ζήτησον τίς λέγων · ψυχή μου, σάρξ μου, νοῦς μου, καὶ ἓν ἕκαστον κατιδιοποιούμενος ὡς ἕτερος αὐτῷ · τοῦτον νόει τέλειον ἐκ τελείου, πάντα ἴδια ἡγούμενον οὐκ ὄντα τὰ καλούμενα καὶ τὰ πάντα ὄντα. ταῦτα μὲν οὖν καὶ Μονοΐμῳ δοκεῖ.

10.18

Τατιανὸς δὲ παραπλησίως τῷ Οὐαλεντίνῳ καὶ τοῖς ἑτέροις φησὶν αἰῶνας εἷναι τινὰς ἀοράτους, ἐξ ὧν ὑπό τινος κάτω τὸν κόσμον δεδημιουργῆσθαι καὶ τὰ ὄντα. κυνικωτέρῳ δὲ βίῳ ἀσκεῖται καὶ σχεδὸν οὐδὲν Μαρκίωνος ἀπεμφαίνει πρόςτε τὰς δυσφημίας καὶ τὰς περὶ γάμων νομοθεσίας.

10.19

Μαρκίων δὲ Ποντικὸς καὶ Κέρδων τούτου διδάσκαλος καὶ αὐτοὶ ὁρίζουσιν εἶναι τρεῖς τὰς τοῦ παντὸς ἀρχάς ἀγαθόν, δίκαιον, ὕλην · τινὲς δὲ τούτων μαθηταὶ προστιθέασι τετάρτην λέγοντες ἀγαθόν, δίκαιον, πονηρόν, ὕλην. οἱ δὲ πάντες τὸν μὲν ἀγαθὸν οὐδὲν ὅλως πεποιηκέναι, τὸν δὲ δίκαιον οἱ μὲν τὸν πονηρόν, οἱ δὲ μόνον δίκαιον ὀνομάζουσι, πεποιηκέναι δὲ τὰ πάντα φάσκουσιν ἐκ τῆς ὑποκειμένης ὕλης · πεποιηκέναι γὰρ οὐ καλῶς, ἀλλ’ἀλόγως · ἀνάγκη γὰρ τὰ γενόμενα ὅμοια εἷναι τῷ πεποιηκότι. διὸ καὶ ταῖς παραβολαῖς ταῖς εὐαγγελικαῖς οὕτως χρῶνται λέγοντες · οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν καὶ τὰ ἑξῆς, εἰς τοῦτο φάσκων εἰρῆσθαι τὰ ὑπ’αὐτοῦ κακῶς νομιζόμενα. τὸν δὲ Χριστὸν υἱὸν εἶναι τοῦ ἀγαθοῦ καὶ ὑπ’αὐτοῦ πεπέμφθαι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν, ὃν ἔσω ἄνθρωπον καλεῖ, ὡς ἄνθρωπον φανέντα λέγων οὐκ ὄντα ἄνθρωπον, καὶ ὡς ἔνσαρκον οὐκ ἔνσαρκον, δοκήσει πεφηνότα, οὔτε γένεσιν ὑπομείναντα οὔτε πάθος, ἀλλὰ τῷ δοκεῖν. σάρκα δὲ οὐ θέλει ἀνίστασθαι, γάμον δὲ φθορὰν εἶναι λέγων κυνικωτέρῳ βίῳ προσάγει τοὺς μαθητάς, ἐν τούτοις νομίζων λυπεῖν τὸν δημιουργόν, εἰ τῶν ὑπ’αὐτοῦ γεγονότων ὡρισμένων ἀπέχοιτο.

10.20

Ἀπελλῆς δὲ τούτου μαθητὴς ἀπαρεσθεὶς τοῖς ὑπὸ τοῦ διδασκάλου εἰρημένοις, καθὰ προείπομεν, ἄλλῳ λόγῳ ὑπέθετο τέσσαρας εἶναι θεούς, ὧν ἕνα φάσκει ἀγαθόν, ὃν οὔτε οἱ προφῆται ἔγνωσαν, οὗ εἶναι υἱὸν τὸν Χριστόν · ἕτερον δὲ τὸν δημιουργὸν τοῦ παντός, ὃν οὐ θεὸν εἶναι θέλει, ἕτερον δὲ πύρινον τὸν φανέντα, ἕτερον δὲ πονηρόν, οὓς ἀγγέλους καλεῖ, προσθεὶς δὲ τὸν Χριστὸν καὶ πέμπτον ἐρεῖ. προσέχει δὲ βίβλῳ, ἣν Φανερώσεις καλεῖ Φιλουμένης τινός, ἣν προφῆτιν νομίζει. τὴν δὲ σάρκα τὸν Χριστὸν οὐκ ἐκ τῆς παρθένου λέγει προσειληφέναι, ἀλλ’ἐκ τῆς παρακειμένης τοῦ κόσμου οὐσίας. οὕτως κατὰ τοῦ νόμου καὶ τῶν προφητῶν συντάγματα ἐποίησε, καταλύειν αὐτοὺς ἐπιχειρῶν ὡς ψευδῆ λελαληκότας καὶ θεὸν μὴ ἐγνωκότας · σάρκαςτε ἀπόλλυσθαι ὁμοίως Μαρκίωνι λέγει.

10.21

Κήρινθος δέ, ἐν τῇ Αἰγύπτῳ ἀσκηθεὶς αὐτός, οὐχ ὑπὸ τοῦ πρώτου θεοῦ τὸν κόσμον γεγονέναι ἠθέλησεν, ἀλλ’ὑπὸ δυνάμεώς τινος ἀγγελικῆς, πολὺ κεχωρισμένης καὶ διεστώσης τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα θεόν. τὸν δὲ Ἰησοῦν λέγει μὴ ἐκ παρθένου γεγεννῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας υἱὸν ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις, καὶ διενηνοχέναι ἐν δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ συνέσει ὑπὲρ πάντας τοὺς λοιπούς. καὶ μετὰ τὸ βάπτισμα κατεληλυθέναι εἰς αὐτὸν ἐκ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς, καὶ τότε κηρῦξαι τὸν ἄγνωστον πατέρα καὶ δυνάμεις ἐπιτελέσαι, πρὸς δὲ τῷ τέλει τοῦ πάθους ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ · πεπονθέναι τὸν Ἰησοῦν, τὸν δὲ Χριστὸν ἀπαθῆ μεμενηκέναι, πνεῦμα κυρίου ὑπάρχοντα.

10.22

Ἐβιωναῖοι δὲ τὸν μὲν κόσμον ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι λέγουσι, τὸν δὲ Χριστὸν ὁμοίως Κηρίνθῳ. ζῶσι δὲ πάντα κατὰ νόμον Μωϋσοῦ, οὕτω φάσκοντες δικαιοῦσθαι.

10.23

Θεόδοτος δὲ Βυζάντιος εἰσηγήσατο αἵρεσιν τοιάνδε, φάσκων τὰ μὲν ὅλα ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι, τὸν δὲ Χριστὸν ὁμοίως τοῖς προειρημένοις γνωστικοῖς φάσκει τοιούτῳ τινὶ τρόπῳ πεφηνέναι · εἶναι δὲ τὸν Χριστὸν κοινὸν ἄνθρωπον πᾶσιν, ἐν δὲ τούτῳ διαφέρειν, ὅτι κατὰ βουλὴν θεοῦ γεγένηται ἐκ παρθένου, ἐπισκιάσαντος τοῦ ἁγίου πνεύματος, οὐκ ἐν τῇ παρθένῳ σαρκωθέντα · ὕστερον δὲ ἐπὶ τοῦ βαπτίσματος κατεληλυθέναι τὸν Χριστὸν ἐπὶ τὸν Ἰησοῦν ἐν εἴδει περιστερᾶς, ὅθεν φασὶ μὴ πρότερον τὰς δυνάμεις αὐτῷ ἐνεργηθῆναι. θεὸν δὲ οὐκ εἶναι τὸν Χριστὸν θέλει. καὶ τοιαῦτα Θεόδοτος.

10.24

ἕτεροι δὲ καὶ ὡσαύτως πάντα τοῖς προειρημένοις λέγουσιν, ἓν μόνον ἐνδιαλλάξαντες ἐν τῷ τὸν Μελχισεδὲκ ὡς δύναμίν τινα ὑπειληφέναι, φάσκοντες αὐτὸν ὑπὲρ πᾶσαν δύναμιν ὑπάρχειν, οὗ κατ’εἰκόνα δὲ εἶναι τὸν Χριστὸν θέλουσιν.

10.25

οἱ δὲ Φρύγες ἐκ Μοντανοῦ τινος καὶ Πρισκίλλης καὶ Μαξιμίλλης τὰς ἀρχὰς τῆς αἱρέσεως λαβόντες, προφήτιδας τὰ γύναια νομίζοντες καὶ προφήτην τὸν Μοντανόν, τὰ δὲ περὶ τῆς τοῦ παντὸς ἀρχῆς καὶ δημιουργίας ὀρθῶς λέγειν νομίζουσι, καὶ τὰ περὶ τὸν Χριστὸν οὐκ ἀλλοτρίως προσειλήφασιν, σὺν δὲ τοῖς προειρημένοις σφάλλονται, ὧν τοῖς λόγοις ὑπὲρ τὰ εὐαγγέλια προσέχοντες πλανῶνται, νηστείας καινὰς καὶ παραδόξους ὁρίζοντες.

10.26

ἕτεροι δὲ αὐτῶν τῇ τῶν Νοητιανῶν αἱρέσει προσκείμενοι τὰ μὲν περὶ τὰ γύναια καὶ Μοντανὸν ὁμοίως δοκοῦσι, τὰ δὲ περὶ τὸν τῶν ὅλων πατέρα δυσφημοῦσιν, αὐτὸν εἶναι υἱὸν καὶ πατέρα λέγοντες, ὁρατὸν καὶ ἀόρατον, γεννητὸν καὶ ἀγέννητον, θνητὸν καὶ ἀθάνατον · οὗτοι τὰς ἀφορμὰς ἀπὸ Νοητοῦ τινος λαβόντες.

10.27

ὁμοίως δὲ καὶ Νοητός, τῷ μὲν γένει ὢν Σμυρναῖος, ἀνὴρ ἀκριτόμυθος καὶ ποικίλος, εἰσηγήσατο τοιάνδε αἵρεσιν, ἐξ Ἐπιγόνου τινὸς εἰς Κλεομένην χωρήσασαν, καὶ οὕτως ἕως νῦν ἐπὶ τοὺς διαδόχους διαμείνασαν, λέγων ἕνα τὸν πατέρα καὶ θεὸν τῶν ὅλων · τοῦτον πάντα πεποιηκότα ἀφανῆ μὲν τοῖς οὖσι γεγονέναι ὅτε ἠβούλετο, φανῆναι δὲ τότε ὅτε ἠθέλησε · καὶ τοῦτον εἶναι ἀόρατον, ὅτε μὴ ὁρᾶται, ὁρατὸν δέ, ὅταν ὁρᾶται · ἀγέννητον δέ, ὅταν μὴ γεννᾶται, γεννητὸν δέ, ὅταν γεννᾶται ἐκ παρθένου · ἀπαθῆ καὶ ἀθάνατον, ὅτε μὴ πάσχῃ μήτε θνήσκῃ, ἐπὰν δὲ πάθη προσέλθῃ, πάσχειν καὶ θνήσκειν. τοῦτον τὸν πατέρα αὐτὸν υἱὸν νομίζουσι κατὰ καιροὺς καλούμενον πρὸς τὰ συμβαίνοντα. τούτων τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος, οὗ τὸν βίον ἐκτεθείμεθα ἀσφαλῶς, ὃς καὶ αὐτὸς αἵρεσιν ἀπεγέννησεν · ἐξ ὧν ἀφορμὰς λαβὼν καὶ αὐτὸς ὁμολογῶν ἕνα εἶναι τὸν πατέρα καὶ θεὸν τοῦτον δημιουργὸν τοῦ παντός, τοῦτον δὲ εἶναι υἱὸν ὀνόματι μὲν λεγόμενον καὶ ὀνομαζόμενον, οὐσίᾳ δὲ ἓν εἶναι πνεῦμα, πνεῦμα γάρ, φησίν, θεὸς οὐχ ἕτερον ἐστι παρὰ τὸν λόγον λόγος παρὰ τὸν θεόν. ἓν οὖν τοῦτο πρόσωπον, ὀνόματι μὲν μεριζόμενον, οὐσίᾳ δὲ οὔ. τοῦτον τὸν λόγον ἕνα εἶναι θεὸν ὀνομάζει καὶ σεσαρκῶσθαι λέγει. καὶ τὸν μὲν κατὰ σάρκα ὁρώμενον καὶ κρατούμενον υἱὸν εἶναι θέλει, τὸν δὲ ἐνοικοῦντα πατέρα, ποτὲ μὲν τῷ Νοητοῦ δόγματι περιρρηγνύμενος, ποτὲ δὲ τῷ Θεοδότου, μηδὲν ἀσφαλὲς κρατῶν. ταῦτα τοίνυν Κάλλιστος.

10.28

Ἑρμογένης δέ τις καὶ αὐτὸς θελήσας τί λέγειν, ἔφη τὸν θεὸν ἐξ ὕλης συγχρόνου καὶ ὑποκειμένης τὰ πάντα πεποιηκέναι · ἀδυνάτως γὰρ ἔχειν τὸν θεὸν μὴ οὐχὶ ἐξ ὄντων τὰ γενόμενα ποιεῖν.

10.29

ἕτεροι δέ τινες ὡς καινόν τι παρεισάγοντες ἐκ πασῶν αἱρέσεων ἐρανισάμενοι, ξένην βίβλον σκευάσαντες Ἠλχασαί τινος ἐπονομαζομένην, οὗτοι τὰς μὲν ἀρχὰς τοῦ παντὸς ὁμοίως ὁμολογοῦσιν ὑπὸ τοῦ θεοῦ γεγονέναι, Χριστὸν δὲ ἕνα οὐχ ὁμολογοῦσιν, ἀλλ’εἶναι τὸν μὲν ἄνω ἕνα, αὐτὸν δὲ μεταγγιζόμενον ἐν σώμασι πολλοῖς πολλάκις, καὶ νῦν δὲ ἐν τῷ Ἰησοῦ, ὁμοίως ποτὲ μὲν ἐκ τοῦ θεοῦ γεγενῆσθαι, ποτὲ δὲ πνεῦμα γεγονέναι, ποτὲ δὲ ἐκ παρθένου, ποτὲ δὲ οὔ · καὶ τοῦτον δὲ μετέπειτα ἀεὶ ἐν σώμασι μεταγγίζεσθαι καὶ ἐν πολλοῖς κατὰ καιροὺς δείκνυσθαι. χρῶνται δὲ ἐπαοιδαῖς καὶ βαπτίσμασιν ἐπὶ τῇ τῶν στοιχείων ὁμολογίᾳ. σεσόβηνται δὲ περὶ ἀστρολογίαν καὶ μαθηματικὴν καὶ μαγικοῖς. προγνωστικοὺς δὲ ἑαυτοὺς λέγουσιν.

10.30

[…] τοῦ θεοῦ μετοικεῖ ἐκ Μεσοποταμίας πόλεως Χαρρὰν εἰς τὴν νῦν μὲν Παλαιστίνην καὶ Ἰουδαίαν προσαγορευομένην χώραν, τότε δὲ Χαναανῖτιν, περὶ ἧς καὶ κατὰ τοῦτο τὸ μέρος τὸν λόγον οὐκ ἀμελῶς παρεδώκαμεν ἐν ἑτέροις λόγοις. διὰ τοῦτο τοίνυν γίνεται καταρχὴ τῆς κατὰ τὴν Ἰουδαίαν αὐξήσεως, ἥτις τὴν προσηγορίαν μετέσχεν τοῦ ὀνόματος ἐξ Ἰούδα, παιδὸς τοῦ Ἰακὼβ τοῦ τετάρτου, οὗ καὶ […] κέκληται, διὰ τὸ ἐξ αὐτοῦ τὸ βασιλικὸν γένος εἶναι. Ἁβραὰμ μετοικεῖ τῆς Μεσοποταμίας […] ἑκατοντούτης γενόμενος γεννᾷ τὸν Ἰσαάκ · δὲ Ἰσαὰκ ἐτῶν γενόμενος ξʹ γεννᾷ τὸν Ἰακώβ · δὲ Ἰακὼβ ἐτῶν πϛʹ γεννᾷ τὸν Λευΐ · δὲ Λευῒ ἐτῶν μʹ γεννᾷ τὸν Καάθ · δὲ Καὰθ ἐτῶν ἐγένετο (δʹ, ἡνίκα συγκατῆλθε τῷ Ἰακὼβ εἰς Αἴγυπτον. γίνεται τοίνυν πᾶς χρόνος, ὃν παρῴκησεν Ἁβραὰμ καὶ πᾶν τὸ αὐτοῦ γένος κατὰ τὸν Ἰσαὰκ τῇ ἐν τῇ τότε καλουμένῃ Χαναανίτιδι γῇ, ἔτη σιεʹ. τούτου δὲ γίνεται πατὴρ Θάρρα, τούτου Ναχώρ, τούτου Σερούχ, τούτου Ῥαγαῦ, τούτου Φαλέγ, τούτου Ἕβερ, ὅθεν καὶ τὸ Ἑβραίους καλεῖσθαι […] ἦσαν δὲ οὗτοι οβʹ ἔθνη, ὧν καὶ τὰ ὀνόματα ἐκτεθείμεθα ἐν ἑτέραις βίβλοις, μη δὲ τοῦτο παραλιπόντες κατὰ τόπον, βουλόμενοι τοῖς φιλομαθέσιν ἐπιδεικνύναι ἣν ἔχομεν στοργὴν περὶ τὸ θεῖον τήντε ἀδίστακτον γνῶσιν, ἣν ἐν πόνοις κεκτήμεθα περὶ τὴν ἀλήθειαν. τούτου δὲ τοῦ Ἕβερ γίνεται πατὴρ Σαλά, τούτου δὲ Καϊνᾶν, τούτου δὲ Ἀρφαξάδ, οὗ γίνεται Σήμ, τούτου δὲ Νῶε, ἐφ’οὗ κατὰ πάντα κόσμον γίνεται κατακλυσμός, οὗ οὔτε Αἰγύπτιοι οὔτε Χαλδαῖοι οὔτε Ἕλληνες μέμνηνται, οἷς κατὰ τόπους οἵτε ἐπὶ τοῦ Ὠγύγου καὶ Δευκαλίωνος γεγένηνται κατακλυσμοί. εἰσὶν οὖν καὶ ἐπὶ τούτων γενεαὶ πέντε, ἔτη υϟεʹ. οὗτος εὐσεβέστατος γενόμενος καὶ θεοφιλὴς μόνος ἅμα γυναικὶ καὶ τέκνοις καὶ ταῖς τούτων τρισὶ γυναιξὶ διέφυγε τὸν γενόμενον κατακλυσμὸν ἐν κιβωτῷ διασωθείς, ἧς καὶ τὰ μέτρα καὶ τὰ λείψανα, καθὼς ἐκτεθείμεθα, ἕως νῦν ἀποδείκνυται ἐν ὄρεσιν Ἀραρὰδ καλουμένοις, οὖσι πρὸς τὴν τῶν Ἀδιαβηνῶν χώραν. ἐνιδεῖν οὗν ἔστι τοῖς φιλοπόνως ἱστορεῖν βουλομένοις, ὡς φανερῶς ἐπιδέδεικται τὸ τῶν θεοσεβῶν γένος ἀρχαιότερον ὂν πάντων Χαλδαίων, Αἰγυπτίων, Ἑλλήνων. τί δὲ καὶ τοὺς ἐπάνω τοῦ Νῶε καὶ θεοσεβεῖς καὶ θεοῦ ὁμιλητὰς ὀνομάζειν νῦν χρή, ἱκανῆς οὔσης πρὸς τὸ προκείμενον ταύτης τῆς περὶ ἀρχαιότητος μαρτυρίας;

10.31

ἀλλ’ἐπεὶ οὐκ ἄλογον δοκεῖ ἐπιδεῖξαι ταῦτα τὰ περὶ σοφίαν ἠσχολημένα ἔθνη μεταγενέστερα ὄντα τῶν θεὸν σεβασάντων, εὔλογον εἰπεῖν καὶ πόθεν τὸ γένος αὐτοῖς καὶ πότε μετοικήσαντες ταύταις ταῖς χώραις, οὐ τὸ ὄνομα ἐξ αὐτῶν τῶν χωρῶν μετέσχον, ἀλλ’αὐτοὶ προσεποίησαν ἐκ τῶν πρώτως ἀρξάντων καὶ κατοικησάντων. γίνονται τῷ Νῶε τρεῖς παῖδες Σήμ, Χάμ, Ἰάφεθ · ἐκ τούτων πᾶν γένος ἀνθρώπων πεπλήθυνται καὶ πᾶσα χώρα κατοικεῖται · ῥῆμα γὰρ θεοῦ ἐπ’αὐτοὺς ἴσχυσεν εἰπόντος · αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. τοσοῦτον δυνηθέντος ἑνὸς ῥήματος γεννῶνται ἐκ τῶν τριῶν παῖδες κατὰ γένος οβʹ, ἐκ μὲν τοῦ Σὴμ κεʹ, ἐκ δὲ τοῦ Ἰάφεθ ιεʹ, ἐκ δὲ τοῦ Χὰμ λβʹ. τῷ δὲ Χὰμ γίνονται παῖδες ἐκ τῶν προειρημένων λβʹ οὗτοι · χαναάν, ἐξ οὗ Χαναναῖοι, Μεσραΐμ, ἐξ οὗ Αἰγύπτιοι, Χοῦς, ἐξ οὗ Αἰθίοπες, Φούδ, ἐξ οὗ Λίβυες. οὗτοι τῇ κατ’αὐτοὺς φωνῇ ἕως νῦν τῇ τῶν προγόνων προσηγορίᾳ καλοῦνται · εἰς δὲ τὸ Ελληνικὸν οἷς νῦν ὀνόμασι κέκληνται ὀνομάζονται. εἰ δὲ μη δὲ τὸ οἰκεῖσθαι τὰς τούτων χώρας πρότερον ἦν, μη δὲ ἀρχὴν γένος ἀνθρώπων δείκνυται, οὗτοι δὲ υἱοὶ τοῦ Νῶε ἀνδρὸς γίνονται θεοσεβοῦς, ὃς καὶ αὐτὸς μαθητὴς γεγένηται ἀνδρῶν θεοσεβῶν, οὗ χάριν διέφυγε πολλὴν ὕδατος πρόσκαιρον ἀπειλήν · πῶς οὐ προγενέστεροι ἦσαν θεοσεβεῖς πάντων Χαλδαίων, Αἰγυπτίων, Ἑλλήνων, ὧν πατὴρ ἐκ τούτου Ἰάφεθ γεννᾶται, ὄνομα Ἰωύαν, ἐξ οὗ Ἕλληνες καὶ Ἴωνες; εἰ δὲ τὰ περὶ φιλοσοφίας ἀποσχοληθέντα ἔθνη πολλῷ μεταγενέστερα τοῦ τῶν θεοσεβῶν γένους καὶ κατακλυσμοῦ πάντως δείκνυται, πῶς οὐχὶ καὶ βάρβαρα καὶ ὅσα ἐν κόσμῳ γνωστάτε καὶ ἄγνωστα νεώτερα τούτων φανήσεται; τούτου τοίνυν τοῦ λόγου κρατήσαντες μάθετε Ἕλληνες, Αἰγύπτιοι, Χαλδαῖοι καὶ πᾶν γένος ἀνθρώπων, τί τὸ θεῖον καὶ τίς τούτου εὔτακτος δημιουργία, παρ’ἡμῶν τῶν φίλων τοῦ θεοῦ, καὶ μὴ κομπῷ λόγῳ τοῦτο ἠσκηκότων, ἀλλ’ἐν ἀληθείας γνώσει καὶ ἀσκήσει σωφροσύνης εἰς ἀπόδειξιν αὐτοῦ λόγους ποιουμένων.

10.32

θεὸς εἷς, πρῶτος καὶ μόνος καὶ ἁπάντων ποιητὴς καὶ κύριος, σύγχρονον ἔσχεν οὐδέν, οὐ χάος ἄπειρον, οὐχ ὕδωρ ἀμέτρητον γῆν στερράν, οὐχὶ ἀέρα πυκνόν, οὐ πῦρ θερμόν, οὐ πνεῦμα λεπτόν, οὐκ οὐρανοῦ μεγάλου κυανέαν ὀροφήν · ἀλλ’ἦν εἷς μόνος ἑαυτῷ, ὃς θελήσας ἐποίησε τὰ ὄντα οὐκ ὄντα πρότερον, πλὴν ὅτι ἠθέλησε ποιεῖν ὡς ἔμπειρος ὢν τῶν ἐσομένων · πάρεστι γὰρ αὐτῷ καὶ πρόγνωσις. διαφόρους δὲ τοῖς ἐσομένοις ἀρχὰς πρότερον ἐδημιούργει, πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆν, ἐξ ὧν διαφόρων τὴν ἑαυτοῦ κτίσιν ἐποίει, καὶ τὰ μὲν μονοούσια, τὰ δὲ ἐκ δύο, τὰ δὲ ἐκ τριῶν, τὰ δὲ ἐκ τεσσάρων συνεδέσμει. καὶ τὰ μὲν ἐξ ἑνὸς ἀθάνατα ἦν · λύσις γὰρ οὐ παρακολουθεῖ · τὸ γὰρ ἓν οὐ λυθήσεται πώποτε · τὰ δὲ ἐκ δύο τριῶν τεσσάρων λυτά, διὸ καὶ θνητὰ ὀνομάζεται · θάνατος γὰρ τοῦτο κέκληται, τῶν δεδεμένων λύσις. ἱκανὸν οὖν οἶμαι νῦν τοῖς εὗ φρονοῦσιν ἀποκεκρίσθαι, οἵ, εἰ φιλομαθήσουσι καὶ τὰς τούτων οὐσίας καὶ τὰς αἰτίας τῆς κατὰ πάντα δημιουργίας ἐπιζητήσουσιν, εἴσονται ἐντυχόντες ἡμῶν βίβλῳ περιεχούσῃ Περὶ τῆς τοῦ παντὸς οὐσίας · τὸ δὲ νῦν ἱκανὸν εἶναι ἐκθέσθαι τὰς αἰτίας, ἃς οὐ γνόντες Ἕλληνες κομψῷ τῷ λόγῳ τὰ μέρη τῆς κτίσεως ἐδόξασαν τὸν κτίσαντα ἀγνοήσαντες · ὧν ἀφορμὰς σχόντες οἱ αἱρεσιάρχαι ὁμοίοις λόγοις τὰ ὑπ’ἐκείνων προειρημένα μετασχηματίσαντες, αἱρέσεις καταγελάστους συνεστήσαντο.

10.33

οὗτος οὖν μόνος καὶ κατὰ πάντων θεὸς λόγον πρῶτον ἐννοηθεὶς ἀπογεννᾷ, οὐ λόγον ὡς φωνήν, ἀλλ’ἐνδιάθετον τοῦ παντὸς λογισμόν. τοῦτον μόνον ἐξ ὄντων ἐγέννα · τὸ γὰρ ὂν αὐτὸς πατὴρ ἦν, ἐξ οὗ τὸ γεννηθέν. αἴτιον τοῖς γινομένοις λόγος ἦν, ἐν ἑαυτῷ φέρων τὸ θέλειν τοῦ γεγεννηκότος, οὐκ ἄπειρος τῆς τοῦ πατρὸς ἐννοίας · ἅμα γὰρ τῷ ἐκ τοῦ γεννήσαντος προελθεῖν, πρωτότοκος τούτου γενόμενος φωνή, ἔχει ἐν ἑαυτῷ τὰς ἐν τῷ πατρὶ προεννοηθείσας ἰδέας, ὅθεν κελεύοντος πατρὸς γίνεσθαι κόσμον τὸ κατὰ ἓν λόγος ἀπετελεῖτο ἀρέσκων θεῷ. καὶ τὰ μὲν ἐπὶ γενέσει πληθύνοντα ἄρσενα καὶ θήλεα εἰργάζετο · ὅσα δὲ πρὸς ὑπηρεσίαν καὶ λειτουργίαν, ἄρσενα θηλειῶν μὴ προσδεόμενα, οὔτε ἄρσενα οὔτε θήλεα. καὶ γὰρ αἱ τούτων πρῶται οὐσίαι ἐξ οὐκ ὄντων γενόμεναι, πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆ, οὔτε ἄρσενα οὔτε θήλεα ὑπάρχουσιν, οὔτ’ἐξ ἑκάστης τούτων δύναται προελθεῖν ἄρσενα καὶ θήλεα, πλὴν εἰ βούλοιτο κελεύων θεὸς ἴνα λόγος ὑπουργῇ. ἐκ πυρὸς εἶναι ἀγγέλους ὁμολογῶ, καὶ οὐ τούτοις παρεῖναι θηλείας λέγω. ἥλιον δὲ καὶ σελήνην καὶ ἀστέρας ὁμοίως ἐκ πυρὸς καὶ πνεύματος, καὶ οὔτε ἄρσενας οὔτε θηλείας νενόμικα, ἐξ ὕδατος δὲ ζῷα νηκτὰ εἶναι θέλω καὶ πτηνά, ἄρσενα καὶ θήλεα · οὕτω γὰρ ἐκέλευσεν θελήσας θεὸς γόνιμον εἶναι τὴν ὑγρὰν οὐσίαν. ὁμοίως ἐκ γῆς ἑρπετὰ καὶ θηρία καὶ παντοδαπῶν ζῴων ἄρσενα καὶ θήλεα · οὕτως γὰρ ἐνεδέχετο τῶν γεγονότων φύσις. ὅσα γὰρ ἠθέλησεν, ἐποίει θεός. ταῦτα λόγῳ ἐδημιούργει, ἑτέρως γενέσθαι μὴ δυνάμενα, ὡς ἐγένετο. ὅτε δὲ ὡς ἠθέλησε καὶ ἐποίησεν, ὀνόματι καλέσας ἐσήμηνεν. ἐπὶ τούτοις τὸν πάντων ἄρχοντα δημιουργῶν ἐκ πασῶν συνθέτων οὐσιῶν ἐσκεύασεν · οὐ θεὸν θέλων ποιεῖν ἔσφηλεν, οὐ δὲ ἄγγελον (μὴ πλανῶ), ἀλλ’ἄνθρωπον. εἰ γὰρ θεόν σε ἠθέλησε ποιῆσαι, ἐδύνατο · ἔχεις τοῦ λόγου τὸ παράδειγμα · ἄνθρωπον θέλων, ἄνθρωπόν σε ἐποίησεν · εἰ δὲ θέλεις καὶ θεὸς γενέσθαι, ὑπάκουε τῷ πεποιηκότι, καὶ μὴ ἀντίβαινε νῦν, ἵνα ἐπὶ τῷ μικρῷ πιστὸς εὑρεθεὶς καὶ τὸ μέγα πιστευθῆναι δυνηθῇς. τούτου λόγος μόνος ἐξ αὐτοῦ · διὸ καὶ θεός, οὐσία ὑπάρχων θεοῦ · δὲ κόσμος ἐξ οὐδενός · διὸ οὐ θεός · οὗτος ἐπιδέχεται καὶ λύσιν, ὅτε βούλεται κτίσας. δὲ κτίσας θεὸς κακὸν οὐκ ἐποίει οὐ δὲ ποιεῖ · ποιεῖ καλὸν καὶ ἀγαθόν, ἀγαθὸς γὰρ ποιῶν. δὲ γενόμενος ἄνθρωπος ζῷον αὐτεξούσιον ἦν, οὐκ ἄρχοντα νοῦν ἔχον, οὐκ ἐπινοίᾳ καὶ ἐξουσίᾳ καὶ δυνάμει πάντων κρατοῦν, ἀλλὰ δοῦλον καὶ πάντα ἔχον τὰ ἐναντία · ὃς τῷ αὐτεξούσιον ὑπάρχειν τὸ κακὸν ἐπιγεννᾷ, ἐκ συμβεβηκότος ἀποτελούμενον, ὂν μὲν οὐδέν, ἐὰν μὴ ποιῇς · ἐν γὰρ τῷ θέλειν καὶ νομίζειν τι κακὸν τὸ κακὸν ὀνομάζεται, οὐκ ὂν ἀπ’ἀρχῆς, ἀλλ’ἐπιγινόμενον. οὗ αὐτεξουσίου ὄντος νόμος ὑπὸ θεοῦ ὡρίζετο οὐ μάτην · εἰ γὰρ μὴ εἶχεν ἄνθρωπος τὸ θέλειν καὶ τὸ μὴ θέλειν, τί καὶ νόμος ὡρίζετο; νόμος γὰρ ἀλόγῳ ζῴῳ οὐχ ὁρισθήσεται, ἀλλὰ χαλινὸς καὶ μάστιξ, ἀνθρώπῳ δὲ ἐντολὴ καὶ πρόστιμον τοῦ ποιεῖν τὸ προστεταγμένον καὶ μὴ ποιεῖν. τούτῳ νόμος ὡρίσθη διὰ δικαίων ἀνδρῶν ἐπάνωθεν, ἔγγιον ἡμῶν διὰ τοῦ προειρημένου Μωϋσέως, ἀνδρὸς εὐλαβοῦς καὶ θεοφιλοῦς, νόμος ὡρίζετο πλήρης σεμνότητος καὶ δικαιοσύνης. τὰ δὲ πάντα διοικεῖ λόγος θεοῦ, πρωτόγονος πατρὸς παῖς, πρὸ ἑωσφόρου φωσφόρος φωνή. ἔπειτα δίκαιοι ἄνδρες γεγένηνται φίλοι θεοῦ · οὗτοι προφῆται κέκληνται διὰ τὸ προφαίνειν τὰ μέλλοντα. οἷς οὐχ ἑνὸς καιροῦ λόγος ἐγένετο, ἀλλὰ διὰ πασῶν γενεῶν αἱ τῶν προλεγομένων φωναὶ εὐαπόδεικτοι παρίσταντο · οὐκ ἐκεῖ μόνον, ἡνίκα τοῖς παροῦσιν ἀπεκρίναντο, ἀλλὰ καὶ διὰ πασῶν γενεῶν τὰ ἐσόμενα προεφήναντο · ὁτὲ μὲν τὰ παρῳχημένα λέγοντες ὑπεμίμνησκον τὴν ἀνθρωπότητα · τὰ δὲ ἐνεστῶτα δεικνύντες, μὴ ῥᾳθυμεῖν ἔπειθον · τὰ δὲ μέλλοντα προλέγοντες, τὸν κατὰ ἕνα ἡμῶν ὁρῶντας πρὸ πολλοῦ προειρημένα ἐμφόβους καθίστων, προσδοκῶντας καὶ τὰ μέλλοντα. τοιαύτη καθ’ἡμᾶς πίστις, πάντες ἄνθρωποι, οὐ κενοῖς ῥήμασι πειθομένων, οὐ δὲ σχεδιάσμασι καρδίας συναρπαζομένων, οὐ δὲ πιθανότητι εὐεπείας λόγων θελγομένων, ἀλλὰ δυνάμει θείᾳ λόγοις λελαλημένοις οὐκ ἀπειθούντων. καὶ ταῦτα θεὸς ἐκέλευε λόγῳ. δὲ λόγος ἐφθέγγετο λέγων, δι’αὐτῶν ἐπιστρέφων τὸν ἄνθρωπον ἐκ παρακοῆς, οὐ βίᾳ ἀνάγκης δουλαγωγῶν, ἀλλ’ἐπ’ἐλευθερίαν ἑκουσίῳ προαιρέσει καλῶν. τοῦτον τὸν λόγον ἐν ὑστέροις ἀπέστελλεν πατήρ, οὐκέτι διὰ προφήτου λαλεῖν, οὐ σκοτεινῶς κηρυσσόμενον ὑπονοεῖσθαι θέλων, ἀλλ’αὐτοψεὶ φανερωθῆναι τοῦτον λέγων, ἵνα κόσμος ὁρῶν δυσωπηθῇ οὐκ ἐντελλόμενον διὰ προσώπου προφητῶν, οὐ δὲ δι’ἀγγέλου φοβοῦντα ψυχήν, ἀλλ’αὐτὸν παρόντα τὸν λελαληκότα. τοῦτον ἔγνωμεν ἐκ παρθένου σῶμα ἀνειληφότα καὶ τὸν παλαιὸν ἄνθρωπον διὰ καινῆς πλάσεως πεφορηκότα, ἐν βίῳ διὰ πάσης ἡλικίας ἐληλυθότα, ἵνα πάσῃ ἡλικίᾳ αὐτὸς νόμος γενηθῇ καὶ σκοπὸν τὸν ἴδιον ἄνθρωπον πᾶσιν ἀνθρώποις ἐπιδείξῃ παρών, καὶ δι’αὐτοῦ ἐλέγξῃ, ὅτι μηδὲν ἐποίησεν θεὸς πονηρόν, καὶ ὡς αὐτεξούσιος ἄνθρωπος ἔχων τὸ θέλειν καὶ τὸ μὴ θέλειν, δυνατὸς ὢν ἐν ἀμφοτέροις · τοῦτον ἄνθρωπον ἴσμεν ἐκ τοῦ καθ’ἡμᾶς φυράματος γεγονέναι. εἰ γὰρ μὴ ἐκ τοῦ αὐτοῦ ὑπῆρξε, μάτην νομοθετεῖ μιμεῖσθαι τὸν διδάσκαλον. εἰ γὰρ ἐκεῖνος ἄνθρωπος ἑτέρας ἐτύγχανεν οὐσίας, τί τὰ ὅμοια κελεύει ἐμοὶ τῷ ἀσθενεῖ πεφυκότι, καὶ πῶς οὗτος ἀγαθὸς καὶ δίκαιος; ἵνα δὲ μὴ ἕτερος παρ’ἡμᾶς νομισθῇ, καὶ κάματον ὑπέμεινε, καὶ πεινῆν ἠθέλησε, καὶ διψῆν οὐκ ἠρνήσατο, καὶ ὕπνῳ ἠρέμησε, καὶ πάθει οὐκ ἀντεῖπε, καὶ θανάτῳ ὑπήκουσε, καὶ ἀνάστασιν ἐφανέρωσεν, ἀπαρξάμενος ἐν πᾶσι τούτοις τὸν ἴδιον ἄνθρωπον, ἵνα σὺ πάσχων μὴ ἀθυμῇς, ἀλλ’ἄνθρωπον σεαυτὸν ὁμολογῶν, προσδοκᾷς καὶ σὺ τούτῳ παρέσχες.

10.34

τοιοῦτος περὶ τὸ θεῖον ἀληθὴς λόγος, ἄνθρωποι Ἕλληνέςτε καὶ βάρβαροι, Χαλδαῖοίτε καὶ Ἀσσύριοι, Αἰγύπτιοίτε καὶ Λίβυες, Ἰνδοίτε καὶ Αἰθίοπες, Κελτοίτε καὶ οἱ στρατηγοῦντες Λατῖνοι, πάντεςτε οἱ τὴν Εὐρώπην Ἀσίαντε καὶ Λιβύην κατοικοῦντες, οἷς σύμβουλος ἐγὼ γίνομαι, φιλανθρώπου λόγου ὑπάρχων μαθητὴς καὶ φιλάνθρωπος, ὅπως προσδραμόντες διδαχθῆτε παρ’ἡμῶν, τίς ὄντως θεὸς καὶ τούτου εὔτακτος δημιουργία, μὴ προσέχοντες σοφίσμασιν ἐντέχνων λόγων, μη δὲ ματαίοις ἐπαγγελίαις κλεψιλόγων αἱρετικῶν, ἀλλ’ἀληθείας ἀκόμπου ἁπλότητι σεμνῇ, δι’ἧς ἐπιγνώσεως ἐκφεύξεσθε ἐπερχομένην πυρὸς κρίσεως ἀπειλὴν καὶ ταρτάρου ζοφεροῦ ὄμμα ἀφώτιστον, ὑπὸ λόγου φωνῆς μὴ καταλαμφθέν, καὶ βρασμὸν ἀεννάου λίμνης γεέννης φλογός, καὶ ταρταρούχων ἀγγέλων κολαστῶν ὄμμα ἀεὶ μένον ἐν ἀπειλῇ, καὶ σκώληκα σώματος ἀπουσίαν ἐπιστρεφόμενον, ἐπὶ τὸ ἐκβράσαν σῶμα ὡς ἐπιστρέφων. καὶ ταῦτα μὲν ἐκφεύξῃ θεὸν τὸν ὄντα διδαχθείς, ἕξεις δὲ ἀθάνατον τὸ σῶμα καὶ ἄφθαρτον ἅμα ψυχῇ, καὶ βασιλείαν οὐρανῶν ἀπολήψῃ, ἐν γῇ βιοὺς καὶ ἐπουράνιον βασιλέα ἐπιγνούς, ἔσῃ δὲ ὁμιλητὴς θεοῦ καὶ συγκληρονόμος Χριστοῦ, οὐκ ἐπιθυμίαις πάθεσι καὶ νόσοις δουλούμενος. γέγονας γὰρ θεός · ὅσα γὰρ ὑπέμεινας πάθη ἄνθρωπος ὤν, ταῦτα ἐδίδου, ὅτι ἄνθρωπος εἷς, ὅσα δὲ παρακολουθεῖ θεῷ, ταῦτα παρέχειν ἐπήγγελται θεός, ὅτι ἐθεοποιήθης, ἀθάνατος γεννηθείς. τουτέστι τὸ γνῶθι σεαυτόν, ἐπιγνοὺς τὸν πεποιηκότα θεόν. τὸ γὰρ ἐπιγνῶναι ἑαυτὸν ἐπιγνωσθῆναι συμβέβηκε τῷ καλουμένῳ ὑπ’αὐτοῦ. μὴ φιλεχθρήσητε τοίνυν ἑαυτοῖς, ἄνθρωποι, μη δὲ τὸ παλινδρομεῖν διστάσητε · Χριστὸς γάρ ἐστιν κατὰ πάντων θεός, ὃς τὴν ἁμαρτίαν ἐξ ἀνθρώπων ἀποπλύνειν προσέταξε, νέον τὸν παλαιὸν ἄνθρωπον ἀποτελῶν, εἰκόνα τοῦτον καλέσας ἀπ’ἀρχῆς, διὰ τύπου τὴν εἰς σὲ ἐπιδεικνύμενος στοργήν, οὗ προστάγμασιν ὑπακούσας σεμνοῖς, καὶ ἀγαθοῦ ἀγαθὸς γενόμενος μιμητής, ἔσῃ ὅμοιος ὑπ’αὐτοῦ τιμηθείς. οὐ γὰρ πτωχεύει θεὸς καὶ σὲ θεὸν ποιήσας εἰς δόξαν αὐτοῦ.