Hipparchus

Commentary on the Phenomena of Aratus and Eudoxus in Three Books, 2

2.1

2.1.1τοῖς προειρημένοις, Αἰσχρίων, περὶ τῶν ὑπὸ Ἀράτου καὶ Εὐδόξου καταγεγραμμένων ἐν τοῖς Φαινομένοις συνάψωμεν νῦν τὸν περὶ συνανατολῆς καὶ συγκαταδύσεως τῶν ἄστρων λόγον, ὑποδεικνύντες, ὅσατε δεόντως ὑπ’αὐτῶν εἴρηται, καὶ ἐν οἷς διαφωνοῦντες οὐ πρὸς τὰ φαινόμενα τὰς ἀποφάσεις πεποίηνται.

2.1.2πρῶτον μὲν οὖν Ἄρατος ὑποδεῖξαι βουλόμενος, πῶς διὰ τῆς ἀνατολῆς καὶ τῆς δύσεως τῶν ἄστρων ἐπιγνωσόμεθα τὴν ὥραν τῆς νυκτός, λέγει ταυτί · οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη μοιράων σκέπτεσθαι, ὅτ’ἀντέλλωσιν ἕκασται · αἰεὶ γὰρ τάων γε μιῇ συνανέρχεται αὐτὸς ἠέλιος. τὰς δ’ἄν κε περισκέψαιο μάλιστα εἰς αὐτὰς ὁρόων · ἀτὰρ εἰ νεφέεσσι μέλαιναι γίνοιντ’ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν, σήματ’ἐπερχομένῃσιν ἀρηρότα ποιήσασθαι. αὐτὸς δ’ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη Ὠκεανός, τάτε πολλὰ περιστρέφεται ἑοῖ αὐτῷ, νειόθεν ὁππῆμος κείνων φορέῃσιν ἑκάστην. φησὶν οὖν ἐν τούτοις μάλιστα μὲν ἡμᾶς ἐπιγνώσεσθαι τὴν ὥραν, ἐὰν αὐτῶν τι τῶν δώδεκα ζῳδίων θεωρῶμεν ἀνατέλλον.

2.1.3τὸν γὰρ γινώσκοντα, ἐν ἐστι ζῳδίῳ ἥλιος καὶ καθ’ μέρος αὐτοῦ, καὶ διότι ἐν πάσῃ νυκτὶ ἓξ ζῴδια ἀνατέλλει, ῥᾳδίως ὑπελάμβανε συνήσειν ἐκ τοῦ ἀνατέλλοντος ζῳδίου τὴν τῆς νυκτὸς ὥραν. εἰ μέντοι γε διὰ ὄρη διὰ νέφη μὴ εἴη φανερὸν τὸ ἀνατέλλον ζῴδιον, ἐκ τῶν λοιπῶν ἀστέρων τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ κύκλου, κειμένων δ’ἐγγὺς τοῦ ὁρίζοντος, ἐπιγνώσεσθαι ἡμᾶς τὸ ἀνατέλλον ζῴδιον, ἐὰν ἴδωμεν, ποῖα τῶν ἄστρων ἑκάστῳ ζῳδίῳ συνανατέλλει ἀντικαταδύνει.

2.1.4πρῶτον μὲν οὖν ἀγνοεῖ, ὑπολαμβάνων ἀρκεῖν πρὸς τὸ τὴν ὥραν ἐπιγνῶναι τῆς νυκτὸς τὸ συλλογίσασθαι, πόσα ἔτι ζῴδια καταλείπεται εἰς τὴν τοῦ ἡλίου ἀνατολήν · τοῦτο γὰρ ἐγίνετο ἄν, εἰ ἐν ἴσῳ χρόνῳ ἕκαστον τῶν ζῳδίων ἀνέτελλεν. ἐπεὶ δὲ μεγάλην εἶναι συμβαίνει διαφορὰν ἐν ταῖς ἀνατολαῖς τῶν δώδεκα ζῳδίων, ἀγνοήσει τὴν τῆς νυκτὸς ὥραν τῷ προειρημένῳ συλλογισμῷ χρώμενος.

2.1.5μάλιστα δ’ἄν τις θαυμάσειε, πῶς καὶ Ἄτταλος συγκατατίθεται τούτῳ · λέγει γὰρ τὸν τρόπον τοῦτον · ἐν δὲ τοῖς ἐχομένοις πειρᾶται ὑποδεικνύειν, πῶς ἄν τις διὰ τῶν ἄστρων δύναιτο τὴν ὥραν τῆς νυκτὸς ἐπιγινώσκειν. ἐπεὶ γάρ ἐστιν ἀρχὴ νυκτὸς ἡλίου δύσις, δὲ ἥλιος ἀεὶ ἔν τινι τῶν δώδεκα ζῳδίων ἐστίν, δῆλον ὅτι τῷ γινώσκοντι, ἐν τίνιτε ζῳδίῳ ἥλιός ἐστι καὶ ἐν πόστῃ μοίρᾳ τοῦ ζῳδίου, ῥᾴδιόν ἐστιν ἐπιγνῶναι, καὶ ποῖον ζῴδιον ἐν ἀρχῇ τῆς νυκτὸς ἀνατέλλει καὶ ποία μοῖρα.

2.1.6τῇ γὰρ ὑπὸ τοῦ ἡλίου κατεχομένῃ μοίρᾳ κατὰ διάμετρον κειμένη τὴν ἀνατολὴν κατὰ τὴν ἀρχὴν τῆς νυκτὸς ποιήσεται. τοῦτο δὲ προϊστορηκὼς καὶ ἐπεγνωκώς, ὅτι ἐν πάσῃ νυκτὶ ἓξ ζῴδια πρὸς τῇ ἀνατολῇ ἀνίσχουσι, γνώσεται, καὶ πόσον τῆς νυκτὸς παρεληλυθός ἐστι, καὶ πόσον ἕτι λοιπὸν ἕως τῆς τοῦ ἡλίου ἀνατολῆς.

2.1.7μετὰ δὲ ταῦτα λέληθεν ἀμφοτέρους αὐτούς, ὅτι οὐ δ’ἂν αὐτὸ τὸ ζῴδιον βλέπῃ τις ἀνατεταλκός, δυνατόν ἐστιν ἀκριβῶς τὴν ὥραν τῆς νυκτὸς συλλογίσασθαι κατὰ τὸν προειρημένον τρόπον. εἰ μὲν γὰρ ἕκαστον τῶν ἠστερισμένων καὶ βλεπομένων ζῳδίων συνεπληροῦτο καὶ ἓν δωδεκατημόριον τοῦ ζῳδιακοῦ κύκλου, παρ’αὐτὴν μόνην τὴν ἐν ταῖς ἀνατολαῖς τῶν χρόνων ἀνισότητα διεπίπτομεν ἄν.

2.1.8ἐπεὶ δὲ οὔτε τοῖς δωδεκατημορίοις ἴσα ἐστὶ τὰ φαινόμενα ζῴδια, οὔτ’ἐν τοῖς ἰδίοις κεῖται τόποις ἅπαντα, ἀλλὰ τινὰ μὲν αὐτῶν ἐλάσσονά ἐστι τοῦ δωδεκατημορίου, τινὰ δὲ πολλῷ μείζονα, καθάπερ εὐθέως μὲν Καρκίνος οὐ δὲ τὸ τρίτον μέρος ἐπέχει τοῦ δωδεκατημορίου, δὲ Παρθένος καὶ τοῦ Λέοντος καὶ τῶν Χηλῶν ἐπιλαμβάνει, τῶν δὲ Ἰχθύων νοτιώτερος ὅλος σχεδὸν ἐν τῷ τοῦ Ὑδροχόου κεῖται δωδεκατημορίῳ, πῶς ἂν εἴη δυνατὸν ἐκ τῆς τοιαύτης τῶν δώδεκα ζῳδίων ἐπιτολῆς τὴν τῆς νυκτὸς ὥραν συλλογίσασθαι;

2.1.9ὅταν δέ τινα αὐτῶν μη δὲ ἐν τῷ ζῳδιακῷ κύκλῳ τυγχάνῃ ὅλα κείμενα, ἀλλὰ πολλῷ βορειότερα, καθάπερ ἔχει τε Λέων καὶ βορειότερος τῶν Ἰχθύων, δῆλον ὅτι πολλῷ μᾶλλον ἀγνοήσει τὴν ὥραν ἐκ τῆς ἀνατολῆς τῶν φαινομένων ζῳδίων συλλογισμὸς αὐτῶν.

2.1.10εὐθέως οὖν ἐπεὶ τοῦ ἠστερισμένου Καρκίνου ἀνατεταλκότος τοῦ Λέοντος κεφαλὴ ἀναφέρεται ἐν τῷ ὑποκειμένῳ ὁρίζοντι, συνανατελλούσης αὐτῇ τῆς ηʹ μοίρας τοῦ Καρκίνου, Ἄρατος θεωρῶν τὴν κεφαλὴν τοῦ Λέοντος ἀνατέλλουσαν καὶ ὑπολαμβάνων τὸ κατὰ τὸν Λέοντα δωδεκατημόριον ἀναφέρεσθαι, τρισὶν ὅλοις ἡμιωρίοις ἀγνοήσει.

2.1.11πάλιν μὲν Σκορπίος ἄρχεται μὲν δύνειν ἀνατελλούσης Κριοῦ μοίρας ιγʹ μέσης, ὅλος δὲ ὑπὸ τὸν ὁρίζοντα γίνεται ἀνατελλούσης τῆς Ϛʹ μοίρας τοῦ Ταύρου. ἀποδεδείχαμεν γὰρ τὰ τοιαῦτα πάντα ἐν τοῖς περὶ τῶν συνανατολῶν.

2.1.12δῆλον οὖν ὅτι, χωρὶς τοῦ ἐν ἀνίσοις χρόνοις τὰ δώδεκα ζῴδια ἀναφέρεσθαι, διὰ τὸ καὶ ἀνισομεγέθη εἶναι τὰ ζῴδια καὶ ἀτάκτως κεῖσθαι πολὺ διαμαρτήσεται τῇ ὥρᾳ πρὸς τὸν φαινόμενον ἀστερισμὸν τῶν δώδεκα ζῳδίων τὸν συλλογισμὸν ποιούμενος.

2.1.13ὅτι μὲν οὖν ἀδύνατον ἀκριβῶς ὡς ἔγγιστα τὴν τῆς νυκτὸς ὥραν ἐπιγνῶναι εἰς τὸ πρὸς τῇ ἀνατολῇ ζῴδιον ἀναβλέψαντας, ἐκ τῶν εἰρημένων ἐστὶ φανερόν.

2.1.14ἐχομένως δὲ ὑποθέμενοι, τὰς συνανατολὰς αὐτῷ καὶ τὰς ἀντικαταδύσεις τῶν ἄστρων πρὸς τὰ δωδεκατημόρια τοῦ ζῳδιακοῦ κύκλου πεπραγματεῦσθαι, καὶ μὴ πρὸς τὰ ἠστερισμένα, ἐπισκεψώμεθα καὶ τὸ ἐν αὐταῖς συμφώνως διαφώνως λεγόμενον πρὸς τὰ ἐν τῷ κόσμῳ φαινόμενα.

2.1.15προδιειλήφθω δὲ πρῶτον, ὅτι τὴν διαίρεσιν τοῦ ζῳδιακοῦ κύκλου μὲν Ἄρατος πεποίηται ἀπὸ τῶν τροπικῶντε καὶ ἰσημερινῶν σημείων ἀρχόμενος, ὥστε ταῦτα τὰ σημεῖα ἀρχὰς εἶναι ζῳδίων, δὲ Εὔδοξος οὕτω διῄρηται, ὥστε τὰ εἰρημένα σημεῖα μέσα εἶναι, τὰ μὲν τοῦ Καρκίνου καὶ τοῦ Αἰγόκερω, τὰ δὲ τοῦ Κριοῦ καὶ τῶν Χηλῶν.

2.1.16 μὲν οὖν Ἄρατος διὰ τούτων μάλιστα φανερὸς γίνεται τὰ εἰρημένα σημεῖα ἐν ταῖς ἀρχαῖς τιθεὶς τῶν κατὰ ταῦτα δωδεκατημορίων. περὶ γὰρ τῶν τεσσάρων κύκλων λέγων, τῶν δύο τροπικῶν καὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ, τοὺς μὲν τρεῖς φησιν ἀνατέλλειντε καὶ δύνειν παραλλήλως ἑαυτοῖς, καὶ ἕκαστον αὐτῶν καθ’ἓν καὶ τὸ αὐτὸ σημεῖον ἀνατέλλειν καὶ πάλιν δύνειν, τὸν δὲ ζῳδιακὸν ἐν τῇ τοιαύτῃ περιφερείᾳ τοῦ ὁρίζοντος τὰς ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι, ἡλίκην παραχωρεῖ ἐν αὐτῷ ἀπὸ τῆς τοῦ Αἰγόκερω ἀνατολῆς ἕως τῆς τοῦ Καρκίνου ἀνατολῆς.

2.1.17λέγει δὲ οὕτως · καὶ τὰ μὲν ἀντέλλειτε καὶ αὐτίκα νειόθι δύνει πάντα παραβλήδην, μία δέ σφεων ἐστὶν ἑκάστου ἐξείης ἑκάτερθε κατηλυσίη ἄνοδόςτε. αὐτὰρ γ’Ὠκεανοῖο τόσον παραμείβεται ὕδωρ, ὅσσον ἀπ’Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα Καρκίνον εἰς ἀνιόντα κυλίνδεται. δῆλον οὖν ἐκ τούτων, ὅτι τὰ τροπικὰ σημεῖα ἐν ταῖς ἀρχαῖς ὑποτίθεται, τὸ μὲν ἐν τῇ τοῦ Καρκίνου, τὸ δὲ ἐν τῇ τοῦ Αἰγόκερω · τὴν γὰρ ὑπὸ τούτων τῶν σημείων ἐν ταῖς ἀνατολαῖς αὐτῶν ἀποτεμνομένην τοῦ ὁρίζοντος περιφέρειαν ζῳδιακὸς ἀνατέλλων ἐπιπορεύεται.

2.1.18δόξαι δ’ἂν ἐμφαίνειν τοῦτο καὶ ἐξ ὧν περὶ τοῦ Λέοντος λέγων φησίν · ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι, αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι. περὶ γὰρ τὴν τοῦ Κυνὸς ἀνατολὴν καὶ τὰ καύματα μάλιστα γίνεται · αὕτη δὲ γίνεται μετὰ τριάκοντα ἔγγιστα ἡμέρας ἀπὸ τῆς θερινῆς τροπῆς. μετὰ τοσαύτας ἄρα ἡμέρας ἔγγιστα κατ’αὐτὸν ἥλιος ἐν τῇ ἀρχῇ τοῦ Λέοντος γίνεται. ἐν ταύτῃ τῇ τροπῇ τοίνυν τὴν ἀρχὴν ἐπέχει τοῦ Καρκίνου.

2.1.19καὶ ὑπὸ τῶν ἀρχαίων δὲ μαθηματικῶν πάντων σχεδὸν τῶν πλείστων τοῦτον τὸν τρόπον ζῳδιακὸς κύκλος διῄρητο.

2.1.20ὅτι δὲ Εὔδοξος τὰ τροπικὰ σημεῖα κατὰ μέσα τὰ ζῴδια τίθησι, δῆλον ποιεῖ διὰ τούτων · δεύτερος δέ ἐστι κύκλος, ἐν αἱ θεριναὶ τροπαὶ γίνονται · ἔστι δ’ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου. καὶ πάλιν φησί · τρίτος δ’ἐστὶ κύκλος, ἐν αἰ ἰσημερίαι γίνονται · ἔστι δ’ἐν τούτῳ τάτε τοῦ Κριοῦ μέσα καὶ τὰ τῶν Χηλῶν · τέταρτος δέ, ἐν αἱ χειμεριναὶ τροπαὶ γίνονται · ἔστι δ’ἐν τούτῳ τὰ μέσα τοῦ Αἰγόκερω .

2.1.21ἐκφανέστερον δ’ἔτι διὰ τούτων ἀποδίδωσι · περὶ γὰρ τῶν κολούρων λεγομένων κύκλων, οἳ γράφονται διάτε τῶν πόλων καὶ διὰ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων, φησὶν οὕτως · ἕτεροι δ’εἰσὶ δύο κύκλοι, τέμνοντες ἀλλήλους δίχα καὶ πρὸς ὀρθάς, διὰ τῶν πόλων τοῦ κόσμου. ἔστι δ’ἐν τούτοις ἄστρα τάδε · πρῶτος πόλος ἀεὶ φανερὸς τοῦ κόσμου, εἶτα τὸ μέσον τῆς Ἄρκτου κατὰ πλάτος καὶ τοῦ Καρκίνου τὸ μέσον . καὶ μετ’ὀλίγον φησίν · τε οὐρὰ τοῦ Νοτίου Ἰχθύος καὶ τὸ μέσον τοῦ Αἰγόκερω .

2.1.22ἐν δὲ τοῖς ἑξῆς φησιν ἐν τῷ ἑτέρῳ τῶν διὰ τῶν πόλων κύκλων κεῖσθαι σὺν τοῖς ἄλλοις, οἷς ἐξαριθμεῖται, καὶ τὰ μέσα τῶν Χηλῶν κατὰ πλάτος καὶ τοῦ Κριοῦ τὰ νῶτα κατὰ πλάτος.

2.1.23προδιαληπτέον καὶ τοῦτο, ὅτι τὰς ἀρχὰς ἑκάστου τῶν δώδεκα ζῳδίων ὑποτιθέμενος Ἄρατος ἐπὶ τῆς ἀνατολῆς διασαφεῖ, ὅσα τῷ προειρημένῳ αὐτῷ ζῳδίῳ συνανατέταλκεν ἀντικαταδέδυκσε τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ ἄστρων · καὶ συντείνει μάλιστα πρὸς τὸ ἐκ τῶν ἄλλων ἄστρων συλλογίζεσθαι τὸ μέλλον ἀνατέλλειν δωδεκατημόριον τοῦ ζῳδιακοῦ.

2.1.24δῆλον δὲ ποιεῖ τοῦτο καὶ ἐπὶ τῆς τῶν Ἰχθύων ἀνατολῆς λέγων οὕτως · εἰπὼν γὰρ περὶ τοῦ Ὕδρου, ὅτι τὰ μὲν ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας τοῦ Ὑδροχόου ἀναφερομένου οὐκέτι μετέωρά ἐστιν, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα οἱ Ἰχθύες κατάγουσιν, ἐπιφέρει · οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δ’ὀπίσσω, τείνεται, Ὠκεανοῖο νέον ὁπότε προγένωνται Ἰχθύες ἀμφότεροι. τὰ μέν οἱ κατὰ δεξιὰ χειρὸς αὐτοὶ ἐφέλκονται, τὰ δ’ἀριστερὰ νειόθεν ἕλκει Κριὸς ἀνερχόμενος. διὰ γὰρ τοῦ νέον ὁπότε προγένωνται Ἰχθύες δηλοῖ οὐκ ἄλλο τι ὅταν ἄρχωνται οἱ Ἰχθύες ἀνατέλλειν .

2.1.25ἔτι δὲ αὐτὸ τοῦτο φανερὸν ποιεῖ καὶ ἐπὶ τῆς Ἀργοῦς. τῆς γὰρ Παρθένου ἀνατελλούσης φησὶ τὴν πρύμναν αὐτῆς ἀνατέλλειν ὅλην · τὰ δὲ λοιπὰ αὐτῆς ἕως τοῦ ἱστοῦ ἀνατέλλειν, ὅταν ὅλη Παρθένος ἀνατείλῃ · προειπὼν γάρ · οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει Παρθένος ἀντέλλουσα, μετ’ὀλίγον φησί · φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς. δὲ θέει γαίης ἱστὸν διχόωσα κατ’αὐτόν, Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.

2.1.26καὶ Εὔδοξος δέ, κατηκολούθηκεν Ἄρατος, τὸν αὐτὸν τρόπον ὑποτίθεται ἐν ταῖς Συνανατολαῖς τὰς ἀρχὰς τῶν ζῳδίων ἐπὶ τῆς ἀνατολῆς. ὥστε καὶ ἐκ τούτου φανερὸν γίνεσθαι τὸ προκείμενον.

2.2

2.2.1τούτων δὲ προυποδεδειγμένων νῦν ἐπισκεψώμεθα τὰς ὑπ’αὐτῶν ἀποδιδομένας συνανατολάςτε καὶ ἀντικαταδύσεις.

2.2.2ὑποθέμενος τοίνυν Ἄρατος ἐπὶ τῆς ἀνατολῆς τὴν ἀρχὴν τοῦ Καρκίνου, φησὶ τοῦ μὲν Στεφάνου δεδυκέναι τὸ ἥμισυ, τοῦ δὲ Νοτίου Ἰχθύος τὸ ἕως τῆς ῥάχεως, τοῦ δὲ Ἐνγόνασι τὰ ὑπὲρ τὴν γαστέρα, τὸν δὲ Ὀφιοῦχον ἕως τῶν ὤμων, τὸν δὲ Ὄφιν, ὃν ἔχει Ὀφιοῦχος, ἕως τοῦ αὐχένος, τοῦ δὲ Ἀρκτοφύλακος πλέον μέρος τὸ ἥμισυ.

2.2.3ἀνατέλλειν δέ φησι τοῦ Ὠρίωνος τὴν ζώνην καὶ τοὺς ὤμους. τὰ εἰρημένα τοίνυν ἄστρα τοῖς Διδύμοις κατ’αὐτὸν μὲν συνανατέλλει, δὲ ἀντικαταδύνει.

2.2.4 δὲ Εὔδοξος ἐξαριθμούμενος, ὅσα ἐστὶν ὑπὲρ γῆς τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν, φησὶ τὸν Ἐνγόνασιν ὅλον εἶναι φανερόν, τοῦ δὲ Στεφάνου τὸ ἥμισυ, καὶ τὴν τοῦ Ἀρκτοφύλακος κεφαλήν, καὶ τὴν τοῦ Ὀφιούχου κεφαλήν, καὶ τὴν οὐρὰν τοῦ ἐχομένου Ὄφεως, τῶν δὲ πρὸς νότον τὸν Ὠρίωνα ὅλον, καὶ τοῦ Νοτίου Ἰχθύος τὸ πρὸς τὴν κεφαλήν.

2.2.5 μὲν οὖν Στέφανος κατὰ τὸν Ἄρατον ἔγγιστα συμφωνεῖ · ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις ἄρχεται μὲν δύνειν ἀνατελλούσης τῆς γʹ καὶ κʹ μοίρας τῶν Διδύμων, ὅλος δὲ δύνει ἀνατελλούσης μέσης τῆς δʹ μοίρας τοῦ Καρκίνου. κατὰ μέντοι γε τὸν Εὔδοξον δῆλον ὅτι διαφωνεῖ, ἐπείπερ ἀρχὴ τοῦ Καρκίνου κατ’αὐτὸν κατὰ μέσον ἐστὶ τὸ τῶν Διδύμων δωδεκατημόριον.

2.2.6ἕνα δὲ μὴ διὰ παντὸς ἐπισημαινώμεθα τοῦτο, διαληπτέον καθόλου, διότι μὴ ὁμοίως ἀναγράφουσιν ἀμφοτέροις οὐ δυνατὸν ἑκατέρῳ αὐτῶν συμφωνεῖν τὸ φαινόμενον. δεῖ δὲ κἀκεῖνο διειληφέναι, διότι πάντα μὲν πλὴν ὀλίγων τινῶν ὁμοίως ἀμφότεροι ἀναγράφουσι τὰ περὶ τὰς ἀνατολάς · γὰρ Ἄρατος τοῖς ὑπὸ τοῦ Εὐδόξου λεγομένοις ἠκολούθηκε · συμφωνοῦσι μέντοι γε αἱ ὑπ’αὐτῶν ἀναγεγραμμέναι συνανατολαὶ τῇ κατὰ τὸν Ἄρατον μᾶλλον τοῦ ζῳδιακοῦ διαιρέσει ἤπερ τῇ κατὰ τὸν Εὔδοξον. ἔσται δὲ τοῦτο φανερὸν ἐκ τῶν κατὰ μέρος περὶ αὐτῶν ῥηθησομένων.

2.2.7τοῦ δὲ Νοτίου Ἰχθύος τὸ πλεῖστον μέρος δεῖ ὑπὲρ γῆν εἶναι, καὶ οὐχὶ τὸ πρὸς τῇ κεφαλῇ μόνον, ὥς φασιν · ἄρχεται μὲν γὰρ δύνειν ἀνατελλούσης τῆς δʹ καὶ κʹ μοίρας τῶν Διδύμων, ἔσχατον δὲ δύνει ἀνατελλούσης μέσης τῆς ιηʹ μοίρας τοῦ Καρκίνου.

2.2.8τοῦ δὲ Ἐνγόνασιν κεφαλὴ μόνον δέδυκε καὶ δεξιὸς ὦμος σὺν τῇ χειρί · δ’ἀριστερὸς ὦμος καὶ τὸ λοιπὸν σῶμα ἔτι ἐστὶν ὑπὲρ γῆν · τοῦ μὲν γὰρ δεξιοῦ ὤμου δύνοντος ἀνατέλλει ζʹ καὶ κʹ μοῖρα τῶν Διδύμων, τοῦ δὲ ἀριστεροῦ ὤμου δύνοντος ἀνατέλλει ηʹ μοῖρα τοῦ Καρκίνου. τοῦ δὲ ἀριστεροῦ ὤμου ἔτι ὕστερον δύνουσιν οἱ ἐν ταῖς πλευραῖς. οὐκ ἄρα τὸ ἀπὸ τῆς γαστρὸς μέρος αὐτοῦ ἕως τῆς κεφαλῆς δέδυκεν, ὡς Ἄρατός φησι.

2.2.9τὰ δὲ περὶ τὸν Ὀφιοῦχον συμφώνως ἀποδιδόασι τῷ φαινομένῳ τε Ἄρατος καὶ Εὔδοξος · οἱ μὲν γὰρ ὦμοι τοῖς Διδύμοις ἀντικαταδύνουσιν, δὲ ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης τῆς βʹ μοίρας τοῦ Καρκίνου.

2.2.10τοῦ δὲ Ὄφεως, ὃν ἔχει Ὀφιοῦχος, οὐρὰ μόνον ὑπὲρ γῆς ἐστιν, ὡς Εὔδοξός φησι, καὶ οὐχ κεφαλὴ μόνον δέδυκεν, ὡς Ἄρατος. μὲν γὰρ κεφαλὴ αὐτοῦ δύνει ἀνατελλόντων μέσων μάλιστα τῶν Διδύμων, δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ δύνει ἀνατελλούσης τῆς θʹ μοίρας τοῦ Καρκίνου.

2.2.11περὶ δὲ τοῦ Ἀρκτοφύλακος ὁλοσχερῶς δοκοῦσί μοι ἀγνοεῖν · φασὶ γὰρ αὐτὸν τέσσαρσι ζῳδίοις ἀντικαταδύνειν, Κριῷτε καὶ Ταύρῳ καὶ Διδύμοις καὶ Καρκίνῳ.

2.2.12 μὲν γὰρ Ἄρατος τοῦ Ταύρου πρὸς τῇ ἀνατολῇ ὄντος φησί · δύνει δ’Ἀρκτοφύλαξ ἤδη πρώτῃ ἐπὶ μοίρῃ τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν · ὥστε τῷ Κριῷ ἀνατέλλοντι ἄρχεσθαι αὐτὸν ἀντικαταδύνειν. ἀκολούθως δὲ ταύτῃ τῇ ὑποθέσει καὶ τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν λέγει ταυτί · οὐ δ’ἂν ἔτ’Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν, μείων ἠμάτιος, τὸ δ’ἐπὶ πλέον ἔννυχος ἤδη · τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην Ὠκεανὸς δέχεται.

2.2.13 δὲ Εὔδοξος γράφει οὕτως · ὅταν Κριὸς ἀνατέλλῃ, τῶν μὲν πρὸς ἄρκτους τοῦ Ἀρκτοφύλακος οἱ πόδες δύνουσι, τῶν δὲ πρὸς νότον τοῦ Θηρίου τὸ λοιπόν . ἐν δὲ τῇ ἀρχῇ τοῦ περὶ τῶν ἀνατολῶν λόγου διελθών, ὅσα ἐπὶ δύσεως καὶ ἀνατολῆς ἐστιν ἀρχομένου τοῦ Καρκίνου ἀνατέλλειν, ἑξῆς φησιν · ὅταν δ’ Καρκίνος ἀνατέλλῃ, τῶν μὲν πρὸς ἄρκτους οὐθὲν ἀνίσχει, τῶν δὲ πρὸς νότον Λαγωός, καὶ τοῦ Κυνὸς τὰ ἐμπρόσθια, καὶ Προκύων, καὶ τοῦ Ὕδρου κεφαλή · δύνει δὲ τῶν μὲν πρὸς ἄρκτους τοῦ Ἀρκτοφύλακος κεφαλή . δῆλον οὖν ὅτι καὶ κατὰ τὸν Εὔδοξον τὰ μὲν πρῶτα μέρη τοῦ Ἀρκτοφύλακος ἀντικαταδύνει τῷ Κριῷ, τὰ δὲ ἔσχατα τῷ Καρκίνῳ.

2.2.14οὔτε δὲ τέσσαρσι ζῳδίοις Ἀρκτοφύλαξ ἀντικαταδύνει, ὡς οὗτοί φασιν, ἀλλὰ δυσὶ μόνον καὶ ἔλασσον ἡμίσει · οὔτε Κριῷ ἄρχεται ἀντικαταδύνειν, ἀλλὰ τὴν μὲν ἀρχὴν ποιεῖται τῆς δύσεως ἀνατελλούσης τῆς Ϛʹ μοίρας τοῦ Ταύρου, ὅλος δὲ δύνει, πλὴν τῆς ἀριστερᾶς χειρὸς καὶ τοῦ ἀγκῶνος, ἀνατελλούσης μέσης τῆς ιθʹ μοίρας τοῦ Καρκίνου.

2.2.15διαληπτέον δέ, ὅτι περὶ τοῦ Ἀρκτοφύλακος Ἄρατος συμφώνως λέγει τοῖς φαινομένοις, εἰ καὶ ὅλως ἠγνόηται τὸ τέσσαρσι ζῳδίοις αὐτὸν ἀντικαταδύνειν · τοῦ γὰρ Κριοῦ ἀνατεταλκότος καὶ τῷ Ταύρῳ καὶ τοῖς Διδύμοις λέγει αὐτὸν ἀντικαταδύνειν · τοῦ δὲ Καρκίνου ἀρχομένου ἀνατέλλειν, ὅς ἐστι λοιπὸς τῶν τεσσάρων ζῳδίων, οἷς ἀντικαταδύνει καὶ κατ’αὐτὸν Ἀρκτοφύλαξ, εὐλόγως αὐτός φησι, μηκέτι πολὺ αὐτοῦ καὶ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ὑπὸ τοῦ ὁρίζοντος ἀπολαμβάνεσθαι, καθάπερ καὶ ἐγίνετο τῶν Διδύμων ἀνατελλόντων, ἀλλὰ τὸ μὲν πλεῖον ὑπὸ γῆν εἶναι, τὸ δὲ ἔλασσον ὑπὲρ γῆν φαίνεσθαι · τὸ μὲν γὰρ ἠμάτιον σημαίνει τὸ ὑπὲρ γῆν τοῦ κόσμου, τὸ δὲ ἔννυχον τὸ ὑπὸ γῆν.

2.2.16φανερὸν δὲ τοῦτο διὰ πλειόνων αὐτὸς ποιεῖ, καθάπερ εὐθέως ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως · αὐτὰρ γ’ἐξόπιθεν τετραμμένος, ἀλλ’ μὲν οὔπω γαστέρι νειαίρῃ, τὰ δ’ὑπέρτερα νυκτὶ φορεῖται.

2.2.17τὰ μέντοι γε ἐπιφερόμενα οὐδὲν ἔτι πρὸς αὐτὴν τὴν δύσιν αὐτοῦ τείνοντα λέγει, ἀλλ’ὡς συμβεβηκὸς αὐτῷ · δ’ἐπὴν φάεος κορέσηται, βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης, ἦμος ὅτ’ἠελίοιο κατερχομένοιο δύηται. κεῖναί οἱ καὶ νύκτες ἐπ’ὁψὲ δύοντι λέγονται. ὅταν γὰρ ταῖς Χηλαῖς ἄρχηται συγκαταδύνειν τοῦ ἡλίου ἐν αὐταῖς ὄντος, ἐν καταδύνει καιρῷ αἱ νύκτες ἐπ’Αρκτούρῳ λέγονται.

2.2.18 δὲ ὅληντε τὴν ἡμέραν ὑπὲρ γῆς φέρεται διὰ τὸ τῇ Παρθένῳ αὐτὸν συνανατέλλειν καὶ δύνει πλείονα χρόνον τὸ ἥμισυ τῆς νυκτός, ἐπεὶ τοῖς τέσσαρσι ζῳδίοις συγκαταδύνει. ὅτι δὲ τῇ Παρθένῳ κατ’αὐτὸν συνανατέλλει, φανερὸν ποιεῖ ἐν τούτοις · οὐ δ’ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι, ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα, Βοώτης, ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.

2.2.19οὐ μόνον δὲ Ἄρατος καὶ Εὔδοξος, ἀλλὰ καὶ οἱ λοιποὶ μαθηματικοὶ πάντες σχεδόν, ὅσοι περὶ τοῦ βοώτου λόγον πεποίηνται, ὁμοίως τούτοις ἀποπεπλάνηνται νομίζοντες, τέσσαρσι ζῳρδίοις αὐτὸν συγκαταδύνειν.

2.2.20Ἄτταλος δὲ καὶ περὶ τοῦ τὴν ἀρχὴν τῆς δύσεως αὐτὸν ποιεῖσθαι μὴ τῷ Σκορπίῳ συγκαταφερόμενον, ὡς ἡμεῖς ἐδείκνυμεν, ἀλλὰ ταῖς Χηλαῖς, ἱκανῶς διαβεβαιοῦται, λέγων τὸν τρόπον τοῦτον · ἔνιοι γάρ, οὔτε τοῖς φαινομένοις παρακολουθοῦντές οὔτε τὰ ὑπὸ τοῦ ποιητοῦ λεγόμενα δυνάμενοι συνεῖναι, διαφόρους ἀποφάσεις πεποίηνται περὶ αὐτοῦ.

2.2.21καὶ τινὲς μέν φασιν αὐτὸν τῇ Παρθένῳ πρῶτον ἄρχεσθαι συγκαταδύνειν, εἶτα ἐν τοῖς ἐφεξῆς τρισὶ ζῳδίοις, ἔνιοι δὲ ἄρχεσθαι μὲν ἀπὸ τοῦ Σκορπίου, λήγειν δὲ ἐπὶ τὸν Ὑδροχόον. ὧν τισι καὶ σὺ παρατέτευχας ἐλεγχομένοις ὑφ’ἡμῶν καὶ μετατιθεμένοις.

2.2.22καθόλου δὲ καὶ τοῦ φαινομένου τοῦτο συνιστάντος καὶ τοῦ ποιητοῦ σαφῶς λέγοντος, ὅτι ὅλος μὲν δεδυκὼς γίνεται τοῦ Λέοντος πρὸς τῇ ἀνατολῇ ὄντος, ἄρχεται δὲ δύεσθαι, ὅταν Ταῦρος μέλλῃ ἀνατέλλειν, τὸ δὲ κατὰ διάμετρον αὐτῷ κείμενον ζῴδιον, Σκορπίος, πρὸς τῇ δύσει ὑπάρχῃ, αἱ δὲ Χηλαὶ ἀρτίως κατενηνεγμέναι ὦσιν, αἷς ἅμα συγκαταφέρεσθαι ἄρχεται Ἀρκτοφύλαξ, φανερὸν εἶναι νομίζω, διότι τοὺς ἀντιδοξοῦντας ἡμῖν περὶ τούτου παντελῶς ἀπείρους εἶναι τῶν φαινομένων συμβέβηκε .

2.2.23καλῶς μὲν οὖν εἶχεν, εἰ μὴ μόνον ἀναποδείκτῳ φάσει χρώμενος ἔλεγε τοὺς ἀντιδοξοῦντας ἐλεγχομένους ὑπ’αὐτοῦ μετατίθεσθαι, ἀλλὰ καὶ νῦν ἔγγραπτον ἐτίθει τὴν ἀπόδειξιν, ἵνα καὶ οἱ λοιποὶ τῶν ἀντιδοξούντων πεισθῶσιν, ὅτι ταῖς Χηλαῖς ἄρχεται συγκαταδύνειν, καὶ οὐ τῷ Σκορπίῳ.

2.2.24πλὴν ἐπεὶ οὕτως παραλέλοιπεν, οὐκ ἄχρηστον ἂν εἴη διὰ βραχέων ὑπομνῆσαι, δι’ὧν πειθόμεθα τῷ Σκορπίῳ πρώτως αὐτὸν συγκαταδύνειν · τὸν μὲν γὰρ ἐπὶ πλεῖον περὶ αὐτοῦ λόγον ἐν τῇ τῶν συνανατολῶν πραγματείᾳ κατακεχωρίκαμεν.

2.2.25νοείσθω δὲ νῦν ἐπὶ τοῦ ὁρίζοντος πρὸς τῇ δύσει κείμενος νοτιώτατος ἀστὴρ τῶν ἐν τῷ ἀριστερῷ ποδὶ τοῦ Ἀρκτοφύλακος. ἀλλὰ ἔστιν οὗτος ἀστὴρ βορειότερος τοῦ ἰσημερινοῦ κύκλου μοίραις κζʹ καὶ τρίτῳ μέρει μοίρας, οἵων ἐστὶν διὰ τῶν πόλων κύκλος μοιρῶν τξʹ.

2.2.26διὰ δὴ τοῦτο γραφόμενος παράλληλος τῷ ἰσημερινῷ κύκλος διὰ τοῦ προειρημένου ἀστέρος τὴν ὑπὲρ γῆς περιφέρειαν ἔχει τοιούτων τμημάτων ιεʹ λείπουσαν κʹ μέρει ὡς ἔγγτστα, οἵων ἐστὶν ὅλος κύκλος τμημάτων κδʹ. τὸ ἥμισυ ἄρα τῆς εἰρημένης περιφερείας, τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἕως δύσεως, τῶν αὐτῶν τμημάτων ἐστὶν ζʹ καὶ ὡς ἔγγιστα ἡμίσους.

2.2.27ἀλλ’ εἰρημένος ἀστὴρ κεῖται ὡς κατὰ παράλληλον κύκλον περὶ τὴν αʹ μοῖραν τῶν Χηλῶν. δύνοντος ἄρα αὐτοῦ δεῖ μεσουρανεῖν ὡς κατὰ παράλληλον κύκλον μέσην τὴν κδʹ μοῖραν τοῦ Αἰγόκερω · ταύτης δὲ ἐπὶ τοῦ παραλλήλου μεσουρανούσης δεῖ ἐν τῷ ζῳδιακῷ μεσουρανεῖν τὴν βʹ καὶ κʹ μοῖραν τοῦ Αἰγόκερω. ἀλλ’ἐν τῷ ζῳδιακῷ τῆς βʹ καὶ κʹ τοῦ Αἰγόκερω μοίρας μεσουρανούσης, ἐν τῷ ὑποκειμένῳ ὁρίζοντι δεῖ ἀνατέλλειν τὴν Ϛʹ μάλιστα μοῖραν τοῦ Ταύρου.

2.2.28ἕκαστον γὰρ τῶν εἰρημένων ἀποδείκνυται διὰ τῶν γραμμῶν ἐν ταῖς καθόλου περὶ τῶν τοιούτων ἡμῖν συντεταγμέναις πραγματείαις. ἄρα ἀριστερὸς ποὺς τοῦ Βοώτου ἀντικαταδύνει τῇ ϛʹ μοίρᾳ τοῦ Ταύρου.

2.2.29ὅτι δὲ καὶ πρῶτος ἀριστερὸς ποὺς τοῦ Βοώτου δύνει, χωρὶς τοῦτ’ἀποδέδεικται ἐν τῷ περὶ αὐτοῦ λόγῳ, φανερὸν δ’ἂν εἴη καὶ ἐξ αὐτῆς τῆς θέσεως τοῦ Βοώτου · ὀρθὸς γὰρ βεβηκὼς Βοώτης ἐγκλίνει τῇ θέσει οὕτως, ὥστε τὸν ἀριστερὸν πόδα, πολλῷ νοτιώτερον ὄντα τῆς κεφαλῆς, προηγεῖσθαι τοῦ διὰ τῶν πόλων καὶ τῆς κεφαλῆς αὐτοῦ γραφομένου κύκλου πλεῖον ἥμισυ καὶ τέταρτον μέρος ζῳδίου.

2.2.30περὶ δὲ τοῦ Ὠρίωνος συμφωνεῖ Εὔδοξος τοῖς φαινομένοις, ὑπολαμβάνων αὐτὸν τοῖς Διδύμοις ὅλον συνανατέλλειν.

2.2.31τοῦ δὲ Λέοντος ἀρχομένου ἀνατέλλειν μὲν Ἄρατός φησι τάτε ἄλλα σὺν τῷ Καρκίνῳ δεδυκέναι καὶ τὸν Ἀετόν, τοῦ δὲ Ἐνγόνασιν ἔτι τὸν ἀριστερὸν πόδα καὶ τὸ γόνυ ἀπολείπεσθαι, τὰ δὲ λοιπὰ δεδυκέναι. ἀνατέλλειν δὲ τὴν κεφαλὴν τοῦ Ὕδρου, καὶ τὸν Λαγωόν, καὶ τὸν Πρόκυνα, καὶ τοὺς ἐμπροσθίους πόδας τοῦ Κυνός.

2.2.32τῷ δὲ Αράτῳ ὁμοίως καὶ Εὔδοξος ἀποφαίνεται. τὰ οὖν εἰρημένα ἄστρα δῆλον ὅτι τῷ Καρκίνῳ κατ’αὐτοὺς μὲν συνανατέλλει, δὲ ἀντικαταδύνει. καὶ ἐπὶ τῶν ἄλλων ζῳδίων τὸ αὐτὸ διαλαμβανέσθω.

2.2.33ἐν μὲν οὖν τοῖς λοιποῖς συμφωνοῦσι τοῖς φαινομένοις. τοῦ δ’Ἐνγόνασιν οὐ μόνον τὸ ἀριστερὸν γόνυ καὶ ποὺς ἔτι ὑπὲρ γῆς ἐστιν, ἀλλὰ καὶ τὸ δεξιὸν γόνυ · δύνει γὰρ τοῦτο ἀνατελλούσης τῆς τοῦ Λέοντος μοίρας ιϚʹ.

2.2.34 δὲ Λαγωὸς οὐ μόνον τῷ Καρκίνῳ συνανατέλλει, ὡς Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τοῖς Διδύμοις · ἄρχεται μὲν γὰρ ἀνατέλλειν τῆς ζʹ καὶ κʹ μοίρας τῶν Διδύμων ἀναφερομένης, λήγει δὲ ἀνατέλλων συνανατελλούσης αὐτῷ Καρκίνου μοίρας ιβʹ μέσης.

2.2.35 δὲ Κύων ὅλος τῷ Καρκίνῳ συνανατέλλει πλὴν τοῦ ἐν τῇ οὐρᾷ, καὶ οὐχ, ὡς Ἄρατός φησιν, οἱ ἐμπρόσθιοι μόνον αὐτοῦ πόδες συνανατέλλουσι τῷ Καρκίνῳ.

2.2.36τῆς δὲ Παρθένου ἀρχομένης ἀνατέλλειν Λύρη τότε (φησὶ) Κυλληναίη καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός · σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέχρι παρ’αὐτὴν οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται · δύνει δ’Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν. ἀντέλλει δ’Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρ’αὐτὸν Κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς · δὲ θέει γαίης ἱστὸν διχόωσα κατ’αὐτόν, Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται. τῷ δὲ Ἀράτῳ τὰ αὐτὰ καὶ Εὔδοξος λέγει. καὶ μάλιστά γε ἐκ τούτων φανερός ἐστιν Ἄρατος ὡσανεὶ παραγράφων τὰ ὑπὸ τοῦ Εὐδόξου εἰρημένα.

2.2.37ἐν μὲν οὖν τοῖς ἄλλοις συμφωνοῦσι τοῖς φαινομιένοις. δὲ Ὀϊστὸς οὐ τῷ Λέοντι ἀντικαταδύνει μόνον, ἀλλὰ καὶ τῷ Καρκίνῳ · ἄρχεται μὲν γὰρ δύνειν ἀνατελλούσης μέσης τῆς ζʹ καὶ κʹ μοίρας τοῦ Καρκίνου, λήγει δὲ δύνων ἀνατελλούσης μέσης τῆς βʹ μοίρας τοῦ Λέοντος.

2.2.38 δὲ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς οὐ τῷ Λέοντι ἄρχεται ἀντικαταδύνειν, ὡς οἱ περὶ τὸν Εὔδοξόν φασιν, ἀλλὰ τῇ Παρθένῳ · γὰρ ἡγούμενος μάλιστα καὶ νοτιώτατος τῶν ἐν αὐτῷ, ὃς δὴ καὶ λαμπρότατός ἐστι, δύνει ἀνατελλούσης τῆς ζʹ μοίρας τῆς Παρθένου.

2.2.39τῆς δὲ Ἀργοῦς φησι τὴν πρύμναν μόνον συνανατέλλειν τῷ Λέοντι, καὶ αὐτὴν δεδιχοτομημένην κατὰ τὸν ἱστὸν ἀναφέρεσθαι, ἕως ἂν ὅλη Παρθένος ἀνατείλῃ.

2.2.40 μέντοι γε Ἄτταλος οὐ δυνάμενος κρατῆσαι τῆς διανοίας τοῦ ποιητοῦ, ἀλλ’ὑπολαβὼν λέγειν αὐτὸν τῆς Παρθένου μελλούσης ἀνατέλλειν, ὅτι πρύμνα ἀνατέταλκεν ἕως μέσου τοῦ ἱστοῦ, φησὶ τὸ ἅποσα τῷ ἐσχάτῳ στίχῳ κενῶς προσκεῖσθαι.

2.2.41ἐκθέμενος γὰρ τῶν προειρημένων στίχων τοὺς ἐσχάτους ρ. , ἐπιφέρει ταυτί · ἐν δὲ τούτοις τὸ ἅπασα’προσαναπληρώματος ἔχει τάξιν · εἴτε γὰρ ἐπὶ τὴν Ἀργὼ μεταβιβάσειέ τις αὐτό, ποιῶν τὸν λόγον τοιοῦτον · δὲ πᾶσα θέει γαίης ἱστὸν διχόωσα κατ’αὐτόν, Παρθένος ἦμος περαιόθεν ἄρτι γένηται’, ὁμολογουμένως ἀναπληρώματος ἔχει τάξιν · εἴτ’ἐπὶ τὴν Παρθένον, τὸ αὐτὸ συμβήσεται, ἐὰν μή τις δέξηται, ὅτι ὅλην φησὶ τὴν Παρθένον ἀνατεταλκέναι ·

2.2.42ὅπερ οὐ βούλεται λέγειν · εἰ γὰρ Παρθένος ὅλη ἀνατέταλκε, δῆλον ὅτι αἱ Χηλαὶ πρὸς τῷ ἀνατέλλειν εἰσί · κατὰ δὲ τοῦτον τὸν καιρὸν ὅλην φησὶ τὴν Ἀργὼ ἀνατεταλκέναι, λέγων οὕτως · οὐ δ’ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι, ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα, Βοώτης, ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο · Ἀργὼ δ’εὖ μάλα πᾶσα μετήορος ἵσταται ἤδη.

2.2.43δοκεῖ οὖν μοι πεπλανῆσθαι Ἄτταλος, οὐ συνιείς, ὅτι ἐπιθέτως λέγεται ὑπὸ τοῦ ποιητοῦ τὸ ἱστὸν διχόωσα κατ’αὐτόν, καὶ οὐχ, ὅτι ἀνατέλλει ἕως μέσου τοῦ ἱστοῦ.

2.2.44 δὲ ἑξῆς λόγος ἐστὶ τοιοῦτος · τῆς Παρθένου ἀρχομένης ἀνατέλλειν τε Κύων ἀνατέταλκε καὶ πρύμνα τῆς Ἀργοῦς · αὐτὴ μέντοι, ἡμίσεια οὖσα ἕως τοῦ ἱστοῦ, ἀναφέρεται, ἕως ἂν ὅλη Παρθένος ἀνατείλῃ. κέχρηται δὲ τούτῳ τῷ σχήματι τῆς ἐκφορᾶς Ἄρατος καὶ ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως · τοῦ μὲν ἄρ’οἴη κνήμη σὺν Χηλῇσι φαείνεται ἀμφοτέρῃσιν, αὐτὸς δ’εἰς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ Σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα τόξων · οἱ γάρ μιν φορέουσι.

2.2.45τῶν γὰρ Χηλῶν ἀρχομένων ἀνατέλλειν τὸν Βοώτην φησὶν ὅλον ἀνατεταλκέναι καὶ τὴν Ἀργώ, τοῦ δὲ Ὕδρου τὰ πρὸς τὴν οὐρὰν μόνον ὑπὸ γῆς εἶναι · ἀνατεταλκέναι δὲ τοῦ Ἐνγόνασι τὴν δεξιὰν κνήμην μόνον ἕως τοῦ γόνατος, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα πλὴν τῆς ἀριστερᾶς χειρὸς καὶ τῆς κεφαλῆς ὑπὲρ γῆν εἶναι τοῦ Σκορπίου πρὸς τῇ ἀνατολῇ ὄντος · τὴν δὲ ἀριστερὰν χεῖρα καὶ τὴν κεφαλὴν μετέωρον φαίνεσθαι τοῦ Τοξότου ἀνατέλλοντος.

2.2.46ἀνατέλλειν δέ φησιν ἅμα ταῖς Χηλαῖς καὶ τὸ ἥμισυ τοῦ Στεφάνου καὶ τὴν οὐρὰν τοῦ Κενταύρου · δύνειν δὲ πάλιν τότε σῶμα τοῦ Ἵππου ὅλον, καὶ τὴν οὐρὰν τοῦ Ὄρνιθος, καὶ τὴν κεφαλὴν τῆς Ἀνδρομέδας, καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας, τοῦ δὲ Κηφέως κεφαλήντε καὶ χεῖρα καὶ ὤμους, καὶ τὸ πλεῖστον μέρος τοῦ Ποταμοῦ. ὁμοίως δὲ καὶ ἐν τούτοις Ἄρατος τρόπον τινὰ παραγέγραφε τὰ τοῦ Εὐδόξου.

2.2.47τὰ μὲν οὖν λοιπὰ ὑπ’αὐτῶν ὑγιῶς εἴρηται. περὶ δὲ τοῦ Κενταύρου ὁλοσχερῶς ἠγνοήκασιν · οὔτε γὰρ οὐρὰ αὐτοῦ καὶ καθόλου τὰ ὀπίσθια πρῶτα ἀνατέλλει, ἀλλὰ ἀριστερὸς ὦμος · πολλῷ γάρ ἐστι βορειότερος · οὔτε τῇ Παρθένῳ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ ταῖς Χηλαῖς · γὰρ ἀριστερὸς ὦμος αὐτοῦ συνανατέλλει τῇ ιʹ μοίρᾳ τῶν Χηλῶν.

2.2.48τῆς δὲ Ἀνδρομέδας οὐ μόνον κεφαλὴ δέδυκε τῶν Χηλῶν πρὸς τῇ ἀνατολῇ οὐσῶν, ἀλλὰ καὶ αἱ χεῖρες ἀμφότεραι.

2.2.49τὸ δὲ Κῆτος οὐ τῇ Παρθένῳ ἄρχεται ἀντικαταδύνειν, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Λέοντι · τῶν γὰρ ἐν τῇ οὐρᾷ αὐτοῦ δύο λαμπρῶν μὲν νοτιώτερος ἀντικαταδύνει μέσῃ τῇ ζʹ καὶ κʹ μοίρᾳ τοῦ Λέοντος · τὸ μέντοι γε λοιπὸν σῶμα τοῦ Κήτους οὐχ ὅλον τῇ Παρθένῳ ἀντικαταδύνει, ἀλλ’ἕως τῆς λοφίας, ὡς Ἄρατός φησι.

2.2.50τοῦ δὲ Κηφέως κεφαλὴ μόνον δύνει · οἱ δὲ ὦμοι αὐτοῦ ἐν τῷ ἀεὶ φανερῷ τμήματι κεῖνται, καθάπερ προειρήκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο ἀγνοοῦσιν, ἀλλὰ καὶ καθ’ φασι τῇ Παρθένῳ ἀντικαταδύνειν τὴν κεφαλὴν αὐτοῦ · οὐ γὰρ τῇ Παρθένῳ, ἀλλὰ ταῖς Χηλαῖς ἄρχεται ἀντικαταδύνειν · γὰρ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης τῶν Χηλῶν ηʹ μοίρας τῆς μέσης.

2.2.51τοῦ δὲ Σκορπίου ἀρχομένου ἀνατέλλειν Ἄρατός φησι δύνειν μὲν τάτε λοιπὰ μέρη τοῦ Ποταμοῦ, καὶ τὰ λοιπὰ μέρη τῆς Ἀνδρομέδας καὶ τοῦ Κήτους, καὶ τοῦ Κηφέως τὰ ἀπὸ τῶν ὤμων μέχρι τῆς ζώνης, καὶ τὴν Κασσιέπειαν ὅλην πλὴν τὸ ἀπὸ τῶν ποδῶν ἕως τῶν γονάτων.

2.2.52ἀνατέλλειν δέ φησι τότε λοιπὸν τοῦ Στεφάνου, καὶ τὴν οὐρὰν τοῦ Ὕδρου, καὶ τοῦ Κενταύρου τὸ λοιπὸν σῶμα πλὴν τῶν ἐμπροσθίων ποδῶν. ἀνατέλλειν δέ φησι καὶ τὸ Θηρίον, ἔχει Κένταυρος, καὶ τοῦ Ὀφιούχου τὴν κεφαλὴν καὶ τὰς χεῖρας, καὶ τοῦ Ὄφεως, ὃν ἔχει Ὀφιοῦχος, τὴν κεφαλὴν ἕως τῆς πρώτης σπείρας, καὶ τοῦ Ἐνγόνασι τὰ λοιπὰ πλὴν τῆς κεφαλῆς καὶ τῆς ἀριστερᾶς χειρός.

2.2.53 δὲ Εὔδοξος τὰ μὲν λοιπὰ ὁμοίως ἀναγράφει · τὴν δὲ κεφαλὴν τοῦ Ὀφιούχου οὐ γράφει ἀνατέλλειν, ἀλλὰ τὴν ἀριστερὰν μόνον χεῖρα · τὰ δὲ ἄλλα καὶ τὸ Θηρίον οὐ τοῦ Σκορπίου, ἀλλὰ τοῦ Τοξότου ἀνατέλλοντος ὑπὲρ γῆν καὶ φαίνεσθαι.

2.2.54καὶ τὰ μὲν ἄλλα συμφώνως ἀναγράφουσι τοῖς φαινομένοις. τὸ δὲ Θηρίον οὐ ταῖς Χηλαῖς μόνον συνανατέλλει, ὡς Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τῷ Σκορπίῳ · ἄρχεται μὲν γὰρ ἀνατέλλειν τῆς αʹ καὶ κʹ μοίρας τῶν Χηλῶν ἀναφερομένης, τὸ δὲ λοιπὸν τῷ Σκορπίῳ μέσῳ μάλιστα συναναφέρεται, ὡς καὶ Εὔδοξός φησι. δῆλον ὅτι καὶ ταῖς Χηλαῖς μέρος τι αὐτοῦ δεῖ κατὰ τὸν Εὔδοξον συνανατέλλειν.

2.2.55 δὲ Ἄρατος ἀγνοεῖ ἐν τοῖς περὶ τὸν Ὀφιοῦχον · γὰρ ἀριστερὰ χεὶρ αὐτοῦ μόνον ταῖς Χηλαῖς συνανατέλλει, δὲ κεφαλὴ καὶ δεξιὰ χεὶρ τῷ Σκορπίῳ.

2.2.56τοῦ δὲ Τοξότου μέλλοντος ἀνατέλλειν Ἄρατός φησι τὴν κεφαλὴν τοῦ Ἐνγόνασι καὶ τὴν ἀριστερὰν χεῖρα ἀνατεταλκέναι, καὶ τὸ σῶμα τοῦ Ὀφιούχου, καὶ τὴν οὐρὰν τοῦ Ὄφεως, ὃν ἔχει Ὀφιοῦχος, καὶ τὴν Λύραν, καὶ τοῦ Κηφέως τὰ ἀπὸ τῆς κεφαλῆς ἕως τοῦ στήθους.

2.2.57δύνειν δέ φησι τόντε Κύνα ὅλον, καὶ τὸν Ὠρίωνα, καὶ τὸν Λαγωόν, καὶ τοῦ Ἡνιόχου τὰ ἀπὸ τῶν ποδῶν ἕως τῆς ζώνης μέρη · τὴν δὲ Αἶγά φησι καὶ τοὺς Ἐρίφους, ὧν ἐστιν μὲν ἐπὶ τοῦ ἀριστεροῦ ὤμου, οἱ δ’ἐν τῇ ἀριστερᾷ χειρί, ἔτι δὲ τὴν κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα τῷ Τοξότῃ ἀντικαταδύνειν, τὰ δὲ πρὸς τοὺς πόδας τῷ Σκορπίῳ. δύνειν δέ φησι καὶ τὸν Περσέα χωρὶς τοῦ δεξιοῦ γόνατος καὶ τοῦ ποδός, καὶ τῆς Ἀργοῦς τὴν πρύμναν.

2.2.58ἐν δὲ τούτοις τὰ μὲν ἄλλα συμφωνεῖ τοῖς φαινομένοις. δὲ ἀριστερὰ χεὶρ τοῦ Ἐνγόνασι ταῖς Χηλαῖς συνανατέλλει, καὶ οὐ τῷ Σκορπίῳ · καὶ γὰρ αὐτὸς ἀριστερὸς ὦμος αὐτοῦ πολὺ προηγούμενος τῆς χειρὸς ὡσανεὶ διωργυιωμένου αὐτοῦ, καθάπερ καὶ αὐτὸς Ἄρατός φησι, τῇ γʹ μοίρᾳ τοῦ Σκορπίου συνανατέλλει. οὐχ κεφαλὴ οὖν μόνον αὐτοῦ τῷ Σκορπίῳ συναναφέρεται. διὸ καὶ ἐν τοῖς πρότερον περὶ τὴν τοῦ Σκορπίου ἀνατολὴν ἀγνοεῖ λέγων · κάρη δ’ἑτέρης μετὰ χειρὸς τόξῳ ἀνέλκονται.

2.2.59κατηκολούθηκε δὲ καὶ κατὰ τοῦτο τῷ Εὐδόξῳ. διαφωνοῦσι δὲ πρὸς τὸ φαινόμενον καὶ ἐν τοῖς περὶ τοῦ Κηφέως · τε γὰρ κεφαλὴ αὐτοῦ μόνον δύνει καὶ ἀνατέλλει, οἱ δὲ ὦμοι καὶ τὸ στῆθος ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται · χωρίςτε τούτων τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ ἀστέρων μὲν προηγούμενος τῇ ηʹ καὶ κʹ μοίρᾳ τοῦ Σκορπίου συνανατέλλει, δὲ ἔσχατος ἀναφερόμενος καὶ νοτιώτερος ὢν τῶν ἐν τῇ κεφαλῇ συνανατέλλει τοῦ Τοξότου Ϛʹ μοίρᾳ μέσῃ, ὥστε μὴ μόνον τῷ Σκορπίῳ τὴν κεφαλὴν τοῦ Κηφέως συνανατέλλειν, ἀλλὰ καὶ τῷ Τοξότῃ.

2.2.60 δὲ Περσεὺς ὅλος τῷ Σκορπίῳ ἀντικαταδύνει καὶ οὐχ, ὡς οὗτοί φασιν, δεξιὸς ποὺς καὶ τὸ δεξιὸν γόνυ τῷ Τοξότῃ ἀντικαταφέρεται.

2.2.61ἠγνοήκασι δὲ καὶ τὰ περὶ τὴν Ἀργώ · ἄρχεται γὰρ ἀντικαταδύνειν οὐ τῷ Σκορπίῳ, ἀλλὰ μέσαις ταῖς Χηλαῖς. ἔδει οὖν ἀρχομένου τοῦ Σκορπίου ἀνατέλλειν λέγειν τὴν τῆς Ἀργοῦς πρύμναν δεδυκέναι, καὶ μὴ τοῦ Τοξότου ἀναφερομένου.

2.3

2.3.1πάλιν δὲ τοῦ Αἰγόκερω πρὸς τῇ ἀνατολῇ ὄντος, τῷ Τοξότῃ φασὶν ἀντικαταδύνειν τήντε Ἀργὼ ὅλην καὶ τὸν Πρόκυνα, συνανατέλλειν δὲ τόντε Ὄρνιθα, καὶ τὸν Ἀετόν, καὶ τὸν Ὀϊστόν, καὶ τὸ Θυμιατήριον.

2.3.2τὰ μὲν οὖν ἄλλα συμφώνως ὑπ’αὐτῶν λέγεται τοῖς φαινομένοις. τὰ δὲ κατὰ τὸν Ὄρνιθα ἠγνόηται μὲν ὑπ’ἀμφοτέρων, μᾶλλον δὲ ὑπὸ τοῦ Ἀράτου. μὲν γὰρ Εὔδοξος τῷ Σκορπίῳ φησὶ συνανατέλλειν τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος, τῷ δὲ Τοξότῃ τὸ λοιπὸν αὐτοῦ σῶμα. ἐξ ὧν δῆλον ὅτι τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος κατὰ τὸν Εὔδοξον δεῖ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου συναναφέρεσθαι. δὲ Ἄρατός φησι τῷ Τοξότῃ μόνον συνανατέλλειν αὐτόν.

2.3.3τῇ δὲ ἀληθείᾳ οἱ μὲν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι τοῦ Ὄρνιθος τοῖς ἐσχάτοις μέρεσι τῶν Χηλῶν συνανατέλλουσιν · δὲ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι, ὃς δὴ καὶ ἔσχατος ἀνατέλλει, τῇ βʹ καὶ κʹ μοίρᾳ τοῦ Τοξότου συναναφέρεται.

2.3.4τοῦ δὲ Ὑδροχόου ἀρχομένου ἀνατέλλειν φησὶ συνανατεταλκέναι τῷ Αἰγόκερῳ τοῦ Ἵππου τήντε κεφαλὴν καὶ τοὺς πόδας, δύνειν δὲ τὰ ὀπίσθια τοῦ Κενταύρου, καὶ τοῦ Ὕδρου τὸ ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας. δὲ Εὔδοξός φησι καὶ τὴν Κασσιέπειαν ἀνατέλλειν καὶ τὸν Δελφῖνα.

2.3.5 μὲν οὖν κοινῇ εἰρήκασι, σχεδὸν συμφωνεῖ τοῖς φαινομένοις, πλὴν ὅτι κεφαλὴ τοῦ Ὕδρου τοῖς ἐσχάτοις μέρεσι τοῦ Τοξότου ἄρχεται ἀντικαταδύνειν, καὶ οὐ τῷ Αἰγόκερῳ. τοῦ δὲ Ἵππου οὐ μόνον κεφαλὴ καὶ οἱ πόδες ἀνατετάλκασιν, ἀλλὰ καὶ οἱ ὦμοι καὶ τὸ στῆθος.

2.3.6παρέχει δέ τισιν ἐπίστασιν, πῶς ἐπὶ τῶν ἄλλων ζῳδίων Ἄρατος τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτιθέμενος καὶ οὕτως τὰς τῶν ἄλλων ἄστρων ἀνατολὰς καὶ δύσεις διασαφῶν τὸν Ὑδροχόον μέσον ἀνατέλλειν ὑποτίθεται, λέγων οὕτως · Ἵππος δ’Ὑδροχόοιο μέσον περιτελλομένοιο ποσσίτε καὶ κεφαλῇ ἀνελίσσεται.

2.3.7τούτου δ’ἀπορουμένου Ἄτταλός φησιν ἁμάρτημα εἶναι, δεῖν δὲ γράφειν οὕτως · Ἵππος δ’Ὑδροχόοιο νέον περιτελλομένοιο. λανθάνει δὲ τόντε Ἄτταλον καὶ τοὺς ἄλλους τὸ βούλημα τοῦ ποιητοῦ, τάχα δὲ καὶ τὸ φαινόμενον. γὰρ Ὑδροχόος, τῇ θέσει κείμενος ἀπὸ μεσημβρίας πρὸς ἄρκτους, τὰ μὲν κατὰ τὸ στῆθος καὶ τὴν κεφαλὴν μέρη πολὺ ἐκπίπτοντα τοῦ ζῳδιακοῦ κύκλου εἰς τὸ πρὸς ἄρκτους μέρος, τὰ δὲ κατὰ τοὺς πόδας νοτιώτερα ἔχει τοῦ ζῳδιακοῦ κύκλου · ἐν δὲ τῷ ζῳδιακῷ τὰ μέσα αὐτοῦ κεῖται.

2.3.8ἐπεὶ οὖν τὰ δωδεκατημόρια τοῦ ζῳδιακοῦ κύκλου ὑποτίθεται ἀναφερόμενα, διὰ τοῦτο Ἄρατος λέγει τοῦ Ὑδροχόου κατὰ μέσον τὸ σῶμα ἀνατέλλοντος Ἵππος ποσσίτε καὶ κεφαλῇ ἀνελίσσεται, καὶ οὐχὶ τὸ μέσον τοῦ ἐν τῷ δωδεκατημορίῳ μήκους, ὡς οἵτε πολλοὶ καὶ Ἄτταλος ἐκδέχεται.

2.3.9ἀναγκαῖον οὖν εἶναι δοκεῖ μοι, μὴ μετατιθέναι τὸν στίχον, ὡς Ἄτταλος ὑποδεικνύει, ἐν πᾶσί γε δὴ τοῖς ἀντιγράφοις οὕτως αὐτοῦ γραφομένου.

2.3.10 δὲ Εὔδοξος ἀγνοεῖ περίτε τῆς Κασσιεπείας καὶ τοῦ Δελφῖνος · οὐ γὰρ τῷ Αἰγόκερῳ συνανατέλλουσιν, ἀλλ’ μὲν Κασσιέπεια τοῖς δυσί, τῷτε Τοξότῃ καὶ τῷ Αἰγόκερῳ · ἄρχεται μὲν γὰρ συνανατέλλειν τῇ αʹ καὶ κʹ μοίρᾳ τοῦ Τοξότου, ἔσχατον δὲ συνανατέλλει τῇ ιβʹ μοίρᾳ τοῦ Αἰγόκερῳ. δὲ Δελφὶς ὅλος τῷ Τοξότῃ συνανατέλλει ἀπὸ μέσης τῆς κʹ αὐτοῦ μοίρας ἕως μέσης τῆς κδʹ.

2.3.11τῆς δὲ ἀρχῆς τῶν Ἰχθύων ἀνατελλούσης μὲν Ἄρατός φησι δεδυκέναι τάτε λοιπὰ τοῦ Ὕδρου καὶ τὸν Κένταυρον, ἀνατεταλκέναι δὲ τὸν Νότιον Ἰχθὺν οὐχ ὅλον, ἀλλὰ παρὰ μικρόν, καὶ τῆς Ἀνδρομέδας τὰ δεξιὰ μέρη κατὰ μῆκος.

2.3.12 δὲ Εὔδοξος ἐν μὲν τῷ ἑνὶ συντάγματι, δὴ καὶ Ἄρατος κατακολουθεῖ, καὶ τοῦ Περσέως τὴν δεξιὰν χεῖρά φησιν ἀνατέλλειν, ἐν δὲ τῷ Ἐνόπτρῳ, ὅλον αὐτὸν ἀνατεταλκέναι πλὴν μικροῦ τινος · τοῦ δὲ Ὕδρου τὸ μέχρι πρὸς τὸν Κόρακα δύνειν.

2.3.13δοκεῖ δέ μοι Εὔδοξος περὶ τοῦ Περσέως κατὰ τοῦτο μόνον διαφωνεῖν πρὸς τὸ φαινόμενον, καθ’ὅσον φησὶν αὐτοῦ μόνον τὴν δεξιὰν χεῖρα συνανατέλλειν τῷ Ὑδροχόῳ · τὸ γὰρ ἥμισυ σχεδὸν αὐτοῦ μέρος τῷ Ὑδροχόῳ συνανατέλλει. γοῦν ἐν μέσῳ τῷ σώματι λαμπρὸς ἱκανῶς ἀστὴρ τῇ ζʹ καὶ κʹ μοίρᾳ τοῦ Ὑδροχόου συναναφέρεται.

2.3.14 δὲ Ἄρατος ἀγνοεῖ, τὸν Ὕδρον ὅλον τῷ Ὑδροχόῳ ὑπολαμβάνων ἀντικαταδύνειν. γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ ὑπὲρ τὴν κεφαλὴν τοῦ Κενταύρου κείμενος δύνει ἀνατελλούσης τῆς ιαʹ μοίρας τῶν Ἰχθύων. βέλτιον οὖν Εὔδοξος ἀποφαίνεται, λέγων τοῦ Ὕδρου τὴν οὐρὰν ἔτι ὑπολείπεσθαι.

2.3.15περὶ δὲ τοῦ Κενταύρου ἀμφότεροι ἀγνοοῦσιν. οὐ γὰρ ὅλος ἀντικαταδέδυκε τῶν Ἰχθύων ἀρχομένων ἀναφέρεσθαι, ἀλλ’ἔτι αὐτοῦ τὰ ἐμπρόσθια ὑπὲρ τὸν ὁρίζοντά ἐστιν · γὰρ κεφαλὴ καὶ δεξιὸς ὦμος αὐτοῦ τοῖς Ἰχθύσιν ἀντικαταδύνει.

2.3.16διαφωνοῦσι δὲ ἀμφότεροι πρὸς τὸ φαινόμενον καὶ περὶ τοῦ Νοτίου Ἰχθύος, ὅλον αὐτὸν ἔγγιστα τῷ Ὑδροχόῳ ὑπολαμβάνοντες συνανατέλλειν. τοὐναντίον γὰρ τὸ πλεῖστον αὐτοῦ μέρος τοῖς Ἰχθύσι συναναφέρεται · μὲν γὰρ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ τῇ γʹ μοίρᾳ τῶν Ἰχθύων συνανατέλλει, δὲ ἐν τῷ ῥύγχει λαμπρὸς μέσῃ τῇ αʹ καὶ κʹ μοίρᾳ τῶν Ἰχθύων.

2.3.17περὶ δὲ τῆς Ἀνδρομέδας ὁλοσχερῶς ἠγνοήκασιν ἀμφότεροι · οὐ γὰρ τῷ Ὑδροχόῳ καὶ τοῖς Ἰχθύσι συνανατέλλει, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Αἰγόκερῳ καὶ τῷ Ὑδροχόῳ · πρώτη μὲν γὰρ δεξιὰ χεὶρ αὐτῆς συνανατέλλει μέσῳ μάλιστα τῷ Αἰγόκερῳ, ἐσχάτη δὲ ἀριστερὰ συναναφέρεται μέσῃ τῇ δʹ καὶ κʹ μοίρᾳ τοῦ Ὑδροχόου.

2.3.18περὶ δὲ τῆς τοῦ Κριοῦ ἀνατολῆς Ἄρατος λέγων τὰ μὲν δεξιά φησι τῆς Ἀνδρομέδας οἱ Ἰχθύες αὐτοὶ ἐφέλκονται, τὰ δ’ἀριστερὰ νειόθεν ἕλκει Κριὸς ἀνελκόμενος. τοῦ καὶ περιτελλομένοιο ἑσπερόθεν κεν ἴδοιο Θυτήριον, αὐτὰρ ἐν ἄλλῃ Περσέος ἀντέλλοντος ὅσον κεφαλήντε καὶ ὤμους · αὐτὴ δὲ ζώνη καί κ’ἀμφήριστα πέλοιτο Κριῷ λήγοντι φαείνεται ἐπὶ Ταύρῳ.

2.3.19γράφεται μὲν οὕτως ἔσχατος στίχος · εἰκὸς μέντοι γε ἠγνοῆσθαι τὸ λήγοντι. ἐξ ἀρχῆς γὰρ πάντων τῶν ζῳδίων τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτίθεται, καὶ οὐχὶ μεσοῦντα λήγοντα · ἐπὶ γὰρ τῶν ἄλλων ἄστρων τινὰ μὲν μέρη μεσούντων τῶν ζῳδίων, τινὰ δ’ἀρχομένων ληγόντων δύνει ἀνατέλλει.

2.3.20ὅθεν καὶ Ἄτταλος κατά γε τοῦτο ὀρθῶς συνεώρακε τὸ ἀγνόημα · καὶ δεῖ τοι ὡς ἐκεῖνός φησι γράφεσθαι · Κριῷ ἀνιόντι φαείνεται ἐπὶ Ταύρῳ, νὴ Δία, οὕτως · Κριῷ λήγουσα φαείνεται, ὥστε τὸ λήγουσα ἐπὶ τὴν ζώνην ἀναφέρεσθαι.

2.3.21λέληθε μέντοι γε αὐτὸν τὸ βούλημα τοῦ ποιητοῦ καὶ ἐν τούτοις · λέγει γὰρ οὕτως · ἡμεῖς μέντοι καὶ ἐπὶ τούτῳ τῷτε ποιητῇ συμφώνως καὶ τοῖς φαινομένοις ἀκολούθως οἰόμεθα δεῖν γράφεσθαι τὸ ποίημα τὸν τρόπον τοῦτον · αὐτὴ δὲ ζώνη καί κ’ἀμφήριστα πέλονται Κριῷ ἀνιόντι φαείνεται ἐπὶ Ταύρῳ, σὺν τῷ πασσυδίῃ ἀνελίσσεται.

2.3.22ἐπεὶ γὰρ μέλλοντος μὲν τοῦ Κριοῦ ἀνατέλλειν Περσεὺς ὁμολογουμένως μέχρι τῶν ὤμων ἐκφανὴς γίνεται, ἅμα δὲ τῷ ἄρξασθαι ἀναφέρεσθαι τὸν Κριὸν εὐθέως ἔκδηλος τοῦ Περσέως ζώνη γίνεται διὰ τὸ βραχὺ παντελῶς παραλλάσσειν τῆς τοῦ Κριοῦ ἀρχῆς τὴν φάσιν αὐτῆς, διστάζει, πότερον κατὰ τὴν τοῦ Κριοῦ μέλλοντος ἀνατέλλειν ἀρχὴν ὑποθῆται αὐτὴν φανερὰν ἤδη γίνεσθαι, ἐπὶ τὸ μᾶλλον ὁμολογούμενον ἔλθῃ, διότι τοῦ Ταύρου μέλλοντος ἀναφέρεσθαι ἐκφανής ἐστι τοῦ Περσέως ζώνη μετὰ τοῦ λοιποῦ σώματος.

2.3.23καὶ τοῦτον τὸν τρόπον γραφομένου τοῦ ποιήματος τάτε φαινόμενα σωθήσεται, καὶ τὰ περὶ τῆς ζώνης ποιητὴς οὐ μόνον ἐμπείρως, ἀλλὰ καὶ ἀκριβῶς ἐξηγούμενος ἂν φαίνοιτο.

2.3.24πρῶτον μὲν οὖν ἐν τούτοις Ἄτταλος ἀγνοεῖ, νομίζων ἐπὶ τοσοῦτον τὴν ἀκρίβειαν ἐν τοῖς Φαινομένοις ὑπὸ Ἀράτου διειλῆφθαι, ὥστε περὶ αὐτῶν τῶν ἐν τῇ ζώνῃ τοῦ Περσέως ἀστέρων διστάζειν αὐτόν, πότερον τῆς ἀρχῆς τοῦ Κριοῦ ἐπ’ἀνατολῆς οὔσης καὶ αὐτὴ ἤδη φανερά ἐστι σὺν τοῖς ὤμοις καὶ τῇ κεφαλῇ μετ’ὀλίγον.

2.3.25χωρὶς γὰρ τοῦ ὁλοσχερῶς μὴ μόνον τὸν Ἄρατον, ἀλλὰ καὶ τὸν Εὔδοξον ἐν τοῖς Φαινομένοις ἀναστρέφεσθαι, καθάπερ ἐπιδεδείχαμεν, ἔτι καὶ οὐ μόνον ἐπὶ τῆς τοῦ Περσέως ζώνης τοῦτ’ἂν παρὰ τῷ Ἀράτῳ διστάζοιτο, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν δυσὶν καὶ πλείοσι ζῳδίοις συνανατελλόντων.

2.3.26τελέως δ’ἀγνοεῖν δόξειεν ἂν Ἄτταλος καὶ τὰ φαινόμενα, ὑπολαμβάνων κατὰ ἀλήθειαν οὕτως εἶναι δισταζόμενα τὰ περὶ τὴν ζώνην τοῦ Περσέως, καθάπερ προείρηκεν. οὐ γὰρ μόνον ζώνη τοῦ Περσέως φαίνεται ὑπὲρ γῆν τοῦ Κριοῦ ἀρχομένου ἀνατέλλειν, ἀλλὰ καὶ ὅλος σχεδὸν Περσεὺς πλὴν τοῦ ἀριστεροῦ ποδὸς καὶ τοῦ γόνατος.

2.3.27 μὲν γὰρ δεξιὸς αὐτοῦ ποὺς συνανατέλλει τῇ ηʹ μοίρᾳ τῶν Ἰχθύων, δὲ ἐν τῷ δεξιῷ γόνατι τῇ ζʹ μοίρᾳ · δὲ ἐν τῷ γοργονίῳ καὶ τῇ ἀριστερᾷ χειρὶ κείμενος λαμπρὸς ἀστήρ, ὃς μικρὸν προηγεῖται τοῦ ἀριστεροῦ μηροῦ, τῇ ιγʹ μοίρᾳ τῶν Ἰχθύων συναναφέρεται. μόνη δὲ αὐτοῦ ἀριστερὰ κνήμη τῷ Κριῷ συνανατέλλει.

2.3.28δῆλον οὖν ὅτι ἀγνοεῖ, λέγων τάτε φαινόμενα σωθήσεσθαι καὶ τὸν Ἄρατον ἐμπείρως καὶ ἀκριβῶς τὰ περὶ τῆς τοῦ Περσέως ζώνης φανεῖσθαι ἐξηγούμενον.

2.3.29δοκεῖ δέ μοι διηπορῆσθαι Ἄρατος παρὰ τὴν αὐτὴν αἰτίαν, παρ’ἣν καὶ Εὔδοξος, θηκεν Ἄρατος. ἐν μὲν γὰρ τῷ συντάγματι τῷ περὶ τῶν φαινομένων γράφει, ὅτι τοῖς Ἰχθύσι συνανατέλλει τὰ δεξιὰ τοῦ Περσέως, ὥστε τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῇ ἀνατολῇ οὔσης τὰ δεξιὰ μόνον τοῦ Περσέως μέρη κατ’αὐτὸν ὑπὲρ γῆν φαίνεσθαι · ἐν δὲ τῷ ἑτέρῳ συντάγματι, ἐπιγράφεται ἔνοπτρον, τοῖς Ἰχθύσι φησὶν αὐτὸν ὅλον πλὴν ὀλίγου συνανατέλλειν.

2.3.30ἐν πᾶσιν οὖν σχεδὸν τοῖς περὶ τὰς ἀνατολὰς τῶν ἄστρων συμφωνούντων ἀλλήλοις τῶν δύο συνταγμάτων, περὶ δὲ τοῦ Περσέως διαφόρου τῆς ἀναγραφῆς οὔσης, εὐλόγως Ἄρατος, διαπορῶν, ποίᾳ τις κατακολουθήσει ἀποφάσει, ἀμφήριστόν φησιν εἶναι καὶ δισταζόμενον, πότερον καὶ ζώνη τοῦ Περσέως μετὰ τῶν ὤμων καὶ τῆς κεφαλῆς τοῦ Κριοῦ ἀνατέλλοντος μετέωρος φαίνεται τοῦ Ταύρου ἀναφερομένου, ὡς τὸ ἕτερον τῶν τοῦ Εὐδόξου συνταγμάτων περιέχει.

2.3.31οὐ παρὰ τὸ τῇ αἰσθήσει οὖν δύσκριτον εἶναι διὰ μικρότητα τῆς διαφορᾶς, ὡς Ἄτταλος ὑπέλαβεν, ἀμφήριστόν φησιν εἶναι, πότερον ζώνη τοῦ Περσέως ὑπὲρ γῆν ἤδη φαίνεται τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῷ ὁρίζοντι οὔσης, ἀρχομένου ἤδη ἀνατέλλειν τοῦ Ταύρου, τότε καὶ αὐτὴ ἀναφέρεται, ἀλλὰ παρὰ τὸ μὴ ἔχειν εἰπεῖν διὰ τὸ ἑκατέρως παραδεδόσθαι.

2.3.32διχῶς δὲ γραφομένου, ἐν μέν τισιν ἀντιγράφοις καὶ κ’ἀμφήριστα πέλοιτο, ἐν δέ τισι καὶ κ’ἀμφήριστα πέλονται, δεῖ γράφειν πέλοιτο, καὶ οὐχ, ὡς Ἄτταλος, πέλονται. τῷ γὰρ ἂν συνδέσμῳ τὸ πέλοιτο καταλλήλως λέγεται. οὐ δὲ γὰρ περισπᾶσθαι δεῖ διὰ τὸ πληθυντικῶς ἐκφέρεσθαι τὸ ἀμφήριστα · σύνηθες γάρ ἐστι τὸ σχῆμα τοῦτο τῆς ἐκφορᾶς.

2.3.33τῆς δὲ ἀρχῆς τοῦ Ταύρου ἀνατελλούσης φησὶν Ἄρατόςτε καὶ Εὔδοξος τὸν Περσέα ὅλον φαίνεσθαι ὑπὲρ γῆν, καὶ τοῦ Ἡνιόχου τὴν ἀριστερὰν χεῖρα, ἐν οἱ Ἔριφοι κεῖνται, καὶ τὸν ἀριστερὸν πόδα, καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας. δεδυκέναι δέ φησι τοῦ Βοώτου τι μέρος.

2.3.34ἀγνοοῦσιν οὖν τὰ ἀριστερὰ μόνον ὑπολαμβάνοντες τοῦ Ἡνιόχου τῷ Κριῷ συνανατέλλειν · μὲν γὰρ δεξιὸς ὦμος αὐτοῦ τῇ βʹ καὶ κʹ μοίρᾳ τοῦ Κριοῦ συναναφέρεται, δὲ βορειότερος τῶν ἐν τῇ κεφαλῇ ἔτι πρότερον τοῖς Ἰχθύσι συνανατέλλει, ὥστε καὶ κατὰ τοῦτο ἀγνοεῖν αὐτούς, λέγω δέ, καθ’ὅσον ὑπολαμβάνουσι πρώτως τῷ Κριῷ τὸν Ἡνίοχον συναναφέρεσθαι.

2.3.35ὁμοίως δὲ κατὰ δύο τρόπους καὶ τὰ περὶ τοῦ Κήτους ἠγνοήκασιν. οὔτε γὰρ τῷ Κριῷ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ τοῖς Ἰχθύσιν · οὔτε ἕως τῆς λοφίας μόνον ἀναφέρεται σὺν τῷ Κριῷ, ἀλλὰ ὅλον σχεδὸν πλὴν τῶν ἐν τῇ κεφαλῇ ἐν ἄκρῳ τῷ χελυνίῳ λαμπρός.

2.3.36ὅτι γε μὴν οὐ δὲ Βοώτης τῷ Κριῷ ἄρχεται ἀντικαταφέρεσθαι, ὥς φασιν, ἀλλὰ τῷ Ταύρῳ, προειρήκαμεν ἀνωτέρω.

2.3.37τῶν δὲ Διδύμων ἀρχομένων ἀνατέλλειν Ἄρατος δύνειν μέν φησι τοὺς πόδας τοῦ Ὀφιούχου μέσφ’αὐτῶν γονάτων, ἀνατέλλειν δὲ τὸ Κῆτος καὶ τοῦ Ποταμοῦ τὰ πρῶτα.

2.3.38ταῦτα δὲ συμφώνως τοῖς φαινομένοις ὑπ’αὐτῶν εἴρηται.

2.4

2.4.1 μὲν οὖν ἐδόκει μοι χρήσιμα εἶναι τῶν ὑπὸ Ἀράτου καὶ Εὐδόξου λεγομένων ἐν τοῖς Φαινομένοις ἐπισκέψασθαίτε καὶ ὑπογράψαι, ταῦτά ἐστιν.

2.4.2ἑξῆς δὲ ὑποτάξω περὶ ἑκάστου τῶν ἀπλανῶν ἄστρων ἐπὶ κεφαλαίου, τίνιτε τῶν δώδεκα ζῳδίων συνανατέλλει καὶ συγκαταδύνει, καὶ ἀπὸ πόστης μοίρας τοῦ ζῳδίου ἀρξάμενον ἕως πόστης μοίρας ἔσχατον ἀνατέλλει συγκαταδύνει ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ καθόλου ὅπου ἐστὶν μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ καὶ ἡμιωρίου.

2.4.3τὰς δὲ κατὰ μέρος αὐτῶν ἀποδείξεις ἐν ἄλλοις συντετάχαμεν οὕτως, ὥστε ἐν παντὶ τόπῳ σχεδὸν τῆς οἰκουμένης δύνασθαι παρακολουθεῖν ταῖς διαφοραῖς τῶν συνανατολῶν καὶ συγκαταδύσεων.

2.4.4πρῶτον μὲν οὖν ἐκθησόμεθα τὰς τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου συνανατολάςτε καὶ συγκαταδύσεις, ἔπειτα δὲ τὰς τῶν νοτιωτέρων, ἐπὶ πᾶσι δὲ τὰς τῶν δώδεκα ζῳδίων · λέγω δὲ τῶν ἠστερισμένων, ἐπειδήπερ μὲν μείζονα τόπον ἐπέχει τοῦ δωδεκατημορίου, δὲ ἐλάσσονα. ἔτι δὲ καὶ πολλῷ τινὰ μὲν βορειότερα, τινὰ δὲ νοτιώτερα ὄντα τοῦ ζῳδιακοῦ πολὺ προτερεῖ καὶ ὑστερεῖ ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τῶν κατ’αὐτὰ δωδεκατημορίων.

2.4.5προσδιασαφήσομεν δὲ ἐφ’ἑκάστου καὶ τότε μεσουρανοῦν ἐν τῷ ζῳδιακῷ κύκλῳ ζῴδιον καὶ τὴν μοῖραν αὐτοῦ, πρὸς δὲ τούτοις τοὺς μεσουρανοῦντας ἀπλανεῖς ἀστέρας ἐν ταῖς ἀρχαῖς καὶ τελευταῖς τῶν ἀνατολῶν καὶ δύσεων οἱουδήποτε ἄστρου, καὶ ἔτι ἐν πόσαις ὥραις ἰσημεριναῖς ἕκαστον τῶν ἄστρων δύνει ἀνατέλλει.

2.4.6ἕκαστον δὲ τούτων διασαφήσομεν κατὰ συνεγγισμὸν ἕως ἀδιαφόρου παραλλαγῆς. διότι γὰρ τοιαύτη πραγματεία πολλῷτε τῶν ὑπὸ τῶν ἀρχαίων συντεταγμένων ἐστὶν εὐχρηστοτέρα καὶ πρὸς πολλὰ συντείνει τῶν κατὰ ἀστρολογίαν θεωρημάτων, εὐκατανόητον εἶναί σοι νομίζω.

2.5

2.5.1 μὲν οὖν Βοώτης συνανατέλλει τῷ ζῳδιακῷ ἀπὸ τῆς ἀρχῆς τῆς Παρθένου ἕως ζʹ καὶ κʹ μοίρας τῆς Παρθένου · μεσουρανεῖ δ’ἀνατέλλοντος αὐτοῦ τοῦ ζῳδιακοῦ τμῆμα τὸ ἀπὸ Ταύρου ζʹ καὶ κʹ μοίρας μέσης ἕως Διδύμων κζʹ μοίρας. καὶ πρῶτος μὲν ἀστὴρ τοῦ Βοώτου ἀνατέλλει ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ἐν τῷ δεξιῷ ποδί. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἀρχομένου μὲν ἀνατέλλειν τοῦ Βοώτου τε ἀριστερὸς ὦμος τοῦ Ὠρίωνος καὶ ἀριστερὸς πούς, ὡς ἡμιπήχιον προηγούμενοι τοῦ μεσημβρινοῦ. λήγοντος δὲ αὐτοῦ μεσουρανεῖ τοῦ Κυνὸς ἐπὶ τῶν ἰσχίων λαμπρός. ἀνατέλλει δὲ ὅλος Βοώτης ἐν ὥραις ἰσημεριναῖς δυσὶν ὡς ἔγγιστα.

2.5.2τοῦ δὲ Στεφάνου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ τοῦ ζῳδιακοῦ τμῆμα τὸ ἀπὸ Παρθένου ζʹ καὶ κʹ μοίρας ἕως Χηλῶν εʹ μοίρας μέσης · μεσουρανεῖ δὲ τὸ ἀπὸ Διδύμων ϛʹ καὶ κʹ μοίρας μέσης ἕως Καρκίνου μοίρας εʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τοῦ Στεφάνου προηγούμενος τοῦ λαμπροτάτου, ἔσχατος δὲ βορειότερος τῶν ὡς πρὸς ἀνατολὰς καὶ ἄρκτους κειμένων τοῦ λαμπροτάτου. μεσουρανεῖ δὲ ἀστὴρ ἐν μὲν τῇ ἀρχῇ τῆς ἀνατολῆς τοῦ Κυνὸς ἐπὶ τῶν ἰσχίων, ἔσχατον δὲ προηγούμενος τῆς τοῦ Ὕδρου κεφαλῆς, ἐκφανής, ὅς ἐστιν ἐν τοῖς νοτίοις ποσὶ τοῦ Καρκίνου, καὶ τῆς Ἄρκτου βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις ποσὶ δύο ἀστέρων, ἔγγιστα δὲ καὶ τῶν περὶ τὸ Νεφέλιον τοῦ Καρκίνου κειμένων οἱ πρὸς δύσιν. ἀνατέλλει δὲ Στέφανος ἐν δυσὶ μέρεσι μιᾶς ὥρας.

2.5.3τοῦ δὲ Ἐνγόνασιν ἀνατέλλοντος συνανατέλλει μὲν ζῳδιακὸς ἀπὸ Παρθένου μοίρας ιαʹ ἕως Σκορπίου μοίρας ηʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Διδύμων ηʹ μέσης ἕως Λέοντος ιδʹ μοίρας. καὶ πρῶτοι μὲν ἀστέρες τοῦ Ἐνγόνασιν ἀνατέλλουσιν τε ἐν τῷ δεξιῷ ποδὶ καὶ ἐν τῷ δεξιῷ γόνατι, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἀνατέλλοντος τοῦ Ἐνγόνασιν πρῶτος μὲν τῶν ἐν τοῖς ποσὶ τῶν Διδύμων τεσσάρων δεύτερος ἀπὸ δύσεως, ἔσχατος δὲ τοῦ Λέοντος νοτιώτερος τῶν δύο τῶν περὶ τὸν λαμπρὸν τὸν ἐπὶ τῆς ὀσφύος κειμένων. ἀνατέλλει δὲ Ἐνγόνασιν ἐν ὥραις τέσσαρσι καὶ τρισὶ πεμπτημορίοις ὡς ἔγγιστα.

2.5.4τοῦ δὲ Ὀφιούχου ἀνατέλλοντος συνανατέλλει μὲν ζῳδιακὸς ἀπὸ Χηλῶν θʹ καὶ κʹ μοίρας ἕως Σκορπίου γʹ καὶ κʹ μοίρας · μεσουρανεῖ δὲ ἀπὸ Λέοντος γʹ μοίρας ἕως Παρθένου γʹ. καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσι τοῦ Ὀφιούχου οἱ ἐν τῇ ἀριστερᾷ χειρί, ἀλλὰ μὴν καὶ οἱ ἐν τῷ Ὄφει κείμενοι, ἔσχατος δὲ τῶν ἐν τῷ δεξιῷ ποδὶ αὐτοῦ τεσσάρων δεύτερος ἀπὸ δύσεως. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει τοῦ Λέοντος λαμπρῶν δεύτερος ἀπ’ἄρκτου, ἔσχατος δὲ ἐν τῇ κεφαλῇ τοῦ Κόρακος. ἀνατέλλει δὲ Ὀφιοῦχος ἐν ὥραις δυσί.

2.5.5τοῦ δὲ Ὄφεως, ὃν ἔχει Ὀφιοῦχος, ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ηʹ ἕως Τοξότου μοίρας αʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου ηʹ μέσης ἕως Παρθένου ιδʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ἐν τῷ ἀκροστολίῳ τῆς Ἀργοῦς λαμπρός, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τε Προτρυγητὴρ καὶ βορειότερος ὦμος τῆς Παρθένου, ὡς πηχυαῖον διάστημα τοῦ μεσημβρινοῦ ὑπολειπόμενος ἑκάτερος αὐτῶν. ἀνατέλλει δὲ Ὄφις ἐν ὥραις τέσσαρσι καὶ ἡμιωρίῳ.

2.5.6τῆς δὲ Λύρας ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας θʹ μέσης ἕως Σκορπίου ιηʹ · μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιγʹ μέσης ἕως Λέοντος μοίρας Ϛʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῆς Λύρας ἀπ’ἄρκτων παρακείμενος τῷ λαμπροτάτῳ, ἔσχατος δὲ πρὸς ἀνατολὰς τῶν ἐν τῷ ζυγώματι αὐτῆς δύο λαμπρῶν. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Λέοντος νοτιώτερος τῶν δύο τῶν ἐξ ἑκατέρου μέρους παρακειμένων τῷ ἐπὶ τῆς ὀσφύος λαμπρῷ, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Λέοντος λαμπρός, καὶ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι τῆς Παρθένου, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Λύρα ἐν τέσσαρσι πεμπτημορίοις μιᾶς ὥρας.

2.5.7τοῦ δὲ Ὄρνιθος ἀνατέλλοντος συνανατέλλει μὲν ζῳδιακὸς ἀπὸ Χηλῶν ζʹ καὶ κʹ μοίρας μέσης ἕως τοῦ Τοξότου βʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τοῦ Λέοντος ἕως Χηλῶν ιʹ μοίρας μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει βορειότατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι ἔσχατος δὲ νοτιώτατος τῶν ἐν τῇ ἀριστερᾷ πτέρυγι. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ἐν τῇ καρδίᾳ τοῦ Λέοντος λαμπρός, ἔσχατος δὲ τοῦ Κενταύρου νοτιώτερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον, καὶ Ἀρκτοῦρος, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Ὄρνις ἐν ὥραις τέσσαρσι καὶ δυσὶ πεμπτημορίοις.

2.5.8τοῦ δὲ Κηφέως μόνα τὰ πρὸς τῇ κεφαλῇ μέρη ἀνατέλλει. συνανατέλλει δὲ αὐτῷ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας ζʹ καὶ κʹ μέσης ἕως Τοξότου Ϛʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοίρας θʹ μέσης ἕως Παρθένου αʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει προηγούμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Κόρακος ἐν τῇ οὐρᾷ λαμπρός, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ἀριστερὸς ἀγκὼν τῆς Παρθένου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Κηφεὺς ἐν τρισὶν ἔγγιστα τεταρτημορίοις ὥρας μιᾶς.

2.5.9τῆς δὲ Κασσιεπείας ἀνατελλούσης συνανατέλλει μὲν ζῳδιακὸς ἀπὸ τοῦ Τοξότου βʹ καὶ κʹ μοίρας ἕως Αἰγόκερω ιβʹ · μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας ιαʹ ἕως Σκορπίου γʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐν τῷ θρόνῳ αὐτῆς λαμπρός, ἔσχατος δὲ ἐν τῇ κεφαλῇ. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Κενταύρου νοτιώτερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ Ἀρκτοῦρος, ἔσχατος δὲ μέσος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου, καὶ τοῦ Στεφάνου προηγούμενος τοῦ λαμπροῦ. ἀνατέλλει δὲ Κασσιέπεια ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει.

2.5.10τῆς δὲ Ἀνδρομέδας ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ζῳδιακὸς ἀπὸ Αἰγόκερω ιεʹ μοίρας ἕως Ὑδροχόου μοίρας δʹ καὶ κʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου Ϛʹ μέσης ἕως Τοξότου ηʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει αὐτῆς βορειότερος τῶν ἐν τῇ δεξιᾷ χειρί, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Στεφάνου ἐχόμενος τοῦ λαμπροῦ, ἔσχατος δὲ ἀριστερὸς ἀγκὼν τοῦ Ἐνγόνασιν. ἀνατέλλει δὲ Ἀνδρομέδα ἐν ὥραις δυσὶ καὶ ὀγδόῳ μέρει.

2.5.11τοῦ δὲ Ἵππου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ τῆς ἀρχῆς τοῦ Αἰγόκερω ἕως Ὑδροχόου μοίρας αʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν αʹ καὶ κʹ μέσης ἕως Τοξότου Ϛʹ μέσης. καὶ πρῶτος μὲν αὐτοῦ ἀστὴρ ἀνατέλλει νοτιώτερος τῶν ἐμπροσθίων ποδῶν, ἔσχατος δὲ ἐπὶ τῆς ὀσφύος λαμπρός. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τῶν Χηλῶν ἐν μέσῃ τῇ νοτίᾳ χηλῇ, ἔσχατοι δὲ τοῦ Ὀφιούχου οἱ παρὰ τὸν δεξιὸν ὦμον τρεῖς ἐπ’εὐθείας κείμενοι, ἐκτὸς ὄντες αὐτοῦ, καὶ τοῦ Ἐνγόνασιν ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Ἵππος ἐν ὥραις τρισί.

2.5.12τοῦ δὲ Ὀϊστοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ τοῦ Τοξότου μοίρας εʹ ἕως Τοξότου ιʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Παρθένου ιθʹ ἕως Παρθένου εʹ καὶ κʹ. καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσιν οἱ ἐν τῇ γλυφίδι, ἔσχατος δὲ ἐν τῇ ἀκίδι. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ἐν τῷ ἀριστερῷ ἀγκῶνι τῆς Παρθένου, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ Στάχυς, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ ὑπὸ τὸν ἀριστερὸν ὦμον τοῦ Κενταύρου. ἀνατέλλει δὲ Ὀϊστὸς ἐν τρίτῳ μέρει ὥρας.

2.5.13τοῦ δὲ Ἀετοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας θʹ ἕως Τοξότου ιδʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Παρθένου δʹ καὶ κʹ ἕως Παρθένου λʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τοῦ Ἀετοῦ βορειότερος τῶν ἐν ταῖς πτέρυξι δύο μικρῶν, ἔσχατος δὲ νοτιώτερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν Στάχυς, ἔσχατος δὲ τοῦ Κενταύρου βορειότερος τῶν ἐν τῇ κεφαλῇ. ἀνατέλλει δὲ Ἀετὸς ἐν δυσὶ πεμπτημορίοις τῆς ὥρας.

2.5.14τοῦ δὲ Δελφῖνος ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ τοῦ Τοξότου μοίρας κʹ μέσης ἕως Τοξότου δʹ καὶ κʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ηʹ μέσης ἕως Χηλῶν ιγʹ. καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσιν οἱ ἡγούμενοι τῶν ἐν τῷ ῥόμβῳ τεσσάρων, ἔσχατος δὲ τῶν ἐν τῇ οὐρᾷ νοτιώτερος. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ἀριστερὸς ποὺς τῆς Παρθένου, ἔσχατος δὲ τοῦ Κενταύρου βορειότατος τῶν ἐν τῷ θύρσῳ, καὶ τῆς Παρθένου ἀπ’ἄρκτου κείμενος τοῦ δεξιοῦ γόνατος καὶ τοῦ ποδός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Δελφὶς ἐν τετάρτῳ μέρει μιᾶς ὥρας.

2.5.15τοῦ δὲ Περσέως ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Αἰγόκερω εʹ καὶ κʹ μοίρας ἕως Κριοῦ ιδʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου ιϛʹ μέσης ἕως Αἰγόκερω ηʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ἐν τῇ ἅρπῃ νεφελοειδής, ἔσχατοι δὲ οἱ ὑπὲρ τὴν Πλειάδα ἐν τῷ ἀριστερῷ ποδὶ κείμενοι. μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρός, καὶ τοῦ Ἐνγόνασιν προηγούμενος τοῦ δεξιοῦ ὤμου ἐν τῷ βραχίονι, ἔσχατος δὲ τοῦ Αἰγόκερω βορειότερος τῶν ἐν τοῖς γονατίοις, καὶ τοῦ Ὄρνιθος βορειότερος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. ἀνατέλλει δὲ Περσεὺς ἐν ὥραις τρισὶ καὶ ἡμίσει καὶ τρίτῳ μέρει ὥρας.

2.5.16τοῦ δὲ Ἡνιόχου ἀνατέλλοντος συνανατέλλει μὲν ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ιαʹ μέσης ἕως Ταύρου ισʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Τοξότου κʹ μοίρας ἕως Αἰγόκερω θʹ καὶ κʹ. καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσιν οἱ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ἐν τῷ δεξιῷ ποδί. μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τοῦ Τοξότου ἡγούμενος τῶν ἐν τῇ ἐφαπτίδι καὶ μέσος τῶν ἐν τῷ νώτῳ, καὶ τοῦ Ὄφεως, ὃν ἔχει Ὀφιοῦχος, δεύτερος ἀπ’ἄκρας τῆς οὐρᾶς ἀριθμούμενος · ἔσχατος δὲ μεσουρανεῖ ἐν τῷ ῥύγχει τοῦ Ἵππου λαμπρός, καὶ τοῦ Ὄρνιθος ἑπόμενος τῶν ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κηφέως νοτιώτερος τῶν προηγουμένων τοῦ δεξιοῦ ὤμου δύο ἐκφανῶν. ἀνατέλλει δὲ Ἡνίοχος ἐν ὥραις τρισί.

2.6

2.6.1aπερὶ μὲν οὖν τὰς ἀνατολὰς τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου ταῦτα συμβαίνει ἐν τῇ προειρημένῃ τοῦ κόσμου ἐγκλίσει, περὶ δὲ τὰς καταδύσεις τὰ τοιαῦτα.

2.6.1bτοῦ Βοώτου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας Ϛʹ ἕως Αἰγόκερω μοίρας ιθʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας βʹ καὶ κʹ ἕως Κριοῦ δʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει νοτιώτατος τῶν ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατος δὲ βορειότατος τῶν ἐν τῷ κολλορόβῳ. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀπλανῶν πρῶτος μὲν τοῦ Ὄρνιθος ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ Αἰγόκερω ἡγούμενος τῶν ἀπὸ νότου παρακειμένων τοῖς ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ τοῦ Περσέως ἐν τῇ ἅρπῃ νεφελοειδής, καὶ τοῦ Κριοῦ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, καὶ Σύνδεσμος τῶν λίνων. δύνει δὲ Βοώτης ἐν ὥραις ἰσημεριναῖς τέσσαρσι καὶ δυσὶ μέρεσιν ὥρας.

2.6.2τοῦ δὲ Στεφάνου δύνοντος συγκαταδύνει μὲν ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας γʹ καὶ κʹ ἕως Αἰγόκερω δʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τῶν Ἰχθύων ἕως Ἰχθύων μοίρας ιδʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει λαμπρότατος τῶν ἐν τῷ Στεφάνῳ, ἔσχατος δὲ ἀμαυρότερος καὶ ἔσχατος ὢν τῆς ἑπομένης περιφερείας. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῶν Ἰχθύων τοῦ νοτιωτέρου ἐν ἄκρᾳ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ πρὸς νότον αὐτοῦ κειμένου παραλληλογράμμου οἱ ἡγούμενοι, ἔσχατοι δὲ τε ἐν μέσῳ τῷ σώματι τῆς Κασσιεπείας, καὶ ἐν τῇ ἀριστερᾷ χειρὶ τῆς Ἀνδρομέδας. δύνει δὲ Στέφανος ἐν ὥρᾳ μιᾷ ὡς ἔγγιστα.

2.6.3τοῦ δὲ Ἐνγόνασι δύνοντος συγκαταδύνει μὲν ζῳδιακὸς ἀπὸ τοῦ Τοξότου μοίρας ιδʹ ἕως Ὑδροχόου μοίρας ιϚʹ · μεσουρανεῖ δὲ ἀπὸ τοῦ Ὑδροχόου μοίρας γʹ καὶ κʹ ἕως Ταύρου μοίρας ηʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρί, ἔσχατος δὲ ἐν τῷ ἀριστερῷ ποδί. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ μὲν ἐν τῷ Ὑδροχόῳ ὕδατος ἑπόμενος τῶν ἐν τῇ τετάρτῃ συστροφῇ, τοῦ δὲ Ἵππου βορειότερος τῶν ἐν τῷ σώματι συνεχῶν, τοῦ δὲ Κηφέως ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ · ἔσχατος δὲ μεσουρανεῖ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου νοτιώτερος τῶν ἑπομένων λαμπρῶν, καὶ πρὸς μεσημβρίαν κείμενος αὐτοῦ ἀκατονόμαστος καὶ λαμπρός. δύνει δὲ Ἐνγόνασιν ἐν ὥραις τέσσαρσι καὶ τρισὶ πεμπτημορίοις ὡς ἔγγιστα.

2.6.4τοῦ δὲ Ὀφιούχου δύνοντος συγκαταδύνει μὲν ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας ιαʹ ἕως Αἰγόκερω μοίρας βʹ · μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω εʹ καὶ κʹ ἕως Ἰχθύων ιαʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τῷ ἀριστερῷ ποθί, ἔσχατος δὲ ἐν τῇ κεφαλῇ. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Αἰγόκερω ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ, καὶ τοῦ Ὄρνιθος νοτιώτατος τῶν ἐν τῇ ἀριστερᾷ πτέρυγι, ἔσχατος δὲ τῆς Κασσιεπείας ἐν τῇ κεφαλῇ καὶ ἐν τῷ δίφρῳ μικρός, καὶ τῆς Ἀνδρομέδας βορειότατος τῶν ἐν τῷ στήθει, καὶ τοῦ Κήτους νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. δύνει δὲ Ὀφιοῦχος ἐν ὥραις τρισὶν ὡς ἔγγιστα.

2.6.5ὅταν δὲ Ὄφις δύνῃ, ὃν ἔχει Ὀφιοῦχος, συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας Ϛʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω μοίρας θʹ · μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας ηʹ ἕως Ἰχθύων κʹ μέσης. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν τῷ σώματι, κοινοὶ ὄντες καὶ τῆς ἀριστερᾶς χειρὸς τοῦ Ὀφιούχου, ἔσχατος δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν ἐν τῷ δεξιῷ ποδὶ τοῦ Κηφέως, καὶ ἐν μέσῃ τῇ κάλπιδι τοῦ Ὑδροχόου, ἔσχατος δὲ τοῦτε βορειοτέρου Ἰχθύος νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, καὶ τῆς Κασσιεπείας ἐν τῷ γόνατι. δύνει δὲ Ὄφις ἐν ὥραις τρισὶν ὡς ἔγγιστα.

2.6.6τῆς δὲ Λύρας δυνούσης συγκαταδύνει μὲν ζῳδιακὸς ἀπὸ τοῦ Ὑδροχόου μοίρας δʹ ἕως Ὑδροχόου μοίρας ιβʹ · μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ γʹ καὶ κʹ μέσης ἕως Ταύρου γʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἡγούμενος τῶν ἐν τῷ ζυγώματι δύο λαμπρῶν, ἔσχατος δ’ ἀπ’ἄρκτων παρακείμενος τῷ λαμπρῷ. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν μέσος τῶν ἐν τῇ οὐρᾷ τοῦ Κριοῦ, ἔσχατος δὲ τῶν μεταξὺ τοῦτε ὀξυτάτου τῆς Πλειάδος καὶ τῶν Ὑάδων τῶν ἐπὶ τοῦ ἀριστεροῦ μετώπου τοῦ Ταύρου βορειότερος αὐτῶν καὶ ἐκφανέστερος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεος, καὶ τῆς μεγάλης περιφερείας τοῦ ἀπὸ τοῦ Ὠρίωνος Ποταμοῦ δεύτερος τῶν ἀπ’ἄρκτου καὶ λαμπρός, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ μεταξὺ τῆςτε ἀποτομῆς τοῦ Ταύρου καὶ τοῦ ἐν τῇ ὠμοπλάτῃ, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως. δύνει δὲ Λύρα ἐν δυσὶ μέρεσιν ὥρας.

2.6.7τοῦ δὲ Ὄρνιθος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ τοῦ Ὑδροχόου μοίρας εʹ μέσης ἕως Ἰχθύων μοίρας ιδʹ · μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας δʹ καὶ κʹ μέσης ἕως Διδύμων ιβʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τῷ ῥύγχει, ἔσχατος δὲ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ἐν τῷ δεξιῷ μηρῷ λαμπρός, καὶ τοῦ Κριοῦ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατοι δὲ τῶν Διδύμων τε τρίτος ἀπὸ δύσεως τῶν ἐν τοῖς ποσὶ καὶ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν, προηγούμενοι τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον. δύνει δὲ Ὄρνις ἐν ὥραις τρισὶ καὶ ἕκτῳ μέρει.

2.6.8τοῦ δὲ Κηφέως δύνει τὰ περὶ τὴν κεφαλὴν μέρη μόνον. καὶ συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας ηʹ μέσης ἕως Κριοῦ ιδʹ · μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας θʹ ἕως Καρκίνου μοίρας ιδʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ βορειότερος αὐτῶν. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦτε Καρκίνου νοτιώτερος τῶν ἀπ’ἀνατολῆς περὶ τὸ Νεφέλιον κειμένων, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Ἀργοῦς ἐν τῷ ἀκροστολίῳ λαμπρός, ἔσχατοι δὲ τῆςτε Ἄρκτου ἐν τοῖς ἐμπροσθίοις γόνασι λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Καρκίνου μέσος τῶν τριῶν τῶν περὶ τὴν νοτίαν χηλήν, καὶ τοῦ Ὕδρου ἐπὶ τῆς ἐκφύσεως τοῦ τραχήλου, καὶ τῆς Ἀργοῦς ἐν μέσῳ τῷ τοίχῳ λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. δύνει δὲ Κηφεὺς ἐν τρίτῳ μέρει ὥρας.

2.6.9τῆς δὲ Κασσιεπείας δυνούσης συγκαταδύνει μὲν αὐτῇ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας αʹ καὶ κʹ ἕως Ταύρου δʹ καὶ κʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας δʹ καὶ κʹ μέσης ἕως Παρθένου εʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ἐν τοῖς ποσί. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Λέοντος τε ἐμπρόσθιος ποὺς καὶ τῶν ἐν τῇ κεφαλῇ βορειότερος τῶν ἑπομένων, καὶ τοῦ Ὕδρου λαμπρότατος, ἔσχατοι δὲ τοῦτε Δράκοντος δεύτερος τῶν ἀπὸ τῆς οὐρᾶς λαμπρῶν, καὶ τοῦ Κόρακος τε ἐν τῷ ῥύγχει καὶ ἐν τῇ κεφαλῇ. δύνει δὲ Κασσιέπεια ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.

2.6.10τῆς δὲ Ἀνδρομέδας δυνούσης συγκαταδύνει μὲν αὐτῇ ζῳδιακὸς ἀπὸ Ἰχθύων βʹ καὶ κʹ μοίρας μέσης ἕως Κριοῦ ηʹ καὶ κʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Διδύμων αʹ καὶ κʹ μέσης ἕως Λέοντος βʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδί. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τε ἐν τῷ ῥύγχει τῆς Μεγάλης Ἄρκτου, καὶ ἐν τῇ κεφαλῇ τοῦ ἡγουμένου Διδύμου, καὶ τοῦ Κυνὸς βορειότατος τῶν ἐν τῇ κεφαλῇ · ἔσχατον δὲ μεσουρανοῦσι τοῦτε Δράκοντος ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ μέσος τῶν ἐν τῷ τραχήλῳ τοῦ Λέοντος τριῶν ἐπ’εὐθείας, καὶ τοῦ Ὕδρου τρίτος τῶν μετὰ τὸν λαμπρὸν πρὸς ἀνατολὰς τεσσάρων. δύνει δὲ Ἀνδρομέδα ἐν ὥραις τρισὶν ὡς ἔγγιστα.

2.6.11τοῦ δὲ Ἵππου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ιγʹ μέσης ἕως Ἰχθύων μοίρας ιγʹ · μεσουρανεῖ δὲ ἀπὸ Ταύρου δʹ μέσης ἕως Διδύμων ιαʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τῷ στόματι αὐτοῦ λαμπρός, ἔσχατος δὲ ἐπὶ τῆς ὀσφύος λαμπρός. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τε βορειότερος τῶν μεταξὺ τοῦ ὀξέος τῆς Πλειάδος καὶ τῶν Ὑάδων τῶν ἐν τῷ ἀριστερῷ μετώπῳ τοῦ Ταύρου, καὶ τοῦ Ταύρου ἐν τῇ ὠμοπλάτῃ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ · ἔσχατοι δὲ μεσουρανοῦσι τῶν Διδύμων τε τρίτος ἀπὸ δύσεως ποὺς καὶ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν. δύνει δὲ Ἵππος ἐν ὥραις δυσὶ καὶ ἡμιωρίῳ.

2.6.12τοῦ δὲ Ὀϊστοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ζʹ καὶ κʹ μέσης ἕως Ὑδροχόου μοίρας βʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας ιδʹ ἕως Κριοῦ μοίρας κʹ μέσης. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν τῇ γλυφίδι, ἔσχατος δὲ ἐν τῇ ἀκίδι. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ἐν τῷ δεξιῷ ὤμῳ, καὶ τοῦ Κριοῦ βορειότερος τῶν ὑπὲρ τὴν οὐρὰν τριῶν ἐπ’εὐθείας ἀκατονομάστων, καὶ ἐν τῷ νώτῳ αὐτοῦ, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους ἡγούμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τριῶν λαμπρῶν · ἔσχατοι δὲ μεσουρανοῦσι τοῦ Περσέως ἐν μέσῳ τῷ σώματι λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κήτους ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. δύνει δὲ Ὀϊστὸς ἐν τρίτῳ μέρει ὥρας.

2.6.13τοῦ δὲ Ἀετοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ιζʹ μέσης ἕως Αἰγόκερω γʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας βʹ ἕως Κριοῦ μοίρας ηʹ. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν ταῖς πτέρυξι δύο μικροί, ἔσχατος δὲ βορειότερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν. μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆς Ἀνδρομέδας ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κριοῦ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ Κήτους νοτιώτερος τῶν ἑπομένων ἐν τῷ τετραπλεύρῳ, ἔσχατος δὲ τοῦ Τριγώνου ἑπόμενος τῶν ἐν τῇ βάσει, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους προηγούμενος τῶν ἐν τῇ βορείᾳ σιαγόνι. δύνει δὲ Ἀετὸς ἐν τρίτῳ μέρει ὥρας.

2.6.14τοῦ δὲ Δελφῖνος δύνοντος συγκαταδύνει μὲν ζῳδιακὸς ἀπὸ τοῦ Ὑδροχόου μοίρας βʹ ἕως Ὑδροχόου μοίρας ηʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ κʹ μέσης ἕως Κριοῦ θʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ βορειότερος τῶν ἐν τῇ ἑπομένῃ πλευρᾷ τοῦ ῥόμβου. μεσουρανοῦσι δὲ τῶν λοιπῶν ἀστέρων πρῶτοι μὲν τε ἐν μέσῳ τῷ σώματι τοῦ Περσέως λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τοῦ Κήτους, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατοι δὲ ἐν τῷ ἀριστερῷ γόνατι τοῦ Περσέως, καὶ τῆς Πλειάδος τὸ βορειότερον μέρος τῆς ἡγουμένης πλευρᾶς. δύνει δὲ Δελφὶς ἐν ἡμιωρίῳ.

2.6.15τοῦ δὲ Περσέως δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας βʹ ἕως Ταύρου μοίρας θʹ καὶ κʹ · μεσουρανεῖ δὲ ἀπὸ Λέοντος Ϛʹ μέσης ἕως Παρθένου ιʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει τῶν ἐν τῷ γοργονίῳ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ἐν τῷ δεξιῷ γόνατι. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τε ἐν τῇ γαστρὶ τοῦ Λέοντος, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου τέταρτος τῶν μετὰ τὸν λαμπρὸν πρὸς ἀνατολὰς τεσσάρων, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Αργοῦς ἔσχατος τῶν ἐν τῇ τρόπει · ἔσχατον δὲ μεσουρανοῦσι τε ἐν τῇ οὐρᾷ τοῦ Κόρακος καὶ ἐν τοῖς ποσὶν αὐτοῦ. δύνει δὲ Περσεὺς ἐν ὥραις δυσὶ καὶ τρίτῳ μέρει.

2.6.16τοῦ δὲ Ἡνιόχου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας γʹ καὶ κʹ ἕως Καρκίνου βʹ μέσης · μεσουρανεῖ δὲ ἀπὸ Παρθένου βʹ ἕως Χηλῶν βʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατοι δὲ οἱ ἐν τῇ κεφαλῇ. μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Δράκοντος ἐν ἄκρᾳ τῇ οὐρᾷ καὶ τοῦ Στεφάνου βορειότατος, ἔσχατον δὲ τῶν Χηλῶν ἐν μέσῃ τῇ νοτίᾳ χηλῇ. δύνει δὲ Ἡνίοχος μικρῷ πλεῖον ἐν ὥραις τρισίν.

2.6.17εἰρηκότες δὴ περὶ πάντων τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ ἄστρων περὶ τῶν λοιπῶν ἐν τῷ ἐχομένῳ ἀποδώσομεν, στοχαζόμενοι τῆς συμμετρίας τοῦ συντάγματος.