Hipparchus

Commentary on the Phenomena of Aratus and Eudoxus in Three Books, 1

1.1

1.1.1Ἵππαρχος Αἰσχρίωνι χαίρειν. ἡδέως ἐπέγνων διὰ τῆς ἐπιστολῆς τὸ ἐπίμονόν σου τῆς πρὸς φιλομαθίαν οἰκειώσεως · τάτε γὰρ φυσικὰ τῶν ἐπιζητηθέντων ὑπὸ σοῦ καὶ τὰ περὶ τῶν παρὰ Ἀράτῳ λεγομένων ἐν ταῖς Συνανατολαῖς ἱκανωτέραν ἐνέφαινέ μοι φιλοτεχνίαν, καὶ πολλῷ γε μᾶλλον, ὅσῳ πεπλεόνακας ἐν ταῖς βιωτικαῖς ἀσχολίαις διὰ τὴν τῶν ἀξιολογωτάτων ἀδελφῶν ὠμὴν τελευτήν.

1.1.2περὶ μὲν οὖν τῶν ἄλλων μετὰ ταῦτά σοι τὴν ἰδίαν κρίσιν διασαφήσω · περὶ δὲ τῶν ὑπὸ Ἀράτου λεγομένων ἐν τοῖς Φαινομένοις νῦν προτέθειμαί σοι γράψαι, πᾶν καθόλου τὸ καλῶς κακῶς λεγόμενον ἐν αὐτοῖς ὑποδεικνύων. ἐξ ὧν ἔσται σοι φανερὰ πάντα καὶ τὰ παρὰ σοῦ διαπορηθέντα.

1.1.3ἐξήγησιν μὲν οὖν τῶν Ἀράτου Φαινομένων καὶ ἄλλοι πλείονες συντετάχασιν · ἐπιμελέστατα δὲ δοκεῖ πάντων Ἄτταλος καθ’ἡμᾶς μαθηματικὸς τὸν περὶ αὐτῶν πεποιῆσθαι λόγον.

1.1.4ἀλλὰ τὸ μὲν ἐξηγήσασθαι τὴν ἐν τοῖς ποιήμασι διάνοιαν οὐ μεγάλης ἐπιστροφῆς προσδεῖσθαι νομίζω · ἁπλοῦςτε γὰρ καὶ σύντομός ἐστι ποιητής, ἔτι δὲ σαφὴς τοῖς καὶ μετρίως παρηκολουθηκόσι · τὸ δὲ συνεῖναι τὰ λεγόμενα περὶ τῶν οὐρανίων ὑπ’αὐτοῦ, τίνατε συμφώνως τοῖς φαινομένοις ἀναγέγραπται καὶ τίνα διημαρτημένως, τοῦτ’ὠφελιμώτατον ἡγήσαιτ’ἄν τις καὶ μαθηματικῆς ἴδιον ἐμπειρίας.

1.1.5θεωρῶν δ’οὖν ἐν τοῖς πλείστοις καὶ χρησιμωτάτοις διαφωνοῦντα τὸν Ἄρατον πρὸς τὰ φαινόμενάτε καὶ γινόμενα κατὰ ἀλήθειαν, τούτοις δ’ἅπασι σχεδὸν οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ τὸν Ἄτταλον συνεπιγραφόμενον, ἔκρινα τῆς σῆς ἕνεκα φιλομαθίας καὶ τῆς κοινῆς τῶν ἄλλων ὡφελείας ἀναγράψαι τὰ δοκοῦντά μοι διημαρτῆσθαι.

1.1.6τοῦτο δὲ ποιῆσαι προεθέμην οὐκ ἐκ τοῦ τοὺς ἄλλους ἐλέγχειν φαντασίαν ἀπενέγκασθαι προαιρούμενος · (κενὸν γὰρ καὶ μικρόψυχον παντελῶς · τοὐναντίον δὲ δεῖν οἴομαι πᾶσιν ἡμᾶς εὐχαριστεῖν, ὅσοι τῆς κοινῆς ἕνεκεν ὠφελείας ἰδίᾳ πονεῖν ἀναδεχόμενοι τυγχάνουσιν) · ἀλλ’ἕνεκα τοῦ μήτε σὲ μήτε τοὺς λοιποὺς τῶν φιλομαθούντων ἀποπλανᾶσθαι τῆς περὶ τὰ φαινόμενα κατὰ τὸν κόσμον θεωρίας.

1.1.7ὅπερ εὐλόγως πολλοὶ πεπόνθασιν · γὰρ τῶν ποιημάτων χάρις ἀξιοπιστίαν τινὰ τοῖς λεγομένοις περιτίθησι, καὶ πάντες σχεδὸν οἱ τὸν ποιητὴν τοῦτον ἐξηγούμενοι προστίθενται τοῖς ὑπ’αὐτοῦ λεγομένοις.

1.1.8ἐμπειρότερον δὲ Εὔδοξος τὴν αὐτὴν τῷ Ἀράτῳ περὶ τῶν φαινομένων σύνταξιν ἀναγέγραφεν. εὐλόγως οὖν καὶ ἐκ τῆς τῶν τοσούτων καὶ τηλικούτων μαθηματικῶν συμφωνίας ἀξιόπιστος ποίησις αὐτοῦ διαλαμβάνεται. καίτοι γε τοῦ Ἀράτου μὲν ἴσως οὐκ ἄξιον ἐφάπτεσθαι, κἂν ἔν τισι διαπίπτων τυγχάνῃ · τῇ γὰρ Εὐδόξου συντάξει κατακολουθήσας τὰ Φαινόμενα γέγραφεν, ἀλλ’οὐ κατ’ἰδίαν παρατηρήσας μαθηματικὴν κρίσιν ἐπαγγελλόμενος ἐν τοῖς οὐρανίοις προφέρεσθαι καὶ διαμαρτάνων τῶν ἐν αὐτοῖς.

1.1.9χωρὶς δὲ τῶν ἠγνοημένων ἐν τοῖς Φαινομένοις ὑπότε Εὐδόξου καὶ τοῦ Ἀράτου καὶ τῶν συνεπιγραφομένων ταῖς φάσεσιν αὐτῶν, ἀναγέγραφά σοι καὶ τὰς κατὰ ἀλήθειαν γινομένας ἑκάστου τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς κατηστερισμένοις δώδεκα ζῳδίοις συνανανατολὰς καὶ συγκαταδύσεις, ἵνα παρακολουθῶν ἑκάστοις ἀκριβῶς καὶ τὰς τῶν ἄλλων ἀπάντων ἀποφάσεις ἐν τούτοις δοκιμάζῃς.

1.1.10καὶ διασαφῶ μὲν οὐ μόνον τὴν συνανατολὴν συγκατάδυσιν, ἔτι δὲ καὶ τίνες ἀστέρες ἑκάστου τῶν ἄστρων πρῶτοίτε καὶ ἔσχατοι ἀνατέλλουσιν δύνουσι, καὶ τίνες τῶν ἄλλων ἀστ τέρων μεσουρανοῦσιν, ἕκαστόντε τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς δώδεκα ζῳδίοις ἐν πόσαις ἰσημεριναῖς ὥραις ἀνατέλλει δύνει.

1.1.11ἐπὶ πᾶσι δὲ διασαφῶ καὶ τίνες ἀστέρες ἀφορίζουσι πάντα τὰ εἰκοσιτέσσαρα ὡριαῖα διαστήματα. διότι γὰρ ἕκαστον τούτων συντείνει πρὸς πολλὰ καὶ χρήσιμα τῶν ἐν τοῖς μαθήμασι θεωρημάτων, εὐκατανόητον εἶναι καὶ σοὶ νομίζω.

1.2

1.2.1ὅτι μὲν οὖν τῇ Εὐδόξου περὶ τῶν φαινομένων ἀναγραφῇ κατηκολούθηκεν Ἄρατος, μάθοι μὲν ἄν τις διὰ πλειόνων παρατιθεὶς τοῖς ποιήμασιν αὐτοῦ περὶ ἑκάστου τῶν λεγομένων τὰς παρὰ τῷ Εὐδόξῳ λέξεις. οὐκ ἄχρηστον δὲ καὶ νῦν δι’ὀλίγων ὑπομνῆσαι διὰ τὸ διστάζεσθαι τοῦτο παρὰ τοῖς πολλοῖς.

1.2.2ἀναφέρεται δὲ εἰς τὸν Εὔδοξον δύο βιβλία περὶ τῶν φαινομένων, σύμφωνα κατὰ πάντα σχεδὸν ἀλλήλοις πλὴν ὀλίγων σφόδρα. τὸ μὲν οὖν ἓν αὐτῶν ἐπιγράφεται ἔνοπτρον, τὸ δὲ ἕτερον φαινόμενα. πρὸς τὰ Φαινόμενα δὲ τὴν ποίησιν συντέταχεν.

1.2.3ἐν δὴ τούτῳ τῷ συντάγματι Εὔδοξος περὶ μὲν τοῦ Δράκοντος οὕτως γράφει · μεταξὺ δὲ τῶν Ἄρκτων ἐστὶν τοῦ Ὄφεως οὐρά, τὸν ἄκρον ἀστέρα ὑπὲρ τῆς κεφαλῆς ἔχουσα τῆς Μεγάλης Ἄρκτου. καμπὴν δὲ ἔχει παρὰ τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου καὶ παρατέταται ὑπὸ τοὺς πόδας · ἑτέραν δὲ καμπὴν ἐνταῦθα ποιησάμενος πάλιν ἀνανεύων ἔμπροσθεν ἔχει τὴν κεφαλήν δὲ Ἄρατος, ὡς ἂν παραγράφων ταῦτα, φησίν ·

1.2.4αὐτὰρ γ’ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ, ἄλλην δὲ σπείρῃ περιτέμνεται. μέν οἱ ἄκρη οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου, σπείρῃ δ’ἐν Κυνόσουρα κάρη ἔχει · δὲ κατ’αὐτὴν εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρι, ἐκ δ’αὖτις παλίνορσος ἀνατρέχει.

1.2.5περὶ δὲ τοῦ Βοώτου μὲν Εὔδοξός φησιν · ὄπισθεν δὲ τῆς Μεγάλης Ἄρκτου ἐστὶν Ἀρκτοφύλαξ . δὲ Ἄρατος · ἔξόπιθεν δ’Ἑλίκης φέρεται, ἐλάοντι ἐοικώς, Ἀρκτοφύλαξ. καὶ πάλιν μὲν Εὔδοξος · ὑπὸ δὲ τοὺς πόδας Παρθένος ἐστίν . δὲ Ἄρατος ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω Παρθένον.

1.2.6ἐπὶ δὲ τοῦ Ἐνγόνασιν μὲν Εὔδοξός φησι · παρὰ δὲ τὴν κεφαλὴν τοῦ Ὄφεως Ἐνγούνασίν ἐστιν, ὑπὲρ τῆς κεφαλῆς τὸν δεξιὸν πόδα ἔχων . δὲ Ἄρατος · μέσσῳ δ’ἐφύπερθε καρήνῳ δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος. ἐξ οὗ καὶ μάλιστα φανερὸν γίνεται τὸ προκείμενον · παρ’ἑκατέρῳ γὰρ αὐτῶν ἠγνόηται · τὸν γὰρ ἀριστερὸν ἔχει πόδα Ἐνγόνασιν ἐπὶ τῆς κεφαλῆς τοῦ Δράκοντος, καὶ οὐ τὸν δεξιόν.

1.2.7τὸν δὲ Στέφανον μὲν Εὔδοξός φησιν ὑπὸ τὸν νῶτον τοῦ Ἐνγούνασι κεῖσθαι · δὲ Ἄρατος · νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον. περὶ ὧν καὶ Εὔδοξός φησι · πλησίον δ’ἐστὶ τῆς τούτου κεφαλῆς τοῦ Ὀφιούχου κεφαλή .

1.2.8περὶ δὲ τῆς θέσεως τῆς Μεγάλης Ἄρκτου μὲν Εὔδοξός φησιν · ὑπὸ δὲ τὴν κεφαλὴν τῆς Μεγάλης Ἄρκτου οἱ Δίδυμοι κεῖνται, κατὰ μέσον δὲ Καρκίνος, ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας Λέων. πρὸ δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι λαμπρός, λαμπρότερος δὲ ὑπὸ τὰ ὀπίσθια γόνατα, καὶ ἄλλος ὑπὸ τοὺς ὀπισθίους πόδας .

1.2.9 δὲ Ἄρατος · κρατὶ δέ οἱ Δίδυμοι, μέσση δ’ὕπο Καρκίνος ἐστί, ποσσὶ δ’ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει. ἐπὶ δὲ τῶν εἰρημένων ἀστέρων · τοῖός οἱ πρὸ ποδῶν φέρεται καλόςτε μέγαςτε εἷς μὲν ὑπωμαίων, εἷς δ’ἰξυόθεν κατιόντων, ἄλλος δ’οὐραίοις ὑπὸ γούνασιν.

1.2.10ἐπὶ δὲ τοῦ Ἡνιόχου μὲν Εὔδοξός φησι · κατέναντι δὲ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου Ἡνίοχος ἔχει τοὺς ὤμους λοξὸς ὢν ὑπὲρ τοὺς πόδας τῶν Διδύμων, ἔχων τὸν δεξιὸν πόδα κοινὸν τῷ ἐν ἄκρῳ τῷ ἀριστερῷ κέρατι τοῦ Ταύρου . δὲ Ἄρατος ἐπ αὐτοῦ φησιν οὕτως · Ἑλίκης δέ οἱ ἄκρα κάρηνα ἀντία δινεύει. καὶ πάλιν · λαιοῦ δὲ κεράατος ἄκρον καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο εἷς ἀστὴρ ἐπέχει.

1.2.11ἐπὶ δὲ τοῦ Κηφέως μὲν Εὔδοξος οὕτως · ὑπὸ δὲ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου τοὺς πόδας Κηρεὺς ἔχει πρὸς ἄκραν τὴν οὐρὰν τρίγωνον ἰσόπλευρον ποιοῦντας · τὸ δὲ μέσον αὐτοῦ πρὸς τῇ καμπῇ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως.

1.2.12 δὲ Ἄρατός φησιν · ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς εἰς πόδας ἀμφοτέρους, ὅσση ποδὸς εἰς πόδα τείνει, αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας πρώτης ἱέμενος καμπῆς σκολιοῖο Δράκοντος. παρ’ἑκατέρῳ δ’αὐτῶν τὸ πρῶτόν ἐστι ψεῦδος · τὸ γὰρ μεταξὺ τῶν ποδῶν τῶν τοῦ Κηφέως διάστημα ἔλασσόν ἐστιν ἑκατέρου τῶν πρὸς τὴν οὐρὰν διαστημάτων.

1.2.13πάλιν ἐπὶ τῆς Κασσιεπείας μὲν Εὔδοξος · τοῦ μὲν Κηφέως ἔμπροσθέν ἐστιν Κασσιέπεια, ταύτης δὲ ἔμπροσθεν Ἀνδρομέδα, τὸν μὲν ἀριστερὸν ὦμον ἔχουσα τῶν Ἰχθύων ὑπὲρ τοῦ πρὸς βορρᾶν, τὴν δὲ ζώνην ὑπὲρ τοῦ Κριοῦ, πλὴν τὸ Τρίγωνον, ἐστι μεταξύ · τὸν δ’ἐν τῇ κεφαλῇ ἀστέρα κοινὸν ἔχει τῷ τῆς κοιλίας τοῦ Ἵππου ·

1.2.14 δὲ Ἄρατος · τοῦ δ’ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια. καὶ μετ’ὀλίγον · αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. καὶ πάλιν · ξυνὸς δ’ἐπιλάμπεται ἀστὴρ τοῦ μὲν ἐπ’ὀμφαλίῳ, τῆς δ’ἐσχατόωντι καρήνῳ. καὶ πάλιν ἐπὶ τοῦ Κριοῦ · ζώνῃ δ’ἂν ὅμως ἐπιτεκμήραιο Ἀνδρομέδης · ὀλίγον γὰρ ὑπ’αὐτὴν ἐστήρικται. καὶ ἔτι · Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω σῆμα βορειοτέρου · μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.

1.2.15ἐπὶ δὲ τοῦ Περσέως μὲν Εὔδοξος οὕτως λέγει · παρὰ δὲ τοὺς πόδας τῆς Ἀνδρομέδας Περσεύς ἔχει τοὺς ὤμους, τὴν δεξιὰν χεῖρα πρὸς τὴν Κασσιέπειαν ἀποτείνων, τὸ δὲ ἀριστερὸν γόνυ πρὸς τὰς Πλειάδας . δὲ Ἄρατος περὶ τῆς Ἀνδρομέδας φησίν · ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν Περσέως, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται. καὶ πάλιν · καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται πενθερίου δίφροιο. καὶ μετ’ὀλίγον · ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται · δ’οὐ μάλα πολλὸς ἁπάσας χῶρος ἔχει.

1.2.16ἐπὶ δὲ τοῦ Ὄρνιθος μὲν Εὔδοξος · παρὰ δὲ τὴν δεξιὰν χεῖρα τοῦ Κηφέως δεξιὰ πτέρυξ ἐστὶ τοῦ Ὄρνιθος, παρὰ δὲ τὴν ἀριστερὰν πτέρυγα οἱ πόδες τοῦ Ἵππου . δὲ Ἄρατός φησιν ἐπὶ τοῦ Ὄρνιθος · κατὰ δεξιὰ χειρὸς Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων, λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου. καὶ ἄλλων δὲ πλειόνων ὄντων, ἅπερ ἂν δόξειεν οἱονεὶ παραγεγράφθαι, ἀρκέσει καὶ ταῦτα χάριν τοῦ μὴ μηκύνειν.

1.2.17χωρὶς δὲ τούτων καὶ διαίρεσις τῶν ἄστρων φανερὸν ποιεῖ τὸ προκείμενον. καὶ γὰρ Εὔδοξος ὡς καὶ Ἄρατος πρῶτον ἀναγράφει τὰ βορειότερα ἄστρα τοῦ ζῳδιακοῦ, ἔπειθ’οὕτως τὰ νοτιώτερα. καὶ τὰς συνανατολάςτε καὶ συγκαταδύσεις τοῖς δώδεκα ζῳδίοις τῶν ἄλλων ἄστρων ὁμοίως τέταχεν Ἄρατος τῷ Εὐδόξῳ.

1.2.18περὶ δὲ τῶν ἀστέρων τῶν ἐπὶ τοῦ θερινοῦ καὶ χειμερινοῦ τροπικοῦ φερομένων, ἔτι δὲ ἐπὶ τοῦ ἰσημερινοῦ, μὲν Εὔδοξός φησιν ἐπὶ τοῦ θερινοῦ οὕτως · ἔστι δὲ ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου καὶ τὰ διὰ τοῦ σώματος κατὰ μῆκος τοῦ Λέοντος, τῆς δὲ Παρθένου τὰ μικρὸν ἄνωθεν, καὶ αὐχὴν τοῦ ἐχομένου Ὄφεως, καὶ δεξιὰ χεὶρ τοῦ Ἐνγούνασι, καὶ κεφαλὴ τοῦ Ὀφιούχου, καὶ αὐχὴν τοῦ Ὄρνιθος καὶ ἀριστερὰ πτέρυξ, καὶ οἱ τοῦ Ἵππου πόδες, ἔτι δὲ καὶ δεξιὰ χεὶρ τῆς Ἀνδρομέδας καὶ τὸ μεταξὺ τῶν ποδῶν, καὶ τοῦ Περσέως ἀριστερὸς ὦμος καὶ ἀριστερὰ κνήμη, ἔτι δὲ τὰ γόνατα τοῦ Ἡνιόχου καὶ αἱ κεφαλαὶ τῶν Διδύμων · εἶτα συνάπτει πρὸς τὰ μέσα τοῦ Καρκίνου δὲ Ἄρατος ἀπὸ τῶν ἐσχάτων ἀρξάμενός φησιν ·

1.2.19ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται, ἐν δὲ τὰ γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο, λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπ’αὐτοῦ Περσέως, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν δεξιτερὴν ἐπέχει · τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται ἀσσότερον βορέαο, νότῳ δ’ἐπικέκλιται ἀγκών · ὁπλαὶ δ’Ἵππειοι καὶ ὑπαύχενον Ὀρνίθειον ἄκρῃ σύν κεφαλῇ καλοίτ’Ὀφιούχεοι ὦμοι καὶ τὰ ἐξῆς.

1.2.20ἐπὶ δὲ τοῦ χειμερινοῦ τροπικοῦ μὲν Εὔδοξός φησιν οὕτως · ἔστι δὲ ἐν αὐτῷ τὰ μέσα τοῦ Αἰγόκερω, καὶ οἱ πόδες τοῦ Ὑδροχόου, καὶ τοῦ Κήτους οὐρά, καὶ τοῦ Ποταμοῦ καμπή, καὶ Λαγωός, καὶ τοῦ Κυνὸς οἱ πόδες καὶ οὐρά, καὶ τῆς Ἀργοῦς πρύμνα καὶ ἱστός, καὶ τοῦ Κενταύρου νῶτος καὶ τὰ στήθη, καὶ τὸ Θηρίον, καὶ τοῦ Σκορπίου τὸ κέντρον · εἶτα διὰ τοῦ Τοξότου πρὸς τὰ μέσα τοῦ Αἰγόκερω συνάπτει .

1.2.21 δὲ Ἄρατός φησιν οὕτως · ἄλλος δ’ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν · ἐν δέ οἵ ἐστι Λαγωός · ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν αἴνυται, ἀλλ’ὁπόσην ἐπέχει ποσίν · ἐν δέ οἱ Ἀργὼ καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δὲ τὸ κέντρον Σκορπίου, ἐν καὶ τόξον ἐλαφροῦ Τοξευτῆρος. ὁμοίως δὲ τούτοις παραγέγραφεν Ἄρατος καὶ τὰ ἐπὶ τοῦ ἰσημερινοῦ κύκλου κείμενα.

1.2.22χωρὶς δὲ τούτων καὶ τὸ κλίμα τοῦ κόσμου τὸ αὐτὸ τῷ Εὐδόξῳ ὑποτίθεται Ἄρατος. καὶ γὰρ Εὔδοξος ἐν τῷ ἐπιγραφομένῳ Ἐνόπτρῳ τὸν τροπικὸν τέμνεσθαί φησιν οὕτως, ὥστε λόγον ἔχειν τὰ τμήματα πρὸς ἄλληλα τὸν αὐτόν, οἷον ἔχει τὰ εʹ πρὸς τὰ γʹ.

1.3

1.3.1ὅτι μὲν οὖν Εὐδόξῳ ἐπακολουθήσας Ἄρατος συντέταχε τὰ Φαινόμενα, ἱκανῶς οἶμαι δεικνύναι διὰ τῶν προειρημένων. ἐν οἷς δὲ διαπίπτουσιν οὗτοίτε καὶ οἱ συνεπιγραφόμενοι αὐτοῖς, ὧν ἐστι καὶ Ἄτταλος, νῦν ὑποδείξομεν. ἐκθησόμεθα δὲ εὐθέως καὶ ἐν οἷς ἰδίᾳ ἕκαστος αὐτῶν διαμαρτάνει.

1.3.2προδιαληπτέον δὲ, διότι Ἄτταλος πᾶσι σχεδὸν τοῖς ὑπὸ τοῦ Ἀράτου λεγομένοις περὶ τῶν οὐρανίων συνεπιγράφεται ὡς συμφώνως τοῖς φαινομένοις ὑπ’αὐτοῦ λεγομένοις, πλὴν ἐφ’ἑνὸς καὶ θατέρου, δὴ καὶ ὑποδείξομεν ἐν τοῖς ἐξῆς.

1.3.3λέγει γοῦν ἐν τῷ προοιμίῳ τὸν τρόπον τοῦτον · διὸ δὴ τότε τοῦ Ἀράτου βιβλίον ἐξαπεστάλκαμέν σοι διωρθωμένον ὑφ’ἡμῶν καὶ τὴν ἐξήγησιν αὐτοῦ, τοῖςτε φαινομένοις ἕκαστα σύμφωνα ποιήσαντες καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ γεγραμμένοις ἀκόλουθα καὶ πάλιν ἑξῆς φησι · τάχα δέ τινες ἐπιζητήσουσι, τίνι λόγῳ πεισθέντες φαμὲν ἀκολούθως τῇ τοῦ ποιητοῦ προαιρέσει τὴν διόρθωσιν τοῦ βιβλίου πεποιῆσθαι · ἡμεῖς δὲ ἀναγκαιοτάτην αἰτίαν ἀποδίδομεν τὴν τοῦ ποιητοῦ πρὸς τὰ φαινόμενα συμφωνίαν τοιαύτην οὖν ἔχοντος τοῦ Ἀττάλου τὴν διάληψιν, ὅσα ἂν ἀποδεικνύωμεν τῶν ὑπὸ τοῦ Ἀράτου καὶ Εὐδόξου κοινῶς λεγομένων διαφωνοῦντα πρὸς τὰ φαινόμενα, δεῖ διαλαμβάνειν καὶ τὸν Ἄτταλον περὶ τῶν αὐτῶν διημαρτημένως συναποφαινόμενον .

1.3.5πρῶτον μὲν οὖν Ἄρατος ἀγνοεῖν μοι δοκεῖ τὸ ἔγκλιμα τοῦ κόσμου νομίζων ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τοιοῦτον εἶναι, ὥστε τὴν μεγίστην ἡμέραν λόγον ἔχειν πρὸς τὴν ἐλαχίστην τὸν αὐτόν, ὃν ἔχει τὰ εʹ πρὸς τὰ γʹ. λέγει γὰρ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ · τοῦ μέν, ὅσοντε μάλιστα, δι’ὀκτὼ μετρηθέντος πέντε μὲν ἔνδια στρέφεται καὶ ὑπέρτερα γαίης, τὰ τρία δ’ἐν περάτῃ.

1.3.6συμφωνεῖται δή, διότι ἐν μὲν τοῖς περὶ τὴν Ἑλλάδα τόποις γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ δʹ πρὸς τὰ γʹ. ἐκεῖ δὴ τοίνυν μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν ιδʹ καὶ τριῶν ἔγγιστα πεμπτημορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου μοιρῶν λζʹ ὡς ἔγγιστα.

1.3.7ὅπου δὲ μεγίστη ἡμέρα λόγον ἔχει πρὸς τὴν ἐλαχίστην, ὃν ἔχει τὰ εʹ πρὸς τὰ γʹ, ἐκεῖ μὲν μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ιεʹ, τὸ δὲ ἔξαρμα τοῦ πόλου μοιρῶν μαʹ ὡς ἔγγιστα. δῆλον τοίνυν ὅτι οὐ δυνατὸν ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τὸν προειρημένον εἶναι λόγον τῆς μεγίστης ἡμέρας πρὸς τὴν ἐλαχίστην, ἀλλὰ μᾶλλον ἐν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις.

1.3.8καίτοι γε μὲν Ἄρατος οὐκ ἀφ’ἑαυτοῦ κρίσιν περὶ τῶν τοιούτων προφερόμενος γέγραφεν, ἀλλὰ τῷ Εὐδόξῳ καὶ περὶ τούτου κατακολουθήσας. εἰ δὲ καὶ ἀφ’ἑαυτοῦ γέγραφεν, οὐ διασαφήσας, ἐν ποίοις τόποις ἐστὶν προειρημένη ἔγκλισις τοῦ κόσμου, τάχα ἂν κατά γε τοῦτο διακρούοιτο τὸ ἔγκλημα.

1.3.9 μέντοι γε Ἄτταλος ὁμολογουμένως ἠγνόει λέγων ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τὴν μεγίστην ἡμέραν πρὸς τὴν ἐλαχίστην λόγον ἔχειν, ὃν ἔχει τὰ εʹ πρὸς τὰ γʹ. προεκθέμενος γὰρ τὰ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ ποιήματα, ἐπιφέρει ταυτί · διὰ δὲ τούτου φανερὸν ποιεῖ, διότι τὴν ὅλην πραγματείαν ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πεποίηται · παρ’ἐκείνοις γάρ ἐστιν μακροτάτη ἡμέρα πρὸς τὴν μικροτάτην νύκτα ὡς τὰ εʹ πρὸς τὰ γʹ .

1.3.10ἔτι δὲ μᾶλλον θαυμάσειεν ἄν τις, πῶς ποτε οὐκ ἐπέστησε τοῦ Εὐδόξου ἐν τῷ ἑτέρῳ συντάγματι διαφόρως ἐκθεμένου καὶ γράφοντος, ὅτι τὸ ὑπὲρ γῆν τοῦ τροπικοῦ τμῆμα πρὸς τὸ ὑπὸ γῆν λόγον ἔχει, ὃν ἔχει τὰ ιβʹ πρὸς τὰ ζʹ, ὁμοίως δὲ τούτῳ καὶ τῶν περὶ Φίλιππον ἀναγραφόντων καὶ ἄλλων πλειόνων, πλὴν ὅτι συντετάχασι μὲν τὰς συνανατολάςτε καὶ συγκαταδύσεις τῶν ἄστρων ὡς ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τετηρημένων, κατὰ δὲ τὸ ἔγκλιμα τῶν τόπων τούτων διημαρτήκασι.

1.3.11παραπέμψαντες οὖν τοῦτο τὸ ἀγνόημα τὴν ὅλην αὐτῶν σύνταξιν ἐπεσκεψάμεθα πρὸς τὸν ἐν τῇ Ἑλλάδι ὁρίζοντα. οὐ δὲ γὰρ φιλαλήθους, ἀλλὰ κενοσπούδου, τὸ κατὰ πάντα μαχόμενον τῇ διεψευσμένῃ ὑποθέσει ἐπιλαμβάνεσθαι αὐτῶν, κἂν τύχῃ συμφώνως λεγόμενα τοῖς ἐν τῇ Ἑλλάδι φαινομένοις.

1.3.12ὑποκείσθω δὲ ἡμῖν ὁρίζων πρὸς τὴν ἐπίσκεψιν ἐν Ἀθήναις, οὗ ἐστιν μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ καὶ τριῶν πεμπτημορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου περὶ μοίρας λζʹ.

1.4

1.4.1περὶ μὲν οὖν τοῦ βορείου πόλου Εὔδοξος ἀγνοεῖ λέγων οὕτως · ἔστι δέ τις ἀστὴρ μένων ἀεὶ κατὰ τὸν αὐτὸν τόπον · οὗτος δὲ ἀστὴρ πόλος ἐστὶ τοῦ κόσμου . ἐπὶ γὰρ τοῦ πόλου οὐ δὲ εἷς ἀστὴρ κεῖται, ἀλλὰ κενός ἐστι τόπος, παράκεινται τρεῖς ἀστέρες, μεθ’ὧν τὸ σημεῖον τὸ κατὰ τὸν πόλον τετράγωνον ἔγγιστα σχῆμα περιέχει, καθάπερ καὶ Πυθέας φησὶν Μασσαλιώτης.

1.4.2ἐχομένως δὲ καὶ διαμαρτάνουσι πάντες ἐν τῇ τοῦ Δράκοντος θέσει, ὑπολαμβάνοντες τὴν καμπὴν αὐτὸν ποιεῖσθαι περὶ τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου. οἱ γὰρ λαμπρότατοι καὶ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ταύτης ἀστέρων, ὧν μὲν βορειότερός ἐστι κατ’αὐτοὺς ἐπὶ τῆς κεφαλῆς, δὲ νοτιώτερος ἐπὶ τῶν ἐμπροσθίων ποδῶν, παραλλήλως ἔγγιστα κεῖνται τῇ οὐρᾷ τοῦ Δράκοντος. ψεῦδος οὖν ἐστι τὸ σπείρη δ’ἐν Κυνόσουρα κάρη ἔχει · δὲ κατ’αὐτὴν εἰλεῖται κεφαλήν.

1.4.3ὁμοίως δὲ καὶ Εὔδοξος γράφει. ἰδίᾳ δὲ Ἄρατος ἐπὶ τοῦ Δράκοντος ἀγνοεῖ, πρῶτον μὲν τῷ φάσκειν σπείρης ἑκάτερθε φέρεσθαι τὰς Ἄρκτους · τῆς γὰρ οὐρᾶς ἑκατέρωθέν εἰσι, καὶ οὐ τῆς σπείρας. ἀντεστραμμένων γὰρ αὐτῶν καὶ ὡσανεὶ παραλλήλως κειμένων οὐρὰ τοῦ Δράκοντος μεταξὺ αὐτῶν διὰ μήκους παρατέταται · δὲ σπεῖρα τὴν μὲν Μικρὰν Ἄρκτον περιλαμβάνει, τῆς δὲ Μεγάλης πολὺ κεχώρισται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ ἀμφίτ’ἐαγὼς ἡμαρτημένως λέγεται · συνέβαινε γὰρ ἂν τοῦτο, εἰ ἐξ ἑκατέρου μέρους τῆς σπείρας ἀμφότεραι ἔκειντο αἱ Ἄρκτοι.

1.4.4ἔτι δὲ ἀγνοεῖ περὶ τοῦ Δράκοντος λέγων οὕτως · λοξὸν δ’ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν ἄκρην εἰς Ἑλίκης οὐρήν, μάλα δ’ἐστὶ κατ’ἰθὺ καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ. οὐ γὰρ δεξιὸς κρόταφος, ἀλλ’ ἀριστερὸς ἐπ’εὐθείας ἐστὶ τῇ γλώσσῃ τοῦ Ὄφεως καὶ τῇ ἄκρᾳ οὐρᾷ τῆς Μεγάλης Ἄρκτου.

1.4.5τὸ μὲν γὰρ λέγειν, ὅτι ἀντεστραμμένην τὴν κεφαλὴν τοῦ Δράκοντος ὑποτίθεται, καὶ οὐχὶ εἰς τὰ ἐντὸς τοῦ κόσμου ἐπεστραμμένην, καθάπερ φησὶν Ἄτταλος, τελέως ἐστὶν ἀπίθανον. ἅπαντα γὰρ τὰ ἄστρα ἠστέρισται πρὸς τὴν ἡμετέραν θεωρίαν καὶ ὡς ἂν πρὸς ἡμᾶς ἐστραμμένα, εἰ μή τι κατάγραφον αὐτῶν ἐστι.

1.4.6φανερὸν δὲ τοῦτο ποιεῖ καὶ Ἄρατος διὰ πλειόνων · ἐφ’ὧν γὰρ δεξιὸν ἀριστερὸν μέρος ἄστρου διασαφεῖ, ἐπὶ πάντων συμφωνεῖ τῇ προειρημένῃ ὑποθέσει. καὶ ἄλλως δὲ πλασματώδης ἐστὶν ὑπόθεσις καὶ ἡρμοσμένη. καὶ τούτῳ δὲ τῷ ἀγνοήματι βοηθήσει καὶ τῷ περὶ τὸν ἀριστερὸν πόδα τοῦ Ἐνγόνασι, περὶ οὗ προελθόντες ἐροῦμεν.

1.4.7περὶ δὲ τῆς θέσεως τῆς τοῦ Δράκοντος κεφαλῆς οἱ μὲν περὶ τὸν Εὔδοξον καὶ Ἄρατον συμφώνως ἀποφαίνονται τῷ φαινομένῳ, δὲ Ἄτταλος διαφώνως. μὲν γὰρ Ἄρατος ἀκολουθῶν τῷ Εὐδόξῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κύκλου φησὶν αὐτὴν φέρεσθαι λέγων οὕτως · κείνη που κεφαλὴ τῇ νείσσεται, ᾗχί περ ἄκραι μίσγονται δύσιέςτε καὶ ἀντολαὶ ἀλλήλῃσιν. δὲ Ἄτταλος μικρῷ νοτιωτέραν αὐτὴν εἶναί φησι τοῦ ἀεὶ φανεροῦ κύκλου, ὥστε αὐτὴν ὑπὸ τὸν ὁρίζοντα βραχὺν γίνεσθαι χρόνον.

1.4.8ὅτι δὲ διαφωνεῖ πρὸς τὸ φαινόμενον Ἄτταλος, οὕτως ἂν ἐπιλογισθείη. μὲν γὰρ ἐν ἄκρῳ τῷ στόματι τοῦ Δράκοντος ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λδʹ καὶ τρία πεμπτημόρια, δὲ νότιος αὐτοῦ ὀφθαλμὸς μοίρας λεʹ, δὲ νότιος κρόταφος μοίρας λζʹ. δὲ ἀεὶ φανερὸς κύκλος ἐν τοῖς περὶ Ἀθήνας τόποις καὶ ὅπου γνώμων ἐπίτριτός ἐστι τῆς ἰσημερινῆς σκιᾶς, ἀπὸ τοῦ πόλου ἀπέχει περὶ μοίρας λζʹ. δῆλον οὖν ὅτι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρεται κεφαλὴ τοῦ Δράκοντος, τὸν ἀριστερὸν κρόταφον μόνον ἔχουσα ἐπ’αὐτοῦ τοῦ κύκλου, καὶ οὐχ, ὡς Ἄτταλός φησι, νοτιωτέρα οὖσα δύνει βραχὺν χρόνον καὶ ἀνατέλλει.

1.4.9ἐπὶ δὲ τοῦ Ἐνγόνασι παρεωρακέναι μοι δοκοῦσιν τε Εὔδοξος καὶ Ἄρατος, ἀλλ’οὐ διημαρτηκέναι, εἰπόντες τὸν δεξιὸν πόδα ἐπὶ μέσης τῆς κεφαλῆς τοῦ Δράκοντος κεῖσθαι. μέντοι γε Ἄτταλος παρὰ τὸ βούλημα τοῦ ποιητοῦ δοκεῖ μοι τὸ ἡμιστίχιον μετατιθέναι γράφων οὕτως · μέσσου δ’ἐφύπερθε καρήνου καὶ τὴν κεφαλὴν τοῦ Δράκοντος ἔξω τοῦ κόσμου στρέφων, ἵνα γένηται αὐτὸ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς κατὰ τὸν πόδα. τάτε γὰρ ἄστρα πάντα εἰς τὸ ἐντὸς τοῦ κόσμου μέρος ἐπεστραμμένα, ὡς ἔφην, ἀστροθετεῖται ὑπὸ πάντων καὶ ὑπ’αὐτοῦ τοῦ Ἀράτου, καὶ ἐν πᾶσι τοῖς βιβλίοις γράφεται · μέσσῳ δ’ἐφύπερθε καρήνῳ δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος.

1.4.10πρὸς δὲ τούτῳ καὶ τὸν σχηματισμὸν ἡμῖν τοῦ Ἐνγόνασι καὶ τὴν θέσιν διασαφεῖν βουλόμενος Ἄρατος εὐλόγως ἂν σημαίνοι καὶ ποῖος αὐτοῦ ποὺς κεῖται ἐπὶ τῆς τοῦ Δράκοντος κεφαλῆς · οὐ γὰρ ἄλλως παρατίθησι τὴν τοῦ Δράκοντος κεφαλήν, ἀλλ’ἵνα τῇ θέσει τοῦ Ἐνγόνασι παρακολουθῶμεν, ὅπερ καὶ ἐπὶ ἄλλων πλειόνων ποιεῖ.

1.4.11καθάπερ καὶ ἐπ’αὐτοῦ τοῦ Ἐνγόνασι τὰ ἄλλα αὐτοῦ μέρη διασαφῶν φησι · νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ σκέπτεο πὰρ κεφαλὴν Ὀλφιούχεον. καὶ ἔτι τῇ Λύρᾳ, φησί, γούνατί οἱ σκαιῷ πελάει. καὶ ὡς ἐπὶ τοῦ Περσέως · ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται. καὶ πάλιν · καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται πενθερίου δίφροιο. καὶ ὡς ἐπὶ τοῦ Ὄρνιθός φησι · κατὰ δεξιὰ χειρὸς Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων. καὶ ἐπ’ἄλλων δὲ πλειόνων τὰς παραθέσεις τῶν ἄστρων διασαφῶν σημαίνει, πότερον τὰ δεξιὰ τὰ ἀριστερὰ παράκειται.

1.4.12ὅτι δὲ παρόραμά ἐστι τοῦ Εὐδόξου καὶ τοῦ Ἀράτου τὸ περὶ τὸν πόδα, καὶ οὐχ ἁμάρτημα, δῆλον γίνεται ἐκ τῶν λοιπῶν τῶν λεγομένων ὑφ’ἑκατέρου περὶ τοῦ Ἐνγόνασι. περὶ μὲν γὰρ τῆς Λύρας Ἄρατος λέγων κὰδ δ’ἔθετο (φησὶν αὐτὴν) προπάροιθεν ἀπευθέος εἰδώλοιο οὐρανὸν εἰς ἀγαγών. τὸ δ’ἐπὶ σκελέεσσι πέτηλον γούνατί οἱ σκαιῷ πελάει. τὸ δὲ πρὸς τῇ Λύρᾳ σκέλος ἐστὶ κείμενον ἐπὶ τῆς τοῦ Δράκοντος κεφαλῆς.

1.4.13πάλιν δὲ περὶ τῆς ἀνατολῆς τοῦ Ἐνγόνασι λέγων φησί · μόνην δ’ἐπὶ Χηλαὶ ἄγουσι δεξιτερὴν κνήμην αὐτῆς ἐπιγουνίδος ἄχρις αἰεὶ γνύξ αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος. ἀλλ’ πρὸς τῇ δύσει κνήμη ἐστὶν προανατέλλουσα, καὶ οὐκ ἔστιν αὕτη ἐπὶ τῆς κεφαλῆς τοῦ Δράκοντος.

1.4.14δῆλον οὖν ὅτι ἐκείνην ἀριστερὰν λέγει. συμφωνῶν δὲ τούτοις καὶ ἐπὶ τῆς ἀνατολῆς τοῦ Λέοντός φησιν · αὐτὰρ γε γνὺξ ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόδα λαιὸν οὔπω κυμαίνοντος ὑποστρέφει Ὠκεανοῖο. φανερὸν οὖν ἐκ πάντων γίνεται, διότι τὸ ἀριστερὸν σκέλος φησὶ καθήκειν ἐπὶ τὴν τοῦ Δράκοντος κεφαλήν.

1.4.15ἑξῆς δὲ περὶ τοῦ Ὀφιούχου λέγων ἰδίως Ἄρατος ὀρθόν φησι κεῖσθαι αὐτὸν τῇ θέσει βεβηκότα ἔντε τοῖς ὀφθαλμοῖς τοῦ Σκορπίου καὶ τῷ στήθει. τῇ δὲ ἀριστερᾷ μόνον κνήμῃ βέβηκεν ἀποτεταμένῇ, μεταξὺ κειμένῃ τοῦτε μετώπου καὶ τοῦ στήθους τοῦ Εκορπίου · τὸ δὲ δεξιὸν σκέλος ἔχει συνεσταλμένον. οὐ δὲ Εὔδοξος δὲ διασαφεῖ, ὅτι ἐστὶν ὀρθός · τὸν γὰρ δεξιὸν πόδα αὐτοῦ ὑπὲρ τὸ σῶμα κεῖσθαί φησι τοῦ Σκορπίου, ὡς καὶ ἔχει τῇ ἀληθείᾳ, καὶ οὐκ ἐπὶ τοῦ στήθους.

1.4.16δοκεῖ δέ μοι καὶ περὶ τῶν ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρων κατὰ τὸ μέγεθος αὐτῶν ἀγνοεῖν. τοὺς γὰρ ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου φήσας λαμπρούς εἶναι, ὥστε καὶ ἐν πανσελήνῳ ἂν θεωρεῖσθαι, ἐπιφέρει · ἀτὰρ χέρες οὐ μάλ’ἐῖσαι · λεπτὴ γὰρ καὶ τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη.

1.4.17ἀλλ’οἱ ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρες κοινοί εἰσι καὶ τοῦ Ὄφεως, καθάπερ καὶ αὐτὸς Ἄρατος λέγει · ἀμφότεραι δ’Ὄφιος πεπονείαται. οἱ δ’ἐν τῷ Ὄφει ἀστέρες, ὃν ἔχει Ὀφιοῦχος, οὐ λειπόμενοί εἰσι τῇ λαμπρότητι τῶν ἐν τοῖς ὤμοις πολλῷ δὲ λαμπρότεροι οἱ ἐν τοῖς ὤμοις. διὸ καὶ ἐπιστήσειεν ἄν τις, πῶς καὶ Ἄτταλός φησιν αὐτοὺς μὴ ἱκανῶς λαμπροὺς εἶναι.

1.4.18ἑξῆς δὲ περὶ τῶν Χηλῶν Ἄρατος λέγει · ἀλλ’αἱ μὲν φαέων ἐπιδευέες ( ἐπιμεμφέες), οὐδὲν ἀγαυαί. φησὶ δὲ Ἄτταλος μὴ διὰ τὸ μικροὺς εἶναι τοὺς ἐν ταῖς Χηλαῖς ἀστέρας λέγειν τὸν Ἄρατον φαέων ἐπιμεμφέας αὐτὰς εἶναι, ἀλλὰ διὰ τὸ τέσσαρας μόνον εἶναι τοὺς πάντας, οὓς μὴ συμπληροῦν τὴν ὁμοιότητα αὐτῶν · τὸ δὲ μηδὲν ἀγαυὰς λέγειν αὐτὸν διὰ τὸ μηδὲν ὁμοίας αὐτὰς ὑπάρχειν.

1.4.19οὐ δοκεῖ δέ μοι διὰ τοῦτο λέγειν αὐτὰς φαέων ἐπιμεμφέας καὶ μηδὲν ἀγαυάς, ἀλλ’ὡς ἂν μὴ λαμπράς · καὶ γὰρ ἐν ταῖς Συνανατολαῖς οὕτως λέγει περὶ αὐτῶν · οὐ δ’ἂν ἐπερχόμεναι Χηλαὶ καὶ λεπτὰ φάουσαι ἄφραστοι παρίοιεν.

1.4.20ἐπιφέρει γοῦν εὐθέως · ἐπεὶ μέγα σῆμα Βοώτης ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο · ὡς ἂν ἐκ τοῦ Ἀρκτούρου ἡμῶν δυναμένων σημειώσασθαι τὰς Χηλάς, καθ’αὐτὰς δὲ μὴ ῥᾳδίως διὰ τὴν μικρότητα αὐτῶν, ὡς ὑπολαμβάνει · τὰ γὰρ ἀμαυροὺς ἀστέρας ἔχοντα τῶν ἄστρων εἴθισται καλεῖν ὡς ἐπὶ πολὺ λεπτὰ καὶ οὐδὲν ἀγαυά.

1.5

1.5.1ἐν δὲ τοῖς ἑξῆς περὶ τῆς Ἄρκτου παντελῶς δοκοῦσί μοι ἀγνοεῖν, μὲν Εὔδοξος οὕτως λέγων · ὑπὸ δὲ τὴν κεφαλὴν τῆς Μεγάλης Ἄρκτου οἱ Δίδυμοι κεῖνται, κατὰ μέσον δὲ Καρκίνος, ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας Λέων . δὲ Ἄρατος · κρατὶ δέ οἱ Δίδυμοι, μέσσῃ δ’ὕπο Καρκίνος ἐστί, ποσσὶ δ’ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει. οἷς τε Ἄτταλος καὶ οἱ λοιποὶ πάντες συνεπιγράφονται.

1.5.2ὅτι δὲ ἀγνοοῦσιν, ἐκ τούτων ἐστὶ φανερόν. μὲν γὰρ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου κατὰ τοὺς προειρημένους ἄνδρας ἐστὶν βορειότερος ἀστὴρ τῶν δύο τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ, ἐπὶ δὲ τῶν ἐμπροσθίων ποδῶν κεῖται νοτιώτερος τῶν αὐτῶν ἀστέρων.

1.5.3ὅτι μὲν γὰρ προειρημένος ἀστὴρ κατ’αὐτοὺς ἐπὶ τῆς κεφαλῆς κεῖται, φανερὸν τοῦτο ποιοῦσιν ἔκτε τοῦ λέγειν, τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἀστέρα κεῖσθαι κατὰ τὴν κεφαλὴν τῆς Ἄρκτου.

1.5.4οὐκ ἄλλος γὰρ κεῖται ἀστὴρ κατὰ τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος, ἀλλ’ βορειότερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ. μὲν γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἐπέχει ὡς κατὰ παράλληλον κύκλον τοῦ Λέοντος μοίρας γʹ, δὲ εἰρημένος ἀστὴρ ἐν τῷ πλινθίῳ ἐπέχει τοῦ Λέοντος μικρῷ ἔλασσον τῶν γʹ μοιρῶν.

1.5.5ὅτι δὲ ἐπὶ τῶν ἐμπροσθίων ποδῶν κεῖται νοτιώτερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ, φανερὸν ποιεῖ μὲν Εὔδοξος λέγων οὕτως · πρὸ δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι λαμπρός . δὲ Ἄρατος · οἷός οἱ πρὸ ποδῶν φέρεται καλόςτε μέγαςτε εἷς μὲν ὑπωμαίων, εἷς δ’ἰξυόθεν κατιόντων.

1.5.6τοῦ γὰρ νοτιωτέρου τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ εἷς μόνος προηγεῖται λαμπρὸς ἀστήρ, νῦν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι δεικνύμενος. καθόλουτε οἱ ἀρχαῖοι πάντες τὴν Ἄρκτον ἐκ τῶν ἑπτὰ μόνων ἀστέρων διετύπουν.

1.5.7φανερὸν δὲ μᾶλλον γίνεται τὸ λεγόμενον ὑφ’ἡμῶν ἐπὶ τῆς Μικρᾶς Ἄρκτου. ὁμολογουμένως γὰρ ἐπ’ἐκείνης τε κεφαλὴ καὶ οἱ πόδες ἐν τοῖς τέσσαρσιν ὑπ’αὐτῶν τίθενται τοῖς τὸ πλινθίον περιέχουσιν · ἄλλοι γὰρ αὐτοῖς ἐκφανεῖς οὐ παράκεινται, καθάπερ τῷ μεγάλῳ πλινθίῳ, ὥστε συσχηματίσαι τὴν κεφαλὴν αὐτῆς καὶ τοὺς πόδας περιλαμβανομένους ὑπὸ τῆς σπείρας τοῦ Δράκοντος, ὥς φησι · σπείρῃ δ’ἐν Κυνόσουρα κάρη ἔχει · δὲ κατ’αὐτὴν εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις.

1.5.8τούτων δ’οὕτως ἐχόντων, πῶς ἐστι δυνατὸν ὑπὸ τὴν Ἄρκτον τούςτε Διδύμους καὶ τὸν Καρκίνον κεῖσθαι, εἴπερ τε κεφαλὴ καὶ οἱ ἐμπρόσθιοι πόδες αὐτῆς κατὰ τὴν γʹ τοῦ Λέοντος κεῖνται μοῖραν;

1.5.9δεῖ οὖν ὑπὸ μὲν τὴν Ἄρκτον τὸν Λέοντα μόνον τετάχθαι · γὰρ ἐν τοῖς ὀπισθίοις αὐτῆς ποσίν, ἐφ’ὧν ἐστιν νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ, τοῦ Λέοντος ἐπέχει ἔλασσον τῶν κεʹ μοιρῶν.

1.5.10τοῖς δ’ὅλοις, εἴπερ προέκειτο σημῆναί τινα ζῴδια καθ’ὅλην τὴν Ἄρκτον, ἔδει τὴν Παρθένον ὑπ’αὐτὴν τάξαι, καὶ νὴ Δία, μέρος τῶν Χηλῶν · γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου, ὅς ἐστιν ἔσχατος τῶν πρὸς ἀνατολὰς τῶν ἑπτά, κατὰ παράλληλον τῷ ἰσημερινῷ κύκλον ἐπέχει Χηλῶν μοίρας δʹ.

1.5.11λέγω δὲ ὡς τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων ἐν ταῖς ἀρχαῖς τῶν ζῳδίων ὑπαρχόντων. εἰ μέντοι γε τὰ εἰρημένα σημεῖα κατὰ μέσα τὰ ζῴδια κεῖται, ὡς Εὔδοξός φησιν, ὑπὸ μὲν τοὺς ὀπισθίους πόδας τῆς Ἄρκτου οὐ τὸν Λέοντα ἔδει τιθέναι, ἀλλὰ τὴν Παρθένον. μὲν γὰρ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ ἐπέχει κατὰ τὴν προειρημένην διαίρεσιν τοῦ ζῳδιακοῦ τῆς Παρθένου περὶ μοίρας ιʹ, δὲ βορειότερος τῆς Παρθένου περὶ μοίρας ιϚʹ.

1.5.12κατὰ δὲ τὴν κεφαλὴν καὶ τοὺς ἐμπροσθίους πόδας ἔδει τεθεικέναι τὸν Λέοντα · οἱ γὰρ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ἐφέξουσι κατὰ τὴν προειρημένην διαίρεσιν Λέοντος μοίρας ιηʹ.

1.5.13δῆλον δὲ ἐκ τῶν εἰρημένων, καὶ διότι ὑφ’ὅλην τὴν Ἄρκτον καὶ κατὰ τὸν Εὔδοξον δεῖ κεῖσθαι τὸν Καρκίνον καὶ τὸν Λέοντα καὶ τὴν Παρθένον καὶ τὰς Χηλάς · γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου ἐπέχει κατὰ τὴν αὐτὴν διαίρεσιν τοῦ ζῳδιακοῦ Χηλῶν περὶ μοίρας ιθʹ.

1.5.14πάλιν δὲ Ἄρατος περὶ τοῦ Ἡνιόχου λέγων ἐπιφέρει ταυτί · ἀλλ’αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών. διαφωνεῖν οὖν μοι δοκεῖ πρὸς τὰ φαινόμενα καὶ ἐν τούτοις · τοῦ γὰρ Ἡνιόχου οἱ πόδες μόνον ἅμα τῷ Ταύρῳ συναναφέρονται, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα τοῖς Ἰχθύσι κοὶ τῷ Κριῷ συνανατέλλει.

1.5.15καὶ αὐτὸς δὲ ἐν τοῖς ἑξῆς φησιν · ἀλλ’Ἔριφοι λαιοῦτε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ Ταύρῳ συμφορέονται. ἀλλ’ὅσα λέγει Ταύρῳ συναναφέρεσθαι, ταῦτα κατ’αὐτὸν ἅμα τῷ Κριῷ ἀνατέλλει. ἐπὶ πάντων γὰρ τῶν ἄστρων ἐν ταῖς Συνανατολαῖς οὕτως σημαίνει, οἷον τῆς ἀρχῆς τοῦ ζῳδίου ἐπὶ τῆς ἀνατολῆς οὔσης, τίνα ἀνατεταλκότα ἐγγὺς τοῦ ὁρίζοντος φαίνεται.

1.5.16τοῦ μὲν ἀριστεροῦ ποδὸς πολὺ προανατέλλει δεξιὸς ὦμος καὶ δεξιὰ χείρ. πρόδηλον οὖν ὅτι καὶ κατ’αὐτὸν τὸν Ἄρατον τὰ πρὸς τοῖς ποσὶ μόνον τῷ Ταύρῳ συνανατέλλει, τὸ δὲ λοιπὸν σῶμα καὶ αὐτὸς ἀριστερὸς ποὺς τὸ Κριῷ.

1.5.17καὶ μὴν οὐ δὲ τοῦτ’ἔστι βοηθοῦν αὐτῷ, διότι οὐ περὶ ὅλου λέγει, ἀλλ’ὅτι τῶν ἅμα αὐτῷ συνανατειλάντων μερῶν τοῦ Ἡνιόχου πρότερος καταδύνει Ταῦρος. ψεῦδος γάρ ἐστι καὶ τοῦτο · τὰ γὰρ πρὸς τοῖς ποσὶν αὐτοῦ μέρη οὐχ οἷον ὑστερεῖ τοῦ Ταύρου, ἀλλὰ καὶ προκαταδύνει. ἐγγίων γοῦν ἐν τῷ δεξιῷ ποδὶ τοῦ Ἡνιόχου τῇ κζʹ μοίρᾳ τοῦ Ταύρου συγκαταδύνει.

1.5.18εἴπερ οὖν ἀκολούθως τοῖς φαινομένοις ἔγραφεν, ὡς Ἄτταλος ὑπολαμβάνει, πολλῷ βέλτιον ἦν καὶ παραδοξότερον λέγειν τὸν δεξιὸν πόδα τοῦ Ἡνιόχου ὕστερον ἀνατείλαντα πρότερον καταδύνειν, καὶ μὴ ἅμα ἀνατείλαντα ὕστερον δύνειν.

1.5.19ἑξῆς δὲ ἀγνοοῦσι πάντες περὶ τοῦ Κηφέως, ὅτι οἱ πόδες αὐτοῦ μετὰ τοῦ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου τρίγωνον ἰσόπλευρον περιέχουσιν, ὡς καὶ Ἄρατός φησιν · ἴση οἱ στάθμη νεάτης ἀποτείνεται Ἄρκτου εἰς πόδας ἀμφοτέρους, ὅσση ποδὸς εἰς πόδα τείνει. γὰρ μεταξὺ τῶν ποδῶν ἐλάσσων ἐστὶν ἑκατέρας τῶν λοιπῶν, ὥστε ἰσοσκελὲς τρίγωνον γίνεσθαι, καὶ μὴ ἰσόπλευρον.

1.5.20ἐν δὲ τοῖς ἐξῆς ἀγνοεῖ Ἄρατος, λέγων περὶ τῆς Κασσιεπείας · τοῦ δ’ἄρα δαιμονίη προκυλίνδεται · κεῖται δὲ Κασσιέπεια πρὸς ἀνατολὰς τοῦ Κηφέως. καὶ ἐπὶ τῆς Λύρας δὲ ὁμοίως λέγει Ἄρατος · κὰδ δ’ἔθετο (φησὶν αὐτὴν Ἑρμῆς) προπάροιθεν ἀπευθέος εἰδώλοιο. κεῖται δὲ πρὸς ἀνατολὰς τοῦ Ἐνγόνασι. καὶ μὴν οὐ δὲ τοῦτ’ἔστιν εἰπεῖν, ὅτι τὰ πρὸς ἀνατολὰς κείμενα ἀρρενικῶς πρότερα καλεῖ Ἄρατος · τοὐναντίον γὰρ ἐν πολλοῖς τὰ πρὸς δύσιν μέρη πρότερα καλεῖ, εὐθέως γοῦν τὰ περὶ τοῦ Κριοῦ εἰπὼν ἐπιφέρει τὰ περὶ τοὺς Ιχθύας καί φησιν · οἱ δ’ἄρ’ἔτι προτέρω, ἔτι δ’ἐν προβολῇσι νότοιο, Ἰχθύες, οἳ καὶ προηγοῦνται αὐτοῦ.

1.5.21ψευδῶς δὲ καὶ τοῦτο Ἄρατος περὶ τῆς Κασσιεπείας λέγει, ὅτι ἐστὶν οὐ μάλα πολλὴ νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια · οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν · οἱ γὰρ πλεῖστοι τῶν ἐν αὐτῇ δεικνυμένων λαμπρότεροί εἰσι τῶν ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου, οὕς φησι καὶ ἐν τῇ πανσελήνῳ ἐκφανεῖς εἶναι, λέγων οὕτως · τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι εἴδονται · κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ εἰσωποὶ τελέθοιεν ·

1.5.22σχεδὸν δὲ καὶ τῶν ἐν τῇ Ἀνδρομέδᾳ λαμπρότεροί εἰσι, πλὴν τοῦ ἐν τῇ κεφαλῇ καὶ τοῦ ἑπομένου τῶν ἐν τῇ ζώνῃ, περὶ ἧς φησιν οὔ σε μάλ’οἴω νύκτα περισκέψασθαι, ἵν’αὐτίκα μᾶλλον ἴδηαι · τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.

1.6

1.6.1πάλιν δὲ παρὰ τῴ Εὐδόξῳ ἀναστρέφεται διημαρτημένως περὶ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ἐν μὲν τῷ ἑνὶ συντάγματι, ἐπιγράφεται φαινόμενα , τὸν τρόπον τοῦτον ·

1.6.2 ὑπὲρ δὲ τὸν Περσέα καὶ τὴν Κασσιέπειαν οὐ πολὺ διέχουσά ἐστιν κεφαλὴ τῆς Μεγάλης Ἄρκτου · οἱ δὲ μεταξὺ τούτων ἀστέρες εἰσὶν ἀμαυροί . ἐν δὲ τῷ ἐπιγραφομένῳ Ἐνόπτρῳ οὕτως · ὄπισθεν δὲ τοῦ Περσέως καὶ παρὰ τὰ ἰσχία τῆς Κασσιεπείας οὐ πολὺ διαλείπουσα κεφαλὴ τῆς Μεγάλης Ἄρκτου κεῖται ·

1.6.3οἱ δὲ μεταξὺ ἀστέρες εἰσὶν ἀμαυροί . οὔτε γὰρ κατὰ τὴν Κασσιέπειαν καὶ τὸν Περσέα κεῖται κεφαλὴ τῆς Μεγάλης Ἄρκτου, οὔτε μικρὸν αὐτῶν ἀπέχει · μὲν γὰρ Κασσιέπειά ἐστι κατὰ τὸ τῶν Ιχθύων δωδεκατημόριον, δὲ Περσεὺς κατὰ τὸν Κριόν, δὲ κατὰ τὸν Εὔδοξον κεφαλὴ τῆς Μεγάλης Ἄρκτου κατὰ τὴν βʹ μοῖραν τοῦ Λέοντος.

1.6.4ἔγγιον οὖν ἦν εἰπεῖν τὸν Περσέα καὶ τὴν Κασσιέπειαν κεῖσθαι κατὰ ἄκραν τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου · ταύτης γὰρ ἔσχατος καὶ λαμπρότατος ἀστὴρ κεῖται κατὰ τὴν ιηʹ μοῖραν τῶν Ἰχθύων, ὡς δὲ Εὔδοξος διαιρεῖ τὸν ζῳδιακὸν κύκλον, κατὰ τὴν γʹ μοῖραν τοῦ Κριοῦ.

1.6.5ἐπὶ δὲ τοῦ Κριοῦ Ἄρατος ἀγνοεῖν μοι δοκεῖ, λέγων αὐτὸν ἀφανῆ γίνεσθαι ἐν τῇ πανσελήνῳ διὰ τὴν μικρότητα τῶν ἀστέρων · δεῖν δὲ σημειοῦσθαι τὴν θέσιν αὐτοῦ ἔκτε τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας ἀστέρων καὶ ἐκ τοῦ παρακειμένου αὐτῷ ἀπ’ἄρκτου Τριγώνου;

1.6.6λέγει γὰρ οὕτως περὶ αὐτοῦ · αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι. καὶ μετ’ὀλίγον ἐπιφέρει · αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ σκέψασθαι, ζώνῃ δ’ἂν ὅμως ἐπιτεκμήραιο Ἀνδρομέδης · ὀλίγον γὰρ ὑπ αὐτὴν ἐστήρικται. καὶ πάλιν · ἔστι δέ τοι καὶ ἔτ’ἄλλο τετυγμένον ἐγγύθι σῆμα, Δελτωτὸν πλευρῇσιν ἰσαιομένῃσιν ἐοικὸς ἀμφοτέρῃσ’· δ’οὔτι τόση, μάλα δ’ἐστὶν ἑτοίμη εὑρέσθαι · περὶ γὰρ πολέων εὐάστερός ἐστι · τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.

1.6.7ἀλλ’οὐ χρεία σημειοῦσθαι τὸν Κριὸν ἐκ τούτων · οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες τρεῖς λαμπρότεροί εἰσι τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας, ἔγγιστα δὲ καὶ τῶν ἐν τῷ Τριγώνῳ οὐ πολὺ λειπόμενοι αὐτῶν · καλῶς δέ ἐστιν ἐκφανὴς καὶ ἐν τοῖς ἐμπροσθίοις αὐτοῦ ποσὶ κείμενος.

1.6.8ψευδῶς δὲ λέγεται καὶ ταῦτα ὑπὸ τοῦ Ἀράτου · οἱ δ’ἄρ’ἔτι προτέρω, ἔτι δ’ἐν προβολῇσι νότοιο, Ἰχθύες. οὐ γὰρ ἀμφότεροι νοτιώτεροί εἰσι τοῦ Κριοῦ, ἀλλ’ εἷς αὐτῶν. τοῦ γὰρ βορειοτέρου Ἰχθύος οἱ μὲν ἐπὶ τοῦ ῥύγχους μικρῷ νοτιώτεροι ὄντες τοῦ ἑπομένου τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας ἀπὸ τοῦ βορείου πόλου ἀπέχουσι μοίρας οʹ · . δὲ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοίρας οηʹ.

1.6.9τῶν δ’ἐν τῷ Κριῷ ἀστέρων μὲν βορειότερος καὶ ἐπὶ τοῦ ῥύγχους κείμενος ἀπέχει μοίρας μικρῷ λειπούσας τῶν οηʹ, ὁμοίως δὲ τούτῳ καὶ βορειότερος τῶν ἐν τῇ οὐρᾷ · οἱ δὲ ἐν ὅλῳ τῷ σώματι κείμενοι τοῦ Κριοῦ πάντες εἰσὶ νοτιώτεροι τούτων. δῆλον οὖν ὅτι βορειότερός ἐστιν εἷς τῶν Ἰχθύων τοῦ Κριοῦ.

1.6.10ἐν δὲ τοῖς περὶ τὸν Κριὸν καὶ Ἄτταλος ἀγνοεῖ, λέγων οὕτως · κατανοῶν δὲ τὸν Κριὸν οὔτε ἀκριβῶς διατετυπωμένον, οὔτε λαμπροὺς ἀστέρας ἔχοντα, δυναμένους ἂν καὶ ἐν σελήνῃ λαμπρῶς θεωρεῖσθαι, διάτε τῶν παρακειμένων ἄστρων πειρᾶται τὴν θέσιν αὐτοῦ διασαφεῖν καὶ διὰ τῶν τὸν αὐτὸν αὐτῷ κύκλον φερομένων .

1.6.11χωρὶς γὰρ τοῦ λαμπροὺς αὐτὸν ἔχειν ἀστέρας, τοὺς ἐν τῇ κεφαλῇ, ὡς ἔφαμεν, καὶ τὸν ἐν τοῖς ἐμπροσθίοις ποσί, καὶ ἀπεκδέχεσθαί μοι δοκεῖ, ὑπολαμβάνων διασαφεῖν αὐτὸν τὴν θέσιν τοῦ Κριοῦ φανερὰν ἔσεσθαι διὰ τῶν τὸν αὐτὸν κύκλον τῷ Κριῷ φερομένων. καὶ γὰρ οὐ τούτου χάριν ἐπισημαίνεται, ἀλλὰ τὸ παρεπόμενον τῷ Κριῷ διασαφῶν ἐπιφέρει οὕτως · μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι Χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.

1.6.12ἐν δὲ τοῖς ἐξῆς ἀγνοεῖ Ἄρατος, λέγων περὶ τοῦ Περσέως · ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται. πολὺ γὰρ ἀπέχει τὸ ἀριστερὸν γόνυ τοῦ Περσέως ἀπὸ τῶν Πλειάδων. δὲ Ἄτταλός φησι μὴ δεῖν δέχεσθαι τὸ ἄγχι ἀντὶ τοῦ ἐγγύς , ἀλλ’ἀντὶ τοῦ ἐγγυτάτω · βούλεται γὰρ λέγειν , φησίν, ἐγγυτάτω τῶν Πλειάδων κεῖσθαι τὸ ἀριστερὸν γόνυ παρὰ τοὺς λοιποὺς ἀστέρας .

1.6.13οὐκ εὖ δὲ λέγει τοῦτο · οἱ γὰρ ἐν τῷ ἀριστερῷ ποδὶ τοῦ Περσέως δύο λαμπροὶ καὶ ἔτι ἐν τῇ ἀριστερᾷ κνήμῃ πολλῷ ἐγγίονές εἰσι τῶν Πλειάδων ἤπερ τὸ ἀριστερὸν γόνυ.

1.6.14ψευδῶς δὲ λέγεται ὑπὸ τοῦ Ἀράτου καὶ τὸ τὰς Πλειάδας ἓξ μόνον ἀστέρας περιέχειν · ἑπτὰ (γάρ φησιν) ἐκεῖναι ἐπιρρήδην καλέονται, ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι. λανθάνει δὲ αὐτόν · τῷ γὰρ ἀτενίσαντι ἐν αἰθρίῳ καὶ ἀσελήνῳ νυκτὶ φαίνονται ἀστέρες ἑπτὰ ἐν αὐτῇ περιεχόμενοι. ὅθεν καὶ διαπορήσειεν ἄν τις, πῶς Ἄτταλος ἐξηγούμενος τὰ περὶ τὰς Πλειάδας παρέπεμψε καὶ τοῦτο τὸ διάπτωμα ὡς εὖ εἰρηκότος αὐτοῦ.

1.6.15πάλιν δὲ Ἄρατος ἐν τοῖς ἑξῆς ἀγνοεῖ, ἐπὶ τοῦ Ὄρνιθος λέγων · ἀλλ’ μὲν ἠερόεις · τὰ δέ οἱ ἔπι τετρήχυνται ἄστρασιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς. καὶ γὰρ πολλοὺς καὶ λαμπροὺς ἀστέρας ἔχει Ὄρνις, τὸν δὲ ἐν τῇ οὐρᾷ καὶ σφόδρα λαμπρόν, ἔγγιστάτε ἴσον τῷ ἐν τῇ Λύρᾳ λαμπρῷ.

1.7

1.7.1ἐν δὲ τοῖς ἑξῆς Ἄρατος εἰπὼν περὶ τοῦ μηκέτι δεῖν νυκτοπλοεῖν, ὅταν τὸν Τοξότην ἥλιος ἄρξηται διαπορεύεσθαι, σημεῖα βουλόμενος ὑποδεῖξαι τοῦ καιροῦ τούτου φησί · σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου Σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός. ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου Τοξευτής · ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ Σκορπίος ἀντέλλων, δ’ἀνέρχεται αὐτίκα μᾶλλον. τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς ὕψι μάλα τροχάει, δὲ δύεται ἠῶθι πρὸ ἀθρόος Ὠρίων, Κηφεὺς δ’ἀπὸ χειρὸς ἐπ’ἰξύν.

1.7.2περὶ δὲ τούτων Ἄτταλος προενεγκάμενος αὐτίκα γράφει ταυτί · τὰ μὲν οὖν λοιπὰ μετρίως εἴρηκεν ἐν τούτοις ποιητής · τὸ δὲ περὶ τοῦ Κηφέως ὁμολογουμένως ἠγνόηκε, φήσας αὐτὸν δύεσθαι κατὰ τὸν καιρὸν τοῦτον · οὐ γὰρ δύσιν, ἀλλ’ἐκ τῶν ἐναντίων ἀνατολὴν τότε ποιεῖται.

1.7.3καὶ τοῦτο δι’αὐτῶν τῶν ποιημάτων φανερὸν γίνεται · τῆς μὲν γὰρ δύσεώς φησιν αὐτὸν ἄρχεσθαι, καθ’ὃν καιρὸν αἱ Χηλαί, πρὸς τῇ ἀνατολῇ οὖσαι, μέλλουσιν ἀναφέρεσθαι, πάντα δ’αὐτοῦ δεδυκέναι τὰ μέρη τὰ δυνάμενα δύεσθαι, ὅταν Σκορπίος πρὸς τῇ ἀνατολῇ γένηται .

1.7.4δοκεῖ οὖν μοι ἀγνοεῖν Ἄτταλος, φάσκων τὰ μὲν περὶ τῆς κεφαλῆς τῆς Μικρᾶς Ἄρκτου καὶ περὶ τοῦ Ὠρίωνος ὀρθῶς εἰρηκέναι τὸν Ἄρατον, περὶ δὲ τοῦ Κηφέως διημαρτημένως · τοὐναντίον γὰρ περὶ μὲν τοῦ Κηφέως εἴρηκε συμφώνως τοῖς φαινομένοις, περὶ δὲ τῶν ἄλλων διαφώνως.

1.7.5τούτου δ’ἔτι πρότερον διαμαρτάνειν μοι δοκεῖ ὑπολαμβάνων, τὸν Ἄρατον τὰ εἰρημένα σημεῖα ὑπογράφειν ἡμῖν τῆς τοῦ Τοξότου ἀνατολῆς. ὅτι μὲν γὰρ τοῦτο ἐκδέχεται, φανερὸν μὲν ἦν καὶ ἐκ τῶν προγεγραμμένων αὐτοῦ λέξεων.

1.7.6χωορὶς δὲ τούτων καὶ ῥητῶς ἐν τοῖς ἐξῆς φησιν οὕτως · ὁμολογουμένως δὴ κατὰ τοῦτον τὸν καιρὸν πάντων αὐτοῦ τῶν ἐκτὸς τοῦ ἀρκτικοῦ κύκλου κειμένων μερῶν δεδυκότων, ἤδη μὲν φανερόν ἐστιν, ὅτι τοῦ Τοξότου πρὸς τῇ ἀνατολῇ ὄντος οὐ ποιεῖται τὴν ἀρχὴν τῆς δύσεως, ἀλλ’ἐκ τῶν ἐναντίων τῆς ἀνατολῆς .

1.7.7πλὴν ἵνα σαφέστερον γένηται, διότι κατὰ τὴν τοῦ Τοξότου ἀνατολὴν οὐ δύσιν, ἀλλ’ἀνατολὴν αὐτοῦ συμβαίνει γίνεσθαι, λάβωμεν τὸ λεγόμενον ὑπ’αὐτοῦ περὶ τὸν καιρὸν τοῦτον · δὲ ἀπεκδέχεται ἅπαν ψευδές. ὅτι δὲ Ἀρατος τὰ εἰρημένα σημεῖα οὐ πρὸς τὴν τοῦ Τοξότου ἀνατολὴν τίθησιν, ἀλλὰ κατ’αὐτὴν τὴν τοῦ Σκορπίου ἀνατολήν, φανερὸν ποιεῖ αὐτὸς ποιητής.

1.7.8ἐπεὶ γὰρ τοῦ ἡλίου ὄντος ἐν τῷ Τοξότῃ οὐ δυνατὸν ἦν θεωρεῖσθαι τὸν Τοξότην, τοῦ δὲ καιροῦ ἐκείνου σημεῖα ἡμῖν ἐκτίθεται, δεῖ πάντως αἰσθητὰ εἶναι, εἰ μέλλει σημεῖα ἔσεσθαι. πρὸ τῆς ἀνατολῆς οὖν τοῦ ἡλίου, ἔτι τῆς νυκτὸς ἐνεστηκυίας καὶ βλεπομένων τῶν ἀστέρων, σημεῖόν φησιν ἔστω Σκορπίος ἀνατέλλων ληγούσης τῆς νυκτός .

1.7.9εὔλογον τοίνυν καὶ τὰ λοιπὰ σημεῖα ἔτι νυκτὸς οὔσης ὑπογράφειν αὐτὸν ἡμῖν, εἰ μέλλει σημεῖα εἶναι. δῆλον δὲ τοῦτο γίνεται καὶ ἐκ τοῦ αὐτὸν τὸν Ἄρατον ἐπὶ μὲν τῆς Ἄρκτου λέγειν · τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτός , ὡς ἂν περὶ τὰ ἔσχατα τῆς νυκτός · ἐπὶ δὲ τοῦ Ὠρίωνος · δὲ δύεται ἠῶθι πρό · ὅπερ ἐστὶ πρὸ τῆς ἠοῦς, καὶ οὐ, μὰ Δία, πρὸ τοῦ ἡλίου ἤδη ἀνατέλλοντος ἐν τῇ ἀρχῇ τοῦ Τοξότου.

1.7.10ἐπλανήθη δὲ Ἄτταλος διὰ τὸ τῷ ἐπὶ τοῦ Τοξότου εἰρημένῳ δ’ἀνέρχεται αὐτίκα μᾶλλον συνάπτειν τὸ τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος καὶ τὰ ἑξῆς. πλὴν εἴ τις καὶ τοῦτο συγχωρήσειεν αὐτῷ, οὐ δ’οὕτως δύναται Ἄρατος μετρίως λέγειν , ὥς φησιν Ἄτταλος, τούτου ἀνατέλλοντος ὕψι μάλα τροχάειν τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου .

1.7.11ταύτης γὰρ ὕψι μάλα φερομένης καὶ μεσουρανούσης, οὐχ Τοξότης ἀνατέλλει, ἀλλ’ Ὑδροχόος. μὲν γὰρ κεφαλὴ τῆς Μικρᾶς Ἄρκτου ἐπέχει κατὰ τὸν παράλληλον τῷ ἰσημερινῷ κύκλον τὴν τελευτὴν τοῦ Σκορπίου · ταύτης δὲ ἐπὶ τοῦ παραλλήλου μεσουρανούσης, ἐν τῷ ζῳδιακῷ μεσουρανεῖ γʹ μοῖρα τοῦ Τοξότου, ἧς μεσουρανούσης ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ ὅπου ἐστὶν μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ ϛʹ, ἀνατέλλει τοῦ Ὑδροχόου μοῖρα ιζʹ.

1.7.12ὅταν ἄρα κεφαλὴ τῆς Μικρᾶς Ἄρκτου μεσουρανῇ, ὅπερ ἐστὶ ταὐτόν, ὕψι μάλα τροχάει · τότε οὐχ Σκορπίος ἄρχεται ἀνατέλλειν, ἀλλὰ τοῦ Ὑδροχόου πλεῖον τὸ ἥμισυ ἀνατέταλκε μέρος, δὲ Σκορπίος ἤδη ὅλος προηγεῖται τοῦ μεσημβρινοῦ. ὡς μὲν οὖν οὐ μετρίως εἴρηται τοῦτο τῷ Ἀράτῳ, ὡς Ἄτταλός φησιν, ἀλλὰ πλείοσιν τρισὶ ζῳδίοις διαφωνεῖ πρὸς τὸ φαινόμενον, φανερὸν ἐκ τῶν εἰρημένων.

1.7.13ὅτι δὲ οὐ δ’ Ὠρίων ὅλος δύνει τοῦ Σκορπίου ἀρχομένου ἀνατέλλειν, ὡς τε Ἄρατος λέγει καὶ Ἄτταλος αὐτῷ συναποφαίνεται, ἀλλὰ μᾶλλον τοῦ Τοξότου, φανερὸν ἂν γένοιτο διὰ τούτων.

1.7.14ἐν γὰρ τοῖς περὶ τὴν Ἐλλάδα τόποις καὶ ὅπου ἐστὶν μεγίστη ἡμέρα ὡρῶν ιδ’Ϟ , ἄρχεται μὲν δύνειν κατὰ τὸν ἀριστερὸν πόδα δυνούσης Ταύρου μοίρας ζʹ, ἔσχατον δὲ δύνει κατὰ τὸν δεξιὸν ὦμον δυνούσης τῆς κδʹ μοίρας τοῦ Ταύρου ·

1.7.15εἰ δὲ καὶ τὸ κολλόροβον, ἒχει ἐν τῇ δεξιᾷ χειρί, προσλαβεῖν δεῖ, τῇ ἐσχάτῃ μοίρᾳ τοῦ Ταύρου συγκαταδύνει. δῆλον οὖν ὅτι, εἰ τῷ Ταύρῳ συγκαταδύνει, οὐ τοῦ Σκορπίου ἀνατέλλειν ἀρχομένου, ἀλλὰ τοῦ Τοξότου, ὅλος Ὠρίων καταδύνει.

1.7.16τὰ δὲ περὶ τοῦ Κηφέως λεγόμενα ὅτι συμφώνως τοῖς φαινομένοις Ἄρατος λέγει, καὶ οὐ διαφώνως, ὡς Ἄτταλος ὑπολαμβάνει, δῆλον ἂν γένοιτο διὰ τούτων.

1.7.17ἄρχεται μὲν δύνειν τὰ νοτιώτερα αὐτοῦ μέρη τοῦ ἀεὶ φανεροῦ κύκλου ἀνατελλούσης τῆς η’μοίρας τῶν Χηλῶν, λήγει δὲ δύνοντα ἀνατελλούσης τῆς ιγʹ μοίρας τῶν Χηλῶν. φανερὸν τοίνυν ὅτι τοῦ Σκορπίου ἀνατέλλοντος δεδυκέναι δεῖ τὰ δύνοντα μέρη τοῦ Κηφέως.

1.7.18ἐπλανήθη δὲ Ἄτταλος, λέγων μὴ δύνειν τὸν Κηφέα, ἀλλ’ἐκ τῶν ἐναντίων ἀνατέλλειν, ἀπεκδεξάμενος τοῦ ποιητοῦ τὸ βούλευμα, ὡς προείρηκα, καὶ ὑπολαβὼν τὸν Ἀρατον λέγειν, τοῦ Τοξότου ἀνατέλλοντος τόντε Ὠρίωνα καὶ τὸν Κηφέα δύνειν.

1.7.19χωρὶς δὲ τῶν εἰρημένων ἀμφότεροι ἀγνοοῦσιν, τε Ἄρατος καὶ Ἄτταλος συναποφαινόμενος αὐτῷ, διότι δύνει Κηρεὺς τῇ ζώνῃ γαῖαν ἐπιξύων, τὰ μὲν εἰς κεφαλὴν μάλα πάντα βάπτων Ὠκεανοῖο · τὰ δ’οὐ θέμις, ἀλλὰ τά γ’αὐτὸν Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.

1.7.20ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὐχ οἶον ἕως τῆς ζώνης δύνει Κηφεύς, ἀλλ’οὐ δὲ ἕως τῶν ὤμων. οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες μόνον δύνουσιν · οἱ δὲ μοι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται, οὔτε δύνοντες, οὔτε ἀνατέλλοντες · μὲν γὰρ ἐν τῷ δεξιῷ ὤμῳ λαμπρὸς ἀστὴρ ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λε’Ϟ, δὲ ἐν τῷ ἀριστερῷ ὤμῳ λαμπρὸς ἀπέχει μοίρας λδ’δ’’.

1.7.21ὅπου δέ ἐστιν μεγίστη ἡμέρα ὡρῶν ιδ’Ϟʹʹ, ἐκεῖ ἀεὶ φανερὸς κύκλος ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λῆ, ἐν Ἀθήναις δὲ μοίρας λζʹ. δῆλον οὖν ὅτι βορειότεροι ἀεὶ φέρονται τοῦ ἀεὶ φανεροῦ κύκλου οἱ ἐν τοῖς ὤμοις κείμενοι τοῦ Κηφέως λαμπροὶ ἀστέρες , ὥς τινές φασιν, ἐν ταῖς χερσὶ τοῦ Κηφέως, ὡς ἂν διωργυιωμένου αὐτοῦ τῶν ὥμων αὐτῶν ἀναστερίστων ὄντων.

1.7.22πολλῷ δὲ μεῖζον γίνεται τὸ ἀγνόημα, κἂν ὑποθώμεθα τὸ καθ’ἑαυτὸ ἔγκλιμα τοῦ κόσμου · ὅπου γὰρ μεγίστη ἡμέρα ὡρῶν ἐστι ιεʹ, ἐκεῖ ὅλος Κηρεὺς ἐν τῷ ἀρκτικῷ φέρεται.

1.8

1.8.1ἀγνοεῖ δὲ Ἄρατος καὶ ἐν τῷ ἀστερισμῷ τῆς Ἀργοῦς · φησὶ γὰρ αὐτῆς τὸ ἀπὸ τῆς πρῴρας μέρος ἕως τοῦ ἱστοῦ ἀναστέριστον εἶναι, λέγων οὕτως · καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρ’αὐτὸν ἱστὸν ἀπὸ πρῴρης φέρεται, τὰ δὲ πᾶσα φαεινή. οἱ γὰρ ἐν τῇ ἀποτομῇ τοῦ πλοίου κείμενοι λαμπροὶ ἀστέρες, ὧν μὲν βορειότερος ἐν τῷ καταστρώματί ἐστιν, δὲ νοτιώτερος ἐν τῇ τρόπει, πολὺ πρὸς ἀνατολὰς παραλλάσσουσιν.

1.8.2ἐν δὲ τοῖς ἐφεξῆς Ἄρατος ἐπελθὼν τὰ λοιπὰ τῶν νοτιωτέρων ἄστρων τοῦ ζῳδιακοῦ, ἐπιφέρει ταυτί · οἱ δ’ὀλίγῳ μέτρῳ, ὀλίγῃ δ’ἐγκείμενοι αἴγλῃ μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται, γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ. ἐν δὲ τούτοις παρεωρακέναι μοι δοκεῖ (οὕτως γὰρ δεῖ λέγειν), ὑπολαβὼν μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ Κήτους κεῖσθαι τοὺς ἀνωνύμους ἀστέρας.

1.8.3δεῖ γὰρ αὐτοὺς μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου κεῖσθαι. πρὸς μεσημβρίαν μὲν γὰρ τοῦ Ὠρίωνος Λαγωὸς κεῖται · τούτου δὲ ἔτι πρὸς μεσημβρίαν οἱ ἀνώνυμοι λεγόμενοι, τούτων δὲ πρὸς ἀνατολὰς τὸ πηδάλιον τῆς Ἀργοῦς.

1.8.4ἀπὸ δὲ τοῦ ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος Ποταμὸς ἕως μὲν τοῦ Κήτους πρὸς δύσιν καθήκει, μετὰ δὲ ταῦτα ἐπιστρέψας πρὸς ἀνατολὰς πάλιν ἐπιστρέφει πρὸς μεσημβρίαν καὶ δύσιν.

1.8.5αὐτὸς δὲ Ἄρατος τὸ Κῆτός φησι κεῖσθαι βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος. δῆλον οὖν ὅτι τοὺς ὑπὸ τῷ Λαγωῷ ἀστέρας δεῖ κεῖσθαι μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου.

1.8.6καὶ Εὔδοξος δέ, ὡς ἡμεῖς φαμεν, οὕτω λέγει, ἐν μὲν τῷ ἑνὶ συντάγματι τὸν τρόπον τοῦτον · ὑπὸ δὲ τὸ Κῆτος Ποταμὸς κεῖται, ἀρξάμενος ἀπὸ τοῦ ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος · μεταξὺ δὲ τοῦ Ποταμοῦ καὶ τοῦ πηδαλίου τῆς Ἀργοῦς, ὑπὸ τὸν Λαγωόν, τόπος ἐστὶν οὐ πολύς, ἀμαυροὺς ἀστέρας ἔχων.

1.8.7ἐν δὲ τῷ ἑτέρῳ συντάγματί φησιν οὕτως · μεταξὺ δὲ τοῦ Ποταμοῦ καὶ τοῦ τῆς Ἀργοῦς πηδαλίου, ὑπὸ τὸν Λαγωόν, ἀμαυροὺς ἀστέρας ἔχων, ἐστὶν οὐρανὸς οὐ μέγας.

1.8.8 δὲ Ἄτταλος τούτου μὲν τοῦ παροράματος οὐκ ἐμνήσθη, δεόντως εἰρηκέναι νομίζων τὸν Ἄρατον · ἐπιλαμβάνεται δὲ αὐτοῦ, διότι ἀδυνάτως ἀνέστραπται ἐν τούτοις · οἱ δ’ὀλίγῳ μέτρῳ, ὀλίγῃ δ’ἐγκείμενοι αἴγλῃ μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται, γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ, νώνυμοι · οὐ γὰρ τοι γε τετυγμένου εἰδώλοιο βέβληνται μελέεσσιν ἐοικότες, οἷάτε πολλὰ ἐξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα ἀνομένων ἐτέων. τά τις ἀνδρῶν οὐκέτ’ἐόντων ἐφράσατ’· οὐ δ’ἐνόησεν ἅπαντ’ὀνομαστὶ καλέσσαι ἤλιθα μορφώσας · οὐ γάρ κ’ἐδυνήσατο πάντων οἰόθι κεκριμένων ὄνομ’εἰπεῖν οὐ δὲ δαῆναι · πολλοὶ γὰρ πάντη, πολέων δ’ἐπὶ ἶσα πέλονται μέτρατε καὶ χροιή, πάντεςτε μὲν ἀμφιελικτοί. τῷ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι ἀστέρας, ὄφρ’ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος εἴδεα σημαίνοιεν · ἄφαρ δ’ὀνομαστὰ γένοντο ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι λάμπεται ἀστήρ, ἀλλ’οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισι φαίνονται · τὰ δ’ἔνερθε διωκομένοιο Λαγωοῦ πάντα μάλ’ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.

1.8.9ταῦτα δὲ προενεγκάμενος Ἄτταλος ἐπιφέρει · ἐν δὲ τούτοις ἀδυνατώτερον ποιητὴς ἀνέστραπται, πολλάκις ἐπὶ τὴν αὐτὴν διάνοιαν ἐπιφερόμενος καὶ οὐ δυνάμενος τὸν λόγον εὐπεριγράφως ἐξενεγκεῖν. βούλεται γὰρ δηλῶσαι, διότι οἱ μεταξὺ τοῦ Κήτους καὶ τοῦ Πηδαλίου τεταγμένοι ὑποκάτω τοῦ Λαγωοῦ ἐν οὐδενὶ ἄστρῳ καταριθμοῦνται, ἀλλ’εἰσὶν ἀνώνυμοι.

1.8.10πολλῶν γὰρ ὑπαρχόντων ἀστέρων καὶ ἐνίων τὰ μεγέθη καὶ τὰ χρώματα ὅμοια ἐχόντων, πρώτως διατάξας τὰ ἄστρα καὶ κατὰ συστάσεις ἑκάστοις ὄνομα περιθεὶς οὐκ ἂν ἠδυνήθη σποράδην αὐτῶν κειμένων τὴν ἐπίγνωσιν αὐτῶν λαμβάνειν, εἰ μὴ λαβὼν ἐξ αὐτῶν τοὺς δυναμένους μετ’ἀλλήλων διασημαίνειν τι τῶν ἄστρων, οὕτως κατωνόμασεν αὐτά.

1.8.11δοκεῖ δέ μοι πᾶν τοὐναντίον μὲν Ἄτταλος μὴ κεκρατηκέναι τῆς τοῦ ποιητοῦ διανοίας, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἣν προέθετο διάνοιαν τῶν στίχων ἀποδοῦναι μη δὲ ταύτην σαφῶς, ἀλλ’ἀσυνέτως ἐξενηνοχέναι, μέντοι γε Ἄρατος κεκρατημένως ἀποδεδωκέναι.

1.8.12βούλεται γὰρ λέγειν, ὅτι μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ Κήτους, ὑπὸ τὸν Λαγωόν, κεῖνται ἀστέρες ἀνώνυμοι, ὀλίγοι τῷ πλήθει καὶ τῷ μεγέθει · οὐ γὰρ οὕτως κεῖνται, ὥστε ἐκ τῆς θέσεως αὐτῶν ὁμοίως διαμορφωθῆναι ζῷα κατασκεύασμά τι, οἷά ἐστι τὰ λοιπὰ ἄστρα, διετύπωσέ τις τῶν ἀρχαίων.

1.8.13οὐκέτι δὲ ἐπεβάλετο πάντα διαμορφῶσαι · πολλῶν γὰρ ὄντων ἀστέρων τῶν κατ’ἰδίαν διερριμμένων, οὐκ ἂν ἐδυνήθη ἑνὶ σχήματι μεταλαβεῖν αὐτοὺς ἤλιθα μορφώσας · . δι’ἣν αἰτίαν ἔδοξεν αὐτῷ τοὺς παρακειμένους πως ἀλλήλοις ἀστέρας καὶ ὁμηγερέας τῷ ὀνόματι διαπλάσαι καὶ ὀνοματοποιῆσαι.

1.8.14ἑξῆς δέ φησιν Ἄρατος περὶ τοῦ Θυμιατηρίου · αὐτὰρ ὑπ’αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο, Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται. τοῦ δ’ἤτοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψσθ’ἐόντος πεύσεαι · ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο · καὶ τοῦ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι Ἀρκτούρου, τὸ δὲ θᾶσσον ὑφ’ἑσπερίην ἅλα νεῖται. ἐν δὲ τούτοις δοκεῖ μοι ἀγνοεῖν Ἄρατος ὑπολαμβάνων, ὅσον ἀπέχει Ἀρκτοῦρος ἀπὸ τοῦ ἀεὶ φανεροῦ πόλου, τοσοῦτον ἀπέχειν καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ νοτίου πόλου.

1.8.15ὁμοίως δὲ καὶ Ἄτταλος, ὡς ἂν συναποφαινόμενος αὐτῷ, ἀγνοεῖ. ἐξηγούμενος γὰρ τὴν διάνοιαν τῶν εἰρημένων στίχων λέγει οὕτως · περὶ δὲ τοῦ Θυμιατηρίου ποιούμενος τὸν λόγον φησὶν αὐτὸ κεῖσθαι πρὸς τὸν ἀφανῆ πόλον οὕτως ἔχον, ὡς ἀστὴρ καλούμενος Ἀρκτοῦρος πρὸς τὸν φανερὸν κεῖται πόλον. διό φησι τοῦ Θυμιατηρίου τὴν ὑπὲρ γῆς φορὰν βραχεῖαν εἶναι, τοῦ δὲ Ἀρκτούρου πολλήν .

1.8.16ψευδῶς δὲ διαλαμβάνουσι τὸν Ἀρκτοῦρον ἴσον ἀπέχειν ἀπὸ τοῦ βορείου πόλου καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ νοτίου. πρῶτον μὲν γὰρ οἱ ἐν τῷ Θυμιατηρίῳ ἀστέρες οὐκ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖνται, ἀλλὰ πολλῷ εἰσιν ἀλλήλων οἱ μὲν νοτιώτεροι, οἱ δὲ βορειότεροι · ἔπειτα ἐὰν τοῦτο παραπέμψαντες ποιώμεθα τὴν σύγκρισιν πρὸς τὸν μέσον μάλιστα τῶν ἐν τῷ Θυμιατηρίῳ, οὐ δ’οὕτως ἐστὶν ὑγιὲς τὸ λεγόμενον · μὲν γὰρ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου ἀπέχει μοίρας νθʹ, δὲ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρὸς ἀστὴρ ἀπὸ τοῦ νοτίου πόλου ἀπέχει μοίρας μῶ.

1.8.17πολλῷ οὖν πλέον ἀπέχει Ἀρκτοῦρος τοῦ Θυμιατηρίου · καὶ οὐ μόνον γε τοῦ Θυμιατηρίου πλεῖον ἀπέχει, ἀλλὰ καὶ αὐτοῦ τοῦ Σκορπίου, ὑφ’ κεῖται τὸ Θυμιατήριον, χωρὶς τῶν ἐν τῷ στήθει καὶ τῷ μετώπῳ αὐτοῦ κειμένων ἀστέρων καὶ ἔτι ἑνός, τοῦ πρώτου μετὰ τὸ στῆθος σφονδύλου · μὲν γὰρ δεύτερος μετὰ τὸ στῆθος σφόνδυλος ἀπέχει ἀπὸ τοῦ νοτίου πόλου μοίρας νθʹ, ὅσας καὶ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου · οἱ δὲ λοιποὶ ἔλασσον τούτου ἀπέχουσι, καὶ νοτιώτατος αὐτῶν ἀπέχει μοίρας νβʹ γʹʹ.

1.8.18εἰπὼν δὲ Ἄρατος περὶ τοῦ Θυμιατηρίου, διότι, ἐπὰν συμφανὲς γένηται ἀπ’ἄρκτου νεφέλῃ πεπιεσμένον , τότε δεῖ νότον προσδέχεσθαι, ἐπιφέρει ἑξῆς περὶ τοῦ Κενταύρου τὸν τρόπον τοῦτον · εἰ δέ τοι ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη ὦμος, ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα φαίνοι νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ εἰς νότον, ἀλλ εὔροιο περισκοπέειν ἀνέμοιο. δήεις δ’ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις · τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται Σκορπίου, ἱππούραια δ’ὑπὸ σφίσι Χηλαὶ ἄγουσιν.

1.8.19ἐν δὲ τούτοις πρῶτον μὲν ποῖον ὦμον τοῦ Κενταύρου σημειοῦται, ἔστιν εἰπεῖν, ὡς οὐδαμῶς χωρὶς τοῦ ἑτέρου εἷς αὐτῶν ἠστέρισται, ἀλλ’ἀμφότεροι, οὐ δ’ἀμφότεροι ἅμα μεσουρανοῦσιν, ὥστε ἀδιάφορον ἐπὶ τοῦ ἑνὸς εἰπεῖν ἐπ’ἀμφοτέρων οὕτως · ἱκανὸν γὰρ διεστήκασιν οἱ ὦμοι τοῦ Κενταύρου ἀπ’ἀλλήλων ὡς ἀπ’ἀνατολῆς πρὸς δύσιν.

1.8.20ἐὰν δὲ ὦμος τοῦ Κενταύρου ἴσον ἀπ’ἀνατολῆς καὶ δύσεως ἀπέχῃ, περ ἐστὶ τὸ αὐτὸ τῷ ἀπὸ ἑσπερίης, δὴ γίνεται μεσουρανοῦντος αὐτοῦ, κἂν ἐπιγένηται τὰ ὅμοια σημεῖα τοῖς ἐπὶ τοῦ Θυτηρίου, τότε εὖρον, ἀλλ’οὐ νότον δεῖ προσδέχεσθαι.

1.8.21χωρὶς δὲ τούτων ὁλοσχερῶς ἀγνοεῖ, λέγων τὸν Κένταυρον ὑπὸ τῷ Σκορπίῳ καὶ ταῖς Χηλαῖς κεῖσθαι · ὅλος γὰρ σχεδὸν ὑπὸ τῇ Παρθένῳ κεῖται, πλὴν ὅσον δεξιὸς ὦμος καὶ δεξιὰ χεὶρ καὶ τὰ ἐμπρόσθια σκέλη τοῦ ἵππου ὑπὸ τὰς Χηλὰς τέτανται.

1.8.22 γὰρ ἑπόμενος μάλιστα τῶν ἐν τῇ κεφαλῇ ἀστὴρ ἐπέχει Παρθένου μοίρας κθʹ, δὲ ἐπὶ τοῦ δεξιοῦ ὤμου ἐπέχει Χηλῶν μοίρας δʹ, δὲ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις σκέλεσιν ἐπέχει Παρθένου περὶ μοίρας ιγʹ. πῶς οὖν δυνατὸν τὰ μὲν ὅμοια τῷ ἀνθρώπῳ μέρη τοῦ Κενταύρου ὑπὸ τῷ Σκορπίῳ κεῖσθαι, τὰ δὲ ἱππούραια ὑπὸ ταῖς Χηλαῖς; παραπέμπει δὲ καὶ τοῦτο Ἄτταλος, ὡς εὖ εἰρηκότος αὐτοῦ.

1.8.23ἀκολούθως δὲ τούτοις ἠγνόηται καὶ τὸ ἐπιφερόμενον παρ’αὐτοῦ · αὐτὰρ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν ἀντία δινωτοῖο Θυτηρίου · μεταξὺ γὰρ τῆς δεξιᾶς χειρὸς καὶ τοῦ Θυμιατηρίου τότε Θηρίον ὅλον κεῖται καὶ τοῦ Σκορπίου τὰ πλεῖστα μέρη. μὲν γὰρ δεξιὰ χεὶρ περὶ τὴν ηʹ μοῖραν · τῶν Χηλῶν κεῖται, τὸ δὲ Θυμιατήριον ὑπὸ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου, ὡς καὶ αὐτὸς Ἄρατος λέγει · αὐτὰρ ὑπ’αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο, Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.

1.9

1.9.1ἐν δὲ τοῖς ἐξῆς περὶ τῶν τροπικῶν καὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ κύκλου λέγων φησίν · αὐτοὶ δ’ἀπλατέες καὶ ἀρηρότες ἀλλήλοισι πάντες, ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται. γραφομένου δὴ διχῶς καὶ ἐν οἷς μέν · αὐτοὶ δ’ἀπλατέες · ἐν οἷς δέ · αὐτοὶ δὲ πλατέες , Ἄτταλός φησι βέλτιον εἶναι αὐτοὶ δὲ πλατέες . καὶ γὰρ οἱ ἀστρολόγοι , φησί, πλατεῖς ὑποτίθενται τούςτε τροπικοὺς καὶ τὸν ἰσημερινὸν καὶ τὸν ζῳδιακὸν διὰ τὸ τὸν ἥλιον τὰς τροπὰς μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ κύκλου πτοιεῖσθαι, ἀλλὰ ποτὲ μὲν νοτιώτερον, ποτὲ δὲ βορειότερον .

1.9.2καὶ ὅτι γίνεται τοῦτο, καὶ Εὔδοξός φησι. λέγει γοῦν ἐν τῷ Ἐνόπτρῳ όὕτως · φαίνεται δὲ διαφορὰν τῶν κατὰ τὰς τροπὰς τόπων καὶ ἥλιος ποιούμενος, ἀδηλοτέραν δὲ πολλῷ καὶ παντελῶς ὀλίγην .

1.9.3δοκεῖ δή μοι καὶ ἐν τούτοις Ἄτταλος ἀγνοεῖν, ὑπολαμβάνων τὸν ἥλιον ποτὲ μὲν νοτιωτέρας, ποτὲ δὲ βορειοτέρας ποιεῖσθαι τὰς τροπάς, καὶ διὰ τοῦτο δεῖν τοὺς κύκλους πλατεῖς ὑποτίθεσθαι. εἰ γὰρ μὴ τὸν διὰ μέσων τῶν ζῳδίων φέρεται κύκλον ἥλιος, ἀλλὰ παραλλάσσει τοῦτον πρὸς ἄρκτους καὶ πρὸς μεσημβρίαν, ὡς καὶ σελήνη, δῆλον ὅτι καὶ ἀπὸ τῆς γῆς σκιὰ ὁμοίως αὐτὸν παραλλάσσει.

1.9.4τούτου δὲ γινομένου ἔδει τὰς τῆς σελήνης ἐκλείψεις πολὺ διαφωνεῖν πρὸς τὰς συντασσομένας ὑπὸ τῶν ἀστρολόγων προρρήσεις, ὑποτιθεμένων γε δὴ αὐτῶν ἐν ταῖς πραγματείαις τὸ μέσον τῆς σκιᾶς φέρεσθαι ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου · οὐ διαφωνοῦσι δὲ πλέον δακτύλοις δυσί, σπανίως δὲ σφόδρα ποτὲ πρὸς τὰς χαριέστατα συντεταγμένας πραγματείας.

1.9.5τό γε μὴν λέγειν τηλικοῦτον πλάτος ἔχειν καὶ τοὺς κύκλους ἴσον ἐστὶ τῷ ἀπλατεῖς αὐτοὺς ὑποτίθεσθαι, χωρὶς τοῦ καὶ αὐτὸ τοῦτο ἄδηλον εἶναι, πότερον παρὰ τὴν τοῦ ἡλίου κίνησιν παρὰ τὴν τῆς σελήνης τὰ μεγέθη τῶν τῆς σελήνης ἐκλείψεων ἐπὶ τοσοῦτον διαφωνεῖ.

1.9.6ἔπειτα τοὺς τροπικούς μόνον διὰ τοῦτο πλατεῖς τε Ἄρατος ἔλεγεν ἂν καὶ οἱ μαθηματικοὶ ὑπετίθεντο, τὸν δὲ ἰσημερινὸν οὐκέτι. καθόλουτε οἶμαι τοὺς μαθηματικοὺς ἅπαντας τοὺς εἰρημένους κύκλους ἀπλατεῖς ὑποτίθεσθαι, τούς τροπικοὺς καὶ τὸν ἰσημερινὸν καὶ τὸν ἀεὶ φανερὸν καὶ τὸν ἀεὶ ἀφανῆ. οὐ δὲ γὰρ ἐπινοῆσαι δυνατόν ἐστι τούτους πλάτος ἔχοντας · τὸ γὰρ ἴδιον ἑκάστου περινοητικὴν καὶ ἀπλατῆ γραμμὴν ἔχον θεωρεῖσθαι συμβέβηκεν.

1.9.7ἔτι δὲ καὶ ὅταν λέγωσι τὸν ἰσημερινὸν καὶ τὸν ζῳδιακὸν τῶν μεγίστων εἶναι ἐν τῇ σφαίρᾳ κύκλων, καὶ διχοτομεῖσθαι τὴν σφαῖραν ὑφ’ἑκατέρου αὐτῶν, καὶ τὸ αὐτὸ κέντρον εἶναι τοῦ ζῳδιακοῦ καὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ὁρίζοντος καὶ τοῦ μεσημβρινοῦ, καὶ τὸν ζῳδιακὸν ἐφάπτεσθαι τῶν τροπικῶν καθ’ἓν σημεῖον, καὶ ἄλλα πλείονα τοιαῦτα, ἀπλατεῖς αὐτοὺς καὶ διὰ τούτων σημαίνουσιν.

1.9.8οὐδὲν γὰρ τῶν προειρημένων ὑγιῶς ἂν λέγοιτο πλάτος αὐτῶν ἐχόντων · ἰσημερίαντε οὐκ ἂν ἐν μιᾷ ἡμέρᾳ ἦγεν, ἀλλ’ἐν πλείοσι · καὶ γὰρ ἥλιος πλείονας ἂν τῆς μιᾶς ἡμέρας ἐν τῷ ἰσημερινῷ ἐποιεῖτο πλάτος γε δὴ ἔχοντος αὐτοῦ, τάτε γνωμονικὰ θεωρήματα πάντες γράφουσιν ἀπλατεῖς πάντας τοὺς κύκλους ὑποτιθέμενοι, ὡς ἂν τῶν μὲν ὑπὸ τοῦ κέντρου τοῦ ἡλίου γραφομένων, τῶν δὲ ὑπὸ τῆς ἡμετέρας ὄψεως.

1.9.9ὅτι δὲ καὶ Ἄρατος τοῖς μαθηματικοῖς ἀκολούθως ἀπλατεῖς αὐτοὺς νοεῖ ὑπάρχοντας, μάθοι ἄν τις ἔκτε τοῦ περὶ τοῦ ἰσημερινοῦ λέγειν · ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρῃσι φθίνοντος θέρεος, τοτὲ δ’εἴαρος ἱσταμένοιο · οὐ γὰρ ἐπὶ μίαν μόνον ἡμέραν ἰσημερίαν ἂν ἦγεν ἔντε τῷ ἔαρι καὶ τῷ φθινοπώρῳ, ἀλλὰ καὶ πλείονας, εἰ πλάτος εἶχε ·

1.9.10καί πάλιν ἐκ τοῦ ἐπὶ τοῦ τροπικοῦ λέγειν · τοῦ μέν, ὅσοντε μάλιστα, δι’ὀκτὼ μετρηθέντος πέντε μὲν ἔνδια στρέφεται καὶ ὑπέρτερα γαίης, τὰ τρία δ’ἐν περάτῃ · πλάτος γὰρ ἔχοντος αὐτοῦ καὶ διαιρεθέντος εἰς ὀκτὼ οὐ δυνατόν, εἶναι ὅλα τμήματα ἄνωτε καὶ κάτω ἐγκεκλιμένου τοῦ κόσμου ·

1.9.11ἀλλὰ μὴν καὶ περὶ τοῦ ζῳδιακοῦ λέγων, ὁτὲ μὲν οὕτως · ὅσσον δ’ὀφθαλμοῖο βολῆς ἀποτείνεται αὐγή, ἑξάκις ἂν τόσση μιν ὑποδράμοι · αὐτὰρ ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα · ὁτὲ δὲ οὕτως · τοῦ δ’ὅσσον κοίλοιο κατ’Ὠκεανοῖο δύηται, τόσσον ὑπὲρ γαίης φέρεται · πάσῃ δ’ἐπὶ νυκτὶ ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο, τόσσαι δ’ἀντέλλουσι · τόσον δ’ἐπὶ μῆκος ἑκάστη νὺξ αἰεὶ τετάνυσται, ὅσοντέ περ ἥμισυ κύκλου ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης · οὐ πλάτος ἔχοντα, ἀλλὰ τοὐναντίον ἀπλατῆ διειληφέναι μοι δοκεῖ.

1.9.12τε γὰρ βολὴ τοῦ ὀφθαλμοῦ εὐθεῖά ἐστι καὶ αὕτη ἑξάκι καταμετρεῖ τὸν μέγιστον καὶ ἀπλατῆ κύκλον, ἀλλ’οὐχὶ τὸν πλάτος ἔχοντα · τοῦτε ζῳδιακοῦ καθ’ἑκάστην ἡμέραν καὶ νύκτα ἡμικύκλιον ἀνατέλλει καὶ δύνει, τοῦ ἡλίου ἐπὶ τοῦ ἀπλατοῦς καὶ διὰ μέσων τῶν ζῳδίων φερομένου · ἐπὶ γὰρ τοῦ πλάτος ἔχοντος οὐ δυνατὸν τοῦτο συμβαίνειν.

1.9.13καὶ ἐξ ἄλλων δὲ πλειόνων φανερός ἐστιν Ἄρατος ἀπλατεῖς τοὺς κύκλους ὑποτιθέμενος ἀκολούθως τοῖς μαθηματικοῖς.

1.9.14ἐν δὲ τοῖς ἑξῆς περὶ τοῦ γαλαξίου κύκλου εἰπὼν ἐπιφέρει, ὅτι ὄντων τεσσάρων κύκλων δύο τούτων ἴσοι εἰσίν, οἱ δὲ δύο πολλῷ ἐλάσσονες, λέγων οὕτως · τῷ δ’ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.

1.9.15οὐκ εὖ δέ μοι δοκεῖ λέγεσθαι οὐ δὲ τοῦτο, ὅτι πολλῷ ἐλάσσονές εἰσιν οἱ τροπικοὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ · ἔλασσον γὰρ τῷ ιαʹ μέρει λείπονται αὐτῶν.

1.10

1.10.1περὶ δὲ τῶν ἀστέρων, οἳ κεῖνται ἐφ’ἑκατέρουτε τῶν τροπικῶν καὶ ἐπὶ τοῦ ἰσημερινοῦ, γράφει Ἄρατος τοῦτον τὸν τρόπον · τῶν μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο. ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται, ἐν δὲ τὰ γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο.

1.10.2αἱ μὲν οὖν κεφαλαὶ τῶν Διδύμων οὐ κεῖνται ἐπὶ τοῦ θερινοῦ τροπικοῦ. μὲν γὰρ θερινὸς τροπικὸς τοῦ ἰσημερινοῦ βορειότερός ἐστι μοίραις ὡς ἔγγιστα κδʹ, τῶν δὲ Διδύμων μὲν ἑπομένη κεφαλὴ βορειοτέρα ἐστὶ τοῦ ἰσημερινοῦ μοίραις λʹ, δὲ ἡγουμένη μοίραις λγʹ Ϟʹʹ · ὥστε τὴν μὲν πέμπτῳ μέρει ἑνὸς ζῳδίου βορειοτέραν εἶναι τοῦ θερινοῦ τροπικοῦ, τὴν δὲ τρίτῳ ἔγγιστα μέρει.

1.10.3 γε μὴν Ἡνίοχος οὐ δὲ ἔχει ἐπὶ τῶν γονάτων ἀστέρας. εἰ δὲ τῶν μικρῶν τινας ἀμαυροὺς τίθησιν, ἀγνοεῖ · ἔγγιστα γὰρ ἐπὶ τοῦ τροπικοῦ οἱ πόδες αὐτοῦ κεῖνται · μὲν γὰρ ἐπὶ τοῦ ἀριστεροῦ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις κζʹ, δὲ ἐπὶ τοῦ δεξιοῦ μοίραις κγʹ Ϟʹʹ.

1.10.4οὐ δὲ μὴν τοῦτ’ἔστιν εἰπεῖν, ὅτι τοὺς ὑφ’ἡμῶν λεγομένους ἀστέρας ἐπὶ τῶν ποδῶν ἐκεῖνος ἐπὶ τῶν γονάτων τίθησιν · ὃν γὰρ ἡμεῖς φαμεν εἶναι ἐπὶ τοῦ δεξιοῦ ποδός, κἀκεῖνος λέγει ἐν τούτοις · λαιοῦ δὲ κεράατος ἄκρον καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο εἷς ἀστὴρ ἐπέχει.

1.10.5ἑξῆς δέ φησι · λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπ’αὐτοῦ Περσέως. πολὺ δὲ καὶ ἐν τούτοις ἀποσφάλλεται τῆς ἀληθείας. γὰρ ἐν μέσῳ τῷ σώματι τοῦ Περσέως λαμπρὸς ἀστὴρ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις μʹ · τοῦ τροπικοῦ ἄρα βορειότερός ἐστι μοίραις ιϚʹ, ἐστι πλεῖον ἥμισυ μέρος ζῳδίου. πολλῷ ἄρα μᾶλλον ἀριστερὸς ὦμος βορειότερός ἐστι τοῦ θερινοῦ τροπικοῦ · κεῖται γὰρ Περσεύς τῇ θέσει, ὥστε τὰ μὲν πρὸς τῇ κεφαλῇ μέρη εἶναι αὐτοῦ πρὸς ἄρκτους, τούς δὲ πόδας πρὸς μεσημβρίαν, μικρὸν πρὸς ἀνατολὰς τῆς κεφαλῆς ἀποκλινούσης.

1.10.6περὶ δὲ τῆς Ἀνδρομέδας φησίν · Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν δεξιτερὴν ἐπέχει. ἀγνοεῖ δὲ καὶ κατὰ τοῦτο · καὶ γὰρ οἱ ἐν τῷ δεξιῷ αὐτῆς ὤμῳ βορειότεροί εἰσι τοῦ τροπικοῦ · τριῶν γὰρ ὄντων ἀστέρων νοτιώτερος αὐτῶν βορειότερός ἐστι τοῦ ἰσημερινοῦ πλεῖον μοίραις λʹ. τῶν δὲ ἐν τῇ δεξιᾶ χειρὶ τριῶν πρὸς μεσημβρίαν βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις λβʹ. δῆλον οὖν ἐκ τούτων, ὅτι ἀγκὼν βορειότερός ἐστιν ἱκανῶς τοῦ τροπικοῦ, καὶ οὐ νοτιώτερος, ὡς Ἀρατός φησιν.

1.10.7ἑξῆς δὲ λέγει · ὁπλαὶ δ’Ἵππειοι καὶ ὑπαύχενον Ὀρνίθειον ἄκρῃ σὺν κεφαλῇ. τίνας μὲν οὖν ἀστέρας ἐτίθει ἐπὶ ταῖς ὁπλαῖς τοῦ Ἵππου, ἄδηλον. ἐκ μέντοι τῶν ἐπὶ τοῦ Ὄρνιθος λεγομένων οὕτως · κατὰ δεξιὰ χειρὸς Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων, λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου · δόξειεν ἂν συνεγγίζειν τῇ ἀληθείᾳ. γὰρ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις κγʹ.

1.10.8τοῦ δὲ Ὄρνιθος τὸ μὲν ῥύγχος βορειότερόν ἐστι τοῦ ἰσημερινοῦ μοίραις κεʹ καὶ κʹʹ, δὲ ἐχόμενος αὐτοῦ καὶ ὡς ἂν ἐν τῷ λάρυγγι κείμενος βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις λαʹ. δῆλον οὖν ὅτι οὔτε κεφαλὴ τοῦ Ὄρνιθος οὔτε τράχηλος δύναται ἐπὶ τοῦ θερινοῦ τροπικοῦ κεῖσθαι κύκλου.

1.10.9ἑξῆς δέ φησι · καλοίτ’Ὀφιούχεοι ὦμοι αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον. ἐν δὲ τούτοις τελέως ἀγνοεῖ · τῶν γὰρ τοῦ Ὀφιούχου ὤμων μὲν δεξιὸς πολλῷ ἔγγιον κεῖται τοῦ ἰσημερινοῦ ἤπερ τοῦ τροπικοῦ, δὲ ἀριστερὸς τρίτῳ μέρει ἑνὸς ζῳδίου νοτιώτερός ἐστι τοῦ τροπικοῦ · μὲν γὰρ δεξιὸς ὦμος βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις ἔγγιστα ζʹ, δὲ ἀριστερὸς ὡς ἔγγιστα μοίραις ιεʹ.

1.10.10ἑξῆς δέ φησιν · δ’ὀλίγον φέρεται νοτιωτέρη, οὐ δ’ἐπιβάλλει, Παρθένος · ἀλλὰ Λέων καὶ Καρκίνος, οἱ μὲν ἅμ’ἄμφω ἑξείης κέαται βεβλημένοι, αὐτὰρ κύκλος τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρ’αἰδῶ τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου, Καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις ὀρθόν, ἵν’ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν. ταῦτά μοι δοκεῖ συμφώνως τοῖς φαινομένοις εἰρηκέναι · τῶντε γὰρ ἐν τῷ στήθει τοῦ Λέοντος μὲν νοτιώτατος καὶ λαμπρότατος, ὃν δή τινες ἐν τῇ καρδίᾳ τιθέασι, μικρῷ νοτιώτερός ἐστι τοῦ τροπικοῦ · δὲ μετὰ τοῦτον πρὸς τὰς ἄρκτους αὐτοῦ κείμενος μικρῷ βορειότερός ἐστι τοῦ θερινοῦ τροπικοῦ ·

1.10.11καὶ τῶν ἐν τοῖς μηροῖς καὶ σκέλεσι τοῦ Λέοντος τεσσάρων λαμπρῶν μὲν δεύτερος ἀπ’ἄρκτου ἐν τοῖς μηροῖς κείμενος βορειότερός ἐστι τοῦ τροπικοῦ, δὲ τρίτος καὶ ἐν τοῖς σκέλεσι κείμενος νοτιώτερός ἐστι τοῦ τροπικοῦ. δῆλον οὖν ὅτι διὰ μήκους ὑπ’αὐτοῦ Δέων τέμνεται ὑπὸ τὸ στῆθος καὶ τὴν λαγόνα.

1.10.12τῶν δ’ἐν τῷ Καρκίνῳ ἀστέρων τῶν περὶ τὸ Νεφέλιον κειμένων τεσσάρων μὲν νοτιώτερος τῶν ἀπὸ δύσεως νοτιώτερός ἐστι τοῦ τροπικοῦ οὐκ ἔλασσον μοίρᾳ αʹ, δὲ βορειότερος αὐτῶν βορειότερός ἐστι τοῦ θερινοῦ τροπικοῦ οὐκ ἔλασσον μοίρᾳ αʹ. τῶν δ’ἀπ’ἀνατολῆς περὶ τὸ Νεφέλιον κειμένων δύο ἀστέρων μὲν νοτιώτερος ἐπ’αὐτοῦ σχεδὸν κεῖται τοῦ τροπικοῦ, δὲ βορειότερος καὶ πρὸς τὰς ἄρκτους αὐτοῦ ἀπέχει μοίρας ὡς ἔγγιστα βʹ Ϟʹʹ. δῆλον οὖν ὅτι καὶ τὸ περὶ τὸν Καρκίνον συμφώνως ἔγγιστα ἀποδέδωκε τοῖς φαινομένοις.

1.10.13διαληπτέον μέντοι γε, ὅτι τὰ περὶ τοῦ Καρκίνου καὶ τοῦ Λέοντος καὶ τῆς Παρθένου καὶ τὰ περὶ τοὺς τοῦ Ἵππου πόδας, ἔτι δὲ καὶ τὰ περὶ τὸν Περσέα καὶ τὰ γόνατα τοῦ Ἡνιόχου καὶ τὰς κεφαλὰς τῶν Διδύμων ἔτι πρότερον Ἀράτου Εὔδοξος ἀναγέγραφεν, καὶ νομίζομεν κατηκολουθηκέναι τὸν Ἄρατον.

1.10.14τοῦ μέντοι γε Ὀφιούχου τὴν κεφαλήν, καὶ οὐχὶ τοὺς ὤμους, φησὶν Εὔδοξος ἐπὶ τοῦ τροπικοῦ κεῖσθαι, ὅπερ ἐστὶ μὲν καὶ αὐτὸ ψεῦδος · συνεγγίζει μέντοι τῷ τροπικῷ κεφαλὴ μᾶλλον οἱ ὦμοι · νοτιωτέρα γάρ ἐστι τοῦ θερινοῦ τροπικοῦ μοίραις ὡς ἔγγιστα ζʹ. τοῦ δὲ Ὄρνιθος Εὔδοξός φησι τὸν αὐχένα καὶ τὴν ἀριστερὰν πτέρυγα κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ, τῆς δὲ Ἀνδρομέδας τὴν δεξιὰν χεῖρα.

1.10.15δῆλον οὖν ἐκ τῶν εἰρημένων, ἐφ’ὅσον καὶ ἐν τούτοις μᾶλλον ἕτερος αὐτῶν παρὰ τὸν ἕτερον διαλλάττει. ἰδίᾳ δὲ Εὔδοξος τὸν αὐχένα τοῦ Ὄφεως, ὃν ἔχει Ὀφιοῦχος, καὶ τὴν δεξιὰν χεῖρα τοῦ Ἐνγόνασί φησιν ἐπὶ τοῦ τροπικοῦ κεῖσθαι, ὅπερ καὶ συνεγγίζει τῷ φαινομένῳ.

1.10.16περὶ δὲ τῶν ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ μὲν Ἄρατός φησιν οὕτως · ἄλλος δ’ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν · ἐν δέ οἵ ἐστι Λαγωός · ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν αἴνυται, ἀλλ’ὁπόσην ἐπέχει ποσίν · ἐν δέ οἱ Ἀργὼ καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δὲ τὸ κέντρον Σκορπίου, ἐν καὶ τόξον ἀγαυοῦ Τοξευτῆρος. τὰ μὲν οὖν ἄλλα πάντα συμφωνεῖ τοῖς φαινομένοις · οἱ μέντοι γε ἐν τῷ κέντρῳ τοῦ Σκορπίου νοτιώτεροί εἰσι τοῦ χειμερινοῦ τροπικοῦ πλέον μοίραις ηʹ, μᾶλλον οὖν τὰ μέσα τοῦ Σκορπίου ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ κεῖται κύκλου.

1.10.17 δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως τούτῳ ἀποφαίνεται. τοῦ δὲ Ποταμοῦ τὴν καμπήν φησι κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ καὶ τοῦ Κυνὸς τοὺς πόδας καὶ τὴν οὐράν. κεῖσθαι δ’ἐπ’αὐτοῦ φησι καὶ τὸ Θηρίον, ἔχει Κένταυρος. ἀγνοεῖ δὲ κατὰ τοῦτο · πολλῷ γὰρ νοτιώτερόν ἐστι τὸ Θηρίον τοῦ χειμερινοῦ τροπικοῦ.

1.10.18περὶ δὲ τοῦ ἰσημερινοῦ μὲν Ἄρατος οὕτως λέγει · σῆμα δέ τοι Κριὸς Ταύροιότε γούνατα κεῖται, Κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου, Ταύρου δὲ σκελέων, ὅσση περιφαίνεται ὀκλάς. ἐν δὲ τούτοις ἠγνόηται τὰ περὶ τὸν Κριόν · ὅλος γὰρ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ · μόνος δὲ ἐν τοῖς ὀπισθίοις ποσὶν αὐτοῦ κείμενος ἀστὴρ ἐπ’αὐτοῦ τοῦ ἰσημερινοῦ φέρεται.

1.10.19ἑξῆς δέ φησιν · ἐν δέτέ οἱ ζώνη ἐυφεγγέος Ὠρίωνος καμπήτ’αἰθομένης Ὕδρης, ἔνι οἱ καὶ ἐλαφρὸς Κρητήρ, ἐν δὲ Κόραξ. μὲν οὖν τοῦ Ὠρίωνος ζώνη κεῖται ἐπὶ τοῦ ἰσημερινοῦ · δὲ σπεῖρα τοῦ Δράκοντος καὶ Κρατὴρ καὶ Κόραξ πολλῷ νοτιώτεροί εἰσι τοῦ ἰσημερινοῦ, πλὴν εἰ ἄρα τὰ πρὸς τὴν οὐρὰν τοῦ Κόρακος συνεγγίζει τῷ ἰσημερινῷ. ἔνι δέ, φησίν, ἀστέρες οὐ μάλα πολλοὶ Χηλάων ·

1.10.20ἐν τῷ δ’Ὀφιούχεα γούνατα κεῖται. τῶν μὲν οὖν Χηλῶν ἐν τῇ βορείᾳ χηλῇ λαμπρὸς ἀστὴρ μόνος συνεγγίζει τῷ ἰσημερινῷ, οἱ δὲ λοιποὶ πολλῷ νοτιώτεροί εἰσιν αὐτοῦ. τὰ δὲ γόνατα τοῦ Ὀφιούχου νοτιώτερά ἐστι τοῦ ἰσημερινοῦ, τὸ μὲν ἀριστερὸν μοίραις γʹ Ϟʹʹ, τὸ δὲ δεξιὸν πλεῖον μοίραις ιʹ.

1.10.21ἑξῆς δέ φησιν · οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλὰ μάλ’ἐγγὺς Ζηνὸς ἀητεῖται μέγας ἄγγελος · δὲ κατ’αὐτὸν Ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται. συνεγγίζει δὲ καὶ ταῦτα τῇ ἀληθείᾳ.

1.10.22 δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως εἴρηκε. τῶν δὲ Χηλῶν τὰ μέσα φησὶν ἐπὶ τοῦ ἰσημερινοῦ κεῖσθαι, τοῦ δὲ Ἀετοῦ τὴν ἀριστερὰν πτέρυγα, τοῦ δὲ Ἵππου καὶ τὴν ὀσφύν, καὶ ἔτι τῶν Ἰχθύων τὸν βορειότερον αὐτῶν.

1.10.23οὔτε δὲ Ἀετὸς ἐπιβάλλει τῷ ἰσημερινῷ, τε ἐπὶ τῆς ὀσφύος τοῦ Ἵππου βορειότερός ἐστι τοῦ ἰσημερινοῦ πλεῖον μοίραις γʹ Ϟʹʹ. γε μὴν βορειότερος τῶν Ἰχθύων βορειότερός ἐστι τοῦ ἰσημερινοῦ ἔγγιστα μοίραις ιʹ.

1.10.24 δὲ Ἄτταλος περὶ τῶν ἐν τοῖς εἰρημένοις κύκλοις ἀστέρων τὸν μὲν κατὰ μέρος λόγον παραπέμπει, γράφει δὲ ταῦτα · ἐν οἷς δὲ διασαφεῖ, διὰ τίνων ἀστέρων ἕκαστος τῶν τριῶν παραλλήλων διήκει, ὅτι παραπέμπει ὁλοσχερῶς, οὐ δυναμένων διέρχεσθαι τῶν κύκλων δι’ὧν φησιν ἀστέρων αὐτοὺς διήκειν, διὰ τὸ παρηκολουθηκέναι σε διὰ τῆς διόπτρας ἐπεσκεμμένον αὐτά, παρῆκα νῦν διασαφεῖν .

1.10.25πρῶτον μὲν οὖν ἔδει καὶ τῶν λοιπῶν χάριν τῶν φιλομαθούντων, εἴπερ παρηκολούθει, ὑποδεῖξαι, τίνεςτε αὐτῶν νοτιώτεροι καὶ βορειότεροι ἐφαίνοντο τοῦ θερινοῦ τροπικοῦ καὶ πόσῳ ·

1.10.26ἔπειτα πρὸς τὸ αὐτὸ τοῦτο μόνον κατανοῆσαι, διότι οὐ φέρονται κύκλοι διὰ τῶν εἰρημένων ἀστέρων, οὐ χρεία διόπτρας · πολλῷ γὰρ τῶν μὲν νοτιωτέρων ὑπαρχόντων, τῶν δὲ βορειοτέρων, αὐτόθεν ἀναβλέψαντι φανερὸν γίνεται, διότι οὐ δυνατὸν διὰ τῶν λεγομένων ἀστέρων γραφῆναι τὸν ἰσημερινὸν παράλληλόν τινα τούτῳ κύκλον.

1.11

1.11.1χωρὶς δὲ τῶν εἰρημένων τριῶν κύκλων Εὔδοξος καὶ τοὺς ἐπὶ τοῦ ἀρκτικοῦ κύκλου κειμένους ἀστέρας διασαφεῖ. καί φησιν ἐπ’αὐτοῦ κεῖσθαι τόντε ἀριστερὸν ὦμον τοῦ Ἀρκτοφύλακος, καὶ τὰ ἄνωθεν τοῦ Στεφάνου, καὶ τὴν κεφαλὴν τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως, τῆς δὲ Λύρας καὶ τῆς δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν, τοῦ δὲ Κηφέως τὸ στῆθος, τῆς δὲ Κασσιεπείας τὰ ἄνωθεν · εἶτα ὑπὸ τοὺς ἐμπροσθίους πόδας τῆς Μεγάλης Ἄρκτου μεταξὺ τῆς Ἄρκτου καὶ τοῦ Λέοντος ἄχρι πρὸς τὸν ὦμον τοῦ Ἀρκτοφύλακος φέρεσθαι αὐτόν.

1.11.2 μὲν οὖν ἀριστερὸς ὦμος τοῦ Ἀρκτοφύλακος νοτιώτερός ἐστι τοῦ ἀεὶ φανεροῦ τοῦ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πλεῖον μοίραις δʹ. ἀπὸ γὰρ τοῦ βορείου πόλου ἀπέχει μοίρας μαʹ δʹʹ δὲ ἀεὶ φανερὸς κύκλος ἀπέχει μοίρας λζʹ. τὰ δὲ ἄνωθεν τοῦ Στεφάνου καὶ τῆς Λύρας ὁλοσχερέστερον εἴρηται · οὐ γὰρ συνεγγίζει ταῦτα τῷ ἀεὶ φανερῷ κύκλῳ, ἀλλ’ἑκάτερον αὐτῶν πολλῷ νοτιώτερόν ἐστιν · μὲν γὰρ βορειότερος τῶν ἐν τῇ Λύρᾳ ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοίρας μθʹ.

1.11.3 δὲ κεφαλὴ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως βορειοτέρα μέν, ἐγγὺς δὲ τοῦ ἀεὶ φανεροῦ κύκλου φέρεται · γὰρ νοτιώτερος αὐτῶν καὶ ἐπὶ τοῦ ἀριστεροῦ κροτάφου κείμενος ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λζʹ, ὅσας καὶ ἀεὶ φανερὸς κύκλος.

1.11.4τοῦ δὲ Κηφέως τὸ στῆθος βορειότερόν ἐστι τοῦ ἀεὶ φανεροῦ κύκλου, ὡς πρότερον ὑποδεδείχαμεν. τῆς δὲ δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν καὶ τῆς Κασσιεπείας ποὺς ἐπὶ τοῦ ἀεὶ φανεροῦ κύκλου φέρεται · μὲν γὰρ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοίρας μʹ · δὲ βορειότερος τῶν ἐν τῇ Κασσιεπείᾳ, ὅς ἐστιν ἐν τοῖς ποσίν, ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας ληʹ.

1.11.5καὶ οἱ πόδες δὲ τῆς Μεγάλης Ἄρκτου βορειότεροι φέρονται τοῦ ἀεὶ φανεροῦ κύκλου. μὲν γὰρ ἡγούμενος αὐτῶν ἀπέχει ἀπὸ τοῦ βορείου πόλου περὶ μοίρας κδʹ, δὲ ἑπόμενος περὶ μοίρας κε. εὐλόγως οὖν φησι τὸν ἀεὶ φανερὸν φέρεσθαι μεταξὺ τῆς Ἄρκτου καὶ τοῦ Λέοντος.

1.11.6ἐπὶ δὲ τοῦ ἀεὶ ἀφανοῦς κύκλου τὰ μὲν ἐπ’αὐτοῦ φερόμενα ἄστρα οὐχ ὁρᾶται · ἐγγυτάτω δέ, φησίν, αὐτοῦ ἐστι τοῦτε ὕδατος τοῦ Ποταμοῦ τὰ ἄκρα καὶ τῆς Ἀργοῦς τὸ ἔδαφος καὶ τὸ πηδάλιον · εἶτα τὸ Θηρίον καὶ τὸ Θυμιατήριον · ἔτι δὲ τοῦ Τοξότου τὰ ὀπίσθια σκέλη. δὲ ἐξ Αἰγύπτου ὁρώμενος ἀστήρ ἐστιν ἐν αὐτῷ.

1.11.7τούτων δὲ τὰ μὲν ἄλλα, ἐπεὶ κατὰ συνεγγισμὸν εἴρηται, οὐκ ἂν διστάζοιτο. δὲ καλούμενος Κάνωπος οὐκ ὀρθῶς λέγεται ἐν αὐτῷ τῷ ἀφανεῖ κύκλῳ φέρεσθαι · ἔστι γὰρ οὗτος νοτιώτερος τῶν ἐν τῷ Πηδαλίῳ καὶ λαμπρός. ἀπέχει δὲ οὗτος ἀπὸ τοῦ νοτίου πόλου περὶ μοίρας ληʹ G2.

1.11.8 δὲ ἐν Ἀθήναις ἀεὶ ἀφανὴς κύκλος ἀπέχει ἀπὸ τοῦ πόλου περὶ μοίρας λζʹ, δὲ ἐν Ῥόδῳ περὶ μοίρας λϚʹ. δῆλον οὖν ὅτι ἀστὴρ οὗτος βορειότερός ἐστι τοῦ ἐν τῇ Ἑλλάδι ἀφανοῦς κύκλου καὶ δύναται ὑπὲρ γῆς φερόμενος βλέπεσθαι. καὶ δὴ καὶ θεωρεῖται ἐν τοῖς περὶ τὴν Ῥόδον τόποις.

1.11.9πάλιν δὲ Εὔδοξος διασαφεῖ καὶ τοὺς ἐπὶ τῶν κολούρων λεγομένων κύκλων κειμένους ἀστέρας καί φησιν ἐπὶ μὲν τοῦ ἑνὸς αὐτῶν κεῖσθαι τὸ μέσον τῆς Μεγάλης Ἄρκτου, καὶ τοῦ Καρκίνου τὸ μέσον, καὶ τὸν αὐχένα τοῦ Ὕδρου, καὶ τῆς Ἀργοῦς τὸ μεταξὺ τῆςτε πρύμνης καὶ τοῦ ἱσιοῦ ·

1.11.10εἶτα μετὰ τὸν ἀφανῆ πόλον τὴν οὐρὰν τοῦ Νοτίου Ἰχθύος, καὶ τὸ μέσον τοῦ Αἰγόκερω, καὶ τὸ μέσον τοῦ Ὀϊστοῦ · τοῦ δὲ Ὄρνιθος διὰ τοῦ αὐχένος καὶ τῆς δεξιᾶς πτέρυγος καὶ διὰ τῆς ἀριστερᾶς χειρὸς τοῦ Κηφέως γράφεσθαι αὐτόν, καὶ διὰ τῆς καμπῆς τοῦ Ὄφεως, καὶ παρὰ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου.

1.11.11περὶ μὲν οὖν τῆς Ἄρκτου ὁλοσχερῶς ἀγνοεῖ · οἱ γὰρ ἡγούμενοι αὐτῆς, ἐν τῇ κεφαλῇ καὶ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἀμφότεροι ἐν τῷ τοῦ Λέοντος δωδεκατημορίῳ κεῖνται. πῶς οὖν δυνατὸν τὸ μέσον τῆς Ἄρκτου ἐν τῇ ἀρχῇ τοῦ Καρκίνου κεῖσθαι;

1.11.12τῆς δὲ κεφαλῆς τοῦ Ὕδρου οἱ ἡγούμενοι ἐπέχουσι Καρκίνου πλεῖον μοίρας ιʹ. δῆλον οὖν ὅτι πολλῷ πλεῖον ὑπολείπεται τοῦ εἰρημένου κύκλου αὐχὴν τοῦ Ὕδρου.

1.11.13περὶ δὲ τῆς Ἀργοῦς οὐχ ὑγιῶς εἴρηται. τῶν δ’ἐν τῇ οὐρᾷ τοῦ Νοτίου Ἰχθύος μάλιστα ἡγούμενος ἐπέχει τοῦ Αἰγόκερω πλεῖον μοίρας κγʹ · τοσοῦτον ἄρα ὑπολείπεται τοῦ προειρημένου κύκλου καὶ οὐκ ἐπ’αὐτοῦ φέρεται.

1.11.14 δὲ Ὀϊτὸς ὅλος ὑπολείπεται τοῦ προειρημένου κύκλου καὶ οὐ διὰ μέσου τέμνεται ὑπ’αὐτοῦ · γὰρ ἡγούμενος ἐν αὐτῷ ἀστὴρ ἐπέχει τοῦ Αἰγόκερω μοῖραν αʹ · οὐκ ἄρα δυνατὸν διχοτομεῖσθαι αὐτὸν ὑπὸ τοῦ προειρημένου κύκλου.

1.11.15ὁμοίως δὲ καὶ Ὄρνις ὅλος πρὸς ἀνατολὰς κεῖται τοῦ εἰρημένου κύκλου · γὰρ ἡγούμενος ἐν αὐτῷ καὶ ἐπ’ἄκρου τοῦ ῥύγχους ἐπέχει τοῦ Αἰγόκερω μοίρας αʹ Ϟʹ · τῶν δὲ ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι μάλιστα πρὸς δύσιν κείμενος ἐπέχει τοῦ Αἰγόκερω πλεῖον μοίρας Ϛʹ Ϟʹ · οὐκ ἄρα δυνατὸν οὔτε τὸν αὐχένα τοῦ Ὄρνιθος οὔτε τὴν δεξιὰν πτέρυγα αὐτοῦ ἐπὶ τοῦ εἰρημένου κύκλου κεῖσθαι.

1.11.16τοῦ γε μὴν Κηφέως ἀριστερὰ χεὶρ πολὺ ὅλως παραλλάσσει τὸν εἰρημένον κύκλον πρὸς ἀνατολάς · καὶ γὰρ οἱ ἐν τῇ κεφαλῇ αὐτοῦ οἱ ἡγούμενοι μάλιστα τοῦ Ὑδροχόου ἐπέχουσι πλεῖον μοίρας ιʹ, δὲ ἐν τῇ ἀριστερᾷ χειρὶ λαμπρὸς ἀστήρ, ὃν ἐν τῷ ὤμῳ τινὲς τιθέασι, τοῦ Ὑδροχόου ἐπέχει μοίρας κεʹ · παρὰ μικρὸν οὖν δύο ζῴδια παραλλάσσει. περὶ μέντοι τῆς καμπῆς τοῦ Ὄφεως καὶ τῆς οὐρᾶς τῆς Μικρᾶς Ἄρκτου ὀρθῶς ἀπεφήνατο.

1.11.17ἐν δὲ τῷ ἑτέρῳ κολούρῳ φησὶ κεῖσθαι πρῶτον μὲν τὴν ἀριστερὰν χεῖρα τοῦ Ἀρκτοφύλακος καὶ τὰ μέσα αὐτοῦ κατὰ μῆκος · εἶτα τὰ μέσα τῶν Χηλῶν κατὰ πλάτος καὶ τοῦ Κενταύρου τὴν δεξιὰν χεῖρα καὶ τὰ ἐμπρόσθια γόνατα · μετὰ δὲ τὸν ἀφανῆ πόλον τὴν καμπήντε τοῦ Ποταμοῦ καὶ τοῦ Κήτους τὴν κεφαλὴν καὶ τοῦ Κριοῦ τὰ νῶτα κατὰ πλάτος καὶ τοῦ Περσέως τὴν κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα.

1.11.18 μὲν οὖν ἀριστερὰ χεὶρ τοῦ Ἀρκτοφύλακος ὑπολείπεται τοῦ εἰρημένου κύκλου ὡς ἥμισυ μέρος ζῳδίου καὶ οὐκ ἐπ’αὐτοῦ φέρεται τοῦ διὰ τῶν ἰσημερινῶν σημείων κύκλου, ὡς Εὔδοξός φησιν · γὰρ ἡγούμενος τῶν ἐν αὐτῇ ἐπέχει Χηλῶν πλεῖον μοίρας ιγʹ.

1.11.19ἀγνοεῖ δὲ καὶ μέσον αὐτοῦ τὸ σῶμα κατὰ μῆκος ὑπὸ τοῦ εἰρημένου κύκλου τέμνεσθαι λέγων · μὲν γὰρ ἐπὶ τῆς κεφαλῆς ἀστὴρ ἐπέχει Χηλῶν περὶ μοίρας ιϚʹ καὶ δίμοιρον, δὲ ἐν τῷ δεξιῷ ποδὶ ἐπέχει Χηλῶν περὶ μοίρας κδʹ Ϟʹ δʹ, δὲ ἐν τῇ ζώνῃ λαμπρὸς ἐπέχει Χηλῶν περὶ μοίρας ιδʹ καὶ γʹ.

1.11.20 δὲ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ Κενταύρου ὑπολείπεται τοῦ εἰρημένου κύκλου περὶ τέταρτον μέρος ζῳδίου · ἐπέχει γὰρ Χηλῶν μοίρας ηʹ. δὲ κεφαλὴ τοῦ Κήτους ὑπολείπεται μὲν τοῦ προειρημένου κύκλου, οὐ πολὺ δέ γὰρ Σύνδεσμος τῶν Ἰχθύων, ὃς κεῖται κατὰ τὴν κεφαλὴν τοῦ Κήτους ἐπὶ τῆς λοφίας αὐτοῦ, ἐπέχει Κριοῦ μοίρας γʹ δʹ.

1.11.21καὶ μὴν οὐ δὲ τοῦ Κριοῦ τὰ νῶτα ἐπὶ τοῦ εἰρημένου κύκλου κεῖται, ἀλλὰ ὑπολείπεται πλεῖον τρίτον μέρος ζῳδίου · γὰρ ἐν μέσῳ τῷ νώτῳ αὐτοῦ κείμενος ἀστὴρ ἐπέχει Κριοῦ μοίρας ιαʹ Ϟʹ. ὁμοίως δὲ καὶ τοῦ Περσέως τε δεξιὰ χεὶρ καὶ κεφαλὴ ὑπολείπονται τοῦ εἰρημένου κύκλου περὶ τρίτον μέρος ζῳδίου.