Problems and Solutions, 3
3.1.1ἀνάμνησίς ἐστιν εὕρεσις διὰ ζητήσεως φαντάσματος ὃ ἐγένετό ποτε ἐν τῷ σώματι ἐν ᾧ ἡ αἰσθητικὴ ψυχή.
3.2.1εἰπόντος Ἀριστοτέλους ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς † ἐπὶ † τῆς […] ἀπὸ τῆς ἕξεως, ἣν εἶπεν δευτέραν δύναμιν (πρώτη γὰρ ἦν δύναμις ἡ πρὸς τὴν ἀνάληψιν τῆς ἕξεως ἐπιτηδειότης), εἰπόντος οὖν αὐτοῦ περὶ αὐτῆς οὕτως θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ὅπερ οὐκ ἔστιν ἀλλοιοῦσθαι (εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως, διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν ὅταν φρονῇ ἀλλοιοῦσθαι, ὥσπερ οὐ δὲ τὸν οἰκοδόμον ὅταν οἰκοδομῇ. τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγον ἐκ δυνάμει ὄντος κατὰ τὸ νοεῖν καὶ φρονεῖν οὐ διδασκαλίαν ἀλλ’ἑτέραν ἐπωνυμίαν ἔχειν δίκαιον, ταῦτ’εἰπόντος αὐτοῦ ἐζητήθη καθόλου ὑπὸ τῆς ἐξηγήσεως, εἰ ἡ εἰς τὴν ἐνέργειαν μεταβολὴ κίνησίς ἐστιν. εἰ γὰρ μὴ ἀλλοίωσις, πολὺ μᾶλλον ἂν οὐκ εἴη τις τῶν ἄλλων κινήσεων. τὸ γὰρ ἀπὸ τῆς νοητικῆς ἕξεως μεταβάλλον εἰς τὸ νοεῖντε καὶ ἐνεργεῖν ἀλλοίωσις μὲν οὐκ ἂν εἴη τις, εἰ ἡ μὲν ἀλλοίωσις κατὰ πάθος μεταβολή, ἡ δὲ οὐκ ἔστιν μεταβολὴ κατὰ πάθος, εἴ γ’ἐστὶν εἰς τα- ταὐτὸν ἐπίδοσις. καὶ ἔστιν ἡ ἀπὸ τῆς ἕξεως ἐνέργεια σωστικὴ τῆς ἕξεως καὶ τελειότης αὐτῆς, εἴ γε τέλος ἑκάστῳ τὸ οὗ χάριν ἐστί, πᾶσα δὲ ἕξις ἕνεκα τῆς ἐνεργείας γίνεται τῆς κατ’αὐτήν. εἰ δὲ μὴ κατ’ἀλλοίωσιν ὁ οὕτως ἐνεργῶν κινεῖται, πολὺ μᾶλλον οὐ δ’ἂν κατὰ τόπον ἢ κατ’αὔξησιν κινοῖτο · σωμάτων γὰρ αἱ κινήσεις τοιαίδε. καὶ γὰρ αἱ ἀπὸ τῶν κατὰ τὰς τέχνας ἕξεων ἐνέργειαι γίνοιντο μὲν διὰ κινήσεως, ἐπεὶ σωματικῆς ὑπηρεσίας δέονται, αὗται δὲ καθὸ τελειότητές εἰσι τῶν ἕξεων, οὐκ ἂν κινήσεις εἶεν. μήποτ’οὖν ἄμεινον γενέσεις αὐτὰς λέγειν τινάς, εἴ γε πρὸς τὴν τελειότητα τῶν οὐσιῶν ὧν εἰσι συντελοῦσιν · οὐ γὰρ ἑκάστῳ τῶν διὰ γενέσεως τὸ εἶναι ἐχόντων ἡ ἐπὶ τὴν τελειότητα πρόοδος τῆς γενέσεως αὐτοῦ μέρος. τρόπον οὖν τινα μέρος τῆς γενέσεως τῆς τέχνης καὶ ἡ ἀπὸ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν μεταβολὴ γινομένη διὰ κινήσεών τινων, ἐπεὶ καὶ πᾶσα γένεσις δοκεῖ γίνεσθαι διὰ κινήσεων. ἀλλ’εἰ τοῦτο ἐπὶ τῶν τεχνῶν χρὴ λέγειν, ἆρά γε δεῖ τὸ αὐτὸ τοῦτο λέγειν καὶ ἐπὶ τῶν κατὰ τὰς θεωρητικὰς ἐπιστήμας, ἐνεργειῶν τινων οὐσῶν καὶ αὐτῶν; πολὺ γὰρ ἐπὶ τούτων εὐλογώτερον τὸ μὴ εἶναι κίνησίν τινα. ἀλλ’εἰ χρὴ καὶ ταῦτα γενέσεις λέγειν, πᾶσα δὲ γένεσις διὰ κινήσεως, διά τινων κινουμένων εἴη ἂν γινομένη τοιάδε γένεσις. ἢ δεῖ πρῶτον γενέσθαι γνώριμον εἰς τίνος τελειότητα ἡ τοιάδε ἐνέργεια συντελεῖ. ἢ αἱ μὲν κατὰ τὰς τέχνας […] τῶν τεχνῶν καὶ τῶν τὰς τέχνας ἐχόντων, καθό εἰσι τεχνῖται, ἐπὶ δὲ τοῦ νοῦ καὶ τῶν ἀρετῶν καὶ τῶν θεωρητικῶν ἕξεων εἰς τὴν τοῦ ἀνθρώπου ἂν τελειότητα συντελοῖ ἡ ἀπὸ τῶν ἕξεων τούτων ἐνέργεια, εἴ γε καὶ αἱ ἕξεις αὗται τελειότητές εἰσι τῆς τοῦ ἀνθρώπου φύσεως, καθὸ ἄνθρωπός ἐστι. κυρίως γὰρ ἄνθρωπος ὁ τὰς ἕξεις ἔχωντε καὶ ἐνεργῶν κατὰ ταύτας, καθ’ἃς τῷ ἀνθρώπῳ τὸ μάλιστα καὶ κυρίως εἶναι ἀνθρώπῳ. αἳ δὴ διδασκαλίαι κινήσειςτε καὶ ἀλλοιώσεις εἰσὶ τῶν ἕξεων, τούτων ποιητικαὶ δι’ὧν ἡ τοῦ ἀνθρώπου τελειότης γίνεται, εἶεν ἂν καὶ τῶν ἀπ’αὐτῶν ἐνεργειῶν αἴτιαι, εἴ γε πᾶν τὸ τὴν ἕξιν ἔχον εὐθὺς ἐνεργεῖ κατ’αὐτήν, εἰ μή τις ἐμποδίζοι τῶν ἐμποδιζόντων ταῖς ἐνεργείαις ἀναίρεσις καὶ αὐτὴ γινομένη μετά τινος κινήσεως.
3.3.1εἰπὼν περὶ τῆς θρεπτικῆς δυνάμεως τῆς ψυχῆς ἐπὶ τὸν περὶ αἰσθήσεως μέτεισι λόγον, καὶ πρῶτον μὲν καθόλου καὶ κοινῶς περὶ αἰσθήσεως λέγει, ἔπειτα ἐρεῖ προελθὼν περὶ ἑκάστης ἰδίᾳ. πρῶτον μὲν οὖν λαμβάνει, ὅτι ἡ αἴσθησις γίνεται ἐν τῷ κινεῖσθαί τι καὶ πάσχειν (διὰ γὰρ κινήσεώς τινος καὶ πάθους γίνεσθαι δοκεῖ), λαβὼν δὲ τὸ τὴν αἴσθησιν δι’ἀλλοιώσεως καὶ πάθους γίνεσθαι ἐμνημόνευσε τοῦ πάθους καὶ τοῦ πάσχειν, ὅπως γίνεται, ὅτι γὰρ τοῖς μὲν δοκεῖ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν, τοῖς δὲ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. τούτου δ’ἐμνημόνευσεν, ἐπεὶ πρὸς τὸ ἀποδοῦναι, τί πότ’ἐστιν αἴσθησις, χρήσιμον αὐτῷ τὸ κεῖσθαι, ὑπὸ τίνος πάσχει τὰ πάσχοντα, ἐπεὶ καὶ ἡ αἴσθησις κεῖται πάθος τι εἶναι καὶ διὰ πάθους. πρὸ δὲ τοῦ περὶ τούτου διαρθρῶσαι πρῶτον ἀπορήσας περὶ τῆς αἰσθήσεως, διὰ τί, ὄντων ἐν τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν, οὐκ αἰσθάνεται ἡ αἴσθησις τούτων, ἀλλὰ τῶν ἐκτὸς μόνων, καὶ λύσας τὴν ἀπορίαν τῷ τότε δυνάμει τὴν αἴσθησιν εἶναι (ἡ γὰρ αἴσθησις πρὸς τὸ αἰσθητόν, αἰσθητὸν δ’αὐτῇ τὸ κεχωρισμένον · οὐδὲν γὰρ ὑφ’ἑαυτοῦ πάσχει, ἡ δὲ αἴσθησις διὰ πάθους · ἔστ’ἂν οὖν μὴ παρῇ τὸ αἰσθητόν, δυνάμει ἡ αἴσθησίς ἐστι), λαβὼν δὲ τὸ διχῶς λέγεσθαι τὸ αἰσθάνεσθαι (καὶ γὰρ δυνάμει καὶ ἐνεργείᾳ), ἔλαβεν τὸ τῆς αἰσθήσεως τὴν μὲν εἶναι δυνάμει, τὴν δὲ ἐνεργείᾳ, ὁμοίως δὲ καὶ τὸ αἰσθητόν. λαβών δὲ τὸ διὰ πάθους γίνεσθαι τὴν αἴσθησιν τὴν μὲν δυνάμει, τὴν δὲ ἐνεργείᾳ, ἐφεξῆς λέγει περὶ τοῦ πάσχοντος ὑπὸ τίνος πάσχει, ὃ πρὸ ὀλίγου ἐκίνησε. καὶ λαβὼν ὅτι πᾶν τὸ πάσχον πάσχει ὑπὸ τοῦ κινητικοῦ καὶ ἐνεργείᾳ ὄντος τούτου, ὃ τὸ πάσχον ὑπ’αὐτοῦ δύναται γενέσθαι, ἔδειξεν ἐκ τούτου, ὅτι τὸ πάσχον ἔστι μὲν ὡς ὑπὸ ὁμοίου πάσχει, ἔστι δὲ ὡς ὑπὸ ἀνομοίου πάσχει. πάσχει μὲν γὰρ ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιόν ἐστιν. χρήσιμον δ’αὐτῷ τοῦτο πάλιν πρὸς τὸ καὶ τὴν αἴσθησιν τὴν δυνάμει, εἰ διὰ πάθους γίνεται, πάσχουσαν μὲν ἀνομοίαν εἶναι τῷ ποιοῦντι, ὅ ἐστι τὸ αἰσθητόν, παθοῦσαν δὲ καὶ γενομένην ὁμοίως αὐτῷ εἶναι. οἷς ἐφεξῆς ἐπέλαβεν τὴν αἴσθησιν τὴν μὲν δυνάμει εἶναι, τὴν δὲ ἐντελεχείᾳ, καὶ διαίρεσιν ποιεῖται τοῦ δυνάμει καὶ τοῦ ἐντελεχείᾳ, βουλόμενος δι’αὐτοῦ δεῖξαι, ὅτι μὴ κυρίως πάσχειν λέγεται ἡ αἴσθησις καὶ κινεῖσθαι. οὐ γὰρ πάσης δυνάμεως ἡ εἰς ἐνέργειαν πρόοδος διὰ πάθους καὶ κινήσεως. διχῶς γὰρ τὸ δυνάμει ἐπιστῆμον, ὁμοίως δὲ καὶ πᾶν ἄλλο, λέγεται. τότε γὰρ φύσιν ἔχον δέξασθαι ἐπιστήμην δυνάμει ἐπιστῆμον, ἀλλὰ καὶ τὸ ἔχον ἤδη καὶ δεδεγμένον τὴν ἐπιστήμην, μὴ ἐνεργοῦν δὲ κατ’αὐτὸ δυνάμει λέγεται ἐπιστῆμον, ὅτι μὴ ὁμοίως λέγεται, ἔδειξεν. εἰπών δὲ καὶ τὸν ἔχοντα μὲν ἤδη τὴν ἐπιστήμην, μὴ ἐνεργοῦντα δέ, δυνάμει ἔτι καὶ αὐτὸν ἐπιστήμονα λέγεσθαι, προσέθηκεν, ὅτι ὁ ἤδη θεωρῶντε καὶ ἐνεργῶν οὗτός ἐστιν ὁ κυρίως λεγόμενος ἐπιστήμων, οὐκέτ’ὢν δυνάμει. ἐφ’οἷς τὴν διαφορὰν λέγων τῶν δυνάμει λεγομένων ἐπίστασθαι ἔδειξεν, ὅτι ὁ μὲν πρῶτος λεγόμενος δυνάμει, ὁ κατὰ τὸ πεφυκέναι, οὐκ ἄλλως εἰς τὸ ἐνεργείᾳ γενέσθαι μεταβάλλει, εἰ μὴ διὰ τοῦ παθεῖντε καὶ ἀλλοιωθῆναι διὰ μαθήσεως, ὁ δὲ ἤδη ἔχων εἰς τὸ ἐνεργεῖν οὐ διὰ πάθους ἔτι καὶ ἀλλοιώσεως μεταβάλλει. δείξας δ’ὅτι μὴ παντὸς τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴ διὰ πάθουςτε καὶ ἀλλοιώσεως, ἐφεξῆς καὶ τοῦ ἀλλοιοῦσθαίτε καὶ πάσχειν διαίρεσιν ἐποιήσατο, καὶ ἔλαβεν τὸ μέν τι φθορὰν εἶναι ὑπὸ τοῦ ἐναντίου καὶ ἔκστασιν τοῦ ἐν ᾧ ἦν, ὡς πάσχει πάντα τὰ εἰς τὰ ἐναντία μεταβάλλοντα, τὸ δέ τι πάσχειν εἶπεν εἶναι οὐ τῷ φθείρεσθαι, ἀλλὰ τῷ σώζεσθαι καὶ ἐν ἐπιδόσει γενέσθαι τῇ καθὸ ἔχει ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος καὶ ὁμοίου. ἡ γὰρ κατὰ τὴν ἕξιν καὶ τοιαύτην δύναμιν ἐνέργεια τελειότης οὖσα τῆς ἕξεως οὐ κατὰ τὴν εἰς το- τοὐναντίον μεταβολὴν γίγνεται, ἀλλὰ κατὰ τὴν τοῦ αὐτοῦ ἐξ ἀργίας εἰς ἐνέργειαν · τὸ γὰρ ἔχον τὴν ἐπιστήμην ἐνεργοῦν γίνεται κατ’αὐτήν, ὃ εἰς τὸ αὐτὸ καὶ ὅμοιον ἐπίδοσίς ἐστιν. ὁμοίως δὲ εἰπών ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, πῶς καὶ ποία δύναμις καὶ πρὸς ποίαν ἐντελέχειαν ἔδειξεν προσθείς. θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ἥτις μεταβολὴ οὐκ ἔστιν ἀλλοίωσις, εἴ γε ἡ μὲν ἀλλοίωσις ἐξ ἄλλου εἰς ἄλλο καὶ ἐξ ἐναντίου ἐστὶ μεταβολή, ἡ δ’ἐκ τοῦ οὕτω δυνάμει εἰς τὴν ἐνέργειαν (εἰς αὐτὸ γὰρ τοῦτ’ἐστίν, ὃ ἔχει καὶ καθὸ ἔχει) ἐπίδοσίς ἐστιν. ἤ, εἰ δεῖ καὶ τοῦτο ἀλλοίωσιν λέγειν, ἕτερον ἄν τι εἴη γένος καὶ ἄλλη τις φύσις ἀλλοιώσεως. ὅτι δὲ τὸ πάσχειν ὡς ἴσον ἔλαβεν τῷ ἀλλοιοῦσθαι ἔδειξεν εἰπὼν ὅπερ οὐκ ἔστιν ἀλλοιοῦσθαι · ὡς γὰρ ἴσον εἴη ἐν αὐτῷ “ὅπερ οὐκ ἔστι πάσχειν”. ὃ δείξας προσέθηκεν, ὅτι μὴ χρὴ λέγειν τὸν φρονοῦντά τι καὶ νοοῦντα ἀλλοιοῦσθαι, εἰ δὲ μὴ ἀλλοιοῦσθαι, οὐ δὲ κινεῖσθαι. εἰ γὰρ μὴ ἀλλοίωσις, δῆλον ὡς οὐ δὲ κατὰ τόπον οὐ δὲ ποιὸν μεταβολή. τοιαύτη δὲ καὶ ἡ τοῦ δυνάμει αἰσθανομένου εἰς τὸ ἐνεργείᾳ αἰσθάνεσθαι ἐπίδοσίςτε καὶ μεταβολή. διὸ κοινότερον ἡ αἴσθησις ἀλλοίωσις. εἰπών δὲ ταῦτα διέξεισιν ἐπ’αὐτοῖς, ὁποία μὲν μεταβολὴ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀλλοίωσίς ἐστι, ποία δὲ οὔ. ἡ μὲν γὰρ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν τὴν διὰ ταύτην, ὡς τὸ νοεῖν ἔχειν καὶ τὸ φρονεῖν, ἐπεὶ μὴ διὰ διδασκαλίας γίνεται, οὐκ ἀλλοίωσις οὐ δὲ κίνησις, ἀλλ’ἕτερόν τι γένος μεταβολῆς (ὑπὸ γὰρ τὴν γένεσιν εἴη ἂν τοιαύτη μεταβολή, εἴ γε τὸ τελειοῦσθαι καὶ ἡ εἰς τοῦτο ἐπίδοσις γινομένου πώς ἐστι), τὴν δὲ ἐκ τῆς ὑλικῆς δυνάμεως εἰς τὴν ἕξιν μεταβολήν, ἥτις γίνεται κατὰ διδασκαλίαν τινὰ καὶ μάθησιν, ἤτοι οὐ δ’αὐτὴν διὰ πάθους γίνεσθαι ῥητέον, εἴ γε γίνεται καὶ αὐτὴ εἰς τὸ ἐνεργείᾳ τὴν ἕξιν ἔχειν καὶ τελειότητα ἐκ τῆς ὑλικῆς δυνάμεως (γένεσις γάρ πως καὶ ἡ τοιαύτη μεταβολή), ἢ εἰ καὶ τὴν τοιαύτην μεταβολὴν λέγοι τις ἀλλοίωσιν τῷ μὴ φυσικοῦ τινος εἴδους ἀνάληψιν εἶναι, δύο χρὴ τρόπους ἀλλοιώσεως εἶναι λέγειν, τήντε ἐπὶ τὰς ἕξεις γινομένην καὶ τὴν φύσιντε καὶ τὸ κατὰ φύσιν (τὸ γοῦν βέλτιον μέρος ὧν δύναται τὸ δυνάμενον κατὰ φύσιν αὐτῷ), τὴν δέ τινα ἀπ’αὐτῶν βελτιόνων ἕξεων εἰς τὰς στερητικὰς διαθέσεις. εἰπὼν δὲ ταῦτα καὶ διορίσας μετῆλθεν ἐπὶ τὴν αἴσθησιν, καὶ ἔδειξεν, τίς μὲν ἡ πρώτη δύναμίς ἐστι, καὶ πῶς καὶ ὑπὸ τίνος εἰς τὴν ἕξιν μεταβάλλει ἡ τοιαύτη δύναμις, πῶς δὲ καὶ ὑπὸ τίνος ἡ δευτέρα εἰς τὴν ἐνέργειαν, καὶ λέγει τὴν μὲν ἐκ τῆς ὑλικῆς δυνάμεως μεταβολὴν εἰς τὴν κατὰ τὴν ἕξιν γενέσθαι ὑπὸ τοῦ γεννῶντος δηλονότι τὸ ζῷον (τὸ γὰρ γεννώμενον οὐδέπω τὴν ἕξιν ἔχει τὴν αἰσθητικήν, ἀλλ’ἔτι ἐστὶ δυναμένης ἕξεως δεκτικόν, γεννηθὲν δὲ ἔχει τὴν αἰσθητικὴν ἕξιν εὐθύς, ὥσπερ τὸ ἀναλαβὸν τὴν ἐπιστήμην), δείξας δὲ πῶς ἑκάτερον τῶν δυνάμει ἐπὶ τῆς αἰσθήσεώς ἐστιν, προσέθηκεν, ὅτι καὶ τὸ κατ’ἐνέργειαν δὲ αἰσθάνεσθαι ὁμοίως λέγεται τῷ θεωρεῖντε καὶ νοεῖν. μόνον γὰρ ταύτῃ διαφέρουσιν ἣτε αἰσθητικὴ καὶ νοητικὴ ἐνέργεια · ἔξωθεν γὰρ καὶ οὐκ ἐν τῷ αἰσθανομένῳ καὶ τὸ ἀκουόμενον ὑπ’αὐτοῦ καὶ τὸ ὁρώμενον, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον. οὗ αἰτίαν ἀπέδωκεν, ὅτι ἡ μὲν αἴσθησις ἀντιληπτική ἐστι τῶν καθ’ἕκαστα, οὐχ οἷόντε δὲ εἶναι ἐν τῷ αἰσθανομένῳ, ἀλλ’οἰκείαν ὑπόστασιν ἔχει, ἡ δ’ἐπιστήμη καὶ ὁ νοῦς τῶν καθόλου θεωρητικά, ἃ καθόλου οὐκ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ’ἐν αὐτῇ πώς ἐστι τῇ διανοίᾳ, τὸ “πῶς” προσθείς, ὅτι ἡ μὲν ὑπόστασις καὶ τούτοις καὶ τοῦ εἶναι ἡ αἰτία ἐν τοῖς καθ’ἕκαστα, ὡς δὲ κοινὰ ἐν τῷ νοεῖσθαι τὸ εἶναι ἔχει, καὶ ἔστιν ὡς κοινῶν ὄντων τὸ εἶναι ἐν τῷ νοοῦντι αὐτὰ νῷ. διὸ καὶ νοεῖν μὲν ἐφ’ἡμῖν, αἰσθάνεσθαι δὲ οὐκ ἐφ’ἡμῖν, ἐπεὶ πρὸς παρὸν μὲν καὶ παρόντος ἡ αἴσθησις, οὐκ ἐφ’ἡμῖν δὲ ἡ τῶν αἰσθητῶν παρουσία, ὡς ὅτε βουλόμεθα ἔχειν αὐτά. ὡς δὲ αἱ αἰσθήσεις ἔχουσιν, οὕτως καὶ αἱ τέχναι, ὅσαι περὶ αἰσθητά. οὐ γὰρ ἐπὶ τοῖς ταύτας ἔχουσι τὸ ἐνεργεῖν ὅτε βούλονται, τῷ δεῖν αὐτοῖς παρεῖναι τὰ περὶ ἃ ἐνεργοῦσιν. ὑπερθέμενος δὲ τὸ περὶ τῆς τῶν αἰσθητῶντε καὶ νοητῶν διαφορᾶς ἐπὶ πλέον νῦν λέγει τὸ μὲν νοεῖν ἐφ’ἡμῖν, τὸ δὲ αἰσθάνεσθαι οὐκ ἐφ’ἡμῖν, τὰ εἰρημένα δὲ καὶ δεδειγμένα τῇ αἰσθήσει ἐφαρμόσας ἀπέδωκε τὸν κοινὸν λόγον τῆς αἰσθήσεως. ἔδειξεν γὰρ πρῶτον, ἐπεὶ διχῶς λέγεται τὸ δυνάμει (ἄλλως γὰρ λέγεται ὁ παῖς δύνασθαι στρατηγεῖν καὶ ὁ τέλειος ἄλλως · οὗτος γὰρ οὐχ ὁμοίως τῷ τὴν μὲν ἕξιν ἔχοντι μηδέπω δὲ ἐνεργοῦντι), κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ δυνάμει τὸ δυνάμει αἰσθάνεσθαι καὶ τὴν δυνάμει αἴσθησιν λέγεσθαι. “ὧν δυνάμεων” εἰπών, “ἐπεὶ οὐκ ὠνόμασται ἡ διαφορά, φανερὰ δὲ γέγονεν διὰ τοῦ λόγου, χρῆσθαι δὲ ἀναγκαῖον καὶ τῷ πάσχειν καὶ τῷ ἀλλοιοῦσθαι ὡς κυρίοις ὀνόμασιν” ἐπὶ τῆς μεταβολῆς τῆς ἐκ τῆς κατὰ δύναμιν αἰσθήσεως εἰς τὴν ἐνέργειαν, ἐπεὶ μὴ ἔχομεν ἄλλα τινὰ ὀνόματα κύρια αὐτῶν, ἦλθεν ἐπὶ τὸ λόγον ἀποδοῦναι τῆς αἰσθήσεως, καὶ εἶπεν τὸ αἰσθητικὸν δυνάμει εἶναι οἷον τὸ αἰσθητὸν ἤδη ἐντελεχείᾳ ἐστίν, ὅτι πάσχει μὲν ὑπὸ τοῦ αἰσθητοῦ οὐδέπω ὅμοιον ὂν αὐτοῦ, παθὸν δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο, τὸ δὲ παθὸν ὡς ἴσον πᾶν ἢ τῷ ἀλλοιωθὲν εἶπεν. ἀποδοὺς δὲ τοῦτον τὸν λόγον οὐχ ὡς κυρίως ὄντος τοῦ αἰσθάνεσθαι, ἀλλὰ διὰ τὴν τῶν κυρίων ὀνομάτων ἀπορίαν (ἐδείχθη γάρ, ὅτι οὐκ ἔστιν ἡ τοῦ οὕτω δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴ οὔτε πάθος οὔτε ἀλλοίωσις οὔτε κίνησις), ἐπὶ τὸ περὶ ἑκάστης αἰσθήσεως κατ’ἰδίαν λέγειν μετῆλθεν. τὰ δὲ κεφάλαια τῶν εἰρημένων · πρῶτον ἔλαβεν, ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαίτε καὶ πάσχειν, μεθ’ὃ ἐζήτησεν, πῶς τὸ πάσχειν, τὸ εἰ δύναταί τι καὶ ὑπὸ τοῦ ὁμοίου πάσχειν · ἐφ’οἷς ἀπορήσας, διὰ τί οὐχὶ καὶ τῶν αἰσθητηρίων αὐτῶν αἴσθησις γίνεται ὄντων αἰσθητῶν, εἰς τὴν λύσιν τῆς ἀπορίας ἔλαβεν τὸ εἶναι τὸ δὲ δυνάμει τὴν αἴσθησιν, καὶ διὰ τοῦτο δεῖν αὐτῇ πρὸς τὴν ἐνέργειαν παρόντων τῶν αἰσθητῶν ποιεῖν δυναμένων. ἐφ’οἷς ἔλαβεν “διχῶς ἡ αἴσθησις, ἡ μὲν δυνάμει ἡ δὲ ἐνεργείᾳ”, μεθ’ἃ εἶπεν δεῖν λέγειν ἔτι, εἰ μηδέπω διώρισται, τίνι διαφέρει τὸ κινεῖσθαίτε καὶ πάσχειν τοῦ ἐνεργεῖν, εἰ τὸ πάσχειντε καὶ κινεῖσθαι κινουμένου, ἐπεὶ καὶ λέγεται ἡ κίνησις ἐνέργειά τις εἶναι. ἐφ’οἷς ἔλαβεν, ὅτι πάντα τῷ πάσχειν καὶ κινεῖταιτε ὑπὸ τοῦ ποιητικοῦ ἐνεργείᾳ ὄντος τούτου, ὃ δύναται τὸ πάσχον γενέσθαι · διὸ πάσχον μέν ἐστιν ἀνόμοιον, ἐπεὶ πᾶν τὸ πάσχον ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιον, ἐπεὶ τῇ αἰσθήσει ἦν καὶ δύναμις καὶ ἐνέργεια. καὶ ἔδειξε διττὸν τὸ δυνάμει, καὶ ὅτι μὴ πάντως τῷ δυνάμει ἡ εἰς τὴν ἐνέργειαν μεταβολὴ δι’ἀλλοιώσεως. ἐφ’οἷς διαίρεσιν ἐποιήσατο τοῦ ἀλλοιοῦσθαι · τούτου γὰρ δηλωτικὸν τὸ πάσχειν. τὸ μὲν γάρ τι πάσχειν κατὰ φθορὰν γίνεται, ἥτις ὑπὸ ἐναντίου γίνεται, τὸ δέ τι πάσχειν λέγεται σωζόμενον καὶ ἐπιδιδὸν εἰς τὴν αὑτοῦ τελειότητα ὑπὸ τοῦ ὁμοίου αὐτῷ · ὁμοία γάρ πως ἡ ἀπὸ τῆς ἕξεως ἐνέργεια τῇ ἕξει, ἀφ’ἧς γίνεται, ὃ πάσχειν οὐκ ἀλλοίωσις ἂν εἴη. ἐφ’οἷς ἔδειξεν, ὅτι ἡ κατὰ τὴν δύναμιν αἰσθήσεως εἰς τὴν κατ’ἐνέργειαν μεταβολὴ οὐκ ἔστιν ἡ αὐτὴ τῇ κατ’ἀλλοίωσιν γινομένῃ. ἀλλ’οὐ δ’οὕτω πάσχει τὸ αἰσθανόμενον, ὡς ἔπασχε τὰ φθειρόμενα, ἀλλ’ὡς τὸ εἰς ἑαυτὸ ἐπιδιδόν. καὶ τὴν τελειότητα διορίσας εἰπὼν δεῖν τοῖς κοινοῖς ὀνόμασι χρῆσθαι ἐν τῷ λόγῳ τῷ τῆς αἰσθήσεως, ἐπεὶ μὴ ἔχομεν τὰ κύρια τῶν σημαινομένων, ἀπέδωκεν λόγον αὐτῆς καὶ εἶπεν δυνάμει τὸ αἰσθητικὸν εἶναι, ὁποῖόν ἐστι τὸ αἰσθητὸν ἐντελεχείᾳ, πάσχον δὲ ὑφ’ἑαυτοῦ καὶ δι’ἄλλου, οὐ μὲν ὡς εἶπεν πρότερον γίνεσθαι τὴν κατ’ἐνέργειαν αἴσθησιν, πῶς δεῖ τοῦ πάσχειν καὶ ἀλλοιοῦσθαι ἀκούειν ἐπὶ τῆς μεταβολῆς τῆς κατὰ τὴν δύναμιν αἰσθήσεως εἰς τὴν ἐνέργειαν προειρηκώς. ὁ δ’ἀποδοθεὶς λόγος τῆς αἰσθήσεώς ἐστι τὸ αἰσθητικὸν δυνάμει ὂν οἷον τὸ αἰσθητὸν ἤδη ἐστὶν ἐντελεχείᾳ, ὃ πάσχον μὲν ὑπ’αὐτοῦ οὐδέπω ὅμοιόν ἐστι, πεπονθὸς δὲ ὅμοιον.
3.4.1εἰ προσιόντος μὲν ἐγγυτέρω τοῦ ἡλίου γένεσίς ἐστιν, ἀπιόντος δὲ πόρρω φθορά, ἔστιν δ’ἡ ἄλλου γένεσις ἄλλου φθορά, καὶ ἡ ἄλλου φθορὰ γένεσις ἄλλου, πῶς οὐχ ἅμα καὶ φθορᾶς καὶ γενέσεως αἴτιός ἐστι καὶ προσιών καὶ ἀπιών, εἴ γε δεῖ καὶ τὰ γινόμενα ἐξ ἄλλων τινῶν γίνεσθαι φθορᾶς, καὶ τὰ φθειρόμενα εἰς ἄλλων γένεσιν μεταβάλλειν; οὕτω δ’οὐδὲν ἂν ἔτι διαφέροι ἡ πρόσοδος αὐτοῦ τῆς ἀφόδου. ἢ εἰ τῶν γινομένων τὰ μέν ἐστι προηγούμενα, τὰ δὲ δεύτερα καὶ τοῖς προηγουμένως γινομένοις ὑπεναντία, εἴη ἂν ἡ μὲν τῶν προηγουμένων γένεσις κυρίως, ᾗ γίνεται, προσιόντος ἑκάστοις τοῦ ἡλίου (καὶ ἐπεὶ ἡ τινῶν γένεσις ἄλλων ἐστὶ φθορά, εἴη ἂν φθειρόμενα τὰ τοῖς προηγουμένως γινομένοις ἐναντία), ἡ δὲ φθορὰ τῶν προηγουμένων, ἥτις καὶ κυρίως φθορά, γένεσις δὲ τῶν τούτοις ἀντικειμένων, οὐκ οὖσα κυρίως γένεσις, ἀποχωροῦντος πορρωτέρω, εἰ κατὰ φύσιν αἱ γενέσεις γίνοιντο καὶ φθοραί, μηδενὸς ἀντιβαίνοντόςτε καὶ ἀντικόπτοντος τῶν αἰτίων. ἐν δὲ ταῖς ἀνωμαλίαις ταῖς τοιαύταις γίνοιντο ἄν ποτε καὶ ἔμπαλιν. λέγεται γὰρ γένεσις καὶ φθορὰ κυρίως ἐπὶ τῶν προηγουμένως γινομένων. ταῦτα δ’ἐστὶ τὰ βελτίω τῶν κατ’ἀντίθεσιν γινομένων ἐξ ἀλλήλων. καὶ γὰρ αἱ τούτων γενέσεις καὶ φθοραί, γινόμεναι κατὰ τὴν ἐνιαύσιον τοῦ ἡλίου περίοδον, προσιόντος μὲν οἷς πρόσεισι προδήλως γίνονται, ἀπιόντος δὲ φθείρονται καὶ θνήσκουσιν.
3.5.1τὸ ἁπλῶς ἐξ ἀνάγκης γίνεσθαί τινα Ἀριστοτέλης ἐδίδαξεν ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς βʹ ἐπὶ μόνων ἀληθὲς ὂν τῶν κύκλῳ γινομένων καὶ ἀκολουθούντων τῇ τῶν θείων σωμάτων περιφορᾷ. ἐπεὶ γὰρ τὸ ἐξ ἀνάγκης ὂν ἀεί ἐστι (τὸ γὰρ ἐξ ἀνάγκης τοῦ ἀιδίου δηλωτικόν ἐστι), καὶ ἐξ ἀνάγκης ἂν εἴη ταῦθ’ἃ γινόμενα ἀναγκαίωςτε καὶ ἀεὶ γίνεται. εἰ δὲ γίνεται τὰ γινόμενα πάλιν καὶ πάλιν, ταῦτα δέ ἐστι τὰ ἀνακυκλούμενα, ταῦτ’οὖν ἐστι καὶ γινόμενα ἐξ ἀνάγκης. ὅτι γὰρ μηδὲν τῶν ἐπ’εὐθείας γινομένων (ταῦτα δ’ἐστὶ τὰ μὴ πάλιν καὶ πάλιν γινόμενα), ὅτι δὴ μηδὲν τῶν οὕτω γινομένων ἐξ ἀνάγκης γίνεται, οὕτως ἔδειξεν. τῶν ἐπ’εὐθείας γινομένων ἤτοι ἐπ’ἄπειρον τι γίνεται, ὡς ἀεὶ μέν τινα αὐτῷ προσθήκην γίνεσθαι, μηδέποτε δ’αὐτὸ παύεσθαι τοῦ γίνεσθαι τελειωθέν, ἢ οὕτως ἐπ’ἄπειρον γίνεται, ὡς ἄλλο ἐξ ἄλλου γίνεσθαι καὶ μηδέποτε ἵστασθαι, ἢ πέραςτε λαμβάνει καὶ παύεταί ποτε γινόμενον. οὔτε δὲ ἐν τοῖς ἐπ’ἄπειρον γινομένοις τῶν ἐπ’εὐθείας οἷόντε γίνεσθαι ἐξ ἀνάγκης ἁπλῶς, οὔτε ἐν τοῖς πέρας ἔχουσιν, διὸ τὸ ἐξ ἀνάγκης γινόμενον οὕτως γίνεται, ὡς ἢ διὰ τὸ γινόμενον λοιπὸν ἀίδιον μένειν, ἢ διὰ τὸ ἀεὶ γίνεσθαι. οὐδὲν δὲ τῶν γινομένων οὔτε γενόμενον ἀίδιον μένειν οἷόντε, οὔτ’ἐπ’ἄπειρον γίνεται. πᾶσάτε γὰρ γένεσις πεπερασμένη, καὶ μετὰ τὸ γενόμενον φθαρῆναι οὐκέτ’ἀνακάμπτει οὐ δὲ γίνεται πάλιν. τοιοῦτο γὰρ ἦν τὸ ἐπ’εὐθείας, ὥστε οὐδὲν τῶν ἐπ’εὐθείας γινομένων πεπερασμένως ἐξ ἀνάγκης οἷόντε λέγειν γίνεσθαι. τὰ μὲν γὰρ γινόμενά ἐστι τὰ καθ’ἕκαστα, ὁ Σωκράτης, ὁ Πλάτων, ὅδε ἵππος · τούτων οὐχ οἷόντε πάλιν ἀνακάμπτειν καὶ γίνεσθαι πάλιν. εἰ γὰρ ἦν τι τούτων ἐξ ἀνάγκης γινόμενον, ἀληθὲς ἐπ’αὐτῶν καὶ τὸ “εἰ τὸ πρῶτον, τὸ ὕστερον”. νῦν δ’οὐχ οὕτως ἔχει. κατὰ γὰρ τὸ εἶδος τὰ τοιαῦτα διαμένει ἀίδια, ὃ οὐκ ἔστι γενόμενον, ἦν δὲ τὸ ζητούμενον περὶ τῶν γινομένων. εἰ δὲ καὶ οἱ ἄνθρωποι ἀεὶ γίνονται καὶ οὐ διαλείπουσιν, ἀλλὰ κύκλῳ καὶ ἡ τούτων γένεσις, καθὸ ἄνθρωποι ἂν εἶεν ἐξ ἀνάγκης γινόμενοι, […] καθὸ ὁ μὲν Πλάτων, ὁ δὲ Σωκράτης. ἢ ἡ τούτων γένεσις ἐπ’ἄπειρον ἐπ’εὐθείας ἐστὶν ἄλλοτε ἄλλου γινομένου καὶ μηδέποτε ἔτι τοῦ αὐτοῦ. διὸ ἐπὶ τούτου μὲν ἡ ἀκολουθία ὑγιὴς ἡ “εἰ τὸ ὕστερον, ἐξ ἀνάγκης καὶ τὸ πρῶτον”. ὅτι δὲ μη δ’ἐπ’ἄπειρον οὔσης τῆς ἐπ’εὐθείας γενέσεως οἷόντέ τι ἐξ ἀνάγκης γίνεσθαι, ἔδειξεν διὰ τοῦ ἐπὶ τῶν ἐξ ἀνάγκης γενομένων ἀληθῆ ἀκολουθίαν εἶναι οὐ μόνον τὴν “εἰ τὸ ὕστερον, καὶ τὸ πρῶτον” (αὕτη μὲν γὰρ καὶ ἐπὶ τῶν ἐνδεχομένως γινομένων ἀληθής), ἐφ’ὧν δ’ἐξ ἀνάγκης τι τῶν ὑστέρων ἁπλῶς γίνεται, ἐπὶ τούτων ἀληθὲς καὶ τὸ “εἰ τὸ πρῶτον, τὸ ὕστερον”. τῷ μὲν γὰρ ἐξ ἀνάγκης τὸ ὕστερον γενέσθαι, εἶναι δ’ἀληθὲς ἐπὶ πάντων τῶν γινομένων τὸ “εἰ τὸ ὕστερον, καὶ τὸ πρῶτον ἀνάγκη γενέσθαι”. ἀναγκαῖον, ἐφ’ὧν τὸ ὕστερον ἐξ ἀνάγκης γίνεται, ἐπὶ τούτων καὶ τὸ πρῶτον ἐξ ἀνάγκης γενέσθαι. ἐπὶ δὲ τοῦ ἐπ’ἄπειρον γινομένου οὐδέν ἐστιν ὕστερον, ἐφ’οὗ ἔσται ἀληθὲς τὸ ἐξ ἀνάγκης αὐτὸ ἁπλῶς ἐσόμενον · οἷς δὲ τὸ ὕστερον μὴ ἐξ ἀνάγκης ἁπλῶς, ἐπὶ τούτων οὐ δὲ τὸ πρὸ τοῦ ὑστέρου οἷόντε λέγειν ἐξ ἀνάγκης ἔσεσθαι ἁπλῶς. τὸ γὰρ ἀναγκαῖον τοῖς πρὸ τοῦ ὑστέρου παρὰ τοῦ ὑστέρου, ὅταν ἐξ ἀνάγκης ἐκεῖνο γίνηται, μηδενὸς δὲ ὄντος ὑστέρου, ἐπὶ τῶν οὕτω γινομένων οὐ δ’ἂν τῶν πρώτων τι γινομένων ἐν αὐτοῖς γίνοιτο ἐξ ἀνάγκης, ἀλλ’ἔσται ἐπ’αὐτῶν ἀληθὲς τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, τὸ εἰ τὸ ὕστερον, ἔσται ἐξ ἀνάγκης καὶ τὸ πρῶτον αὐτοῦ. ἀπορήσειε δ’ἄν τις, εἰ ἐπὶ τῶν κύκλῳ γινομένων καὶ ἀνακαμπτόντων πάλιν ἀληθὴς ἀκολουθία ἡ “εἰ τὸ πρῶτον, καὶ τὸ ὕστερον”. ἢ ἐπὶ τῶν ὡρισμένως γινομένων ὑπὸ τῶν κύκλῳ κινουμένων ἀληθὴς ἡ τοιαύτη ἀκολουθία. εἰ γὰρ τροπαὶ χειμεριναί. καὶ ἰσημερία, καὶ εἰ ἰσημερία, καὶ τροπαὶ θεριναί, καὶ εἰ τροπαὶ θεριναί, ἰσημερία, καὶ εἰ αὕτη, τροπαὶ χειμεριναί, ἀλλὰ καὶ εἰ χειμών, καὶ ἔαρ, καὶ εἰ ἔαρ, θέρος, καὶ εἰ θέρος, μετόπωρον, καὶ εἰ μετόπωρον, χειμών, πάλιν καὶ εἰ ἐπὶ τῶν πρώτων ῥηθέντων ἡ τάξις ὡρισμένη καὶ ἑστῶσα καὶ οὔτε ὑπολείπουσά ποτε οὔτε προλαμβάνουσα, ὅτι τῆς τούτων οὐσίαςτε καὶ τάξεως αἰτία μόνη ἡ τῶν πρώτων κίνησις σωμάτων, οὐδενὸς εἰς αὐτὴν ἄλλου συντελοῦντος (διὸ καὶ τὸν χρόνον ἔστιν ἐπὶ τούτων ὁρίζοντας λέγειν, πότε ἐξ ἀνάγκης ἔσται), θέρητε καὶ μετόπωρα καὶ χειμῶνες οὐκέθ’ὁμοίως ἔχουσι τὸ ὡρισμένον, καίτοι γινόμενα κύκλῳ καὶ ἑπόμενα τῇ κινήσει καὶ αὐτὰ τῶν ἀιδίων, ὅτι ταῦτα καὶ ὑπὸ τῆς ὕλης πρὸς τὸ γίνεσθαι συνεργεῖται πασχούσης ὑπὸ τῆς ἐκείνων κινήσεως, ἥτις ἐπεὶ μὴ πάντῃ ὁμοίως ἕπεται κατὰ τὰ πάθη ταῖς ἐκείνων κινήσεσίτε καὶ περιφοραῖς, οὐχ ὁμοίως τοῖς καθ’ἕκαστον ὥρισται. ἔτι δὲ μᾶλλον τὸ ἀόριστον ἐν τοῖς πλειόνων δεομένοις συνεργούντων αὐτοῖς πρὸς τὸ εἶναι, ὧν ἐστι καὶ ἡ τῶν ζῴων γένεσις. διὸ ἀληθὲς ἐπ’αὐτῶν καθόλου, ὅτι ἀίδιον ἕκαστον αὐτῶν κατ’εἶδος (τούτου γὰρ αἰτία ἡ τῶν θείων περιφορά), τῆς δὲ τῶν καθ’ἕκαστα γενέσεως, ἐφ’ὧν τὸ πλεῖστον δύναται ἡ τῶν προσεχῶς ποιητικῶν αἰτία, οὐκ ἐπὶ τούτων ἀληθὲς τὸ “εἰ τὸ πρῶτον, ἐξ ἀνάγκης τὸ ὕστερον”, ἀληθὲς δὲ τὸ “εἰ τὸ ὕστερον, ἐξ ἀνάγκης καὶ τὸ πρὸ αὐτοῦ”.
3.6.1“εἰ γὰρ παντὸς οὗ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν αἴσθησιν ἔχομεν (πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν), ἀνάγκητε εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν · καὶ ὅσων μὲν αὐτοὶ ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες · ὅσα δὲ διὰ τῶν μεταξύ, καὶ μὴ αὐτῶν ἁπτόμενοι τοῖς ἁπλοῖς, λέγω οἷον ἀέριτε καὶ ὕδατι” ἕως τοῦ μη δ’ἕτερόν ἐστι σῶμα καὶ πάθος, ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδεμία ἂν ἐκλείποι αἴσθησις “.
3.6.2δοκεῖ μοι ὁ νοῦς τοῦ λεγομένου συστέλλοντι εἰς τὰς κυρίας προτάσεις τῶν λόγων τοιοῦτος εἶναι. ὧν ἔχομεν τὰ αἰσθητήρια, τούτων πάντων καὶ αἴσθησιν ἔχομεν. εἴ τινων μὴ ἔχομεν αἴσθησιν, τούτων τῷ μὴ ἔχειν τὰ αἰσθητήρια αὐτῶν οὐκ αἰσθανόμεθα. εἶπεν δὲ τὸ μὲν ἐξ ὧν ἔχομεν πάντων διὰ τοῦ εἰ γὰρ παντὸς οὗ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν αἴσθησιν ἔχομεν · πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν. εἰπὼν γὰρ περὶ τῆς ἁφῆς κατέλιπεν τὸ” καὶ ἐπὶ τῶν ἄλλων αἰσθητηρίωντε καὶ αἰσθήσεων “προσθεῖναι, ὧν πάντων ληφθέντων γίνεται καθόλου τὸ” εἰ ὧν ἔχομεν τὰ αἰσθητήρια, τούτων πάντων καὶ αἴσθησιν ἔχομεν “. τὸ” εἴ τινων μὴ αἴσθησιν ἔχομεν, τούτων τῷ μὴ ἔχειν τὰ αἰσθητήρια αὐτῶν οὐκ αἰσθανόμεθα “εἶπεν † πάλιν † διὰ τοῦ αὐτοῦ ἀνάγκητε, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν, ὅτι συνημμένον δυνάμει προσλαμβάνει τὸ ἀντικείμενον τοῦ ὑποκειμένου τῷ ἑπομένῳ τὸ” ἀλλὰ μὴν οὐδὲν ἡμῖν αἰσθητήριον ἐλλείπει “, οὗ δειχθέντος ἕπεται τὸ μη δ’αἴσθησίν τινα ἐκλιπεῖν. δυνάμει δ’εἶπον, ὅτι μὴ ἄντικρυς τοῦτο προσλαμβάνει, ἀλλὰ λαβὼν τίνα ἔχομεν αἰσθητήρια, καὶ δείξας, ὅτι πλείω τούτων οὐχ οἷόντέ ἐστιν αἰσθητήρια, δείκνυσιν, ὅτι μηδὲν ἡμῖν αἰσθητήριον λείπει. λαμβάνει δὲ τίνας ἔχομεν αἰσθήσεις διὰ τῶνδε · καὶ ὅσων μὲν αὐτοὶ ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητὰ εἶναι, ἣν τυγχάνομεν ἔχοντες, ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς, λέγω δ’οἷον ἀέρι καὶ ὕδατι. διὰ γὰρ τούτων, ὅτι τὸ ἁπτικὸν αἰσθητήριον ἔχομεν, ἔλαβεν, καὶ πρὸς τούτῳ, ὅτι ὧν αἰσθανόμεθα διά τινος μεταξύ, τοῖς ἁπλοῖς σώμασιν τούτων ἡ αἴσθησις γίνεται, ἐξ ὧν ἔχομεν αἰσθητήρια, ἐξ ὕδατόςτε καὶ ἀέρος. οἷς ἀκόλουθον ὂν τὸ δεῖξαι, ὅτι τῶν ἁπλῶν σωμάτων ἐκ τῶν δύο τούτων μόνων αἰσθητήρια δύναται εἶναι, ἐκ δὲ πυρὸς καὶ γῆς οὐχ οἷόντε εἶναι αἰσθητήριον. τούτου γὰρ δειχθέντος δεδειγμένον γίνεται καὶ τὸ μηδὲν ἡμῖν αἰσθητήριον λείπειν. ὁ δὲ τοῦτο μὲν ὕστερον δείκνυσι, πρῶτον δὲ ἐπιλαμβάνει τρία εἶναι τὰ αἰσθητήρια, τὴν ἁφὴν καὶ τὰ ἐκ τῶν ἁπλῶν, τότε ἐκ τοῦ ὕδατος καὶ τὸ ἐκ τοῦ ἀέρος, πλείω δέ ἐστι τὰ εἴδη τῶν αἰσθητῶν, εἴ γε τὰ μέν ἐστιν ὁρατά, τὰ δ’ἀκουστά, τὰ δ’ὀσφρητά, τὰ δὲ γευστά, τὰ δ’ἁπτά. ὅτι μη δὲ ἰσάριθμα τὰ αἰσθητήρια εἶναι τοῖς αἰσθητοῖς δείκνυσιν διὰ τοῦ · ἔχει δ’οὕτως, ὥστ’εἰ μὲν δι’ἑνὸς πλείω αἰσθητὰ ἕτερα ὄντα ἀλλήλων τῷ γένει, ἀνάγκη τὸν ἔχοντα τὸ τοιοῦτο αἰσθητήριον ἀμφοῖν αἰσθητικὸν εἶναι. ἔστι γὰρ διὰ τοῦτο λαμβάνειν τὸ ὅτι, εἴ γε εἴη τινὰ διαφέροντα ἀλλήλων τῷ γένει αἰσθητὰ δι’ἑνός τινος αἰσθητηρίου αἰσθητὰ γινόμενα, τὸ ἔχον τὸ ἓν τοῦτο αἰσθητήριον ἀμφοτέρων τῶν τῷ γένει διαφερόντων αἰσθητῶν αἰσθάνεται. οὐ γάρ, ἐπεὶ δύο καὶ τῷ γένει διαφέροντα αἰσθητά, τάτε ἀκουστὰ καὶ τὰ ὀσφραντά, δεῖ αὐτῶν καὶ τὰ ὄργανα δι’ὧν ἐστιν αἰσθητὰ διαφέροντα εἶναι (δι’ἀέρος γὰρ ἀμφοτέρων ἡ ἀντίληψις), ὥσθ’ὁ τοῦτον ἔχων ἀμφοτέρων ἂν διὰ τούτου ἀντιλαμβάνοιτο. πάλιντε αὖ, εἰ πλείω εἴη αἰσθητήρια, δι’ὧν οἷόντε ἑνὸς αἰσθάνεσθαι (ὡς ἔχειν δοκεῖ τὰ ὀσφραντά · τούτων γὰρ δοκεῖ καὶ δι’ὕδατος καὶ ἀέρος αἴσθησις γίνεσθαι · δι’ὕδατος μὲν γὰρ τὰ ἔνυδρα, δι’ἀέρος δὲ τὰ ἀναπνέοντα δοκεῖ ὀσμῆς ἀντιλαμβάνεσθαι, ἐπεὶ διὰ τούτων πάντα τὰ ἕτερον τούτων ἔχοντα αἰσθητήριον μόνον αἰσθήσεται αὐτῶν · οὐ γὰρ δεῖ ἀμφότερα ἔχειν τὸ μέλλον ὀσμῆς αἰσθάνεσθαι) […] ταῦτα λαβὼν καὶ ἀνελὼν δι’αὐτῶν τὸ ἀνάγκη εἶναι εʹ τὰ αἰσθητήρια, ἐπεὶ τοσαῦται τῶν αἰσθητῶν κατὰ γένος διαφοραί, ἐφεξῆς δείκνυσιν, ὅτι μὴ οἷόντε εἶναι αἰσθητήριον ἐξ ἄλλου τινὸς τῶν ἁπλῶν σωμάτων, ἢ ἐξ ὕδατος καὶ ἀέρος, ὧν τὴν μὲν κόρην, ᾗ τῶν ὁρατῶν αἰσθανόμεθα, ἐξ ὕδατος ἔχομεν, τὴν δ’ἀκοὴν ἀέρος, τὴν δ’ὄσφρησιν ἡμεῖς μὲν καὶ τὰ μὴ ἔνυδρα ἐξ ἀέρος, τὰ δὲ ἔνυδρα ἐξ ὕδατος. οὔτε δὲ ἐκ πυρὸς οἷόντε αἰσθητήριον εἶναι. ὡς ἐν τῷ Περὶ αἰσθήσεώςτε καὶ αἰσθητῶν δείξει, οὔτε ἐκ γῆς μόνης. εἰ δὲ τοῦτο, οὐχ οἷόντε ἄλλο τι αἰσθητήριον εἶναι παρὰ ταῦτα, ἃ ἔχει τὰ τέλεια τῶν ζῴων. οὐδὲν ἐλλείπει αἰσθητήριον τοῖς τὰς πέντε αἰσθήσεις ἔχουσιν, ὥστε οὐ δ’αἴσθησις. οὐδὲν γὰρ παρὰ τὰ τέσσαρα οἷόντε ἁπλοῦν παθητὸν εἶναι σῶμα, ὡς ἐξ ἐκείνου δύνασθαί τι αἰσθητήριον εἶναι. δεῖ μὲν γὰρ τὸ αἰσθητήριον πάσχειν τι ὑπὸ τοῦ αἰσθητοῦ, διὸ καὶ παθητοῦ εἶναι σώματος · τὸ δὲ πέμπτον σῶμα ἀπαθὲς ἐνδέδεικται.
3.7.1” ἐπεὶ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, ἀνάγκη ἤτοι ὄψει αἰσθάνεσθαι ὅτι ὁρᾷ, ἢ ἑτέρᾳ “. ζητεῖ, πῶς ἡ συναίσθησις ἡμῖν γίνεται, ἐπειδὰν αἰσθανώμεθά τινων, καὶ τίνι · αἰσθανόμεθα δὲ αὐτῶν αἰσθανόμενοι. παντὶ γὰρ αἰσθανομένῳ τινὸς πρὸς τῇ ἀντιλήψει τούτου οὗ αἰσθάνεται, γίνεται συναίσθησίς τις καὶ τοῦ ὅτι αἰσθάνεται · αὕτη δὴ ἡ συναίσθησις πότερον ἡμῖν διὰ τῆς αὐτῆς αἰσθήσεως γίνεται, δι’ἧς καὶ τοῦ αἰσθητοῦ ἡ ἀντίληψις, ὡς τῇ ὄψει ἡμᾶς ὁρᾶντε τὰ ὁρώμενα καὶ αἰσθάνεσθαι ἑαυτῶν ὁρώντων, ἢ τῇ μὲν ὄψει τῶν ὁρατῶν αἰσθανόμεθα, ἄλλῃ δέ τινι αὐτοῦ τοῦ ὁρᾶν; καὶ ὅτι μὲν οὐκ ἄλλῃ, ἔδειξε διὰ τοῦ πλείους ἔσεσθαι τοῦ αὐτοῦ αἰσθητοῦ αἰσθήσεις, εἰ γὰρ ἄλλη τις ἔσται, ᾗ τοῦ ὁρᾶν αἰσθανόμεθα καὶ μὴ ἡ αὐτὴ ὄψις, ᾗ ὁρῶμεν, ἔσται ἡ τοῦ ὁρᾶν αἰσθανομένη ἅμα καὶ χρωμάτων αἰσθανομένη. ἡ γὰρ τῆς ἐνεργείας τῆς περὶ τὰ αἰσθητὰ γινομένης αἰσθανομένη αἰσθάνοιτο ἂν καὶ τούτων, περὶ ἃ ἡ ἐνέργεια ἡ κατὰ τὸ ὁρᾶν, ἔστι δὲ ταῦτα τὰ χρώματα. οὐ γάρ ἐστι τὸ ὁρᾶν ἄλλο τι ἢ ἐνεργεῖν τῇ ὄψει περὶ τὰ ὁρατά, ὥσθ’ἡ τοῦ ὁρᾶν αἴσθησις αἴσθησίς ἐστι τῆς γινομένης περὶ τὰ ὁρατὰ ἐνεργείας ὑπὸ τῆς ὁρατικῆς αἰσθήσεως. οὐχ οἷόντε δὲ αἰσθέσθαι τῆς περὶ τάδε τινὰ ἐνεργείας μὴ καὶ τῶνδε αἰσθανόμενον, περὶ ἃ ἡ ἐνέργεια γίνεται. ἀλλ’εἰ τοῦτο, ἔσονται τῶν αἰσθητῶν πλείους αἰσθήσεις, αἵτε αἰσθανόμεναι αὐτῶν προηγουμένως καὶ αἱ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ τῶν αἰσθήσεων αἰσθανόμεναι. τοῦτο δ’ἄτοπον τὸ τὰ ἴδια αἰσθητὰ ἑκάστῃ αἰσθήσει πλείοσιν αἰσθήσεσιν αἰσθητὰ εἶναι λέγειν. προσέτιτε εἰ ἄλλη μέν ἐστιν ἡ αἰσθανομένη, ἄλλη δὲ καθ’ἣν αἰσθανόμεθα ἑαυτῶν αἰσθανομένων, ἐπ’ἄπειρον προελεύσεται. καὶ γὰρ τῆς τοῦ ὁρᾶν αἰσθήσεως πάλιν ἔσται συναίσθησις ἡμῖν δι’ἄλλης τινὸς αἰσθήσεως, κα- κἀκείνη πάλιν, οὗ αἰσθανομένη ποιεῖ τὴν συναίσθησιν, ἄλλην τινὰ ἕξει τὴν αἰσθανομένην, καὶ τοῦτ’εἰς ἄπειρον, ἀτοπώτατον δὲ τοῦτο. καταλείπεται τὸ τῇ αὐτῇ τῶντε αἰσθητῶν αἰσθάνεσθαι ἡμᾶς καὶ τῆς περὶ τὰ αἰσθητὰ ἑαυτῶν ἐνεργείας. ἀλλ’εἰ ἔστιν ἐνέργεια τῆς ὁρατικῆς δυνάμεως τὸ ὁρᾶν, ἔσται ἡ ὄψις τῶντε χρωμάτων ἀντιλαμβανομένη καὶ αὐτοῦ τοῦ ὁρᾶν. ἀλλ’εἰ οὗ ἐστιν ἡ ὄψις αἰσθητική, τοῦτ’ἀνάγκη κεχρῶσθαι, καὶ τὸ ὁρᾶν, εἰ ἔστιν ὁρατόν τι, κεχρωσμένον. πρώτην λύων ἀπορίαν πρῶτον μὲν ἐχρήσατο τῷ τὴν ὄψιν μὴ μόνον χρωμάτων ἢ κεχρωσμένων αἰσθητικὴν εἶναι, ἀλλὰ καὶ τῆς στερήσεως αὐτῶν. ἐδείχθη γὰρ πᾶσα αἴσθησις αἰσθανομένη καὶ τῆς στερήσεως τῶν αἰσθητῶν ἡ αὐτή. τῇ γοῦν ὄψει καὶ φωτὸς καὶ σκότους αἰσθανόμεθα. δεύτερον ἔλαβεν, ὅτι καὶ τὸ ὁρᾶν κέχρωσταί πως, εἴ γε τὸ ὁρᾶν γίνεται τοῦ αἰσθητηρίου δεξαμένου τὸ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης τῆς ὑποκειμένης αὐτῷ, οὗ σημεῖον παρέθετο πολλάκις ἀπελθόντων τῶν ὁρωμένων ἔτι ἐν ταῖς αἰσθήσεσιν ὑπομένειν τινὰς αὐτῶν αἰσθήσειςτε καὶ φαντασίας. ταῦτ’εἰπὼν εἰς λύσιν τῶν ἠπορημένων διὰ τῶν ἑξῆς, ὅτι γίνεται καὶ πῶς γίνεται, δείκνυσιν. λέγει τὴν τοῦ αἰσθητοῦ ἐνέργειαν καὶ τὴν τῆς αἰσθήσεως μίαν εἶναι κατὰ τὸν λόγον μόνον διαφερούσας, ὅτι τῇ μὲν κατ’ἐνέργειαν αἰσθήσει τὸ εἶναί ἐστιν ἐν τῷ ἔχειν τὸ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης, τῷ δὲ κατ’ἐνέργειαν αἰσθητῷ ἐν τῷ ἔχεσθαι τὸ εἶδος αὐτοῦ χωρὶς τῆς ὕλης. εἰ γάρ ἐστιν ἡ κίνησις ἡ ὑπὸ τοῦ κινοῦντος γινομένη ἐν τῷ κινουμένῳ καὶ τὸ πάθος τὸ ὑπὸ τοῦ ποιοῦντος γινόμενον ἐν τῷ ποιουμένῳ καὶ πάσχοντι, ἀνάγκη καὶ τὴν ἀπὸ τοῦ αἰσθητοῦ κίνησιν καὶ τὸ γινόμενον ὑπ’αὐτοῦ πάθος ἐν τῇ κατὰ δύναμιν αἰσθήσει γενόμενον ποιεῖν τὴν κατ’ἐνέργειαν αἴσθησιν · ὡς γὰρ ἡ ποίησις καὶ ἡ πάθησις ἐν τῷ πάσχοντι, ἀλλ’οὐκ ἐν τῷ ποιοῦντι (ἦν γὰρ τὸ ποιοῦν πάσχον, καὶ τα- ταὐτὸ τὸ ποιεῖντε καὶ πάσχειν, ὡς ἔδειξεν ἐν φυσικῇ ἀκροάσει), οὕτως καὶ ἡ τοῦ αἰσθητοῦ καὶ ἡ τοῦ αἰσθητικοῦ. τούτων δὲ τοῦτον ἐχόντων τὸν τρόπον καὶ τῆς κατ’ἐνέργειαν αἰσθήσεως γινομένης τῇ τῶν εἰδῶν τῶν αἰσθητῶν λήψει χωρὶς τῆς ὕλης, γένοιτο ἂν ἡμῖν εὐλόγως ἅμα τῇ αἰσθήσει τῶν αἰσθητῶν καὶ συναίσθησις τοῦ αἰσθάνεσθαι κατὰ τὴν αὐτὴν αἴσθησιν. τῷ μὲν γὰρ ἀπὸ τῶν αἰσθητῶν ἔξωθεν ὄντων λαμβάνειν τὸ εἶδος ἡ ἐκείνων ἀντίληψις, τῷ δὲ ἐν ἑαυτῇ τὴν αἴσθησιν τὸ εἶδος ἔχειν τῶν αἰσθητῶν καὶ διὰ τοῦτο καὶ ταύτης πως αἰσθάνεσθαι ἡ συναίσθησις. εἰ γὰρ τὸ ὁρᾶν κατὰ τὴν τοῦ εἴδους τοῦ αἰσθητοῦ λῆψιν γίνεται, ὅμοιος δὲ ὁ λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, λαβοῦσα τὸ εἶδος ὁρᾷ καὶ αὐτὴν ἅμα ὁρῶσαν ὁρῶσα γίνεται. ἡ μὲν δὴ συναίσθησις τοῦ αἰσθάνεσθαι γινομένη ἐν τῷ τὴν αἴσθησιν ἅματε τοῦ αἰσθητοῦ καὶ τῆς ἰδίας περὶ τὸ αἰσθητὸν ἐνεργείας αἰσθάνεσθαι. διὸ ἐξ ἀνάγκης ἕπεται παντὶ τῷ αἰσθανομένῳ συναισθάνεσθαι καὶ ἑαυτοῦ αἰσθανομένου τῷ ἕπεσθαι τῇ αἰσθήσει αἰσθανομένῃ τινὸς τῶν αἰσθητῶν ἔξω ὄντος τὸ ἅμα καὶ ἑαυτῆς αἰσθάνεσθαι.
3.8.1εἰ μιᾷ αἰσθήσει κατὰ συμβεβηκός ἐστιν αἰσθητὸν τὸ ἔχον τῶν ἰδίων τι ταύτῃ τῇ αἰσθήσει αἰσθητῶν συμβεβηκὸς ἑαυτῷ (διὰ γὰρ τῆς τοῦ αἰσθητοῦ ἀντιλήψεως γίνεται καὶ ἡ τοῦ κατὰ συμβεβηκός · οὕτω γὰρ ἡ ὄψις γλυκέος ὅτι τῷ ὠχρῷ συμβέβηκεν εἶναι γλυκεῖτε καὶ μέλιτι), εἴ τις λέγοι τι πάσαις ταῖς αἰσθήσεσι κατὰ συμβεβηκὸς εἶναι αἰσθητόν, οὗτος λέγοι ἄν, τοῦτο, ὅ φησι πάσαις κατὰ συμβεβηκὸς ταῖς αἰσθήσεσιν αἰσθητὸν εἶναι, ἔχειν τινὰ συμβεβηκότα τοιαῦτα, ὧν τὸ μὲν τῇ ἁφῇ καθ’αὑτό ἐστιν αἰσθητόν, τὸ δὲ τῇ γεύσει, τὸ δὲ τῇ ὀσφρήσει, τὸ δὲ τῇ ἀκοῇ, τὸ δὲ τῇ ὄψει, ὥστ’εἴη ἂν τὸ πᾶσι κατὰ συμβεβηκὸς αἰσθητὸν τῷ πάσαις καθ’αὑτὸ εἶναί τι αἰσθητὸν ἐν αὐτῷ τούτῳ πάσαις κατὰ συμβεβηκὸς αἰσθητόν, ἑκάστης αὐτῆς διὰ τοῦ οἰκείου αὐτῇ αἰσθητοῦ αἰσθανομένης αὐτοῦ. οὐ γὰρ τὸ πάσαις κατὰ συμβεβηκὸς αἰσθητὸν οὐ δ’ὅλως ἐστὶν αἰσθητόν, ὡς ἂν δόξαι ἁπλῶς ἀκούσαντι. τὸ γὰρ μηδεμιᾷ αἰσθητὸν αἰσθήσει ἀναίσθητον · οὐ τα- ταὐτὸν δὲ τὸ πάσαις ἀναίσθητον τῷ πάσαις κατὰ συμβεβηκὸς […] αἰσθητὸν τοιοῦτον εἶναι τὸ ὑποκείμενον τοῖς πάσαις ταῖς αἰσθήσεσιν αἰσθητοῖς. τῷ γὰρ τὰ συμβεβηκότα τούτῳ αἰσθητὰ εἶναι πάσαις, αὐτὸ δὲ μή, τούτῳ γίνεται πάσαις κατὰ συμβεβηκὸς αἰσθητόν.
3.9.1” ἆρ’οὖν ἅμα μὲν καὶ ἀριθμῷ ἀδιαίρετον καὶ ἀχώριστον τὸ κρῖνον, τῷ εἶναι δὲ κεχωρισμένον; ἔστι δέ πως ὡς τὸ διαιρετὸν τῶν διῃρημένων αἰσθάνεται, ἔστι δὲ ὡς ἀδιαίρετον · τῷ εἶναι μὲν γὰρ διαιρετόν, τόπῳ δὲ καὶ ἀριθμῷ ἀδιαίρετον · ἢ οὐχ οἷόντε; δυνάμει μὲν γὰρ τὸ αὐτὸ καὶ ἀδιαίρετον τα- τἀναντία, τῷ δὲ εἶναι οὔ, ἀλλὰ τῷ ἐνεργεῖσθαι διαιρετόν, καὶ οὐχ οἷόντε ἅμα λευκὸν καὶ μέλαν εἶναι, ὥστε οὐ δὲ τὰ εἴδη πάσχειν αὐτῶν, εἰ τοιοῦτον ἡ αἴσθησις καὶ ἡ νόησις, ἀλλ’ὥσπερ ἣν καλοῦσί τινες στιγμὴν ἢ μίαν ἢ δύο, ταύτῃ καὶ διαιρετή. ᾗ μὲν οὖν ἀδιαίρετος, ἓν τὸ κρῖνόν ἐστι καὶ ἅμα · ᾗ δὲ διαιρετὸν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα. ᾗ μὲν οὖν δυσὶ χρῆται, τῷ πέρατι δύο κρίνει καὶ κεχωρισμένα ἐστιν ὡς τῷ κεχωρισμένῳ · ᾗ δὲ ἕν, ἑνὶ καὶ ἅμα “. λαβὼν ὅτι ἑκάστη αἴσθησις ἐν τῷ αἰσθητηρίῳ οὖσα, ἐν ᾧ οὖσα αἰσθάνεται, τῶντε αἰσθητῶν αὐτῇ αἰσθάνεται καὶ κρίνει αὐτῶν τὰς πρὸς ἀλλήλας διαφοράς (λευκοῦ μὲν γὰρ καὶ μέλανος ὄψις, γλυκέος δὲ καὶ πικροῦ γεῦσις, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστη), καὶ διὰ τούτου συστήσας, ὅτι ἡ αἰσθανομένη τινῶν καὶ τὰς διαφορὰς αὐτῶν κρίνει (οὐ γὰρ ἄλλης μὲν τὸ αἰσθάνεσθαί τινων, ἄλλης δὲ τὸ κρίνειν τὰς διαφορὰς αὐτῶν, καθ’ἅς ἐστιν αἰσθητά, ἀλλ’ἥτε αἰσθανομένη τινῶν καὶ κρίνει αὐτά, καὶ ἡ κρίνουσα τὰς διαφορὰς αὐτῶν καὶ αἰσθάνεται αὐτῶν · τα- ταὐτὸν γὰρ κρίνειν τῷ αἰσθάνεσθαι · διὰ τοῦτο γὰρ καὶ ἡ αἴσθησις κρίσις τις εἶναι δοκεῖ), εὑρών τι οὐ μόνον τῶν ἐναντίων ἀλλήλοις αἰσθητῶν τὰς διαφορὰς κρῖνον, ἀλλὰ καὶ πάντων τῶν αἰσθητῶν (κρίνομεν γὰρ καὶ τὰς τῶν ὁρατῶν διαφορὰς πρὸς τὰς τῶν γευστῶν, ὁμοίως δὲ καὶ πρὸς τὰς τῶν ἀκουστῶν, ἀλλὰ καὶ πρὸς τὰς τῶν ὀσφρητῶν καὶ πρὸς τὰς τῶν ἁπτῶν), πρῶτον μὲν ἔλαβεν, ὅτι αἰσθήσει ταῦτα κρίνομεν (αἰσθητάτε γάρ ἐστι καὶ ὡς αἰσθητῶν αὐτῶν ποιούμεθα τὴν κρίσιν), μεθ’ὃ ἔδειξεν, ὅτι μὴ οἷόντε κρίνειν τὰς διαφορὰς τῶν αἰσθητῶν μὴ αἰσθανόμενον αὐτῶν ἕντε ὂν καὶ τα- ταὐτόν. οὐ γὰρ οἷόντε τὸ μὴ αἰσθανόμενον πάντων κρίνειν αὐτῶν τὰς πρὸς ἄλληλα διαφοράς · εἰ γὰρ τοῦ μὲν ἄλλο, τοῦ δ’ἄλλο αἰσθάνοιτο, οὐδέτερον αὐτῶν οἷόντε γνωρίζειν, τίνι τὰ ὧν ᾐσθάνοντο ἀλλήλων διαφέρει. καὶ γὰρ οὐ δ’ἐν ἄλλῳ τινὶ ἦν τῇ αἰσθήσει τὸ κρίνειν ἢ ἐν τῷ αἰσθάνεσθαι. λαβών δ’ἐκ τούτων τὸ ἓν εἶναι τὸ πάντων αἰσθητῶν αἰσθανόμενόντε καὶ κρῖνον αὐτῶν τὰς διαφοράς, ἐφεξῆς ἔδειξεν, ὅτι καί, εἰ ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἅμα αὐτῶν αἰσθάνεται, ὅτε κρίνει τὰς διαφορὰς αὐτῶν (εἴ γε, ὅτε κρίνει αὐτάς, τότε αἰσθάνεται, κρίνει δ’ἅμα τὰς πρὸς ἄλληλα αὐτῶν διαφοράς), καὶ αἰσθάνοιτ’ἂν ἅμα τῶν κρινομένων · ἐν γὰρ τῷ αἰσθάνεσθαι τῇ αἰσθήσει τὸ κρίνειν. ταῦτα λαβών, τότε μίαν αἴσθησιν εἶναι, ᾗ πάντων αἰσθανόμεθα, καὶ τὸ ἅμα αἰσθάνεσθαι τούτων ὧν ἅμα κρίνει τὰς διαφοράς, ἐπὶ τούτοις ἠπόρησεν, ἐπεὶ τὸ κατ’ἐνέργειαν αἰσθάνεσθαί ἐστι τὸ τὸ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης λαμβάνειν, πῶς οἷόντε ἕν τι ὂν ἅμα πλειόνων καὶ τῶν ἐναντίων αἰσθάνεσθαι. εἰ γὰρ τοῦτο, δεήσει αὐτὸ ἅμα ἐναντία εἴδητε καὶ πάθη δέχεσθαι, λευκότητα καὶ μελανίαν, ὅταν τούτων αἰσθάνηται καὶ ταῦτα κρίνῃ, γλυκύτητα καὶ πικρότητα, ὁμοίως τὰ ἄλλα. ἀλλὰ μὴν ἀδύνατον τὸ τὰς ἐναντίας ἅμα κινήσεις κινεῖσθαι τὸ αὐτό, εἰς λευκότητα ἅμα καὶ μελανίαν μεταβάλλον, καὶ τὰ ἐναντία εἶναι δεχόμενον. ταῦτα δείξας καὶ ἀπορήσας, λύων τὴν ἀπορίαν ἔλαβεν τὸ ἅμα μὲν τὸ κρῖνον κρίνειντε καὶ αἰσθάνεσθαι τῶν πλειόνων, ἓν ὂν καὶ μὴ διῃρημένον, τῷ λόγῳ κεχωρισμένον, ὡς ἓν ὂν κατ’ἄλλην μὲν δύναμιν δεκτικὸν τοῦδέ τινος εἶναι, κατ’ἄλλην δὲ τοῦ ἐναντίου αὐτῷ ἢ διαφέροντος, ἀδιαίρετον ὂν τῷτε τόπῳ καὶ τῷ ἀριθμῷ, τουτέστιν τῷ ὑποκειμένῳ. τόπῳ γὰρ ἀδιαίρετον τὸ ἓν ἐν τόπῳ ὄν, τοιοῦτο δὲ συνεχὲς καὶ μὴ διῃρημένον, ὃ καὶ ἕν ἐστι τῷ ἀριθμῷ. εἰπὼν δὲ τοῦτο ὡς εἰς λύσιν τοῦ ἠπορημένου ἐπήνεγκεν ἢ οὐχ οἷόντε, δεικνὺς ὅτι μὴ λύεται τούτῳ τὸ ἠπορημένον. δύναται μὲν γὰρ ἕν τι ὂν κατ’ἀριθμὸν τῷ λόγῳ διαφέρειν τῷ δυνάμεις ἔχειν διαφερούσας, καθ’ἃς τῶν ἐναντίων ἐστὶ δεκτικόν, οὐ μὴν οὕτω τῶν ἐναντίων τὰς δυνάμεις ἔχειν, ὡς ἅμα αὐτὰ δύνασθαι δέχεσθαι. τὸ γὰρ τῶν ἐναντίων δυνάμεις ἔχον οὐχ οὕτως ἔχειν δύναται αὐτάς, ὡς ἅμα αὐτῶν καὶ τὰς ἐνεργείας δέχεσθαι. ἀναγκαῖον γὰρ κατὰ τὰς ἐνεργείας αὐτὸ διαιρεῖσθαι, ὡς ἐν ἄλλῳ μὲν χρόνῳ τὸ ἕτερον αὐτῶν γίγνεσθαι, ἐν ἄλλῳ δὲ τὸ ἕτερον, ἡ δὲ αἴσθησις ἅμα ἔκρινεν αὐτῶν τὰς διαφοράς, ὡς ἅμα αὐτῶν αἰσθανομένη καὶ τὰ εἴδη λαμβάνουσα, εἴ γε τὸ αἰσθάνεσθαι ἐν τῇ τῶν εἰδῶν τῶν αἰσθητῶν λήψει. ἐπεὶ δὲ καὶ νόησις δοκεῖ τῇ τοῦ εἴδους τοῦ νοουμένου λήψει γίνεσθαι, διὰ τοῦτο εἶπεν τὸ εἰ τοιοῦτο αἴσθησις καὶ ἡ νόησις. εἰπών δὲ ταῦτα καὶ δείξας, ὅτι μένει ἔτι ἡ ἀπορηθεῖσα ἀπορία ὡς μὴ δυναμένη λύεσθαι, δι’ὧν ἐπήνεγκεν, † ὡς † προεῖπεν ἀλλ’ὥσπερ ἣν καλοῦσί τινες στιγμὴν ἢ μία ἢ δύο, ταύτῃ καὶ διαιρετή, καὶ τὰ ἄλλα τὰ ἐπὶ τούτοις, ἥτις λέξις σφόδρα ἀσαφῶςτε καὶ βραχέως εἰρημένη τοιοῦτο σημαίνει. ἀξιοῖ τοιοῦτον εἶναι τὸ ᾧ ἡ αἴσθησις τοῖς ζῴοις γίνεται τῶν αἰσθητῶν, ὡς δύνασθαι ἅμα μὲν ἓν εἶναι, ἅμα δὲ πολλά, οὕτως ὡς καὶ τὸ σημεῖον, ὅταν ὡς πολλῶν γραμμῶν πέρας ληφθῇ. αἱ γὰρ ἀπὸ τῶν τῆς περιφερείας τοῦ κύκλου ἐπὶ τὸ κέντρον ἀγόμεναι εὐθεῖαι πέρας ἔχουσι πᾶσαι τὸ κέντρον τοῦ κύκλου, ἓν σημεῖον, ὃ σημεῖον ἓν ὂν καὶ πολλά πώς ἐστιν, ὅταν ὡς ἑκάστης τῶν γραμμῶν ἐπ’αὐτὸ ἀχθεισῶν πέρας λαμβάνηται. εἰ γὰρ τοιοῦτό τι ἡ αἴσθησις εἴη, καθὸ μὲν ἕν τι καὶ ἀδιαίρετόν ἐστιν, ἓν ἔσται τὸ κρῖνον (ἀλλὰ καὶ ἅμα κρίνει τὰ ἐν τοῖς πέρασι τῶν γραμμῶν τῷ πάντα τὰ πέρατα ἅμα εἶναι καὶ ἕν τι), καθόσον δὲ ὡς τῆσδε καὶ τῆσδε πέρας λαμβάνεται καὶ τοσαῦτα λαμβάνεται, ὅσαι καὶ εὐθεῖαι, πολλά. καὶ κατὰ τοῦτο πάλιν καθόσον μὲν οὖν πολλὰ τὰ πέρατα καὶ διαφερουσῶν γραμμῶν, πολλὰ ἔσται τὰ κρινόμενα καὶ κεχωρισμένα καὶ διαφέροντα καὶ τρόπον τινὰ † οὔπω † κεχωρισμένον, καθόσον τὸ κέντρον πολλά πως ἦν, ὧν ἕκαστον κριτικὸν ὂν τοῦ ἐν τῇ ἰδίᾳ γραμμῇ πάθους ὄντος, καθόσον δὲ ἓν τὸ ἐκ πάντων ἐστὶν ἀδιάφορον καὶ πάντῃ τὸ αὐτό, αὐτὸ ἕντε ἔσται τὸ κρῖνον καὶ ἅμα κρῖνον. καὶ τὸ μὲν εἰς λύσιν εἰρημένον τῶν ἠπορημένων τοιοῦτον. τί δὲ τοιοῦτον λαμβάνειν ἔστιν ἐπὶ τῆς αἰσθήσεως, ὡς ἅμα ἕντε εἶναι καὶ πολλά, ὁμοίως τῷ τοῦ κύκλου κέντρῳ τῷ ὡς πέρατι τῶν πολλῶν εὐθειῶν ληφθέντι, οὐ ῥᾴδιον εὑρεῖν. σῶμάτε γὰρ τὸ ἔσχατον αἰσθητήριον, ἐν ᾧ γίνεται τὰ τῶν αἰσθητῶν πάθη, καὶ οὐχ οἷόντε τὰ ἀπὸ τῶν πέντε αἰσθητηρίων πάθη διαπεμπόμενα ἐπ’αὐτὸ ὡς διὰ γραμμῶν τῷ αὐτῷ μορίῳ τοῦ σώματος ἐπιβάλλειν. γένοιτο γὰρ ἂν πάλιν ἐν τῷ αὐτῷ τὰ ἐναντία γινόμενα πάθη καὶ ἐναντίαι κινήσεις, εἴ γε διὰ τοιαύτης κινήσεως ἡ κατ’ἐνέργειαν αἴσθησις. οὐ δὲ γὰρ τὰ ἀφ’ἑνὸς αἰσθητηρίου διαπεμπόμενα ἐπ’αὐτὸ πάθη οἷάτε κατὰ τὸ αὐτὸ μόριον αὐτοῦ γίνεσθαι, † οἷον, εἴ γε τῶν μὲν ἐναντίων τὰ αὐτὰ αἰσθητήρια, ἀδύνατον δ’ἐν τῷ αὐτῷ αἰσθητηρίῳ κατὰ τὸ αὐτὸ μέρος ἅμα τὰ ἀπὸ τῶν ἐναντίων γίνεσθαι πάθη. ὅταν γὰρ βλέπωμεν ἅμα λευκόντε καὶ μέλαν, οἷς μέρεσι τῆς κόρης ἑκατέρου αὐτῶν ἡ ἔμφασις γίνεται, ὥσπερ ὁρῶμεν γινόμενον καὶ ἐπὶ τῶν κατόπτρων, […] οὔτε ἐφ’ὃ διαδίδοται ταῦτα, τοῦτο δ’ἔστιν ὡς εἶπον τὸ ἔσχατον αἰσθητήριον, οὕτως οἷόντε διαδίδοσθαι ὡς μὴ ἐν κεχωρισμένοις αὐτοῦ γίνεσθαι μέρεσιν, ὥστ’ἐπὶ μὲν τοῦ σώματος ἀδύνατον λαβεῖν τι ὅμοιον τῇ εἰκόνι τῇ τοῦ σημείουτε καὶ τῶν γραμμῶν ὧν πέρας τὸ σημεῖον. ἴσως δ’ἂν ἐφαρμόζειν δύναιτο μᾶλλον τῇ δυνάμει τῇ τοῦ σώματος ἐκείνου, ὃ λέγομεν ἔσχατον αἰσθητήριον, οὗ ἡ αἰσθητικὴ δύναμις εἶδος, ἥτις δύναμις αἰσθάνεται καὶ κρίνει τὰ ἐν τῷ σώματι, οὗ δύναμις καὶ εἶδός ἐστιν γενόμενα κατὰ τὴν ἀπὸ τῶν αἰσθητηρίων διάδοσιν. ἡ γὰρ δύναμις αὕτη μία οὖσα καὶ ὥσπερ πέρας τοῦ σώματος τούτου οὗ δύναμίς ἐστιν, ἐπειδὴ ἐπὶ τοῦτο τὸ ἔσχατον αἱ κινήσεις φέρονται, ἀσώματόςτε οὖσα καὶ ἀδιαίρετος καὶ ὁμοία πάντῃ, μία οὖσα, πολλαί πως γίνονται τῷ τῶν καθ’ἕκαστον μόριον τοῦ σώματος, οὗ δύναμίς ἐστι, κινήσεων αἰσθάνεσθαι ὁμοίως, ἄντε κατὰ ἕν τι μόριον ἡ κίνησις ἐν αὐτῷ γένηται, ἄντε κατὰ πλείω. ἐν γὰρ τῇ τῶν πλειόνων κρίσει πολλαί πως δυνάμεις ἡ μία γίνεται ὡς ἑκάστου μορίου πέρας οἰκεῖον λαμβανομένη. τὸ μὲν γὰρ σῶμα οὐκ ἐδύνατο ἅμα κατὰ τὸ αὐτὸ πλείω δέχεσθαι πάθη, διὰ τὸ ἀδύνατον εἶναι τὰ ἐναντία ἐν τῷ αὐτῷ γίνεσθαι ἅματε καὶ κατ’αὐτό · ἐναντία δὲ τὸ εἶδος τὸ τοῦ λευκοῦ καὶ τὸ τοῦ μέλανος. διὸ οὐδὲν οἷόντε σῶμα ἅμα δέχεσθαι ταῦτα, ἀλλὰ τοῦ αἰσθητηρίου ἐκείνου κατ’ἄλλο μὲν μόριον τάδε τινὰ τῶν αἰσθητῶν τῶν ἅμα προσπιπτόντων γίγνεται, κατ’ἄλλο δὲ τάδε τῶν ἀπὸ τῶν πρώτων αἰσθητηρίων ἐπ’αὐτὸ φερομένων τὸν τρόπον. ἡ δὲ δύναμις ἡ αἰσθητικὴ οὐκέτι κεκώλυται ἅμα τὴν κρίσιν αὐτῶν ποιεῖσθαι, ὅτι μὴ τα- ταὐτόν ἐστι τὸ κρίνειν τῷ παθεῖν. παθεῖν μὲν γάρ τι τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἀδύνατον, ὅτι ἀδύνατον ἅμα τι δέχεσθαι τὰ ἐναντία (ἀσυνύπαρκτα δὲ τὰ ἐναντία), κρῖναι δὲ ἅμα τὰ ἐναντία οὐδὲν ἀδυνατεῖ, ὅτι μὴ ἔστιν ἐν κρίσει ἐναντία τὸ τὸ λευκὸν λευκὸν κρῖναι καὶ τὸ μέλαν μέλαν. ὡς γὰρ ἐν τῷ πάσχειν ἐναντίον τὸ τὰ ἐναντία παθεῖν τὸ αὐτὸ μέρος καὶ ἐν τα- ταὐτῷ χρόνῳ, καὶ διὰ τοῦτο ἐν τῷ πάσχειν τοῦτο ἀδύνατον, οὕτως ἐν κρίσει πάλιν ἀδύνατον τὸ τὸ λευκὸν ὁμοῦ μὲν λευκόν, ὁμοῦ δὲ μέλαν ὑπολαμβάνειν εἶναι. διὸ πάλιν ἐν κρίσει τὸ οὕτως ἔχον ἀσυνύπαρκτον. τὸ μὲν μέλαν μέλαν, τὸ δὲ λευκὸν λευκὸν εἰπεῖν οὐκ ἀδύνατον, ὅτι μη δ’ἐναντίον. εἰ μὲν γὰρ ἦν ἀνάγκη καὶ ἐν τῇ δυνάμει τῇ κρινούσῃ τὰ αἰσθητὰ τὰ εἴδη πρῶτον τῶν αἰσθητῶν ἐγγενέσθαι, οὐ δ’ἂν ἐκείνη κρίνοι ἂν ἐν ᾗ τα- τἀναντία τῷ μὴ δέξασθαι τα- τἀναντία ἅμα οἷόντε εἶναι · ἐπεὶ δ’ἐν μὲν τῷ αἰσθητηρίῳ τὰ πάθη γίνεται, ἡ δὲ τῶν ἐν τούτῳ γινομένων κρίσις ἐν τῇ δυνάμει (οὐ γὰρ οἷόντε ἔτι τοῦτο τὰ πάθη δέχεσθαι τὰ σωματικὰ ὂν ἀσώματον), οὐδὲν κεκώλυται τὰ ἐν τῷ αἰσθητηρίῳ γινόμενα κατ’ἄλλο καὶ κατ’ἄλλο μέρος ἅμα κρίνειν ἡ δύναμις ἡ παντὸς αὐτοῦ. ἡ γὰρ αἴσθησις κρίσις ἐστὶ τῆς αἰσθητικῆς δυνάμεως τῶν αἰσθητῶν διὰ τῶν αὐτῶν ἐν τῷ αἰσθητηρίῳ γινομένων παθῶν δι’αὐτῶν, γίνεται δὲ οὕτως ἡ αὐτὴ καὶ μία δύναμις πολλαί πως ἅμα γινομένη τῷ τῶν καθ’ἕκαστον μέρος τοῦ αἰσθητηρίου παθῶν γινομένων ἅμα ποιεῖν αἰσθητὴν κρίσιν. ἡ γάρ κρίνουσα δύναμις τὸ κατά τι ἕν μέρος τοῦ αἰσθητηρίου γινόμενον πάθος αὐτὴ κρίνει καὶ τὰ κατὰ πάντα τὰ μόρια ἅμα αὐτοῦ γινόμενα πάθη, ἡ αὐτὴ καὶ μία καὶ πολλαί πως γινομένη κατὰ τὴν τῶν μερῶν τοῦ αἰσθητηρίου καθὸ πάσχει διαίρεσιν, ὡς ἐγίνετο καὶ τὸ σημεῖον ἕν ὂν πολλὰ κατὰ τὸ πλῆθος τῶν γραμμῶν διαιρούμενον ὧν ἑκάστῃ πέρας.
3.10.1προθέμενος ἐν τῷ δευτέρῳ τῶν Μετεωρολογικῶν εἰπεῖν περὶ θαλάσσης, τίςτε ἡ φύσις αὐτῆς καὶ διὰ τίνα αἰτίαν τοσοῦτον ἁλμυρὸν ὕδατός ἐστι πλῆθος, πρῶτον τὰς περὶ αὐτῆς προκαταβεβλημένας δόξας παρέθετο, ὧν ἡ μὲν τῶν θεολόγων πηγὰς οἰκείας ἔλεγεν ἔχειν τὴν θάλασσαν, τῶν δὲ φυσικῶν οἱ μὲν αὐτὴν γεγονέναι ἔλεγον ἐκ τῆς πολλῆς ὑγρότητος τῆς περὶ τὴν γῆν ἀναχθείσης ὑπὸ τῆς τοῦ ἡλίου κινήσεώςτε καὶ θερμότητος, ὑπολειφθείσης δὲ ταύτης, ἣν καλοῦμεν θάλασσαν, οἱ δὲ θερμαινομένης φασὶ τῆς γῆς ὑπὸ τῆς κινήσεως τοῦ ἡλίου ἱδρῶτα ἐκκριθῆναι τὸ ὕδωρ τοῦτο, ὃ καλεῖται θάλαττα. διὰ τοῦτο γὰρ καὶ ἁλμυρὸν τὸ ὕδωρ εἶναι, ὅτι καὶ ὁ ἱδρώς. οἱ δὲ τῆς ἁλμυρότητος τὴν γῆν καὶ τὴν ποιότητα τὴν ταύτης αἰτιῶνται. τὸ γὰρ ὕδωρ ῥέον δι’αὐτῆς τοιούτους τοὺς χυμοὺς λαμβάνει, ὁποίους ἂν ἔχῃ καὶ ἡ γῆ, δι’ἧς δίεισίτε καὶ διηθεῖται. μεθ’ἃ δείξας, ὅτι μὴ ἔχει πηγὰς οἰκείας ἡ θάλασσα τῷ πᾶν μὲν τὸ πηγαῖον ὕδωρ, εἰ μὲν αὐτόματον ᾖ, ἀπορρεῖντε ἀπὸ τῶν πηγῶν, ἀφ’ὧν ἄρχεται, καὶ μεθίστασθαι, τὸ δ’ὅσον οὐκ ἀπορρεῖ χειρόκμητον εἶναι καὶ οὐκ αὐτὸ φύσει (τοιαῦτα γὰρ τὰ φρέατα), τὴν δὲ θάλασσαν μήτε τῶν χειροκμήτων εἶναι μήτε τῶν φερομένωντε καὶ μεθισταμένων […]. διὰ γὰρ τῆς θαλάσσης κινήσειςτε καὶ ἀντιπεριστάσεις αἱ μὲν γίνονται τοῦ αὐτοῦ ὕδατος μεταρρέοντος (ὃ γινόμενον ἐν πάσῃ θαλάσσῃ φανερὸν ἡμῖν γίνεται ἐν τοῖς στενοῖς τῷ παρὰ τὴν γῆν ἐν τοῖς τοιούτοις τόποις φανερὰν αὐτῆς γίνεσθαι τὴν μετάρρυσιν), εἰ δέ τις γίνεται αὐτῆς κίνησις ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ κοιλότερα φερομένης, οὐκ ἀπ’οἰκείων πηγῶν ἀλλὰ τῇ τῶν ποταμῶν ἐπιχύσει ἀπὸ τῶν ὑψηλοτέρων ἐπιρρεόντων, ἀφ’ὧν τὰς πηγὰς ἔχουσιν, ὡς τὴν τοιαύτην κίνησιν ἀπὸ πηγῶν μὲν τὴν ἀρχὴν ἔχειν, ἀλλ’οὐ τῶν τῆς θαλάττης, ἀλλὰ τῶν ποταμῶν τῶν εἰς αὐτὴν ῥεόντων. ἐφ’ᾧ ἔδειξεν, ὅτι μὴ θάλαττά ἐστιν ἀρχὴ τοῦ ὕδατος καὶ τὸ τέταρτον στοιχεῖον, ὅ τινες ὑπολαμβάνοντες ἔλεγον μὴ μόνον τοὺς ποταμοὺς εἰς τὴν θάλασσαν ἰέναι, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάττης, γλυκὺ δ’ἔχειν τὸ ὕδωρ τῷ ἀπὸ τῆς γῆς αὐτὸ ἠθούμενον φέρεσθαι. ἐφ’οἷς δεικνύς, ὅτι μὴ ἔστι τὸ ὕδωρ τὸ διὰ τῆς γῆς ἁλμυρὸν τῇ αὐτοῦ φύσει, ἀπέδωκεν αἰτίαν τῆς ἁλμυρότητος, ὡς † λεγομένη †, τὸ τοῦ ὕδατος περικειμένουτε καὶ περιτεταμένου περὶ τὴν γῆν τὸ μὲν λεπτότατον καὶ γλυκύτατον ἀνάγεσθαι καὶ ἀναθυμιᾶσθαι καθ’ἑκάστην ἡμέραν ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως, ἀτμίζον διὰ τὸ κουφότερόντε ὂν καὶ καθαρώτερον ἐπιπολάζειν, τούτου δ’ἀναγομένου συνεχῶς καὶ πάλιν μεταβάλλοντόςτε καὶ καταφερομένου τὸ ἁλμυρὸν ὑπολείπεσθαι διὰ βάρος ἐν τῷ τοῦ ὕδατος οἰκείῳ τόπῳ. ἐφ’οἷς ἀπορήσας πόθεν ἡ ἀρχὴ καὶ ἡ αἰτία τῆς ἁλμυρότητος τῆς οὔσης ἐν τῷ ὕδατι καὶ τῆς θαλάσσης, ἔδειξεν πᾶν τὸ γινόμενον ὕδωρ ἁλμυρὸν οὐκ ἐκ τοιούτου κατὰ μῖξίν τινος γίνεσθαι. τότε γὰρ σύστημα τῶν ζῴων τὸ ἐν τῇ κύστει διὰ τοῦτον τὸν χυμὸν εἶναι τοιοῦτον · φαίνεται γὰρ μεμῖχθαί τι αὐτῷ γεῶδες, ὃ δῆλον γίνεται ὑφιζάνον ἐν αὐτῷ. ἀλλὰ καὶ ὁ ἱδρώς μιγνύμενον ἔχει τοιοῦτον ἐν ἑαυτῷ, ὃ λαμβάνει τὸ πινόμενον ὕδωρ ἀπὸ τοῦ σώματος, διηθούμενον δι’αὐτοῦ καὶ ὥσπερ πλῦνον αὐτὸ καὶ καθαῖρον. τοιοῦτον δὲ καὶ τὸ διὰ τῆς τέφρας διηθούμενον. ἔστι δὲ τὸ μιγνύμενον τούτοις καὶ τῆς αὐτῆς ἰδιότητος αἴτιον τὸ ὅσον ἄπεπτον ἐν τοῖς σώμασι μένει, μὴ δυνηθὲν ὑπὸ τῆς πεπτούσης αὐτὸ μεταβληθῆναι θερμότητος. τοιοῦτος γὰρ ὅτε ἱδρώς καὶ τὸ οὖρον καὶ τὸ διὰ τῆς τέφρας διηθούμενον · καὶ γὰρ ἡ τέφρα τὸ μὴ δυνηθὲν τῆς γῆς ὑπὸ τοῦ πυρὸς κρατηθῆναι καὶ μεταβαλεῖν εἰς αὐτό, ἀλλὰ ἄπεπτον μεῖναν τῆς καομένης ὕλης μόριον. ἃ κατασκευάσας ἔλαβεν, ὅτι δεῖ τοιοῦτό τι εἶναι καὶ ὃ τῷ ὕδατι μιγνύμενον τὴν θάλασσαν ἐξ αὐτοῦ ποιεῖ. εἰπὼν δὲ δεῖν ἄπεπτόν τι εἶναι περίττωμα, οὗ ἡ μῖξις τῆς πρὸς τὸ ὕδωρ αἴτιον αὐτῷ τῆς ἁλμυρότητος γίνεται, δεικνὺς τί πότ’ἐστι τοῦτο, ἔλαβεν τὸ ὥσπερ ἐπὶ τῶν σωμάτων τῶν ζῴων ἐν ταῖς τροφαῖςτε καὶ μεταβολαῖς ἄπεπτά τινα περιττώματα γίνεται, ὧν τῇ πρὸς τὸ ὕδωρ μίξει γίνονταί τινες ἁλμυραίτε ὑποστάσεις ἐν αὐτοῖς καὶ πικραί, οὕτω δὴ καὶ ἐν τῷ παντὶ ἀπὸ πάντων τῶν φυομένων καὶ γινομένων ὑπολαμβάνειν δεῖ τοιαύτην τινὰ ἄπεπτον ὑπόστασιν γίνεσθαι, καὶ πλήρη τὴν γῆν τοιαύτης καταμεμιγμένης ξηρᾶς καὶ ἀπέπτου περιττώσεως ὁμοίως τῇ τέφρᾳ · ἣν ἐν ταῖς ὑπὸ τοῦ ἡλίου γινομέναις ἀναθυμιάσεσιν ἀπότε τῆς γῆς καὶ τοῦ ὕδατος ἐγκαταμεμιγμένην ἅτε οὖσαν κουφοτέραν ἐν ταῖς εἰς ὕδωρ συστάσεσίτε τῶν νεφῶν καὶ μεταβολαῖς ἐγκαταμιγνυμένην καὶ συγκαταφερομένην ἀεὶ ἀρχὴν καὶ αἰτίαν εἶναι τῆς ποιότητος τοῦ τῆς θαλάττης ὕδατος, ἧς περιττώσεως ἐν ταῖς ἀπὸ τῆς θαλάττης ἀναθυμιάσεσι τὸ πλεῖστον ὑπομένον. εἶναι γάρ τι καὶ συναναφερόμενον τῷ ὕδατι καὶ μεταβάλλον εἰς γλυκὺ ἐν τῇ πέψειτε καὶ τῇ ἐκ τῶν νεφῶν μεταβολῇ, […] τοῦτο δὲ τὸ ὑπομένον τῆς ἁλμυρότητος αἴτιον τῷ ὕδατι τῷ τῆς θαλάσσης. ὅτι δὲ σὺν τῷ ὑομένῳ ὕδατι τοιαύτη τις συγκαταφέρεται περίττωσις, ἔδειξεν ἐκ τοῦ τάτε νότια ὕδατα μάλιστα εἶναι πλατέα τῷ καὶ τὸν νότον ἀπὸ τῶν μερῶν ἐκείνων τὴν γένεσιν ἔχειν, ἐν οἷς πλείων ἡ ξηρά ἀναθυμίασις γίνεται, πλατύτερα δὲ καὶ τὰ πρῶτα τῶν μετοπωρινῶν ὑδάτων, ὅτι ἀνάγκη τὰ βαρύτατα πρῶτα καταφέρεσθαι, βαρύτατα δὲ τὰ πλεῖστον τὸ γεῶδες ἐν ἑαυτοῖς ἔχοντα. ὅτι δὲ τοιοῦτο περίττωμα τῇ θαλάσσῃ πολύ, ἐπιστώσατο καὶ διὰ τοῦ θερμὴν αὐτὴν εἶναι. πάντα γὰρ ὅσα πεπύρωται ἔχει τινὰ δύναμιν θερμότητος ἐν αὐτοῖς, ὡς ἥτε κονία καὶ ἡ τέφρα καὶ ἡ τῶν ζῴων ὑπόστασις, καὶ ἡ τῶν θερμοτέρων τὴν κοιλίαν ζῴων καὶ ὑπόστασις θερμοτέρα. ἐπιστώσατο δὲ ἁλμυρὸν γίνεσθαι κατὰ μῖξιν τοιούτου τινὸς περιττώματος καὶ ἀπὸ τῆς ἱστορίας, παραθέμενος λιμέναςτε καὶ ποταμούς, ὧν ὄντων ἁλμυρῶν συμβέβηκεν καὶ τὸ ὕδωρ παχύτερόντε εἶναι καὶ γεωδέστερον, ὡς τὸ μὲν μὴ ἐᾶν διὰ παχύτητα καταφέρεσθαι ἐν ἑαυτῷ τὰ φύσιν ἔχοντα ἐν τῷ ὕδατι τεθέντα κάτω φέρεσθαι, τὰ δὲ θερμανθέντα διὰ τὴν παχύτητα ἅλας ποιεῖν.
3.11.1εἰ θετικοὶ τῶν ὀνομάτων ἐσμὲν φύσει, καὶ τοῦτο παρὰ τῆς φύσεως ἔχομεν τὸ δύνασθαι ὀνομάζειν καὶ τίθεσθαι τὰ ὀνόματα τοῖς πράγμασιν, δῆλον ὡς θέσει τὰ ὀνόματα · θέσει γὰρ ἡμεῖς τιθέμεθα. οὐ γὰρ οἷόντε τοῦ ὀνόματος ἑκάστου τῶν πραγμάτων ὑπάρχοντος φύσει ἡμᾶς ἐπ’αὐτοῖς τίθεσθαι αὐτά. ὡς γὰρ ἐπιστήμης ὄντες δεκτικοὶ φύσει οὐκ ἔχομεν τὰς ἐπιστήμας φύσει, ἀλλὰ τὸ μὲν δύνασθαι δέχεσθαι ἐπιστήμην παρ’ἐκείνης ἡμῖν ἐστιν, οὐκ ἔτι μέντοι καὶ ἐπιστῆμαι παρ’ἐκείνης (οὐ γὰρ ἂν ἦμεν δεκτικοὶ τῶν ἐπιστημῶν ἀλλ’ἔχοντες αὐτὰς καὶ ἐπιστήμονες), οὕτω καὶ τὸ μὲν δύνασθαι τίθεσθαι καὶ τὰ ὀνόματα παρ’ἐκείνης, οὐ μέντοι καὶ τὰ ὀνόματα ἔτι · οὐ γὰρ ἂν ἔθ’ἡμεῖς τοῦ τίθεσθαι αὐτὰ κύριοι. οἷς γὰρ τὸ κεῖσθαι φύσει, τούτοις οὐκέτι κατὰ φύσιν τὸ ὑφ’ἡμῶν τίθεσθαι. εἰ δὲ μὴ εἴη κατὰ φύσιν τοῖς πράγμασι τὸ ὑφ’ἡμῶν αὐτοῖς τὰ ὀνόματα τίθεσθαι, οὐ δ’ἂν ἡμῖν εἴη κατὰ φύσιν τὸ τίθεσθαι τὰ ὀνόματα αὐτοῖς · οὐ γὰρ τα- ταὐτὸν ἐστι θέσθαι ὄνομα καὶ εἰπεῖν τὸ κείμενον. ἔδειτε εἰ ἔκειτο φύσει τὰ ὀνόματα, καὶ τοὺς λέγοντας πάντας λέγειν τὰ αὐτά. ἀλλ’εἰ φύσει τὰ ὀνόματα, δεῖ καὶ τὰ στοιχεῖα δι’ὧν τάσσεται εἶναι φύσει · οὐ γὰρ ἄλλη τίς ἐστι τῆς διαφορᾶς τῶν κατὰ ἔθνη διαφερόντων ἐπὶ τῶν αὐτῶν πραγμάτων παρὰ τὴν τῶν στοιχείωντε καὶ συλλαβῶν ποιὰν σύνθεσιν. ἱκαναὶ δὲ τοῦτο συστῆσαι καὶ αἱ ὁμωνυμίαι καὶ αἱ πολυωνυμίαι καὶ μετονομασίαι.
3.12.1ὁ λόγος δεικνύναι θέλων ἄπειρον τὸ ὂν διὰ τοῦ τὸν ὑποτεθέντα εἶναι ἐν τῷ τοῦ κόσμου πέρατι ἤτοι ἐκτενεῖν ἐπέκεινα τοῦ κόσμου τὴν χεῖρα, ἢ δι’ὁτιδὴ κωλυθήσεσθαι, ἀμφοτέρως δὲ ἔσεσθαί τι ἐκτὸς τοῦ κόσμου (ἢ γὰρ τὸ κωλῦον ἐκτός ἐστιν, ἢ ἐν ᾧ ἔσται τὸ ἐκτεινόμενον), τὴν πιθανότητα ἔχει παρὰ τῆς φαντασίαςτε καὶ αἰσθήσεως, ὥσπερ καὶ ὁ λέγων πᾶν τὸ πεπερασμένον πέρατι περαίνειν · ἀμφοτέρων γὰρ ἡ πιθανότης ἀπὸ τῆς αἰσθήσεως. τῷ γὰρ ἡμᾶς διὰ τὸ ἀφαντάστους εἶναι τοῦ ἀντικειμένου τοῖς ἐρωτωμένοις μηδὲν αὐτοῖς ἐξ αἰσθήσεως ἔχειν παρασχέσθαι τούτοις ἀντιμαρτυρούμενον ἡ τῷ λόγῳ πιθανότης. οὔτε γάρ τινι περιπεπτώκαμεν τοιούτῳ πεπερασμένῳ, οὗ μηδέν ἐστιν ἐπέκεινα (τοιαῦτα γὰρ πάντα τὰ ὡς μέρη πεπερασμένα, ὧν ἐσμεν αἰσθανόμενοι μόνων), οὔτε προσπίπτει ἡμῖν τοιοῦτον, οὗ μη δὲ ἐκτὸς εἶναι δυνήσεται · ἁπάντων γὰρ ὧν αἰσθανόμεθα ἐκτός τι ὄν. διὸ δεῖ τοὺς ἐνισταμένους τοῖς τοιούτοις τῶν λόγων μὴ παρὰ τῶν αἰσθήσεων πειρᾶσθαι τὴν μαρτυρίαν φέρειν, ὧν ἐκτός ἐστι τὰ ζητούμενα, ἀλλ’ἀπὸ τῆς οὐσίας τῶν πραγμάτων πειρᾶσθαι φέρειν τὰς ἐνστάσεις, προσλαβόντας ἐν αὐτοῖς ἐναργὲς ὂν τὸ μὴ δύνασθαι πάντα τὰ αὐτὰ ὑπάρχειν τῷτε μορίῳ καὶ τῷ ὅλῳ, καὶ τῷ παντὶ καὶ ἑκάστῳ τῶν μερῶν αὐτοῦ. διὸ μη δὲ δεῖν ζητεῖν τὰς ἀπὸ τῶν αἰσθήσεων μαρτυρίας περὶ τῶν μερῶν, οἷς εἰσι σύντροφοι, μεταφέρειν ἐπὶ τὸ πᾶν, ὃ πάσης ὂν ἐκτὸς αἰσθήσεως πρὸς τῷ ὑπὸ μηδεμιᾶς φαντασίας αἰσθητικῆς βοηθεῖσθαι καὶ πολλαῖς αὐτῶν ἐναντιοῦται. οὐ δὲ γὰρ ἂν διέφερέν τι τὸ πᾶν τοῦ μέρους, εἰ ἦν ὁμοίως, ὥσπερ ἑκάστου αὐτῶν ἐκτός τι, οὕτω δὴ κα- κἀκείνου. […] ὥστε κατὰ μὲν τὸν λόγον εἶναί τι καὶ πᾶν οὗ πάντα τὰ ἄλλα μέρη, ἡ δ’αἴσθησις οὐδενός ἐστιν ἀντιληπτικὴ τοιούτου, οὐ διὰ τὴν αἴσθησιν ἀποστατέον τῶν ὑπὸ τοῦ λόγου τιθεμένων. οὐ δὲ γὰρ ἐπὶ τῶν ἄλλων οὕτω ποιοῦμεν, ὅτι μη δὲ τὰ αἰσθητά φαμεν εἶναι μόνα · οὐ δ’ἐπεὶ χρώμεθα πρὸς τὰς πίστεις τῶν ζητουμένων ἐπὶ πολλῶν ταῖς ἐκ τῶν αἰσθήσεων μαρτυρίαις διὰ τὴν συντροφίαντε καὶ τὴν πρὸς αὐτὰ συνήθειαν, ἤδη χρὴ μόναις ταύταις χρῆσθαι μέτρῳ τῆς ἀληθείας · οὐδὲν ἂν τῶν ἀλόγων πρὸς τὴν γνῶσιν τῆς ἀληθείας διαφέροιμεν, ἱκανὸν γὰρ αὐτοῖς τὸ ἐν τοῖς οἰκείοις αἰσθητοῖς ἀληθές. ἃ δ’οὐκ ἔστιν αἰσθήσεων ἴδια, ἄτοπον τὸ τὴν ἐν τούτοις ἀλήθειαν τῆς ἐκ τῶν αἰσθήσεων μαρτυρίας πᾶσαν ἠρτῆσθαι λέγειν. ὅτι μὲν οὖν εὔλογον εἶναί τι καὶ πᾶν, οὗ μέρητε ὧν αἰσθανόμεθα, καὶ ὅσαι τούτων ἀρχαίτε καὶ αἰτίαι, ἱκανὸν μὲν συστῆσαι τὸ ὅλοντε καὶ τὸ μέρος πρὸς ἄλληλα λεγόμενον. τότε γὰρ μέρος ὅλου μέρος τινός, καὶ τὸ ὅλον τοῖς μέρεσι τοιοῦτον, εἴ γέ ἐστιν ὅλον, οὗ μηδὲν τῶν μορίων ἄπεστιν, ὥστ’εἰ μέρη τὰ καθ’ἕκαστάτε καὶ αἰσθητά ἐστιν, καὶ τὸ ὅλον οὗ μέρη ταῦτα (τὰ γὰρ μέρη ὅλου μέρη τινός), ἄτοπον τῷ πᾶν τὸ ὡς μέρος λεγόμενον ἐπὶ τὸ ὅλοντε τὴν ἀναφορὰν ἔχειν. διὸ οὐ δ’ἂν ὡς μέρους μέρη λέγηται τὰ πρῶτα ληφθέντα, ἀνάγκη κα- κἀκεῖνο, ᾗ μέρος ἐστίν, ἄλλου τινὸς εἶναι † μέρος, εἰ μὴ ὅλον τι εἴη, ἀναιροῖτ’ἂν τὸ καὶ ταῦτα εἶναι μέρη. ἀλλ’εἰ ὅλον τι ἀναγκαῖον εἶναι εἴη, ἐφ’ὃ πᾶν τὸ ὡς μέρος ὄντε καὶ λεγόμενον ἔχει τὴν ἀναφοράν, τα- ταὐτὸν δὲ ὅλοντε καὶ πᾶν, εἴ γε ἑκάτερον αὐτῶν ὁρίζεται τῷ μηδὲν αὐτοῦ τῶν μερῶν ἀπεῖναι, εἴη ἄν τι τοιοῦτο ὂν πεπερασμένον, εἴ γε πεπερασμένον, οὗ μηδὲν τῶν μερῶν ἄπεστιν. τὸ δὲ πᾶν τοιοῦτον. οὔτε γὰρ ἄλλο τι ὂν ἐκτὸς αὐτοῦ ἔσται περαῖνόντε καὶ πεπερασμένον, οὔτε ἐκτείνειν τις εἴς τι μετ’αὐτὸ ὂν δυνήσεται τὸ κρατούμενον ὑπ’αὐτοῦ. οὐκέτι γὰρ ἂν εἴη πᾶντε καὶ ὅλον, οὗ ἔξωθέν τί ἐστιν ὄν. ἔξωθεν δέ ἐστίν τι τοῦτε περαίνοντος παρ’ἄλλο τι καὶ τοῦ καταλείποντός τι μετ’αὐτό, εἴτε τοξεύειν τις ἢ ἐκτείνειν τῶν αὐτοῦ μορίων ἢ τῶν ὑφ’αὑτοῦ κρατουμένων τι δυνήσεται. ἱκανὸν δ’ἔτι συστῆσαι τα- ταὐτὸ τοῦτο καὶ τὸ τὰς ἀρχὰς τῶν ὄντων εἶναι πεπερασμένας. ἀπείρων γὰρ οὐσῶν οὐ δὲ γνῶσις αὐτῶν ἔσται. εἰ δὲ μὴ τούτων, οὐ δὲ τῶν ἐξ αὐτῶν γινομένων τινός, εἴ γε πᾶσα ἐπιστήμη ἐκ τῆς τῶν ἀρχῶν τοῦ ἐπιστητοῦ γνώσεως πρόεισιν. ἕπεται δὲ τῷ ἀπείρους εἶναι τὰς ἀρχὰς καὶ τὸ μηδὲν γίνεσθαι τῶν γινομένων τεταγμένως. τίς γὰρ ἂν τάξις ἀπείρων γένοιτο; τί γὰρ ἂν εἴη τῆς ἐν τοῖς ἀπείροις τάξεως αἴτιον; οὔτε γὰρ φύσις ἐν αὐτοῖς ἔχοι χώραν ἄν τινα, ἧς ἴδιον τὸ ἕνεκά του πάντα τὰ κατ’αὐτὴν γινόμενα γίνεσθαι ὡς ἐπὶ τὸ πλεῖστον, οὔθ’οἷόντε γίνεσθαι ἐν μὴ δεχομένοις τάξιν πράγμασι. τί γὰρ μᾶλλον ἐν τοῖς ἀπείροις τόδε πρὸ τοῦδε, καὶ τὸ μὲν πρῶτον τὸ δ’ὕστερον, οὗ χωρὶς οὐχ οἷόντε τὸ ἕνεκά του γινόμενον γενέσθαι; πῶς γὰρ ἂν ἄνθρωπος ἢ ἵππος ἤ τι τῶν ἄλλων τῶν φύσει γινομένων γένοιτο, ἀναιρεθέντος τοῦ τὸ μέν τι εἶναι πρῶτον τῶν εἰς αὐτὰ συντελούντων, τὸ δὲ δεύτερον καὶ ἄνθρωπον μὲν ἐξ ἀνθρώπου, ἵππον δὲ ἐξ ἵππου γίνεσθαι κατὰ φύσιν, οὐσῶν τῶν ἀρχῶν ἀπείρωντε καὶ τάξιν οὐ δεχομένων, τί γὰρ τὸ τὰ ἄπειρα τάξον; εἰ δ’ἀνάγκη μὲν τύχῃτε καὶ τῷ αὐτομάτῳ τὴν ἀπειρίαν διοικεῖσθαι, οὐχ οὕτω δὲ γινόμενα φαίνεται τὰ γινόμενα (τὰ γὰρ ἢ ὁμοίως ἀεὶ ἢ ὡς ἐπὶ τὸ πλεῖστον γινόμενα πόρρω κεχώρισται τῶν προειρημένων αἰτίων, οὕτω δὲ ὁρᾶται τὰ γινόμενα κατὰ φύσιν), ἀναιροῖτ’ἂν καὶ τῶν ἀρχῶντε καὶ τῶν ὄντων ἀπειρία. τί γάρ; εἰ ἀδύνατον ἄπειρον ἀπείρου μεῖζον εἶναι, κατὰ δὲ τὰς δόξας τῶν ἀπείρους τὰς ἀρχὰς εἶναι τιθεμένων οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἄπειρα πολλά, μᾶλλον δ’ἀπειράκις ἄπειρα ἕπεται εἶναίτε καὶ γίνεσθαι λέγειν, πῶς ἄν τις οὐκ ἀτοπωτάτην ὑπολάβοι τήνδε τὴν δόξαν; ἄπειρον γὰρ ἀπείρου μεῖζον οὐχ οἷόντε λέγειν εἶναι, εἴ γε τὸ μὲν ἄπειρον ἀνάγκη πανταχοῦ λέγειν εἶναι, καὶ πάντα κατέχειν τόπον. οὐκέτι γὰρ ἄπειρον τὸ μὴ ὂν πανταχοῦ. τὸ γὰρ ὑπολιπεῖν τινα καὶ ἄλλῳ χώραν πεπερασμένου, τοῦ δὲ τοιούτου οὐδὲν ὑπερέχειν οἷόντε, οὐ δὲ παρ’αὐτὸ ἄλλο εἶναι, μὴ ὅτι ἄπειρον, ἀλλ’οὐ δὲ πεπερασμένον. οὐκέτι γὰρ ἂν εἴη πανταχοῦ οὕτως. ὥστε καθ’οὓς πλείω τὰ ἄπειρα, οὐδὲν ἂν εἴη κατὰ τούτους ἁπλῶς ἄπειρον. εἰ γὰρ πλείω τὰ ἄπειρα, οὐκέτι τὸ ἄπειρον ἔσται πανταχοῦ, ἔσταιτε ἄπειρον ἀπείρου μεῖζον, εἴ γε τάτε δύο ἄπειρα ἀνάγκη τοῦ ἑνὸς ὑπερέχειν, καὶ ἄπειρον καὶ τὸ ἐκ τῶν δύο ἀπείρων συγκείμενον. πάλιν δ’αὖ τὰ τρία μείζω τῶν δύο, καὶ οὕτω προστιθέντων ἐπ’ἄπειρον ἡ αὔξησις τοῦ ἀπείρου προελεύσεται. ἢ γὰρ οὐκ ἐροῦσιν τὰ δύο ἄπειρα τοῦ ἑνὸς μείζωτε καὶ πλείω, καὶ οὕτως αὐτοῖς συμβήσεται ἀμερῆ τὰ ἄπειρα λέγειν (ἐκ γὰρ τῆς τῶν τοιούτων συνθέσεως μόνων οὐδὲν μεῖζον ἑκάστου τῶν ἐν τῇ συνθέσει τὸ ἐκ πάντων συγκείμενον, ὃ ταῖς στιγμαῖς συμβέβηκε μόναις), ἤ, εἰ τοῦτο ἀλογώτατον, καὶ τὰ ἴσα συντιθέμενα ἀνάγκη τὸ λοιπὸν ποιεῖν διπλάσιον, ἔσται τὸ ἐκ τῶν δύο ἀπείρων συντιθέμενον διπλάσιον, καὶ οὕτως ἔσται τι καὶ ἴσον ἄπειρον ἀπείρῳ, καὶ διπλάσιον ἄλλο ἄλλου καὶ ἥμισυ, οὕτω δὲ καὶ τριπλάσιον καὶ ἐπ’ἄπειρον αὐξόμενον, οὗ τί γένοιτ’ἂν ἀλογώτερον; ἔτι δ’ἀναγκαῖον καὶ τῶν τυχόντων μέγεθος ἐχόντων, ἀπείρων δὲ κατὰ τὸν ἀριθμὸν τὴν σύνθεσιν ἄπειρόν τι μέγεθος ποιεῖν, οὐδὲν δὲ οἷόντε τούτου τοῦ μεγέθους μεῖζον εἶναι, ἀνάγκη τῷ ἀπείρους τὰς ἀρχὰς ὑποτιθεμένῳ εὐθὺς ταύτας ἀλλήλων ἅπτεσθαι λέγειν καὶ μηδὲν αὐτῶν εἶναι μεταξύ · […] γίνοιτ’ἂν οὕτως τοῦ ἐκ τῶν ἀπείρων συντιθεμένων γινομένου ἀπείρου μεῖζον τὸ ἔκτε τῶν ἀπείρων ἀρχῶν καὶ ἐκ τῶν μεταξὺ αὐτῶν συγκείμενον. ὅτι δὲ πλείω τὰ ἄπειρα κατὰ τοὺς ἀπείρους τὰς ἀρχὰς λέγοντας, καὶ ἐκ τούτων γνώριμον. λέγουσι μὲν γὰρ τοὺς κόσμους ἀπείρους, τούτων δὲ εἰ μὲν καὶ ἕκαστος αὐτῶν ἐξ ἀπείρων ἀρχῶν ἐστι συγκείμενος, ἀπειράκις ἄπειρα τὰ ἄπειρα ἀναγκαῖον εἶναι, ἑκάστης ἰδίᾳ τῆς ἀρχῆς τῶν ἐν τοῖς ἀπείροις κόσμοις πρὸς ἑκάστην, ἄπειρον μέγεθος ποιούσης ἐν τῇ πρὸς ἀλλήλους τῇ κατὰ μίαν σύνθεσιν, εἴ γε ἄπειρον ἀναγκαῖον εἶναι τὸ ἐξ ἀπείρων μέγεθός τι ἐχόντων συγκείμενον. εἰ δὲ ἐκ πεπερασμένων ὄν, τοσαυτάκις ἄπειρα τὰ ὄντα, ἐξ ὅσων ἕκαστος κόσμος πεπερασμένων στοιχείων ἐστίν. εἰ δὲ καὶ τὸ μεταξὺ κενὸν συγκαταριθμοῖτο, πολὺ μεῖζον ἂν ἔχοι τὸ γινόμενον γίνοιτο. εἰ δὲ ταῦτα παράλογα καὶ ὑπερβάλλοντα πᾶσαν ἀτοπίαν, δῆλον ὡς ἄτοπος ἡ τῆς ἀπειρίας ὑπόθεσις. ἧς ἑπομένης καὶ τοῖς πᾶν τὸ πεπερασμένον παρὰ τὸ ἐκτὸς περαίνειν λέγουσι καὶ τοῖς ἀξιοῦσιν ἐκτείνειν δύνασθαί τι τὸν ἐπὶ τοῦ πέρατος γενόμενον ἐπέκεινα καὶ ἔξω τοῦ πέρατος, δῆλον ὡς καὶ ταῦτα ἐνέχοιτο ἂν τοῖς ἀτόποις τοῖς προειρημένοις. διὸ λύειν αὐτὰ πειρατέον ἀπὸ τῆς οὐσίας αὐτῶν τὴν ἀρχὴν λαμβάνοντας, οὐκ ἀπὸ τῆς αἰσθήσεως τῆς μηδὲν εἰς τὴν γνῶσιν αὐτῶν συντελούσης. εἰ μὲν οὖν τῷ πεπερασμένῳ τὸ εἶναι πεπερασμένῳ ἐστὶν ἐν τῷ θεωρεῖσθαι παρ’ἄλλο, λέγοιεν ἄν τι οἱ ἐναντίοι, ἀξιοῦντες παντὸς πεπερασμένου ἐκτὸς ὀφείλειν εἶναί τι παρ’ὃ περαῖνον φαίνεται, εἴ γέ ἐστιν ἐν τούτῳ τῷ πεπερασμένῳ τὸ εἶναι · εἰ δέ ἐστι πεπερασμένον τὸ πέρας ἔχον καὶ τὸ οἷόντε εἰς ἴσα διαιρεῖσθαι καὶ τὸ ἐκ πεπερασμένων μερῶν συγκείμενον, ὧν οὐδενὶ τὸ εἶναι ἐν τῷ ἐκτὸς ἔχειν αὐτοῦ τι, οἱ λαμβάνοντες πᾶν τὸ πεπερασμένον παρά τι περαίνειν οὐ τῶν ἐν τῇ οὐσίᾳ τοῦ πεπερασμένου περιεχομένων λαμβάνοιεν ἄν τι, ἀλλά τι συμβεβηκὸς τούτοις, οἷς τοῦ παντὸς μέρεσιν ὑπάρχει τὸ πεπεράνθαι. τούτοις γὰρ ὑπάρχοντος τοῦ παρ’ἄλλο ὁρᾶσθαι, οὐ διὰ τὸ πεπεράνθαι, ἀλλὰ διὰ τὸ μέρεσιν τοῦ παντὸς εἶναι, ἀξιοῖ τοῦτο μεταφέρειν καὶ ἐπὶ τὸ ὡς πᾶν πεπερασμένον, μόνοις τοῖς ὡς μέρεσι πεπερασμένοις τούτου παρακολουθεῖν δυναμένου, οὐχ ᾗ πεπερασμένα, ἀλλ’ᾗ μέρη. καὶ γὰρ εἰ μὲν τὸ πεπερασμένον τῇ αὐτοῦ φύσει τὸ πεπεράνθαι ἔχει, τὸ δὲ πρός τι περαίνειν τῇ πρὸς ἄλλο σχέσει τοιοῦτον, οὐκ ἂν εἴη τὸ πεπερασμένον ἐν τῷ περαίνειν πρός τι ὂν ἐκτὸς αὐτοῦ. χρὴ γὰρ τὸν εἰσάγοντα διὰ τῶν λόγων φύσιν οὕτως ἄτοπον καὶ τοῖς οὖσίτε καὶ γινομένοις μαχομένην, ὡς ἐδείξαμεν, οὐκ ἐκ βραχείας πιθανότητος ποιεῖσθαι τὴν κατασκευήντε καὶ τὴν πίστιν αὐτῆς, οὐ δὲ ἀπὸ συμβεβηκότος τινός τισι τῶν πεπερασμένων τὴν φύσιν τοῦ πεπερασμένου λαμβάνοντος. οὔτε γὰρ ἕπεται τοῦτο ἐπὶ τῷ λέγοντι τὸ πᾶν εἶναι πεπερασμένον, οὔτε ἐκ τῆς αἰσθήσεως ἔχουσί τι περὶ αὐτοῦ τοιοῦτο λέγειν, ἥτε ἀπὸ τῶν ὑπὸ τὴν αἴσθησιν πεπερασμένων παράθεσις οὐχ ὁμοία, εἴ γε ταῦτα μὲν ὁμολογεῖται πρὸς τῷ πεπεράνθαι καὶ μέρη τοῦ παντὸς εἶναι, τὸ δὲ πᾶν οὐκέθ’οἷόντε μέρος τινός. ὅτι δὲ μὴ ἐπὶ πάντων τῇ αἰσθήσει χρηστέον, αὐτοὶ πρὸς οὓς ὁ λόγος δεικνύασιν, ἄτομά γέ τινα μεγέθη τιθέμενοι ἐκπίπτοντα τὴν αἰσθητὴν φύσιν καὶ κενόν τι εἶναι λέγοντες καὶ ἀμερῆ τινα καὶ ἀσώματα καὶ κινήσεις καὶ χρόνους εἰσαγόμενοι.
3.12.2ὡς δὲ ἦν τούτου τοῦ λόγου ἀπὸ συμβεβηκότος τοῖς πεπερασμένοις ἡ ἐπιχείρησις, ἀλλ’οὐκ ἀπὸ τῆς οὐσίας τοῦ πεπερασμένου, καὶ ἀπὸ τῆς κατὰ τὴν αἴσθησιν συνηθείας, οὐκ ἀπὸ τῆς κατὰ τὸν λόγον ἀκολουθίας, οὕτω δὲ καὶ ἐπὶ τοῦ δευτέρου, ὃς ἀξιοῖ τὸν ἐν τῷ πέρατι τοῦ παντὸς γενόμενον ἐκτείνειντε ἐπέκεινα τοῦ πέρατος ἢ κωλυθήσεσθαι, ἀμφοτέρως δὲ ἔσεσθαί τι τοῦ παντὸς ἐκτός. καὶ γὰρ οὗτος ἀπὸ τῶν μερῶν πεπερασμένων τὴν ἐπιχείρησιν ἐπὶ τὸ πᾶν μεταφέρει καὶ ἀξιοῖ τοῖς ἀπὸ τῆς περὶ ταῦθ’ἡμῖν αἰσθήσεώςτε καὶ ἀπ’αὐτῶν φαντασίας γινομένης χρῆσθαι ὡς ἐπὶ πάντων οὕτως ἐχούσης. τὸ δ’οὐχ οὕτως ἔχει. οὐ γὰρ τὸ φαινόμενον ἀληθές. οὐ γὰρ εἰ φαντασίαν ἑαυτοῦ τις λάβοι ὄντος ἔν τισι τόποις, ἐν οἷς ἤ ποτε γέγονεν ἢ οὐ δὲ γέγονε τὴν ἀρχήν, διὰ τοῦτο καὶ ἔστιν ἔνθα. τοῦ γὰρ μὴ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι ἱκανά μαρτύρια καὶ τὰ κοιμωμένων καὶ ἐγρηγορότων κενὰ γινόμενα φαντάσματα, οἷς ὅμοιον καὶ τὸ ὑποτίθεσθαι ἐν τῷ πέρατί τινα γίνεσθαι τοῦ παντὸς τῶν δυναμένων ἐπέκεινα τοῦ πέρατος ἐκτείνειν τι κρατούμενον. τί γὰρ διαφέρει τῆσδε τῆς φαντασίαςτε καὶ ὑποθέσεως τὸ ἐν τῷ μὴ ὄντι ἑαυτὸν γινόμενον ὑποτίθεσθαι καὶ ζητεῖν, πότερον αὐτὸν προσιόντα αὐτῷ παραδέξεται ἢ οὐ παραδέξεται, καὶ πότερον γινόμενος ἐν αὐτῷ στήσεται ἢ οὐδὲν τὸ ἀντιβαῖνον ἕξει καὶ ἐκτεῖναι τὴν χεῖρα δυνήσεται ἢ ἐμποδὼν ἔσται τι αὐτῷ, ὅτι γὰρ τούτων ὑποθετέον τί ἐστι τὸ μὴ ὄν. διὸ βέλτιον τὰς τοιαύτας φαντασίας ἐλέγχειν οὔσας κενάς, ἑπομένους ταῖς διὰ τῶν λόγων ἀποδείξεσι καὶ χρωμένους τοῖς δεδειγμένοις διὰ πλειόνων, ταῦτα δ’ἐστίν, ὅτι μὴ σῶμα οἷόντέ τι ἄπειρον εἶναι μήτε τῶν ἁπλῶν μήτε τῶν συνθέτων, ἀλλὰ μη δὲ τὸ κενόν τι. καθόλου γὰρ ἀδύνατον ὑφεστάναι διάστημα ἄνευ σώματος. οὔτε γὰρ μῆκος οἷόντέ τι εἶναι καθ’αὑτὸ κεχωρισμένον σώματος, οὔτε πλάτος, οὔτ’οὖν βάθος. τὰ γὰρ ὑπὸ τῶν γεωμετρῶν λεγόμενα διαστήματα ἐφ’ἕντε καὶ δύο καὶ τρία οὐχ ὡς ὑπόστασιν οἰκείαν ἔχοντα λέγονται πρὸς αὐτῶν. χωρίζονται γὰρ αὐτῇ τῇ ἐπινοίᾳ τῶν φυσικῶν σωμάτων, ἃ καὶ κυρίως ἐστι σώματα, καὶ χωρὶς σώματος λαμβάνοντες ποιοῦνται περὶ αὐτῶν τοὺς λόγους ζητοῦντες καὶ δεικνύντες, τίνα ἐστὶ τὰ ὡς τοιούτοις αὐτοῖς ὑπάρχειντε καὶ συμβεβηκέναι δυνάμενα. οἳ δὲ τὸ κενὸν εἶναι τιθέμενοι οὐδὲν ἄλλο ἢ τρεῖς διαστάσεις ἐν ὑπάρξει λαμβάνουσιν εἶναι χωρὶς ὕλης, λέγοντες εἶναι δεκτικὸν σωμάτων, οὐδὲν ἄλλ’ἢ διάστημα διαστήματός φασιν εἶναι δεκτικόν. οὐ δὲ γὰρ τὸ σῶμα κατ’ἄλλο τί ἐστιν ἐν τόπῳ, ἢ κατὰ τὰς τρεῖς διαστάσεις τὰς ἐν αὐτῷ. οὐ γὰρ καθὸ χρῶμά τι ἢ χυμόν τινα ἢ ἄλλο τι τῶν συμβεβηκότων ἔχει τὸ σῶμα, ἐστὶν ἐν τόπῳ, ἀλλὰ κατὰ τὰ ἐν αὐτοῖς διαστήματα, ὧν εἰ δεκτικὸν τὸ ἴσον ἐστί, κενὸν ἔσται τὸ διάστημα γινόμενον ἐν διαστήματι · ἀλλ’εἰ μὴ ἀρκεῖ τῷ σώματι πρὸς τὸ εἶναι τὸ οἰκεῖον διάστημα, ἀλλὰ ἄλλου ἴσου τοῦ ἐν αὐτῷ δεῖται διαστήματος, τί δή ποτε οὐ καὶ τὸ κενὸν ἐν ἄλλῳ τινὶ ἔσται διαστήματι, εἴ γε τὰ διαστήματα ἄλλων δεῖται πρὸς τὸ εἶναι διαστήματα; καί τοι εὔλογον, ὡς μῆκος οὐχ οἷόντε ὑφεστάναι χωρὶς ὕλης αὐτό τι καθ’αὑτό, ὁμοίως δὲ οὐ δ’ἐπίπεδον, οὕτω μη δὲ πρὸς τοῦτο ὃ προσειληφὸς τὴν τρίτην διάστασιν, βάθος ἣν ὀνομάζομεν, ὁποῖόν φασι τὸ κενὸν εἶναι. κενὸν μὲν οὖν διὰ τοῦτο οὐκ ἂν εἴη τὸ τοῦ παντὸς ἐκτός. δέδεικται δὲ διὰ πλειόνων καὶ ὅτι μη δὲ σῶμά τι οἷόντε ἄπειρον εἶναι · οὐ δὲ γὰρ τὰ ἁπλᾶ σώματα οἷόντε πλείω εἶναι τῶν πέντε σωμάτων, τεσσάρων μὲν τῶν ἐνύλων, πέμπτου δὲ τοῦ θείου σώματος καὶ κυκλοφορητικοῦ, οὔτε τι τούτων ἄπειρον εἶναι. δέδεικται δὲ καὶ ὅτι, τῶν ἁπλῶν ὄντων πεπερασμένων καὶ τὸν ἀριθμὸν καὶ τὸ μέγεθος, ἀνάγκη καὶ τὰ ἐκ τῆς τούτων συνθέσεώςτε καὶ μίξεως καὶ κράσεως τὸ εἶναι ἔχοντα εἶναι καὶ αὐτὰ πεπερασμένα. δέδεικται δὲ ὅτι μη δὲ πλείους οἷόντε κόσμους εἶναι, ἀλλ’ἀνάγκη πᾶσαν τὴν τῶν σωμάτων φύσιν εἶναι ἐν τῷ κόσμῳ. ὧν οὕτως ἐχόντων οὐδὲν ἂν εἴη τοῦδε κόσμου, ὃ καὶ πᾶν ἐστιν, ἐκτός, οὔτ’ἄλλου σώματος παρὰ ταῦτα εἶναι, οὔτε κενοῦ τινος διαστήματος ὄντος ἔξω τῆς διαστάσεως τῶν σωμάτων, ἃ πάντα ἀναιρεῖν ἄτοπον βραχείᾳ τινὶ ἐνδόντας πιθανότητι, ἀλλὰ χρὴ τοὺς θαρροῦντας πρὸς τοὺς ἐξετάζοντας, εἰ ὁ γενόμενος ἐν τῷ πέρατι τοῦ παντὸς ἐκτείνει τὴν χεῖρα ἢ κωλυθήσεται, λέγειν ἀποκρινομένους, ὅτι οὐκ ἐκτενεῖ, ἀλλὰ κωλυθήσεται, κωλυθήσεται δὲ οὐχ ὡς αὐτοὶ λέγουσιν, ὑπό τινος ἀντιβαίνοντος ἐκτὸς περικειμένου τῷ παντὶ, ἀλλὰ πολὺ μᾶλλον ὑπὸ τοῦ μηδὲν εἶναι. πῶς γὰρ ἄν τις εἰς τὸ μηδὲν ἐκτείναι τι, ἢ πῶς ἂν ἐν τῷ μη δὲ ὅλως ὄντι γένοιτο, τὴν ἀρχὴν γὰρ οὐ δ’ἂν ὁρμήν τι λάβοι εἰς τὸ ἐκτείνειν τι τῶν αὐτοῦ μερῶν ἐν τῷ μηδενί · τοιαύτη γὰρ ἡ τοῦ μὴ ὄντος φύσις.
3.13.1ἐπεὶ τὸ ἐφ’ἡμῖν ἐστι ἐν λογικῇ συγκαταθέσει (διὰ τοῦτο γὰρ ἐν μόνῳ τῷ ἀνθρώπῳ τὸ ἐφ’ἡμῖν, ὅτι καὶ μόνος τῶν ζῴων ἄνθρωπος λογικόςτέ ἐστι καὶ βουλευτικός), συγκατατίθεται μὲν γὰρ καὶ τὰ ἄλογα ζῶα, ἀλλὰ ταῦτα μὲν ταῖς φαντασίαις ταῖς ἀπὸ τῶν αἰσθητῶν διὰ τῶν αἰσθήσεων γινομέναις ἐν αὐτοῖς ἑπόμενα καὶ τῷ ἀπὸ τούτων ἐν αὐτοῖς γινομένῳ πάθει τὰς συγκαταθέσεις ποιεῖται ἀγόμενα ὑπ’αὐτῶν, ᾗ ἂν ἐκεῖνα ἄγῃ, ὁ δ’ἄνθρωπος, ὅταν ὡς ἄνθρωπος ποιῆται τὰς συγκαταθέσεις, δεῖται πρὸς ταῖς φαντασίαις καὶ λόγου, ὃν ἔχων παρὰ τῆς φύσεως πρὸς τὴν τῶν τοιούτων κρίσιν ἄνθρωπός ἐστιν, δι’οὗ λόγου κρίνει τὰ φαντάσματα. διὸ κα- κἂν βουλευομένῳ περὶ τῆς προσπεσούσης φαντασίας αὐτῷ μὴ τοιοῦτον δοκῇ, ὁποῖον τήν ἀρχὴν ἐφαίνετο, οὐ συγκατατίθεται αὐτῇ, συγκατατιθέμενος ἂν τῷ ὅσον ἐπὶ τῷ ἀπὸ τῆς φαντασίας πάθει, καὶ ἔστι προαίρεσις ἡ τοιαύτη συγκατάθεσις ὄρεξις οὖσα βουλευτική. τὸ γὰρ ἐκ τῆς βουλῆς περὶ τοῦ ἐκ τοῦ αἰσθητοῦ καὶ πρὸ αὐτοῦ προκριθὲν ἡ προαίρεσις. εἰ μὲν οὖν καὶ βουλευομένοις ἡμῖν εἵπετο τῇ φαντασίᾳ συγκατατίθεσθαι, οὐκ ἂν ἦν ἐφ’ἡμῖν οὐ δ’ἡ μετὰ τῆς βουλῆς συγκατάθεσις, ἐπεὶ δὲ ἀλλοιοτέραν ἡμῖν πολλάκις τὸ βουλεύσασθαι τὴν συγκατάθεσιν ποιεῖ τὴν ἐπὶ φαντασίᾳ τοῦ ἀπ’αὐτῆς πάθους, οὐκέτ’ἂν εὐλόγως ταῖς φαντασίαις λεγοίμεθα συγκατατίθεσθαι. ἐπεὶ μη δὲ ταῖς φαντασίαις συγκατατιθέμεθα, ἦν δὲ τοῦ ἐφ’ἡμῖν ἀναιρετικὸν τοῦτο, οὐ δ’ἂν τὸ ἐφ’ἡμῖν εἶναί τι ἀναιροῖτο. καὶ γὰρ εἰ μὲν εἵπετο πάντως ἡμῖν τὸ βουλεύεσθαι ἐπὶ πάσῃ φαντασίᾳ, ἴσως ἂν ἐδόκει καὶ αὐτὸ οὐκ ἐφ’ἡμῖν εἶναι, ἀλλὰ σύμπτωμά τι τῆς φαντασίας γενόμενον ὑπ’αὐτῆς, οὗ παρ’ἐκείνης τὸ εἶναι ἔχοντος ἔδοξεν ἂν καὶ ἡ ἐπ’αὐτῷ συγκατάθεσις κατ’ἐκείνην γίνεσθαι, καθ’ἣν καὶ τὸ βουλεύεσθαι, ἐφ’ᾧ ἡ συγκατάθεσις. εἰ δὲ μὴ ἡ φαντασία τοῦ βουλεύεσθαι τὸν ἄνθρωπον κυρία, ἀλλ’ἔστιν ἐπ’αὐτῷ καὶ τὸ βουλεύσασθαι καὶ τὸ μή (πολλαῖς γοῦν φαντασίαις χωρὶς τοῦ βουλεύσασθαι συγκατατιθέμεθα τοῖς ἀλόγοις ζῴοις παραπλησίως), οὐ δ’ἂν ἡ τοιαύτη συγκατάθεσις τῆς φαντασίας ἔργον εἴη ὑπεναντιουμένη ἐν πολλοῖςτε αὐτῇ καὶ πολλαχῶς. ὅτι δ’ἡμεῖς τοῦ βουλεύεσθαι περὶ τῶν φαντασιῶν κύριοι, δῆλον ἔκτε τοῦ προειρημένου τοῦ ἡμᾶς ἔχειν τὴν ἐξουσίαν τοῦ βουλεύσασθαίτε καὶ μή, καὶ μὴ τὴν φαντασίαν εἶναι τούτου κυρίαν. εἰ γὰρ μὴ φαντασία, τί ἂν ἄλλο τεθείη παρ’ἡμᾶς τὸ κύριον τοῦδε; οὐ γὰρ ἐπεὶ κοινότερον λέγομεν φαίνεσθαι ἡμῖν καὶ τὸ κατὰ τὸν λόγον εὑρεθέντε καὶ δόξαν, ἤδη χρὴ φαντασίαντε καὶ ἐπὶ φαντασίᾳ λέγειν τὴν τοιαύτην συγκατάθεσιν, εἴ γε ἡ κυρίως φαντασία ἐστὶν κίνησις ὑπὸ τῆς κατ’ἐνέργειαν αἰσθήσεως. ἀλλὰ τὸ ἐπαινεῖσθαι μὲν τοὺς βουλευομένους, ψέγεσθαι δὲ τοὺς μή, σημεῖον τοῦ ἐφ’ἡμῖν εἶναι τὸ βουλεύεσθαι καὶ μὴ τῆς φαντασίας ἔργον. οἱ γὰρ ἔπαινοι καὶ οἱ ψόγοι ἐπὶ τοῖς ἐφ’ἡμῖν, διὸ ἐπὶ ταῖς φαντασίαις οὔτε ἐπαινούμεθα οὔτε ψεγόμεθα, εἰ μή τισιν αὐτῶν ἡμεῖς αἴτιοι, ἐπὶ δὲ ταῖς ἐπ’αὐταῖς συγκαταθέσεσιν ἤδη τούτων τα- θάτερον. ψεγόμεθα γὰρ καὶ τῶν φαντασιῶν ἐπ’ἐκείναις, ὅσαι γίνονταί γε δι’ἀνασκησίαν ἡμῖν τοιαῦται, ἧς ἀσκήσεως ἡμεῖς ἦμεν κύριοι. ἐπεὶ τὸ συμβούλους παραλαμβάνειν ἢ καὶ τοῦδε μᾶλλον ἢ ἀντὶ τῶνδε ἐφ’ἡμῖν, δῆλον ὡς ἐφ’ἡμῖν καὶ τὸ βουλεύεσθαι τὴν ἀρχήν. εἰ γὰρ ἐφ’ἡμῖν τὸ τοῖσδε χρήσασθαι συμβούλοις, δι’οὓς ἡ τοιαύτη συγκατάθεσις, ἐφ’ἡμῖν καὶ τὸ βουλεύεσθαι. ἐπεὶ περὶ τῶν ἐκ προνοίας ἁμαρτανομένων μείζους αἱ κολάσεις ὡς κατὰ προαίρεσιν πεποιηκότων, δῆλον ὡς καὶ πᾶν τὸ ἐκ προνοίας γινόμενον ἐφ’ἡμῖν.
3.14.1εἰπὼν ἐν τῷ δευτέρῳ Περὶ γενέσεως καὶ φθορᾶς περὶ τῶν τεσσάρων στοιχείων, πυρὸς ἀέρος ὕδατος γῆς, τίς αὐτῶν ἡ κατ’εἶδος οὐσίατε καὶ αἰτία, δείξας δ’οὖσαν αὐτοῖς καὶ τὴν γένεσιν ἐξ ἀλλήλων κατὰ τὴν τῶν εἰδοποιουσῶν αὐτὰς διαφορῶν εἰς ἀλλήλας μεταβολήν, ἐν τούτῳ τῷ ἐπιγραφομένῳ μὲν τετάρτῳ Μετεωρολογικῶν, ὄντι δὲ μᾶλλον οἰκείῳ τῇ περὶ γενέσεώςτε καὶ φθορᾶς πραγματείᾳ πρῶτον ὑπέμνησεν τῶν εἰδοποιουσῶν τὰ στοιχεῖα τὰ τέσσαρα διαφορῶν, αἳ ἦσαν δύο αἱ πρῶται τῶν ἁπλῶν ἐναντιώσεων, θερμότης ψυχρότης, ὑγρότης ξηρότης. τούτων γὰρ τετραχῶς συνδυαζομένων ἀλλήλοις ἕκαστον αὐτῶν εἰδοποιεῖται. μεθ’ἃ ἔδειξεν τῶν τεσσάρων τούτων διαφορῶν τὰς μὲν δύο ποιητικὰς οὔσας, θερμότητάτε καὶ ψυχρότητα, παθητικὰς δὲ τὰς δύο, τήντε ξηρότητα καὶ τὴν ὑγρότητα, καὶ ἑκάστῳ τῶν στοιχείων ἐξ ἑκατέρων τῆς ἐναντιώσεως τὴν ἑτέραν, ὡς καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν δύναμιν ἐν ἑαυτοῖς πάντα. μεθ’ἃ προέθετο μὲν εἰπεῖν τὰ ἔργα τὰ γινόμενα ὑπὸ τῶν ποιητικῶν δυνάμεων, ἅ ἐστιν, ὡς ἐρεῖ, πέψις, ἀπεψία, καὶ τὰ ἑκατέρου τούτων εἴδη, ἔτι δὲ τῶν πασχόντων ὑπ’αὐτῶν, ταῦτα δέ ἐστι ξηρόντε καὶ ὑγρόν, τὰ εἴδητε καὶ τὰς διαφοράς. καὶ πρῶτον εἰπὼν ἐν οἷς ἐστίντε καὶ γίνεται ἡ τοιαύτη μεταβολή, ὅτι ταῦτ’ἐστὶν τὰ πεφυκότα καὶ τὰ ζῷα καὶ τὰ τούτων μέρη, ὡς ἐκ τῆς τῶν τεσσάρων σωμάτων συνόδου τούτων ὄντων τῶν προηγουμένως γινομένων κατὰ φύσιν, καὶ ἐπὶ τούτοις ἀποδιδούς, τί ἐστιν ἡ ἁπλῆτε καὶ ἡ φυσικὴ γένεσις, ὅτι γὰρ μεταβολὴ ὑπὸ τῶν ποιητικῶν δυνάμεων θερμότητόςτε καὶ ψυχρότητος τῆς ὑποκειμένης ὕλης ἐν ἑκάστῃ φύσει κατὰ τὰς δυνάμεις τὰς παθητικάς, ξηρότητάτε καὶ ὑγρότητα, ὅταν ἔχωσι λόγον πρὸς ἀλλήλας, ὡς δύνασθαι τὰς μὲν ποιεῖντε καὶ μεταβάλλειν, τὰς δὲ μεταβάλλεσθαίτε καὶ πάσχειν […]. γεννῶσι γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τὰ ὑπ’αὐτῶν κατὰ ταῦτα γεννώμενα, κρατοῦντα τῆς ὕλης, ὕλη δέ ἐστιν αὐτοῖς ἡ ἑτέρα ἐναντίωσις, ἥ ἐστι τὸ ξηρόντε καὶ ὑγρόν. ὅταν δὲ μὴ κρατῇ μηδὲν τούτῳ τῷ λόγῳ πρὸς τὴν ὑποκειμένην αὐτοῖς ὕλην, εἰ μὲν εἴη κατὰ μέρη τινὰ μὴ κρατοῦντα τῆς ὑποκειμένης ὕλης, μώλυσίςτε καὶ ἀπεψία γίνεται, εἰ δ’ἐν τῇ γενέσει καθόλου γίνοιτο ἡ τοιαύτη τῶν ποιητικῶν ἀσθένεια, εἰς σῆψιν ἡ μεταβολή. ἡ γὰρ κατὰ φύσιν πᾶσα φθορὰ ὁδός ἐστιν εἰς σῆψιν, κατὰ φύσιν δ’ἡ εἰς φθορὰν ὁδὸς διὰ γήρωςτε καὶ αὐάνσεως, ὧν ἡ μὲν ξηρότηςτε καὶ αὔανσις εἴη ἂν ἐπὶ τῶν φυτῶν κυριώτερον λεγομένη, τὸ δὲ γῆρας ἐπὶ τῶν ζῴων, εἴ γε κατὰ μὲν τὴν ἐν τοῖς μέρεσιν ἀσθένειαν τῶν ποιητικῶν δυνάμεων […] γίνεσθαι τήντε μώλυσιν καὶ ἀπεψίαν, ὧν μώλυσις μὲν πάλιν κυριώτερον ἂν ἐπὶ τῶν μερῶν τῶν ζῴων […]. ἁπάντων γὰρ κατὰ φύσιν γενομένων τὸ κατὰ φύσιν τέλος σαπρότηςτε καὶ σῆψις. οὐ γὰρ κατὰ φύσιν ἡ βίαιος φθορά. διὰ τοῦτο γὰρ τὰ κατὰ φύσιν φθειρόμενα πρῶτον μὲν εἰς ὑγρότητα μεταβάλλει τῷ μηκέτι κρατεῖν τὴν ἐν αὐτοῖς θερμότητα τῆς ὑγρότητος, ὡς πέττειν αὐτὴν δύνασθαι, τέλος δέ, τῆς αὐτῆς ὑγρότητος διατμηθείσης καὶ συνεκκριθείσης, ἐκκρινομένης καὶ διακρινομένης τῇ θερμότητι, τὰ ὑπολειπόμενα ξηρά. γίνεται γὰρ τῶν σηπομένων τέλος τὸ εἰς ταῦτα διαλυθῆναι, ἐξ ὧν ἐγένετότε καὶ συνέστη, ὁριζόντων καὶ μιγνύντων τῷ ξηρῷ τὸ ὑγρὸν τῶν ποιητικῶν, ἃ ἦν τὸ θερμὸν καὶ ψυχρόν. γίνεται δ’ἡ τοιαύτη φθορά, τουτέστιν ἡ κατὰ φύσιν, ὅταν διὰ τὸ περιέχον κρατῇ τοῦ ὁρίζοντος, ὅπερ ἦν τὸ θερμὸν προηγουμένως, τὸ ὁριζόμενον ὑπ’αὐτοῦ ὃ ἦν ὑγρόντε καὶ ξηρόν, ἀναλισκομένου ὑπὸ τῆς ἐν τῷ περιέχοντι πλείονος θερμότητος τοῦ ἐν τοῖς φθειρομένοιςτε καὶ σηπομένοις θερμοῦ ἡ τῶν πασχόντων πλεονεξία γίνεται. καθόλου γὰρ σῆψίςτε τῶν σηπομένων γίνεται διὰ τὸν χωρισμὸν τῆς φύσεως ἐξ αὐτῶν, φύσις δ’ἐν ἑκάστῳ τῆς κινήσεως ἐν αὐτοῖς ἀρχή, ἐστὶν δ’ἐν πᾶσι τοῖς κατὰ φύσιν συνεστῶσι προηγουμένως τοιοῦτο θερμόν. μεθ’ὃ λόγον ἀπέδωκε σήψεως, φθορὰν αὐτὴν εἰπών εἶναι τῆς ἐν ἑκάστῳ περιέχοντι. ἐπεὶ δὲ κατ’ἔνδειαν θερμοῦ ἡ σῆψις, πᾶν δὲ τὸ τοιαύτης δυνάμεως ἐνδεὲς ψυχρόν, ἀμφότερά πως ποιητικὰ τῆς σήψεως γίνεται, τὸ θερμόντε καὶ ψυχρόν · γίνεται γὰρ ὑπὸ πλήθους ἑκατέρου τοῦτε ψυχροῦ καὶ τοῦ θερμοῦ, ἀλλὰ ψυχροῦ μὲν οἰκείου, θερμοῦ δὲ ἀλλοτρίου. διὰ γὰρ τὴν τοιαύτην καὶ τοῦτον τὸν τρόπον γινομένην μεταβολὴν τὰ σηπόμενα ξηρότερα γίνεται καὶ τέλος γῆ καὶ κόπρος. γίνεται γὰρ τοῦτο ὅτι ἐξιόντος ἐξ ἑκάστου τῶν σηπομένων τοῦ οἰκείου θερμοῦ συνεξατμίζεται καὶ τὸ οἰκεῖον ἐν αὐτοῖς ὑγρόν, ὃ αἴτιον γίνεται τῆς ξηρότητος, τῷ μηκέτι ἐν αὐτοῖς εἶναι τὸ ἐπαγόμενον καὶ ἐπισπώμενον τὸ ὑγρόν, ὃ ἦν ἔμφυτος ἐν ἑκάστῳ θερμότης. προσέθηκεν δὲ ἀκόλουθον οὖσαν τοῖς προειρημένοις καὶ τὴν αἰτίαν τοῦ μὴ ὁμοίως ἐν τοῖς ψύχεσι σήπεσθαί τινα. τῷ γὰρ ἔλαττον τοῦ χειμῶνος εἶναι τὸ θερμὸν ἐν τῷ περιέχοντι οὐχ οὕτως μαραίνεταίτε καὶ κατισχύεται τὸ ἐν ἑκάστῳ θερμὸν οἰκεῖον, ἀλλ’οὐ δὲ τὰ πεπηγότα διὰ ψυχρότητα ὁμοίως σήπεται τῷ διὰ ψυχρότητα πλείονα μὴ κρατεῖσθαι ὑπὸ τῆς ἐν τῷ περιέχοντι ἀέρι θερμότητος, ἐπεὶ δὲ εἰ ἔμελλεν αὐτὸ κινεῖντε καὶ μεταβάλλειν, τῷ κρατεῖν κινεῖν. ἀλλ’οὐ δὲ τὰ ζέοντα σήπεται, διότι καὶ τῆς ἐν τούτοις θερμότητος ἐλάττων ἡ ἐν τῷ περιέχοντι αὐτὰ ἀέρι θερμότης. ἀλλ’οὐ δὲ τὰ κινούμενα καὶ ῥέοντα ὁμοίως ὑπὸ τοῦ ἐν τῷ περιέχοντι θερμοῦ κρατεῖται τοῖς ἀκινητίζουσίτε καὶ ἠρεμοῦσι. καὶ γὰρ οὕτως ἀσθενεστέρα γίνεται ἡ ἐν τῷ ἀέρι θερμότης τῆς ἐν τῷ κινουμένῳ. ἡ γὰρ κίνησις συναύξει τὸ ἐν ἑκάστῳ θερμὸν ῥιπίζουσάτε καὶ ἐξάπτουσα. τὴν δ’αὐτὴν αἰτίαν εἶπεν εἶναι καὶ τοῦ τὸ πολὺ ἧττον τοῦ ὀλίγου μεταβάλλειντε καὶ σήπεσθαι. πλεῖον γὰρ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐν τῷ πλείονι, διὸ κρατεῖ ταῦτα τῶν ἐν τῷ περιέχοντι δυνάμεων. αὕτη γὰρ αἰτία, ᾗ καὶ ἡ θάλαττα καὶ τὸ ἄλλο ὕδωρ διαιρούμενον σήπεται. εἶπεν καὶ τὴν αἰτίαν τοῦ ἐκ τῶν σηπομένων γεννᾶσθαί τινα ζῶα. ἡ γὰρ ἐκ τῶν σηπομένων ἐκκρινομένη θερμότης οὖσα φυσικὴ γεννᾷ τινα καὶ συνίστησι τὰ ἐκκριθέντα, ἐν οἷς ἂν εὔκρατα τύχῃ γενόμενα.
3.14.2εἰπὼν δὲ καθόλου περὶ τῆς κοινῆς γενέσεως καὶ φθορᾶς ὁμοίως ἦλθεν ἐπὶ τὸν περὶ ὧν προέθετο λόγον, ταῦτα δ’ἦν τὸ εἰπεῖν, διὰ τίνων αἱ προειρημέναι δυνάμεις, ἥτε θερμότης καὶ ἡ ψυχρότης, ἐργάζονται τήντε γένεσιν τῶν γινομένων καὶ τὴν φθορὰν ἐκ τῶν ὑποκειμένων αὐταῖς, ταῦτα δ’ἦν ἐν τοῖς φυσικοῖς σώμασι τὰ ξηράτε καὶ τὰ ὑγρά · ταῦτα γὰρ ἐκείνοις ὕλη. ἐπεὶ γὰρ πᾶσα γένεσις καὶ μεταβολὴ ὑπὸ τῶν ποιητικῶν δυνάμεων, ὧν τὸ μὲν θερμότης, […] κυρίως γενέσεως αἴτιον, κρατοῦντος γὰρ τοῦ θερμοῦ καὶ συγκρίνοντος τὸ ξηρόντε καὶ τὸ ὑγρὸν πέσσοντος καὶ ὁρίζοντος ἡ γένεσις. εἰ δὲ μὴ κρατοίη τοῦτο τῷ ψυχρὸν πλεῖον εἶναι, κατισχῦον τὸ ψυχρὸν τῶν ἐναντίων αἴτιον φθορᾶςτε καὶ σήψεως. ἐπεὶ δὲ καὶ ἡ πέψις πλεοναχῶς καὶ ἡ ἀπεψία, περὶ τούτων εἰπεῖν εὐλόγως προέθετο καὶ πρῶτον μὲν λέγει, διὰ τίνων τὸ θερμὸν τὰς κατ’αὐτὸ γινομένας ἐν τῷ ὑποκειμένῳ ποιεῖται μεταβολάς, καί φησιν οἰκεῖον μὲν ἔργον εἶναι τῷ θερμῷ τὴν πέψιν, εἶναι δὲ τῆς πέψεως εἴδητε καὶ διαφορὰς πέπανσιν ὄπτησιν ἕψησιν, τῆς δὲ ψυχρότητος οἰκεῖον ἔργον μὲν ἀπεψίαν εἶναι, ταύτης δὲ εἴδη πάλιν καὶ διαφορὰς ὠμότητα μώλυνσιν στάτευσιν. ἐφ’οἷς εἰπὼν ὅτι μὴ οἰκεῖα μὲν ταῦτα τὰ ὀνόματα τοῖς καθ’ὧν εἴρηται, τῷ δὲ μὴ κεῖσθαι ἑκάστῳ αὐτῶν ὄνομα οἰκεῖον ἀπὸ τῶν ὠνομασμένων ἀνάγκη μεταφέρειν τὰ ὀνόματα καὶ ἐπὶ τὰ ὅμοια τοῖς ὠνομασμένοις, διὸ οὐ ταῦτα ἀλλὰ τοιαῦτα χρὴ νομίζειν εἶναι τὰ εἰρημένα, λέγειτε καὶ ὁρίζεται, τί τῶν εἰρημένων ἕκαστόν ἐστιν, καί πρῶτον τί ἐστι πέψις λέγει, καὶ ἐπὶ τούτοις τί ἐστιν ἀπεψία, ἥτις ἐστὶν ἀντικειμένη τῇ κοινῇ πέψει. μεθ’ἃ περὶ πεπάνσεως ποιεῖται τὸν λόγον ὑπὸ τὴν πέψιν οὔσης, καὶ μετὰ τὸν περὶ ταύτης λόγον περὶ ὠμότητος λέγει, ἣ οὖσα ὑπὸ τὴν ἀπεψίαν ἀντίκειται τῇ ἑψήσει. ἐφ’οἷς τί ἐστιν ὄπτησις εἰπών, ἣ καὶ αὐτὴ πέψις τίς ἐστι, λέγει περὶ στατεύσεως, ἣ τῶν ὑπὸ τὴν ἀπεψίαν οὖσα τῇ ὀπτήσει ἀντίκειται. ὧν τὴν μὲν πέψιν εἶπεν εἶναι τελείωσιν ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ τῶν ἀντικειμένων παθητικῶν (ἀντικείμενα δὲ ἦν ἀλλήλοις παθητικὰ ἡ ἐν ἑκάστῃ ὕλῃ ξηρότηςτε καὶ ὑγρότης · ταῦτα γὰρ τὰ πεσσόμενα καὶ ὁριζόμενα ὑπὸ τοῦ θερμοῦ), ἀπεψία δὲ ἀτέλεια δι’ἔνδειαν τῆς οἰκείας θερμότητος, ὃ ψυχρότης ἐστίν. ὧν γὰρ τέλος ἡ πέψις, τούτοις ἡ ἀπεψία ἀτέλεια. πάλιν πέπανσιν μὲν εἶπεν πέψιν καὶ τελείωσιν τῆς ἐν τοῖς περικαρπίοις τροφῆς, τελείωσις δὲ τούτοις τὸ δύνασθαι ἐξ αὐτῶν γίνεσθαι ἄλλο τοιοῦτον (λέγεσθαι εἶπεν καὶ ἄλλα πέπονα κατὰ τὴν πρὸς αὐτὰ ἀναφοράν), ὠμότητα δὲ ἀπεψίαν καὶ ἀτέλειαν τῆς ἐν τῷ περικαρπίῳ τροφῆς. ἐφ’οἷς ἔδειξεν, ὅτι πᾶν τὸ πεπαινόμενον ἀναγκαῖον ἔχειν μὴ μόνον ὑγρότητα, ἀλλὰ καὶ ξηρότητα. ἐφ’οἷς ὡρίσατο τὴν ἕψησιν πέψιν ὑπὸ τῆς ἐν τῷ περιέχοντι ὕδατι θερμότητος τοῦ ἐν αὐτῷ ὑπάρχοντος ἀορίστου ὑγροῦ, ὅ ἐστιν ἢ πνεῦμά τι ἢ ὕδωρ. προσέθηκεν δὲ καὶ ἐφ’ὧν ἡ ἕψησις κατηγορεῖται κοινότερον ἕψεσθαι λεγομένων. ὡρίσατο δὲ καὶ τὴν μώλυνσιν τὴν ἐναντίαν ἑψήσει ἀπεψίαν εἶναι, ἐπεὶ δὲ πλεοναχῶς ἡ ἕψησις, καὶ τὴν μώλυνσιν τοσαυταχῶς, ἑκάστῃ διαφορᾷ ἑψήσεως οἰκείας τινὸς ἀντικειμένης μωλύνσεως. μεθ’ἃ τί ἐστιν ὄπτησις εἶπεν, ὅτι γὰρ πέψις ὑπὸ θερμότητος ξηρᾶς καὶ ἀλλοτρίας. ὑπὸ ξηρᾶς δὲ εἶπεν γίνεσθαι θερμότητος τότε, ὅταν ξηρότερον γίνηται τὸ πεσσόμενον οὕτως. τὴν δὲ τῇ ὡς ὀπτήσει λεγομένῃ πέψει ἀντικειμένην ἀπεψίαν οὐκ εἶπεν μὲν ὠνομάσθαι πάνυ τι, εἶναι δὲ παραπλησίαν στατεύσει, ὅταν τὸ ὀπτώμενον μεταβάλλῃ μέν, μὴ μέντοι καὶ ὀπτηθῇ, ὃ γίνεται ἢ δι’ἔνδειαν θερμότητος τῆς μεταβαλλούσης τὸ ὀπτώμενον, ἢ διὰ πλῆθος τῆς ἐν τῷ ὀπτωμένῳ ὑγρότητος.
3.14.3εἰπὼν δὲ περὶ τούτων μετῆλθεν ἐπὶ τὸν περὶ τῶν παθητικῶν δυνάμεων λόγον, αἳ ἦσαν ξηρότης καὶ ὑγρότης, καὶ δεικνύς, τίνες τούτων πάλιν εἰσὶν διαφοραί, καὶ τίνα καὶ πόσα εἴδη τὰ γινόμενα ἐξ αὐτῶν, πρῶτον μὲν ὑπέμνησε τοῦ ἀρχὰς εἶναι τῶν σωμάτων, καθὸ παθητικά ἐστι, τὸ ὑγρόντε καὶ ξηρόν, τὰ δ’ἄλλα, ὅσα μὴ ἀρχαί, ἀλλ’ἐκ τῶν ἀρχῶν ὄντατε καὶ γεγονότα, μικτὰ μὲν ἐκ τούτων εἶναι (ὁποτέρου γὰρ πλέον ἔχει τὸ μεμιγμένον, τούτῳ συντάσσεσθαι αὐτό, τὰ μὲν κατὰ τὸ ξηρὸν πλεονεκτοῦντα τῷ ξηρῷ, τὰ δὲ κατὰ τὸ ὑγρὸν τῷ ὑγρῷ), πάντα δὲ τῶντε ὑγρῶν καὶ τῶν ξηρῶν τὰ μὲν ἐντελεχείᾳ ταῦτα λέγεται εἶναι, τὰ δὲ δυνάμει. ἐφ’οἷς λαβών, ὅτι ἡ μῖξις τοῦ ὑγροῦτε καὶ τοῦ ξηροῦ αἰτία τοῦ ὡρίσθαι τὰ ἐξ αὐτῶν μεμιγμένα (ἀόριστον γὰρ ἐκείνων ἑκάτερον καθ’αὑτὸ ὄν), λαβών δὲ καὶ τὸ ὑγρὸν μὲν παθητικὸν τῶν στοιχείων τὸ ὕδωρ εἶναι, ξηρὸν δὲ τὴν γῆν, ἐν οἷς καὶ τὸ ψυχρὸν ὂν δοκεῖ μᾶλλον εἶναι καθ’αὑτὸ παθητικὸν ἢ ποιητικόν, προσλαβών τὸ πᾶν ὡρισμένον παθητὸν σῶμα ἢ μαλακὸν ἢ σκληρὸν εἶναι, καὶ εἰπών, τί μέν ἐστι τὸ μαλακόν, τί δὲ τὸ σκληρόν (σκληρὸν μὲν γὰρ τὸ ἀντιβαῖνον καὶ μὴ ὑπεῖκον κατὰ τὴν ἐπιφάνειαν, μαλακὸν δὲ τὸ ὑπεῖκον κατὰ τὴν ἐπιφάνειαν τῷ ὑπείκειν, οὐ τῷ διαιρούμενον ἀντιπεριίστασθαι), ἑξῆς, ἐπεὶ πᾶν τὸ ὡρισμένον σῶμα σκληρὸν ἢ μαλακόν, πεπηγὸς δὲ ἤδη τὸ ὡρισμένον, ἐπὶ τὸ περὶ πήξεως λέγειν ἦλθεν, καὶ ὑπομνήσας τῶν παρὰ τὴν ὕλην αἰτίων, ὅτι ἐστὶ τότε ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως καὶ τὸ εἶδος, καὶ λαβὼν ταῦτα αἴτια εἶναι τῶν γινομένων ἁπάντων φύσει (καὶ γὰρ πήξεως καὶ διαχύσεως, καὶ τοῦ ξηραίνεσθαι καὶ τοῦ ὑγραίνεσθαι), τίνα ἐστὶ τὰ ποιητικὰ καὶ τίνα πάθητε καὶ εἴδη τῶν γινομένων ἔλαβεν, ποιητικὰ μὲν εἰπών εἶναι θερμότητάτε καὶ ψυχρότητα, πάθη δὲ τὰ ὑπὸ τούτων ἐπιγινόμενα τοῖς σώμασιν, τότε θερμὸν καὶ τὸ ψυχρόν. ἐφ’οἷς ἐπανελθών ἐπὶ τὸν περὶ πήξεως λόγον, καὶ λαβὼν τὸ πήγνυσθαι ξηραίνεσθαί πως εἶναι, ἔφη δεῖν περὶ τούτου πρῶτον εἰπεῖν, καὶ πρῶτον μὲν ἔλαβεν, τίνα τὰ ξηραινόμενα, ὅτι γὰρ ὕδωρ, καὶ ὅσα ὕδατος εἴδη, καὶ ὅσα ἔχει ὕδωρ ἤ σύμφυτον ἢ ἔπακτον. ἐφ’οἷς ἐζήτησεν ὑπὸ τίνων ξηραίνεται, καὶ λαβών, ὅτι πάντα τὰ ξηραινόμενα ἢ θερμαινόμενα ἢ ψυχόμενα ξηραίνεται, προσέθηκεν τὸ καὶ τὰ θερμαινόμενα καὶ τὰ ψυχόμενα θερμῷ ξηραίνεσθαι ἢ τῷ ἐντὸς ἢ τῷ ἐκτός, τῷ μὲν ἐκτός, ἃ ὑπὸ τοῦ περικειμένου ξηραίνεται θερμοῦ, τῷ δ’ἐντός, ὅσα ὑπὸ ψυχροῦ. ὑπὸ γὰρ τοῦ ψυχροῦ ἀναλισκόμενον τὸ ἐνυπάρχον ἐν τοῖς ξηραινομένοις θερμὸν καὶ διαφορούμενον συνεξατμίζει καὶ τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς, οὗ γινομένου ξηραίνεται.
3.14.4εἰπών δὲ τίνατ’ἐστὶ τὰ ξηραινόμενα καὶ ὑπὸ τίνων καὶ διὰ τίνος, ὅτι γὰρ διὰ τοῦ θερμοῦ ἢ τοῦ ἐντὸς ἢ τοῦ ἐκτός, μετῆλθεν ἐπὶ τὸ περὶ τῶν ὑγραινομένων λέγειν, ἃ τοῖς ξηραινομένοις ἐναντίον πάσχει πάθος, καὶ λαβὼν τοῦ ὑγραίνεσθαι διαφορὰς εἶναι (ὑγραίνεται γὰρ τὰ ὑγραινόμενα τὰ μὲν κατὰ σύστασιν, ὑγραίνεσθαι τὸν ἀέρα, τουτέστιν εἰς ὕδωρ μεταβάλλειν, ὃ ἦν παθητικὸν ὑγρόν · ψυχόμενον γὰρ τὸ πνεῦμα καὶ συνιστάμενόντε καὶ παχυνόμενον καὶ γινόμενον τὴν εἰς ὕδωρ ποιεῖται μεταβολήν, […]), περὶ τήξεως καὶ τῆς τοιαύτης εἰς ὕδωρ μεταβολῆς εἶπεν ἅμα δῆλον ἔσεσθαι καὶ περὶ πήξεως, ἐπεὶ δοκεῖ τὰ πεπηγότα τηκόμενα. οἷς προσέθηκε, τίνα ἐστὶν τὰ πηγνύμενα. πάντα γὰρ τὰ πηγνύμενα ἢ ὕδωρ ἢ ὕδατος εἴδη ὄντα πήγνυται ἢ γῆς καὶ ὕδατος μόνων, οἷς προσέθηκεν τὸ ὑπὸ τίνων πήγνυται. ἢ γὰρ ὑπὸ θερμοῦ, ἢ ὑπὸ ψυχροῦ, ἢ ὑπὸ ὑγροῦ. διὸ καὶ ὑπὸ τῶν ἐναντίων λύεται. τὰ μὲν γὰρ ὑπὸ ξηροῦ θερμοῦ παγέντα, ὅ ἐστι πῦρ, ὑπὸ ὕδατος λύεται, ὅ ἐστιν ὑγρόντε καὶ ψυχρόν, τὰ δὲ ὑπὸ ψυχροῦ παγέντα ὑπὸ θερμοῦ λύεται, πυρὸς γάρ οἷς προσέθηκεν, ὅτι ὅσα μὲν τῶν πηγνυμένων ὕδατός ἐστιν, ταῦτ’οὐ πήγνυται ὑπὸ πυρός, λύεται γὰρ ὑπὸ τούτου. καὶ γὰρ εἰ πήγνυται ταῦτα τῷ τὸ ἐν αὐτοῖς θερμὸν χωρίζεσθαι, εὐλόγως ἂν λύοιτο παρουσίᾳ τούτων. ἀλλὰ τῆς τούτων πήξεως τὸ ψυχρὸν πηκτικόν. διὸ μη δὲ παχύνεσθαι τὰ τοιαῦτα τῷ τὴν μὲν πάχυνσιν γενέσθαι τοῦ μὲν ὑγροῦ ἀπιόντος, συνισταμένου δὲ τοῦ ξηροῦ, καὶ τὸ ὕδωρ μὴ δύνασθαι μόνον τῶν ὑγρῶν παχύνεσθαι διὰ τὸ μηδὲν ἔχειν ἐν αὐτῷ ξηρότητος, τὸ μὴ μεμιγμένον ἐξ ὕδατόςτε καὶ γῆς ὑπ’ἀμφοτέρων πήγνυσθαι καὶ ὑπὸ θερμοῦ καὶ ὑπὸ ψυχροῦ. ἐπεὶ δὲ διὰ τοῦ παχύνεσθαι ἡ τούτων πῆξις, εἶπεν αὐτὰ παχύνεσθαι μὲν ὑπ’ἀμφοτέρων, τοῦτε θερμοῦ καὶ τοῦ ψυχροῦ, οὐ μὴν τὸν αὐτὸν τρόπον, ἀλλ’ὑπὸ μὲν τοῦ θερμοῦ τὸ ὑγρὸν ἐξατμίζοντος, ὑπὸ δὲ τοῦ ψυχροῦ τὸ ἐν αὐτοῖς θερμὸν ἐκθλίβοντος, μεθ’οὗ συνεξατμίζεσθαι τὸ ἐν αὐτοῖς ὑγρόν. ἐφ’οἷς προσέθηκεν, τίνα μὲν τῶν μικτῶν παχύνεται, τίνα δὲ οὐ παχύνεται, ἀλλὰ πήγνυται. εἰπών δέ, τίνατε πήγνυται, καὶ πῶς, καὶ ὑπὸ τίνων, ἐφεξῆς εἶπεν περὶ τῶν λυομένωντε καὶ τηκομένων. τὰ μὲν ὑπὸ ψυχροῦ τῶν μικτῶν παγέντα, ἐν οἷς ἐστι γῆς πλέον, ὅσα μὲν τῷ θερμὸν ἐξεληλυθέναι πήγνυται, ταῦτα λύεταίτε καὶ τήκεται θερμῷ, εἰσιόντος πάλιν εἰς αὐτὰ τοῦ θερμοῦ, ὡς γίνεται ὑπὸ τοῦ πεπηγότος πηλοῦ διὰ ψυχρότητα, ὅσα δὲ διὰ ψῦξιν μὲν πέπηγεν, οὐχ οὕτως δέ, ὡς τὸ θερμὸν αὐτῶν κεχωρίσθαι μόνον, ἀλλ’ὡς σὺν τούτῳ καὶ τὸ ὑγρὸν ἐξητμίσθαι, ταῦτ’οὐ λύεται, εἰ μὴ ὑπερβαλλούσῃ θερμότητι, ἀλλὰ μαλάττεται καὶ ἐλαύνεται ὡς σίδηρος καὶ κέρας. ἀλλὰ ταῦτα μὲν καὶ τήκεσθαι λέγει, διὸ καὶ προσέθηκεν, τίνα καὶ ἄλλα τήκεται. ὅσα μὲν ὑπὸ θερμοῦ ξηροῦ πηγνύμενα, τουτέστι πυρός, τὰ μὲν ἄλυτα μένει, τὰ δ’ὑγρῷ λύεται · κέραμος μὲν ἄλυτον καὶ λίθοι τινές, ὧν ἡ γένεσις ὑπὸ πυρὸς γῆς συγκαυθείσης καὶ ἑνωθείσης, νίτρον δὲ καὶ ἅλες λυτὰ ὑγρῷ, ὥς φησι, ψυχρῷ, λέγων τῷ ἐν τῇ οἰκείᾳ φύσειτε καὶ οὐσίᾳ ἔχοντι τὸ ψυχρόν, ὁποῖόν ἐστι τὸ ὕδωρ. οὐκέτι τὸ ἔλαιον ἐν τῇ αὐτοῦ φύσει καὶ οὐσίᾳ τὸ ψυχρὸν ἔχει. διὸ οὐ δ’ἐν τοῖς τοῦ ὕδατος εἴδεσιν ἔλαβεν αὐτό, οὐκ ἔχει δὲ τὸ ψυχρὸν ἐν τῇ αὐτοῦ φύσει, ὅτι ἔχει πολὺ ἀέρος.
3.14.5ὅσα γὰρ τῶν μεμιγμένων ὕδατος πλέον ἢ γῆς ἔχει, παχύνεται μὲν ὑπὸ πυρός, πήγνυται δέ, ὅσα γῆς πλέον, δι’ὧν ἔδειξεν, ὅτι καὶ τὸ νίτρον καὶ οἱ ἅλες γῆς εἰσι μᾶλλον (πηκτὰ γάρ ἐστι τῷ θερμῷ, ὧν καὶ λίθος καὶ κέραμος). ἑξῆς περὶ ἐλαίου ἠπόρησεν (οὔτε γὰρ πήγνυται ὑπὸ ψυχροῦ, ὃ ἔπασχε τὰ ἐξ ὕδατος ὄντα, οὔθ’ὑπὸ θερμοῦ πήγνυται, ὃ πάσχει τὰ τὸ πλεῖον ἔχοντα γῆς, τὸ δὲ πήγνυται μὲν ὑπ’οὐδετέρου, παχύνεται δὲ ὑπ’ἀμφοῖν), αἰτίαν ἀπέδωκε τὸ εἶναι πλῆρες ἀέρος, οὗ σημεῖον παρέθετο τὸ ἐποχεῖσθαι τῷ ὕδατι, ὃ ποιεῖ ὁ ἀὴρ καὶ ὅσα ἔχει πολὺν ἀέρα ἐν αὐτοῖς, ὡς τὰ ξύλα. ἐφ’οἷς πῶς μὲν ὑπὸ τοῦ ψυχροῦ παχύνεται τὸ ἔλαιον εἶπεν, πῶς δὲ ὑπὸ τοῦ θερμοῦ. τὸ μὲν γὰρ ψυχρὸν παχύνει αὐτὸ μεταβάλλον τὸν ἐν αὐτῷ ἀέρα εἰς ὕδωρ τῇ ψύξει (ἡ γὰρ τοῦ ὕδατος ψῦξις τῷ ἐλαίῳ παχύτερον αὐτὸ ποιεῖ), ὑπὸ δὲ πυρὸς καὶ χρόνου παχύνεται καὶ λευκαίνεται, λευκαίνεται μὲν ἐξατμίζοντος τὸ ὑπολειπόμενον ὑδατῶδες ἐν αὐτῷ, παχύνεται δὲ διὰ τὸ μεταβάλλειν τὸν ἀέρα τὸν ἐν ἑαυτῷ εἰς ὕδωρ ὑπὸ τοῦ θερμοῦ μαραινόμενον. μαραίνεται γὰρ ὑπὸ τοῦ πλείονος θερμοῦ τὸ ἔλαττον. μεθ’ἃ καθόλου ἔλαβεν ὡς δεδειγμένον τὸ ὅσα μὲν τῶν μικτῶν μὴ παχύνεται ὑπὸ ψυχροῦ, ἀλλὰ πήγνυται, μᾶλλον ταῦτα ὕδατος εἶναι, (τοιαῦτα οἶνος ὄξος κονία οὖρον ὀρρός), ὅσα δὲ παχύνεται ὑπὸ τοῦ πυρὸς μὴ ἐξατμιζομένου τοῦ ἐν αὐτοῖς ὑγροῦ, τὰ μὲν γῆς τὰ δὲ κοινὰ ὕδατος καὶ ἀέρος, μέλι μὲν γῆς, κοινὰ δὲ ἔλαιον. λέγει δὲ κοινὰ εἶναι ὕδατόςτε καὶ γῆς, ὥσπερ ἦν τὸ μέλι, οὕτω δὲ καὶ τὸ γάλα, τὸ αἷμα. τοῦ δὲ τὸ γάλα ἐξ ἀμφοῖν ὂν πλεῖον γῆς ἔχειν παρέθετο δεικτικὸν τὸ ἐὰν δὴ χωρισθῇ ὁ ὀρρὸς τοῦ γάλακτος ἑψομένου τοῦ γάλακτος ἐκκαίεσθαι αὐτό, ὡς καὶ τῶν ἄλλων τῶν ἑψομένων, ἃ πλεῖον γῆς ἔχει. ἐφ’οἷς τὰς αἰτίας ἀπέδωκε τοῦ τὰ μὲν λυτὰ τῶν πεπηγότων εἶναι, τὰ δὲ ἄλυτα. λυτὰ μὲν νίτρον ἅλες, ἄλυτον δὲ κέραμος, καὶ τὰ μὲν μαλακτὰ ὡς κέρας, τὰ δὲ ἀμάλακτα ὡς κέραμος καὶ λίθος. ἡ δ’αἰτία, ἐπεὶ δύο ἐστὶ τὰ πηγνύντα, ὡς εἴρηται, θερμόντε καὶ ψυχρόν, λύεσθαι αὐτά ποτε ἀνάγκη ψυχρῷτε καὶ θερμῷ, τὰ μὲν ὑπὸ θερμοῦ παγέντα ψυχρῷ, τὰ δ’ὑπὸ ψυχροῦ θερμῷ. διὸ τὰ μὲν πυρὶ λύεται τὰ ὅσα ὕδατι ἐπάγη, τὰ δὲ ὕδατι, ὅσα ὑπὸ πυρὸς ἐπάγη. ὑπὸ ὕδατος μὲν οὖν λυθήσεται, ὅσα ὑπὸ πυρὸς πέπηγεν μόνου, ὑπὸ δὲ τοῦ πυρὸς πάλιν, ὅσων ὕδωρ τῆς πήξεως αἴτιον. εἰ δή τινα ὑπ’ἀμφοῖν μὲν πηγνύμενα, ταῦτα ἄλυτα ἔσεσθαι μάλιστα, πήγνυται δὲ ὑπ’ἀμφοῖν, ὅσα προθερμανθέντα πήγνυσι τὸ ψυχρόν, οὗ τὴν αἰτίαν ἀπέδωκεν. ὅταν γὰρ ὑπὸ τοῦ θερμοῦ τῶν ὑπὸ ἀμφοῖν πηγνυμένων ἐξατμισθῇ τὸ ὑγρὸν τὸ ἐν τῷ πηγνυμένῳ, τὸ ψυχρὸν μετὰ ταῦτα συνθλίβειτε αὐτὸ καὶ οὕτως πυκνοῖ, ὡς μη δὲ διδόναι μη δ’ὑγρῷ δίοδόν τινα, καὶ διὰ τοῦτο ὑπ’ἀμφοῖν ἄλυτα τὰ οὕτω παγέντα. λέγει δὲ καὶ τὸν σίδηρον ὑπ’ἀμφοῖν πήγνυσθαι, πρῶτον γὰρ ὑπὸ πυρὸς τακέντα (ἡ γὰρ γένεσις αὐτοῦ διὰ τούτου), μετὰ ταῦτα ὑπὸ ψυχροῦ πήγνυσθαι, διὸ καὶ πρὸ ὀλίγου αὐτὸν εἶπεν οὐ τήκεσθαι, ἀλλ’ἐλαύνεσθαι καὶ μαλάσσεσθαι. οὐ δὲ τὰ ξύλα δὲ τηκτὰ εἶπεν εἶναι, ἀλλὰ καυστά, διότι ἐκ γῆς ἐστιν καὶ ἀέρος, ἀλλ’οὐχ ὕδατος, οὗ σημεῖον παρέθετο πάλιν τὸ ἐποχεῖσθαι αὐτὰ τῷ ὕδατι · ὁ γὰρ ἀὴρ τοιοῦτος.
3.15.1τὰ οἱονεὶ ἀμερῆ ἐστιν ὅμοια ἀμερεῖ, οὐκ ἀμερῆ, ὅτι μη δ’ἄλλο τι ὅμοιόν τινι ἐκείνῳ τα- ταὐτόν ἐστιν, ᾧ ἐστιν ὅμοιον. ἐπεὶ ὅμοιον ἀμερέςτε φαινόμενον ἀμερές, οὐκ ἀμερές, ὡς καὶ ὁ φαινόμενος συλλογισμὸς οὐ συλλογισμός. ἀλλ’εἰ μὴ ἀμερές, μέρη δῆλον ὅτι ἕξει, οὕτως δὲ οὐδὲν ἀμερὲς ἔσται. πᾶν γὰρ τὸ λαμβανόμενον μέρος αὐτοῦ καὶ αὐτὸ οἱονεὶ ἀμερὲς ἔσται τῷ τὸ εἶναι τῷ λεγομένῳ ἀμερεῖ ἐν τῷ οἱονεὶ ἀμερεῖ εἶναι, […] εἴ γε διὰ τούτου ἀπολύονται τὸ μὴ συγκεῖσθαι ἐξ ἀμερῶν τὸ μέγεθος. εἰ δὲ λέγοι τις αὐτὸ οἱονεὶ μέγεθος, πάλιν οὐ μέγεθος ἔσται. εἰ δὲ πᾶν μέγεθος μεριστόν, τὸ οἱονεὶ μέγεθος ἀμερὲς ἔσται τῇ αὐτοῦ φύσει. εἰ δ’ἀμερές, ἐκ τῆς τῶν ἀμερῶν συνθέσεως ἔσται τὰ μεγέθη. εἰ δὲ λέγει τις τὸ οἱονεὶ ἴσον δύνασθαι τῷ δυνάμει, ἔσται τὸ οἱονεὶ ἀμερὲς δυνάμει ἀμερές. εἰ δὲ τοῦτο, οὐδὲν ἔσται ἐνεργείᾳ, ὃ ἔσται ἀμερές, εἴ γε μηδὲν τῶν δυνάμει τι ὄντων ἐστὶ τοῦτο ὃ δύναται, ὥστε οὐ δὲ τὸ οἱονεὶ ἀμερὲς ἀμερές ἐστιν. ἀλλ’εἰ μὴ ἐνεργείᾳ, ἀλλὰ δυνάμει τὸ οἱονεὶ ἀμερὲς ἀμερές ἐστιν, ἄλλο τι ὂν δυνάμει τοῦτό ἐστιν. τί οὖν ὄν ἐστι δυνάμει ἀμερές; καὶ εἰ μέγεθός ἐστι τὸ οἱονεὶ ἀμερές, ἐκ δὲ τούτων τὸ μέγεθος (ἐκ γὰρ τῶν οἱονεὶ ἀμερῶν), ἔσται πᾶν μέγεθος ἐκ μεγεθῶν συγκείμενον καὶ διαιρούμενον εἰς μεγέθη, οὕτω δὲ καὶ ἐπ’ἄπειρον ἡ τομὴ προελεύσεται. ἔτι εἰ τὸ οἱονεὶ ἀμερὲς ὕλη τοῦ ἀμεροῦς, πᾶσα δ’ὕλη τινὸς κατά τινα μεταβολὴν […] τὸ οἱονεὶ ἀμερὲς ἀμερὲς ἔσται, ἐπεὶ ὕλη τοῦ ἀμεροῦς τὸ οἱονεὶ ἀμερές, ἄλλο ἔσται τοῦ ἀμεροῦς. εἰ δὲ τοῦτο, ἤτοι συντιθέμενον ποιήσει τὸ ἀμερὲς ἢ διαιρούμενον, ἕπεταίτε πάλιν τῷ λέγειν εἰς ἀμερῆ αὐτὸ διαιρεῖσθαι τὸ ἐκ τῆς τῶν ἀμερῶν συνθέσεως γίνεσθαι τὰ μεγέθη.