Problems and Solutions, 2
2.1.1ἕπεται τῷ καὶ τὸ μέγεθος καὶ τὸν χρόνον ἐξ ἀδιαιρέτων συγκεῖσθαι λέγειν τὸ πάντα τὰ κινούμενα κατὰ τοῦ ἀμεροῦς ἰσοταχῶς κινεῖσθαι · εἰ γὰρ εἴη τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον κατὰ τοῦ ἀμεροῦς κινούμενα, εἶτα τὸ κινούμενον ἐν τῷ ἀδιαιρέτῳ χρόνῳ κεκίνηται κατ’αὐτοῦ, τὸ βραδύτερον ἐν πλείονι κινεῖσθαι κατ’αὐτοῦ καὶ διαιρετῷ · εἰ δ’ἐν διαιρετῷ χρόνῳ, διαιρετὸν ἔσται καὶ τὸ μέγεθος, ἐφ’οὗ ἡ κίνησις. εἰ γάρ τις λέγοι τὸ βραδέως κινούμενον μὴ κινεῖσθαι κατὰ τοῦ ἀμεροῦς μη δὲ ἐν τῷ ἀμερεῖ χρόνῳ, οὗτος οὐ δ’ὅλως ἂν λέγοι κινεῖσθαι τὸ βραδύ, εἴ γε τὸ μὲν πᾶν μέγεθος ἐξ ἀμερῶν σύγκειται καὶ ὁ πᾶς χρόνος, οὐχ οἷόντε δὲ κινηθῆναι τὸ βραδὺ κατ’οὐδενὸς ἀμεροῦς. διὸ ἰσοταχῶς ἂν κινοῖτο πάντα τὰ κατὰ τοῦ ἀμεροῦς κινούμενα. εἰ δ’ἐπὶ τοῦ ἀμεροῦς ἰσοταχῶς, καὶ ἐπὶ τοῦ παντὸς ἂν μεγέθους ἰσοταχῶς ἂν κινοῖτο, εἴ γε πᾶσι τοῖς μεγέθεσιν ἐξ ἀμερῶν ἡ σύνθεσις. τὸ γὰρ † λεπτὸν † ἡμῶν ἀμερὲς πᾶν ὁμοίως καὶ ἰσοταχῶς κινεῖσθαι, βραδύτερον δὲ ἄλλο ἄλλου δοκεῖ κινεῖσθαι διὰ τὰς ἀντικοπὰς τῶν ἐν αὐτῷ ἀτόμων ἐφιστάμενον, πλάσματε αὐτό, προσέτιτε πῶς οὐ φαίνεται τὰ οὕτως κινούμενα […] ἡ κίνησις αὐτοῖς γίνεται βραδεῖα αὐτή, ἀλλ’ἔνστασις αὐτὰ κωλύει συνεχῶς κινεῖσθαι, ἄλλωςτε καὶ εἰ πολυπλασίως τὸ θᾶττον θᾶττον. ἔσται γὰρ οὕτως καὶ βραδέως κινούμενον πλείω χρόνον ἑστὸς ἢ κινούμενον. εἰ γὰρ εἴη ὥρᾳ μὲν μιᾷ τὸ θᾶττον κινούμενον τὸ διάστημα διεληλυθός, αὐτὸ δὲ τοῦτο ὥραις εʹ τὸ βραδέως, δεήσει αὐτὸ μιᾷ μὲν κινεῖσθαι, ταῖς δὲ τέσσαρσιν ἑστάναι. ἄτοπον δὲ ποσῷ τῷ πλείονι χρόνῳ ἑστὸς ἑστὸς μὲν μὴ φαίνεσθαι, κινούμενον δὲ ταῖς εʹ ὥραις, καὶ τοῦτο ὁμαλῶς.
2.2.1ἡ ψυχή, φησίν, εἰ κινεῖ αὐτήν, ἤτοι κατ’ἄλλο μέν τι κινεῖ, κατ’ἄλλο δέ τι κινεῖται, καὶ οὕτως ἔσται αὐτοκίνητος, ὥστε καὶ τὸ ζῷον αὐτοκίνητόν φαμεν. τῷ γὰρ τὸ μὲν αὐτοῦ κινεῖν τὸ δὲ κινεῖσθαι τὸ ὅλον αὐτοκίνητον. κινεῖ μὲν γὰρ τὸ ἐν αὐτῷ ἡ ψυχή, κινεῖται δὲ τὸ σῶμα, καὶ οὔτε ἡ ψυχὴ διότι κινεῖ κινεῖται, οὔτε τὸ σῶμα · κινεῖται γάρ. καὶ τῶν τῆς ψυχῆς δυνάμεων, εἰ οὕτως εἴη κινουμένη, ἡ μέν ἐστι κινοῦσα ἡ δὲ κινουμένη, οὔτε τῆς κινούσης καθὸ κινεῖ κινουμένης, οὔτε τῆς κινουμένης καθὸ κινεῖται κινούσης. ἔσται οὖν οὕτως τὸ πρῶτον κινοῦν ἀκίνητον καὶ ἐπὶ τῆς ψυχῆς. εἰ γὰρ πάλιν ἡ κινοῦσα δύναμις κινεῖσθαι λέγοιτο, ἤτοι ὑφ’αὑτῆς ἢ ὑπ’ἄλλης ἔσται κινουμένη. εἰ μὲν οὖν ὑπ’ἄλλης, ἐπ’ἄπειρον προελεύσεται ἢ ἔσται τι πρῶτον κινοῦν μὲν ἀκίνητον δέ, εἰ δ’ὑφ’αὑτῆς, εἴη ἂν οὕτως αὐτοκίνητος, ὡς καθὸ κινεῖ. ἄμεινον τοίνυν αὐτὴν τὴν ψυχὴν οὕτω λέγειν αὐτοκίνητον. ἀλλ’εἰ ἡ ψυχὴ οὕτως αὐτοκίνητος λέγοιτο, ὡς καθὸ κινεῖ κατὰ τοῦτο κινεῖσθαι, εἰ καθὸ ψυχὴ κινεῖ, καθ’ὃ ψυχὴ καὶ κινηθήσεται. εἰ γὰρ εἴη κατ’ἄλλο τι κινουμένη, οἷον φέρε εἰπεῖν κατὰ τόπον, οὐ κατὰ τὸ αὐτὸ κινήσειτε καὶ κινηθήσεται. καθ’ὃ γὰρ ψυχὴ κινοῦσα, οὐ καθὸ ψυχὴ ἔσται κινουμένη, εἴ γε κατὰ τόπον · οὐ γὰρ κατὰ τόπον ἡ ψυχή. οὕτω δ’ἔσται κατ’ἄλλο μὲν κινοῦσα, κατ’ἄλλο δὲ κινουμένη, οὐχ οὕτως δὲ ἐλέγετο κινεῖσθαι ὑφ’αὑτῆς. καθὸ ψυχὴ κινηθήσεται. ἀλλ’εἰ πᾶν τὸ κατά τι κινούμενόντε καὶ μεταβάλλον ἐξίσταται τοῦ καθὸ κινεῖται, τὸ μὲν κατὰ τόπον τοῦ τόπου, τὸ δὲ κατὰ πάθος τοῦ πάθους, τὸ δὲ κατὰ μέγεθος τοῦ μεγέθους, καὶ τὸ κατὰ ψυχὴν κινούμενον ἐξίσταται τοῦ ἐν τούτῳ, ὥστε καὶ ἡ ψυχὴ εἰ καθὸ ψυχή ἐστιν ἀεὶ κινεῖται, ὑφ’αὑτῆς καὶ μὴ κατὰ συμβεβηκὸς ἐξίσταιτο ἂν τῆς οὐσίας τῆς ἐν ᾗ ἐστι καὶ τῆς ψυχῆς καθ’ἣν τὸ εἶναι αὐτῇ.
2.3.1τίς ἡ ἀπὸ τῆς κινήσεως τοῦ θείου σώματος γινομένη δύναμις τῷ γειτνιῶντι αὐτῷ θνητῷτε καὶ ἐν γενέσει σώματι; ἆρά γε ἄλλη τίς ἐστιν αὕτη φύσις παρὰ τὴν οἰκείαν ἑκάστου τῶν φυσικῶν σωμάτων, ἣν ἀρχὴν κινήσεωςτε καὶ ἠρεμίας φαμέν, ᾧ ὑπάρχει πρώτῳ καθ’αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός; καὶ γὰρ εἰ τῷ γειτνιῶντι αὐτῷ γίνεται σώματι, ἤδη ἂν εἴη τοῦτο ἔχον οἰκείαν φύσιν ὄντε ἐνεργείᾳ σῶμα · πᾶν γὰρ σῶμα ἐνεργείᾳ θνητὸν ἁπλῶν τί ἐστιν ἢ ἐκ τούτων σύνθετόντε καὶ μικτόν, τούτων δὲ ἕκαστον οἰκείαν ἔχει τινὰ φύσιν, εἴητε ἂν οὕτω πρῶτον ἀπολαῦον τὸ πῦρ τῆς τοιαύτης ἐκ τοῦ θείου δυνάμεως, ἔπειτα τοῖς μετ’αὐτὸ διαδιδὸν αὐτήν, ὡς πάντα τὰ σώματα τῇ τοιαύτῃ διαδόσει μεταλαμβάνειν αὐτῆς, τὰ μὲν πλεῖον τὰ δὲ ἔλαττον. ἀλλ’εἰ τοῦτο, ἐπιζητήσαι τις ἂν τί συντελεῖ τῶν σωμάτων ἑκάστῳ ἡ τοιαύτη δύναμίςτε καὶ φύσις. κατὰ γὰρ τὴν πρώτην φύσιν τὴν ἐγγινομένην αὐτὴν ἑκάστῳ, καθ’ἣν τὸ μέν ἐστι πῦρ, τὸ δὲ ἀὴρ, τὸ δὲ ὕδωρ, τὸ δὲ γῆ, ἡ ἐπὶ τοὺς οἰκείους αὐτοῖς τόπους κίνησις γίνεται, καθ’ἣν ἕκαστον αὐτῶν τῆς ἰδίας τυγχάνει τελειότητος. ὁμοίως δὲ εἰ καὶ ἐν τοῖς συνθέτοις γίνοιτο σώμασιν, καὶ ἐν ἐκείνοις οὐ πρὸς τὸ εἶναι ἄνθρωπον ἢ ζῷον ἢ φυτὸν ἕκαστον αὐτῶν συντελοῖ ἄν τι · ἤδη γὰρ οὖσιν αὐτοῖς ἐγγίνοιτ’ἂν ὡς τῷ πυρὶ καὶ τῶν ἁπλῶν ἑκάστῳ · οὕτω δ’ἂν οὐκέθ’ἡ δύναμις ἐκείνη αἰτία γίνοιτο τοῦ τὰ μὲν ἔμψυχα εἶναι, τὰ δὲ ἄψυχα τῶν σωμάτων, καὶ τῶν ἐμψύχων τὰ μὲν τὴν θρεπτικὴν ψυχὴν μόνην ἔχοντα, τὰ δὲ καὶ τὴν αἰσθητικὴν, τὰ δὲ πρὸς τούτοις καὶ τὴν λογικήν · αὕτη δ’ἔκειτο τῆς κατ’αὐτὰς διαφορᾶς ἔχειν τὴν αἰτίαν · διὰ γὰρ ταύτης τῆς δυνάμεως πρόνοια ἔκειτο λογικὸν ζῷον τὸν ἄνθρωπον ποιοῦσα, καὶ διὰ τοῦτο ἐλέγετο πάντα, ὅσα διὰ τὸν λόγοντε καὶ τὸν νοῦν οἷάτε ὑπάρχειν τῷ ἀνθρώπῳ, τα- ταὐτὸν ἔχει παρὰ τῆς θείας προνοίας. μήποτ’οὖν χρὴ λέγειν τοῖς μὲν ἁπλῶς σώμασι προϋπάρχουσι τήνδε τὴν δύναμιν ἐγγίνεσθαίτε καὶ προσγίνεσθαι, δι’ἣν αἰτίαν αὐτὰ μὲν οὐδέν τι θεῖον αὐτοὺς ἔχει πως · τοιοῦτο γὰρ ἡ ψυχή ἐστιν, ἄμοιρα παντάπασιν, ὅτι μὴ ἔστιν αὐτῶν ἐν τῇ οὐσίᾳ ἡ τοιάδε δύναμις ἔξωθεν αὐτοῖς καὶ προϋπάρχουσι προσγινομένη, ἀλλ’ἔστιν ἁπλῶς σώματα · ὅσα δ’ἐκ τῆς τούτων φυσικῆς μίξεώςτε καὶ κράσεως γίνεται, τούτων δ’ἐν τῇ γενέσει κατασπειρομένην καὶ τὴν θείαν δύναμιν καὶ φύσιν ἀμείνω καὶ τελειότερα ταῦτα ποιεῖν τὰ σώματα, συνεισφερόντων καὶ τῶν ἁπλῶς σωμάτων εἰς τὴν γένεσιν τῶν ἐξ αὐτῶν γινομένων σωμάτων καὶ τὴν θείαν δύναμιν, ἧς μεταλαμβάνουσιν κατὰ τὴν γειτνίασιν. δι’ἣν δύναμιν οὐκέτι ταῦτα μόνης τῆς κατὰ τὴν ῥοπὴν κινήσεως ἀρχὴν ἐν αὐτοῖς ἔχει, ἀλλά τινα καὶ ψυχικὴν προσείληφε τὴν ἀρχὴν καὶ τὴν γένεσιν ἔχουσαν ἀπὸ τῆς θείας δυνάμεως. ἥτις φύσιςτε καὶ ψυχὴ κατὰ τὴν ποσότητα τῶν ἁπλῶν σωμάτων, ἐξ ὧν ἐστι τὸ ἔχον αὐτὴν σῶμα (ὧν τὸ μὲν ἐπὶ πλέον κοινωνεῖ τῆς θείας δυνάμεως τῷ ἐγγυτέρωτε εἶναι τῷ θείῳ σώματι καὶ εἶναι λεπτομερέςτε καὶ καθαρώτερον, τὸ δ’ἐπ’ἔλαττον διάτε τὸ ἀπόστημα τὸ πλεῖον καὶ διὰ τὴν τῆς συστάσεως παχύτητα), διάφορον καὶ αὐτὴ γίνεται. ὅσα μὲν γὰρ τῶν συνθέτων σωμάτων τὸ πλεῖστον γῆς ἔχει, † τα- ταὐτὸν † γῆς τινος κοινωνεῖ ψυχικῆς δυνάμεως τῷ καὶ τὸ τὴν πλείστην μοῖραν τῆς οὐσίας αὐτῶν σῶμα ἔλαττον τῆς θείας μεταλαμβάνει δυνάμεως · ὅσα δὲ πλεῖον ἐν αὐτοῖς ἔχει τῆς πυρώδουςτε καὶ θερμῆς οὐσίας, ταῦτ’ἔσται ψυχῆς τελειοτέρας μεταλαμβάνοντα τῷ τὸ πλεονάζον σῶμα ἐν αὐτοῖς ἐπὶ πλέον τῆς θείας μεταλαμβάνειν δυνάμεως. οὕτω δ’ἂν εἴη δευτέρα φύσις, ἣν εἰρήκαμεν θείαν δύναμιν εἶναι ἐγγινομένην τοῖς ὑπὸ σελήνην σώμασι διὰ τὴν πρὸς ἐκείνην γειτνίασιν, ὡς ὕλῃ χρωμένη τοῖς ἁπλῶς φυσικοῖς σώμασι πρὸς τὴν τῶν τελειοτέρωντε καὶ ἐμψύχων γένεσιν σωμάτων. τὰ μὲν οὖν κατὰ κρᾶσιν τῶν ἁπλῶν σωμάτων καὶ κατ’ἀλλοίωσιν γινόμενα σύνθετα σώματα τῷ ἔχειν καὶ τὴν τοιαύτην δύναμιν ἐν τῇ τῶν ἐχόντων αὐτὴν σωμάτων μίξει συγκρινομένην πως καὶ μιγνυμένην κατ’αὐτὴν τελειότερα γίνεται σώματα καὶ θειοτέρας φύσεως καὶ ἀρχῆς κεκοινωνηκότα, ὅσα δὲ συνθέσειτε καὶ παραθέσει τῶν ἁπλῶν σωμάτων γίνεσθαι δοκεῖ σώματα σύνθετα, ταῦτα οὐκέτι τῆς τοιαύτης κοινωνεῖν δυνάμεωςτε καὶ φύσεως οἷάτε, ὧν ἕκαστον τῶν ἁπλῶν σωμάτων ἐνεργείᾳ σώζει τὴν αὐτοῦ φύσιν ἐν τῇ τοιαύτῃ μίξει καὶ συνθέσει. οὐ γὰρ εἰς τὴν τῶν οὕτως συνθέτων σωμάτων οὐσίαν ἡ θεία δύναμις συντελεῖ μένουσα ἐν ἑκάστῳ αὐτῶν, ὁποία καὶ πρὸ τῆς συνθέσεως αὐτῶν.
2.3.2ἢ τῆς πρὸς ἄλληλα δύναταί τις λέγειν τῶν ἁπλῶν σωμάτων γενέσεως τὴν ἀπὸ τῶν θείων δύναμιν αἰτίαν εἶναι αὐτὴν γινομένην αὐτῶν εἶδόςτε καὶ φύσιν. ἡ γὰρ ὕλη ἣ κατὰ τὸν ἑαυτῆς λόγον ἄποιόςτε οὖσα καὶ ἀσχημάτιστος ὑπὸ τῆς ἀπὸ (τῆς) τῶν θείων σωμάτων δυνάμεως γινομένης ἄνευ τῆς ἐνεργείας σῶμα ἔστιτε καὶ γίνεται, εἰδοποιεῖταίτε καὶ σχηματίζεται, ὡς τὸ μὲν πρὸς τῷ θείῳ σώματι αὐτῆς καὶ γειτνιῶν ἐκείνῳ πλείονος τῆς θείας μεταλαμβάνον δυνάμεως εἰδοποιεῖσθαι θερμότητι καὶ ξηρότητι (ταῦτα γὰρ τὰ πρῶτα τῶν ἀπ’ἐκείνων ἐν τοῖς θνητοῖς πάθη), τὸ δὲ πλεῖον ἀφεστὸς τῶν ταύτης τῆς μεταβολῆςτε καὶ γενέσεως αἰτίων αὐτῇ θείων σωμάτων ἢ πάντῃ τοῖς εἴδεσι τούτων ἐναντίως εἰδοποιεῖσθαι, ἢ τὸ μέν τι τούτων, τὸ δέ τι τῶν τούτοις ἐναντίων εἶδόςτε καὶ πάθος λαμβάνειν κατὰ τὴν ἐκείνων ἄλλοτε ἀλλοίαν πρὸς τὰ τῇδε σχέσιν διὰ τὴν ἐπὶ τοῦ τοιούτου κίνησιν κύκλου διαφόρως εἰδοποιούμενον. τοιαύτη γὰρ ἡ τοῦ ζῳδιακοῦ διάθεσις, ἐφ’οὗ κινούμενα ἥλιόςτε καὶ σελήνη καὶ τὰ ἄλλα τὰ πλανᾶσθαι τῶν ἀστέρων λεγόμενα τῷ μέν τινι τῆς ὕλης μέρει, ᾧ μᾶλλον ἢ καὶ ἐγγυτέρω πρόσεισιν, ἑκάστῳ θερμότητόςτε καὶ ξηρότητος αἴτια γίνεται, ἐν οἷς τὸ εἶναι τῷ πυρί, τῷ δὲ θερμότητόςτε καὶ ὑγρότητος, ἥτις φύσις ἀέρος, τῷ δ’ὑγρότητόςτε καὶ ψυχρότητος, ἥ ἐστιν ὕδατος φύσις, τῷ δὲ τῆς ἔτι καταλειπομένης ἐκ τῶν ἁπλῶν τῶν πρώτων δύο ἐναντιώσεων, ἥπερ ἐστὶ ψυχρότηςτε καὶ ξηρότης, ἃ τὴν τῆς γῆς συνίστησι φύσιν. καὶ τοιαῦτα μὲν τὰ ἀπὸ τῆς θείας δυνάμεως εἴδη ἐν τῇ ὕλῃ ἁπλᾶτε καὶ πρῶτα εἴδη γενόμενα τῆς τῶν ἁπλῶν σωμάτων οὐσίαςτε καὶ φύσεως αἴτια, τὰ δ’ἐκ τῆς τούτων γινόμενα μίξεωςτε καὶ κράσεως ἅτε πλειόνων κοινωνοῦντα δυνάμεωντε καὶ διαφόρων σωμάτων σύνθετάτε ἤδη γίγνεται καὶ τελειότερα, καὶ ἡ τελειότης δὲ καὶ τὸ εἶδος αὐτοῖς διαφέρον γίγνεται κατάτε τὴν ἐν τοῖς πρώτοις εἰρημένην τῶν ἐν τῇ μίξει τῶν σωμάτων διαφοράν. ἔστι γὰρ αὐτῶν τὰ μὲν λεπτότερα καὶ ποιητικώτερα (τοιαῦτα γάρ, ὅσα ἐγγυτέρω κεῖται τῆς τῶν θείων κινήσεως), τὰ δὲ παχυμερέστερα καὶ παθητικώτερα, ὅσα πλέον ἀφέστηκε τῆς ἐκείνων φορᾶς. ὅσα μὲν γὰρ τῶν ἐν τῇ μίξειτε καὶ κράσει πλεῖον ἔχει τῶν λεπτομερῶντε καὶ καθαρωτέρων σωμάτων, τούτων τελειότερον τὸ εἶδος, ὅσα δὲ τοῦ μὲν τοιούτου σώματος ἔλαττον ἐν αὐτοῖς ἔχει, πλεῖον δὲ τοῦ παθητικοῦτε καὶ παχυμερεστέρου, τούτων καὶ τὸ εἶδος ἀτελέστερον.
2.4.1εἰ ἐφ’ἡμῖν ἐστι τοῦτο, οὗ τὸ ἀντικείμενον ἐφ’ἡμῖν, τὸ οὗ τὸ ἀντικείμενον μὴ ἐφ’ἡμῖν, ἐκεῖνο οὐκ ἐφ’ἡμῖν. τοῦ δ’ἐφ’ἡμῖν τὸ ἀντικείμενον οὐκ ἐφ’ἡμῖν, τῷ γὰρ ἐφ’ἡμῖν τὸ οὐκ ἐφ’ἡμῖν ἀντικείμενον. οὐ δὲ τὸ ἐφ’ἡμῖν. εἰ δὲ τὸ ἐφ’ἡμῖν μὴ ἐφ’ἡμῖν, οὐδέν ἐστιν ἐφ’ἡμῖν. καθ’ὃ ἐφ’ἡμῖν ἐστιν, οὗ καὶ τὸ ἀντικείμενον ἐφ’ἡμῖν, κατὰ τούτους οὐδέν ἐστιν ἐφ’ἡμῖν. ἢ ψεῦδος τὸ εἰ μὴ ἐφ’ἡμῖν τὸ εἶναι ἐφ’ἡμῖν, οὐδέν ἐστιν ἐφ’ἡμῖν. τὸ μὲν γὰρ ἐφ’ἡμῖν τι εἶναι ἐν τῇ φύσει ἡμῶν καὶ τῇ οὐσίᾳ ὂν οὐκ ἐφ’ἡμῖν ἐστι, ὥσπερ οὐ δὲ τὸ λογικοῖς εἶναι, τὰ μέντοι πράγματα οἷς χρώμεθα κατὰ τὸ ἐφ’ἡμῖν, ταῦτα ἐφ’ἡμῖν. τούτων γὰρ καὶ τὰ ἀντικείμενα ἐφ’ἡμῖν. τὸ μὲν γὰρ ἐφ’ἡμῖν τι εἶναι οὐκ ἐφ’ἡμῖν, τὸ δὲ περιπατῆσαι ἐφ’ἡμῖν, ὅτι καὶ τὸ μὴ περιπατῆσαι. καὶ γὰρ ἴδιον τὸ ἀντικείμενον τοῦ ἐφ’ἡμῖν οὐκ ἐφ’ἡμῖν διὰ τούτου, τὸ δὲ ἐφ’ἡμῖν † δῆλον †. ὡς οὖν τὰ ἀντικείμενα ἐφ’ἡμῖν, ταῦτα καὶ αὐτὰ ἐφ’ἡμῖν, ὅτι μὴ ἐφ’ἡμῖν ἐν τοῖς πρακτοῖς. οὐ πρακτὸν δὲ τὸ εἶναί τι ἐφ’ἡμῖν ἐν τοῖς βουλευτοῖς καὶ τοῖς ἐνδεχομένοις καὶ ἄλλως ἔχειν. οὐκ ὄντος δὲ ἐν τούτοις τοῦ εἶναί τι ἐφ’ἡμῖν εἰκότως ἡ μὲν δύναμις, καθ’ἥν ἐστιν ἐφ’ἡμῖν, οὐκ ἐφ’ἡμῖν, πρὸς ἃ δὲ χρώμεθα τῇ τοῦ ἐφ’ἡμῖν τι εἶναι δυνάμει, ἐφ’ἡμῖν ταῦτα, ὥσπερ καὶ ἡ μὲν χρῆσις τοῦ λόγου ἐφ’ἡμῖν, οὐκ ἐφ’ἡμῖν δὲ ἡ δύναμις τῆς χρήσεως.
2.5.1τῷ ἐφ’ἡμῖν τι εἶναι ἀντίκειται τὸ μηδὲν εἶναι ἐφ’ἡμῖν. † ἀδύνατον † τὸ οὖν τῷ ἐφ’ἡμῖν τι εἶναι ἀντικείμενον ἀδύνατον. ἀλλὰ μὴν ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ’εἱμαρμένην, εἴ γε ταῦτα καθ’εἱμαρμένην γίνεται, οἷς τὰ ἀντικείμενα ἀδύνατόν ἐστιν ἢ εἶναι ἢ γενέσθαι. τὸ οὖν ἐφ’ἡμῖν τι εἶναι καθ’εἱμαρμένην. τῷ δὲ ἐφ’ἡμῖν τι εἶναι καθ’εἱμαρμένην σώζοιτο ἂν τὸ ἐφ’ἡμῖν τι εἶναι κατὰ τοὺς ἅπαντα γίνεσθαι καθ’εἱμαρμένην λέγοντας. ἢ οὐκ ἀληθὲς τὸ ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο εἶναι καθ’εἱμαρμένην. εἰ μὲν γὰρ τα- ταὐτὸν ἦν τὸ ἐξ ἀνάγκης τῷ καθ’εἱμαρμένην, ἦν ἂν ὥσπερ τοῦ ἐξ ἀνάγκης ὁρισμὸς τὸ ᾧ τὸ ἀντικείμενον ἀδύνατον, οὕτως καὶ τοῦ καθ’εἱμαρμένην. ἐπὶ πλέον δὲ τὸ ἐξ ἀνάγκης τοῦ καθ’εἱμαρμένην · οὐ γὰρ πᾶν τὸ ἐξ ἀνάγκης καθ’εἱμαρμένην. τέσσαρα γοῦν τὰ δὶς δύο ἐξ ἀνάγκης, οὐ μὴν καθ’εἱμαρμένην, εἴ γε ἐν τοῖς γινομένοις τὸ καθ’εἱμαρμένην, ὥστ’οὐκέτ’ἂν ὁρισμὸς εἴη τοῦ καθ’εἱμαρμένην ὁ λόγος ὁ λέγων, οὗ τὸ ἀντικείμενον ἀδύνατον, ἀλλ’ὑπάρχοι μὲν ἂν καὶ τοῦτο τοῖς καθ’εἱμαρμένην, ἐπεὶ καὶ αὐτὰ ἀναγκαῖα, οὐ μὴν ὡς ἐπ’ἴσης αὐτοῖς εἶναι. εἰ δὲ μὴ ἐπ’ἴσης, οὐκ ἐπιστρέψει. οὐ δεῖται πάντως ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ’εἱμαρμένην, ἀλλὰ ἀναγκαῖον τοῦτο, οὗ γὰρ ὁρισμὸς ὁ προειρημένος λόγος. τὸ ἐφ’ἡμῖν δή ἐστιν ἀναγκαῖον μέν, ὅτι πᾶν τὸ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ἀναγκαίως αὐτῷ ὑπάρχει, οὐ μὴν καθ’εἱμαρμένην. οἷς γὰρ καθ’εἱρμὸν αἰτίων γινομένοις τὸ ἀντικείμενον ἀδύνατον, ταῦτα εἴη ἂν καθ’εἱμαρμένην.
2.6.1ἢ οὐκ ἔστιν ἐκεῖνο, ὧν ἐστιν ἔργον τι, εἴ γε ἔργον μὲν τὴν ἐνέργειαν λέγει τὴν ὡς τέλος, τῷ δὲ οὐδὲν τέλος ἐστίν. ἡ γὰρ οὐσία αὐτοῦ ἐνέργειά ἐστιν, ἀλλ’οὐκ ὄν τι ἄλλο, ἔπειτα ἐνέργεια. δῆλον δὲ τοῦτο δι’ὃ ἐπήνεγκεν ὅ ἐστιν, “ἐπεὶ δὲ ὁ οὐρανὸς τοιοῦτος. σῶμα ἄρα θεῖον”, ἐκεῖνο γὰρ οὐ τοιοῦτον.
2.7.1ὕλη εἰ παρὰ μὲν τῆς στερήσεως ἔχει τὸ ἄποιος εἶναι καὶ ἀσχημάτιστος, παρὰ δὲ τοῦ εἴδους τὸ πεποιῶσθαι καὶ ἐσχηματίσθαι, τῷ αὑτῆς λόγῳ τί ἔσται; ἢ τούτων τῶν ἀποφάσεων ἐν τῇ τῆς ὕλης φύσει · κατὰ γὰρ τὸν αὐτῆς λόγον οὔτε ἄποιος οὔτε ποιά, ὡς ὁ ἄνθρωπος κατὰ τὸν αὐτοῦ λόγον οὔτε ἄμουσος οὔτε μουσικός. ὁπότερον γάρ, εἰ εἶχεν ἐν τῷ ἰδίῳ λόγῳ, οὐκ ἂν ἦν ἐν τῷ ἑτέρῳ γενόμενον. οὕτως οὖν καὶ τῇ ὕλῃ, εἴη ἂν τὸ ὕλῃ εἶναι οὐκ ἐν τῷ ποιῷ εἶναι, ἀλλ’ἐν τῷ ἐπιτηδειότητα ἔχειν καὶ δύναμιν, καθ’ἣν ἐστι δεκτικὴ ποιοτήτων. τὸ δ’ἄποιον αὐτῇ συμβέβηκεν οὐκ ὂν αὐτῆς συμπληρωτικὸν τῆς οὐσίας, ὡς καὶ παντὶ τῷ δεκτικῷ τινὸς τὸ μὴ εἶναι τοῦτο οὗ ἐστι δεκτικόν. οὖσα δ’ἐν τῷ μεθορίῳ τούτῳ εἴη ἂν καὶ ἄφθαρτος. ᾧ γὰρ ἐν τῷ δύνασθαί τινα δέχεσθαι παρὰ μέρος τὸ εἶναι, τοῦτο οὔτ’ἐν τῷ μὴ εἶναι ἔν τινι αὐτῶν οὔτ’ἐν τῷ εἶναι ἐξίσταται τῆς οἰκείας οὐσίας. οὐ γὰρ ἀπόλλυσι τὸ δύνασθαι ἐν ᾧ ἂν ᾖ που τῶν ὧν ἐδύνατο · οὐ γὰρ ὁποῖον τοῦτο ἐδύνατο. ἢ εἰ ἀπόφασίς τις ἐστιν ἐπὶ τῆς ὕλης, ὅτι ἡ ὕλη οὐκ ἔστι ποιὰ τῇ αὑτῆς φύσει, τὸ δ’οὐ ποιὸν ἄποιόν ἐστι, εἴη ἂν ἡ ὕλη τῇ αὐτῆς φύσει ἄποιος. ἢ οὐκ ἔστι τα- ταὐτὸν εἰπεῖν ἐπ’αὐτῆς “οὐκ ἔστι ποιὰ τῇ αὑτῆς φύσει” καὶ “ἔστιν οὐ ποιὰ τῇ αὑτῆς φύσει” τὸ μὲν γὰρ “ἔστιν οὐ ποιὰ τῇ αὑτῆς φύσει” κατάφασις οὖσα ἡ ἐκ μεταθέσεως λεγομένη, ἣ ἴσον δύναται τῇ στερήσει, τὸ δ’“οὐκ ἔστι τῇ αὑτῆς φύσει ποιά” ἀπόφασις, ἥτις οὐκέτι ἴσον τῇ στερήσει δύναται, ὅ ἐστιν ἐπὶ τῆς ὕλης ἀληθές. ἡ γὰρ ἐπιτηδειότης ἡ πρός τι μεταξὺ ἐκείνουτε καὶ τῆς στερήσεως αὐτοῦ, εἰ καὶ ὅτι μάλιστα τῷ ἐν ᾧ ἐστιν ἡ ἐπιτηδειότης ἀδύνατον εἶναι χωρὶς τα- θατέρου. οὐ γὰρ τα- ταὐτὸν εἴη ἐπιτηδειότης τῇ στερήσει · ἡ μὲν γὰρ ὑπομένει, ὡς προείρηται, ἡ δὲ στέρησις φθείρεται. διὸ τὸ μὲν μὴ εἶναι ποιὰν ἐν τῇ φύσει αὐτῆς, οὐκέτι δὲ καὶ τὸ ἄποιον. Ἀριστοτέλης ἐν πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν περὶ τῶν προειρημένων οὕτω λέγει · διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἢ ἀνασκευάζειν τὸ ὑπολαμβάνειν ἢ τα- ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο, οἷον τὸ μὴ εἶναι λευκὸν τῷ εἶναι μὴ λευκόν. οὐ γὰρ τα- ταὐτὸν σημαίνει, οὐ δ’ἔστιν ἀπόφασις τοῦ εἶναι λευκὸν τὸ εἶναι μὴ λευκόν, ἀλλὰ τὸ μὴ εἶναι λευκόν “. ἔστι δὲ λέγειν, ὅτι εἰ καὶ ὅτι μάλιστα ἀληθὲς ἐπὶ τῆς ὕλης τὸ τῇ αὑτῆς φύσει ἄποιον αὐτὴν εἶναι, ἀλλ’οὐκ ἐν τῇ αὐτῇ οὐσίᾳ αὐτῆς τοῦτο, ἀλλὰ συμβέβηκεν αὐτῇ, ὥσπερ ποτὲ καὶ τὸ ποιότητα ἔχειν, ὡς καὶ τῷ ἀνθρώπῳ καὶ τὸ ἄμουσον καὶ μουσικόν, καὶ ὁ κηρὸς δὲ ἀσχημάτιστος ὢν τῇ αὑτοῦ φύσει σχηματιζόμενος οὐ φθείρεται, ὅτι μένει τούτῳ τὸ κηρῷ εἶναι.
2.8.1εἰ τὸ δυνάμει ζωὴν ἔχον σημαίνει τὸ δυνάμενον ζῆν, τὸ δὲ δυνάμενον ζῆν ἐστι τὸ δυνάμενον ψυχὴν ἔχειν, πῶς οὐκ αὐτὸ δι’αὑτοῦ ὡρίσατο ὁ τὴν ψυχὴν ὁρισάμενος ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος; ἢ οὐ κέχρηται ἐν τῷ τῆς ψυχῆς ὁρισμῷ τῷ δυνάμει ζωὴν ἔχοντι, ἀλλὰ πρότερον λαβὼν τὸ δυνάμει ζωὴν ἔχοντος”, ὕστερον ὅτε λοιπὸν τὸν ὅλον λόγον ἀποδίδωσι, μετέλαβε τὸ ὀργανικὸν εἰς τὴν εὕρεσιν καὶ λῆψιν τοῦ ὀργανικοῦ χρησάμενος τῷ δυνάμει ζωὴν ἔχοντι · τὸ δ’ὀργανικόν ἐστιν ὃ ἔχει μόρια διαφερούσαις ἐνεργείαις ὑπηρετεῖσθαι δυνάμενα, ᾧ ἴσον ἔλαβεν καὶ τὸ δυνάμει ζωὴν ἔχον. ἔτι εἰπών ἐντελέχειαν τὴν ψυχὴν τοῦ σώματος δυναμένου ζωὴν ἔχειν οὐ δι’αὐτοῦ τὴν ἀπόδοσιν πεποίηται. τὴν γὰρ τοῦ σώματος φύσιν, ἐν ᾧ ἡ ψυχή, ὁποία ἐστίν, ἐδήλωσεν. οὐκ ἄρα τὴν ψυχὴν ἐδήλωσεν, οὐ δὲ τὴν ψυχὴν ὡρίσατο δι’αὑτῆς. ἔτι οὐκ ἔστι τα- ταὐτὸν ψυχὴ καὶ ζωή, ἀλλὰ τὸ μὲν ἐνεργὲς ἡ ζωή, ὅτι “ἡ δι’αὐτοῦ τροφήτε καὶ αὔξησις”, τὸ δὲ δυνάμει ζωὴν ἔχον λέγοιτ’ἂν τὸ ὀργανικὸν ἔχον δι’αὑτοῦ τὸ δύνασθαι τρέφεσθαίτε καὶ αὔξεσθαι, ὃ οὐκ ἔστιν ἴσον τῷ τὴν ψυχὴν ἔχειν.
2.9.1ἢ τὸ μὲν ἐντελέχεια ἴσον ἐστὶ τῷ εἶδος, τὸ δὲ εἶδος οὐ πρός τι, εἰ καὶ ὅτι μάλιστά τινός ἐστιν. οὐ γὰρ εἴ τί τινός ἐστιν, εὐθύς ἐστι τοῦτο καὶ πρός τι. καὶ γὰρ ἡ ἐπιφάνειά τινος οὖσα οὐ πρός τί ἐστιν. ἀλλὰ καὶ τὰ μέρη τῶν δευτέρων οὐσιῶν τινὸς μέν ἐστιν, οὐ μήν ἐστι καὶ πρός τι. πρός τι γάρ ἐστιν οἷς τὸ εἶναι τα- ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, ἡ δὲ ψυχὴ σώματος μέν ἐστι τοιοῦδε ἐντελέχεια, οὐ μὴν τὸ εἶναι αὐτῇ ἐν τῷ πρός τί πως ἔχειν ἐστίν. οὖσα γάρ τι τοῦ σώματός ἐστιν, ὡς καὶ ἡ κεφαλὴ οὖσά τί ἐστιν κεφαλωτοῦ κεφαλή. τὸ μὲν γὰρ ὅμοιον καθὸ ὅμοιον, καὶ τὸ ἴσον καθὸ ἴσον ἐν τῇ πρὸς ἃ λέγεται σχέσει τὸ εἶναι ἔχει, καὶ οὐδὲν ἄλλο παρὰ τὴν πρὸς ὃ λέγεται σχέσιν δηλοῖ, ἡ δὲ ψυχὴ καὶ ἡ κεφαλὴ οἰκείαν τινὰ φύσιν καὶ οὐσίαν σημαίνουσιν, ᾗ συμβέβηκεν ἄλλου εἶναι, οὐκ εἴ τι δὲ ἄλλου ἐστίν, ἤδη καὶ πρός τί ἐστιν.
2.10.1ψυχή ἐστι καθ’ὃ τὸ ζῷον ζῷόν ἐστι. καθ’ὃ γὰρ διαφέρει ἐνυπάρχον αὐτῷ τὸ ζῷον τοῦ μὴ ζῴου, κατὰ τοῦτο ζῷον · κατὰ δὲ τὴν ψυχὴν ἐνυπάρχουσαν αὐτῷ διαφέρει τὸ ζῷον τοῦ μὴ ζῴου, κατὰ τὴν ψυχὴν τὸ ζῷον ζῷόν ἐστι. καθ’ὃ δὲ τὸ ζῷον ζῷόν ἐστιν, εἶδος τοῦτο αὐτοῦ. πᾶν γὰρ καθ’ὃ λέγεταίτε καί ἐστιν τόδε τι, εἶδος τοῦτο · καὶ γὰρ τῶν κατὰ τέχνην γινομένων ἕκαστον καὶ τῶν κατὰ φύσιν κατὰ τὸ εἶδός ἐστιν τοῦτο ὅ ἐστι. καὶ τὸ ζῷον δὴ ζῷόν ἐστι κατὰ τὸ εἶδος, ἦν δὲ κατὰ τὴν ψυχὴν ζῷον, εἶδος οὖν ἡ ψυχή. ἀλλὰ μὴν τό τινος εἶδος ἔνυλον εἶδός ἐστιν, ἡ ψυχὴ δέ τινος εἶδός ἐστιν, τοῦ γὰρ ζῴου. ἡ ψυχὴ οὖν ἔνυλον ὂν εἶδος ἀδύνατον αὐτὸ καθ’αὑτὸ εἶναι. ὃ γὰρ ὕλης δεῖται πρὸς τὸ εἶναι ταύτης τι ὄν, ἀδύνατον τοῦτο χωρισθὲν αὐτῆς αὐτὸ καθ’αὑτὸ εἶναι. ἡ δὲ ψυχὴ ἔνυλον εἶδός ἐστιν · ψυχὴν οὖν ἀδύνατον αὐτὴν καθ’αὑτὴν εἶναί ποτε. ὃ δ’ἀδύνατόν ἐστι τὸ καθ’αὑτὸ κινεῖσθαι τὴν ψυχὴν † ἀδύνατόν † ἐστι καθ’αὑτὴν εἶναι · τὴν ψυχὴν ἄρα ἀδύνατόν ἐστι καθ’αὑτὴν κινεῖσθαι. ὃ δὲ μὴ καθ’αὑτὸ κινητόν, οὐχ οἷόντε εἶναι αὐτοκίνητον. ἡ δὲ ψυχὴ καθ’αὑτὴν οὐ κινεῖται, ἡ ψυχὴ ἄρα οὐκ ἔστιν αὐτοκίνητος.
2.11.1διὰ τί τὸ γινόμενον ἐκ τῆς στερήσεως μεταβάλλον ἅμα καὶ ἐκ τοῦ ἐναντίου αὐτοῦ μεταβάλλει, εἴ γε μὴ τα- ταὐτόν ἐστιν ἡ στέρησις καὶ τὸ ἐναντίον; τὸ μὲν γὰρ ἐναντίον εἶδός τι, ἡ δὲ στέρησις ἀπουσία τούτου οὗ κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ὑποκείμενόν ἐστι ἐπιδεκτικόν. ἆρ’οὖν τὸ τούτου αἴτιον ἡ ὕλη, ἣ τῶν οὐσιῶν τῶν ἐν γενέσειτε καὶ φθορᾷ κοινὴ πασῶν αὐτῶν οὖσα καὶ ὑποκειμένη αὐτοῖς, δυνάμει πάντα ἐστὶ τῷ εἰς ἕκαστον αὐτῶν μεταβάλλειν δύνασθαι (διὰ τοῦτο γὰρ λέγεται δυνάμει πάντα εἶναι), οὐδὲν μέντοι τούτων τῶν ἐξ αὐτῆς γινομένων καὶ εἰς ἃ μεταβάλλει ἐν τῷ οἰκείῳ λόγῳ καὶ ἐν τῇ οἰκείᾳ οὐσίᾳ ἔχει, ἀλλ’ἔστιν ἁπάντων αὐτῶν χωριστὴ τῷ λόγῳ, τῇ μέντοι ὑποστάσειτε καὶ ὑπάρξει ἀχώριστός ἐστιν αὐτῶν τῷ ἀεί τι αὐτῶν ἔχειν ἐνεργείᾳ, καὶ μετὰ τοῦ σὺν τούτων τινὶ εἶναι ἐνεργείᾳτε καὶ ἐν ὑποστάσει εἶναι καὶ ἐν ὑπάρξει; οὔτε γὰρ τῶν εἰδῶν τι ὧν ὕλη δεκτικὴ ἄνευ τῆς ὕλης οἷόντε εἶναι ἐν ὑπάρξει, οὔτε τὴν ὕλην ἄνευ τινὸς εἴδους, ἀλλ’ἔστιν ἀχώριστα ἀλλήλων πρὸς ὕπαρξιν. οὖσα οὖν ἀεὶ μετά τινος εἴδους, ὧν ἐστι δεκτικὴ τῶν εἰδῶν, ἐν οἷς οὐκ ἔστι, τότε ἐστερῆσθαι λέγεται τῷ δύναμιν ἔχουσα τῆς εἰς αὐτὰ μεταβολῆς μὴ εἶναι ἐν αὐτοῖς. διὸ καὶ ὅταν εἴς τι μεταβάλλῃ, ἐκ τῆς οἰκείας ἐκείνου εἰς ὃ μεταβάλλει στερήσεως μεταβάλλειν λέγεται τῷ κατὰ μὲν τὴν πρὸς τοῦτο δύναμιν γενέσθαι τὴν εἰς τοῦτο μεταβολὴν αὐτῇ. ἦν δὲ ἡ πρὸς τοῦτο δύναμις αὐτῇ κατὰ τὴν τούτου στέρησιν. οὔτε γὰρ εἰ παρῆν αὐτῇ, ἐστέρητο ἂν αὐτοῦ, οὔτε εἰ μή, ἦν ἐπιτηδειότητα ἔχουσα τὴν πρὸς αὐτό. τῷ οὖν μὴ κατ’ἄλλην τινὰ δύναμιν ἢ τὴν κατὰ τοῦτο τὴν εἰς τοῦτο αὐτῇ γίνεσθαι μεταβολήν, τούτῳ ἕκαστον τῶν γινομένων ἐκ τῆς οἰκείας στερήσεως λέγεται γίνεσθαι κατὰ τὴν μεταβολὴν τοῦ ὑποκειμένου τῆς τούτου στερήσεως. διὸ καὶ κατὰ συμβεβηκὸς ἡ στέρησις ἑκάστου τῶν γινομένων ὡς στοιχεῖον ἀρχὴ τῷ τὴν μεταβάλλουσαν εἰς αὐτὸ ὕλην καὶ στοιχεῖον αὐτοῦ γινομένην κυρίως διὰ τὸ προϋπάρχειν ἐν αὐτῇ τὴν στέρησιν αὐτοῦ, τούτῳ κατὰ τοῦτο εἰς αὐτὸ μεταβάλλειν. διὰ τοῦτο † ἐξ † οὗ γίνεται τὸ θερμὸν θερμοῦ ἀλλ’ὅτι οὐκ ἐκ γλυκέως, ὅτι τὸ “οὐκ ἐκ θερμοῦ” δηλωτικόν ἐστι τοῦ “ἐκ τοῦ ἐν στερήσει θερμοῦ ὄντος” καὶ κατὰ τὴν στέρησιν ταύτην μεταβάλλοντος. οὐ γὰρ κατὰ τὴν πρὸς γλυκύτητα δύναμιν ἡ εἰς τὸ θερμὸν μεταβολή, οὐ δὲ κατὰ τὴν ταύτης στέρησιν. καὶ διὰ τοῦτο μὲν ἐκ στερήσεως, τῷ δὲ τὴν ὕλην εἰδοποιεῖσθαι τοῖς ἐναντίοις καὶ τούτων εἶναι παρὰ μέρος δεκτικήν. τῶν γοῦν πρώτων ἐξ αὐτῆς γινομένων σωμάτων εἴδη δύο, αἱ πρῶται τῶν αἰτίων ἐναντιώσεων, θερμότητος καὶ ψυχρότητος, καὶ ξηρότητος καὶ ὑγρότητος. καὶ τούτοις ὁρίζεται τὰ ἁπλᾶ σώματα. ἐπεὶ τοίνυν τούτων δεκτικὴ καὶ εἴ ἐστι μετά τινος τούτων ἤ τινων, ἀναγκαῖόν ἐστιν αὐτήν, ὅταν μὴ ἔχῃ τι τούτων ἀλλ’ἐν στερήσει ᾖ αὐτῶν, ἐν τοῖς ἐναντίοις αὐτῶν γένεσιν οὖσιν ἔσται ἐξ ἀνάγκης ἐν τῇ τούτων στερήσει. καθὸ γάρ ἐστιν ἐν τῷ ἐναντίῳ τοῦ θερμοῦ, ἔστιν ἐν στερήσει αὐτοῦ, καὶ ἕως ἂν ἐν ἐκείνῳ ᾖ, μένει καὶ ἐν στερήσει. τῷ οὖν τῇ τοῦ ἐναντίου παρουσίᾳ τὴν τοῦ ἐναντίου στέρησιν συνεζεῦχθαι καὶ ἀναγκαίως καὶ ὅταν ἐκ τῆς στερήσεως αὐτοῦ εἰς τὴν ἕξιν μεταβάλλῃ, κατ’ἐκεῖνο ὃ παρὸν αἴτιον ἦν τῷ ὑποκειμένῳ τοῦ εἶναι, ἐν τῇ τούτου γίνεται στερήσει.
2.12.1οὐ γὰρ τὰ συστελλόμενα καὶ εἰς ἑαυτὰ ἀναχωροῦντα συστέλλεται σώματος χωροῦντος διὰ σώματος. συστέλλεται γὰρ τοῦτο ὃ ἐνεργείᾳ ἔτι ὂν μένον ἐπὶ τῆς αὐτῆς οὐσίας εἰς ἐλάττονα ὄγκον συνάγεται ἢ ὑπό τινος ἢ ὑφ’ἑαυτοῦ. πάντα δὲ τὰ τοῦτο πάσχοντα ἀποκρίσει τινὸς τοῦτο ποιεῖ (ἢ γὰρ τοῦ πνεύματος χωριζομένου τὸ λοιπὸν σῶμα εἰς τὴν τέως ὑπ’ἐκείνου χώραν κατεχομένην συνέρχεται, ἢ τοῦ ὑγροῦ τοῦ ἐν αὐτοῖς παρεσπαρμένου), ἡ δὲ ὕλη οὐ δὲ τὴν ἀρχὴν συστέλλεται τῷ μη δ’ἐνεργείᾳ ὑφεστάναι. γίνεται δὲ τὰ ὑπ’αὐτῆς σώματα ποτὲ μὲν ἐπὶ μείζονος ὄγκου, ποτὲ δ’ἐπ’ἐλάττονος τῷ τῶν σωμάτων τὰ μὲν εἶναι παχύτεράτε καὶ στερεώτερα, τὰ δὲ λεπτότεράτε καὶ ὑγρότερα, ὧν τὰ μὲν παχύτεράτε καὶ στερεώτερα εἰς τὸν ἴσον ὄγκον πλείονος ὄγκου δεῖται, τὰ δὲ ὑγρότεράτε καὶ λεπτότερα ἐλάττονος. διὸ ποτὲ μὲν ἐπὶ τῆς αὐτῆς ὕλης ἐστὶν σῶμα πλείονα κατέχον τόπον, ποτὲ δὲ ἐλάττονα τῷ τὴν αὐτὴν ὕλην τῶν ἑκατέρου τῶν σωμάτων ποιητικῶν ποιοτήτων εἶναι δεκτικήν. εἰ μὲν οὖν ἐν τῇ τῶν σωμάτων χωρήσει δι’ἀλλήλων ἐγίνετο φθορά τις ἢ μεταβολὴ εἰς παχυμερέστερα σώματα, ἴσως ἂν ἐδύνατο ὃν τέως τὸ ἕτερον κατεῖχεν τόπον, τοῦτον ὕστερον κατέχειν τὸ ἐκ τῆς ἀμφοτέρων μίξεως γινόμενον, εἰ δὲ τὰ αὐτὰ μένει (ἑκάτερον γὰρ αὐτῶν δοκεῖ σώζειν τὴν ἑαυτοῦ φύσιν), πῶς ἂν † ἔτι † γίγνοιτο τοῦτο γίνεσθαι; ἔτι ἔνια μιγνύμενα, οὐ μόνον οὐ παχύτερον ἀλλὰ καὶ λεπτότερον αὐτὸ ἢ πρόσθεν ἦν ποιεῖ, ὥστε ἔδει αὐτὸ ἐπὶ μείζονος γιγνόμενον ὄγκου καὶ τόπον κατέχειν πλείονα.
2.13.1ἐν πάσῃ μεταβολῇ ἐστι τὸ ὑποκείμενον, οὗ τὸ μεταβάλλειν κατηγορεῖται (ἔντε γὰρ τῇ φορᾷ τὸ φερόμενον ὑπόκειται καὶ ἐκεῖνο τὸ μεταβάλλον, ἔντε τῇ αὐξήσειτε καὶ μειώσει τὸ αὐξόμενόντε καὶ μειούμενον, καὶ ἐν τῇ κατ’ἀλλοίωσιν τὸ ἀλλοιούμενον), ἀλλὰ καὶ ἐν τῇ κατὰ γένεσιν καὶ φθορὰν μεταβολῇ ἐξ ὑποκειμένου τινὸς ἡ μεταβολή (οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις καὶ εἰς τὸ μὴ ὂν ἡ φθορά), καὶ ἔστιν ἐν ταύτῃ τῇ μεταβολῇ τὸ ὑποκείμενον ᾗ ὑποκείμενον. καὶ ἐπὶ τῆς τῶν ἁπλῶν δὴ σωμάτων γενέσεώςτε καὶ φθορᾶς ὑποκεῖσθαί τι δεῖ καὶ τοῦτο εἶναι ὕλην αὐτῶν. ἐξ οὗ γὰρ πρώτου ἐνυπάρχοντός τινα γίνεται καὶ εἰς ὃ ἔσχατον διαλύεται, τοῦτο ὕλη αὐτῶν ἐκείνων. καὶ τὰ ἁπλᾶ δὴ σώματα ἐξ οὗ πρώτου ὑποκειμένου γίνεται, καὶ εἰς ὃ ἔσχατον διαλύεται, τοῦτο ὕλη αὐτῶν. ἀλλὰ μὴν εἰ τοῖς ἁπλοῖς σώμασιν ὑποκείμενον τὰ τρίγωνα (ἐκ τούτων γὰρ πρώτων ἡ γένεσις αὐτῶν κατ’αὐτούς, καὶ εἰς ταῦτα ἔσχατα ἡ ἀνάλυσις), τὰ τρίγωνα ὕλη τῶν ἁπλῶν σωμάτων, εἶδος δὲ ἡ ποιὰ καὶ ποσὴ τούτων σύνθεσις. εἰ δὲ τοῦτο, τὰ σώματά ἐστιν, ἀλλ’οὐ τὰ εἴδη τῶν σωμάτων τὰ γινόμενα ἐκ τῶν τριγώνων κατ’αὐτούς. εἰ γὰρ εἴη τις αὐτοῖς καὶ ἄλλη ὕλη ὑποκειμένη, εἴη δὲ καὶ τὰ τρίγωνα, δύο ἂν ὕλας ἔχοι, οὐδετέρας εἰς οὐδετέραν ἀναφέρεσθαι δυναμένης. εἰ δὲ λέγοιεν τὴν ὕλην κατὰ ταῦτα. […] καὶ γίνεσθαι κατὰ μὲν τάδε τὰ τρίγωνα καὶ ὧδε σχηματισθεῖσαν πῦρ, κατὰ δὲ τάδε γῆν, τί δήποτε ἡ γῆ ἀμετάβλητος αὐτοῖς εἰς τὰ ἄλλα γενήσεται, ὁμοίως τῆς ὑποκειμένης ὕλης τῇ γῇ δυναμένης καὶ κατὰ τὸ τοῦ πυρὸς καὶ κατὰ τὰ τῶν ἄλλων σωμάτων εἰδοποιὰ σχηματίζεσθαι τρίγωνα; οὐ δὲ γὰρ οὐ δ’ἐπὶ τῶν τριγώνων αὐτὰ ἦν τὰ τρίγωνα μεταβάλλοντα, ἀλλ’ἡ ὑποκειμένη ὕλη ἐσχηματίζετο κατὰ ταῦτα […] εἰς ἄλληλα, μενούσης τῆς ὑποκειμένης ὕλης, ὁμοίως ἂν εἰς ἄλληλα πάντα μεταβάλλῃ, † οὐ † φησὶ δ’αὐτὰ ὁμοίως εἰς ἄλληλα μεταβάλλειν δῆλός ἐστιν ὕλην αὐτοῖς ὑποτιθεὶς τὰ τρίγωνα, ἐπεὶ μὴ ὁμοίως οἷάτ’ἐστὶ συντίθεσθαίτε καὶ σχηματίζεσθαι, οὐ δ’εἰς ἄλληλα ἔτι μεταβάλλειν αὐτά φησιν. εἴ τι παρὰ τῆς ὕλης ἔχουσιν · εἰ γὰρ καὶ τὴν βαρύτητα παρὰ τῶν τριγώνων · τὸ γὰρ ἐκ πλειόνων τῶν αὐτῶν συγκείμενον βαρύτερον λέγειν οὐκέτ’ἄν, εἰ γίγνοιτο ἐκ τῆς ἐκείνων συνθέσεως τὸ μαθηματικὸν σῶμα · εἰ δὲ μή, παρὰ τῶν τριγώνων αὐτοῖς τὸ φυσικοῖς εἶναι σώμασιν.
2.14.1ἢ τὰ κοινὰ οὐχ ἁπλῶς νοήματα, ἀλλὰ ἀπό τινων καὶ περί τινων, ταῦτα δ’ἐστὶ τὰ καθ’ἕκαστα. γίνεται δὲ ἀπὸ τούτων τῶν οὐκ ὄντων κοινῶν τῷ ἀφαιρεῖσθαι αὐτῶν τῇ ἐπινοίᾳ, ταῦτα δὲ καθ’αὑτὰ διαφέροντα ἀλλήλων καθ’ἕκαστά ἐστιν, ὧν ἀφαιρεθέντων τὸ καταλειπόμενον νόημα. ἢ ἐν ἅπασι τὸ κοινόν ἐστιν, ὃ τῷ μὴ οὕτως ὑφεστάναι, ὡς νοεῖται, δοκεῖ τὴν ὑπόστασιν ἔχειν ἐφ’ὧν λέγεται, καὶ ἔστιν ὁρισμὸς τοῦ τοιούτου καὶ τοῦτον τὸν τρόπον νοουμένου καὶ διὰ τοῦ νοήματος εἶναι δοκοῦντος, οὐ τοῦ νοήματος, ἀλλὰ τοῦ οὕτω νοουμένου. μηνυτικὸς γὰρ ὁ ὁρισμὸς τοῦ ἀπὸ τοῦ πράγματος τοῦ ὁριζομένου νοήματος γεγονότος. σημεῖα γὰρ τὰ μὲν νοήματα τῶν πραγμάτων, οἱ δὲ λόγοι τῶν ἀπ’ἐκείνων νοημάτων, ὥστε καὶ ὁ τοῦ σώματος ὁρισμὸς εἴη ἂν τοῦ νοήματος μηνυτικός, ὃ λέγομεν ἀπὸ τοῦ σώματος κατὰ ἀφαίρεσιν τῶν ὑπαρχόντων τοῖς καθ’ἕκαστα σώμασιν, ὧν ἀφαιρεθέντων τὸ καταλειπόμενον κοινὸν καὶ τα- ταὐτόν ἐστιν ἐν ἅπασι τοῖς σώμασιν. ὢν δὲ τῆς τοῦ σώματος φύσεώςτε καὶ οὐσίας μηνυτικὸς οὐκ ἂν εἴη ἀσωμάτου, οὐ δ’ἐπεὶ ἀσώματος οὗτος, καὶ τὸ νόημα τὸ ἀπὸ τοῦ σώματος διὰ τοῦτο ἄτοπόν τι λέγεται. ὁ μὲν γὰρ ὁρισμὸς λόγος, οὐ λόγος δὲ τὸ σῶμα. καὶ ἐν πᾶσι δὴ οὐ τοῦ σημαινομένου τὸ σημαινόμενον, ἐπεὶ αὐτὸ τοῦτο τίς ἀξιώσει καὶ τὸν τοῦ λευκοῦ λόγον λευκὸν εἶναι καὶ τὸν τοῦ βαρέος βαρύν; ὅτι μὲν γὰρ οὐ τοῦ νοήματος ὁ ὁρισμός, ὁ μὲν λέγει “τὸ τριχῆ διεστὸς ἁπτόν”, οὐ τοιοῦτο δὲ τὸ νόημα · καὶ ὁ μὲν “ζῷον λογικὸν θνητόν”, οὐδὲν δὲ τούτων ἐν τῷ νοήματι.
2.15.1ὅταν λέγωμεν τὴν αὐτὴν δύναμιν εἶναι τῶν ἐναντίων, οὐ τοῦτο λέγομεν, ὅτι τῇ αὐτῇ δυνάμει καὶ περιπατεῖ τις καὶ ἠρεμεῖ, καὶ λέγει καὶ σιγᾷ. οὐ γὰρ καθ’ἣν δύναμιν κινεῖται, κατὰ ταύτην καὶ ἠρεμεῖ (οὕτω γὰρ ἂν γίνοιτο καὶ τὸ κινεῖσθαι τα- ταὐτὸν τῷ ἠρεμεῖν. εἴ γε ὧν ἡ δύναμις ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή), ἀλλ’ἔστι τὸ λεγόμενον ἴσον τῷ ὃ τὸ ἐναντίον τινὶ δύναται, τοῦτο καὶ τὸ ἐναντίον ἐκείνῳ δύναται. ὃ γὰρ πρὸς τα- θάτερον τῶν ἐναντίων ἐπιτηδειότητα ἔχει, ἐξ ἀνάγκης καὶ πρὸς τα- θάτερον · συνεισάγει γὰρ ἡ τα- θατέρου δύναμις τὴν τα- θατέρου. ἡ αὐτὴ οὖν ἀντὶ τοῦ ἴση. τῷ γὰρ τὸ δύναμίν τινος ἔχον μηδέπω μὲν εἶναι ἐν ἐκείνῳ, δύνασθαι δὲ μεταβάλλειν εἰς αὐτὸ τὸ μεταβάλλον εἴς τι ἐξ ἐναντίου τινὸς αὐτῷ μεταβάλλει. καὶ γὰρ τὸ μεταξὺ ἐναντίον ἀεὶ τῷ τὸ εἰς τὸ ἐναντίον τινὶ μεταβάλλειν μέλλον ἐν τῷ ἐναντίῳ αὐτοῦ εἶναι · ἐκ τούτου γὰρ ἡ μεταβολή. τὸ δ’ὂν ἔν τινι καὶ ἀποβάλλον αὐτό, ὡς δέχεσθαι αὐτοῦ τὸ ἐναντίον, ἀμφοτέρων δύναμιν ἔχει τῷ ἑκάτερον αὐτῶν παρὰ μέρος κατέχειν καὶ ἀποβάλλειν δύνασθαι. τῷ οὖν συνεισάγειν τὴν τοῦ ἑτέρου δύναμιν καὶ τὴν τα- θατέρου, τούτῳ ἡ αὐτὴ δύναμις τῶν ἐναντίων λέγεται. τὸ δὲ πῦρ οὐκέτι τοῦ ψυχροῦ δύναμιν ἔχει θερμὸν ὄν, ὅτι μη δὲ θερμὸν οἷόντε δυνάμει εἶναί τότε πῦρ ὂν † ἀλλὰ † ἡ ἐνεργείᾳ τοιοῦτον. καὶ καθόλου ἀληθὲς τὸ οὗ τις δύναμιν ἔχει, τούτου δύνασθαι καὶ τὸ ἀντικείμενον. ἢ γὰρ ἐξ ἀνάγκης ἐν αὐτῷ ἔσται καὶ οὐ δυνήσεται ἔτι αὐτό, εἰ δύναται τοῦτο, δυνήσεται αὐτὸ τότε μὴ ἔχειν αὐτὸ δύναμιν ἕξει. εἰ δὲ τὸ μὴ ἔχειν ἀντίκειται τῷ ἔχειν, τὸ δύναμιν ἔχον τινὸς καὶ τοῦ ἀντικειμένου αὐτῷ δύναμιν ἔχει. οὐκ ἀνάγκη δὲ τῶν ἐναντίων καὶ τὰς δυνάμεις ἐναντίας λέγειν. τὰ μὲν γὰρ ἐναντία ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, αἱ δὲ τῶν ἐναντίων δυνάμεις ἅμα εἰσὶν ἐν τῷ δυναμένῳ αὐτά, ὅταν ἐν μηδετέρῳ πως αὐτῶν ᾖ ἐνεργείᾳ. ὅτε γὰρ κηρὸς δύναται καὶ τρίγωνος γενέσθαι, τότε δύναται καὶ περιφερής. πρὸ τοῦ γοῦν ἐν μηδετέρῳ τούτων εἶναι τῶν σχημάτων οὐδὲν μᾶλλον εἰς τὸ ἕτερον αὐτῶν μεταβάλλειν δύναται · ἔχον μέντοι ἀμφοτέρων ἅμα τὰς δυνάμεις οὐχ οὕτως ἔχει ὡς καὶ ἀμφότερα ἅμα δέξασθαι δυνάμενον. οὐδὲν γὰρ ἅμα τῶν ἐναντίων ἐστὶ δεκτικόν, καίτοι ἅμα αὐτῶν τὰς δυνάμεις ἔχον. εἰ γὰρ μὴ ἔχοι ἡ ὕλη ἅμα πρὸς τὰ ἐναντία ἐπιτηδειότητα, ἀλλὰ νῦν μὲν αὐτῶν τόδε δύναιτο, νῦν δὲ τόδε, οὐκ ἂν εἴη ἔτι κατὰ τὸν αὑτῆς λόγον ἄποιος […] παρουσίᾳ τινος καὶ διαφορᾷ νῦν δὲ τὸ μὲν τῶν ἐναντίων, νῦν δὲ τὸ ἕτερον δυνήσεται. διὸ τὰς μὲν τῶν ἐναντίων δυνάμεις οὐ ῥητέον ἐναντίας, εἴ γε αὗται μὲν συνυπάρχουσιν, οὐχ οἷόντε δὲ συνυπάρχειν τὰ ἐναντία, τὰς δ’ἐπ’αὐτῶν εἰς τὴν ἐνέργειαν προόδους ἐναντίας ἐροῦμεν δὴ καὶ αὐτάς.
2.16.1εἰ τῶν στοχαστικῶν τεχνῶν τέλος εἶναί τις λέγοι τὸ πάντα τὰ παρ’αὐτὰς ποιεῖν πρὸς τὸ τοῦ προκειμένου τυγχάνειν, πῶς οὐχ ὁμοίως καὶ αὗται τοῦ οἰκείου τεύξονται τέλους ταῖς οὐ στοχαστικαῖς τῶν τεχνῶν; δοκοῦσι δὲ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων αἱ στοχαστικαὶ τῷ μὴ ὁμοίως τοῦ τέλους τυγχάνειν. καθ’οὕς μὲν τέλος ἐστὶν αὐταῖς τὸ τυχεῖν τοῦ προκειμένου, διαφέροιεν ἂν ταύτῃ · καθ’οὓς δὲ τὸ προκείμενόν ἐστιν αὐταῖς τέλος, εἰ καὶ τὰ τοῦ τέλους μὴ ὁμοίως τυγχάνει, οὐ διαφέροιεν ἂν αὐτῶν κατὰ τὸ μὴ ὅμοιον αὐταῖς τὸ τέλος ἔχειν. ἐκεῖναι μὲν γὰρ τῷ τοῖς κατὰ τὴν τέχνην γινομένοις ἕπεσθαι τὸ οὗ χάριν γίνονται, καὶ τὴν ἀποτυχίαν αὐταῖς τοῦ προκειμένου κατὰ τὴν διαμαρτίαν τῶν γινομένων, οὐ τεχνικῶς γινομένων, ἕπεσθαι, τέλος ἔχουσι τὸ τυχεῖν τοῦ προκειμένου · ἴσον γὰρ ἐν ἐκείναις τῷ πάντα τὰ παρ’αὐτὰς ποιῆσαι πρὸς τὸ τυχεῖν τοῦ προκειμένου τὸ καὶ τυχεῖν αὐτοῦ · ταῦτα γὰρ ποιούντων τὰ παρ’αὐτὰς γίγνεται. ἐπὶ δὲ τῶν στοχαστικῶν τῷ μὴ πάντως τοῖς γινομένοις κατὰ τὴν τέχνην ἕπεσθαι τὸ οὗ χάριν, διὰ τὸ δεῖσθαι πρὸς τὸ τυχεῖν ἐκείνου πολλῶν, ἃ μὴ ἔστιν ἐπὶ μόνῃ τῇ τέχνῃ, ἔτι δὲ καὶ αὐτὰ τὰ κατὰ τὴν τέχνην γινόμενα μὴ ὡρίσθαι, μη δὲ τῶν αὐτῶν εἶναι ποιητικὰ τῷ μὴ πάντῃ ὁμοίως ἔχουσιν προσφέρεσθαι, ἀλλὰ πάντα ἤ γέ τινα καὶ ἄλλως ἐν αὐταῖς οὐχ ὡς προσεδοκᾶτο ἔσεσθαι, οὐ τὸ τυχεῖν τοῦ προκειμένου τέλος ἐστίν, ἀλλὰ τὸ ἀποπληρῶσαι τὰ τῆς τέχνης. ἢ τέλος μὲν καὶ ταύταις τὸ τυχεῖν τούτου οὗ χάριν πάντα τὰ παρ’αὐτὰς ποιοῦσι, διὰ τοῦ πάντα τὰ παρ’αὐτὰς ποιῆσαι, ἔργον δὲ ἴδιον αὐτῶν τὸ πάντα τὰ παρ’αὐτὰς πρὸς τὸ τυχεῖν τοῦ προκειμένου ποιῆσαι τῷ μὴ μόνον τοῦτο ἀρκεῖν πρὸς τὸ τοῦ προκειμένου τυχεῖν, ἀλλὰ δεῖν καὶ ἄλλων τινῶν, ἃ οὐκ ἔστιν ἐπὶ τῇ τέχνῃ.
2.17.1οὐκ ἐπεὶ μᾶλλον θερμὸν τοῦ ὡς στοιχείου πυρός, ὃ καὶ ὑπέκκαυμα λέγεται, ἡ ζέσις τοῦ πυρός, ὁποῖόν ἐστι καὶ τὸ παρ’ἡμῖν πῦρ, ἤδη ἐν ἐκείνῳ τὸ ἔλαττον θερμὸν μίξει τοῦ ἐναντίου. ἡ γοῦν φλὸξ ἔλαττον μὲν θερμὸν τοῦ πεπυρωμένου σιδήρου, ἀλλ’οὐ ψυχρότητος μίξει, ἀλλ’ἔστιν ἡ ἐπίτασις ἐν τῷ σιδήρῳ παρὰ τὴν τῆς ὕλης στερεότητάτε καὶ ἀντιτυπίαν. τῷ γὰρ ἀντιβατικὴ εἶναι καὶ μὴ εἰκτὴ καὶ τὸ ἐν αὐτῇ θερμὸν τοιοῦτον παρέχεται. καὶ τὸ ὡς στοιχεῖον δὴ πῦρ, τὴν φύσιν ὂν μανόντε καὶ ξηρὸν καὶ ἄμικτον ὕλης χορηγίαν παρέχειν δυναμένης τοιούτῳ πυρί, οὕτω θερμόν ἐστιν. ἀμέλει ταῦτα αὐτοῦ ἐξάπτεται, ὅσα ἐν αὐτῷ πίλησίν τινα ἔχει καὶ πυκνότητα καὶ τῷ τοιούτῳ πυρὶ τροφήν. διὸ καὶ εὐλογώτερον ἄν τις λέγοι τὸ τοιοῦτο πῦρ μεμῖχθαι τῷ ἐναντίῳ. τροφῆς γὰρ τοῦτο δεῖται καὶ σώζεται, ἕως ταύτην ἔχῃ. τροφὴ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἔτι οὖν ἐπεὶ ὕλη τὸ τοιοῦτο πῦρ, ἔχοι ἄν τι καὶ τοῦ ἐναντίου αὐτῷ ὃ φέρον εἰς αὐτὸ μεταβάλλει. τὸ δὲ οὐκ ἐπὶ τροφῇ πῦρ, ἀλλ’εἱλικρινέςτε καὶ καθαρὸν ἄμικτον τοῦ ἐναντίου, τὸ καθ’αὑτὸ ὑφεστός, ὡς καὶ τῶν ἄλλων στοιχείων ἕκαστον.
2.18.1ὅτι μὲν ἡ φύσις ἀρχὴ κινήσεως, δῆλον ἐκ τοῦ τῆς κινήσεως ἀρχῇ διαφέρειν τὰ φυσικὰ τῶν μὴ φυσικῶν σωμάτων, ᾧ δὲ διαφέροντα τὰ φυσικὰ τῶν μὴ φυσικῶν φυσικά ἐστι, τοῦτο εἶναι τὴν φύσιν. ὅσα μὲν οὖν σώματα γενητά ἐστιν ὄντα φυσικά, τούτοις ἡ γένεσις ἐν ἀλλοτρίοις γίνεται τόποις, καὶ ἔστιν ἡ κίνησις αὐτοῖς συνεργοῦσα πρὸς τὸ ἐν τῷ οἰκείῳ γενέσθαι τόπῳ, ἐν ᾧ γενόμενα ἠρεμεῖτε κατὰ τόπον καὶ ἔστι καθό ἐστι γινόμενα τελειότητι (εἶχε γὰρ ἐν αὐτοῖς καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τοῦτο κινήσεως), τοῖς δ’ἀγενήτοιςτε καὶ τῇ ἑαυτῶν φύσει τελείοις σώμασιν καὶ οὖσιν ἐν τῷ κατὰ φύσιν αὐτοῖς τόπῳ ἡ φύσις, τοῦτ’ἔστιν ἡ ἐν αὐτοῖς ἀρχὴ τῆς κινήσεως, οὐκ εἰς τὴν ἐξ ἀτελείας εἰς τελειότητα μεταβολὴν συντελεῖ, οὐ δὲ εἰς τὸ ἐπὶ τὸν κατὰ φύσιν αὐτοῖς τόπον ἐνεχθῆναι (τέλειάτε γάρ ἐστι καὶ οὐδέποτε ἐξίσταται τοῦ κατὰ φύσιν ἑαυτοῖς τόπου), ἀλλ’εἰς τὸ διὰ τῆς κατ’αὐτὸν ἐνεργείας ὁμοιοῦσθαι τῷ τῶν ὄντων ἀρίστῳ, τῇ ἀιδίῳτε καὶ συνεχεῖ καὶ ὁμαλῇ κινήσει, μιμούμενα τότε ἐνεργείᾳ δεῖν εἶναι αὐτοῦ καὶ τὸ ἀκίνητον καὶ τὴν στάσιν. διὰ μὲν τοῦ κινεῖσθαι τὸ ἐνεργείᾳ εἶναι αὐτοῦ (ἐνέργειά τις ἡ κίνησις · ἔδει γὰρ τὰ μιμούμενα τὸ ἁπλῶς ἐνεργείᾳ ὂν καὶ μηδαμῶς κοινωνοῦν δυνάμεως δι’ἐνεργείας τῆς κατὰ φύσιν αὐτοῖς τοῦτο ποιεῖν), διὰ δὲ τοῦ συνεχῶς καὶ τεταγμένως καὶ ὁμοίως ἀεὶ κινεῖσθαι τὴν ἀίδιον αὐτοῦ μεμίμηται φύσιν. οὔτε γὰρ μὴ κινούμενον ἦν ἂν σῶμα φυσικόν, ὃ κυριώτατον τῶν σωμάτων, οὔτε κινούμενον τοῦ στῆναί ποτε καὶ μὴ συνεχῶς κινεῖσθαι εὔλογον αἰτίαν ἔχει · οὔτε γὰρ παρὰ τοῦ τόπου, οὔτε παρὰ τοῦ κινεῖσθαι παρὰ φύσιν, οὔτε παρὰ τῆς διὰ τὸ θνητὸν ἀσθενείας. διὸ κινούμενα συνεχῶς κατὰ τὴν ἐν αὐτοῖς φύσιν διὰ τῆς ἐν τῇ κινήσει μονῆς τὴν ἐκείνου μιμεῖται στάσιν. ὅτι δ’οὐ τὸ κινεῖσθαι μόνον, ἀλλὰ καὶ τὸ συνεχῆτε καὶ ἀίδιον κινεῖσθαι κίνησιν κατὰ φύσιν αὐτοῖς, δείκνυσι καὶ τὸ σχῆμα ἔχειν αὐτὰ σφαιρικόν, ἐπεὶ τὸ μὲν ἄριστόντε καὶ τελειότατον τῶν σχημάτων τῷ ἀρίστῳ τῶν σωμάτων κατὰ φύσιν, τῷ δὲ τοιούτῳ σχήματι παρὰ φύσιν ἡ στάσις · διὸ οὐ δὲ βάσιν ἔχει τινὰ καθ’ἣν στήσεται.
2.19.1εἰ ὁ κόσμος ἀίδιος τῇ ἑαυτοῦ φύσει, τὸ δὲ κόσμῳ εἶναί ἐστι τὸ ἐν τοιᾷδε τάξει εἶναί τινι, εἴη ἂν καὶ τὴν τάξιν παρὰ τῆς ἑαυτοῦ φύσεως ἔχων. εἰ δὲ τοῦτο, οὔτε πρὸς τὸ εἶναι οὔτε πρὸς τὴν τάξιν ἣν ἔχει δέοιτ’ἂν τοῦ προνοήσαντος. ἀλλὰ μὴν πᾶν τὸ προνοοῦν ἢ τοῦ εἶναι τὸ προνοούμενον προνοεῖ ἢ τοῦ εὖ εἶναι, ὧν πρὸς μηδέτερον δεόμενος τοῦ προνοήσοντος ὁ κόσμος οὐ δ’ἂν προνοοῖτο ὅλως. ἢ πᾶς μὲν ὁ κόσμος οὐ δεῖταί τινος προνοήσαντος, οὔτε πρὸς τὸ εἶναι, οὔτε πρὸς τὸ εὖ εἶναι, ἡ δὲ γινομένη πρόνοια ἐν τῷ κόσμῳ γίνεται μέρους μέν τινος ἐν τῷ κόσμῳ προνοοῦντος, μέρους δέ τινος προνοουμένου. ὅσον μὲν γὰρ αὐτοῦ σῶμα ἀγένητόντε καὶ ἄφθαρτόν ἐστι, καὶ ἀεὶ κατὰ τὴν αὐτοῦ φύσιντε καὶ ψυχὴν τεταγμένον, καὶ τὴν αὐτοῦ κίνησιν κινούμενον ἐφέσει μιμήσεως τοῦ πρώτου θεοῦ, τοῦτ’οὐδὲν δεῖται τοῦ προνοήσοντος. ἐν τῇ οἰκείᾳ φύσει τήντε κατὰ τὸ εἶναι καὶ τὴν κατὰ τὸ εὖ εἶναι τελειότητα ἔχον, ὅσον δὲ αὐτοῦ γενητόντε καὶ φθαρτὸν καὶ τῆς παρ’ἄλλου βοηθείας δεόμενον πρόςτε τὸ εἶναι καὶ πρὸς τὴν διὰ τῆς εὐτάκτου μεταβολῆς κατ’εἶδος ἀιδιότητα, τοῦτ’ἐστὶ τὸ προνοούμενον ὑπὸ τῆς τοῦ θείου μέρους τοῦ κόσμου κινήσεως εὐτάκτου καὶ ποιᾶς σχέσεως πρὸς αὐτὸ κυβερνώμενον · ἧς, ἐφ’ὅσον ἐνδέχεται θνητόν τι ὄν, μετέχον τάξεως, παρ’ἐκείνων αὐτῆς τυγχάνον φυλάσσει δι’αὐτῆς τὴν κατ’εἶδος ἀφθαρσίαν.
2.20.1πῶς τὸ μεταβάλλον εἴς τι τῷ δύναμιν ἔχειν πρὸ τοῦ μεταβάλλειν εἰς αὐτὸ τῆς εἰς αὐτὸ μεταβολῆς τηρεῖ τὴν δύναμιν τὴν τοῦ γίνεσθαι ἐκεῖνο πάλιν ἐξ οὗ μετέβαλλεν; καὶ γίνεται πάλιν ἐκεῖνο, ὡς λέγει Ἀριστοτέλης ἐπὶ τοῦ κόσμου, εἰ γενητὸς εἴη · διὰ τοῦτο γάρ φησιν αὐτὸν καὶ φθαρήσεσθαι. οὐ γὰρ οὕτως ἔχοντα ὁρᾶται τὰ γινόμενα · οὔτε γὰρ τὸ βάθρον τὸ ἐκ τοῦ τοιοῦδε ξύλου γεγονὸς φυλάσσει τὴν δύναμιν ἔτι τοῦ τοιοῦτο γενέσθαι ξύλον, οὐ δ’εἰς τα- ταὐτὸ ἡ μεταβολήτε καὶ φθορά, οὔθ’ὁ ἔκ τινων κατὰ μεταβολὴν γινόμενος ἄνθρωπος πάλιν εἰς ἐκεῖνα φθείρεται, ἐξ ὧν ἡ γένεσις αὐτῷ, τόδε τὸ ἔμμηνον καὶ τόδε τὸ σπέρμα. ἢ τὰ μὲν κατὰ τὰς τέχνας γινόμενα οὐκ ἀνακάμπτει πάλιν ἐπὶ τὰς ὕλας, ὅτι μη δὲ ἦν τῆς τέχνης ἔργον ἡ ὕλη, ἐξ ἧς ἐποίει τὸ ἔργον, ἀλλὰ μη δ’ἦν ἀντικειμένη τῷ ἔργῳ γινομένῳ, εἰς ὃ ἡ μεταβολὴ τῷ γινομένῳ. ἔχον δὲ τὸ ὑποκείμενον φυσικόντε ὂν δύναμιν τοῦ δέξασθαίτε τοῦτο τὸ εἶδος καὶ μή, κα- κἂν δέξηται, φυλάσσον τὴν δύναμιν τὴν τοῦ χωρίζεσθαι τοῦ εἴδους ὃ ἐδέξατο, χωρίζεταίτε αὐτοῦ καὶ φθείρεται, καὶ γίνεται αὐτῷ ἡ φθορὰ ὥσπερ οὖν καὶ ἡ γένεσις ὑπὸ ἔξωθέν τινος ἤ τινος τοιούτου, εἰ ὡς τεχνικὸν φθείροιτο, ἢ ὑπὸ φύσεως, εἰ τῇ τοῦ ὑποκειμένου σώματος φυσικῇ φθορᾷ συμφθείροιτο καὶ τὸ τῆς τέχνης ἔργον. ἐπὶ δὲ τῶν φύσει γινομένων, ὥσπερ οὖν τὸ γινόμενον, οὕτω καὶ τὸ ὑποκείμενον φύσει, καὶ ἔστι πρῶτον μὲν ὑποκείμενον ἡ ὕλη, ἥτις οὐδέποτέ ἐστιν ἐνεργείᾳ καθ’αὑτήν, ἐνεργείᾳ δὲ ὑποκείμενα τὰ στοιχεῖα, ἃ ἤδη μετά τινος ποιότητόςτε ὄντα καὶ ἐναντιώσεως εἰς ἄλληλα μεταβάλλει κατὰ τὰς ἐναντιώσεις, ἃς ἔχει πρὸς ἄλληλα, τῆς ὑποκειμένης αὐτοῖς ὕλης κοινῆςτε οὔσης ἁπάσης καὶ ἀλλοιούσης τὸ εἶδος κατὰ τὴν ἐπικρατοῦσαν τῆς ποιότητος ἐναντίωσιν. τῷ γὰρ τόδε τι γεγονέναι, ἔχειν δὲ δύναμιν καὶ τοῦ ἐν τῷ ἐναντίῳ τοῦδε εἶναι φυλάσσουσα τὴν δύναμιν μεταβάλλει ποτὲ καὶ εἰς ἐκεῖνο · διὸ οὐδὲν ἄφθαρτον τῶν ἁπλῶντε καὶ γενητῶν σωμάτων. γίνεται δὲ ἐκ τῶν ἁπλῶν τούτων σωμάτων καὶ τὰ σύνθετα κατὰ μῖξίν τινα καὶ κρᾶσιν καὶ συμμετρίαν τῶν δυνάμεων, καθ’ἣν οὐκ εἰς ἕν τι τῶν ἁπλῶν μεταβολὴ γίνεται, ἀλλ’εἴς τι μεταξὺ μετέχον πασῶν τῶν ποιοτήτωντε καὶ δυνάμεων τῶν ἐν τοῖς ἁπλοῖς σώμασιν ὑποκειμένων, ἔχοντα δὲ δύναμιν καὶ τοῦ χωρίζεσθαι πάλιν ἀπ’ἀλλήλων τὰ σώματα ἁπλᾶ ἐκ τῆς τοιαύτης μίξεως ἀναλύεταίτε καὶ χωρίζεται. διὸ οὐχ οἷόντέ τι τῶν ἐξ αὐτῶν συγκειμένων ἄφθαρτον εἶναι. γίνεται δὲ καὶ ἡ τῶν ζῴων γένεσις κατὰ συμμετρίαν τινῶν σωμάτων ἤδη μεμιγμένων αὐτῶν (οὐ γὰρ ἁπλοῦν σῶμα τὸ ἔμμηνον), καθ’ἣν συμμετρίαν ἔμψυχάτε γίνεται καὶ ἡνωμένα καὶ τάσδε τινὰς τὰς δυνάμεις ἔχοντα. ἧς συμμετρίας λυομένης τῷ τὰ ἐξ ὧν ἐγένετο μεταβάλλοντα μὴ τηρεῖν τὰς δυνάμεις, καθ’ἃς ἡ συμμετρία, ἀνάλυσίςτε καὶ διάλυσις αὐτῶν γίνεται οὐκ εἰς τὰ μηκέτ’ἂν αὐτοῖς σωζόμενα, οἷον καὶ τὸ ἔμμηνον. τοῦτο μὲν γὰρ ἦν καὶ αὐτὸ σύνθετον, ἥτις σύνθεσις μετὰ τὴν πρώτην μῖξίντε καὶ ἁρμονίαν τῶν ἐξ ὧν ἡ σύνθεσις τῷ ζῴῳ σωμάτων. μεταβάλλοντα δ’ἐξ ὧν ταῦτα τὰ σώματα (ταῦτα δ’ἦν τὰ στοιχεῖα σωζόμενα) λύεταίτε ἀπ’ἀλλήλων ἀσυμμετρίας τινὸς ἐν αὐτοῖς γινομένης τῷ πλεονεκτήσαντι ἐξ αὐτῶν (οὐ γὰρ δύναμιν ἔχοντα, ὥστ’ἐπ’ἄπειρον τὴν τοιαύτην συμμετρίαν φυλάσσειν), καὶ ἔστιν ἣτε τῶν ζῴων καὶ τῶν ἄλλων τῶν συνθέτων σωμάτων φθορὰ γινομένη εἰς τὴν τῶν στοιχείων ἀνάλυσιν, ἐξ ὧν κατὰ συμμετρίαν τινὰ τὴν πρὸς ἄλληλα τῶν στοιχείων ἡ γένεσίςτε αὐτῶν καὶ ἡ σύστασις. καὶ ὁ κόσμος δὲ τῶν ἔκ τινων σωμάτων ἐνεργείᾳ ὄντων κατὰ μεταβολήν τινα γέγονεν † δῆλον † ὅτι τὰ σώματα ἐκεῖνα σώζεται ἐν αὐτῷ, ὧν κατὰ μεταβολὴν ἡ γένεσις αὐτῶν, σωζόμενα δὲ καὶ δυνάμενα κα- κἀκείνως ἔχειν, ὡς ἔχοντα μεταβάλλειν εἰς τὸ κόσμος εἶναι, πάλιν ἂν μεταβάλλοι, εἰς ὃν μεταβάλλοντα οὐκέτ’ἂν ὁ κόσμος εἴη, ὥσπερ ὁρῶμεν μεταβάλλοντα τάτε ἁπλᾶ σώματα εἰς ἄλληλα πρῶτα ἣν ὑποκειμένην αὐτοῖς ὕλην εἶναι δεκτικὴν τῶν εἰδοποιούντων τὰ πρῶτα σώματα, καὶ τὰ σύνθετα, ὅταν ἢ διὰ τὴν φύσιν ἢ διά τινα ἔξωθεν περίστασιν ἐπικρατήσῃ τι ἐν αὐτοῖς, ὃ λύει τὴν συμμετρίαν αὐτῶν πρὸς ἄλληλα, καθ’ἣν τὸ εἶναι τῷ συνθέτῳ σώματι.
2.21.1πρῴην ἡμῖν γινομένων πρὸς τοὺς ἑταίρους περὶ προνοίας λόγων, καὶ πειρωμένου μου δεικνύναι, ὅτιτέ ἐστι κατὰ Ἀριστοτέλη ἀπὸ τῶν θείων τῶν θνητῶν ἐπιμέλειά τις καὶ πρόνοια, καὶ τίς, καὶ τίνα γινομένη τὸν τρόπον ὄντος ἑτοίμου λέγειν, εἶπέ τις τῶν παρόντων πρῶτον ἄξιον εἶναι μαθεῖν, πῶς ἀποκρίνασθαι δεῖ πρὸς τοὺς ἐρωτῶντας, πότερα χρὴ προηγουμένως λέγειν τὰ θεῖα τῶνδε προνοεῖσθαι καθ’ἡμᾶς, ἢ κατὰ συμβεβηκός. οἱ γὰρ οὐ φάσκοντες εἶναι κατὰ Ἀριστοτέλη πρόνοιαν τὴν ὑφ’ἡμῶν λεγομένην γίνεσθαι, πρόνοιαν κατὰ συμβεβηκός φασι γίνεσθαι λέγεσθαι. εἰ δὲ ἐν πᾶσιν, οἷς προστίθεται, τὸ κατὰ συμβεβηκὸς τοῦ μὴ κυρίως εἶναι τούτοις ἃ λέγεται σημεῖόν ἐστι, τὸ δὲ μὴ κυρίως ὂν οὐ δ’ὄν πως, οὐ δ’ἂν ἡ κατὰ συμβεβηκὸς λεγομένη πρόνοια εἴη πρόνοια μετὰ τοιαύτης προσθήκης λεγομένη. κατὰ συμβεβηκόςτε γὰρ κεκινῆσθαι λέγεται τὰ μὴ κινούμενα κυρίωςτε καὶ καθ’αὑτά, καὶ κατὰ συμβεβηκὸς αἴτια μὲν ταῦτα, ἀφ’ὧν μηδεμία συντέλεια προηγουμένως πρὸς τὰ ὧν αἴτια εἶναι λέγεται. εἰ δὴ καὶ τὴν πρόνοιαν μετὰ ταύτης γίνεσθαι τῆς προσθήκης λέγομεν, ἴσως ἐξ ὧν λέγομεν αὐτοὶ περὶ προνοίας ἀναιροῖμεν ἂν τὸ εἶναι τὴν πρόνοιαν. ὡς γὰρ τὴν κίβδηλον δραχμὴν οὐχ οἷόντε δραχμὴν εἶναι λέγειν τῷ ἀναιρετικὸν αὐτῆς εἶναι τὸ προσκείμενον, οὕτως οὐ δὲ τὴν κατὰ συμβεβηκὸς πρόνοιαν οἷόντε λέγειν πρόνοιαν τῷ τὸ κατὰ συμβεβηκὸς ἐν πᾶσιν ἐπὶ ἀναιρέσει τοῦ ᾧ συντίθεται προστίθεσθαι. καὶ ἐγὼ πρὸς αὐτόν · τί δέ; ἀναγκαῖον εἶναί σοι δοκεῖ τὴν πρόνοιαν τα- θατέρῳ τούτων προσγενέσθαι, καὶ δεῖν τὸν ἀποκρινόμενον πρὸς τὸν οὕτως ἐρωτῶντα ἢ προηγουμένως καὶ καθ’αὑτὸ γίνεσθαι λέγειν αὐτὴν ἢ κατὰ συμβεβηκός; καὶ ὅς · τί γὰρ ἄν τις λέγων ἄλλο παρὰ ταῦτα δόξειεν κατὰ λόγον ποιεῖσθαι τὴν ἀπόκρισιν; δῆλον, εἶπον, ὡς εἰ μὲν μηδὲν φαίνοιτο δυνάμενον εἶναι μεταξὺ τοῦ καθ’αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, ἀνάγκη τὸν ἀποκρινόμενον ὑγιῶς πρὸς τὴν ἐρώτησιν ἐν τα- θατέρῳ τὴν πρόνοιαν τίθεσθαι, εἰ δ’ἐστί τι δυνάμενον εἶναι τούτων μεταξύ, φανερὸν ὡς ὁ τοῦτο δείξας εἴη ἂν δεικνὺς τὴν ἐρώτησιν οὐκ ἀναγκαίαν τῷ μὴ πάντας τοὺς δυναμένους λέγεσθαι τρόπους τῆς προνοίας περιειληφέναι. καὶ τί ἄν, εἶπεν, εἴη τοιοῦτον, ὃ τῷ παραλελεῖφθαι παραλύει τὸ τῆς ἀποκρίσεως ἀναγκαῖον; κα- κἀγώ · δοκῶ μοι τοῦτο γνώριμον ἔσεσθαι, εἴτε τοῦτον ἔχει τὸν τρόπον εἴτε καὶ μή, εἰ πρῶτον ὑπομνήσαιμεν ἑαυτούς, τίνος ποτὲ ἐκείνων ἑκάτερον † εἶναι † μηνυτικόν, λέγω δὲ τότε καθ’αὑτὸ καὶ κατὰ συμβεβηκός. τοῦ δ’ὀρθῶς με φήσαντος λέγειν ἐπειρώμην τὸ σημαινόμενον ὑφ’ἑκατέρου τῶν ἐν τῇ ἐρωτήσει κειμένων ἐκτίθεσθαι, λέγων καθ’αὑτὸ μὲν προνοεῖν τινος λέγεσθαι τοῦτον, ὅς ποιησάμενος σκοπὸν τὴν ὠφελίαν τοῦ προκειμένου ἐνεργεῖτε καὶ πράττει ταύτης χάριν τὰ δι’ὧν οἴεται τοῦ προκειμένου τεύξεσθαι σκοποῦ, τέλος ποιούμενος τῶν ἐνεργειῶν τὴν ὠφελίαν τοῦ προνοουμένου · κατὰ συμβεβηκὸς δὲ προνοεῖν λέγεταί τί τινος, ὅταν, μηδὲν τοῦ προνοεῖν οὕτως λεγομένου πράττοντος ὑπὲρ ὠφελίας τοῦ προνοουμένου, ἔκ τινων ὑπ’ἐκείνου γινομένων ὠφελεῖσθαί τι συμβαίνῃ, μη δὲ τὴν ἀρχὴν γνωρίζοντος τὸ συμβαῖνον τοῦ τοῦτον προνοοῦντος τὸν τρόπον. θησαυρόντε γὰρ εὑρηκέναι δοκεῖ κατὰ συμβεβηκὸς ὁ πρώτως ἄλλου τινὸς ὀρύσσων χάριν, μη δὲ εὑρήσειν προσδοκῶν · καὶ ὑπὸ κεραυνοῦ τινος ἀπόλωλε κατὰ συμβεβηκὸς τῷ τὸν κεραυνὸν μήτε τούτου χάριν ἐνεχθῆναι, μήτε τοῦ τοῦτο ἔσεσθαι ἔννοιάν τινα γεγονέναι τῷ τοῦ κεραυνοῦ ποιητῇ εἴτε καὶ δημιουργῷ. ἡ γὰρ γνῶσίς τινος τῶν ἑπομένων τοῖς γινομένοις ἄλλου χάριν παραλύει τὸ γίνεσθαι κατὰ συμβεβηκὸς αὐτὰ τῷ κατὰ συμβεβηκὸς μὲν εἶναι τὸ παρὰ λόγον γίνεσθαι δοκοῦν, τὴν δὲ πρόγνωσιν τῶν κατὰ λόγον γινομένων σημεῖον εἶναι δοκεῖν. ἢ γὰρ οὐκ ἐπὶ τούτων καὶ τῶν οὕτως γινομένων κατηγοροῦμεν τὸ συμβεβηκός; κα- κἀκεῖνος · οὐκ ἐπ’ἄλλων μέν. τὴν γοῦν τύχην κατὰ συμβεβηκὸς αἰτίαν εἶναι λέγοντες † οὐκ † ἔλαττον αὐτὴν ὁρίζομεν τοῦ σπανίως γίνεσθαι τῷ ἀπροοράτῳ. ἀλλὰ μήν, ἔφην ἐγώ, τοιαύτης οὔσης τῆςτε καθ’αὑτὸ καὶ τῆς κατὰ συμβεβηκὸς προνοίας οὐκέτ’οἶμαί σε δεήσεσθαι πολλῶν λόγων πρὸς τὸ μὴ ἡγεῖσθαι ἱκανῶς ἔχειν τὴν ἐρώτησιν τὴν ἀξιοῦσαν τὴν πρόνοιαν εἴςτε τὴν καθ’αὑτὸ καὶ τὴν κατὰ συμβεβηκὸς διαίρεσιν μόνας. ὀρθῶς λέγεις, εἶπεν · εἰ γάρ τις γνωρίζει τὴν γινομένην ὠφελίαν εἴς τινα ἐκ τῶν ὑφ’αὑτοῦ γινομένων ἄλλου χάριν, δῆλον ἐκ τῶν προειρημένων ὅτι μήτε καθ’αὑτὸ μήτε κατὰ συμβεβηκὸς οὗτος προνοεῖ τοῦ τοῦτον τὸν τρόπον ὑπό τινος τῶν ὑφ’αὑτοῦ γινομένων ὠφελουμένου. τί δέ, εἶπον ἐγώ, εἰ πρὸς τῷ γνωρίζειν τὴν ὠφελίαν τὴν γινομένην εἴς τινα καὶ κατὰ τὴν ἑαυτοῦ βούλησιν γίνοιτο, οὐ πολὺ πλεῖον ἔτι τὴν οὕτως γινομένην πρόνοιαν ἐρεῖς ἀφεστάναι τῆς κατὰ συμβεβηκός; καὶ ὅς · πάνυ μὲν οὖν. σχεδὸν γὰρ ἡ τοῦτον γινομένη τὸν τρόπον ὄντα καθ’αὑτὸ προνοεῖν τινος τὸ ἕνεκα τοῦ προνοουμένου πάντα ποιεῖν, κατὰ συμβεβηκὸς δὲ τὸ ἕνεκα μὲν ἄλλου τινὰ ποιεῖν, οὐ γνωρίζον δὲ τὴν εἰς τοῦτο δι’ἐκείνου γινομένην ὠφελίαν, οὐ δὲ βουλόμενον. τὸ δὲ μὴ ἕνεκα μὲν τούτου ποιοῦν, γνωρίζον δὲ καὶ βουλόμενον ὠφελεῖσθαι τοῦτο, προνοοῖ μὲν ἂν τούτου, οὔτε δὲ καθ’αὑτὸ οὔτε κατὰ συμβεβηκός. τί δ’ἄν, εἶπον, λέγοις περὶ τοῦ προνοοῦντος μέν τινων, ἐφ’ἑαυτὸν μέντοι τὴν ἀπὸ τῶν προνοουμένων ὠφελίαν ἀναφέροντος; ὃν τρόπον ὁρῶμεν τούςτε ποιμένας τῶν προβάτων προνοουμένους, καὶ τοὺς βουκόλους τῶν βοῶν, καὶ τῶν αἰγῶν τοὺς αἰπόλους, ὁμοίως δὲ καὶ τοὺς ἱππονόμους καὶ τοὺς συβώτας τῶν νεμομένωντε καὶ βοσκομένων ὑπ’αὐτῶν. ἀλλ’οὗτοί γε, ἔφη, καὶ πᾶσά γε ἡ τοῦτον τὸν τρόπον γινομένη πρόνοια ὀλίγον τι διαφέρει τῆς γινομένης προηγουμένωςτε καὶ καθ’αὑτήν · τῶν γὰρ ἄλλων γινομένων ὁμοίως ὁ σκοπὸς μετατιθέμενος μόνος τῆς τοιαύτης προνοίας πρὸς τὴν καθ’αὑτὸ ποιεῖ τὴν διαφοράν. τί δ’, οὐχὶ καὶ ὁ λέγων, ἔφην, τῷ μὲν καθ’αὑτὸ γίνεσθαι τὴν πρόνοιαν, τῷ δὲ κατὰ συμβεβηκός, καθ’αὑτὸ μὲν τῶν καθόλου, κατὰ συμβεβηκὸς δὲ τῶν ὑπ’αὐτά, ἄλλον τινὰ τρόπον προνοίας λέγει παρὰ τοὺς ῥηθέντας ἐξ ἀρχῆς, Πῶς γάρ, εἶπεν, οὐκ ἄλλον, εἴ γε τὸ κοινὸν ἄλλο μὲν ἑκάστου τῶν ὑφ’ἑαυτό, ἐν τούτοις μὲν τὸ ἕν τι εἶναι ἔχον, καὶ διὰ τοῦτο κοινωνοῦν πως αὐτοῖς τῶν εἰς αὐτὸ γινομένων προηγουμένως; κα- κἀγὼ πρὸς αὐτόν · δῆλον τοίνυν, εἶπον, ἐκ τῶν ὡμολογημένων, ὅτι καθ’ὃν ἄν τις τῶν ὕστερον ῥηθέντων τρόπον τὴν πρόνοιαν γίνεσθαι λέγῃ, οὔτε προηγουμένως οὔτε κατὰ συμβεβηκὸς ἂν αὐτὴν γίνεσθαι λέγοι. δῆλον γὰρ οὖν εἶπεν. ἀλλὰ μήν, ἔφην, τούτου δήλου γεγονότος δῆλον, ὡς οὔτε ἡ πρώτη εἰς ἣν ἔφης ἐρωτᾶν τινας, ἀποκρίσεως ἀξία, οὔθ’ὁ κατά τινα τούτων τῶν τρόπων τὴν πρόνοιαν γίνεσθαι λέγων ἀναιρεῖ τὴν πρόνοιαν, ὡς δοκεῖ ποιεῖν ὁ κατὰ συμβεβηκὸς αὐτὴν γίνεσθαι λέγων. τὸ γὰρ ἀφεμένους τούτων τινὶ τῶν τρόπων ἀνατιθέναι τὴν ἐκ τῶν θείων τῶν ἐν γενέσειτε καὶ θνητῶν πρόνοιαν τοὺς θεοὺς λέγειν διὰ τὴν τῶν θνητῶν σωτηρίαν τὰς οἰκείας ἐνεργείας ἐνεργεῖν παντελῶς ἀλλότριον θεῶν. παραπλήσιον γὰρ τοῦτο τῷ λέγοντι τοὺς ἐλευθέρους καὶ τοὺς δεσπότας τῶν οἰκετῶν εἶναι χάριν καὶ τὰς οἰκείας ἐνεργείας ἕνεκα τῆς ἐκείνων σωτηρίαςτε καὶ τάξεως ἐνεργεῖν, εἴπερ δεσπόται τῶν ἄλλων πάντων οἱ θεοί. εἰ γὰρ ἐν πᾶσι τιμιώτερον τοῦ ἄλλου χάριν ὄντος τὸ οὗ χάριν ἐστίν τι, εἴ γε τιμιώτερον τὸ τέλος τῶν πρὸ αὐτοῦ, ἔσται κατὰ τοὺς οὕτω λέγοντας ὁ μὲν οἰκέτηςτε καὶ δοῦλος τιμιώτερος τοῦ δεσπότου, τῶν δὲ θείων τὰ θνητά. καίτοι γε ἐπὶ μὲν τῶν δούλων καὶ τῶν δεσποτῶν ἔστιν εἰπεῖν ἀντίδοσιν αὐτοῖς τινα γίγνεσθαι παρ’ἀλλήλων διὰ τῶν ἐνεργειῶν ἃς ἐνεργοῦσιν · τὰς μὲν γὰρ τῶν δεσποτῶν ἐνεργείας τῆς σωτηρίας τῶν δούλων γίνεσθαι χάριν, συντελεῖν πάλιν εἰς τὴν τῶν δεσποτῶν σωτηρίαν. ἐν γὰρ τῇ τῶν δούλων ἐνεργείᾳ τὴν τῶν δεσποτῶν σωτηρίαν κεῖσθαι, ὡς εἶναι ἑκάτερόν πως ἑκατέρου τέλος, τὸ δὲ τὴν τῶν θεῶν σωτηρίαν δεῖσθαι λέγειν τῆς τῶν θνητῶν ἐνεργείας ἄτοπον ἂν εἶναι δόξειε παντάπασιν. πῶς γὰρ οὔκ; ἄτοπον δὲ τούτῳ παραπλησίως καὶ τὸ τέλος καὶ τα- τἀγαθὸν τῶν θεῶν εἶναι λέγειν ἐν τῇ τῶν θνητῶν τάξειτε καὶ προνοίᾳ, καὶ ταῦθ’ὁρῶντα πολλὰ τῶν ἐν τοῖσδε γενομένων οὐκ ἄξια τῆς θείας τάξεως. ἀλλ’εἰ τὰς οἰκείας τὸ θεῖον ἐνεργήσει ἐνεργείας τῆς τῶν θνητῶν σωτηρίας, οὐχ αὑτοῦ χάριν, παντάπασιν ἂν δόξειε τῶν θνητῶν εἶναι χάριν. ποιήσει δὲ τοῦτο κατὰ τοὺς ἐν τῷ προνοεῖν τὴν οὐσίαν αὐτοῦ τιθεμένους. τί γὰρ ἄλλο τὸ θεῖον ἔσται κατὰ τὸν γράφοντα “ἐπεὶ τί τὸ καταλειπόμενον ἢ τῆς χιόνος, ἂν ἀφέλῃ τὸ λευκὸν καὶ τὸ ψυχρόν; τί δὲ πυρός, ἂν τὸ θερμὸν σβέσῃς, μέλιτος δὲ τὸ γλυκὺ καὶ τῆς ψυχῆς τὸ κινεῖσθαι καὶ τοῦ θεοῦ τὸ προνοεῖν”; εἰ γὰρ ἐν τῷ προνοεῖν τὸ εἶναι θεῷ κατὰ τὸν οὕτω λέγοντάτε καὶ γράφοντα, πᾶν δὲ τὸ προνοοῦν προνοεῖ τινος, καὶ ἔστι προνοεῖν τὸ τὰς οἰκείας ἐνεργείας ἐνεργεῖν χάριν τοῦ προνοουμένου, πᾶσα ἂν ἀνάγκῃ γένοιτο ἡ ὡς θεοῦ ἐνέργεια τῷ θεῷ χάριν τῶν προνοουμένων, ἢ πῶς σοι δοκεῖ; καὶ ὅς · τί γὰρ ἄλλο λέγει ὁ τὴν οὐσίαν τῶν θεῶν ἐν τῷ προνοεῖν τιθέμενος οὕτως, ὡς ἐν τῷ θερμῷ τὴν τοῦ πυρός; τί οὖν, ἔφην, οὐκ ἐν πᾶσιν ἀτελέστερα τὰ πρὸς τὸ τέλος συντελοῦντα τοῦ τέλους αὐτοῦ; πῶς γάρ, εἶπεν, ἄλλως; τί δ’, οὐχὶ καὶ πᾶν τὸ τὰς οἰκείας αὐτῷ καὶ κατὰ φύσιν ἐνεργείας ἄλλου χάριν ἐνεργοῦν ἐκείνου χάριν ἀναγκαῖον εἶναι λέγειν, ἄλλωςτε καὶ ἂν ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ τοιοῦτον ᾖ; πάνυ μὲν οὖν. ἀλλὰ μὴν τὸ τέλος ἄλλο τι πρόκειται, οὗ ποιεῖ χάριν ὃ ποιεῖ, καὶ ὅ ἐν τῇ οἰκείᾳ οὐσίᾳ ἔχει τὸ εἶναι ἄλλου χάριν, τοῦτ’ἀναγκαῖον ἀτελέςτε εἶναι καὶ δεύτερον τιμῇ τούτου, οὗ χάριν ἐστίν. οὕτως, ἔφη. ἀναγκαῖον οὖν ἄρα τοῖς τοιαύτην εἶναι τὴν ἐκ τῶν θείων πρόνοιαν τῶν θνητῶν λέγουσιν ἀτελέςτε τὸ θεῖον τῶν θνητῶν λέγουσι καὶ ὂν τούτων χάριν, οὗ τί γένοιτ’ἂν ἀσεβέστερον ἢ ἀλλοτριώτερον τῆς τῶν θεῶν οὐσίαςτε καὶ προλήψεως; καὶ ὅς · ἀληθῆ μὲν λέγεις, εἶπεν, καὶ ἀνάγκη ταῦτάτε ἕπεσθαι τοῖς τοιαύτην καὶ οὕτως γίνεσθαι τὴν πρόνοιαν λέγουσι καὶ ἄλλα τούτοις παραπλήσια. πολλὰ γὰρ τὴν ἀρχὴν οὐ δὲ γνώσεως ἄξια εἶναι δόξει τῶν ἐνταῦθα γινομένων, μήτε ὑπὸ τῆς ἐκείνων γίνεσθαι προνοίας. ἄτοπον δ’ἂν ἕποιτο τοῖς ἀνατιθεῖσι μὲν πάντα τῇ προνοίᾳ, λέγουσι δὲ καὶ μόνον τὸ καλὸν ἀγαθόν, καὶ τοῦτ’ἐφ’ἡμῖν εἶναι τιθεμένοις, τινὸς ἀγαθοῦ τοῖς ἀνθρώποις κατ’αὐτοὺς † οἷόν † τι γίνεσθαι τὴν θείαν πρόνοιαν, ἐν ᾗ τὸ εἶναι τοῖς θεοῖς φασιν εἶναι. διὸ τὸν μὲν περὶ τούτων λόγον ὑπερθώμεθα εἰς σχολὴν μακροτέραν, ὁ δέ γε νῦν ἡμῖν προκαταβεβλημένος λόγος ἀπαιτεῖν μοι δοκεῖ, τίνα τρόπον οὖν χρὴ γίνεσθαι λέγειν κατὰ Ἀριστοτέλη τὴν πρόνοιαν, ἐπεὶ μήτε καθ’αὑτὴν μήτε κατὰ συμβεβηκὸς αὐτήν φαμεν γίνεσθαι λέγειν, εἰσὶ δέ τινες παρὰ τούτους τρόποι προνοίας εὑρημένοι πλείους, ὧν τί φαμεν οἰκεῖον εἶναι τῶν θεῶν, ἀπαιτήσαι τις ἄν. κα- κἀγὼ πρὸς αὐτόν · τί δέ, οὐ τὸ προκείμενον ἦν ἡμῖν δεῖξαι τὴν ἠρωτημένην ἐρώτησιν ὑπὸ τῶν προηγουμένως λεγόντων τὰ θεῖα προνοεῖν τῶν ἐν γενέσει καὶ φθορᾷ ἢ κενήν γε οὖσαν καὶ μη δὲ τὴν ἀρχὴν ἀποκρίσεως ἀξίαν, εἴ γε πλειόνων ὄντων τρόπων, καθ’οὓς οἷόντε τὴν πρόνοιαν εἶναι λέγειν γίνεσθαι, ἥδε περὶ δύο μόνων ἐγίνετο, ὧν ἐδείχθη κατ’οὐδέτερον οἷόντε γίνεσθαι τὴν ἐκ θεῶν ἐπιζητουμένην πρόνοιαν; ἦν μέν, ἔφη, τοῦτο, ἀλλ’ἐπεὶ ἱκανῶς παρέστησας, ὃν προεθέμην, πρὸς ἐκείνους λόγος ἐστί σοι πεπληρωμένος, ἡμῶν δὲ χάριν ἄξιόν σε τὰ τοῖς δεδειγμένοις ἀκόλουθα προσθεῖναι. εἰ γὰρ φαίνοιτο κατὰ τὴν ὑπ’Ἀριστοτέλους λεγομένην πρόνοιαν ἀναιρούμενα ταῦτα, ἃ ταῖς προειρημέναις δόξαις ἕπεσθαι δέδεικται, εἴη ἂν οὐ μικρὸν καὶ τοῦτο μαρτύριον γινόμενον εἰς τὴν τῆς δόξης ὡς ἀληθοῦς σύστασιν. ἔστι μέν, εἶπον, οὐ ῥᾴδιος ὁ περὶ τῶν τοιούτων λόγος, καὶ μάλιστ’ἐπεὶ μὴ τῶν πρὸ ἡμῶν ἔργον τις ἐποιήσατο τοῦτο δεῖξαι · οὐδεὶς γοῦν δόξει, ὅσα κα- κἀμὲ εἰδέναι μὴ προηγουμένως, τῶν προαγόντων τὸν Ἀριστοτέλους λόγον περὶ τούτου τοῦ προβλήματος διειληφέναι, ὡς δεῖξαι τοῖς ὑφ’αὑτοῦ λεγομένοις συνᾴδοντα τὰ ὑπ’Ἀριστοτέλους εἰρημένα. ἀλλ’ἐπεὶ σύτε ἀξιοῖς ἡμᾶςτε καλῶς ἔχειν ὑπολαμβάνω, ἐφ’ὅσον οἷοίτέ ἐσμεν περὶ αὐτοῦ διαλαβεῖν, ἐπὶ τοσοῦτον προαγαγεῖν τὸν λόγον, ἄμεινον ἡγουμένῳ τὸ κα- κἂν ἐπ’ὀλίγον εὐπορῆσαι τῶν περὶ αὐτοῦ λέγεσθαι δυναμένων, ἢ φόβῳ τοῦ ἂν μὴ δυνηθῆναι τέλος ἐπιθεῖναι τῷ προβλήματι. καὶ τῶν ὀλίγων ἀποστῆναι, οὐκ ὀκνητέον πρὸς αὐτό. πειράσομαι δ’ὁμοῦ τῷ περὶ τούτων λόγῳ καὶ τοὺς τὰ Πλάτωνος μὲν ὑπισχνουμένους, σφόδρα δὲ πεπεικότας ἑαυτοὺς ὡς μηδὲν Ἀριστοτέλους περὶ προνοίας εἰρηκότος, δεικνύναι ὅτι μηδὲν μετ’ἐπιστάσεώςτε καὶ φροντίδος λέγουσιν.
2.22.1εἰ ἐν οἷς τὸ ὕστερον ἐξ ἀνάγκης, ἐν ἐκείνοις μόνοις ἀληθὲς δειχθείη τὸ εἰ τὸ πρῶτον, ἐξ ἀνάγκης τὸ ὕστερον, ἐπὶ δὲ τῆς εἰς ἄπειρον γενέσεως οὐκ ἔστι τὸ ὕστερον ἐξ ἀνάγκης τῷ μη δὲ γίνεσθαι τὸ αὐτό, οὐ δ’ἂν πρὸ τοῦ ἐσχάτου γινομένου ἁπλῶς ἄν τι ἐξ ἀνάγκης γίνοιτο τῷ μόνως τὰ μεταξὺ τοῦ τελευταίου τὸ ἀναγκαῖον ἁπλῶς ἔχειν παρὰ τοῦ τέλους, εἰ τοῦτο ἁπλῶς τὸ γινόμενον ἐξ ἀνάγκης. εἰ γὰρ ἐκεῖνο ἐξ ἀνάγκης ἁπλῶς, τότε καὶ τὰ πρὸ αὐτοῦ ἐξ ἀνάγκης ἔσται, τῶν μεταξὺ † τοῦ †τε ἐπ’ἄπειρον γινομένου ἕκαστον ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον ἔχον. εἰ γὰρ τὸ μὲν τα- ταὐτὸ ἔσται, δεῖ καὶ τοῦτο ὂν πρὸ αὐτοῦ, καὶ ὁμοίως πάλιν ἐκεῖ τὸ ἀναγκαῖον ἕξει † γὰρ † ἐκεῖνο ἔσται ἐξ ἀνάγκης, εἰ τὸ μετὰ τοῦτο, καὶ οὕτως προϊόντων, ἐπεὶ μηδὲν ἔσχατόν ἐστι τοῦ ἀπείρου ἐξ ἀνάγκης μέλλοντος γίνεσθαι. ἁπλῶς ἐξ ἀνάγκης ἐγίνετο καὶ τὰ πρὸ αὐτοῦ, οἷς πάλιν ἐξ ἀνάγκης γινομένοις εἵπετο καὶ τὸ τελευταῖον ἐξ ἀνάγκης γίνεσθαι, εἰ τὰ πρῶτα. οὐκέτ’ἐπὶ τῶν οὕτω γινομένων ἔσται λαβεῖν τὴν τοιαύτην ἀκολουθίαν τὴν εἰ τὸ πρῶτον, ἐξ ἀνάγκης τὸ ὕστερον. τὸ δὲ “ὥστε εἰ μὴ ἔστιν ἀρχὴ τοῦ ἀπείρου, οὐ δὲ τὸ πρῶτον ἔσται, δι’ὃ ἀναγκαῖον ἔσται γενέσθαι”, ἴσον ἐστὶ τῷ “ὥστε εἰ μὴ ἔστι τέλος τοῦ ἀπείρου” ἀρχὴν γὰρ νῦν τὸ τέλος εἶπεν, ἐπεὶ ἀπὸ τοιούτου ἀρχή, εἰ ἀναγκαίως γίνοιτο τὸ καὶ τὰ πρὸ αὐτοῦ πάντα ἐξ ἀνάγκης ὀφείλειν γίνεσθαι. εἰ δὲ μὴ ἔστι τοῦτο, οὐ δὲ ἡ ἀκολουθία αὕτη ἐπ’αὐτοῦ ἀληθής ἐστιν ἡ λέγουσα, εἰ τὸ πρῶτον τὸ ὕστερον, τῷ τὴν τοιαύτην ἀκολουθίαν ἀληθῆ γίνεσθαι ἐν οἷς ἐστί τι ἔσχατον ἐξ ἀνάγκης γινόμενον τῷ ἕπεσθαι τοῦτο τῷ ἐξ ἀνάγκης γινομένῳ τὰ καὶ πρὸ αὐτοῦ ἐξ ἀνάγκηςτε γίγνεσθαι καὶ ἀληθὲς εἶναι ἐφ’ἑκάστου αὐτῶν τὸ εἰ τὸ πρῶτον, καὶ τὸ ὕστερον. ἀνάγκη γάρ, εἰ μέλλοι ἡ τοιαύτη ἀκολουθία ἀληθὴς ἔσεσθαι, εἶναί τι πέρας ἐν τοῖς λαμβανομένοις. ὅτι δ’ἀρχὴν καὶ τὸ πέρας λέγει, ἔδειξεν δι’ὧν μετ’ὀλίγον εἶπεν οὕτως · “τούτων δ’εἴπερ ἔσται ἀίδιος, οὐκ εἰς εὐθὺ οἷόντε διὰ τὸ μηδαμῶς εἶναι ἀρχὴν μήτ’ἂν κάτω, ἐπὶ τῶν ἐσομένων λαμβανομένων, μήτ’ἂν ἄνω ἐπὶ τῶν γινομένων”. τὸ γὰρ “μήτ’ἂν κάτω ἐπὶ τῶν ἐσομένων” τῆς ὡς πέρατος ἀρχῆς ἐστι δηλωτικόν. τὴν μὲν οὖν κάτω δεῖ εἶναι ἀρχήν, εἰ μέλλοι τὸ ἁπλῶς ἀναγκαῖον ἕξειν τὰ γινόμενα, ὅτι τῷ τοῦτο ὑποκεῖσθαι ἁπλῶς ἀναγκαίως ἔσεσθαι τούτῳ ἀληθὲς ἐγίνετο, εἰ τὸ πρῶτον ἐξ ἀνάγκης, καὶ τὸ ὕστερον, τὴν δὲ ἄνω, ὅτι οὕτω δυνησόμεθα λαβεῖν τὸ εἰ τὸ πρῶτον τὸ ὕστερον.
2.23.1Ἐμπεδοκλῆς μὲν ταῖς ἀπορροίαις ταῖς ἀπ’ἀμφοτέρων καὶ τοῖς πόροις τοῖς τῆς λίθου συμμέτροις οὖσιν ταῖς ἀπὸ τοῦ σιδήρου τὸν σίδηρον φέρεσθαι λέγει πρὸς τὴν λίθον · αἱ μὲν γὰρ τούτου ἀπόρροιαι τὸν ἀέρα τὸν ἐπὶ τοῖς τοῦ σιδήρου πόροις ἀπωθοῦσίτε καὶ κινοῦσι τὸν ἐπιπωματίζοντα αὐτούς · τούτου δὲ χωρισθέντος ἀθρόᾳ ἀπορροίᾳ ῥεούσῃ τὸν σίδηρον ἕπεσθαι · φερομένων δὲ τῶν ἀπ’αὐτοῦ ἀπορροιῶν ἐπὶ τοὺς τῆς λίθου πόρους, διὰ τὸ συμμέτρουςτε αὐτοῖς εἶναι καὶ ἐναρμόζειν καὶ τὸν σίδηρον σὺν ταῖς ἀπορροίαις ἕπεσθαίτε καὶ φέρεσθαι. ἐπιζητήσαι δ’ἄν τις, εἰ καὶ συγχωρηθείη τὸ τῶν ἀπορροιῶν, τί δήποτε ἡ λίθος οὐχ ἕπεται ταῖς ἰδίαις ἀπορροίαις, κινεῖται δὲ πρὸς τὸν σίδηρον. οὐδὲν γὰρ μᾶλλον ἐκ τῶν εἰρημένων ἡ λίθος πρὸς τὸν σίδηρον ἢ ὁ σίδηρος κινηθήσεται πρὸς τὴν λίθον. ἔτι διὰ τί οὐ καὶ χωρὶς τῆς λίθου κινηθήσεταί ποτε σίδηρος ἐπ’ἄλλο τι τῶν ἀπ’αὐτοῦ ἀπορροιῶν ἀθρόων φερομένων. διὰ τί γὰρ μόναι αἱ ἀπὸ τῆς λίθου ἀπόρροιαι κινεῖν δύνανται τὸν ἐπιπωματίζοντα τοὺς τοῦ σιδήρου πόρους ἀέρα καὶ ἐπέχοντα τὰς ἀπορροίας; ἔτι διὰ τί ἄλλο οὐδὲν πρὸς ἄλλο τι οὕτω φέρεται, καίτοι πολλὰ λέγεται ὑπ’αὐτοῦ συμμέτρους τοὺς πόρους πρὸς ἀλλήλας ταῖς ἀπορροίαις ἔχειν; λέγει γοῦν “ὕδωρ οἴνῳ μᾶλλον ἐναρίθμιον, αὐτὰρ ἐλαίῳ οὐκ ἐθέλει”. ἀλλ’οὐ φέρεται τούτων οὐδέτερον πρὸς ἕτερον. ὁ Δημόκριτος δὲ καὶ αὐτὸς ἀπορροίαςτε γίνεσθαι τίθεται καὶ τὰ ὅμοια φέρεσθαι πρὸς τὰ ὅμοια, ἀλλὰ καὶ εἰς τὸ κοινὸν πάντα φέρεσθαι. ταῦθ’ὑποθέμενος λαμβάνει τὸ τὴν λίθον καὶ τὸν σίδηρον ἐξ ὁμοίων ἀτόμων συγκεῖσθαι, λεπτοτέρων δὲ τὴν λίθον καὶ † ὅτι † εἶναι ἀραιοτέραντε καὶ πολυκενωτέραν αὐτὴν εἶναι, καὶ διὰ τοῦτ’εὐκινητοτέραν θᾶττον ἐπὶ τὸν σίδηρον φέρεσθαι (πρὸς γὰρ τὰ ὅμοια ἡ φορά), καὶ ἐνδυόμενα εἰς τοὺς πόρους τοῦ σιδήρου κινεῖν τὰ ἐν ἐκείνῳ σώματα διαδυόμενα δι’αὐτῶν διὰ λεπτότητα, τὰ δὲ κινηθέντα ἔξωτε φέρεσθαι ἀπορρέοντα καὶ πρὸς τὴν λίθον διάτε ὁμοιότητα καὶ διὰ τὸ κενὰ ἔχειν πλείω, οἷς ἑπόμενον τὸν σίδηρον διὰ τὴν ἀθρόαν ἔκκρισίντε καὶ φορὰν φέρεσθαι καὶ αὐτὸν πρὸς τὴν λίθον. οὐκέτι δὲ ἡ λίθος πρὸς τὸν σίδηρον φέρεται, ὅτι μὴ ἔχει τοσαῦτα ὁ σίδηρος κενὰ ὅσα ἡ λίθος. ἀλλὰ τὸ μὲν τὴν λίθον καὶ τὸν σίδηρον ἐξ ὁμοίων συγκεῖσθαι δέξαιτ’ἄν τις, πῶς δὲ καὶ τὸ ἤλεκτρον καὶ τὸ ἄχυρον; † ὅτι † δὲ καὶ ἐπ’ἐκείνων λέγεται ταύτην τὴν αἰτίαν, ἔτι πολλὰ ἑλκόμενα ὑπὸ τοῦ ἠλέκτρου, οἷς πᾶσιν εἰ ἐξ ὁμοίων σύγκειται, κα- κἀκεῖνα ἐξ ὁμοίων ἀλλήλοις συγκείμενα ἕλκοι ἂν ἄλληλα. Διογένης δὲ ὁ Ἀπολλωνιάτης πάντα τὰ ἐλατά φησιν καὶ ἀφιέναι τινὰ ἰκμάδα ἀφ’αὑτῶν πεφυκέναι καὶ ἕλκειν ἔξωθεν, τὰ μὲν πλείω, τὰ δὲ ἐλάττω, πλείστην δὲ ἀφιέναι χαλκόντε καὶ σίδηρον, οὗ σημεῖον τότε ἀποκαίεσθαί τι καὶ ἀπαναλίσκεσθαι ἀπ’αὐτῶν ἐν τῷ πυρί, καὶ τὸ χριόμενα αὐτὰ ὄξει καὶ ἐλαίῳ ἰοῦσθαι · τοῦτο γὰρ πάσχειν διὰ τὸ ἕλκειν ἐξ αὐτῶν τὴν ἰκμάδα τὸ ὄξος. † τὸ † γὰρ τὸ πῦρ καίειν ἂν καίειν αὐτῷ · τῷ δὲ εἰσδυόμενον εἰς ἕκαστον ἕλκειντε καὶ ἀναλίσκειν τὸ ἐν αὐτοῖς ὑγρόν. τοῦ σιδήρου ἕλκοντόςτε καὶ πλεῖον ἀφιέντος ὑγρὸν τὴν λίθον οὖσαν ἀραιοτέραν τοῦ σιδήρου καὶ γεωδεστέραν πλεῖον ἕλκειν τὸ ὑγρὸν τὸ ἀπὸ τοῦ παρακειμένου ἀέρος ἢ ἀφιέναι. τὸ μὲν οὖν συγγενὲς ἕλκουσαν ἐν αὑτῇ δέχεσθαι, τὸ δὲ μὴ συγγενὲς ἀπωθεῖν. εἶναι δ’αὐτῇ συγγενῆ τὸν σίδηρον, διὸ τὸ ἀπὸ τούτου ἕλκειντε καὶ δέχεσθαι ἐν αὑτῇ, καὶ διὰ τῆς τούτου ἕλξεως καὶ τὸν σίδηρον ἐπισπᾶσθαι διὰ τὴν ἀθρόαν ἕλξιν τοῦ ἐν αὐτῷ ὑγροῦ, μηκέτι δὲ τὸν σίδηρον ἕλκειν τὴν λίθον τῷ μη δ’οὕτως εἶναι τὸν σίδηρον ἀραιὸν ὡς δέχεσθαι δύνασθαι ἀθρόαν τὴν ἀπ’αὐτῆς ὑγρότητα. ἀλλ’εἰ τοῦτο, διὰ τί μόνη ἡ λίθος ἕλκει τὸν σίδηρον, τῶν δ’ἄλλων οὐδὲν τὸ συγγενές, οἷον χαλκὸς καὶ μόλιβδος; ἀφίησι γὰρ καὶ ταῦτα ὑγρὸν καὶ ἕλκει, καὶ συγγενῆ τινα καὶ τούτοις ἐστίν, ὥσπερ καὶ τοῦ σιδήρου ἡ λίθος. ἔτι διὰ τί οὐ καὶ ἄλλα τινὰ ἡ λίθος ἕλκει τῶν στερεῶν, ἃ ἀφίησι πλείονα ἰκμάδα, ὧν καὶ ὁ χαλκός ἐστιν; οὐ γὰρ διότι ἐμμένει τὰ ἑλκόμενα διὰ τὴν συμμετρίαν ἕπεται τὸ ἀφ’οὗπερ ῥεῖ τὸ ἑλκόμενον, ἀλλὰ διότι ἕλκεται, καὶ εὐλογώτερόν γε, ὧν μη δὲ ἐμμένει ἐν τῷ ἕλκοντι ἰκμὰς ἀλλὰ παραπέμπεται, ταῦτα μᾶλλον κινεῖσθαι. καὶ γὰρ πλεῖον ἀπὸ τούτων εἰκὸς ἕλκεσθαι τῷ τὸ ἑλκόμενον ἐν ἑαυτῷ μη δὲ πληρούμενον ὑπ’αὐτοῦ, ἀλλ’ὅμοιον μένον ἕλκειν. ὁμοίως δὲ καθόλου ἀναγκαῖον τὸν περὶ τούτου λέγοντα πρῶτον ἐζητηκέναι, τίς ὁ τῆς ὁλκῆς τρόπος. ἕλκει γὰρ τὰ μὲν βίᾳ καὶ ἁφῇ · ταῦτα αὐτὰ κινούμενα κινεῖ. οὐχ οὕτως δὲ ἡ λίθος · ἀκίνητος γάρ. καὶ οὔτε τοῦ σιδήρου ἁπτομένη, οὔτε σπῶσα τὸν μεταξὺ ἀέρα ἢ τὸ ὕδωρ ἐπισπᾶται αὐτὸν δι’αὐτῶν. καὶ γὰρ ἂν τὰ ἐπιπολάζοντα ἐν αὐτῷ καὶ κουφότερα ἕλκοι τῷ ἐπισπᾶσθαι τὸν μεταξὺ ἀέρα, ὡς τῷ θερμῷ τῷ ἐν αὐτοῖς τὸ ἤλεκτρον καὶ ἡ σικύα. οὐχ οὕτως ἐκείνη. ἐν ἐκείνοις γὰρ τὸ πῦρ κινούμενον καὶ ἐξιὸν σπᾷ τὸ παρακείμενον ὑγρὸν καὶ ἁπτόμενον ὡς σπωμένῳ τὸ συνεχὲς ἐφέλκεται, ἡ δὲ λίθος τὸν σίδηρον μόνον. εἰ γὰρ ἔσπα τὸν μεταξὺ ἀέρα, ἐφέρετ’ἂν πάντα τὰ ἐν τῷ ἀέρι κουφότερα τοῦ σιδήρου ἐπὶ τὴν λίθον πρῶτα τοῦ σιδήρου. ἕλκειν δοκεῖ καὶ ἡ ὑστέρα τὰ σπέρματα καὶ αἱ φλέβες καὶ τὰ μέλη τὴν τροφήν. οὐχ οὕτως δὲ ἡ λίθος ἕλκει τὸν σίδηρον. καὶ γὰρ τούτων ὅσα ἕλκει τῷ τὸν ἀέρα καὶ τὸ ὑγρὸν σπᾶν πρῶτον τὸ μεταξὺ τοῦτο ποιεῖ κατὰ συμβεβηκός. ἕλκειν δοκεῖ καὶ ὁ ἥλιος τὸ ὕδωρ (μεταβάλλον γὰρ διὰ τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα ἀναφέρεται εἰς τὸν κατὰ φύσιν αὐτῶν τόπον, ὅς ἐστιν ἄνω ἔνθα καὶ ὁ ἥλιος) οὐχ ὡς ἡ λίθος · οὐ γὰρ μεταβάλλει τὸν σίδηρον. ἕλκει καὶ τὴν τροφὴν τὸ ζῷον καὶ πᾶν τὸ ἐπιθυμητὸν καὶ ὀρεκτὸν οὐ τῷ ποιεῖν τὸ μεταξὺ αὐτοῦ καὶ τοῦ ὀρεγομένου ὅμοιον ἑαυτῷ (οὐ γὰρ τροφὴ γίνεται τὸ μεταξύ, οὐ δ’ἕλκεται τοῦτο), ἀλλὰ κινηθὲν τὸ μεταξὺ ὑπὸ τοῦ ὀρεκτοῦ διαδίδωσι τὸ εἶδος ἐπὶ τὸ κινούμενον, ὡς ἐπὶ τοῦ ὁρᾶν γίνεται. οὕτως καὶ ὁ σίδηρος ἐπὶ τὴν λίθον φέρεται, οὐχ ἕλκουσαν αὐτὸν βίᾳ πρὸς ἑαυτήν, ἀλλ’ἐφέσει τούτου οὗ ἐνδεὴς μέν ἐστιν αὐτός, ἔχει δ’αὐτὸ ἡ λίθος · δοκεῖ γὰρ καὶ ἡ λίθος σιδηρῖτις εἶναι, ἐξικμασμένη μέντοι ἤδη ἤτοι ὑπὸ χρόνου ἢ ὑπό τινος ἄλλης αἰτίας. οὐ μόνον γὰρ τὰ αἴσθησιν ἔχοντα καὶ τὰ ἔμψυχα ἐφίεται τοῦ κατὰ φύσιν ἑαυτοῖς, ἀλλ’οὕτω πολλὰ καὶ τῶν ἀψύχων ἔχει.
2.24.1εἰ ἡ ὕλη καθ’αὑτὴν οὐκ οὖσα τόδε τι, καθὰ τὴν μορφὴν καὶ τὸ εἶδος ἂν δέξηταίτε καὶ σχῇ, ἤδη λέγεται τόδε, ἀπὸ τοῦδε τοῦ εἴδους ἑκάστῳ τῶν ἐνύλων τὸ εἶναι τούτῳ. ἐπὶ μὲν οὖν τῶν ἁπλῶντε καὶ πρώτων σωμάτων οὐ δ’ὅλως καθ’αὑτὴν ἡ ὕλη τόδε τι τῷ τὴν πρώτην καὶ κυρίως ὕλην τούτοις προσεχῶς ὑποκεῖσθαι, ἐπὶ δὲ τῶν συνθέτων σωμάτων, ἐπεὶ τούτοις μηκέτι προσεχῶς ὑποκείμενον ἡ πρώτητε καὶ κυρίως ὕλη, ἀλλ’ἔστιν ἡ ὕλη σώματα τούτοις ὑποκείμενα, εἴ γε τὰ καλούμενα στοιχεῖα ἡ τούτων ὕλη, ἔσται μὲν ἡ τούτων ὕλη τόδε τι, οὐ μὴν τὸ γενόμενον ἐξ αὐτῶν τὸ εἶναι τοῦτο ὃ γέγονεν ἀπὸ τῆς ὕλης ἔχει καὶ τοῦ ἐκείνης εἴδους, ἀλλ’ἀπὸ τοῦ εἴδους τοῦ γεγονότος ἐν τῇ ποιᾷ συνθέσειτε καὶ μίξει τῶν ὑποκειμένων αὐτῷ σωμάτων. οὐ γὰρ ἐπεὶ πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ ὕλη σαρκί, ἡ σὰρξ ἀπὸ τούτων σὰρξ καλεῖταίτε καὶ ἔστιν, ἀλλ’ἀπὸ τοῦ γεγονότος ἐν αὐτοῖς εἴδους, καθ’ὃ τὸ εἶναί ἐστι τῇ ἐξ αὐτῶν γεγονυίᾳ σαρκί. οὐ δὲ γὰρ τὴν ἀρχὴν ἐκεῖνα ἐν τῇ σαρκὶ ἔτι σώζεται. ἀλλ’ὥσπερ ἐπὶ τῆς τῶν ἁπλῶν γενέσεως σωμάτων ἡ ὑποκειμένη ὕλη αὐτοῖς, αὕτη δ’ἦν ἡ πρώτη, οὐκ ἦν μὲν αὐτὴ καθ’αὑτὴν τόδε τι, ἦν μέντοι ἐν ὑποστάσει ἐπ’ἄλλου τινὸς εἴδους οὖσα, καὶ κατ’ἐκεῖνο τόδε τι οὖσα (τὸ γὰρ γινόμενον πῦρ κατὰ μεταβολὴν τῆς ὕλης γίνεται ἀποβαλλούσης μὲν τὸ προϋπάρχον εἶδος ἐν αὐτῇ, μεταβαλλούσης δὲ εἰς τὸ τοῦ πυρός, καὶ οὐχ ὅτι ἐξ ἀέρος, ἂν οὕτω τύχῃ. ἡ μεταβολὴ αὕτη, τὸ πῦρ κατὰ τὸν ἀέρα τὸ εἶναι ἔχει, ὥς γε οὐ δ’ὕλης εἰς τὸ πῦρ μεταβολή), οὕτως οὐ δὲ τὰ σύνθετα σώματα, οἷς ἤδη προσεχὴς ὕλη τόδε τί ἐστιν, τόδε τι εἶναι ἔχει ἀπό του τῶν ὑποκειμένων αὐτοῖς σωμάτων εἴδους, ἀλλ’ἀπὸ τοῦ ἐξ ἐκείνωντε καὶ ἀπ’ἐκείνων γενομένου. διὸ κατὰ παντὸς μὲν ἀληθές ἐστιν τὸ πᾶσαν συναμφότερον οὐσίαν ἀπὸ τοῦ εἴδους ἔχειν τὸ εἶναι τοῦτο ὅ ἐστι, τούτου δ’οὕτως ἔχοντος ἀληθὲς καὶ ὃ καθ’ἑκάστην τῶν συναμφοτέρων οὐσιῶν τότε εἶναι καὶ τὸ λέγεσθαί ἐστι, τοῦτ’αὐτῶν εἶδος εἶναι, ὥστ’ἐπεὶ καὶ τὸ ζῷον συναμφότερος οὐσία καὶ τῷ ζῴῳ αὐτῷ εἶναίτε καὶ λέγεσθαι παρὰ τῆς ψυχῆςτε καὶ κατὰ τὴν ψυχήν ἐστιν, εἶδος ἂν εἴη ἡ ψυχὴ τῶν ζῴων, οὕτως δὲ καὶ τῶν ἄλλων τῶν παρὰ τὰ ζῷα ἐμψύχων. ὅτι δὲ εἶδος ἡ ψυχή, ἔδειξεν ὁδῷ χρησάμενος τοιαύτῃ. ἐπεὶ τῆς οὐσίας ἡ μέν ἐστιν ὕλη, ἡ δὲ εἶδος, ἡ δὲ συναμφότερος, καὶ ἔστιν ἡ μὲν συναμφότερος ἐξ ὕληςτε καὶ εἴδους ἔχουσα τὸ τόδε τι οὐ παρὰ τῆς ὕλης, ἀλλὰ παρὰ τοῦ εἴδους τοῦ ἐν αὐτῇ, λαβὼν τὰ φυσικὰ σώματα οὐσίας εἶναι (ἐνεργεῖ γάρ. τὸ ἐνεργὲς δὲ οὐσία) καὶ ὅτι σύνθετος οὐσία, διελὼν τὸ φυσικὸν σῶμα τῷ ζωὴν ἔχειν, ἔλαβεν τὸ εἶναι τὸ φυσικὸν σῶμα τὸ ζωὴν ἔχον οὐσίαν σύνθετον, οὐχ ὅτι μὴ καὶ τὸ φυσικὸν σῶμα καθ’αὑτὸ οὐσία σύνθετόςτε καὶ συναμφότερος, ἀλλ’ὅτι αὐτὴ ἤδη καὶ ἐκ τίνων σύγκειται φανερά (ἐκ γὰρ σώματος φυσικοῦ καὶ ζωῆς ἥτις ἐστὶν ἡ ψυχή), λαβὼν δὲ τὸ ζωὴν ἔχον σῶμα συναμφότερον οὐσίαν εἶναι ἐξ ὕληςτε καὶ εἴδους, καὶ δείξας ὅτι ἡ ψυχὴ οὔτε σῶμα οὔθ’ὑποκείμενον ἐν τῷ ζῴῳ, ἔδειξεν ὅτι ἡ κατὰ τὸ εἶδος οὐσία ἐστὶ ψυχή. δεῖ γὰρ αὐτὴν ἢ ὡς εἶδος ἢ ὡς ὕλην εἶναι ἐν αὐτῷ.
2.25.1οὐ γὰρ τοιούτου σώματος τὸ τί ἦν εἶναι καὶ ὁ λόγος ἡ ψυχή, ἀλλὰ φυσικοῦ τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτῷ “. πρὸς τί τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτῷ; ἀλλ’εἰ τοιοῦτο τὸ φυσικόν, πῶς ἔτι φυσικὸν τὸ θεῖον οὐκ ἔχον στάσεως ἀρχὴν ἐν αὑτῷ; ἢ ἔχει πως στάσεως ἀρχήν, εἴ γε κατὰ μὲν τὰ μέρη κινεῖται, τὸ δ’ὅλον ὡς ὅλον ἕστηκεν · ἐν τῷ αὐτῷ γάρ ἐστιν ἀεί. ἢ οὐ περὶ παντὸς εἶπεν τοῦ φυσικοῦ σώματος, ἀλλὰ τοῦ ἐν ᾧ ἡ ψυχὴ γίνεται. ἢ τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτῷ οὐ περὶ φυσικοῦ σώματος λέγει, ἀλλὰ περὶ ψυχὴν ἔχοντος. ἡ γὰρ ψυχὴ ἐν τούτοις ἀρχὴ κινήσεώςτε καὶ στάσεως.
2.26.1” τὸ δὲ σπέρμα καὶ ὁ καρπὸς τὸ δυνάμει τοιόνδε σῶμα “. μάλιστ’ἂν δεικνύοιτο ἡ ψυχὴ μὴ οὖσα ἐν ὑποκειμένῳ διὰ ταύτης τῆς λέξεως. εἰ γὰρ τὸ ὀργανικὸν σῶμα, ἐν ᾧ ἐστιν ἡ ψυχή. παρὰ τῆς ψυχῆς ἔχει τὸ ὀργανικὸν εἶναι καὶ οὔτε πρὸ τοῦ ἔχειν τὴν ψυχὴν ὀργανικὸν ἦν, οὔτε ἀπελθούσης τῆς ψυχῆς ἐστιν ὀργανικόν, οὐκ ἂν εἴη ἐν αὐτῷ ὡς ἐν ὑποκειμένῳ. ἀλλὰ μὴν οὐκ ἐν ἄλλῳ τινί ἐστι σώματι ἢ ἐν τούτῳ. τὸ γὰρ σπέρμα δυνάμει ἔμψυχον τῷ δύνασθαι γενέσθαι τοιοῦτο σῶμα, οὗ ἡ ψυχὴ τελειότης ἐστί. καὶ ᾧ τὸ εἶναι τούτῳ, ὅ ἐστι, παρὰ τῆς ψυχῆς ἐστιν.
2.27.1” λέγωμεν οὖν τὴν ἀρχὴν τῆς σκέψεως τοῦ πράγματος λαβόντες διωρίσθαι τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν “διὰ τοῦ λαβεῖν μὲν τὸ ψυχὴν ἔχον σῶμα συναμφότερον οὐσίαν, πᾶσαν δὲ συναμφότερον οὐσίαν ἐξ ὕληςτε καὶ εἴδους εἶναι, μὴ εἶναι τὸ σῶμα ἐν ὑποκειμένῳ τινί, ἀλλ’αὐτὸ εἶναι τὸ ὑποκείμενον, καὶ ἀποδοὺς λόγον τῆς ψυχῆς ἐντελέχειαν τὴν πρώτην σώματος φυσικοῦ ὀργανικοῦ, ὡς οὐδέπω ἱκανῶς δεδειγμένου τοῦ τὴν ψυχὴν εἶδος εἶναι διὰ τὸ μη δὲ τὴν αἰτίαν ἐν τῷ ἀποδεδομένῳ λόγῳ ἐμφαίνεσθαι, δι’ἣν εἶδός ἐστι καὶ ἐντελέχεια ἡ ψυχὴ τοῦ τοιούτου σώματος, πάλιν ἀναλαβὼν ἄνωθεν αὐτὸ τοῦτο πειρᾶται δεικνύναι, καὶ πρῶτον μὲν ἐκτίθεται τὰς δυνάμεις τῆς ψυχῆς, καὶ δείξας τὰς μέν τινας αὐτῶν οὔσας πρώτας καὶ χωριστὰς τῶν ἄλλων, τὰς δὲ δευτέρας, καὶ τάξιν τινὰ οὖσαν ἐν αὐταῖς δείξας, καὶ ὅτι τὸ μὲν ζῆν τοῖς ἐμψύχοις παρὰ τῆς θρεπτικῆς ἐστι ψυχῆς, τὸ δὲ ζῴῳ εἶναι παρὰ τῆς αἰσθητικῆς, δείξας δὲ καὶ ἐπὶ τῶν αἰσθητικῶν τάξιν τινὰ οὖσαν, καὶ τὰς μὲν πρώταςτε καὶ χωριζομένας τῶν ἄλλων, τὰς δὲ δευτέραςτε καὶ τῶν πρὸ αὐτοῦ ἀχωρίστους, ζητήσας δὲ καὶ πότερον χρὴ ἑκάστης δυνάμεως ψυχῆς ψυχὴν λέγειν ἢ μόριον ψυχῆς, καὶ εἰ μόριον, πότερον τῷ λόγῳ μόνον χωριστὸν ἢ καὶ τόπῳ, καὶ δείξας τὰς πλείστας δυνάμεις αὐτῆς χωριζομένας λόγῳ μόνον, περὶ δὲ τοῦ νοῦ εἰπὼν εἶναί τινα ἀμφισβήτησιν, εἰπών δὲ καὶ κατ’εἶδος γίνεσθαι διαφορὰς τῶν ἐμψύχων, τῷ τὰ μὲν πάσας ἔχειν τὰς δυνάμεις, τὰ δέ τινας, τὰ δὲ μίαν μόνην, ἐπὶ τούτοις ἔδειξε, πῶς εἶδος ἡ ψυχὴ καὶ ἐντελέχεια, ὅτι γὰρ τῷ τοῦ σώματός τι εἶναι τοῦ ὑποκειμένου † ὁμοία † οὖσα καὶ χωριστή ἐστιν αὐτοῦ. ἡ δὲ δεῖξις τοιαύτη · ἔλαβεν τὸ ἐπὶ πάντων τῶν λεγομένων εἶναι τοιούτων, ὁποῖά ἐστὶ πρώτωςτε καὶ δευτέρως, καθὸ μὲν πρώτως λέγονται, τοῦτο εἶναι εἶδος αὐτῶν, καθὸ δὲ δευτέρως, ὑποκείμενόντε καὶ ὕλην τὴν ἐκεῖνο τὸ εἶδος συνέχουσαν, καὶ τοῦτο διὰ τῆς ἐπαγωγῆς πιστωσάμενος ἔλαβεν τὸ καὶ ζῆν τὰ ἔμψυχα λέγεσθαι κατὰ πρώτην μὲν τὴν ψυχὴν […] ἔχον, οὕτως ἔχοντος ἡ μὲν ψυχὴ ἐδείχθη εἶδος οὖσα τοῦ σώματος τοῦ ἔχοντος αὐτὴν, ὕλη δὲ τὸ σῶμα.
2.28.1κοινὰ τῷ γένει καὶ τῇ ὕλῃ τὸ κοινὰ εἶναι πλειόνων, καὶ τὸ πρῶτα τῇ φύσει τῶν ὑπ’αὐτάτε καὶ ὧν ἐστι κοινά, καὶ τὸ τῇ εἴδους τινὸς συνθέσει πρὸς αὐτὰ τὰς διαφορὰς λαμβάνειν. ὡς γὰρ κοινῆς οὔσης τῆς ὕλης τὰ εἴδη ἐν αὐτῇ γινόμενα κατὰ τὴν πρὸς ἄλληλα διαφορὰν διάφορον ποιεῖ καὶ τὸ συναμφότερον, οὕτως καὶ τοῦ γένους ὄντος κοινοῦ τὰ εἴδη καὶ αἱ διαφοραὶ συντιθέμεναι αὐτῷ κατὰ τὴν ἐν αὐτοῖς διαφορὰν ποιοῦσι τὴν ἐν τοῖς γένεσι διαφοράν · τὰ γὰρ αὐτὰ ἕτερα γίνεται τῇ τῶν διαφερόντων συνθέσει. ἢ εἴη ἂν αὐτῶν ἡ πρὸς ἄλληλα διαφορὰ κατὰ τὸ μὴ ὁμοίως ἔχειν τὸ κοινὸν πρὸς τὰ εἴδη ὧν ἐστι κοινόν. ἡ μὲν γὰρ ὕλη κοινὴ ὡς ὑποκείμενον τούτοις ὧν ἐστι κοινόν (ὑπόκειται γὰρ τοῖς εἴδεσιν), τὸ δὲ γένος κοινὸν ὡς κατηγορούμενον τῶν ὧν κοινόν ἐστιν. ἐν γὰρ τῇ ὕλῃ ὑποκειμένῃ τὰ εἴδη γίνεται ὡς ἐν τῷ χαλκῷ τὰ σχήματα, οὐχ οὕτως δ’ἐν τῷ γένει τὰ εἴδη · τὰ γὰρ γένη ὧν ἐστι γένη τούτων κατηγορεῖται. καὶ ἡ μὲν ὕλη ἅματε πᾶσα λαμβανομένη κοινὴ τῷ πάντ’ἔχειν ἐν ἑαυτῇ τὰ ἔνυλα εἴδη, ἀλλ’ἕκαστον αὐτῆς μόριον καθ’αὑτὸ κοινὸν καὶ αὐτὸ τῷ πάντων εἶναι παρὰ μέρος τῶν ἐναντίων δεκτικόν, τὸ δὲ γένος αὐτὸ μὲν κοινὸν τῶν οἰκείων εἰδῶν, τὸ δὲ καθ’ἕκαστα αὐτοῦ οὐ κοινόν · οὐ γὰρ οἷόντε τὸ ἐν Σωκράτει ζῷον ἐν ἄλλῳ γενέσθαι τινί. καὶ ἡ μὲν ὕλη πρᾶγμά ἐστι καὶ ὑπόκειται συντελοῦν εἰς τὸ εἶναι αὐτῶν ἑκάστῳ τῷδέ τινι, τὸ δὲ γένος ὡς γένος λαμβανόμενον οὐ πρᾶγμά τί ἐστιν ὑποκείμενον, ἀλλὰ μόνον ὄνομα, καὶ ἐν τῷ νοεῖσθαι τὸ κοινὸν εἶναι ἔχον, οὐκ ἐν ὑποστάσει τινί. καὶ ἡ μὲν ὕλη καὶ κατ’ἀριθμὸν ἄφθαρτος, τὸ δὲ γένος τῷ εἴδει τὸ ἄφθαρτον ἔχει καὶ τῇ τῶν γινομένων ἀνεπιλείπτῳ διαδοχῇ, τὸ δὲ καθ’ἕκαστα φθαρτὸν αὐτοῦ. καὶ ἡ μὲν ὕλη τῆς συναμφοτέρου οὐσίας τὸ ἕτερον μόριον ἐν τῇ τοῦ συναμφοτέρου φθορᾷ χωρίζεταίτε καὶ σώζεται, τὸ δὲ γένος ἐστὶ μὲν καὶ ἐν ἁπλοῖς (τοιαῦτα γὰρ τὰ τῶν εἰδῶν καὶ τῶν συμβεβηκότων γένη · οὐ γὰρ σύνθετον οὐ δὲ συναμφότερον ὡς ἐξ εἴδους καὶ ὑποκειμένου οὔτε ποιότητος οὔτε ποσότητος οὔτε τι τῶν παρὰ τὴν οὐσίαν γενῶν), ἐν δὲ τῇ συναμφοτέρῳτε καὶ ἐνύλῳ οὐσίᾳ σύνθετον μὲν τὸ γένος καὶ τὸ κοινὸν ὡς σύνθετον ἐν αὐτῇ. ὡς γὰρ τὰ καθ’ἕκαστα ἐν τῷ ζῴῳ σύνθετα, οὕτω δὴ καὶ τὰ εἴδη αὐτῶν καὶ τὰ γένη · τὸ γὰρ ζῷον εἶδός τι σημαίνει σὺν ὕλῃ, οὐ μὴν τὸ ἕτερον μέρος ἐστὶ τοῦ συναμφοτέρου ὡς ὕλη, ἀλλ’αὐτὸ τὸ ζῴῳ εἶναί ἐστι τὸ εἶναι ἐξ ἀμφοῖν. διὸ οὐ δ’ἐχωρίζετο τῆς ὕλης παραπλησίως · ἔχον γάρ τι τοῦ εἴδους ἐν τῷ τοῦ οἰκείου λόγῳ ἐν τῇ φθορᾷ τοῦ ὅλου, ἥτις γίνεται κατὰ τὴν τοῦ εἴδους φθοράν, καὶ αὐτὸ κατὰ τὴν τοῦ φθαρτοῦ κοινωνίαν φθείρεται. διὸ τὸ ἐν Σωκράτει ζῷον μόριόν πως ὂν τοῦ γένους οὐχ ὑπομένει φθειρομένου Σωκράτους. τοῦτό τοι κα- κἂν πάντα τὰ καθ’ἕκαστα ζῷα φθαρῇ ἀναιρεῖται καὶ τὸ ὡς γένος ζῷον ὄν, τῆς ὕλης μηδὲν τοιοῦτο πασχούσης. οὐ δὲ τὰ εἴδη ὁμοίως ἔντε τῇ ὕλῃ ἔντε τῷ γένει. ἐν μὲν γὰρ τῇ ὕλῃ πᾶν τὸ εἶδος γίνεται οὔσῃ χωρὶς εἴδους κατὰ τὸν ἑαυτῆς λόγον, ἐν δὲ τῷ γένει φθάσαν ἤδη τὸ εἶδος τὸ κοινότερόντε καὶ ἐν πᾶσι τοῖς ὑπὸ τὸ γένος εἴδεσι συνείληπται. διὸ οὐ δὲ τὸ εἶδος πᾶν ἔτι ἐν τῷ γένει γίνεται τῷ μέρος αὐτοῦ φθάσαν τὴν τοῦ γένους συμπληροῦν φύσιν, αἱ δὲ διαφοραὶ αἱ τὸ κοινὸν τοῦ εἴδους διαιροῦσαί εἰσιν αἱ τῷ γένει συντιθέμεναι. διὸ τὸ μὲν γένος ἀχώριστον τούτων ὧν ἐστι γένος καὶ συμφθειρόμενον αὐτοῖς, καὶ οὐκ εἰδῶν ἀλλὰ μέρους εἰδῶν δεκτικόν, καὶ οὐ δὲ τούτων ὡς ὑποκείμενον δεκτικόν, ἀλλὰ τῇ νοήσει λαμβανόμενόντε καὶ χωριζόμενον τῶν σὺν οἷς ἐστιν αὐτῷ τὸ εἶναι, τῆς ὕλης πρώτης οὔσης παντὸς τοῦ ἐνύλου σώματος. ἡ μὲν γὰρ οὐκ οὖσά πως κατὰ τὸν οἰκεῖον λόγον ἐνεργείᾳ δεξαμένη τὸ εἶδος τόδε τι γίνεται ἡ πρώτη οὖσα ἀρχὴ τοῦ τόδε τι καὶ συναμφοτέρου, τὸ δὲ γένος ἀπὸ τούτων τῶν ἐνύλωντε καὶ καθ’ἕκαστον τὸ εἶναι λαμβανομένου διὰ τὸν χωρισμὸν τῶν τὴν διαφορὰν αὐτοῦ δεικνύντωντε καὶ ποιούντων. καὶ ἡ μὲν ὕλη πᾶσι τοῖς ἐν γενέσειτε καὶ φθορᾷ αἰτία τοῦ εἶναίτε καὶ ὑφεστάναι, τὰ δὲ γένη ἐν τοῖς διὰ τὴν ὕλην τὸ εἶναίτε καὶ τὴν ὑπόστασιν ἔχουσιν ἐπιγίνεται ἔργον τοῦ συντιθέντος αὐτὰ διὰ τοῦ τῶν ἄλλων τῶν συνυπαρχόντων αὐτῷ τῇ ἐπινοίᾳ χωρισμοῦ.