Hipparchus

Commentary on the Phenomena of Aratus and Eudoxus in Three Books, 3

3.1

3.1.1aπροειρηκότες, Αἰσχρίων, ἐν τῷ πρὸ τούτου συντάγματι περὶ τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου, τίνιτε ζῳδίῳ τῶν δώδεκα ἕκαστον αὐτῶν συνανατέλλει καὶ συγκαταδύνει, καὶ τί ζῴδιον ἀνατέλλοντος αὐτοῦ δύνοντος μεσουρανεῖ, καὶ τίνες τῶν ἀπλανῶν ἀστέρων ἐπὶ τοῦ μεσημβρινοῦ γίνονται ἀρχομένουτε αὐτοῦ ἀνατέλλειν δύνειν καὶ πάλιν λήγοντος, ἔτι δ’ἐν πόσαις ἰσημεριναῖς ὥραις ἕκαστον ἀνατέλλει δύνει, νῦν ὑπογράψομεν τὰ αὐτὰ περὶ ἑκάστου τῶντε νοτιωτέρων τοῦ ζῳδιακοῦ ἄστρων καὶ αὐτῶν τῶν δώδεκα ζῳδίων.

3.1.1bτῶν μὲν οὖν νοτιωτέρων τοῦ ζῳδιακοῦ κύκλου ὅταν μὲν Ὕδρος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας ιθʹ μέσης ἕως Χηλῶν ιϚʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας γʹ μέσης ἕως Καρκίνου ιηʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει βορειότερος τῶν ἐν τῷ χάσματι, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦτε Περσέως ἐν τῇ ἅρπῃ νεφελοειδής, καὶ Σύνδεσμος τῶν Ἰχθύων, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ λαμπρῶν τριῶν, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ · ἔσχατος δὲ μεσουρανεῖ τοῦτε Λέοντος νοτιώτερος τῶν ἡγουμένων ἐν τῇ κεφαλῇ, καὶ τῆς Αργοῦς βορειότερος τῶν ἐν μέσῳ τῷ ἱστῷ. ἀνατέλλει δὲ Ὕδρος ἐν ὥραις ἑπτὰ καὶ ιεʹ μέρει.

3.1.2ὅταν δὲ Κρατὴρ ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Λέοντος μοίρας ζʹ καὶ κʹ μέσης ἕως Παρθένου μοίρας ιαʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Ταυροῦ αʹ καὶ κʹ μέσης ἕως Διδύμων ηʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει βορειότερος τῶν ἐν τῇ βάσει τεσσάρων, ἔσχατος δὲ νοτιώτερος τῶν ἐν τῷ κύτει ἓξ ἀστέρων. μεσουρανοῦσι δὲ πρῶτοι μὲν ἀστέρες οἱ ἐν τῇ κεφαλῇ τοῦ Ἡνιόχου κατὰ τὸ μέσον αὐτῶν, ἔσχατοι δὲ τῶντε Διδύμων δεύτερος ἀπὸ δύσεως τῶν ἐν τοῖς ποσὶ τεσσάρων, καὶ ὑπὸ τὸν Λαγωὸν λαμπρὸς ἀστὴρ ἀκατονόμαστος ὤν. ἀνατέλλει δὲ Κρατὴρ ἐν ὥρᾳ μιᾷ καὶ τετάρτῳ μέρει.

3.1.3ὅταν δὲ Κόραξ ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Παρθένου μοίρας ιϚʹ ἕως Παρθένου μοίρας γʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Διδύμων μοίρας ιδʹ ἕως Διδύμων μοίρας βʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐπὶ τῆς ὀσφύος, ἔσχατος δὲ ἐν τοῖς ποσί. μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ ἐν τῇ ἡγουμένῃ χειρὶ τοῦ ἡγουμένου Διδύμου, καὶ δεξιὸς ποὺς τοῦ ἑπομένου Διδύμου, ἔσχατος δὲ τῶντε Διδύμων τρίτος ἀπὸ δύσεως τῶν ἐν τοῖς ὤμοις τριῶν, καὶ τοῦ Κυνὸς ἐν τῇ ἐκφύσει τῶν ἐμπροσθίων μερῶν, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Κόραξ ἐν τρισὶ πεμπτημορίοις μιᾶς ὥρας.

3.1.4ὅταν δὲ Κένταυρος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιʹ ἕως Τοξότου μοίρας δʹ · μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου ιβʹ ἕως Παρθένου ιζʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐν τῷ ἀριστερῷ ὤμῳ, ἔσχατος δὲ ἑπόμενος τῶν ἐμπροσθίων ποδῶν. μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τῆςτε Ἀργοῦς ἀπὸ δύσεως τῶν ἐν τῷ καταστρώματι λαμπρῶν, καὶ τοῦ Ὕδρου τῆς νοτίας σιαγόνος ἑπόμενος, ἔσχατος δὲ Προτρυγητήρ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Κένταυρος ἐν ὥραις τέσσαρσι καὶ τρίτῳ μέρει ὥρας.

3.1.5τοῦ δὲ Θηρίου ἀνατέλλοντος, ἔχει Κένταυρος, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ γʹ καὶ κʹ μοίρας τοῦ Σκορπίου ἕως Τοξότου μοίρας αʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Παρθένου γʹ ἕως Ζυγοῦ ιʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐν τῷ ἡγουμένῳ τῶν ὀπισθίων ποδῶν · ἔστι δὲ οὗτος βορειότερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον τοῦ Κενταύρου · ἔσχατος δὲ νοτιώτατος πάντων καὶ ἐν ἄκρῳ τῷ σώματι ἐπὶ τῆς ὀσφύος ὑποκείμενος. μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος βορειότερος τῶν ἑπομένων καὶ ἐν τοῖς ἐμπροσθίοις αὐτοῦ ποσίν, ἔσχατος δὲ ἐπὶ τῆς ὀσφύος τῆς Μεγάλης Ἄρκτου λαμπρός, καὶ τοῦ ὑπὸ τὸν Κρατῆρα ὀρθογωνίου τριγώνου ἐπὶ τῆς ὀρθῆς κείμενος. ἀνατέλλει δὲ τὸ Θηρίον ἐν ὥραις δυσὶ καὶ τετάρτῳ μέρει.

3.1.6ὅταν δὲ τὸ θυμιατήριον ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας ιεʹ ἕως Τοξότου μοίρας γʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας βʹ ἕως Χηλῶν μοίρας ιαʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐπὶ τοῦ ἐπιπύρου, ἔσχατος δὲ νοτιώτερος τῶν ἐν τῇ βάσει. μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τοῦτε Βοώτου νοτιώτερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κενταύρου ἐν τοῖς ἐμπροσθίοις ποσὶ λαμπρός, ἔσχατος δὲ τῆς Παρθένου ἀπ’ἄρκτου τοῦ δεξιοῦ γόνατος καὶ τοῦ δεξιοῦ ποδός, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ τὸ Θυμιατήριον ἐν ἡμιωρίῳ.

3.1.7ὅταν δὲ Νότιος Ἰχθὺς ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ιζʹ ψμέσης ἕως Ἰχθύων αʹ καὶ κʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Τοξότου δʹ ἕως Τοξότου εʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει βσρειότερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ἐν ἄκρῳ τῷ ῥύγχει λαμπρός. μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τοῦτε Τοξότου ἐν μέσῳ τῷ τόξῳ, καὶ τοῦ Ὀφιούχου νοτιώτερος τῶν ἐν τῷ δεξιῷ ὤμῳ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τοῦ Τοξότου ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός, καὶ τοῦ Ὄφεως, ὃν ἔχει Ὀφιοῦχος, ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τῆς Λύρας ἡγούμενος τῶν ἐν τῷ ζυγώματι δύο λαμπρῶν, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Ἰχθὺς ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ πεμπτημορίοις μιᾶς ὥρας.

3.1.8ὅταν δὲ τὸ Κῆτος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας κʹ ἕως Ταύρου ζʹ · μεσουρανεῖ δὲ ἀπὸ Τοξότου δʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω βʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει βορειότερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ τῶν ἐν τῷ τετραπλεύρῳ λαμπρῶν νοτιώτερος τῶν ἑπομένων. μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τῆς Λύρας ἡγούμενος τῶν ἐν τῷ ζυγώματι, ἔσχατος δὲ τοῦ Ὄρνιθος ἐν τῇ οὐρᾷ λαμπρός. ἀνατέλλει δὲ τὸ Κῆτος ἐν ὥραις δυσίν.

3.1.9ὅταν δὲ Ὠρίων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ταύρου ηʹ καὶ κʹ μέσης ἕως Καρκίνου μοίρας γʹ · μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας θʹ ἕως Ἰχθύων ιγʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ἐν τῷ δεξιῷ ποδί. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν δεξιὸς ποὺς τοῦ Κηφέως, καὶ τῶν ἐν τῇ κάλπιδι τοῦ Ὑδροχόου μέσος, ἔσχατος δὲ τῆςτε Κασσιεπείας ἐν τῷ δίφρῳ μικρός, καὶ τῆς Ἀνδρομέδας βορειότατος τῶν ἐν τῷ στήθει. ἀνατέλλει δὲ Ὠρίων ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει.

3.1.10ὅταν δὲ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ιγʹ ἕως Καρκίνου μοίρας ιʹ · μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας ζʹ καὶ κʹ ἕως Ἰχθύων βʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τοῦ ἐν τῇ μεγάλῃ περιφερείᾳ παραλληλογράμμου καὶ ἐγγὺς τοῦ Κήτους κειμένου ἡγούμενος τῶν βορειοτέρων, ἔσχατος δὲ λαμπρότατος καὶ ἡγούμενος καὶ νοτιώτατος πάντων. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦτε Αἰγόκερω ἑπόμενος τῶν ἀπ’ἄρκτου παρακειμένων τοῖς ἐν τῇ οὐρᾷ, καὶ τοῦ Ὄρνιθος νοτιώτερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατος δὲ τῆςτε Κασσιεπείας ἐν τοῖς γόνασι, καὶ τῶν Ἰχθύων τοῦ βορειοτέρου ἐν ἄκρᾳ τῇ οὐρᾷ. ἀνατέλλει δὲ Ποταμὸς ἐν ὥραις τρισὶ καὶ τρισὶ πεμπτημορίοις.

3.1.11τοῦ δὲ Λαγωοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ζʹ καὶ κʹ ἕως Καρκίνου ιβʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας δʹ ἕως Ἰχθύων μοίρας εʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τοῖς ὠσὶ τεσσάρων ἡγούμενος τῶν βορειοτέρων, ἔσχατος δὲ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις ποσί. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦτε Ἵππου ἐπὶ τῆς ὀσφύος λαμπρός, καὶ τοῦ Κηφέως ἀριστερὸς πούς, ἔσχατος δὲ τοῦ Κήτους τῶν ἐν τῷ τετραπλεύρῳ βορειότερος τῶν ἡγουμένων. ἀνατέλλει δὲ Λαγωὸς ἐν ὥρᾳ μιᾷ καὶ πέμπτῳ μέρει.

3.1.12ὅταν δὲ Κύων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας ιεʹ ἕως Λέοντος μοίρας εʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας ηʹ καὶ κʹ ἕως Κριοῦ δʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐν ἄκρῳ τῷ ἐμπροσθίῳ καὶ βορειοτέρῳ ποθί, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν ἐν τοῖς ποσὶ τῆς Κασσιεπείας, καὶ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδὶ τῆς Ἀνδρομέδας, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τοῦ Περσέως ἐν τῷ δεξιῷ μηρῷ λαμπρός, καὶ τοῦ Κριοῦ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. ἀνατέλλει δὲ Κύων ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας.

3.1.13τοῦ δὲ Πρόκυνος ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Καρκίνου δʹ μοίρας μέσης ἕως Καρκίνου μοίρας θʹ · μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας ιεʹ ἕως Ἰχθύων μοίρας κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἡγούμενος καὶ διπλοῦς, ἔσχατος δὲ ἑπόμενος καὶ λαμπρός. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τῆςτε Κασσιεπείας ἐν μέσῳ τῷ σώματι, καὶ τοῦ Κήτους τῶν ἐν τῇ οὐρᾷ τεσσάρων οἱ ἑπόμενοι · ἔσχατοι δὲ μεσουρανοῦσι τῆςτε Ἀνδρομέδας ἑπόμενος τῶν ἐν τῇ ζώνῃ, καὶ τοῦ Κήτους νοτιώτερος τῶν ἡγουμένων ἐν τῷ τετραπλεύρῳ. ἀνατέλλει δὲ Προκύων ἐν τρίτῳ μέρει ὥρας.

3.1.14τῆς δὲ Ἀργοῦς ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ζῳδιακὸς ἀπὸ Λέοντος μοίρας Ϛʹ ἕως Χηλῶν μοίρας δʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ ϛʹ καὶ κʹ μέσης ἕως Καρκίνου δʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὑπὸ τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Κυνὸς ὡς τριπλοῦς, ἔσχατος δὲ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τοῦ πλοίου καὶ λαμπρός. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ Περσέως ἐν τῷ ἀριστερῷ μηρῷ, καὶ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τοῦ Ταύρου, ἔσχατος δὲ προηγούμενος τῆς τοῦ Ὕρου κεφαλῆς ἐκφανής, ὅς ἐστιν ἐν τοῖς νοτίοις ποσὶ τοῦ Καρκίνου. ἀνατέλλει δὲ Ἀργὼ ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.

3.2

3.2.1ἑξῆς δὲ ἐροῦμεν περὶ τῆς καταδύσεως τῶν νοτιωτέρων τοῦ ζῳδιακοῦ κύκλου. ὅταν μὲν οὖν δύνῃ Ὕδρος, συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Διδύμων θʹ καὶ κʹ μοίρας ἕως Παρθένου ιαʹ · μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιθʹ μέσης ἕως Τοξότου ιθʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει νοτιώτερος τῶν ἐν τῷ χάσματι, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦτε Δράκοντος τρίτος ἀπὸ τῆς οὐρᾶς λαμπρός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Βοώτου ἐν τῇ ζώνῃ λαμπρός, καὶ τῶν Χηλῶν προηγούμενος τοῦ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ λαμπροῦ καὶ τοῦ Ὕδρου ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Δράκοντος νοτιώτερος κρόταφος, καὶ τοῦ Ὄφεως, ὃν ἔχει Ὀφιοῦχος, ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Τοξότου ἡγούμενος τῶν ἐν τῇ ἐφαπτίδι. δύνει δὲ Ὕδρος ἐν ὥραις τέσσαρσι.

3.2.2τοῦ δὲ Κρατῆρος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας αʹ καὶ κʹ ἕως Λέοντος ιγʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας ιβʹ μέσης ἕως Τοξότου ἀρχῆς. καὶ πρῶτος μὲν ἀστὴρ δύνει βορειότερος τῶν ἐν τῇ βάσει, ἔσχατος δὲ νοτιώτερος καὶ βορειότερος τῶν ἐν τῷ κύτει. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Σκορπίου τρίτος καὶ τέταρτος καὶ πέμπτος σφόνδυλος τῶν μετὰ τὸ στῆθος, καὶ τοῦ Ἐνγόνασιν τρίτος ἀπὸ τοῦ δεξιοῦ ὤμου ἐν τῷ βραχίονι κείμενος, προηγούμενος δὲ τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, ἔσχατον δὲ τοῦτε Ἐνγόνασιν ἐν τῇ ἐκφύσει τοῦ ἀριστεροῦ μηροῦ, καὶ τοῦ Τοξότου ἀκίς. δύνει δὲ Κρατὴρ ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει.

3.2.3τοῦ δὲ Κόρακος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Λέοντος […].

3.2.5τοῦ δὲ Θηρίου δύνοντος, ἔχει Κένταυρος, συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Λέοντος θʹ καὶ κʹ μοίρας μέσης ἕως Χηλῶν ιαʹ · μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ιʹ ἕως Αἰγόκερω Ϛʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τοῖς ὀπισθίοις μηροῖς, ἔσχατος δὲ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Δράκοντος ἐν τῷ χάσματι, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Ἐνγόνασιν ἀριστερὸς ἀγκών, προηγούμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ, ἔσχατον δὲ τοῦτε Δράκοντος τῶν ἐν τῇ πρώτῃ σπείρᾳ τριῶν λαμπρῶν ἡγούμενος, καὶ τοῦ Ὄρνιθος ἐν ἄκρᾳ τῇ δεξιᾶ πτέρυγι, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὀϊστοῦ ἐπὶ τῆς ἀκίδος, καὶ τοῦ Αἰγόκερω νοτιώτερος τῶν ἐν τῷ προσώπῳ. δύνει δὲ τὸ Θηρίον ἐν ὥραις δυσί.

3.2.6τοῦ δὲ Θυμιατηρίου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Λέοντος ιθʹ μοίρας μέσης ἕως Χηλῶν θʹ · μεσουρανεῖ δὲ ἀπὸ Τοξότου εʹ ἕως Αἰγόκερω εʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει νοτιώτερος τῶν ἐν τῷ χείλει καὶ διπλοῦς, ἔσχατος δὲ βορειότερος τῶν ἐν τῇ βάσει. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦτε Ἐνγόνασιν ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, καὶ τοῦ Τοξότου μέσος τῶν ἐν τῷ τόξῳ, ἔσχατον δὲ τοῦ Αἰγόκερω νοτιώτερος τῶν ἐν τοῖς κέρασι λαμπρῶν. δύνει δὲ τὸ Θυμιατήριον ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει.

3.2.7ὅταν δὲ Νότιος Ἰχθὺς δύνῃ, συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας δʹ καὶ κʹ ἕως Αἰγόκερω ιηʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας γʹ ἕως Κριοῦ μοίρας βʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ἔσχατος δὲ ἐν τῷ ῥύγχει λαμπρὸς σφόδρα. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τῶν Ἰχθύων τοῦ νοτιωτέρου ἐν ἄκρᾳ τῇ οὐρᾷ, ἔσχατον δὲ τῆςτε Ἀνδρομέδας ἀριστερὸς πούς, καὶ τοῦ Κριοῦ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου νοτιώτερος τῶν ἑπομένων. δύνει δὲ Ἰχθὺς ἐν ὥρᾳ μιᾷ καὶ τέσσαρσι πεμπτημορίοις.

3.2.8τοῦ δὲ Κήτους δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ζʹ καὶ κʹ μέσης ἕως Κριοῦ ιδʹ · μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας βʹ καὶ κʹ ἕως Καρκίνου μοίρας ιεʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνειν ἄρχεται νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ἑπόμενος τῶν ἐν τῷ βορείῳ χελυνίῳ. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦτε Ἡνιόχου νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ καὶ ἐν τῷ δεξιῷ ποδί, ἔσχατον δὲ τῆςτε Ἄρκτου ἐν τοῖς ἐμπροσθίοις σκέλεσι λαμπρός, καὶ τῆς Ἀργοῦς ἐν μέσῳ τῷ τοίχῳ λαμπρός, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον. δύνει δὲ τὸ Κῆτος ἐν ὥραις τέσσαρσι λειπούσαις ὀγδόῳ μέρει.

3.2.9τοῦ δὲ Ὠρίωνος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ζʹ ἕως Ταύρου μοίρας λʹ · μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιβʹ ἕως Παρθένου μοίρας ιγʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατοι δὲ οἱ βορειότατοι τῶν ἐν τῷ κολλορόβῳ. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς Μεγάλης Ἄρκτου ἐν τοῖς ὀπισθίοις γόνασι, καὶ τοῦ Λέοντος ἀπὸ νότου τῷ ἐπὶ τῆς ὀσφύος λαμπρῷ παρακείμενος, ἔσχατον δὲ τῆς Παρθένου ἀριστερὸς ὦμος. δύνει δὲ Ὠρίων ἐν ὥραις δυσὶν ὡς ἔγγιστα.

3.2.10ὅταν δὲ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς δύνῃ, συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ζʹ ἕως Ταύρου μοίρας εʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Διδύμων δʹ ἕως Λέοντος ιʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἡγούμενος καὶ λαμπρότατος πάντων, ἔσχατος δὲ πρῶτος καὶ ἀπὸ μεσημβρίας παρακείμενος τῷ ποδὶ τοῦ Ὠρίωνος. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς δύσεως τῶντε Διδύμων Πρόπους, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λαγωοῦ οἱ ἐν μέσῳ τῷ σώματι δύο · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Λέοντος ἑπόμενος τῶν ἐν τῷ νώτῳ, καὶ τῆς Ἄρκτου ἐν τοῖς ὀπισθίοις γόνασιν, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. δύνει δὲ Ποταμὸς ἐν ὥραις τέσσαρσι καὶ ἡμίσει καὶ πέμπτῳ μέρει ὥρας.

3.2.11τοῦ δὲ Λαγωοῦ δύνοντος συγκαταδύνει μὲν ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας ζʹ καὶ κʹ μέσης ἕως Ταύρου ιδʹ · μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας λʹ ἕως Λέοντος μοίρας αʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆςτε Ἄρκτου τοῦ πλινθίου ἐπὶ τῶν ὤμων αὐτῆς, καὶ τοῦ Δράκοντος ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Λέοντος ἐν τῇ καρδίᾳ, καὶ τῆς Ἀργοῦς βορειότερος τῶν ἐν τῇ ἀποτομῇ, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Λέοντος τε ὀπίσθιος ποὺς καὶ ἐν τοῖς ὀπισθίοις σκέλεσι, καὶ τοῦ Κρατῆρος νοτιώτατος τῶν ἐν τῇ βάσει. δύνει δὲ Λαγωὸς ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει.

3.2.12τοῦ δὲ Κυνὸς δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ιαʹ ἕως Ταύρου μοίρας θʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιζʹ ἕως Παρθένου ιαʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός, ἔσχατος δὲ νοτιώτατος τῶν ἐν τῇ κεφαλῇ ἐκφανῶν. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆςτε Ἄρκτου ἡγούμενος τῶν ἐν τοῖς ὀπισθίοις ποσί, καὶ τοῦ Λέοντος ἐπὶ τῆς ὀσφύος · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Κόρακος ἐν τοῖς ποσί, καὶ τῆς Παρθένου νοτιώτερος ὦμος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεωος. δύνει δὲ Κύων ἐν τρισὶν ἡμιωρίοις.

3.2.13τοῦ δὲ Πρόκυνος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ιεʹ ἕως Διδύμων μοίρας ιηʹ · μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τῶν Χηλῶν ἕως Χηλῶν μοίρας δʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἡγούμενος καὶ διπλοῦς, ἔσχατος δὲ ἑπόμενος καὶ λαμπρός. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Βοώτου μέσος τῶν ἐν τῷ ἀριστερῷ ποδί, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κενταύρου βορειότερος τῶν ἐν τῇ κεφαλῇ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ · ἔσχατον δὲ μεσουρανοῦσι τῆςτε Ἄρκτου ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὑπολειπόμενος μικρὸν τοῦ μεσημβρινοῦ, καὶ τοῦ Βοώτου βορειότερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Ὕδρου ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Κενταύρου δεξιὸς ὦμος. δύνει δὲ Προκύων ἐν πέμπτῳ μέρει ὥρας.

3.2.14τῆς δὲ Ἀργοῦς δυνούσης συγκαταδύνει μὲν αὐτῇ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας ιϚʹ ἕως Διδύμων μοίρας ιηʹ · μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας ιζʹ ἕως Χηλῶν μοίρας εʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει λαμπρότατος καὶ νοτιώτατος τῶν ἐν τῷ πηδαλίῳ, ὅν τινες Κάνωπον προσαγορεύουσιν, ἔσχατος δὲ βορειότερος τῶν ἐν μέσῳ τῷ ἱστῷ. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Λέοντος τῶν ἐν τῇ κεφαλῇ νοτιώτερος τῶν ἡγουμένων, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου μετὰ τὴν ἔκφυσιν τοῦ τραχήλου μικρός · ἔσχατον δὲ μεσουρανοῦσι τῆςτε Μεγάλης Ἄρκτου ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Βοώτου βορειότερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Κενταύρου δεξιὸς ὦμος, μικρὸν προηγούμενοι τοῦ μεσημβρινοῦ. δύνει δὲ Ἀργὼ ἐν ὥραις πέντε ὡς ἔγγιστα.

3.3

3.3.1aἐπεὶ δὲ τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ κύκλου κειμένων ἄστρων ἀποδεδώκαμεν τὰ συμβαίνοντα περὶ τὴν ἑκάστου αὐτῶν ἀνατολήντε καὶ δύσιν, ἑξῆς ἀποδώσομεν τὰς αὐτῶν τῶν δώδεκα ζῳδίων συνανατολάςτε καὶ συγκαταδύσεις.

3.3.1bτοῦ μὲν οὖν Καρκίνου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Διδύμων γʹ καὶ κʹ μοίρας ἕως Καρκίνου ιηʹ · μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων εʹ ἕως Κριοῦ αʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν ἐν τῇ κεφαλῇ τῆς Ἀνδρομέδας λαμπρός, ἔσχατος δὲ τοῦτε Κριοῦ τῶν ἐν τῇ κεφαλῇ τριῶν λαμπρῶν ἡγούμενος, καὶ πρὸς μεσημβρίαν κείμενος τοῦ Κήτους κατὰ μέσον αὐτοῦ τὸ σῶμα ἀκατονόμαστος καὶ λαμπρός, καὶ τῶν ἐν τῷ τετραπλεύρῳ τοῦ Κήτους νοτιώτερος τῶν ἑπομένων, καὶ τῆς Ἀνδρομέδας ἀριστερὸς πούς, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Καρκίνος ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας.

3.3.2ὅταν δὲ Λέων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας ηʹ μέσης ἕως Λέοντος ιθʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων κʹ ἕως Ταύρου ιβʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ἐν τοῖς ὀπισθίοις ποσί. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆςτε Ἀνδρομέδας ἑπόμενος τῶν ἐν τῇ ζώνῃ, καὶ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου νοτιώτερος τῶν ἡγουμένων, ἔσχατος δὲ τῶντε Ὑάδων λαμπρότατος, καὶ τοῦ Ἡνιόχου ἐν τῷ ἀριστερῷ ἀγκῶνι, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Λέων ἐν ὥραις τρισὶ καὶ τετάρτῳ μέρει.

3.3.3τῆς δὲ Παρθένου ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ζῳδιακὸς ἀπὸ Λέοντος μοίρας βʹ καὶ κʹ ἕως Χηλῶν ηʹ μοίρας · μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας ιεʹ μέσης ἕως Καρκίνου θʹ μοίρας. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ τεσσάρων βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ἐν τῷ δεξιῷ ποθί. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Ἡνιόχου ἐπὶ τοῦ ἀριστεροῦ ὤμου λαμπρός, ἔσχατος δὲ τῆςτε Ἀργοῦς ἐν τῷ ἀκροστολίῳ λαμπρός, καὶ τοῦ Ὕδρου βορειότερος τῶν ἐν τῷ χάσματι, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον. ἀνατέλλει δὲ Παρθένος ἐν ὥραις τρισὶ καὶ τέσσαρσι πεμπτημορίοις.

3.3.4ὅταν δὲ αἱ Χηλαὶ ἀνατέλλωσι, συνανατέλλει μὲν αὐταῖς ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιϛ ἕως Σκορπίου μοίρας Ϛʹ · μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου ιηʹ ἕως Λέοντος ιαʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει νοτιώτερος τῶν ἐν ἄκραις ταῖς χηλαῖς λαμπρῶν, ἔσχατος δὲ νοτιώτατος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος νοτιώτερος τῶν ἡγουμένων, καὶ τῆς Ἀργοῦς βορειότερος τῶν ἐν μέσῳ τῷ ἱστῷ, ἔσχατος δὲ τοῦ Λέοντος ἑπόμενος τῶν ἐν τῷ νώτῳ δύο ἀστέρων. ἀνατέλλουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ μιᾷ καὶ τρισὶ πεμπτημορίοις.

3.3.5τοῦ δὲ Σκορπίου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας γʹ ἕως Τοξότου θʹ · μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ηʹ μέσης ἕως Παρθένου γʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει βορειότατος τῶν ἐν τῷ μετώπῳ, ἔσχατος δὲ τρίτος σφόνδυλος ἀπὸ τῶν ἐν τῷ κέντρῳ ἀριθμούμενος, ἕκτος δὲ ὢν τῶν μετὰ τοὺς ἐν τῷ στήθει. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τῆς Μεγάλης Ἄρκτου ἐν τῷ στήθει λαμπρός, καὶ τοῦ Ὕδρου τῶν μετὰ τὸν λαμπρότατον τεσσάρων τῶν πρὸ τοῦ Κρατῆρος τρίτος ἀπὸ δύσεως, ἔσχατος δὲ τε Στάχυς καὶ τοῦ Κενταύρου ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Σκορπίος ἐν ὥραις τρισὶ λειπούσαις δεκάτῳ μέρει.

3.3.6τοῦ δὲ Τοξότου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας Ϛʹ μέσης ἕως Αἰγόκερω ιηʹ · μεσουρανεῖ δὲ ἀπὸ Παρθένου κʹ μέσης ἕως Σκορπίου θʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐν τῇ ἀκίδι, ἔσχατος δὲ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆς Παρθένου ἐν τῷ ἀριστερῷ ἀγκῶνι, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τοῦτε Σκορπίου μέσος τῶν ἐν τῷ στήθει καὶ λαμπρότατος, καὶ ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ Ὀφιούχου, καὶ τοῦ Στεφάνου τρίτος ἀπὸ τοῦ λαμπροῦ ἐπὶ τὰ ἑπόμενα, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Τοξότης ἐν ὥραις τρισίν.

3.3.7ὅταν δὲ Αἰγόκερως ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας θʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω ζʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιθʹ μέσης ἕως Σκορπίου ιηʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει βορειότερος τῶν ἐν τοῖς κέρασι λαμπρῶν, ἔσχατος δὲ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦτε Βοώτου τῶν ἐν τῇ ζώνῃ λαμπρότατος, καὶ τῶν Χηλῶν προηγούμενος ἄκρας τῆς βορείας χηλῆς, καὶ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως τρίτος ἀπ’ἄκρας τῆς οὐρᾶς ἀριθμούμενος λαμπρός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ · ἔσχατος δὲ μεσουρανεῖ τοῦ Ἐνγόνασιν τε δεξιὸς ὦμος καὶ ἀπ’ἄρκτων παρακείμενος τοῖς ἐν τῇ δεξιᾷ κνήμῃ. ἀνατέλλει δὲ Αἰγόκερως ἐν ὥρᾳ μιᾷ καὶ ἡμίσει καὶ τρίτῳ μέρει.

3.3.8ὅταν δὲ Ὑδροχόος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας Ϛʹ ἕως Ὑδροχόου αʹ καὶ κʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας ζʹ καὶ κʹ ἕως Τοξότου ζʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ἐν τῷ δεξιῷ ποδὶ λαμπρός. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν ἐν τῇ κεφαλῇ τοῦ Βοώτου, ἔσχατος δὲ τοῦ Τοξότου βορειότερος τῶν ἐν τῷ τόξῳ, καὶ τοῦ Ὀφιούχου οἱ παρὰ τὸν δεξιὸν ὦμον τρεῖς ἐπ’εὐθείας ἀκατονόμαστοι, καὶ τοῦ Ἐνγόνασιν ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Ὑδροχόος ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.

3.3.9ὅταν δὲ οἱ Ἰγθύες ἀνατέλλωσι, συνανατέλλει μὲν αὐτοῖς ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ζʹ ἕως Κριοῦ ιϚʹ · μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας Ϛʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω μοίρας θʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐν ἄκρῳ τῷ ῥύγχει τοῦ νοτιωτέρου Ἰχθύος, ἔσχατος δὲ ἐν τῷ Συνδέσμῳ τῶν λίνων. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦτε Ἐνγόνασιν ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ μηροῦ, καὶ τοῦ Σκορπίου ἀπ’ἄρκτων παρακείμενος τοῖς ἐν τῷ κέντρῳ · δὲ ἐν τῇ κεφαλῇ τοῦ Ἐνγόνασιν ὑπολείπεται τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως · ἔσχατος δὲ μεσουρανεῖ τοῦτε Αἰγόκερω νοτιώτερος τῶν ἐν τοῖς γόνασιν αὐτοῦ, καὶ τοῦ Ὄρνιθος ἐν τῷ λάρυγγι καὶ ἐν τῷ ἀγκῶνι τῆς δεξιᾶς πτέρυγος. ἀνατέλλουσι δὲ οἱ Ἰχθύες ἐν ὥραις τρισὶ καὶ δεκάτῳ μέρει.

3.3.10τῷ δὲ Κριῷ συνανατέλλει μὲν ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ιθʹ μέσης ἕως Κριοῦ αʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Τοξότου μοίρας δʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω ιδʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐπὶ τοῦ ἐμπροσθίου ποδός, ἔσχατος δὲ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τῆςτε Λύρας ἡγούμενος τῶν ἐν τῷ ζυγώματι, καὶ τοῦ Τοξότου ἑπόμενος τῶν ἐν τῷ νώτῳ, ὡς δύο μέρη πήχεως προηγούμενος τοῦ μεσημβρινοῦ · ἔσχατος δὲ μεσουρανεῖ τοῦτε Ὑδροχόου ἑπόμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, καὶ τοῦ Αἰγόκερω ἐν τῷ στήθει, καὶ τοῦ Δελφῖνος ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ. ἀνατέλλει δὲ Κριὸς ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ πεμπτημορίοις.

3.3.11τοῦ δὲ Ταύρου ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ζʹ ἕως Ταύρου μοίρας θʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας βʹ καὶ κʹ μέσης ἕως Ὑδροχόου θʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τεσσάρων, ἔσχατος δὲ ἐν ἄκρῳ τῷ δεξιῷ κέρατι. μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ Ὄρνιθος ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, ἔσχατος δὲ τοῦ Κηφέως προηγούμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν καὶ δεξιὸς αὐτοῦ πούς, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ μέσος τῶν ἐν τῇ κάλπιδι τοῦ Ὑδροχόου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Ταῦρος ἐν ὥρᾳ μιᾷ καὶ ὀγδόῳ μέρει.

3.3.12τῶν δὲ Διδύμων ἀνατελλόντων συνανατέλλει μὲν αὐτοῖς ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας βʹ μέσης ἕως Διδύμων λʹ · μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας ια μέσης ἕως Ἰχθύων θʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ ἡγουμένου Διδύμου, ἔσχατος δὲ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ ἑπομένου Διδύμου. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Κηφέως ἐν τῷ σώματι λαμπρός, καὶ τοῦ Ὑδροχόου ἐν τῷ δεξιῷ ποδὶ λαμπρός, καὶ τοῦ Νοτίου Ἰχθύος ἐν τῷ ῥύγχει λαμπρός · ἔσχατος δὲ μεσουρανεῖ τῆς Ἀνδρομέδας δ μέσος τῶν ἐν τῷ δεξιῷ ὤμῳ τριῶν. ἀνατέλλουσι δὲ οἱ Δίδυμοι ἐν ὥρᾳ μιᾷ καὶ ἡμίσει καὶ τρίτῳ μέρει.

3.4

3.4.1πάλιν δὲ τοῦ μὲν Καρκίνου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ζʹ καὶ κʹ μέσης ἕως Καρκίνου κʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιζʹ ἕως Σκορπίου ιβʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τοῖς νοτίοις ποσὶ τοῦ Καρκίνου ἐκφανὴς καὶ ἐπ’εὐθείας κείμενος τοῖς πρὸς δύσιν τοῖς νοτιωτέροις τῶν περὶ τὸ Νεφέλιον τὸ ἐν τῷ Καρκίνῳ, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ τοῦ Καρκίνου. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦτε Βοώτου δεξιὸς πούς, καὶ τῶν Χηλῶν ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρός · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Ἐνγόνασιν ἐν τῷ δεξιῷ βραχίονι, τρίτος ὢν ἀπὸ τοῦ δεξιοῦ ὤμου, καὶ τοῦ Σκορπίου τρίτος καὶ τέταρτος καὶ πέμπτος σφόνδυλος τῶν μετὰ τὸ στῆθος. δύνει δὲ Καρκίνος ἐν ὥρᾳ μιᾷ καὶ τρισὶ πεμπτημορίοις.

3.4.2τοῦ δὲ Λέοντος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας αʹ καὶ κʹ μέσης ἕως Παρθένου μοίρας ιδʹ · μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας ιγʹ ἕως Τοξότου αʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει τοῦ Λέοντος ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς δύσεως τοῦτε Ἐνγόνασιν δεξιὸς πούς, καὶ τοῦ Ὀφιούχου τὸ ἀριστερὸν γόνυ, ὡς ἡμιπήχιον ὑπολειπόμενον τοῦ μεσημβρινοῦ, καὶ τοῦ Σκορπίου πρῶτος σφόνδυλος · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Δράκοντος βορειότερος κρόταφος, καὶ τοῦ Τοξότου ἐν μέσῳ τῷ νώτῳ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. δύνει δὲ Λέων ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.

3.4.3τῆς δὲ Παρθένου δυνούσης συγκαταδύνει μὲν αὐτῇ ζῳδιακὸς ἀπὸ Λέοντος ζʹ καὶ κʹ μοίρας ἕως Χηλῶν ϛʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ιαʹ ἕως Αἰγόκερω ιϚʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι, ἔσχατος δὲ ἐν τῷ βορείῳ ποδί. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦτε Ὄφεως, ὃν ἔχει Ὀφιοῦχος, δεύτερος ἀπ’ἄκρας τῆς οὐρᾶς, καὶ τοῦ Τοξότου τῶν ἐν τῷ τετραπλεύρῳ ἡγούμενος τῶν ἀμαυροτέρων ἀντιγωνίων · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Ὄρνιθος ἐν μέσῳ τῷ σώματι λαμπρός, καὶ τοῦ Δελφῖνος τῶν ἐν τῷ ῥόμβῳ νοτιώτερος τῶν ἑπομένων. δύνει δὲ Παρθένος ἐν ὥραις δυσὶ καὶ τρίτῳ καὶ πέμπτῳ μέρει.

3.4.4ὅταν δὲ αἱ Χηλαὶ δύνωσι, συγκαταδύνει μὲν αὐταῖς ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιζʹ μέσης ἕως Σκορπίου μοίρας ιεʹ · μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας ιʹ ἕως Αἰγόκερω μοίρας ηʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρός, ἔσχατος δὲ ἐν μέσῃ τῇ βορείᾳ χηλῇ. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος νοτιώτατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ἔσχατον δὲ ἐν τῷ στόματι τοῦ Ἵππου λαμπρός. δύνουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ μιᾷ καὶ τετάρτῳ μέρει.

3.4.5τοῦ δὲ Σκορπίου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιγʹ μέσης ἕως Σκορπίου μοίρας Ϛʹ · μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω ζʹ μέσης ἕως Αἰγόκερω βʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐπὶ τοῦ τρίτου σφονδύλου κείμενος, ἔσχατος δὲ βορειότερος τῶν ἐν τῷ μετώπῳ. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος μέσος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὑπολειπόμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ, καὶ τοῦ Αἰγόκερω βορειότερος τῶν ἐν τοῖς γόνασιν · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Ὄρνιθος ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ Αἰγόκερω ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως. δύνει δὲ Σκορπίος ἐν ὥρᾳ μιᾷ.

3.4.6τοῦ δὲ Τοξότου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας γʹ ἕως Τοξότου ζʹ καὶ κʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας κʹ ἕως Ἰχθύων εʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει λαμπρὸς ἐν τῷ ἐμπροσθίῳ ποδί, ἔσχατος δὲ βορειότερος τῶν ἐν τῇ ἐφαπτίδι. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κηφέως ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρί, καὶ τοῦ Ὄρνιθος ἐν τῷ ἀγκῶνι τῆς ἀριστερᾶς πτέρυγος, καὶ τοῦ Αἰγόκερω ἑπόμενος τῶν ἐν τῷ νώτῳ, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Κηφέως ἀριστερὸς πούς, καὶ τοῦ Ἵππου ἐν τῷ ὀμφαλῷ.

3.4.7δύνει δὲ Τοξότης ἐν ὥραις τρισί. τοῦ δὲ Αἰγόκερω δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας βʹ ἕως Αἰγόκερω μοίρας δʹ καὶ κʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας ιαʹ μέσης ἕως Κριοῦ θʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει νοτιώτερος τῶν ἐν τοῖς γονατίοις, ἔσχατος δὲ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς Κασσιεπείας ἀμαυρότερος τῶν ἐν τῷ δίφρῳ, καὶ τῆς Ἀνδρομέδας βορειότερος τῶν ἐν τῷ στήθει · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Περσέως ἀριστερὸς ὦμος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως καὶ τοῦ Κήτους ἐπὶ τῆς λοφίας. δύνει δὲ Αἰγόκερως ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας.

3.4.8τοῦ δὲ Ὑδροχόου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ιηʹ μέσης ἕως Ὑδροχόου ιεʹ · μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας γʹ ἕως Ταύρου ζʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ἑπόμενος τῶν ἐν τῇ κάλπιδι. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Περσέως ἐν τῇ ἅρπῃ νεφελοειδὴς ὤν, καὶ τῆς Ἀνδρομέδας ἀριστερὸς πούς, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, ὁμοίως δὲ καὶ τοῦ Κριοῦ μέσος τῶν ἐν τῇ κεφαλῇ, ἔσχατον δὲ ἐν τῇ ὡμοπλάτῃ τοῦ Ταύρου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τῶν Ὑάδων ἐν τῷ ῥύγχει, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. δύνει δὲ Ὑδροχόος ἐν ὥραις δυσὶ καὶ ὀγδόῳ μέρει.

3.4.9τῶν δὲ Ἰχθύων δυνόντων συγκαταδύνει μὲν αὐτοῖς ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας γʹ καὶ κʹ ἕως Κριοῦ μοίρας εʹ · μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας ιζʹ ἕως Καρκίνου Ϛʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν ἄκρῳ τῷ ῥύγχει τοῦ νοτιωτέρου Ἰχθύος, ἔσχατοι δὲ οἱ ἐν ἄκρῳ τῴ ῥύγχει τοῦ βορειοτέρου Ἰχθύος. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦτε Ταύρου ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ κέρατος, καὶ τοῦ Ἡνιόχου ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ · ἔσχατον δὲ μεσουρανοῦσι τῆςτε Ἄρκτου βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι, καὶ τοῦ Καρκίνου τῶν περὶ τὸ Νεφέλιον τὸ ἐν αὐτῷ κειμένων τεσσάρων οἱ δύο πρὸς δύσιν, καὶ τοῦ Καρκίνου ἐν τοῖς νοτίοις ποσί. δύνουσι δὲ οἱ Ἰχθύες ἐν ὥραις τρισὶ καὶ ἡμιωρίῳ.

3.4.10τοῦ δὲ Κριοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας θʹ καὶ κʹ ἕως Κριοῦ μοίρας Ϛʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Διδύμων μοίρας θʹ καὶ κʹ ἕως Καρκίνου θʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κυνὸς ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Πηδαλίου ἐν μέσῃ τῇ νοτίᾳ πλευρᾷ, ἔσχατον δὲ τῆςτε Ἄρκτου ἡγούμενος τῶν ἐν τοῖς ὀπισθίοις ποσίν, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λέοντος τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει λαμπρῶν τρίτος ἀπ’ἄρκτων, ὡς δύο μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. δύνει δὲ Κριὸς ἐν ὥραις δυσί.

3.4.11τοῦ δὲ Ταύρου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας κʹ ἕως Ταύρου μοίρας ϛʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας βʹ καὶ κʹ μέσης ἕως Παρθένου ζʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τεσσάρων, ἔσχατος δὲ ἐν ἄκρῳ τῷ ἀριστερῷ κέρατι. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὕδρου νοτιώτατος τῶν ἐν τῷ τραχήλῳ τριῶν ἔγγιστα τῶν ἀπ’ἄρκτου κειμένων τοῦ λαμπροῦ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ · ἔσχατον δὲ μεσουρανοῦσι τῆςτε Παρθένου ἐν μέσῃ τῇ ἀριστερᾷ πτέρυγι, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κόρακος ἐν μέσῳ τῷ σώματι μικρός. δύνει δὲ Ταῦρος ἐν ὥραις τρισί.

3.4.12τῶν δὲ Διδύμων δυνόντων συγκαταδύνει μὲν αὐτοῖς ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας δʹ ἕως Καρκίνου βʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοίρας ιζʹ ἕως Χηλῶν βʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει καλούμενος Πρόπους, ἔσχατος δὲ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ ἑπομένου Διδύμου. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τε Προτρυγητὴρ καὶ τῆς Παρθένου δεξιὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ · ἔσχατον δὲ μεσουρανεῖ τῶν Χηλῶν ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ λαμπρός, ὡς δύο μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. δύνουσι δὲ οἱ Δίδυμοι ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει.

3.5

3.5.1aχωρὶς δὲ τῆς ἐν ταῖς συνανατολαῖς καὶ συγκαταδύσεσι θεωρίας εὔχρηστον εἶναι νομίζω καὶ τὸ παρακολουθεῖν ἡμᾶς, τίνες τῶν ἀπλανῶν ἀστέρων ἀπέχουσιν ἀπ’ἀλλήλων κατὰ τὸ ἑξῆς ὡριαῖα ἰσημερινὰ διαστήματα. τοῦτο γὰρ ἡμῖν εὔχρηστόν ἐστι πρόςτε τὸ τὴν ὥραν τῆς νυκτὸς ἀκριβῶς συλλογίζεσθαι καὶ πρὸς τὸ τοὺς ἐκλειπτικοὺς τῆς σελήνης χρόνους καὶ ἕτερα πλείονα κατανοεῖν τῶν ἐν ἀστρολογίᾳ θεωρημάτων.

3.5.1bἐπὶ μὲν οὖν τοῦ διὰ τῶν τροπικῶν σημείων καὶ διὰ τῶν πόλων γραφομένου κύκλου κεῖται ἀστὴρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Κυνός, ἐν τῷ τὸ θερινὸν τροπικὸν σημεῖον ἔχοντι ἡμικυκλίῳ κείμενος. ἀπὸ τούτου τοῦ ἀστέρος ἀπέχει ὡριαῖον διάστημα τοῦτε Ὕδρου ἐν τῇ ἐκφύσει τοῦ τραχήλου κείμενος, ἔγγιστα δὲ καὶ τῆς Ἄρκτου ἐν τοῖς ἐμπροσθίοις γόνασι λαμπρός.

3.5.2τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Λέοντος τῶν ἐν τῷ Λέοντι προηγούμενος μικρῷ μεῖον πῆχυν τοῦ ἐν τῇ καρδίᾳ λαμπροῦ μικρὸς ἀστήρ. οὐ δὲ δάκτυλον προηγεῖται οὗτος ἀστερίσκος τοῦ διὰ τῶν πόλων κύκλου τὸ δεύτερον ὡριαῖον διάστημα ἀφορίζοντος.

3.5.3τὸ δὲ τρίτον ὡριαῖον διάστημα περὶ μέσον τὸν Λέοντα ἀφορίζει τοῦ Λέοντος νοτιώτερος τῶν δύο τῶν ἐξ ἑκατέρου μέρους παρακειμένων τῷ ἐπὶ τῆς ὀσφύος λαμπρῷ.

3.5.4τὸ δὲ τέταρτον ὡριαῖον διάστημα περὶ τὴν ἀρχὴν τῆς Παρθένου ἀφορίζει τοῦ ὑπὸ τὸν Κρατῆρα ὀρθογωνίου τριγώνου ἐπὶ τῆς ὀρθῆς γωνίας κείμενος ἀστήρ · δὲ ἐπὶ τῆς ὀσφύος τῆς Μεγάλης Ἄρκτου λαμπρὸς ἔλασσον κʹ μέρος ὥρας ὑπολείπεται τοῦ τὴν τετάρτην ὥραν ἀφορίζοντος κύκλου.

3.5.5τὴν δὲ πέμπτην ὥραν ἀφορίζει περὶ μέσην τὴν Παρθένον ἀκριβῶς μὲν οὐδεὶς ἀστήρ, τῷ δὲ δεκάτῳ μέρει ὥρας πλέον ὑπολειπόμενος τε Προτρυγητὴρ καὶ ἐπὶ τοῦ δεξιοῦ ὤμου τῆς Παρθένου κείμενος λαμπρὸς ἀστήρ.

3.5.6τὴν δὲ ἕκτην ὥραν ἀφορίζει ἐπὶ τοῦ διὰ τῶν ἰσημερινῶν σημείων κύκλου ἔγγιστα μὲν τοῦ Κενταύρου ἐχόμενος τῶν ἐν τῷ νοτιωτάτῳ μέρει τοῦ θύρσου λαμπρῶν καὶ ὡς ἡμιπήχιον διεστηκότων, οἳ κεῖνται κατὰ μέσον πως τὸ στῆθος τοῦ Κενταύρου · τοῦ δὲ Βοώτου μέσος τῶν ἐν τῷ ἀριστερῷ ποδὶ ὡς κʹ μέρος ὡριαίου διαστήματος ὑπολείπεται τοῦ τὰς ἓξ ὥρας ἀφορίζοντος κύκλου.

3.5.7τῶν δὲ μεταξὺ τοῦ φθινοπωρινοῦ ἰσημερινοῦ σημείου καὶ τοῦ χειμερινοῦ τροπικοῦ ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον ὡριαῖον διάστημα ἐπὶ τοῦ περὶ μέσας τὰς Χηλὰς κύκλου ἀφορίζει ὡς ἔγγιστα τοῦτε Βοώτου ἀριστερὸς ὦμος καὶ τῶν Χηλῶν ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρὸς ἀστήρ, μὲν ὦμος ἀδιαφόρως πλεῖον ὑπολειπόμενος, δὲ χηλὴ ὡς λʹ μέρος ὥρας προηγουμένη τοῦ εἰρημένου διὰ τῶν πόλων κύκλου.

3.5.8τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Σκορπίου τοῦτε Ὀφιούχου βορειότερος τῶν ἐν τῇ δεξιᾷ χειρὶ δύο ἀστέρων λαμπρῶν, οἳ κεῖνται ἐν τῷ σώματι τοῦ Ὄφεως μετὰ τὸ δεξιὸν γόνυ τοῦ Ὀφιούχου · τοῦ δὲ Στεφάνου προηγούμενος τοῦ λαμπροῦ ὡς λʹ μέρος ὥρας ὑπολείπεται τοῦ διὰ τῶν πόλων κύκλου, ὁμοίως δὲ καὶ μέσος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου τριῶν λαμπρῶν ἀστέρων.

3.5.9τὴν δὲ τρίτην ὥραν ἀφορίζει περὶ τὸ μέσον τοῦ Σκορπίου τοῦ Ἐνγόνασιν ἐπὶ τοῦ δεξιοῦ ὤμου κείμενος ἀστὴρ καὶ ἐν μέσῃ τῇ δεξιᾷ κνήμῃ αὐτοῦ, ὡς λʹ μέρος ὥρας πρὸς ἀνατολὰς παραλλάσσων.

3.5.10τὴν δὲ τετάρτην ὥραν ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Τοξότου τοῦτε Ἐνγόνασιν ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, καὶ τῆς Μικρᾶς Ἄρκτου οἱ λαμπρότατοι καὶ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ τεσσάρων, καὶ τοῦ Ὀφιούχου τῶν ἐν τῷ δεξιῷ ὤμῳ βορειότερος.

3.5.11τὴν δὲ πέμπτην ὥραν ἀφορίζει περὶ μέσον τὸν Τοξότην τοῦ Τοξότου ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ὡς λʹ μέρος ὥρας πρὸς ἀνατολὰς παραλλάσσων.

3.5.12τὴν δὲ ἕκτην ὥραν ἀφορίζει ἐπὶ τοῦ διὰ τῶν τροπικῶν σημείων κύκλου ὡς ἔγγιστα τῶν ἐν τῷ σώματι τοῦ Ἀετοῦ τριῶν λαμπρῶν βορειότερος, ὡς κʹ μέρος μιᾶς ὥρας ὑπολειπόμενος τοῦ κύκλου.

3.5.13τῶν δὲ μεταξὺ τοῦ χειμερινοῦ τροπικοῦ σημείου καὶ τοῦ ἐαρινοῦ ἰσημερινοῦ ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον ὡριαῖον διάστημα ἐπὶ τοῦ περὶ μέσον τὸν Αἰγόκερω κύκλου ἀφορίζει τοῦ Δελφῖνος βορειότερος τῶν ἡγουμένων ἐν τῷ ῥόμβῳ, καὶ τοῦ Αἰγόκερω ἡγούμενος τῶν ἐν τῷ νώτῳ.

3.5.14τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Ὑδροχόου ἐν τῷ στόματι τοῦ Ἵπου λαμπρὸς ἀστήρ, καὶ τοῦ Κηφέως νοτιώτερος τῶν προηγουμένων τοῦ δεξιοῦ ὤμου.

3.5.15τὸ δὲ τρίτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσον τὸν Ὑδροχόον μέσος τῶν ἐν τῇ κεφαλῇ τοῦ Κηφέως τριῶν ἀστέρων ἐπ’εὐθείας κειμένων, καὶ τοῦ Ἵππου τῶν ἐν τῷ τραχήλῳ δύο ἀστέρων βορειότερος, ὡς λʹ μέρος ὥρας προηγούμενος τοῦ διὰ τῶν πόλων κύκλου.

3.5.16τὸ δὲ τέταρτον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τῶν Ἰχθύων τῆς Ἀνδρομέδας τῶν ἐν τῇ δεξιᾷ χειρὶ ἀστέρων νοτιώτατος, ὡς κʹ μέρος ὥρας ὑπολειπόμενος τοῦ διὰ τῶν πόλων κύκλου.

3.5.17τὸ δὲ πέμπτον ὡριαῖον διάστημα περὶ μέσους τοὺς Ἰχθύας ἀφορίζει τῆς Κασσιεπείας ἐν μέσῳ τῷ σώματι καὶ τρίτος ἀπὸ τῆς κεφαλῆς ἀριθμούμενος.

3.5.18τὸ δὲ ἕκτον ὡριαῖον διάστημα ἀφορίζει ἐπ’αὐτοῦ ἔγγιστα τοῦ διὰ τῶν ἰσημερινῶν σημείων καὶ διὰ τῶν πόλων γραφομένου κύκλου οὐκέτι ἐπὶ τῆς κορυφῆς κείμενος τοῦ Τριγώνου τοῦ ὑπὲρ τὸν Κριὸν κειμένου, τε ἡγούμενος τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ τριῶν λαμπρῶν, ὡς κʹ μέρος ὥρας ὑπολειπόμενος τοῦ κύκλου.

3.5.19τῶν δὲ μεταξὺ τοῦ ἐαρινοῦ ἰσημερινοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ σημείου ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον ὡριαῖον διάστημα ἐπὶ τοῦ περὶ μέσον τὸν Κριὸν κύκλου ἀφορίζει λαμπρότατος τῶν ἐν τῷ γοργονίῳ, ἔχει Περσεὺς ἐν τῇ ἀριστερᾷ χειρί.

3.5.20τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Ταύρου τοῦ Περσέως τῶν περὶ τὸ δεξιὸν γόνυ πέντε ἀστέρων ἑπόμενος τῶν ἐπ’εὐθείας τριῶν.

3.5.21τὸ δὲ τρίτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσον τὸν Ταῦρον τῶν ἐν τῇ δορᾷ, ἣν ἔχει Ὠρίων ἐν τῇ ἀριστερᾷ χειρί, τέταρτος καὶ ἕβδομος, καὶ τοῦ Ταύρου ἐν μέσοις τοῖς κέρασιν ἐκφανής, ἰσόπλευρον ἔγγιστα τρίγωνον ποιῶν μετὰ τῶν ἐν ἄκροις τοῖς κέρασι λαμπρῶν.

3.5.22τὸ δὲ τέταρτον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τῶν Διδύμων τοῦ Ταύρου τῶν ἐπ’εὐθείας ἄκρῳ τῷ δεξιῷ κέρατι πρὸς ἀνατολὰς κειμένων δύο μικρῶν καὶ ἐκφανῶν ὄντων ἀστερίσκων ἑπόμενος αὐτῶν · εἰσὶ δὲ οὗτοι καὶ ἐν τῷ κολλορόβῳ τοῦ Ὠρίωνος ἐπὶ τοῦ βορείου πέρατος. ἔγγιστα δὲ τὴν τετάρτην ἀφορίζει καὶ τοῦ Λαγωοῦ νοτιώτερος τῶν ἐν μέσῳ τῷ σώματι δύο λαμπρῶν.

3.5.23τὸ δὲ πέμπτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσους τοὺς Διδύμους τῶντε Διδύμων μέσος τῶν ἐν τοῖς γόνασι τριῶν λαμπρῶν, ὡς λʹ μέρος ὥρας προηγούμενος τοῦ διὰ τῶν πόλων κύκλου, καὶ τοῦ Κυνὸς ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός.