Alexander

Problems and Solutions, 1

1.1

1.1.1εἰ αἱ οὐσίαι πᾶσαι φθαρταί, φθαρτὰ πάντα ἔσται · ἀχώριστα γὰρ τὰ ἄλλα τῆς οὐσίας. οὐκ ἔστι δὲ πάντα φθαρτά, οὔθ’αἱ οὐσίαι πᾶσαι φθαρταί. οὐ πάντα δὲ φθαρτά, ὅτι ἀδύνατον τὴν κίνησιν φθαρτὴν εἶναι · ἀίδιος γάρ. εἰ γὰρ εἴη γενητή, ἐπεὶ πᾶν, γινόμενον ὑπό τινος, καὶ ἔκ τινος γίνεται, εἴη ἂν καὶ τὰ ἐξ ὧν κίνησις. εἰ μὲν οὕτως εἶχεν, ὥστε μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν, τὸ δὲ ποιεῖν δεῖσθαί τινος μεταβολῆς, ἦν ἂν καὶ κίνησις ἤδη, ἀλλ’οὐκ ἐγίνετο. εἰ δέ τι ἦν ἐμποδὼν ἐκείνοις, ἔδει τινὰ κίνησιν γενέσθαι, ὥστε τὸ μὲν ποιῆσαι, τὸ δὲ παθεῖν, καὶ γενέσθαι τὴν κίνησιν ἐξ αὐτῶν, οὕτω δὲ ἀνάγκη ἔσται πρὸ τοῦ γενέσθαι τὴν κίνησιν κίνησιν εἶναι οὐ γενητήν. ἀλλ’ κίνησις ἐν τῷ κινουμένῳ, ὥστε καὶ ἀίδιος ἐν τῷ ἀιδίως κινουμένῳ · οὐ γὰρ οἷόντε ἀίδιόν τι κίνησιν κινεῖσθαι μὴ ἀίδιον ὄν. εἰ γάρ τις λέγοι, ἀίδιον εἶναι κίνησιν τῷ ἄλλο ἐξ ἄλλου σῶμα διαδέχεσθαι αὐτήν, πρῶτον μὲν οὐ συνεχῆ τὴν κίνησιν ποιήσει καὶ μίαν ( γὰρ συνεχὴς ἑνὸς ὄντος τοῦ κινουμένου αὐτήν), ἔτι ἐνδεχόμενον ἔσται τὸ ἐπιλιπεῖν τὴν κίνησιν, εἰ μή τι ἄλλο ἀίδιον ὂν τῆς εὐτάκτουτε καὶ ὡρισμένης τῶν κινουμένων διαδοχῆς αἴτιον εἴη, ἀίδιον σῶμα τὸ τὴν ἀίδιον κίνησιν κινούμενον. ἀλλὰ μὴν ἀίδιος καὶ συνεχὴς μόνη τῶν κινήσεων κυκλοφορία. τὸ ταύτην κινούμενον ἀίδιον. καὶ ἄριστον δὴ τῶν σωμάτων τοῦτο · τὸ γὰρ ἀίδιον τῶν οὐκ ἀιδίων ἄμεινον. καὶ τὸ τὴν πρώτην κινήσεων ἁπασῶν κινούμενον καὶ ἔμψυχον. τὸ γὰρ ἄριστον τῶν σωμάτων ἔμψυχον. ἄμεινον γὰρ σῶμα τὸ ἔμψυχον τοῦ ἀψύχου, τὸ δὲ κυκλοφορητικὸν σῶμα ἄριστον, ὥστε καὶ ἔμψυχον · τὸ γὰρ τῶν σωμάτων ἁπάντων ἄριστον ἔμψυχον, τὸ δὲ κυκλοφορητικὸν σῶμα τοιοῦτον. ἀλλὰ μὴν πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ τοῦτο ὂν καὶ τὸ κατὰ ψυχὴν κινούμενον πᾶν ὑπό τινος, εἴ γε τὸ μὲν κατὰ ψυχὴν κινούμενον καθ’ὁρμὴν κινεῖται, δὲ ὁρμὴ κατ’ἔφεσίν τινος. ὥστε εἴη ἂν καὶ τὸ ἀίδιον σῶμα καθ’ὁρμὴν καὶ κατ’ἔφεσίν τινος κινούμενον. τοῦ δὲ καθ’ὁρμὴν καὶ κατ’ἔφεσιν κινουμένου δεῖ εἶναί τι, οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κίνησιν, ἀίδιον καὶ αὐτὸ ὂν καὶ ἐνεργείᾳ. πᾶν γὰρ τὸ κινητικόν τινος ἐνεργείᾳ τι ὂν κινεῖ, καὶ τὸ ἀεὶ καὶ συνεχῶς κινοῦν ἀεὶ τὸ αὐτὸ ἔσται ἐνεργείᾳ, ἄμοιρον παντάπασιν δυνάμεως. εἰ γὰρ ἔσται δυνάμει, οἷόντε ἔσται καὶ τὴν κίνησιν φθαρῆναι, μὴ ὄντος ἐνεργείᾳ τοῦ κινήσοντος αὐτήν. ἀλλὰ καὶ ἀκίνητον ἔσται. εἰ γὰρ καὶ τοῦτο κινήσει κινούμενον, δεήσει καὶ τούτῳ πάλιν ἄλλου κινοῦντός τινος. ἀλλ’εἰ ἀκίνητον, ἀσώματον. πᾶν γὰρ σῶμα καθ’ σῶμα κινητόν. ἔσται τις ἀίδιος οὐσία ἁπλῆ καὶ ἀκίνητος ἐνεργείᾳ αἰτία, οὖσα τῆς τοῦ κυκλοφορητικοῦ σώματος ἀιδίουτε καὶ συνεχοῦς κινήσεως. κινηθήσεται δ’ὑπ’αὐτοῦ τὸ θεῖον σῶμα τῷ νοεῖν τὸ αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς ὁμοιώσεως αὐτοῦ. πᾶν γὰρ τὸ κινούμενον ὑπ’ἀκινήτου τινὸς κεχωρισμένου τοῦτον κινεῖται τὸν τρόπον. δεῖξις κατὰ ἀνάλυσιν. οὐ γὰρ οἷόντε τῆς πρώτης ἀρχῆς ἀπόδειξιν εἶναι, ἀλλὰ δεῖ ἀπὸ τῶν ὑστέρωντε καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς ταῦτα συμφωνίαν ἀναλύσει χρωμένους συστῆσαι τὴν ἐκείνου φύσιν. ὅτι δὲ καὶ πρῶτον νοητὸν καὶ μάλιστα, καὶ πρῶτον ὀρεκτὸν καὶ μάλιστα τὸ κινητικὸν τῆς κύκλῳ κινήσεως εἶδος, ἐντεῦθεν ἂν δεικνύοιτο. κυρίως νοητὸν τὸ εἶδος. γὰρ ὕλη, οὐδὲν οὖσα τῶν ὄντων ἐνεργείᾳ, κατ’ἀναλογίαν ἐστὶν νοητή, καὶ ὡς Πλάτων φησὶ νόθῳ λογισμῷ, τὸ δὲ εἶδος νοητὸν ἐνεργείᾳ τι ὄν, καὶ τῶν εἰδῶν μᾶλλον νοητὸν τὸ ἐν οὐσίᾳ, τὸ ἐν ἄλλῳ τινί, ὅτι καὶ μᾶλλον, καὶ τῶν ἐν τῇ οὐσίᾳ τὸ μάλιστα ἁπλοῦν καὶ ἀεὶ ὂν ἐνεργείᾳ · μάλιστα γὰρ νοητὸν τοῦτο τῷτε μάλιστα εἶναι ἀεὶ ὂν ἐνεργείᾳ καὶ τῷ τῇ ἑαυτοῦ φύσει τὸ ἁπλοῦν νοητόν. καὶ γὰρ τὰ ἐν τοῖς συνθέτοις τότε νοητά, ὅταν νοῦς αὐτὰ χωρίσῃ τῶν ἐν οἷς ἐστι καὶ ὥσπερ ἁπλᾶ αὐτὰ θεωρῇ. τοιαύτη δὲ κινητικὴ τοῦ παντὸς οὐσία · μάλιστα αὕτη νοητή. ἀλλὰ μὴν καὶ μάλιστα ὀρεκτή · μάλιστα γὰρ ὀρεκτὸν τῇ αὑτοῦ φύσει τὸ τῇ αὑτοῦ φύσει καλὸν μάλιστα. τοιοῦτον δὲ τοῦτο · τὸ γὰρ καλὸν ἐν τῷ εἴδει μᾶλλον ἐν τῇ ὕλῃ. ἐν γὰρ τῷ ποιοῦντι μᾶλλον ἐν τῷ πάσχοντι, καὶ ἔστι πάσχον μὲν τὸ δυνάμει τι ὄν, ποιοῦν δὲ τὸ ἐνεργείᾳ ὄν. καὶ ἐν τῷ ὡρισμένῳ μᾶλλον ἐν τῷ ἀορίστῳ · ἐν τῷ εἴδει τὸ καλὸν μᾶλλον, ἐν τῇ ὕλῃ, καὶ ἐν εἴδει τῷ ἐν οὐσίᾳ μᾶλλον ἔν τινι ἄλλῳ τῶν γενῶν. διὰ γὰρ τοῦτο καὶ τὰ ἄλλα ἔστιν. καὶ τῶν ἐν οὐσίᾳ τὸ μάλιστα ὂν καὶ ἁπλοῦν καὶ ἄμοιρον τοῦ δυνάμει καλὸν μάλιστα. τοιαύτη δὲ οὖσα δέδεικται προειρημένη φύσις, κυρίως καὶ πρώτως αὕτη ὀρεκτήτε καὶ νοητή.

1.2

1.2.1τὸ χρῶμα ὡρίσατο Ἀριστοτέλης πέρας τοῦ ὡρισμένου διαφανοῦς διαφανές. τοῦ γὰρ σώματος καθόσον μὲν σῶμα πέρας ἐπιφάνεια, καθόσον δὲ διαφανὲς χρῶμα. διὸ καὶ ἅμα ἐστὶ τὸ χρῶμα τῇ ἐπιφανείᾳ. ἐπεὶ γὰρ παντὸς σώματος ὡς σώματος πέρας ἐπιφάνεια, καὶ τὸ διαφανὲς δὲ σῶμά ἐστι, καὶ τούτου πέρας ὡς σώματος ἐπιφάνεια. ἔστι δὲ αὐτοῦ καὶ ὡς διαφανοῦς πέρας τὸ χρῶμα, καὶ ἅμα ἐστὶν αὐτοῦ τὰ πέρατα ἄμφω, εἴ γε πέρατα οὐκ ὄντα τὰ αὐτὰ ἀλλήλοις. πᾶν μὲν γὰρ χρῶμα ἐν ἐπιφανείᾳ γε καὶ σὺν ἐπιφανείᾳ, οὐ μὴν πᾶσα ἐπιφάνεια σὺν χρώματί, ὅτι μη δὲ πᾶν σῶμα διαφανὲς ὡρισμένον. τοῦ γὰρ διαφανοῦς σώματος τὸ μὲν ὡρισμένον, τὸ δ’ἀόριστον. τὸ μὲν οὖν ἀόριστον διαφανές (ὁποῖά ἐστιν τε ἀὴρ καὶ τὸ ὕδωρ), ὥσπερ οὐ δὲ ἐπιφάνειαν οἰκείαντε καὶ ὡρισμένην ἔχει (ὁρίζεται γὰρ τὰ ὑγράτε καὶ ἀόριστα σώματα τοῖς περιέχουσιν), οὕτως οὐ δ’οἰκεῖον ἔχει χρῶμα, ἀλλ’ἔστιν τῶν ἀλλοτρίων χρωμάτων διάκονόντε καὶ δεκτικὸν ὥσπερ καὶ σχημάτων (καὶ εὐλόγως φύσις ἄχρουν ἐποίησεν τὸ διακονησόμενον τοῖς ἀλλοτρίοις χρώμασιν διαφανές, διαφανὲς μὲν ὅπως δεκτικὸν χρωμάτων, ἀόριστον δὲ καὶ ἄχρουν, ὅπως μὴ τὸ οἰκεῖον αὐτοῦ χρῶμα τῇ μίξει τῇ πρὸς τὰ ὁρώμενα δι’αὐτοῦ ἐμποδίζῃ τὴν ἀληθῆ μήνυσιν αὐτῶν), τὸ δ’ἐν τοῖς ὡρισμένοιςτε καὶ στερεοῖς σώμασιν, ὡς ὡρισμένον ἔχει τὸ ὡς σώματος σχῆμάτε καὶ πέρας, οὕτω δὲ καὶ τὸ ὡς διαφανοῦς, καὶ ἔστιν ὡς διαφανοῦς αὐτοῦ πέρας χρῶμα. τὸ γὰρ χρῶμα πέρας ὡρισμένου διαφανοῦς. οὔτε γὰρ πᾶν σῶμα διαφανές (οὐ δὲ γὰρ πᾶν δεκτικὸν χρωμάτων), οὔτε πᾶν διαφανὲς ὡρισμένον. τὰ δὲ ἐν βάθει τῶν ὡρισμένων διαφανῶν οὕτως ἔχει χρῶμα ὡς ἐπιφάνειάντε καὶ σχῆμα. καὶ τῶν διαφανῶν δὲ ὡρισμένων τὰ μὲν μᾶλλόν ἐστι, τὰ δ’ἧττον τοιαῦτα. μάλιστα μὲν γὰρ διαφανῆ τὰ λαμπράτε καὶ λευκὰ σώματα, ἧς φύσεώς ἐστι τὸ πῦρ (ξανθὸν γὰρ τῇ μίξει τοῦ καπνοῦ μέλανος ὄντος φαίνεται), δευτέρως δὲ καὶ τρίτως ἐστὶ διαφανῆ κατὰ τὴν πρὸς τοῦτο ἀπόστασιν, ὅσα δὲ μέλανα τῶν σωμάτων, ταῦτα, ὄντα ἐν στερήσει χρώματος, καὶ τῆς διαφανείας ἐστέρηται. ἐπεὶ γὰρ τῶντε ὄντων τὸ χρῶμα καὶ τῶν ἐν ἄλλοις εἶναι πεφυκότων, εἶναί τι ἔδει καὶ σῶμα, ἐν τὸ χρῶμα, καὶ ἔστι τοῦτο τὸ διαφανὲς σῶμα. ὕλη γὰρ τοῦτο προσεχὴς χρώματος, τὸ μὲν ἐνεργείᾳ διαφανὲς ἔχον αὐτὸ ἐνεργείᾳ, τὸ δὲ δυνάμει ὡς ὕλη ὂν δεκτικὸν τῶντε ἐναντίων χρωμάτων ἀλλήλοις καὶ τῶν τούτοις μεταξύ. καὶ ἐν παντὶ σώματι χρῶμα ἔχοντι ὄντι χρώματος δεκτικῷ ἐστι μεμιγμένη καὶ τοῦ διαφανοῦς φύσις. ἐν οἷς μὲν οὖν σώμασιν, οὖσι διαφανέσιν ἔχουσί τι διαφανὲς ἐν αὑτοῖς, τὸ πέρας φανερόν ἐστι καὶ ὡρισμένον (ἔστι δὲ ἐν τοῖς στερεοῖς τοῦτο), ἔστιν ἐν τούτοις καὶ χρῶμα φανερόντε καὶ οἰκεῖον, καὶ ἔστιν ἐν μόνοις τούτοις κυρίως λεγόμενον χρῶμα, καὶ μᾶλλον ἐν οἷς τὸ μᾶλλον. τὸ δὲ ἀόριστον διαφανὲς οὐδὲν μὲν οἰκεῖον οὐ δ’ὡρισμένον ἔχει χρῶμα τῷ διὰ μανότητα μηδὲν κατέχειντε καὶ στέγειν δύνασθαι, τῷ δ’ἀλλοτρίων χρωμάτων γίνεσθαι δεκτικόντε καὶ διάκονον οὐδὲν μὲν αὐτῶν παθητικῶς ἀναλαμβάνει, κινούμενον δ’ὑπ’αὐτῶν κατὰ τὴν παρουσίαντε καὶ ποιὰν σχέσιν πρὸς ταῦτα τῶν ἐχόντων χρῶμα οἰκεῖον σωμάτων, ἔστ’ἂν ὁρᾶσθαι αὐτῷ διὰ τῆς κινήσεως τῆς γινομένης ὑπὸ τῶν ἐκείνοις ὄντων χρωμάτων ἐν αὐτῷ, διακονεῖσθαι τοῖς τῶν ζῴων ὁρατικοῖς ὡς ἀντιλαμβάνεσθαι δι’αὐτοῦ τῶν χρωμάτων, τοῦτο δὲ ποιεῖν οἷοντε τὸ διαφανὲς ἐφ’ τι ὑφ’οὗ πρώτου κινουμένῳ ἐν αὐτῷ ὑπὸ παρουσίας τῶν φωτίζειν φύσιν ἐχόντων πάσχον καὶ δεχόμενον αὐτὸ ὡς οἰκεῖον χρῶμα. οὐ δὲ γὰρ οὐ δὲ τοῦτο οἰκεῖον αὐτοῦ χρῶμα, ἀλλ’ἔστ’ἂν μὲν αὐτῷ παρῇ τὸ φωτίζειν πεφυκός, ἔχει τὸ φῶς, ἀπελθόντος δὲ καὶ τὸ ἐν τούτῳ φῶς πέπαυται. ἔστ’ἂν οὖν πεφωτισμένον καὶ τὰς τῶν ἄλλων χρωμάτων ποιότητάςτε καὶ διαφορὰς ὁμοίως δεχόμενον, ὡς καὶ τὸ φῶς, διάκονον γίνεται ταῖς ὁρατικαῖς αἰσθήσεσιν οὔσαις καὶ αὐταῖς ἐξ ὁμοίως διαφανοῦς σώματος διὰ τοῦ γινομένου πάθους ἐν ταῖς ὄψεσιν ὑπὸ τοῦ ἐκτὸς ὄντος αὐτῶν διαφανοῦς κινουμένου τὸν προειρημένον τρόπον ὑπὸ τῆς παρουσίας τῶν χρωμάτων. ὡς δ’ἐν τῷ ἀορίστῳ διαφανεῖ καὶ διὰ μανότητα μηδὲν χρῶμα παθητικῶς ἀναλαμβάνοντι μὲν παρουσία τοῦ φωτίζειν πεφυκότος φωτὸς αἰτία, δ’ἀπουσία σκότους, οὕτω καὶ ἐν τοῖς ὡρισμένοις σώμασιν μὲν πλείων μῖξις καὶ παρουσία τοῦ μάλιστα διαφανοῦς σώματος (τοιοῦτον δέ, οὗ ἐστι τὸ λευκὸν οἰκεῖον χρῶμα · μάλιστα γὰρ τοῦτο χρῶμα καὶ μάλιστα ὁρατὸν) τοῦτε μᾶλλον κεχρῶσθαι τοῖς σώμασιν αἰτία καὶ τοῦ μᾶλλον ὁρατοῖς εἶναι, δὲ παντελὴς ἀπουσία τούτου τοῦ μέλανος αἰτία, στερήσει χρώματος ἔοικε μᾶλλον χρώματι, τὰ δὲ μεταξὺ χρώματα κατὰ τὴν ποιὰν μῖξιν τῶντε διαφανῶν καὶ τῶν μὴ τοιούτων ἔχει τὴν γένεσιν καὶ τήν γε διαφοράν. ἔστι δὲ τῶν ἁπλῶν σωμάτων μάλιστα μὲν τὸ πῦρ ὁρατόντε τῇ αὑτοῦ φύσει καὶ οὕτως διαφανὲς ὡς προεῖπον (τοιοῦτόν ἐστιν, ὡς καὶ φωτίζειν δύνασθαι τὸν ἀέρα καὶ παρέχειν αὐτῷ τὴν καθό ἐστι τελειότητα · τὸ γὰρ φῶς ἐντελέχεια καὶ εἶδος τοῦ ἀορίστου διαφανοῦς διαφανές), ἥκιστα δὲ τοιοῦτον γῆ. τῇ δὲ τούτων ποιᾷ μίξει πρὸς ἄλληλα καὶ τῇ τῶν γεννωμένων ἐκ τῆς τούτων μίξεως τῶν χρωμάτων τῶν παρὰ τὰ πρῶτα (πρῶτα δ’ἐστὶν ἐν τοῖς ἁπλοῖς καὶ πρώτοις σώμασιν) γένεσίςτε καὶ διαφορά. ὡς γὰρ ἐπὶ τῆς ὀσμῆς τὰ μὲν ἐν αὑτοῖς τὴν ὀσμὴν ἔχει, ὅσα τοιαύτην ἔχει τὴν γένεσιν καὶ τὴν σύστασιν, ὁποίαν φαμὲν εἶναι τὴν ὀσμῆς γεννητικήν, τὸ δέ τί ἐστιν ἄοσμον μὲν καθ’αὑτό, δεκτικὸν μέντοι καὶ μηνυτικὸν τῶν ὀσμῶν τῶν ἐν ἄλλοις (δίοσμον καλεῖται), οὕτως καὶ χρῶμα μὲν ἔχει τὰ ὡρισμένα διαφανῆ (αὕτη γὰρ φύσις χρώματος), δεκτικὸν δ’ἐστὶ καὶ διάκονον χρώματος τὸ ἄχρουν καὶ κατὰ τὴν αὑτοῦ φύσιν, ὅπερ ἐστὶ τὸ ἀόριστον διαφανές. ὡς οὖν ἐρωτηθέντες, τί ποτ’ἐστὶν ἐπιφάνεια, λέγομεν στερεοῦ πέρας, οὕτως καὶ περὶ χρώματος ἐρωτώμενοι τί πότ’ἐστιν, εὐλόγως ἂν λέγοιμεν αὐτὸ πέρας διαφανοῦς ὡρισμένου, ἐπεὶ ὃν λόγον ἔχει ἐπιφάνεια πρὸς τὸ ὡρισμένον σῶμα, τοῦτον ἔχει τὸν λόγον χρῶμα πρὸς τὸ διαφανὲς τὸ ὡρισμένον.

1.3

1.3.1οἱ ὁρισμοὶ τῶν μὲν καθ’ἕκαστα οὐκ εἰσίν, ὅτι ταῦτα μετὰ συμβεβηκότων τινῶν τὸ εἶναι τοιαῦτα ἔχει καὶ οὐκ ἀεὶ τῶν αὐτῶν, ἀλλὰ μεταπιπτόντων, καὶ αἰσθήσεων μᾶλλον, λόγου δηλώσοντος αὐτὰ δεομένων (ἀλλ’οὐ δὲ κοινοῦ τινος τῶν καθ’ἕκαστα κεχωρισμένου καὶ ὄντος ἀσωμάτου τινὸς φύσεως καὶ ἀιδίου · πῶς γὰρ ἂν εἴη δίπουν ἀσώματόν τι, πῶς θνητὸν ἀίδιον; λέγομεν δὲ ὁριζόμενοι τὸν ἄνθρωπον ποτὲ μὲν ζῷον πεζὸν δίπουν, ποτὲ δὲ ζῷον λογικὸν θνητόν), ἀλλ’εἰσὶν οἱ ὁρισμοὶ τῶν ἐν τοῖς καθ’ἕκαστα κοινῶν, τῶν καθ’ἕκαστα κατὰ τὰ ἐν αὐτοῖς κοινά. ἐν γὰρ τοῖς καθ’ἕκαστα τὰ μέν ἐστιν ἴδια καὶ καθ’ἕκαστά, τὰ δὲ κοινὰ καὶ πρὸς ἄλληλα, ἐν πᾶσιν, οἷς ἂν κοινάτε ὄντα καὶ ἀδιάφορα κατὰ τὴν αὑτῶν φύσιν, τοῦ ὁμοίαςτε καὶ τῆς αὐτῆς φύσεως εἶναι πάντα τὰ ἔχοντα αὐτά ἐστιν αἴτια. τὸ γὰρ ζῷον λογικὸν θνητόν, εἰ μὲν λαμβάνοιτο μετὰ τῶν ὑλικῶν περιστάσεώντε καὶ διαφορῶν, μεθ’ὧν ὑπόστασις αὐτῶν, αἵ εἰσιν ἄλλου ἄλλαι, ποιεῖ τὸν Σωκράτη καὶ τὸν Καλλίαν καὶ τοὺς καθ’ἕκαστα ἀνθρώπους, εἰ δὲ χωρὶς τούτων λαμβάνοιτο, κοινὸν γίνοιτο, οὐχ ὅτι μὴ ἔστιν ἐν ἑκάστῳ τῶν καθ’ἕκαστα ἀνθρώπων (μετὰ τούτων γὰρ τὰ ἴδια τῶν καθ’ἕκαστά ἐστιν), ἀλλ’ὅτι ἐστὶν ἐν πᾶσιν τὸ αὐτό. τοῦ δὴ τοιούτου καὶ οὕτω κοινοῦ, διόπερ πολλοῖς τῶν καθ’ἕκαστα ταὐτόν, οἱ ὁρισμοί. διὸ οὔτε ἀσωμάτου τινὸς φύσεως καὶ τῶν καθ’ἕκαστα κεχωρισμένης οἱ τῶν τοιούτων ὁρισμοί. τοῦ γὰρ ἀνθρώπου ὁρισμός, τὸ ζῷον πεζὸν δίπουν, κοινόν ἐστιν, ἐν πᾶσιν ὂν τοῖς καθ’ἕκαστα ἀνθρώποις ὁλόκληρον ἐν ἑκάστῳ, κοινὸν τῷ ἐν πλείοσιν εἶναι τὸ αὐτό, ἀλλ’οὐ τῷ μέρους αὐτοῦ μετέχειν ἕκαστον. ἕκαστος γοῦν τῶν ἀνθρώπων ζῷον πεζὸν δίπουν ἐστί. διὸ οὐ δὲ τῶν κοινῶν ὡς κοινῶν οἱ ὁρισμοί, ἀλλὰ τούτων, οἷς κοινοῖς καθ’ἑκάστην φύσιν εἶναι συμβέβηκεν. καὶ γὰρ ἑνὸς ὄντος ἐν ὑποστάσει ἀνθρώπου μόνου αὐτὸς τοῦ ἀνθρώπου λόγος · οὐ γὰρ διότι ἐν πολλοῖς ἐστιν οὗτος λόγος αὐτοῦ, ἀλλὰ διότι κατὰ τὴν τοιαύτην φύσιν ἄνθρωπος ἄνθρωπός ἐστιν, εἴτε πλείους εἶεν κεκοινωνηκότες τῆσδε τῆς φύσεως εἴτε μή. λέγονται δὲ τῶν νοημάτων καὶ τῶν κοινῶν οἱ ὁρισμοί, ὅτι νοῦ τὸ χωρίσαι τὸν ἄνθρωπον ἀπὸ τῶν σὺν οἷς ὑφέστηκεν ἄλλων καὶ καθ’αὑτὸν λαβεῖν, δὲ τοῦ ὑφεστῶτος μὲν μετ’ἄλλων, νοουμένου δὲ χωρὶς ἐκείνων καὶ ἄλλων καὶ οὐχ ὡς ὑφέστηκεν ὁρισμὸς νοήματος εἶναι δοκεῖ καὶ κοινοῦ, ὅτι χωρὶς τῶν συμβεβηκότων τὸ τοιοῦτον ἐν ἑκάστῳ νοούμενον κοινόν τί ἐστι καὶ ἐν πλείοσι ταὐτόν. ἄφθαρτα δὲ τὰ κοινὰ τῇ τῶν καθ’ἕκαστα ἐν οἷς ἐστιν ἐκ διαδοχῆς ἀιδιότητι, τοῦ γὰρ ἐν τῇ τῶν καθ’ἕκαστα γενέσει πάντων ὁμοίουτε καὶ ταὐτοῦ μένοντός ἐστι. τοιαῦτα γὰρ τὰ κοινά, οὐκ ἐν τοῖς συνυπάρχουσιν ἀλλήλοις τῶν καθ’ἕκαστα μόνοις ὄντα καὶ διὰ τοῦτο ὄντα κοινά, ἀλλ’ἐν πᾶσι τοῖς ὁμοειδέσιν. διὸ καὶ οὐδὲν κεκώλυται θνητόν τι ὂν ἀίδιον εἶναι · θνητὸν γὰρ ὂν ὡς καθ’ἕκαστα ἀίδιόν ἐστιν.

1.4

1.4.1ἆρά σοι δοκεῖ τὰ καθ’εἱρμὸν αἰτίων γινόμενα οὕτως γίνεσθαι ὡς πάντωντε αὐτῶν προκαταβεβλῆσθαι τὰς αἰτίας καὶ ἐξ ἀνάγκης ἕκαστον αὐτῶν ἕπεσθαι τῷ αἰτίῳ προκαταβεβλημένῳ; πῶς γὰρ ἄλλως οἷόντε γίνεσθαι λέγειν τὰ τοῦτον γινόμενα τὸν τρόπον; τὸ δ’ἐξ ἀνάγκης ἑπόμενον αἰτίῳ τινὶ ὡρισμένῳτε καὶ προκαταβεβλημένῳ ἆρ’οὐ δοκεῖ σοι κεκωλῦσθαι ὑπ’αὐτοῦ ἄλλως πως μὴ γίνεσθαι ἔχειν παρὰ τὴν πρὸς αὐτὸ ἀκολουθίαν; δοκεῖ καὶ τοῦτο. ἀλλὰ μὴν μὴ γίνεται τῷ κεκωλῦσθαι γενέσθαι, οὐκ ἂν δυνατὸν ἐκεῖνο γενέσθαι λέγοιτο, εἴ γε δυνατόν ἐστι τοῦτο οἷόντε γενέσθαι ἀκώλυτον ὄν; καθ’οὓς γὰρ δυνατὸν γενέσθαι τὸ μὴ κεκωλυμένον, τὸ κεκωλυμένον γενέσθαι οὐκ ἂν εἴη δυνατόν · τοῦτο δὲ κεκώλυται γενέσθαι. ὀρθῶς μοι καὶ τοῦτο δοκεῖς λέγειν. ἀλλ’εἰ ταῦτα τοῦτον ἔχειν σοι δοκεῖ τὸν τρόπον, δῆλον ὡς συγχωροίης ἂν καὶ τῷ τούτοις ἑπομένῳ. ἔστι δὲ τοῦτο, τῶν γιγνομένων κατὰ εἱρμὸν αἰτίων καὶ κατ’αἰτίας προκαταβεβλημένας μηδὲν ἄλλως γίνεσθαι δυνατόν. ἕποιτο δ’ἂν τούτῳ κειμένῳ τὸ καθ’οὓς πάντα γίνεται καθ’εἱμαρμένην μόνα εἶναι ταῦτα δυνατά, ὅσα γίνεται, τῷ πᾶν τὸ μὴ γινόμενον μὴ γίνεσθαι διὰ τὸ κεκωλῦσθαι γενέσθαι ὑπὸ τῶν προκαταβεβλημένων τῶν γινομένων αἰτίων. πῶς γὰρ οὐ συγχωροίην ἂν οἷς φθάνω συγκεχωρηκώς. ἀλλὰ μὴν ἔκειτο ἡμῖν καὶ τὸ πάντα τοῦτον γινόμενα τὸν τρόπον ἐξ ἀνάγκης γίνεσθαι. ἔκειτο γάρ. οἷς πάλιν ἕποιτ’ἂν τὸ μόνα εἶναι ταῦτα δυνατά, ὅσα ἐξ ἀνάγκης γίνεται. εἰ γὰρ μόνα μὲν δυνατὰ τὰ γινόμενα, τὰ δὲ γινόμενα πάντα καθ’εἱρμὸν αἰτίων γίνεται, τὰ δ’οὕτως γινόμενα ἐξ ἀνάγκης γίνεται, δῆλον ὡς μόνα ἂν εἴη δυνατὰ τὰ ἐξ ἀνάγκης γινόμενα. λέγεις ὀρθῶς. ἀλλὰ μὴν καθ’οὓς πάντα καθ’εἱμαρμένην γίνεται, κατὰ τούτους πάντα καθ’εἱρμὸν αἰτίων γίνεται. πῶς γὰρ ἄλλως. καθ’οὓς ἄρα πάντα καθ’εἱμαρμένην γίνεται, κατὰ τούτους μόνον ἐξ ἀνάγκης γίνεται, ὡς τὸ ἔστιν ἔσται, τοῦτο μόνον δυνατὸν εἶναι κατ’αὐτούς. ἀνάγκη γάρ. ἀλλὰ μὴν τὰ ἐξ ἀνάγκης γινόμενα οὐχ οἷόντε μὴ γενέσθαι · γὰρ οἷόντε γενέσθαι, ἐνδέχεται τοῦτο καὶ μὴ γενέσθαι, τὸ δὲ ἐνδεχόμενον μὴ γενέσθαι δυνατὸν μὴ γενέσθαι, ὥστε τὸ ἀναγκαίως γινόμενον ἔσται δυνατὸν μὴ γενέσθαι. ὀρθῶς λέγεις. ἀλλ’εἰ δυνατὸν μὴ γενέσθαι τὸ ἀναγκαίως γινόμενον μόνον, εἴη ἂν καὶ δυνατὸν γενέσθαι τὸ ἀναγκαίως μὴ γινόμενον μόνον, οὕτωτε ἔσται τῷ ἀναγκαίως γινομένῳ ἑπόμενον τὸ ἀναγκαίως μὴ γίνεσθαι, εἴ γε τὸ μὲν δυνατὸν γενέσθαι καὶ μὴ γενέσθαι δυνατόν, ἐπὶ δὲ μόνου τοῦ ἀναγκαίως γινομένου τὸ δυνατὸν ἀληθεύεται. οὗ ὄντος ἀτόπου ἕποιτ’ἂν τοῖς πάντα γίνεσθαι καθ’εἱμαρμένην λέγουσιν τὸ δυνατὸν εἶναι μόνον τὸ γινόμενον ἐξ ἀνάγκης, τοῦ ἐξ ἀνάγκης μὴ τοῦ ὡς βιαίου, ἀλλὰ τούτου λαμβανομένου, οὗ τὸ ἀντικείμενον ἀδύνατον, καίτοι κατὰ μόνους τοὺς πάντα καθ’εἱμαρμένην γίνεσθαι λέγοντας οὐκ ἄλλο τι τοῦ ἀναγκαίως γινομένου τὸ γινόμενον οὔτε γινόμενον ἐξ ἀνάγκης, οὐ δ’ἔστιν τὸ μὲν ἐξ ἀνάγκης γινόμενον ὥς φασιν τὸ γινόμενον βίᾳ, τὸ δ’ἀναγκαίως τὸ κατὰ τὴν τῶν αἰτίων ἀκολουθίαν. γνώριμον δὲ τοῦτο ἐκ τοῦ μη δὲ γίνεσθαί τι δύνασθαι βίᾳ καθ’οὓς καθ’εἱμαρμένην πάντα γίνεται. εἰ γὰρ τὰ καθ’εἱμαρμένην γινόμενα καθ’εἱρμὸν αἰτίων γίνεται καὶ κατὰ τάξιν θείαν τινά, οὐδὲν δὲ τῶν κατὰ τάξιν γινομένων τοιαύτην βίᾳ γίνεται, οὐδὲν ἂν τῶν καθ’εἱμαρμένην γινομένων βίᾳ γίνοιτο. καὶ γὰρ εἴ τινες μὴ δοκοῦσιν τοῖς περὶ αὐτοὺς γινομένοις εὐαρεστεῖν, καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης καὶ τῆς θείας τάξεως ἔχοιεν ἄν. τί γὰρ ἄλλο λέγειν οἷόντε τοῖς πάντα λέγουσιν τὰ γινόμενα γίνεσθαι κατά τινας ἀπαραβάτους αἰτίας καὶ τοῦτο ὀνομάζουσιν εἱμαρμένην; τὸ γὰρ λέγειν τὴν εἱμαρμένην ποιεῖν τινα τοιαῦτα, χωρὶς βίας οὐ πείσεται τοῖς αἰτίοις, παντάπασιν ἀλλότριον ἂν εἶναι δόξαι θείας τάξεως · πάντων δὲ καθ’εἱμαρμένην γινομένων ἀναιρεῖται τὸ βίᾳ τι γίνεσθαι · εἴη γὰρ ἂν καὶ τοῦτο καθ’εἱμαρμένην τάξιν ὡς προείρηται. κατὰ γὰρ τοὺς οὕτω λέγοντας πάντα γίνεσθαι καὶ αὐτὸ τὸ μὴ βούλεσθαι ἕπεσθαι τῷ ποιοῦντι ἔσται καθ’εἱμαρμένην, ὅπως οὐ παντάπασιν ἄλογον λέγειν κατηναγκάσθαι τινὰς ὑπό τινων προκαταβεβλημένων αἰτίων ἀντιπράσσειν τοῖς ἀναγκαίως ἐσομένοις; ἀλογώτατον μὲν οὖν. καὶ γὰρ ἔτι πρὸς τούτοις, εἰ τὰ καθ’εἱμαρμένην γινόμενα καὶ κατὰ πρόνοιαν γίνεται, πῶς εὔλογον κατὰ πρόνοιάν τινας ἀντιπράσσειν τοῖς καλῶς γινομένοις καὶ εὐτάκτως τοῖς κατὰ πρόνοιαν; ὀρθῶς λέγεις.

1.4.2καὶ γὰρ εἰ ἀναγκαῖον μὴ γενέσθαι ταῦτα τῷ κεκωλῦσθαι γενέσθαι οὐ γίνεται, ταῦτα οὐ δὲ δυνατὰ γενέσθαι, εἴ γε δυνατὸν οἷόντε γενέσθαι ἀκώλυτον ὄν. ὀρθῶς λέγεις. ἄρα ἀναγκαῖον μὴ γενέσθαι, ταῦτ’οὐκ ἔστι δυνατὰ γενέσθαι · περὶ ὧν δὲ οἷόντε προλέγοντας ὅτι μὴ ἔσται ἀληθεύειν, ταῦτα ἀνάγκη μὴ γενέσθαι, εἴ γε περὶ ὧν προλέγων τις ὡς ἐσομένων ἀληθεύει, ταῦτ’ἀναγκαῖον γενέσθαι. πῶς γὰρ ἄλλως; περὶ ὧν οἷόντε προλέγοντα ὅτι μὴ ἔσται ἀληθεύειν, ταῦτ’οὐκ ἔσται δυνατὰ γενέσθαι. πῶς γὰρ ἂν εἴη δυνατὰ γενέσθαι, ὧν τὰ ἀντικείμενα ἐξ ἀνάγκης γίνεται; ἀλλ’εἰ περὶ πάντων τῶν παρὰ τὴν εἱμαρμένην οἷόντε προλέγοντα ὅτι μὴ ἔσται ἀληθεύειν, οὐδὲν τῶν παρὰ τὴν εἱμαρμένην δυνατὸν ἔσται γενέσθαι. ὀρθῶς λέγεις. ἀλλὰ μὴν καὶ περὶ ὧν οἷόντε προλέγοντα ὅτι ἔσται ἀληθεύειν, ταῦτα ἀνάγκη γενέσθαι · δ’ἀνάγκη γενέσθαι, ταῦτ’οὐχ οἷόντε μὴ γενέσθαι. οὐ γὰρ οἷόντε. περὶ ὧν οἷόντε προλέγοντα ὅτι ἔσται ἀληθεύειν, ταῦτ’οὐχ οἷόντε μὴ γενέσθαι καὶ περὶ πάντων τῶν γινομένων οἷόντε προλέγοντας ὅτι ἔσται ἀληθεύειν. πῶς γὰρ ἄλλως ἐνδέχεται λέγειν; οὐδὲν τῶν καθ’εἱμαρμένην γινομένων οἷόντε μὴ γενέσθαι. οὐ γὰρ οἷόντε. ἀλλ’εἰ δυνατὸν μὲν οἷόντε καὶ μὴ γενέσθαι, οὐδὲν δὲ τῶν καθ’εἱμαρμένην οἷόντε καὶ μὴ γενέσθαι, οὐδὲν ἂν τῶν καθ’εἱμαρμένην γινομένων δυνατὸν εἴη. πᾶν γὰρ οἷόντε καθ’οὓς πάντα τὰ γινόμενα καθ’εἱμαρμένην γίνεται, οὐδὲν τῶν γινομένων ὡς δυνατὸν καὶ μὴ γενέσθαι γίνεται. ἐδείχθη δ’ὅτι μη δὲ τῶν παρὰ τὴν εἱμαρμένην δυνατόν τι ἔστιν. οὐδὲν δυνατόν ἐστιν, εἴ γε πᾶν μὲν καθ’εἱμαρμένην παρὰ τὴν εἱμαρμένην, οὐδέτερον δὲ δυνατὸν αὐτῶν.

1.4.3καὶ γὰρ εἰ τὸ καθ’εἱμαρμένην γινόμενον δυνατόν τις λέγοι, τὸ ἀναγκαίως γινόμενον δυνατὸν ἂν εἴη λέγων. ἀλλ’εἰ τὸ δυνατὸν γενέσθαι δυνατὸν καὶ μὴ γενέσθαι, τὸ ἀναγκαίως γινόμενον εἴη ἂν δυνατὸν μὴ γενέσθαι. εἰ δὲ τὸ παρὰ τὴν εἱμαρμένην δυνατόν τις λέγοι, συμβήσεται πάλιν τούτῳ τὸ ἀδύνατον γενέσθαι δυνατὸν γενέσθαι λέγειν. περὶ οὗ γὰρ προλέγων ὅτι μὴ ἔσται ἀληθεύει, πῶς οἷόντε τοῦτο λέγειν ἐνδέχεσθαι γενέσθαι; δῆλον γὰρ ὅτι, εἰ καὶ δυνατὸν ἄλλως ἦν τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῷ κεκωλῦσθαι αὐτὸ ἀληθὲς ἦν προλεγόμενον ἐπ’αὐτοῦ τὸ μὴ ἔσεσθαι.

1.4.4καὶ γὰρ εἰ ἔστι δυνατὸν τοῦτο, οὗ ὑποτεθέντος εἶναι οὐδὲν ἀδύνατον συμβήσεται, παντὶ δέ, τὸ ἀντικείμενον προλεγόμενον ἀληθές ἐστιν, ὑποτεθέντι εἶναι ἀδύνατον συμβήσεται τὸ ἅμα τὸ αὐτὸ εἶναίτε καὶ μὴ εἶναι, οὐδὲν ἂν τῶν ἐφ’ὧν τῆς ἀντιφάσεως εἰς τὸ μέλλον θάτερον μέρος ἀφωρισμένως ἀληθές ἐστιν, εἴη ἐνδεχομένως. ἐπὶ πάντων δέ φασι θάτερον μέρος τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι. φασὶ γάρ. οὐδὲν οὖν ἐστιν ἐνδεχόμενον · οὔτε γάρ, καθ’ὧν ἀληθὲς τὸ ἔσται, ἐνδεχόμενον, ὅτι μὴ οἷόντε αὐτὰ μὴ γενέσθαι, οὔτε ἐφ’ὧν ψεῦδος τὸ ἔσται, ὅτι μὴ οἷόντέ τι τούτων γενέσθαι. εἰ γάρ τις ἐφ’οὗ ψεῦδος ἓν τῶν λεγομένων τὸ γενέσθαι τὸ μὴ γενέσθαι, λέγοι τὸ ἕτερον τούτων ἐνδεχόμενον, τὸ γενέσθαι τὸ μὴ γενέσθαι, ἕποιτο ἂν τούτῳ ἀμφότερα λέγειν ἐνδεχόμενα. τότε γὰρ ἐνδεχόμενον γενέσθαι ἀληθὲς τῷ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι, καὶ ἐνδέχεται μὴ γενέσθαι, τοιοῦτον τῷ ἐνδέχεσθαι γενέσθαι. οὕτω δὲ ἔσται ἐφ’οὗ τὸ γενέσθαι ἐνδεχόμενον, ἐπὶ τούτου καὶ τὸ μὴ γενέσθαι τοιοῦτον, καὶ ἐφ’οὗ τὸ μὴ γενέσθαι, ἐπὶ τούτου καὶ τὸ γενέσθαι ἐνδεχόμενον. ὁμοίως δὲ τοῦ αὐτοῦ ἐνδεχομένου γενέσθαιτε καὶ μὴ γενέσθαι, πῶς οὐκ ἄτοπον ἐπὶ τούτων τὸ ἕτερον μόριον τῆς προλεγομένης ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι λέγειν, θάτερον δὲ ψεῦδος, ὁμοίως τοῦ προκειμένου ἄμφω δυναμένου; ἀκολουθεῖ γὰρ τοῖς τὰ γινόμενα τοῦτον τὸν τρόπον γίνεσθαι λέγουσιν τὸ ὁμοίως ἀληθῆ τήντε κατάφασιν καὶ τὴν ἀπόφασιν ἐπὶ τῶν οὕτω γινομένων γίνεσθαι λέγειν ὁμοίως αὐτῶν ἑκατέραν ψευδῆ.

1.5

1.5.1εἰ αὔξεται τὸ ὑποκείμενον τῷ αὔξεσθαι λεγομένῳ (ὑπομένει δὲ καὶ ὕλη, οὐ μόνον τὸ εἶδος · οὐ γὰρ δὴ πᾶσα ἀλλάσσεται), διὰ τί κατὰ τὸ εἶδος μόνον, ἀλλ’οὐχὶ καὶ κατὰ τὴν ὕλην αὔξησις; οὐ γὰρ πᾶσα ὕλη ἐν τοῖς αὐξομένοις ἀλλάσσεται, ἀλλὰ μένοντός τινος ἐξ αὐτῆς ἄλλη προσγίνεται · οὐ δὲ γὰρ ἂν ἐσώζετο τὴν ἀρχήν, οὐ δ’ἂν τὸ εἶδος ἔμενεν τῆς προϋπαρχούσης ὕλης. οὐ γὰρ ἐν τῷ τοσῇδέ τινι εἶναι τῇ ὕλῃ τὸ εἶναι ὕλῃ. ὥσπερ οὐ δὲ τῇ σαρκί. δύο ὄντων περὶ τὸ αὐξόμενον ποιοῦτε καὶ ποσοῦ (τόδε γὰρ τὸ αὐξόμενον, τὸ δὲ τόδε συναμφότερος οὐσία), καὶ τοῦ μὲν ποσοῦ ὡς ὕλης ὑποκειμένου, τοῦ δὲ εἴδους τὴν τοῦ ποιοῦ χώραν ἔχοντος, τὸ μὲν ποσὸν οὐ μένει ταὐτόν, τὸ δὲ ποιὸν τὸ ὡς εἶδος τοῦ αὐξομένου μένει. ἐπεὶ τοίνυν τὸ ποιόν, καὶ εἶδός ἐστι, μένει, τὸ δὲ ποσὸν οὐ μένει, καὶ αἴτιον τοῦ μὴ μένειν αὐτὸ ταὐτὸν τῆς ὕλης ῥύσις, διὰ τοῦτο κατὰ μὲν τὴν ὕλην οὐκ αὔξεται τὰ αὐξόμενα, κατὰ δὲ τὸ εἶδος. τοῦτο γὰρ ταὐτὸν μένον. τοῦ γὰρ καθ’αὑτὸ ὑφεστῶτος αὔξησις κατὰ τὸ μένον ἐν αὐτῷ γίνεται, καθ’αὑτὸ δὲ ὑφεστῶτος τὸ συναμφότερον, κατὰ τὸ εἶδος μένει. γὰρ ὕλη τὸ ῥέον, ἐπεί, εἰ καὶ ὑπομένει τις ὕλη ἐν τῷ αὐξομένῳ, ἀλλ’οὐκ ἔστι ταύτης κατηγορῆσαι τὸ ηὐξῆσθαι, τῷ κατ’αὐτὴν ἑκάστοτε, εἰ καὶ ὑπέμεινεν, ἀλλὰ μετὰ ταῦτα ῥεῖντε καὶ ἀλλάσσεσθαι. οὐ γὰρ ἔστιν ἐν τῷ ηὐξημένῳ λαβεῖν τινα ὕλην, ἥτις διὰ παντὸς αὐτὴ μένουσα ἐν αὐτῷ κατ’ἀριθμὸν προσθήκην ἔσχεν τινὰ κατὰ ποσόν. ἣν γὰρ ἂν λάβῃς, καὶ αὕτη ῥεῖ καὶ μεταβάλλεται, καὶ οὐδὲν αὐτῆς ταὐτὸ κατ’ἀριθμὸν μένει · τὸ δὲ εἶδος ταὐτὸ μένει, ἔστ’ἂν σώζηται τὸ πρᾶγμα.

1.6

1.6.1εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ ἐστὶν κατὰ τὸ ψυχρὸν τὸ ὑγρόν, ὡς πῦρ μὲν κατὰ τὸ θερμὸν μᾶλλον ξηρόν, ἀὴρ δὲ κατὰ τὸ ὑγρὸν μᾶλλον θερμόν, γῆ δὲ κατὰ τὸ ξηρὸν μᾶλλον ψυχρόν, τί δήποτε κατὰ μὲν τὸ ὑγρὸν μεταβάλλον οὐκ ἔστιν ὕδωρ (οὐ γὰρ ὕδωρ κρύσταλλος), κατὰ δὲ τὸ ψυχρὸν μεταβάλλον ὕδωρ ἔτι μένει; ὕδωρ γάρ ἐστι καὶ θερμὸν γενόμενον. καίτοι οὐ τὸ πῦρ μεταβάλλον κατὰ τὸ θερμὸν πῦρ ἔτι, οὔθ’ ἀὴρ εἰ κατὰ τὸ ὑγρὸν μεταβάλλοι, ἀλλ’οὐ δὲ γῆ μένει κατὰ τὸ ξηρὸν μεταβάλλουσα. ἐπιζητήσαι δ’ἄν τις καὶ τοῦτο ἐπ’αὐτοῦ, τί δήποτε, εἰ κατὰ τὸ ψυχρὸν αὐτῷ τὸ εἶναι, κατὰ τὸ ψυχρὸν ἐπίτασις φθείρει αὐτό, εἴ γε πήγνυται μὲν διὰ τὴν ὑπερβάλλουσαν ψυχρότητα, παγὲν δὲ οὐκέτι ἐστὶν ὕδωρ ἐνεργείᾳ. οὐ δὲ γὰρ κατὰ τὸ θερμὸν ἐπίτασις πυρὸς φθαρτική, οὔτε κατὰ τὸ ὑγρὸν ἀέρος, οὔτε γῆς κατὰ τὸ ξηρόν, οὔθ’ὅλως ἄλλου τινὸς κατὰ τὸ οἰκεῖον εἶδος ἐπίτασις φθορᾶς αἰτία. ἐπεὶ κατὰ τὸ ψυχρὸν εἰς τὸ θερμὸν μεταβολὴ τοῦ ὕδατος ἀέρος ἐστὶ γεννητική (οὐδὲν γὰρ οἷόντε ἄλλο σῶμα ἐξ ὕδατος κατὰ μόνην τὴν ἐκ τοῦ ψυχροῦ γενέσθαι μεταβολήν), οὐκ ἔστι δὲ ἀὴρ θερμὸς μόνον, ἀλλὰ καὶ ὑγρός, καὶ τό γε εἶναι αὐτῷ ἀέρι κατὰ τὴν ὑγρότητα μᾶλλον, ἔστι δ’οὐχ ὅμοιον τὸ ὑγρὸν ἔντε ὕδατι καὶ ἀέρι (τὸ μὲν γὰρ ὕδωρ παχύτερον. διὸ καὶ ἀναπληστικόν, δὲ τοῦ ἀέρος ὑγρότης λεπτή), οὐ μόνον δεῖ τῆς κατὰ τὸ ψυχρὸν τῷ ὕδατι μεταβολῆς, ἀλλὰ καὶ τῆς κατὰ τὸ ὑγρόν. καὶ μάλιστα ἐπεὶ τοιάδε ὑγρότης εἰδοποιὸς τοῦ ἀέρος, εἰς ὃν κατὰ τὸ ψυχρὸν τοῦ ὕδατος μεταβολή, δὲ κατὰ τὸ ὑγρὸν τῷ ὕδατι μεταβολὴ ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ἐν τούτῳ ξηροῦ γίνεται λεπτύνοντος αὐτὸ καὶ τὴν ἐν αὐτῷ παχύτητα μεταβάλλοντος, ἥτις μεταβολὴ δεῖται χρόνου, διὰ τοῦτο, μέχρις ἂν ἐν τῷ ὕδατι γενομένη θερμότης τὴν ὑγρότητα εἰς τοσοῦτον μεταβάλλῃ, ὡς εἶδος ἀέρος γενέσθαι, ὕδωρ ἔτι μένει ὄν, οὐ τοιοῦτο μὲν ὁποῖον τὸ εἱλικρινὲς ὕδωρ, ἀλλὰ λεπτότερον. λεπτότερον γὰρ τὸ αὐτὸ ὕδωρ θερμανθὲν πρὸ τοῦ, καὶ τὰ ἀποψυχθέντα δὲ πάλιν ὕδατα λεπτότερα τῶν τὴν ἀρχὴν μὴ τεθερμασμένων. ὁδὸς γὰρ τῷ ὕδατι τῆς εἰς ἀέρα μεταβολῆς θερμότης, καὶ οὐχ ὅμοιον τὸ ὕδωρ θερμανθέντε καὶ πρὸ τοῦ. ὡς δ’ θερμότης τὴν ὑγρότητα λεπτύνει, οὕτως πάλιν ψυχρότης παχύνειτε καὶ συνίστησιν. καὶ ἐπεὶ τοιαύτη τοῦ ὑγροῦ σύστασις ὑπὸ τοῦ ψυχροῦ ἐν χρόνῳ καὶ αὐτὴ γίνεται, διὰ τοῦτο οὐ δὲ ἀὴρ ψυχθεὶς ὕδωρ εὐθύς, ἀλλ’ἀὴρ μένει, ἔστ’ἂν τὸ ὑγρὸν ἔτι λεπτὸν . δὲ κατὰ τὸ ὑγρὸν μεταβολή, οὐκ ὂν ὄντως εἰδοποιὸν τοῦ ὕδατος ὡς τὸ ψυχρόν, τὸ ὕδωρ φθείρειν δοκεῖ, ὅτι μὴ μόνον εἰς γῆν μεταβολὴ τῷ ὕδατι γίνεται κατὰ τὴν ὑγροῦ μεταβολήν, ἀλλὰ καὶ εἰς κρύσταλλον. οὐ μὴν ἀλλὰ καὶ οὗτος ὕδωρ πως ἔτι. ἀνάλογον γὰρ τῷ ὕδατι τῷ θερμῷ κρύσταλλος. ἄμφω γὰρ πεπονθός τι ὕδωρ καὶ ἐν μεθορίῳ τὸ μὲν ὕδατόςτε καὶ ἀέρος, τὸ δ’ὕδατόςτε καὶ γῆς. · ἔστι δὲ καὶ ἐπὶ τῶν ἄλλων σωμάτων τῶν ἁπλῶν τὴν εἰς τὰ παρακείμενα αὐτοῖς μεταβολὴν κατὰ τὴν θατέρου τῶν εἰδοποιούντων αὐτὰ μεταβολὴν ἰδεῖν δεομένην χρόνου. οὐ γὰρ ὡς δοκεῖ κατὰ θάτερον αὐτοῖς μεταβολὴ μόνον, ἀλλὰ καὶ κατ’ἄμφω. τῷ δὲ τὴν κατὰ θάτερον μεταβολὴν μὴ εἰς τὸ ἐναντίον γίνεσθαι, ἀλλ’ εἰς ἄνεσιν ἐπίτασιν τῆς αὐτῆς ποιότητος, κατὰ τὴν εἰς τὸ ἐναντίον τῶν ἐν αὐτῷ μεταβολὴν μόνον μεταβάλλειν δοκεῖ. οὔτε γὰρ εὐθὺς γῆ τὸ πῦρ, ἐὰν ψυχθῇ (δεῖ γὰρ ποιὰν γενέσθαι τὴν ξηρότητα · διὸ οὔτε καπνὸς οὔτε αἴθαλος ἤδη γῆ), ἀλλ’οὐ δ’ἂν εἰς ὑγρὸν μεταβάλῃ τὸ πῦρ μόνον, ἀὴρ ἤδη · δεῖ γὰρ οὕτω καὶ ποιᾶς θερμότητος. διὸ ἐν μεθορίῳ τινὶ πρῶτον γίνεται. δ’αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. τοῦ δὲ ὕδατος εἶδος οὐχ ἁπλῶς τὸ ψυχρόν, εἰ καὶ κατὰ τοῦτο μᾶλλον, ἀλλὰ τὸ ψυχρὸν μετὰ τοῦ ὑγροῦ. ἔστ’ἂν οὖν σώζεσθαι δύνηται τὸ ὑγρόν, ὄντος ἐν αὐτῷ τοῦ ψυχροῦ, εἶδος τὸ ψυχρὸν τοῦ ὕδατος · τὸ δὲ φθαρτικὸν τοῦ ὑγροῦ ψυχρὸν οὐκ ἔτι οἷόντε ὕδατος εἶδος εἶναι. τὸ τοιοῦτο δὴ ψυχρὸν εἶδος αὐτοῦ, οὗ ἐπίδοσις οὐκ ἔστιν ὕδατος τουτέστιν ὑγρότητος φθαρτική.

1.7

1.7.1εἰ τοῖς κινουμένοις πᾶσιν ἐξ ἐναντίου εἰς ἐναντίον μεταβολή, τὰ δ’αὐξόμενα καὶ μειούμενα κινεῖται, εἴη ἂν καὶ τούτοις ἐξ ἐναντίων εἰς ἐναντία μεταβολή. γίγνεται δ’αὐτοῖς μεταβολὴ εἰς μέγεθος καὶ μικρότητα · τῷ μὲν γὰρ αὐξομένῳ εἰς μέγεθος ἐπίδοσις, τῷ δὲ μειουμένῳ εἰς μικρότητα συστολή. ἐναντίον ἄρα τὸ μέγα καὶ τὸ μικρόν. ἀλλ’οὐ δοκεῖ, ὡς διὰ πλειόνων Ἀριστοτέλης ἐν Κατηγορίαις ἔδειξεν. οὐχ ἁπλῶς εἰς μέγεθος καὶ μικρότητα μεταβολὴ τοῖς αὐξομένοιςτε καὶ μειουμένοις, ἀλλὰ τοῖς μὲν αὐξομένοις κατὰ φύσιν (ταῦτα δ’ἐστὶ τὰ τῆς θρεπτικῆς ψυχῆς κεκοινωνηκότα) εἰς τελειότητα καὶ τέλειον μέγεθος ἐπίδοσις, τὰ δὲ μειούμενα ἐξίσταται τῆς τελειότητος καὶ εἰς τὸ ἀτελὲς συστέλλεται. εἰς τὸ τέλειον οὖν μέγεθος καὶ τὸ ἀτελὲς αὐτοῖς μεταβολὴ γίνεται, ταῦτα δὲ ἐναντία, εἰ καὶ μὴ τὸ μέγα τῷ μικρῷ ἁπλῶς ἐναντίον ἔλεγεν. καὶ ἔτι τὴν κίνησιν εἰς τὰ ἐναντία μεταβολὴν λέγει τὰ ἐναντία κοινότερον λαμβάνων. ἐναντία γὰρ ἔθος αὐτῷ λέγειν καὶ τὴν στέρησιν καὶ ἕξιν καὶ τὰ πρός τι ἀντικείμενα. τὴν γοῦν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν ἐν τοῖς Ἠθικοῖς ἐναντία λέγει κατὰ τὸ πρός τι ἀλλήλοις ἀντικείμενα. καὶ τὸ μέγα οὖν καὶ τὸ μικρὸν ὄντα πρός τι λέγοιτ’ἂν ἐναντία, οὐ τὰ κυρίως ἐναντία, ἀλλ’ὡς τὰ πρός τι. οὐ δὲ γίνεται κατ’αὐτὸν κίνησις κατὰ τὸ πρός τι. οὐ γὰρ δεξιόν τι γίνεταί τινος πάντως κινηθὲν αὐτό, θερμὸν δέ τι γίνεσθαι ἄνω οὐχ οἷόντε μὴ κινηθέν. εἰ καὶ μὴ αὐτὸς δεξιὸς γενόμενος διὰ μεταβολῆς τῆς κατὰ τὴν σχέσιν τοιοῦτος ἐγένετο (διὰ τοῦτο γὰρ οὐκ ἔστι κατὰ τὸ πρός τι κίνησις, ὅτι μὴ γίνεται κατὰ ταύτην τὴν σχέσιν μεταβολὴ κινήσεως τῷ μεταβάλλοντι κατὰ τὴν σχέσιν · οὐ γὰρ ὡς κατὰ τόπον γίνεται μεταβολὴ αὐτοῦ τοῦτον τὸν τρόπον ἀλλάσσοντος καὶ μεταβάλλοντος κατὰ τόπον, ὁμοίως καὶ κατὰ ποιότητα καὶ κατὰ ποσόν, οὕτως δὲ καὶ κατὰ τὸ πρός τι, κατὰ τὴν σχέσιν ὑπαλλαγὴ γίνεται καὶ κινουμένων τῶν ὑπαλλασσόντων τὴν σχέσιν κατὰ τὴν σχέσιν · καὶ γὰρ μὴ κινουμένων σχέσις ἀλλάσσεται) οὐκ ἐπεὶ μὴ οὕτως οὖν κατὰ σχέσιν ὑπαλλαγὴ γίνεται, διὰ τοῦθ’οἷόντε ἀλλαγὴν σχέσεως γενέσθαι χωρὶς κινήσεως. δεξιὸς γὰρ οὐκ ἄν τις ἄλλου γένοιτο μὴ γενομένης κατὰ τόπον ἀμφοῖν κινήσεως θατέρου · ἀλλ’οὐ δὲ διπλάσιον ἂν γένοιτο ἄλλο ἄλλου μὴ κατὰ τὸ ποσὸν γενομένης κινήσεως. ὥστ’εἰ καὶ μὴ ἔστι κίνησις κατὰ τὸ πρός τι, ἀλλὰ διὰ κινήσεώς γέ τινος εἰς τὰς διαφόρους σχέσεις μεταβολή. ὥστε κατά γε τοῦτο οὐθὲν ἂν κωλύοι καὶ τὴν εἰς μέγα καὶ μικρὸν μεταβολὴν κατὰ σχέσιν ἀλλήλοις ἀντικείμενα διὰ κινήσεως γίνεσθαι, συγχωρουμένου τοῦ καὶ τὰ ὡς πρός τι ἀντικείμενα ἐναντία λέγεσθαι καὶ εἶναι καὶ τὰς εἰς ταῦτα μεταβολὰς ἐναντία. οὐ λέγεται ὑπ’αὐτοῦ τὰ πρός τι ἐναντία. οὐ δὲ γὰρ ὑπερβολὴ καὶ ἔλλειψις ἐναντία ὑπ’Ἀριστοτέλους λέγεται καθὸ πρός τι ἐστὶν, ὡς δῆλον ἐκ τοῦ λέγεσθαι μὲν αὐτὰ πρὸς ἄλληλα ( γὰρ ὑπερβολὴ ἐνδείας ὑπερβολή, καὶ ἔνδεια ὑπερβολῆς ἔνδεια), ἐναντία δ’εἶναι μὴ κατὰ τὴν σχέσιν ταύτην, ἀλλὰ καθόσον τὸ μὲν τοῦ συμμέτρου πλέον ἐστίν · τὸ μὲν γὰρ μᾶλλον τοιοῦτο, τὸ δὲ ἔλαττον τοῦ συμμέτρου · τοιοῦτον γὰρ τὸ ἐλλεῖπον. οὐ γὰρ τὰ ὁπωσοῦν ὑπερβάλλοντα καὶ ἐλλείποντα ἐναντία λέγει, ἀλλὰ τὰ πρὸς τὸ σύμμετρον οὕτως ἔχοντα, πρὸς οὐκέτι σώζει τὴν κατὰ τὸ πρός τι σχέσιν οὐδέτερον αὐτῶν. καὶ τὸ λευκὸν δὲ καὶ τὸ μέλαν, καθὸ μὲν ἐναντία ἀλλήλοις, λέγεται πρός τι καὶ οὐκ ἐναντία, καθὸ δὲ τὸ μὲν λευκὸν τοιόνδε χρῶμα, τὸ δὲ μέλαν τοιόνδε, ἐναντία, ἀλλ’οὐ πρός τι. τὰ γὰρ ἐναντία καθόσον μὲν δηλοῖ φύσεις τινὰς πλεῖστον ἀλλήλων διαφερούσας, οὐ πρός τι · καθόσον δὲ οὕτως ὀνομάζεται, πρός τι ἐστίν.

1.8

1.8.1πρὸς τὸ μὴ εἶναι τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ, μη δὲ τὴν ψυχὴν ἐν τῷ σώματι ἦν λεγόμενον, ὅτι πρὸς τὸ εἶναι τῇ ὕλῃ ἐνεργείᾳ τὸ εἶδος αἴτιον (οὐ γὰρ οἷόντε εἶναι αὐτὴν ἐν ὑποστάσει χωρὶς τοῦ εἴδους), τὸ δ’ἐν ὑποκειμένῳ ὂν ἔν τινί ἐστιν ἐνεργείᾳ ὄντι δύναται εἶναι καὶ χωρὶς τοῦ ἐν ὑποκειμένῳ αὐτῷ ὄντος. πρὸς ἀντέπιπτεν τὸ καὶ τὰ σώματα βοηθεῖσθαι μὲν πρὸς τὸ εἶναι ἐν ὑποστάσει ὑπὸ τῶν συμβεβηκότων, εἴ γε πᾶν σῶμα ἀνάγκη μετὰ σχήματος εἶναί τινος καὶ χρώματος, ὁμολογεῖσθαι δὲ ταῦτα ἐν ὑποκειμένῳ εἶναι τῷ σώματι. οὐκ αὔταρκες οὖν πρὸς τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ τινὶ τὸ συντελεῖν τῷ ὑποκειμένῳ αὐτῷ εἰς τὸ εἶναι ἐν ὑποστάσει. εἰ μέν τι ἁπλῶς συντελεῖ τινι εἰς τὸ εἶναι ἐν ὑποστάσει, οὐ κεκώλυται τοῦτο ἐν ὑποκειμένῳ εἶναι αὐτῷ, ὡς ἐδείχθη ἐπὶ τοῦ σώματος καὶ τῆς ποιότητος, ἧς χωρὶς ἀδύνατον εἶναί τι ἐν ὑποστάσει σῶμα · εἰ δέ τι εἴη ὡς μέρος συντελοῦν τούτῳ ἐν ἐστι, τοῦτο οὐχ οἷόντε ἐν ὑποκειμένῳ εἶναι τούτῳ οὗ ἐστι μέρος. τὸ δὲ εἶδος τούτῳ ἐν ἐστιν, ὡς μέρος συντελοῦν φαίνεται. δεῖ μὲν γὰρ τὴν ζήτησιν τοῦ πότερον ὡς ἐν ὑποκειμένῳ τινί ἐστι τὸ προκείμενον μὴ ποιεῖσθαι λαβόντας τι πρᾶγμα, ἐν ἐστι μὲν τοῦτο περὶ οὗ ζήτησις, ζητεῖται δὲ τὸ πῶς ἐστιν ἐν αὐτῷ. γὰρ δεικνὺς ὅτι τὸ λευκὸν ἐν σώματι ὡς ἐν ὑποκειμένῳ, λαβών τι σῶμα, ἐν τὸ λευκόν ἐστι, καὶ δείξας ὂν ἐν τῷ σώματι αὐτὸ μήτε ὡς μέρος μήθ’ὡς δυνάμενον χωρὶς αὐτοῦ εἶναι ἔδειξεν, ὅτι ἐστὶν ἐν ὑποκειμένῳ αὐτῷ. οὕτω δὲ δεῖ καὶ τὸν ζητοῦντα περὶ τοῦ εἴδους, πότερον ἐν ὑποκειμένῳ ἐστὶν μή, λαβεῖν τι τοιοῦτο, ἐν ἐστι μὲν ἤδη τὸ εἶδος, ζητεῖται δὲ τὸ πῶς. ἐν μὲν οὖν τῇ ὕλῃ, εἰ καθ’αὑτὴν λαμβάνοιτο, οὔπω ἐστὶ τὸ εἶδος (διὸ οὐ δ’ἂν ζητοῖτο, πῶς ἐστιν ἐν αὐτῇ τὸ μη δὲ τὴν ἀρχὴν ὂν ἐν αὐτῇ), ἐπεὶ δέ ἐστιν ἐν τῇ συναμφοτέρῳ οὐσίᾳ τὸ τοιοῦτον εἶδος, χρὴ τοιοῦτό τι προχειρισαμένους ἐπ’αὐτοῦ τὴν ζήτησιν ποιεῖσθαι. ἀλλὰ μὴν ἣν ἂν λάβωμεν συναμφότερον οὐσίαν, ἐν αὐτῇ τὸ εἶδος τὸ ὂν ἐν αὐτῇ ὡς μέρος ἐστὶ τοῦ συναμφοτέρου. καὶ γὰρ ψυχὴ ἐν τῷ ὀργανικῷ σώματι, ἐν ἐστιν, οὕτως ἐστὶν ὡς μέρος. εἰ δ’ὡς μέρος, οὐκ ἂν εἴη ὡς ἐν ὑποκειμένῳ ὂν τούτῳ, ἐν ἐστιν οὕτως, οὔθ’ ψυχὴ οὔτε τι εἶδος ὅλως. ἐρεῖ τις καὶ τὸ λευκὸν τοῦ μὲν λευκοῦ σώματος εἶναι μέρος, ἐν ὑποκειμένῳ δ’εἶναι τῷ σώματι συντελεῖ πρὸς τὸ εἶναι ἐν ὑποστάσει, διὸ καὶ τὸ εἶδος τῆς μὲν συναμφοτέρου οὐσίας μέρος ἔσεσθαι, ἐν δὲ τῇ ὕλῃ συντελεῖ πρὸς ὕπαρξιν, εἶναι ἐν ὑποκειμένῳ. ἆρ’οὖν χρὴ λέγειν δεῖν μὲν τὸ ἐν ζητεῖται, εἴ ἐστί τι ὡς ἐν ὑποκειμένῳ, πάντως εἶναι τόδε τι καὶ ἐνεργείᾳ ὑπάρχον (οὐ γὰρ δὴ ἐν τῷ μὴ ὄντι οἷόντέ τι εἶναι ἐν ὑποκειμένῳ), τῶν δὲ τούτῳ συντελούντων πρὸς τὸ εἶναι ἐν ὑποστάσειτε καὶ κατ’ἐνέργειαν τῷ εἶναι ἐν αὐτῷ, ὅσα μὲν ἐν αὐτῷ μόνον εἰς τὸ ἐν ὑποστάσει εἶναι συντελεῖ, μηκέτι δὲ καὶ τὸ τῷδέ τινι εἶναι, ταῦτα ἐν ὑποκειμένῳ αὐτῷ εἶναι (καθ’ γάρ τι σῶζον τὴν οἰκείαν φύσιν οἷόντε μεταβάλλειν, ταῦτα ἐν ὑποκειμένῳ ἐστὶν αὐτῷ), ὅσα δὲ μὴ μόνον εἰς τὸ ὑφεστάναι, ἀλλὰ πολὺ πρότερον εἰς τὸ τῷδέ τινι εἶναι συντελεῖ τινι, καθ’ μεταβάλλοντα οὐκέθ’οἷόντε μένειν τοῦτο ἦν, ταῦτα δὲ μηκέτι ἐν αὐτῷ εἶναι ὡς ἐν ὑποκειμένῳ. πῶς γὰρ ἂν εἴη ἐν ὑποκειμένῳ ἀνθρώπῳ τοῦτο οὗ ἀπουσία φθείρει τὸν ἄνθρωπον; διὸ μὲν γραμματικὴ ἐν ὑποκειμένῳ τῷ ἀνθρώπῳ τῷ ἔχοντι αὐτήν, καίτοι συντελοῦσαν αὐτῷ πρὸς τὸ γραμματικῷ εἶναι (οὐ γὰρ ἐν τῇ τῆς γραμματικῆς ἀπουσίᾳ καὶ ἄνθρωπος εἶναι παύεται), δὲ ψυχὴ οὐκέτ’ἐν ὑποκειμένῳ αὐτῷ, ὅτι πρὸς τὸ εἶναι ἀνθρώπῳ συντέλεια αὐτῆς, ἀλλ’οὐ πρὸς τὸ ποιῷ ποσῷ εἶναι ποῦ τινι τῶν τοιούτων ὄντων τὸ εἶδος τὸ φυσικόν, εἴ γε κατὰ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι τοῦτο ἐστιν. ἐν μὲν οὖν τῷ συναμφοτέρῳτε καὶ τῷδέ τινι ὄντι διὰ τοῦτο τὸ εἶδος οὐκ ἐν ὑποκειμένῳ. μέρος γὰρ τῆς οὐσίας τῆς ἑκάστου οὕτως ἐν αὐτοῖς ὄν, οὐ δὲ ἐν τῇ ὕλῃ δὲ μόνον, ὅτι μη δὲ τὴν ἀρχὴν αὕτη οὕτως ὑποκείμενον ὡς τόδε τι, μὴ ἔχουσά πω ἐν αὑτῇ τὸ εἶδος, ἐν δὲ τοῖς οὕτως οὖσι τὸ ἐν ὑποκειμένῳ. τὶ γὰρ δεῖ εἶναι καὶ τόδε τι ἐν τὸ ἐν ὑποκειμένῳ · τοιοῦτον γὰρ τὸ μέρη ἔχον. ἔτι εἰ τὸ μὲν ὑποκείμενον τοῦ ἐν ὑποκειμένῳ ὄντος αὐτῷ διαφέρει τῷ τὸ μὲν ὑποκείμενον δύνασθαι καὶ ἄνευ τῶν ἐν ὑποκειμένῳ ὄντων αὐτῷ εἶναι (καὶ γὰρ εἰ μὴ οἷόντε κηρὸν εἶναι χωρὶς σχήματος, ἀλλὰ χωρίς γε τούτου τοῦ σχήματος, νῦν ἔχει, οἷόντε αὐτὸν εἶναι), τὸ δὲ ἐν ὑποκειμένῳ ὂν μὴ δύνασθαι χωρισθέντος τοῦ ὑποκειμένου αὐτῷ εἶναι (τὴν δὲ ὕλην καὶ τὸ εἶδος ἀδύνατον χωρὶς ἀλλήλων εἶναι τῷ πρὸς ἄλληλα αὐτὰ λέγεσθαι, τὰ δὲ πρὸς ἄλληλα λεγόμενα ἅμα εἶναι τῇ φύσει, εἴ γε πρός τί ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν), οὐ δ’οὕτως ἂν τὸ εἶδος εἴη ἐν ὑποκειμένῳ τῇ ὕλῃ. δύναται καὶ ἐπὶ τῆς ὕλης λέγεσθαι, ὅτι χωρὶς μὲν εἴδους οὐχ οἵατε εἶναι, ὥσπερ οὐ δὲ κηρὸς χωρὶς σχήματος, χωρὶς δὲ τοῦ εἴδους τοῦδε οἷόντε αὐτὴν εἶναι, ὡς καὶ τὸν κηρὸν χωρὶς τοῦδε τοῦ σχήματος. εἰ ψυχὴ οὐκ ἐν ἄλλῳ τινὶ σώματι οἵατε εἶναι γενέσθαι, ἐν τῷ ὀργανικῷ, τούτου δ’ἔστι μέρος, οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ, τῶν δὲ σχημάτων ἕκαστον οὐκ ἐν ἀφωρισμένῳ γίνεται σώματι. ἔτι ἄνθρωπός ἐστι μὲν καὶ μετὰ ψυχῆς, ἔστι δὲ καὶ μετὰ χρώματόςτε καὶ σχήματος, ἀλλ’οὐχ ὁμοίως, ἀλλὰ μετὰ μὲν ψυχῆς ὡς μέρους καὶ μάλιστα εἰς τὸ ἀνθρώπῳ εἶναι συντελούσης. ἐν γὰρ ἂν τοιαύτη ψυχή, τοῦτ’ἄνθρωπος. οὐκέθ’οὕτω τὸ χρῶμα καὶ τὸ σχῆμα ἐν τῷ ἀνθρώπῳ · οὐ γὰρ πᾶν τὸ ἔχον τοιοῦτον σχῆμα χρῶμα ἄνθρωπος. διὸ τὰ μὲν ἐν ὑποκειμένῳ αὐτῷ, οὐκέτι δὲ καὶ ψυχή. δ’αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τῶν φυσικῶν εἰδῶν.

1.9

1.9.1ἐζητήθη, πῶς οὐχὶ τῇ εὐεξίᾳ οὔσῃ ἐπιτεταμένῃ ὑγείᾳ νόσος μᾶλλον τῆς καχεξίας ἀντίκειται, εἴ γε τὰ ἐναντία πλεῖστον ἀλλήλων διέστηκεν ἐν τῷ αὐτῷ γένει. εἰ γὰρ καχεξία ἐν ὑγιαίνοντι γίνεται, εἴη ἂν ἀνειμένη τις οὖσα ὑγεία. οὕτω δὲ ἔσται τῇ ἐπιτεταμένῃ ὑγείᾳ ἀνειμένη ὑγεία ἐναντία. ἄτοπον δὲ τῇ μὲν ὑγείᾳ τὴν νόσον λέγειν εἶναι ἐναντίον, μηκέτι δὲ τῇ ἐπιτεταμένῃ ὑγείᾳ τὴν νόσον τὴν κατὰ τὴν νόσον ἐπίτασιν. αὕτη γὰρ ἔσται πλεῖστον αὐτῆς διεστῶσα. εἰ μὲν περὶ ταὐτὸν ἐγίνετο τε ὑγεία καὶ εὐεξία, ἔτι δ’ νόσος καὶ καχεξία, ἦν ἂν ὑγιὲς τὸ λεγόμενον ἐπειδὴ δεῖ περὶ ταὐτὸν τὰ ἐναντία γίνεσθαι. εἰ δ’ἐν ἄλλῳ μὲν ὑγεία, ἐν ἄλλῳ δὲ εὐεξία, καὶ ἐν μὲν ὑγεία, ἐν τούτῳ καὶ νόσος, ἐν δὲ καχεξία, ἐν τούτῳ καὶ εὐεξία, οὔτ’εὐεξία ὑγεία ἂν εἴη ἐπιτεταμένη, οὔτ’ἐναντίον αὐτῇ εἴη νόσος, τὴν ἀρχὴν μη δὲ γινομένη περὶ τὰ αὐτὰ αὐτῇ. γίνεται γὰρ μὲν ὑγεία καὶ νόσος περὶ τὰς δυνάμεις τῶν πρώτων σωμάτων ἐξ ὧν τὰ ζῷα, ἅπερ ἐστὶ τὰ στοιχεῖα, ὧν δυνάμεις θερμότης ψυχρότης ὑγρότης ξηρότης. ἐν μὲν γὰρ τῇ τῶν δυνάμεων τούτων πρὸς ἄλληλα συμμετρίᾳ ὑγεία, ἐν δ’ἀσυμμετρίᾳ τῶν αὐτῶν τούτων νόσος. δὲ εὐεξία καὶ καχεξία περὶ ταῦτα γίνεται, περὶ καὶ ἰσχύςτε καὶ ἀσθένεια. ἔοικε γὰρ μὲν εὐεξία τῇ ἰσχύι, δὲ καχεξία τῇ ἀσθενείᾳ · τε γὰρ ἰσχύων πλέον τῆς κατὰ τὴν ἁπλῆν ὑγείαν ἰσχύος ἐξ ἐπιμελείας εὐέκτης καλεῖται καὶ εὐέκτης οὕτως ἰσχύει, καὶ ἀσθενέστερος κατὰ τὴν τῶν ἁπλῶς ὑγιαινόντων ἰσχὺν καχέκτης κατ’ἐκεῖνο. ἀλλὰ μὴν ἰσχὺς καὶ ἀσθένεια ἐν συμμετρίᾳ τῶν ὁμοιομερῶν ἐν τοῖς ζῴοις μερῶν καὶ ἀσυμμετρίᾳ τὸ εἶναι ἔχουσιν, μὲν ἰσχὺς ἐν τῇ τούτων συμμετρίᾳ, δ’ἀσθένεια ἐν τῇ τῶν αὐτῶν ἀσυμμετρίᾳ, ὥστε καὶ εὐεξία καὶ καχεξία ἐν τούτοις ἂν γίνοιντο, καὶ εἴη ἂν ὡς ἀσθένεια ἰσχύι, οὕτω καχεξία εὐεξίᾳ ἐναντίον. διὸ καὶ εἰ μὲν ἦν περὶ ὑγεία, περὶ ταῦτα καὶ εὐεξία, εἶχεν ἂν λόγον λέγειν τὴν εὐεξίαν ἐπιτεταμένην ὑγείαν, ἐπεὶ δὲ μὴ περὶ ταῦτά ἐστιν, οὐκ ἂν δεόντως οὕτως λέγοιτο, εἴπερ ἄρα τῷ γίνεσθαι τὴν εὐεξίαν ἐπὶ προϋποκειμένῃ πάντως ὑγείᾳ προσθήκης μέν τινος τῷ ὑγιαίνοντι γινομένης, ἀλλ’οὐ κατὰ ὑγείαν οὐ δὲ τὴν κατὰ ταύτην συμμετρίαν.

1.10

1.10.1εἰ τῶν φυσικῶν ἀρχὴ καὶ στοιχεῖα ταῦτα περὶ ὧν εἴρηκεν ἐν τῇ Φυσικῇ ἀκροάσει Ἀριστοτέλης, ἔστι δὲ ταῦτα τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ ποιητικὸν καὶ τὸ οὗ ἕνεκα, τὸ κυκλοφορητικὸν σῶμα ἤτοι οὐκ ἔσται φυσικὸν σῶμα, ἔσται ὕλη καὶ τὸ ὑποκείμενον ἐν ἐκείνῳ, οὐκ ἔσται πάσας τὰς ἀρχὰς τῶν φυσικῶν λέγων. τί γὰρ τὸ ὑποκείμενον ἐκείνῳ; ἀλλὰ μὴν φυσικὸν σῶμα κἀκεῖνο. πᾶν γὰρ σῶμα φυσικὸν μαθηματικόν, οὐκ ἔστι δὲ μαθηματικὸν ἐκεῖνο, ἐπεὶ πᾶν τὸ ἐν κινήσει τῇ ἐξ αὐτοῦ σῶμα φυσικόν, ἐν κινήσει δὲ ἐκεῖνο, εἴ γε καὶ ἀεικίνητον καὶ τὴν αἰτίαν τῆς κινήσεως ἔχον ἐν ἑαυτῷ. εἰ φύσις κατ’αὐτὸν ἀρχὴ κινήσεως καὶ στάσεως, ἐν οἷς ἐστι πρώτως καὶ οὐ κατὰ συμβεβηκός, οὐκ ἔχει δὲ ἐκεῖνο ἀρχὴν στάσεως ἐν ἑαυτῷ, οὐ δ’ἂν φύσιν ἔχοι. εἰ δὲ μὴ φύσιν ἔχοι, οὐ δ’ἂν φυσικὸν σῶμα εἴη. ἀλλ’εἰ μὴ φυσικόν, ποῖόν τι; οὐ γὰρ δὴ μαθηματικόν, ἐπεὶ ἔμψυχόν ἐστι, πᾶν δὲ σῶμα ἔμψυχον φυσικόν. οὐ φυσικὸν δ’ὂν σῶμα οὐκ ἔχει τὸ ὑποκείμενον ὕλην, εἴ γε ὕλη τὸ παρὰ μέρος τῶν ἐναντίων δεκτικόν. εἰ μὲν τὴν ὕλην ἔλεγεν εἶναι μόνον τὸ ἔσχατον ὑποκείμενον τῶν ἐναντίων παρὰ μέρος δεκτικόν, οὐκ ἂν ἦν ἐν τῇ ὕλῃ περιειλημμένον τὸ ὑποκείμενον τῷ πέμπτῳ σώματι, εἰ δ’ὁρίζεται τὴν ὕλην καὶ οὕτως, ἔσχατον ὑποκείμενον ἀρρύθμιστον καθ’αὑτό, εἴη ἂν ἐν τῇ οὕτως ὕλῃ λεγομένῃ περιειλημμένον καὶ τὸ ἐν τῷ θείῳ σώματι ὑποκείμενον. κοινότερος γὰρ οὗτος λόγος τῆς κατὰ τὸ ὑποκείμενον ἀρχῆς καὶ περιέχων ἐν ἑαυτῷ ἀμφότερα τὰ ὑποκείμενα. οὐκ εἰ ἕτεραι δὲ ἀλλήλων αἱ ὗλαι, τε ἐν τῷ θείῳ σώματι ὑποκειμένη καὶ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἤδη καὶ σύνθετοι. εἰ μὲν γὰρ ἦν τι αὐταῖς ἕν τι ὑποκείμενον, ἔδει αὐταῖς διαφορῶν, καθ’ἃς εἰδοποιηθεῖσαι ἔχουσαι ταὐτὸν ὑποκείμενον ἀλλήλων διαφέρουσι · εἰ δέ εἰσιν ἕτεραι, πάντῃ οὐκ ἀνάγκη αὐτὰς κατά τινας εἰδοποιοὺς διαφορὰς ἀλλήλων διαφέρειν · οὐ δὲ γὰρ τὸ εἶδος καὶ ὕλη, ἐπεὶ ἕτερα ἀλλήλων, διὰ τοῦτο καὶ σύνθετα.

1.11a

1.11a.1ἐζητεῖτο πῶς εἴρηται ἐν τῷ πρώτῳ Περὶ ψυχῆς ὑπ’Ἀριστοτέλους, τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ὕστερον. ὅτι μὲν οὖν δύναται παραδείγματι τῷ ζῴῳ κεχρῆσθαι τῶν ἐπὶ τῆς ψυχῆς καὶ τῶν οὕτω λεγομένων καθόλου ὡς τὸ πρῶτον ἔχειν καὶ δεύτερον, βουλόμενος ὅπως ἔχει δεῖξαι, εἴρηταί μοι ἐν τῷ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματι. ἔνεστι μέντοι τὸ εἰρημένον καὶ ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τῶν κυρίως ὄντων γενῶν ἐφαρμόζον δεῖξαι. ἐπεὶ γὰρ τὰ γένη καθόλου, τὸ δὲ καθόλου τινῶν ὄν, ὄν τι καθόλου ἐστίν. οὐ γὰρ δὴ μηδέν τι ὂν καθόλουτέ ἐστι καὶ γένος καὶ συνωνύμως κατηγορεῖται, ἀλλὰ δεῖ τι εἶναι πρᾶγμα, τὸ καθόλου συμβέβηκεν, καὶ ἔστιν ἐκεῖνο μὲν πρᾶγμά τι τὸ καθόλου συμβέβηκεν, τὸ δὲ καθόλου οὐ πρᾶγμά τι κυρίως, ἀλλὰ συμβεβηκός τι ἄλλῳ. οἷον τὸ ζῷον πρᾶγμά τί ἐστι καὶ φύσεως τινος δηλωτικόν, σημαίνει γὰρ οὐσίαν ἔμψυχον αἰσθητικήν, κατὰ μὲν τὴν αὑτοῦ φύσιν οὐκ ἔστι καθόλου. οὐδὲν γὰρ ἧττον ἔσται καὶ εἰ ἓν κατ’ἀριθμὸν ὑποτεθείη ζῷον εἶναι. ὑπάρχει δὲ αὐτῷ ὄντι τοιούτῳ ἐν πλείοσιν εἶναι καὶ κατ’εἶδος ἀλλήλων διαφέρουσιν. συμβέβηκεν οὖν αὐτῷ τοῦτο. γὰρ μὴ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ὑπάρχει αὐτῷ συμβεβηκός. ἐπεὶ τοίνυν τὸ γένος τὸ τοιοῦτο οὐ πρᾶγμά τι, ἀλλὰ συμβεβηκὸς πράγματι, εἶπεν αὐτὸ Ἀριστοτέλης μηδὲν εἶναι, ἐπεὶ μὴ κυρίως ὄν · τὸ γὰρ ὡς γένος ζῷον βουλόμενος δηλῶσαι προσέθηκεν τῷ ζῴῳ τὸ καθόλου, εἰπὼν τὸ γὰρ ζῷον τὸ καθόλου. τοῦτ’οὖν τὸ ὡς γένος ζῷον ἤτοι οὐδέν ἐστιν, ἐπεὶ μὴ φύσιν τινὰ οἰκείαν σημαίνει, ἀλλ’ἔστιν σύμπτωμα ἐπί τινι γινόμενον πράγματι, εἰ καὶ τὸ οὕτως ὂν ὄν τις λέγοι, ὕστερον ἔσται ἐκείνου ὑπάρχει. δεῖ γὰρ εἶναι πρῶτον τὸ πρᾶγμα τοῦ συμβεβηκότος αὐτῷ. ὅτι δὲ ὕστερον τοῦ πράγματος, δῆλον. ζῴου μὲν γὰρ ὄντος οὐκ ἀνάγκη τὸ ὡς γένος ζῷον εἶναι (δύναται γὰρ πρὸς ὑπόθεσιν καὶ ἕν τι ζῷον εἶναι, ἐπεὶ μὴ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ καθόλου), εἰ δὲ εἴη τὸ ὡς γένος ζῷον, ἀνάγκη καὶ τὸ ζῷον εἶναι. καὶ ἀναιρουμένης μὲν οὐσίας ἐμψύχου αἰσθητικῆς οὐ δ’ἂν τὸ ὡς γένος ζῷον εἴη (οὐ γὰρ οἷόντε τὸ μὴ ὂν ἐν πλείοσιν εἶναι), εἰ μέντοι ἀναιρεθείη τὸ ὡς γένος ζῷον, οὐκ ἀνάγκη καὶ τὴν οὐσίαν ἔμψυχον αἰσθητικὴν ἀνῃρῆσθαι · εἴη γὰρ ἂν ὡς εἶπον καὶ ἐν ἑνί, καὶ ἔστι διὰ ταῦτ’εἰρημένον τὸ οὐδέν ἐστιν ὕστερον. ὕστερον δ’ὂν τοῦ πράγματος συμβέβηκεν, πάλιν αὐτὸ πρῶτον ἑκάστου τῶν ἐν μέρει καὶ ὑπ’αὐτὸ γίνεται, διότι τὸ μὲν γένει εἶναί ἐστιν ἐν τῷ κατὰ πολλῶν καὶ διαφερόντων κατηγορεῖσθαι, τὸ δ’ἐν μέρει εἶναί ἐστι τὸ μετὰ πολλῶν εἶναι ὑφ’ἕν τι γένος εἶδος. διὸ ἀναιρουμένῳ μὲν ἑνὶ τῶν ὑπὸ τὸ κοινὸν οὐ συναναιρεῖται τὸ κοινόν, διότι ἐστὶν ἐν πλείοσιν · εἰ δ’ἀναιρεθείη τὸ κοινόν, οὐ δ’ἂν τῶν ὑπὸ τὸ κοινὸν εἴη τι, οἷς τὸ εἶναι ἐν τῷ ἐκεῖνο ἔχειν ἐν αὑτοῖς.

1.11b

1.11b.1ἐζητεῖτο πῶς εἴρηκεν ἐν τῷ αʹ Περὶ ψυχῆς Ἀριστοτέλης τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ὕστερον. ὅτι μὲν δύναται παραδείγματι τῷ ζῴῳ κεχρῆσθαι τῶν ἐπὶ τῆς ψυχῆς καὶ τῶν οὕτω λεγομένων καθόλου ὡς τὸ πρῶτον ἔχειν καὶ δεύτερον, βουλόμενος πῶς ἔχει δεῖξαι, εἴρηταί μοι ἐν τῷ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματι. εἰπὼν γὰρ ὅτι χρὴ εὐλαβεῖσθαι ἄσκεπτον καταλιπεῖν τὸ πότερον τῷ εἴδει μόνον διαφέρουσιν ἀλλήλων αἱ ψυχαὶ καὶ τῷ γένει · εἰ γὰρ τοῦτο διορισθείη, οὐ λήσεθ’ἡμᾶς, πότερον εἷς τις λόγος ψυχῆς κοινόςτε καὶ γενικός. εἰ δὲ μὴ ὁμογενεῖς εἶεν, ἑκάστου γένους ψυχῆς ἴδιος ἔσται. τὸ γὰρ κοινὸν ψυχῆς ὄνομα μόνον ἐστίν, οὐκέτι δὲ καὶ πρᾶγμά τι. δεικνὺς δὲ πῶς ἴδιος ἑκάστης, παραδείγμασιν ἐχρήσατο ὑπὸ ἓν γένος οὖσιν, καὶ ἀσαφέστερον τὸ λεγόμενον ἐποίησεν. εἰ γὰρ εἴη ταῦτά φησι μὴ ὁμογενῆ, ἵππος καὶ κύων καὶ ἄνθρωπος καὶ θεός, ὡς γένος αὐτῶν τὸ ζῷον εἶναι, ἴδιος ἑκάστου αὐτῶν λόγος ἔσται, τὸ δὲ ζῷον τὸ κοινῶς κατ’αὐτῶν κατηγορούμενον ἤτοι οὐδεμίαν οἰκείαν σημαίνει φύσιν, ἀλλ’ἔσται ὁμώνυμον, εἰ καὶ σημαίνει, ἔχει ὡς δοκεῖ ἔχειν ἐπὶ τῶν πολλαχῶς λεγομένων τῶν ἐν οἷς ἐστι τὸ πρότερον καὶ ὕστερον. τὸ γὰρ κοινῶς ἐν τοῖς οὕτως ἔχουσι κατηγορούμενον σημαίνει μέν τινα φύσιν, οὐ μὴν ἐν πᾶσιν ὁμοίως ἔχουσαν τοῖς ὧν κατηγορεῖται · διὸ ὕστερον τοῦτο τῶν ὑπ’αὐτό. τὸ μὲν γὰρ ὡς γένος τινῶν κατηγορούμενον ἀναιρούμενον συναναιρεῖ αὐτῷ πάντα τὰ ὑφ’αὑτό, ὧν οὐδενὶ ἀναιρουμένων συναναιρεῖται, διὸ πρῶτον τῇ φύσει, τὸ δ’ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν ἐστιν, ἀναιρουμένῳ τῷ πρώτῳ ἔχοντι τὸ ὑπ’αὐτοῦ σημαινόμενον συναναιρεῖται, διὸ οὐκέτι πρῶτον ἀλλ’ὕστερον γίνεται. τοιοῦτον δὲ δείξει καὶ τὴν ψυχὴν ὄν. διὸ εἰκότως προτίθεται τὴν περὶ αὐτοῦ ζήτησιν, ποιησάμενος δὲ τὸν λόγον ἐπὶ ζῴου, ἐπεὶ ὧν ἐμνημόνευσεν ὑπὸ τὸ ζῷον ἦν, προσέθηκεν τὸ ὁμοίως δὲ κἂν εἴ τι κοινὸν ἄλλο κατηγοροῖτο, δεικνὺς ὅτι πᾶν, εἴ τι οὕτως κοινῶς τινῶν κατηγορεῖται ὡς μὴ εἶναι γένος αὐτῶν, οὐδὲν ἔσται ὕστερον, ὡς προείρηται. τοῦτο μὲν οὖν ἐν ἐκείνῳ εἴρηται. ἔνεστι μέντοι τὸ εἰρημένον καὶ ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τῶν κυρίως γενῶν ὄντων ἐφαρμόζον δεῖξαι. ἐπεὶ γὰρ τὰ γένη καθόλου, τὸ δὲ καθόλου τινῶν ὄν, ὄν τι καθόλου ἐστίν. οὐ γὰρ δὴ μηδέν τι ὂν καθόλουτέ ἐστι καὶ γένος καὶ συνωνύμως κατηγορεῖται. τὸ μὲν ὑποκείμενον τὸ καθόλου συμβέβηκε πρᾶγμά τί ἐστι, τὸ δὲ καθόλου τὸ ἐκείνῳ συμβεβηκὸς οὐ πρᾶγμά τι καθ’αὑτό ἐστιν, ἀλλὰ συμβεβηκός τι ἐκείνῳ, οἷον ζῷον πρᾶγμά τί ἐστι καὶ φύσεως τινος δηλωτικόν, σημαίνει γὰρ οὐσίαν ἔμψυχον αἰσθητικήν, κατὰ μὲν τὴν αὑτοῦ φύσιν οὐκ ἔστι καθόλου. οὐδὲν γὰρ ἧττον ἔσται, καὶ εἰ ἓν κατ’ἀριθμὸν ὑποτεθείη ζῷον εἶναι. ὑπάρχει δὲ αὐτῷ ὄντι τοιούτῳ ἐν πλείοσιν εἶναι καὶ κατ’εἶδος ἀλλήλων διαφέρουσιν. συμβέβηκεν οὖν αὐτῷ τοῦτο. γὰρ μὴ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ὑπάρχει αὐτῷ συμβεβηκός. ἐπεὶ γοῦν τὸ γένος τοιοῦτον οὐ πρᾶγμά τι, ἀλλὰ συμβεβηκὸς πράγματί τινι, εἶπεν αὐτὸ Ἀριστοτέλης μηδὲν εἶναι, ἐπεὶ μὴ κυρίως ὄν · τὸ γὰρ ὡς γένος ζῷον βουλόμενος δηλῶσαι προσέθηκε τῷ ζῴῳ τὸ καθόλου, εἰπὼν τὸ γὰρ ζῷον τὸ καθόλου. τοῦτο οὖν τὸ ὡς γένος ζῷον ἤτοι οὐδέν ἐστιν, ἐπεὶ μὴ φύσιν τινὰ οἰκείαν ἔχει, ἀλλ’ἔστιν σύμπτωμα ἐπί τινι γινόμενον πράγματι, εἰ καὶ τὸ οὕτως ὂν ὄν τις λέγοι, ὕστερον ἔσται ἐκείνου ὑπάρχει. δεῖ γὰρ εἶναι πρῶτον τὸ πρᾶγμα τοῦ συμβεβηκότος αὐτῷ. ὅτι δ’ὕστερον τοῦ πράγματος, δῆλον. ζῴου μὲν γὰρ ὄντος οὐκ ἀνάγκη τὸ ὡς γένος ζῷον εἶναι (δύναται γὰρ πρὸς ὑπόθεσιν καὶ ἕν τι ζῷον εἶναι, ἐπεὶ μὴ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ καθόλου), εἰ δὲ εἴη τὸ ὡς γένος ζῷον, ἀνάγκη καὶ τὸ ζῷον εἶναι. καὶ ἀναιρουμένης μὲν οὐσίας ἐμψύχου αἰσθητικῆς οὐ δ’ἂν τὸ ὡς γένος ζῷον εἴη (οὐ γὰρ οἷόντε τὸ μὴ ὂν ἐν πλείοσιν εἶναι), εἰ μέντοι ἀναιρεθείη τὸ ὡς γένος ζῷον, οὐκ ἀνάγκη καὶ τὴν οὐσίαν ἔμψυχον αἰσθητικὴν ἀνῃρῆσθαι, εἴη γὰρ ἂν ὡς εἶπον καὶ ἐν ἑνί, καὶ ἔστι διὰ ταῦτ’εἰρημένον τὸ οὐδέν ἐστιν ὕστερον. ὕστερον δὲ ὂν τοῦ πράγματος συμβέβηκε, πάλιν αὐτὸ πρῶτον ἑκάστου τῶν ἐν μέρει καὶ ὑπ’αὐτὸ γίνεται, διότι τὸ μὲν γένει εἶναί ἐστιν ἐν τῷ κατὰ πολλῶν καὶ διαφερόντων κατηγορεῖσθαι, τὸ δ’ἐν μέρει εἶναί ἐστι τὸ μετὰ πολλῶν εἶναι ὑφ’ἕν τι γένος εἶδος. διὸ ἀναιρουμένῳ μὲν ἑνὶ τῶν ὑπὸ τὸ κοινὸν οὐ συναναιρεῖται τὸ κοινόν, διότι ἐστὶν ἐν πλείοσιν, εἰ δ’ἀναιρεθείη τὸ κοινόν, οὐ δ’ἂν τῶν ὑπὸ τὸ κοινὸν εἴη τι, οἷς τὸ εἶναι ἐν τῷ ἐκεῖνο ἔχειν ἐν ἑαυτοῖς.

1.12

1.12.1εἰ ἀδύνατον ἅμα τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, πῶς οἷόντε ἅμα τὸν αὐτὸν ἥδεσθαιτε καὶ λυπεῖσθαι, συμβαίνει τοῖς διψῶσίντε καὶ πίνουσιν, ὁμοίως δὲ καὶ τοῖς πεινῶσιντε καὶ ἐσθίουσιν, ἔτι δὲ τοῖς ψωριῶσίντε καὶ κνωμένοις; γὰρ οὐκ ἐναντίον ἡδονὴ λύπῃ, οὐκ ἀληθὲς τὸ μὴ οἷόντε ἅμα τῷ αὐτῷ τὰ ἐναντία ὑπάρχειν. οὔτε τὸ ἀδύνατον ἅμα τῷ αὐτῷ τὰ ἐναντία ὑπάρχειν ἁπλῶς ἀληθές, ἀλλὰ κατὰ ταὐτό, οὔθ’ἁπλῶς ἡδονὴ λύπῃ ἐναντία, οὐ γὰρ πᾶσα ἡδονὴ πάσῃ λύπῃ ἐναντία. οὐ γὰρ τῇ ἀπὸ τοῦ θεωρεῖν ἡδονῇ ἀπὸ τοῦ διψῆν λύπη ἐναντία, ἀλλ’ ἀπὸ τοῦ αὐτοῦ ἡδονὴ τῇ ἀπὸ τοῦ αὐτοῦ λύπῃ ἐναντία, ἃς καὶ ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν. οὔτε γὰρ ἅμα ἥδεσθαίτε καὶ λυπεῖσθαι ἐπὶ τῷ θεωρεῖν, ὅτι διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, οἷόντε διὰ τὸ αὐτό, οὔτε τὸν πεινῶντα ἐπὶ τῷ πεινῆν ἅμα οἷόντε καὶ ἥδεσθαι καὶ λυπεῖσθαι, λυπούμενον μέντοι ἐπὶ τῷ πεινῆν ἅμα ἥδεσθαι ἐπὶ τῷ ἐσθίειν οὐκ ἀδύνατον. οὐ γὰρ ἐναντία τῇ τοιαύτῃ ἡδονῇ τοιαύτη λύπη. μὲν γὰρ λύπη ἐπὶ τῇ ἐνδείᾳ, δὲ ἡδονὴ ἐπὶ τῇ τῆς ἐνδείας θεραπείᾳ, διὸ καὶ ἔστ’ἂν μὲν δεόμενον θεραπείας, θεραπευόμενον ἥδεται, ἅμα δὲ δεῖται θεραπείας καὶ ἐστὶν ἐν λύπῃ. ὅτι γὰρ οὐκ ἀπὸ τοῦ αὐτοῦ τε λύπη καὶ ἡδονή, δῆλον ἐκ τοῦ τοὺς πεινῶντας μέν, μὴ τρεφομένους δέ, λυπεῖσθαι μόνον, καὶ ἐκ τοῦ τοὺς τρεφομένους μειοῦν τὴν λύπην. οὕτω τὸ μὲν εἶναι ἐνδεᾶ λύπης μόνης αἴτιον, τὸ δ’ἀναπληροῦσθαι ἡδονῆς, καὶ οἱ ψωριῶντες καὶ κνώμενοι οὐ διὰ τὸ κνῆσθαι λυποῦνται, ἀλλὰ διὰ τὸ ἔτι δεῖσθαι τοῦ κνῆσθαι, ὥσπερ καὶ οἱ τρεφόμενοι ἐπὶ τῷ ἔτι εἶναι ἐνδεεῖς λυποῦνται, οὐκ ἐπὶ τῷ τρέφεσθαι.

1.13

1.13.1ὅτι μὴ ὁμοίως κατ’Ἐπίκουρον εἰσάγεται τὰ χρώματα, ὡς ἔλεγέν τις παριστάμενος αὐτοῦ τῇ δόξῃ, καὶ κατὰ τὰς ἄλλας αἱρέσεις. μὲν γὰρ ἐν τοῖς στοιχείοις, ἀρχὰς ὑποτίθεται τῶν πάντων, οὐδὲν τούτων φησὶν εἶναι, καθ’οὓς δὲ στοιχεῖα τὰ τέσσαρα, κατὰ τούτους ἐν τοῖς στοιχείοις ἐστὶν καὶ ταῦτα. διὸ κατὰ μὲν τούτους ἐκ προϋπαρχόντων χρωμάτων γίνεταί τινα χρώματα, καθ’ὃν δὲ μὴ ἔστιν ἐν τοῖς στοιχείοις ταῦτα, ἐκ μὴ προϋπαρχόντων γένεσις αὐτῶν. ὡς οὖν, εἰ ὑπέθετό τις ἄτομα εἶναι σώματα ἀρχὰς τῶν ὄντων, μὴ μόνον ἔχοντα σχήματα καὶ μέγεθος καὶ ἀντιτυπίαν, ἀλλὰ καὶ χρῶμα, οὐχ ὁμοίως κατάτε τοῦτον τῶν χρωμάτων γένεσις (ἐκ προϋπάρχοντος γὰρ χρώματος καὶ ὄντος ἐν τοῖς στοιχείοις), καὶ καθ’ὃν τὰ ἄτομα ταῦτα στοιχεῖα οὐκ ἔχει χρῶμα, οὕτως οὐ δ’εἰ μὴ ἄτομά τις τὰ στοιχεῖα λέγοι, λέγοι δὲ τὰ τέσσαρα τῷ ἐν τούτοις εἶναι μετὰ τῶν ἄλλων καὶ τὰ χρώματα, οὐ δ’οὗτος ἂν ὁμοίως Ἐπικούρῳ τὴν τῶν χρωμάτων εἰσάγοι φύσιν. ὡς γὰρ τὰ γινόμενα ἐκ τῶν στοιχείων οὐκ ἂν εἶχεν ἀντιτυπίαν μη δ’ὅλως ἐν τοῖς στοιχείοις οὔσης ἀντιτυπίας, οὕτως οὐ δ’ἂν χρῶμά τι τῶν γινομένων ἔχοι μηδενὸς ὄντος στοιχείοις χρώματος. τὸ δὲ ζητεῖν πόθεν ἐν τοῖς στοιχείοις πυρίτε καὶ τοῖς ἄλλοις τὰ χρώματα, ἴσον ἂν εἴη τῷ ζητεῖν, πόθεν ἐν τοῖς ἀτόμοις τὰ σχήματα. τὸ δὲ ταῦτα μὲν ὑπό τινων εἶναι λέγεσθαι γενητὰ καὶ φθαρτά, ἀγενήτους δὲ τὰς ἀτόμους ὑπὸ τῶν ἐκείνοις στοιχείοις χρωμένων, οὐδὲν πλέον · καὶ γὰρ καθ’οὓς τὰ στοιχεῖα ταῦτα γενητὰ καὶ φθαρτά, κατὰ τούτους τῷ ἀριθμῷ τὸ γενητὸν ἔχει ταῦτα καὶ τὸ φθαρτὸν, ἄφθαρτα δὲ καὶ ἀγένητα κατ’εἶδός ἐστιν. εἰς ἄλληλα γὰρ μεταβάλλει καὶ ἐξ ἀλλήλων γίνεται, ὥστε καὶ ἐν τῇ τούτων γενέσει ἐκ προϋπαρχόντων γένεσις. ὥσπερ οὖν τῶν ἄλλων, οὑτωσὶ δὲ καὶ τῶν χρωμάτων.

1.14

1.14.1εἰ οἱ θεοὶ προνοοῦσι τῶν ἀνθρώπων, ἀγαθόν τι αὐτοῖς παρέχουσιν. πᾶν γὰρ τὸ προνοοῦν τινος ἀγαθόν τι τῷ προνοουμένῳ περιποιεῖ, ὡς τὸ μὴ ἀγαθόν τι περιποιοῦν τινι τοῦτο οὐ δ’ἂν προνοοῖ αὐτοῦ. ἀλλὰ μὴν καθ’οὕς μόνον τὸ καλὸν ἀγαθόν, οὐδὲν οἱ θεοὶ τοῖς ἀνθρώποις περιποιοῦσιν, ὡς δείξω. τὸ καλὸν ἐφ’ἡμῖν, ἐφ’ἡμῖν ἐστι, τοῦτο δι’ἑαυτῶν κτώμεθα, δι’ἑαυτῶν κτώμεθα, τοῦθ’ὑπ’οὐδενὸς ἄλλου περιγίνεται. τὸ καλὸν ὑπ’οὐδενὸς ἡμῖν ἄλλου περιγίνεται. εἰ ὑπὸ μηδενός, οὐ δ’ὑπὸ τῶν θεῶν. ἀλλὰ μὴν ταὐτὸν ἀγαθόντε καὶ καλόν. καθ’οὓς μόνον τὸ καλὸν ἀγαθόν, οὐδὲν ἀγαθὸν τοῖς ἀνθρώποις ὑπὸ τῶν θεῶν περιγίνεται.

1.15

1.15.1 ὕλη ἤτοι αὐτὴ ἔντε τοῖς θείοις καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ ἑτέρα. ἀλλ’εἰ μὲν αὐτή, ἔσται κἀκεῖνα φθαρτά, εἴ γε οἷς τὸ δυνάμει ὑπόκειται, ταῦτα φθαρτά (ὡς δέδεικται ὑπ’Ἀριστοτέλους ἔντε ἄλλοις καὶ δὴ καὶ ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ), εἰ δ’ἄλλη, δῆλον ὡς διοίσει ὑποκειμένη ὕλη τοῖς ἐν γενέσει καὶ φθορᾷ τῆς τοῖς θείοις ὑποκειμένης. εἰ δὲ τοῦτο, ἕξει τινὰ διαφορὰν πρὸς αὐτήν. οὕτω δὲ οὐ δ’ἂν ἄποιος ἔτι εἴη οὐ δ’ἁπλῆ. οὔτε πᾶν τὸ διαφέρον τινὸς διαφορᾷ διαφέρει, εἴ γέ ἐστι κυρίως διαφορά, καθ’ἣν τὸ γένος εἰς τὰ οἰκεῖα εἴδη διαιρεῖται (τὸ γοῦν μὴ ὂν τοῦ ὄντος διαφέρει μέν, ἀλλ’οὐ τῷ διαφορὰν ἔχειν, ἀλλ’οὐ δ’ἐπεὶ διαφέρει τινός, ἤδη καὶ σύνθετον διὰ τοῦτο γίνεται), ἀλλ’οὐ δὲ τὰ ὄντα ἀλλήλων, ἐπεὶ κατὰ τὰς κατηγορίας διαφέρει, ἤδη καὶ διαφοραῖς διοίσει, ὅτι μη δ’ὑπὸ γένος τι κοινόν ἐστι τὰ δέκα γένη. δέδεικται γὰρ ὅτι μὴ γένος τὸ ὄν. ἔτι πολλὰ ὄντα τῷ μὴ ἔχειν τι διαφέρει τῶν ἐχόντων αὐτά, ὡς τὸ μὴ ἔχειν φέρ’εἰπεῖν τρίχας χεῖρας τι τοιοῦτο. τὸ δὲ μὴ ἔχειν τι καὶ τὸ ἐστερῆσθαι οὐ ποιότης. ἔτι δὲ οὐ πᾶσα διαφορὰ ποιότης · εἰ γὰρ διαφορά ἐστι καθ’ἣν ἀντιδιαιρεῖται ἀλλήλοις τὰ ἐκ τοῦ αὐτοῦ γένους εἴδη, εἴη ἂν τοῦ εἴδους ἑκάστου διαφορὰ οὗ ἐστι διαφορά, καθ’ τὸ εἶναί ἐστιν αὐτῷ τούτῳ ἐστι δηλωτική. ἀλλὰ μὴν πάντων τῶν συνεστώτων φύσει, οἷς οὐχ ὕλη μόνον οὐσία, ἀλλὰ καὶ τὸ εἶδος, ἐν τούτοις διαφορὰ δηλωτικὴ εἴη ἂν οὐσίας τινὸς ἀλλ’οὐ ποιότητος, καὶ τὰ κατὰ τὰς τοιαύτας διαφορὰς ἀλλήλων διαφέροντα οὐσίᾳ, ἀλλ’οὐ ποιότητι διαφέροι, ὥστε, καὶ τῆς ὕλης οὔσης οὐσίας ἐν τῇ οὐσίᾳ τῷ εἶναι αὐτὴν τῶν ἐναντίων δεκτικήν, λέγων κατὰ τοῦτο διαφέρειν τήνδε τὴν ὕλην ἐκείνης οὐ ποιότητι ἂν διαφέρειν λέγοι. ἐπεὶ οἱ τιθέμενοι τὴν ὕλην τῶν ἐναντίων εἶναι δεκτικὴν ἄποιον αὐτὴν εἶναι λέγουσι, δῆλον ὡς οὔ φασιν εἶναι ποιότητα αὐτῆς τὸ τῶν ἐναντίων εἶναι δεκτικήν. εἰ δὲ μὴ ποιότητος τοῦτο τῆς ὕλης, οὐ δ’οἱ λέγοντες τῷ τοῦτ’ἔχειν τὴν ὕλην τὴν ὑποκειμένην τοῖς ἐν γενέσει διαφέρειν τοῦ τοῖς θείοις ὑποκειμένου κατὰ ποιότητα αὐτὴν ἐροῦσιν διαφέρειν. εἰ γὰρ τὸ τῶν ἐναντίων δεκτικὸν ποιότητα ἔχει, καθό ἐστι τοιοῦτον, οὐ διότι διαφέρει τοῦτο ἔχουσα τῆς μὴ ἐχούσης, ἐν ποιότητι ἔσται, ἀλλ’ὅτι ἐν τῇ οἰκείᾳ φύσει ἔχει αὐτήν, ἣν ἀνάγκη φυλάττειν αὐτήν, ἐάντε διαφέρῃ τινός, ἐάντε μή.

1.16

1.16.1ὅτι μὲν οὖν τἀναντία πως πάντες ποιοῦσι τὰς ἀρχάς, δῆλον. καὶ τοῦτ’εὐλόγως · δεῖ γὰρ τὰς ἀρχὰς μήτε ἐξ ἀλλήλων εἶναι μήτε ἐξ ἄλλων, καὶ ἐκ τούτων πάντα. τοῖς δ’ἐναντίοις τοῖς πρώτοις ὑπάρχει ταῦτα, διὰ μὲν τὸ πρῶτα εἶναι μὴ ἐξ ἄλλων, διὰ δὲ τὸ ἐναντία μὴ ἐξ ἀλλήλων. ἠπόρησε τί πότ’ἐστι τὸ εἰρημένον διὰ ταύτης τῆς λέξεως, καὶ διὰ τί οὐκ ἐξ ἀλλήλων τὰ ἐναντία, οὐκ ἐξ ἄλλων καὶ τὰ πρότερα. τότε γὰρ ἐξ ἀλλήλων τὰ ἐναντία γίνεσθαι αὐτὸς ὀλίγον προελθὼν λέγει (δείξας γάρ τινα ἐπήνεγκεν · εἰ τοίνυν τοῦτ’ἔστιν ἀληθές, ἅπαν ἂν γίνοιτο τὸ γινόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἐξ ἐναντίων εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ. τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, οἷον χρώματα ἐκ λευκοῦ καὶ μέλανος, ὥστε πάντα ἂν εἴη τὰ φύσει γινόμενα ἐναντία ἐξ ἐναντίων), τότε λέγειν τὰ πρῶτα ἐναντία μὴ ἐξ ἄλλων γίνεσθαι ἀπορήσαι τις ἄν, πῶς λέγεται. καθόσον μὲν γὰρ πρῶτα ὑπόκειται ἐναντία, οὐκ ἂν εἴη γινόμενα ἔκ τινων προϋπαρχόντων ἐναντίων (οὐκέτι γὰρ ἂν αὐτὰ πρῶτα εἴη), πῶς δ’εἰ μὴ τοῦτο γίνοιτο, ἀίδια ἔσται τὰ πρῶτα ἐναντία; γὰρ δεήσει αὐτὰ εἰς ἄλληλα μεταβάλλειν, ὅπως γίνοιτό τι ἐξ αὐτῶν (οὕτως δὲ οὐκέτ’ἂν σώζοιτο οὐ δὲ ἀεὶ μένοι, οὐ δ’ἂν ἄφθαρτα εἴη οὐ δ’ἀμετάβλητα εἰς ἄλληλα), εἰ ἀεὶ μένοι τὰ αὐτά, οὐ κατὰ μεταβολὴν ἂν οὐ δὲ κατ’ἀλλοίωσίν τινα τὰ γινόμενα γίνοιτο, ἀλλὰ συνθέσειτε καὶ συγκρίσει καὶ διακρίσει τῶν πρώτων πρὸς ἄλληλα καὶ ποιᾷ θέσει καὶ τάξει. οὐχ οὕτω δ’ἔχειν αὐτῷ δοκεῖ. ἐξ ἀλλήλων μὲν οὔ φησι γίνεσθαι τὰ ἐναντία, ὅτι μὴ οὕτως γίνεσθαι ἐξ ἀλλήλων δύναται ὡς ὑπομενόντων (οὐ γὰρ ὑπομένει τὸ ἕτερον τῶν ἐναντίων θάτερον), δοκεῖ δὲ πᾶν γινόμενον ἔκ τινος ὡς ὑπομένοντος αὐτοῦ γίνεσθαι, ὡς προϊὼν αὐτὸς δείκνυσίτε καὶ διορίζει. εἰ δ’οὕτω μὲν ἐξ ἀλλήλων μὴ γίνεται, κατὰ δὲ τὴν τοῦ ὑποκειμένου παρὰ μέρος εἰς ἑκάτερον αὐτῶν μεταβολὴν γίνεται, οὐδὲν κωλύσει καὶ τὰ πρῶτα ἐναντία μεταβάλλοντα εἰς ἄλληλα κατὰ τοῦτον τὸν τρόπον αἴτια γενέσεως γίνεσθαι τοῖς μετὰ ταῦτα. ἀλλ’εἰ οὕτως μεταβάλλει, πῶς ἂν ἔτι ἀίδια μένοι τίνι ἂν διαφέροι τῶν μὴ πρώτων ἐναντίων; καὶ γὰρ τούτων εἰς ἄλληλα μεταβολὴ τοῦτον γίνεται τὸν τρόπον. διαφέροι ἂν τὰ πρῶτα τῶν ἐναντίων τῶν μὴ πρώτων πρῶτον μὲν τῷ ἐξ ἐκείνων μὲν τὰ γινόμενα πάντα γίνεσθαι. ἐκ γὰρ εἴδους τινὸς καὶ στερήσεώς τινος παρὰ μέρος ἐν τῇ ὕλῃ γινομένων αἱ πάντων γενέσεις καὶ φθοραί, οὐκέτι δ’ἐκ λευκοῦ καὶ μέλανος γλυκέος καὶ πικροῦ τινων ὁμοίων τούτοις ἐναντίων. ἔτι αὐτὰ μὲν ταῦτα ὕστερα ἐναντία, εἰ καὶ εἰς ἄλληλα μεταβάλλει, τῷ γίνεσθαι παρὰ μέρος ἐν τῇ ὕλῃ, ἔχει καὶ τὰ πρῶτα ἐναντία, ἀλλὰ καὶ γένεσις τὴν ἀρχὴν αὐτοῖς ἐξ ἐκείνων. διὰ γὰρ ποιᾶς ἕξεώςτε καὶ στερήσεως τε τῶν χυμῶν γένεσις καὶ τῶν χρωμάτων καὶ τῶν ἀνάλογον τούτοις ἐναντίων, ἐξ οὐδενὸς δὲ μεταβάλλοντος τὰ πρῶτα ἐναντία γίνεται. διὸ καὶ ἀίδια κατὰ τοῦτο τῷ μηδὲν αὐτῶν προεπινοεῖσθαι πρῶτον ἐξ ὧν τῶνδε γένεσις. δεικνύοιτο δ’ἂν καὶ ἀίδια. οὐ γὰρ εἰ τὰ καθ’ἕκαστα εἴδη καὶ αἱ στερήσεις δείκνυνται παρὰ μέρος εἰς ἄλληλα μεταβάλλοντα, διὰ τοῦτο οὐκ ἀίδια, ἀλλ’ἐὰν ἀεὶ φαίνωνται ἀναγκαίως περὶ τῇ ὕλῃ ἑκάτερον αὐτῶν ὄν, εἴη ἂν ἀίδια τε ἕξις καὶ στέρησις, εἰ καὶ μὴ ἥδε ἕξις μη δὲ ἥδε στέρησις ἀίδια. ὅτι δὲ ἀναγκαῖον ἀεὶ ταῦτα εἶναι, δῆλον πρῶτον μὲν ἐκ τοῦ τὴν ὕλην ἀίδιον οὖσαν μὴ δύνασθαί ποτε χωρὶς εἴδους εἶναι, ἐπινοίᾳ μόνον, δεύτερον ἐκ τοῦ δυνάμει τὰ ἀντικείμενάτε καὶ τὰ ἐναντία οὖσαν αὐτήν, τῷ μὴ δύνασθαι ἅμα ἐν τοῖς ἐναντίοις εἶναι ἐνεργείᾳ, ἀνάγκην ἔχειν, ὅταν θάτερον αὐτῇ τῶν ἐναντίων παρῇ, δυνάμει θάτερον εἶναι. τὸ δὲ δυνάμενον εἰ ἐν στερήσει τότε ἐστὶν ἐκείνου οὗ δύναται, ἀνάγκη τὴν ὕλην ἀεὶ μετὰ εἴδους τινὸς εἶναι καὶ στερήσεως. εἰ δ’ἀεὶ μετ’ἀμφοτέρων καὶ οὐδέποτε ἔστιν, ὅτε ληφθεῖσα ὕλη πάντα, δυνάμει, ἅμα ἐνεργείᾳ ἔσται, πάντα δύναται δυνάμει. οὐδὲν δὲ ὧν δύναται ἐνεργείᾳ (οὐδὲν γὰρ ἂν αὐτὴ εἴη), ἀναγκαῖον τὰ πρῶτα ἐναντία ἀίδια εἶναι.

1.17

1.17.1εἴ τι εἶδός τινος ἐν ὑποκειμένῳ ἐστίν, ἤτοι ἐν τῇ ὕλῃ ἐν ὑποκειμένῳ ἐστὶ τῇ πρώτῃ, ἐν τῷ σώματι οὗ εἶδός ἐστιν, ἐν τῷ εἰς τοῦτο μεταβάλλοντι σώματι. οὔτε δὲ ἐν τῇ πρώτῃ ὕλῃ οἷόντέ τι ἐν ὑποκειμένῳ εἶναι, ὅτι μη δὲ τὴν ἀρχὴν ὑπόκειται τοιαύτη ὕλη ἐνεργείᾳ, ἀλλὰ δεῖται πρὸς τὸ εἶναι ἐν ὑπάρξει τοῦ εἴδους (οὔτε γὰρ τὴν ὕλην χωρὶς εἴδους οἷόντε ἐν ὑποστάσει εἶναι οὔτε τὸ εἶδος ἄνευ τῆς ὕλης · ἑκάτερον γὰρ αὐτῶν τοῦ ἑτέρου δεῖται πρὸς τὸ εἶναι ἐνεργείᾳτε καὶ ἐν ὑπάρξει · δεῖ δὲ τὸ ἐν τί ἐστιν ὡς ἐν ὑποκειμένῳ, αὐτὸ εἶναι πρῶτον ἐνεργείᾳ, μηδὲν πρὸς τὸ εἶναι ὑπόκειται βοηθούμενον ὑπὸ τοῦ ἐν ὑποκειμένῳ ὄντος αὐτῷ), ἀλλ’οὐ δὲ ἐν ἐστι σώματι καὶ οὗ εἶδός ἐστιν, οἷόντε αὐτὸ ἐν ἐκείνῳ ὡς ἐν ὑποκειμένῳ εἶναι. μέρος γάρ ἐστι τούτου, εἴ γε κατὰ τοῦτ’ἐστιν ἐκείνῳ τὸ εἶναι. ἀλλ’οὐ δ’ἐν τῷ εἰς τοῦτο μεταβάλλοντι σώματι εἴη ἄν, ὅτι μη δέ ἐστιν ἐκεῖνο τὴν ἀρχήν, ἀλλ’ἐφθάρη. γὰρ κατὰ τὰ εἴδη τῶν σωμάτων μεταβολὴ φθορά. οὐδὲν εἶδος ἔνυλόν τι καί τινος ὂν οἷόντε εἶναι ἐν ὑποκειμένῳ. εἰ δὲ τοῦτο, εἶδος δὲ καὶ ψυχὴ τοῦ ἐμψύχου σώματος, οὐ δὲ αὐτὴ ἂν εἴη ἐν ὑποκειμένῳ (οὔτε γὰρ ἐν τῷ ζῴῳ · μέρος γὰρ ψυχὴ τοῦ ζῴου κυριώτατον), οὔτε ἐν τῷ εἰς τὸ ἔμψυχον σῶμα μεταβάλλοντι σώματι. πῶς γὰρ ἂν ἐν τῷ ἐφθαρμένῳ; φθορὰ γὰρ ἐκείνῳ ἐγένετο εἰς τὸ ἔμψυχον μεταβολή. ὅλωςτε ἀδύνατον εἶναι τὴν ψυχὴν ἔν τινι μὴ ψυχὴν ἔχει. δὲ τὴν ἀρχὴν μὴ ἔστιν ἔν τινι, οὐ δ’ἂν ἐν ὑποκειμένῳ αὐτῷ εἴη. εἰ δὲ ἐν μὲν ἐστι σώματι, εἶδός ἐστιν ἐκείνου καὶ μέρος, ἐν δὲ μὴ ἔστι τὴν ἀρχήν, οὐ δ’ἂν ἐν ὑποκειμένῳ αὐτῷ εἴη, οὐκ ἂν ψυχὴ ἐν ὑποκειμένῳ τινὶ εἴη.

1.18

1.18.1τὸ δυνατὸν εἶναι γενέσθαι ἐπὶ τούτων κατηγορεῖται κυρίως, ἐπὶ τῶν ἐνδεχομένων καὶ μὴ εἶναι καὶ μὴ γενέσθαι ταῦτα λέγεται δυνατὰ εἶναι γενέσθαι. λέγομεν γοῦν δυνατὸν εἶναι οἷόντε εἶναι γενέσθαι ἀκώλυτον ὄν. οὐ γὰρ τῷ πάντως γενέσθαι τοῦ δυνατοῦ κρίσις, ἀλλὰ τῷ μὴ κεκωλῦσθαι γενέσθαι αὐτό. δυνατὸν γὰρ οὐδὲν ἧττον τὸ μὴ κωλυόμενον ὑπό τινος περιστάσεως γενέσθαι πρὸς τὴν ἐπιτηδειότητα ἔχει, κἂν μὴ γένηται. δυνατὸς γὰρ Δίων γραμματικὸς γενέσθαι, ἔστ’ἂν , κἂν μὴ γένηται, εἰ μὴ εἴη τὸ δύνασθαι γενέσθαι γραμματικὸν αὐτὸν κεκωλυμένον. εἰ δὲ τοιοῦτον δῆλον ὄν, ἀληθεύοιτ’ἂν τὸ δυνατὸν γενέσθαι τόδε τι ἐπὶ τούτων, δυνατὸν τὸ αὐτὸ τοῦτο καὶ μὴ γενέσθαι. δὲ ἐξ ἀνάγκης τι ἔστιν γίνεται, τοῦτο οὐκ ἀληθὲς λέγειν δύνασθαι γενέσθαι, εἰ μή τις τῷ δυνατῷ ἀντὶ τοῦ ἀναγκαίου χρῷτο. καὶ τὸ ἀδύνατον τὸ γινόμενον τοιοῦτον διὰ τὸ κεκωλῦσθαι, καὶ μεταπῖπτον τοῦ δυνατοῦ διὰ τὴν κωλύουσαν αὐτῷ γενέσθαι περίστασιν τοῦτο, ἦν δυνατὸν κατὰ τὴν ἑαυτοῦ φύσιν, εἴη ἂν ἐπὶ τούτων γινόμενόντε καὶ λεγόμενον, καὶ πρὸς τὸ γενέσθαι καὶ πρὸς τὸ μὴ γενέσθαι τὴν ἐκ τῆς οἰκείας φύσεως παρασκευήντε καὶ ἐπιτηδειότητα ἔχει. διὸ τὸ μὲν ἄχυρον, δυνατὸν ὂν καυθῆναι καὶ μὴ καυθῆναι, ἀδύνατον γίνεται καυθῆναι, ἂν ἐν τῇ ἀτόμῳ γένηται, καὶ ψηφὶς δυνατὴ οὖσα ὁραθῆναίτε καὶ μὴ ὁραθῆναι ἀδύνατος ὁραθῆναι γίνεται, ὅταν ἐν τῷ βυθῷ γένηται, τῷ κεκωλῦσθαι εἰς ἐνέργειαν ἐλθεῖν τὴν πρὸς τὸ ἕτερον ὧν ἐδύνατο ἐπιτηδειότητα. οὐκέτι δὲ διάμετρος ἀδύνατος σύμμετρος εἶναι τῇ πλευρᾷ διὰ τὸ κεκωλῦσθαι (τὴν γὰρ ἀρχὴν ἀνεπίδεκτός ἐστι τοῦ σύμμετρος εἶναι τῇ πλευρᾷ δύνασθαι) εἶναι λέγεται, ἀλλ’ἀσύμμετρον αὐτὴν ἐξ ἀνάγκης εἶναι λέγοντες τὸ σύμμετρον αὐτῆς ἀδύνατον κατηγοροῦμεν, καὶ τὸ θεῖον ἐξ ἀνάγκης ἄφθαρτον εἶναι λέγοντες ἀδύνατον αὐτό φαμεν εἶναι τῇ αὑτοῦ φύσει φθαρῆναι. διττῶν τοίνυν τῶν ἀδυνάτων ὄντων, τῶν μὲν φύσει, τῶν δὲ διὰ τὸ κεκωλῦσθαι, καὶ φύσει μὲν ὄντων ἀδυνάτων τούτων, οἷς τισιν ὑπάρξειν τὰ ἀντικείμενα αὐτοῖς ἐξ ἀνάγκης ὑπάρχει, διὰ δὲ τὸ κεκωλῦσθαι τούτων, ἔχοντα πρὸς τὸ γενέσθαι φυσικὴν ἐπιτηδειότητα ὑπό τινος περιστάσεως ἐν αὐτοῖς γενέσθαι κεκώλυται, καὶ μόνων ἀδυνάτων γίνεσθαι δυναμένων διὰ τὸ κεκωλῦσθαι τῶν ἐνδεχομένων τι δυναμένων, ἀλλ’οὐκ ἐξ ἀνάγκης, εἰ μὲν κόσμος γενητὸς ὢν ἔχει ἐν ἑαυτῷ δύναμιν καὶ τοῦ φθαρῆναι καὶ τοῦ μὴ φθαρῆναι, δύναιτ’ἂν ὑπό τινος κωλυθεὶς φθαρῆναι ἀδύνατος φθαρῆναι γενέσθαι, εἰ δέ ἐστιν ἐξ ἀνάγκης καὶ ἐν τῇ φύσει παντὸς τοῦ γενομένου τὸ φθαρῆναι, ἐξ ἀνάγκης ἂν ὑπάρχοι παντὶ τῷ γινομένῳ τὸ δεῖν αὐτὸ φθαρῆναι. δὲ ἐξ ἀνάγκης τὸ φθαρῆναι, τοῦτ’ἀδύνατον μὴ φθαρῆναι διὰ τὸ τὴν φύσιν αὐτοῦ ἀνέφικτον ἀιδιότητος εἶναι, ὥστε καὶ κόσμος φθαρτὸς ὢν ἐξ ἀνάγκης, εἴ γε καὶ γεννητός, κατὰ τὴν αὑτοῦ φύσιν ἀνεπίδεκτός ἐστιν ἀιδιότητος. τὸ δ’οὕτως ἀνεπίδεκτον ἀιδιότητος κατὰ τὴν αὑτοῦ φύσιν ἀδύνατον ἀιδιότητα δέξασθαι. τὸ δ’οὕτως ἀδύνατον, πᾶσιν ὂν ἀδύνατον, καὶ τοῖς θεοῖς ἂν εἴη τοιοῦτον. οὔτε γὰρ τὸ ἐξ ἀνάγκης ὑπάρχον τινὶ οἷόντε ὑπάρχειν αὐτῷ κωλυθῆναί ποτε οὐκ ἦν οὕτως ὑπάρχον, οὔτε τὸ ἀδύνατον ὑπάρχειν δυνατὸν ὑπάρχον γενέσθαι. μόνα γὰρ ἐκεῖνα κωλυθῆναι ὑπάρχειν τισὶν οἷάτε, πρὸς καὶ τοῦ ἔχειν αὐτὰ καὶ τοῦ μὴ ἔχειν φυσικὴν παρασκευὴν ἔχει, καὶ χωρὶς τοῦ κωλύεσθαι δύναται ἐν αὐτῷ μὴ γενέσθαι. ἐστιν ἐξ ἀνάγκης τισὶ παρακολουθοῦντα, οὐχ οἷόντε ταῦτα κωλυθῆναι γενέσθαι. ἔσται γὰρ οὕτω ταὐτὸν ἅμα γινόμενόντε καὶ μὴ γινόμενον, γινόμενον μὲν διότι ἀναγκαῖον ἦν γενέσθαι, οὐ γινόμενον δὲ διότι ἦν κεκωλυμένον, τοῦτο δὲ ἀδύνατον. ἀδύνατον καὶ τὸ φθαρτὸν κωλυθῆναι φθαρῆναι, ἐπειδὴ ἀναγκαῖον τῷ φθαρτῷ τὸ φθαρῆναι καὶ ἀδύνατον τὸ μὴ φθαρῆναι. ἔσται γὰρ οὕτως ἅμα φθειρόμενόςτε καὶ μὴ φθειρόμενος. ὅτι δὲ τὰ ἀδύνατα τῇ αὑτῶν φύσει καὶ τοῖς θεοῖς ἐστι τοιαῦτα, καὶ Πλάτων αὐτὸς μαρτυρεῖ, δι’ὧν λέγει · ἀλλ’οὔτ’ἀπολέσθαι τὰ κακὰ δυνατόν, Θεόδωρε · ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη, οὔτ’ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τόν τόπον περιπολεῖ ἐξ ἀνάγκης.

1.19

1.19.1 αὐτὴ δύναμις εἶναι τῶν ἐναντίων λέγεται, οὐχ ὡς ἅμα δυναμένων καὶ τῶν ἐναντίων περὶ τὸ τὰς δυνάμεις ἔχον αὐτῶν γενέσθαι (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ὅτι μὴ οὕτως ἔχειν τὸ τῶν ἐναντίων ἔχον τὰς δυνάμεις, ὡς πρῶτον μὲν ὀφείλειν τόδε τῶν ἐναντίων δέξασθαι, μετὰ δὲ τοῦτο τόδε. ἐν παντὶ γὰρ χρόνῳ ἐνδέχεται τὸ ἐν μηδετέρῳ ὂν τῶν ἐναντίων ἐν ὁποτερῳοῦν αὐτῶν γενέσθαι, οὐκ ἀφωρισμένως ἐν τῷδε. διὸ καὶ λέγεται ἅμα ἔχειν τὰς τῶν ἐναντίων δυνάμεις. τὸ γὰρ ἐνδέχεσθαι, ὅσον ἐπὶ τῇ φύσει τοῦ ἐναντία δεχομένου, ὅτε τὸ ἕτερον ἐν αὐτῷ γίνεται, μηδὲν ἧττον ἀντὶ τούτου τὸ ἕτερον ἐν αὐτῷ γενέσθαι, δεικτικὸν τοῦ ἅμα αὐτῶν τὰς δυνάμεις ἔχειν. παρὰ γὰρ τὰ ποιητικὰ αὐτῶν τόδε τι πρῶτον τῶν ἐναντίων ἐν τῷ ἀμφοτέρων δεκτικῷ γίνεται τῷ παρεῖναι τοῦτο, τὸ δὲ μὴ τοιαύτην σχέσιν ἐσχηκέναι πρὸς αὐτό, μετὰ ἰσχυροτέρας δυνάμεως αὐτὸ κινεῖν. εἰ γὰρ μὴ ἅμα τὰς δυνάμεις εἶχεν αὐτῶν, ἀλλ’ἐν ἄλλῳ καὶ ἐν ἄλλῳ χρόνῳ, ἀδύνατον ἂν ἦν ποτε τόδε τι τῶν ἐναντίων δέξασθαι αὐτό, οὐ τῷ ἕτερον αὐτῶν ἐν αὑτῷ προλαβὸν εἶναι, ἀλλὰ καὶ μηδετέρου παρόντος καὶ παρόντος αὐτῷ τοῦ ποιητικοῦ τῷ μὴ ἔχειν τὴν δύναμιν τοῦ τότε δέξασθαι αὐτό. εἰ δὲ μηδεὶς χρόνος ἐστίν, ἐν τὸ δεκτικὸν τῶν ἐναντίων ὁμοίως κεκώλυταί τι αὐτῶν ἔχειν […] μόνον γὰρ τότε τὸ ἕτερον αὐτῶν κωλύεται ἐν τῷ δεκτικῷ γενέσθαι, ὅταν ὑπὸ θατέρου τὸ δεκτικὸν αὐτῶν προληφθῇ τῷ ἀδύνατον εἶναι τὰ ἐναντία συνυπάρχειν ἀλλήλοις. οὐδὲν μέντοι κεκώλυται. καθόσον ἐπὶ τῇ τοῦ δεκτικοῦ φύσει, φθεῖραν τὸ προϋπάρχον τῷ δεκτικῷ δύναμιν ἔχειν τὸ τοῦτο ποιητικὸν αὐτὸ ἐν αὐτῷ γενέσθαι. καὶ γὰρ εἴ τί ἐστι ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων, τότε δύναμιν ἔχει τοῦ μεταβάλλειν εἰς θάτερον (εἰ γὰρ μὴ ἔχοι τὸ ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων ὂν δύναμιν τοῦ μεταβάλλειν εἰς θάτερον, μένοι ἂν ἐν τῷ ἑτέρῳ ἀδύνατον ὂν εἰς τοῦτο μεταβάλλειν ἔτι), εἰ δὲ μεταβάλλει, δῆλον ὡς τῷ δύναμιν ἔχειν τοῦ δέξασθαι καὶ τὸ ἐναντίον μεταβάλλοι ἂν πᾶν εἰς αὐτό. ἀλλὰ μὴν καὶ τοῦ ὄντος ἐν αὐτῷ ἐναντίου δύναμιν ἔχει. οὐ γὰρ δὴ μὴ δυνάμενον εἶναι ἐν αὐτῷ ἐστι ἐν αὐτῷ. ὅτε τοῦ ἑτέρου τῶν ἐναντίων τὴν δύναμιν ἔχει, τότε καὶ θατέρου, ὥστε ἅμα μὲν ἀμφοτέρων · καὶ ὅτε τοῦ ἑτέρου καὶ τοῦ ἑτέρου, τότε θάτερον προειληφέναι, οὐδὲν ἧττον, ὅσον ἐπὶ τῇ τοῦ δεκτικοῦ φύσει, δεδυνημένου ἂν καὶ τούτου προειληφέναι, γίνεται τούτων ὧν δύναται, τὸ μὲν ἔχον τὸ δὲ ἕξον.

1.20

1.20.1εἰ ὕπνος διὰ τὴν τοῦ συμφύτου ἡμῖν θερμοῦ εἰς τὸ ἐντὸς ἀντιπερίστασιν, τοῦ δὲ θέρους ἀντιπεριέστηκε μᾶλλον τὸ θερμὸν εἰς τὸ ἐκτός, διὰ τί τοῦ θέρους ἐσμὲν ὑπνωτικώτεροι; εἴ γε ὕπνος γίνεται τῷ κατέχεσθαι ὑπὸ τῆς κατενεχθείσης ἀναθυμιάσεως ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν θώρακα τὸ σύμφυτον ἡμῖν θερμόν ( γὰρ τούτου αὐτόθι συστολὴ αἰτία τῆς ἀργίας ταῖς αἰσθήσεσιν), ἥτις γίνεται κατοχὴ τοῦ θερμοῦ περὶ τὸν θώρακα, ἕως ἂν κατενεχθεῖσα ἀναθυμίασις οὖσα παχεῖα ὑπὸ τῆς κατεχομένης ὑπ’αὐτῆς θερμότητος ἀθρόας αὐτόθι συνεσταλμένης πεφθῇτε καὶ λεπτυνθεῖσα διακριθῇ, κατ’ αὐτὴν κατὰ φύσιν αἰτία τοῦ ὕπνου καὶ τοῦ ἐν τῷ χειμῶνι καὶ τοῦ ἐν τῷ θέρει γινομένου. τοῦ μὲν χειμῶνος τῷ ὑπὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ὄντος ψυχροῦ ἐπιψύχεσθαι τὴν ἐπιφάνειαν οὐχ ὁμοίως τὸ σύμφυτον ἡμῖν θερμὸν ἐπ’αὐτὴν ἐπιρρεῖτε καὶ χεῖται ἐπ’αὐτῇ, ἀλλ’ἔστιν ἔνδον περὶ τὸν θώρακα καὶ τὴν καρδίαν πλεῖον συνηθροισμένον (διὸ ὑπὸ τῆς καταφερομένης ἀναθυμιάσεως οὔτε ὁμοίως κρατεῖται, κρατηθέντε τῷ πλήθει ταχέως πέσσειτε καὶ λεπτύνει τὴν κατέχουσαν ἀναθυμίασιν αὐτό · διὸ οὔτε ῥᾴδιοι οἱ τοῦ χειμῶνος ὕπνοι οὔτε πολυχρόνιοι) τοῦ δὲ θέρους διὰ τὴν τῆς ἐπιφανείας μανότητα τὴν γινομένην ὑπὸ τῆς ἐν τῷ περιέχοντι ἀέρι θερμότητος τὸ σύμφυτον ἡμῖν θερμὸν πλεῖον ἐπ’αὐτὴν φερόμενον καὶ διαπνεόμενον ἔλαττόν ἐστι περίτε τὸν θώρακα καὶ τὴν καρδίαν · διὸ ὑπὸ τῆς καταφερομένης ἀναθυμιάσεως κρατούμενόντε καὶ κατεχόμενον ῥᾳδίως, ἔτιτε μὴ δυνάμενον ὁμοίως αὐτὸ διακρίνειντε καὶ λεπτύνειν δι’ὀλιγότητα, ἐπὶ πλείονα χρόνον κρατούμενον ὑπ’αὐτοῦ, αἴτιον γίνεται πλειόνων ἡμῖν ὕπνων τοῦ θέρους. ἴσως δὲ καὶ τῶν νυκτῶν βραχύτης φαντασίαν ἡμῖν παρέχει τοῦ δοκεῖν τοῦ θέρους κοιμᾶσθαι πλείω διὰ τὸ καὶ τῆς ἡμέρας ἐπιλαμβάνειν τι. εἴη δ’ἂν καὶ δι’ἀσθένειαν τῶν αἰσθητηρίων τὴν γινομένην ὑπὸ τῆς περιεχούσης ἡμᾶς τοῦ θέρους θερμότητος πλείων ὕπνος γινόμενος τοῦ θέρους. ξηροτέρων γινομένων ὑπὸ τῆς ἔξωθεν θερμότητος αὐτῶν, καὶ διὰ τοῦτο μὴ δυναμένων ἐνεργεῖν, εἰς ὕπνον γίνεται καταφορὰ τοῦ ἐν αὐταῖς ὄντος οἰκείουτε καὶ ἐμφύτου θερμοῦ ἐξασθενοῦντος πρὸς τὴν ἐνέργειαν τῷ ὑπὸ τοῦ ἔξωθεν θερμοῦ πλείονος ὄντος κρατεῖσθαι, καὶ τὸ τῶν λύχνων φῶς ὁρῶμεν πάσχον ὑπὸ τοῦ φωτὸς τοῦ τῆς ἡμέρας.

1.21

1.21.1τὴν κίνησιν εἴ τις μὴ παραδέχοιτο ἐν τοῖς ποσοῖς τῷ ἐν ταῖς Κατηγορίαις αὐτὴν ἐν τοῖς ποσοῖς μὴ κεῖσθαι, λέγοιτ’ἂν εἶναι πρός τι. δέ τινι οὔσῃ τῇ κινήσει ὑπάρχει τὸ πρός τι εἶναι, εἴη ἂν πάθος. εἰ γὰρ τὸ κινεῖσθαι πάσχειν τί ἐστι, πάθους δὲ παρουσίᾳ τὸ πάσχον πάσχει, καὶ ἔστι τὸ κινούμενον κινήσεως παρουσίᾳ κινούμενον, κίνησις ἂν πάθος εἴη. τὸ δὲ πάθος ποιότης · τρίτον γὰρ εἶδος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη. μὲν οὖν ἀτελὴς ἐνέργεια πάθος οὖσα εἴη ἂν ποιότης, δὲ τέλειος ἐνέργεια τί ἂν εἴη καὶ ὑπὸ κατηγορίαν τίνα; εἰ τοιαύτη ἐνέργειάτε καὶ ἐντελέχεια εἶδος, τῶν δὲ εἰδῶν τὰ μὲν φυσικά, τὰ δὲ τεχνικά, καὶ ἔστι τὰ μὲν φυσικὰ εἴδη οὐσίαι, τὰ δὲ τεχνικὰ ποιότητες, εἴη ἂν καὶ τῶν ἐνεργειῶν αὕτη διαφορά. ἔστι δὲ καὶ τῶν φυσικῶν εἰδῶν ποιότητες, μὴ εἰς τὴν οὐσίαν τῶν ὑποκειμένων συντελεῖ, ἀλλ’εἰς τὸ τοιῷδε εἶναι. τί οὖν χρὴ λέγειν τὸ φῶς εἶναι, ἐπεὶ καὶ αὐτὸ ἐντελέχεια τοῦ διαφανοῦς διαφανές; εἰ μὴ φύσει τοῦ διαφανοῦς εἶδος τὸ φῶς, μη δὲ οὐσία τις γίνεται αὐτοῦ (οὐ γὰρ σύνεστι τῷ διαφανεῖ οὐ δ’ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ, ἀλλὰ παρουσίᾳ τινὸς ἐν αὐτῷ γίνεται καὶ κατὰ σχέσιν ἄλλου πρὸς ἄλλο), εἴη ἂν πάθος τι καὶ αὐτὸ γινόμενον κατὰ σχέσιν καὶ παρουσίαν τινὸς ἐν τῷ διαφανεῖ, ἀνάλογον ὂν χρώματι, ὡς καὶ Ἀριστοτέλης εἶπεν · οἷον γὰρ τὸ χρῶμα τὸ φῶς εἶπεν τοῦ διαφανοῦς.

1.22

1.22.1εἰ τὸ κινούμενον ἐπί τινος μεγέθους κατὰ πρότερον μόριον αὐτοῦ πρότερον κινεῖται (διὰ τοῦτο γὰρ ἐν χρόνῳ πᾶσα κίνησις, ὅτι μὴ οἷόντε ἅμα τὸ κινούμενον ἐπὶ παντὸς τοῦ ὑποκειμένου ἀθρόως κινηθῆναι, ἀλλὰ δεῖ τὸ μέν τι αὐτοῦ πρῶτον διελθεῖν τὸ δὲ ὕστερον), εἰ δὴ τοῦτο, καὶ κατὰ τὸ πρότερον μόριον τοῦ μεγέθους πρῶτον κινεῖται τὸ κινούμενον, εἰ ἐπ’ἄπειρον ἐν τῷ μεγέθει τὸ πρότερον, πᾶν τὸ κινούμενον ἄπειρα ἔσται κινούμενον, καὶ πᾶν τὸ κεκινημένον ὅσον δὴ διάστημα ἄπειρα πρότερα μόρια κεκινημένον · ἀλλὰ ἀδιεξίτητα τὰ ἄπειρα. ἤτοι οὖν οὐκ ἐπ’ἄπειρον τομὴ τῶν συνεχῶν, οὐ κατὰ τὸ πρότερον πρότερον κίνησις. γίνεται μὲν κατὰ τὸ πρότερον μόριον τοῦ μεγέθους πρότερον κίνησις, οὕτω μέντοι κατὰ τὸ πρότερον μόριον, ὥς ἐστιν ἐν τῷ συνεχεῖ τὸ μὲν πρότερον μόριον, τὸ δὲ ὕστερον. οὐ γὰρ ἄλλως μέν ἐστιν ἐν ἐκείνῳ, ἄλλως δὲ αὐτὸ τὸ κινούμενον δίεισιν λαμβάνον. πῶς οὖν ἐστιν ἐν τῷ συνεχεῖ τὸ πρότερον καὶ ὕστερον μόριον; ἆρά γε ἐνεργείᾳ; οὐκέτ’ἂν ἦν συνεχὲς οὐδέν, εἰ ἦν αὐτοῦ τὰ μέρη διῃρημένα καὶ ἐνεργείᾳ ἐν τῷ ὅλῳ. τῷ γὰρ ἀδιαίρετον εἶναι τὸ μέγεθος τούτῳ ἕν · εἰ γὰρ ἦν διῃρημένον, οὔτ’ἂν αὐτὸ ἕν τι μέγεθος ἦν οὔθ’ κίνησις μία. εἰ δὲ μὴ ἐνεργείᾳ τὰ μόρια τὰ ἐν τῷ ὅλῳ ἐστί, λείπεται δυνάμει αὐτὰ εἶναι ἐν τῷ ὅλῳτε καὶ συνεχεῖ, καὶ τὸ πρότερον δὴ καὶ τὸ ὕστερον ἔσται ἐν τῷ συνεχεῖ δυνάμει οὐκ ἐνεργείᾳ. καὶ τὸ κινούμενον δὴ ἐπ’αὐτοῦ οὕτως κατὰ τὸ πρότερον πρότερον κινήσεται, ὥς ἐστιν καὶ ἐν τῷ μεγέθει · δυνάμει δέ ἐστιν, οὕτως ὂν καὶ αὐτὸ ἐπ’αὐτοῦ κινήσεται. τοῦτο δὲ ποιήσει, εἰ μὴ ὡς διαιροῦν αὐτὸ κινοῖτο καὶ ἐνεργείᾳ ποιοῦν πρότερόν τι ἐν αὐτῷ καὶ δεύτερον, κινούμενον δὲ οὕτως, ὅταν κινηθῇ ἐπὶ τοῦ μεγέθους, ὡς εἶχεν τὸ μέγεθος τὰ πρότερα ἐπ’ἄπειρον, οὕτως ἔσται καὶ αὐτὸ κεκινημένον αὐτά. δυνάμει δὲ εἶχεν ἐκεῖνο ἐπ’ἄπειρον τὰ πρότερα, καὶ τοῦτ’ἔσται τὰ δυνάμει ἐπ’ἄπειρον πρότερα διεληλυθός, οὐκ ἦν ἀδύνατον. οὐ γὰρ ἔκειτο τὰ δυνάμει ἄπειρα ἀδιεξίτητα εἶναι, ἀλλὰ τὰ ἐνεργείᾳ. διαιρεῖ δὲ καὶ ἀξιῶν ἀριθμεῖν τὰ πρότερα διέξεισιν τὸ κινούμενον.

1.23

1.23.1εἰ ἐνδέχεται τήνδε τὴν βῶλον φθαρῆναι κατὰ τόνδε τὸν κολωνόν, καὶ οὕτω διεξιοῦσιν ἐπὶ παντὸς μέρους τῆς γῆς ἀληθὲς τὸ ἐνδέχεσθαι αὐτὸ φθαρῆναι, ἐνδέχοιτο ἂν καὶ πᾶσαν τὴν γῆν φθαρῆναι. εἰ δὲ τοῦτο, ἐνδέχοιτο ἂν μὴ εἶναι γῆν, ὅπερ ἀδύνατον. οὐ δὲ γὰρ κόσμος εἴη ἂν ἀναιρουμένου τοῦ περὶ φορὰ αὐτῷ. οὐχ ἕπεται τῷ πᾶσαν ἐνδέχεσθαι φθαρῆναι τὴν γῆν τὸ καὶ ἅμα. τοῦτο γὰρ ἀδύνατον, εἰ ἀπὸ τῆς τῶν οὐρανίων κινήσεως, ὡς ἐκ γῆς εἰς ἄλλο τι γίνεται μεταβολή, οὕτως καὶ ἐξ ἄλλου τινὸς εἰς γῆν. καὶ ἐπ’ἀνθρώπων δὲ αὐτὸς λόγος. οὐ γάρ, εἰ πάντες φθαρτοί, καὶ ἅμα πάντες. δὲ τῇ ἐπαγωγῇ δεικνὺς διὰ τοῦ ἕνα ἕκαστον τῶν δεικνυμένων ἐνδέχεσθαι αὔριον φθαρῆναι, καὶ πάντας ἅμα ἐνδέχεσθαι αὔριον φθαρῆναι, οὐχ ὑγιῶς λαμβάνει. καὶ γὰρ εἰ λάβοι πάντας, οὕς ἐπεξῆλθεν, αὔριον ἀθρόους φθαρήσεσθαι, οὐκ ἤδη καὶ πάντας εἴληφεν τῷ μὴ ἐπεξεληλυθέναι πάντας. ἔτιτε οὐ δὲ οὓς ἐπεξῆλθεν, οὕτως ἔλαβεν ὡς ἀθρόως ἐνδεχομένους αὔριον φθαρῆναι, ἀλλ’ὡς ἕνα ἕκαστον. διὸ οὐ συνάξει τὸ πάντας ἀθρόους, ἀλλὰ τὸ πάντας ὡς ὁντιναοῦν αὐτῶν, ὡς καὶ ἐπὶ τῆς ἐπ’ἄπειρόντε καὶ πάντῃ τομῆς. πάντῃ γὰρ τμητὸν τὸ συνεχές, οὐχ ὅτι ἅμα πάντῃ, ἀλλ’ὅτι καθ’ὁτιοῦν. ἴσως δὲ οὐ δὲ ὁμοίως γῆντε ἀναγκαῖον εἶναι καὶ ἄνθρωπον, ἀλλὰ τὴν μὲν γῆν ἁπλῶς ἀνάγκη εἶναι, τὸν δὲ ἄνθρωπον ἐξ ὑποθέσεως. διὰ τοῦτο γὰρ οὐχ ἁπλῶς ἀναγκαία λέγουσα πρότασις τὸν ἄνθρωπον ἐξ ἀνάγκης ζῷον εἶναι. ἀλλὰ μετὰ διορισμοῦ τοῦ ἔστ’ἂν ἄνθρωπος .

1.24

1.24.1διαφέροιεν ἂν αἱ δείξεις αἱ δύο εἰρημέναι ἐν τῷ πρώτῳ Φυσικῆς ἀκροάσεως ἐπὶ τέλει τοῦ βιβλίου, δι’ὧν εἰπὼν περίτε τῆς ὕλης καὶ τῆς στερήσεώς φησιν εὑρεθεῖσαν ταύτην τὴν φύσιν λύειν καὶ τὴν τῶν ἀρχαίων ἀπορίαν, δι’ἣν ἀνῄρουν γένεσιν καὶ φθορὰν τῷ δεῖν μὲν τὸ γινόμενον ἐξ ὄντος ἐκ μὴ ὄντος γίγνεσθαι, μήτε δὲ ἐξ ὄντος δύνασθαι (προϋπάρχοι γὰρ ἂν γίνεται, εἰ γίνεται μὲν τὸ μηδέπω ὄν, τὸ δὲ ἐξ ὄντος γινόμενον ἐκ φθάνοντος εἶναι λέγοιτ’ἄν), μήτε ἐκ μὴ ὄντος τῷ μηδὲν ἐκ μὴ ὄντος γίνεσθαι. ἃς δὴ τῆς ἀπορίας ταύτης λύσεις εἴρηκεν, εἰσὶν μὲν διὰ τοῦ καθ’αὑτότε καὶ κατὰ συμβεβηκὸς ὄντος μὴ ὄντος, δὲ διὰ τοῦ δυνάμειτε καὶ ἐνεργείᾳ. εἰσὶ δὲ αὗται, εἴ τις τὴν ὕλην λαβὼν λέγοι ἐκ ταύτης καθ’αὑτὸ μὲν οὔσης κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης τὰ γινόμενα γίνεσθαι, καὶ ὁμοίως ἐκ ταύτης πάλιν γίνεσθαι τὰ γινόμενα δυνάμει μὲν οὔσης ἐντελεχείᾳ δὲ μὴ οὔσης. καθ’αὑτὸ μὲν οὔσης, ἐπεὶ τῇ ἑαυτῆς φύσει ὄν τι ὕλη, κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης, διότι στέρησις καθ’αὑτὸ μὴ ὂν οὖσα συμβέβηκεν αὐτῇ · οὐ γὰρ ἄλλως ἐκ τῆς ὕλης οἷόντε γενέσθαι τι, εἰ μὴ εἴη αὐτῇ συμβεβηκυῖα στέρησις τοῦ γίνεσθαι μέλλοντος. καὶ δυνάμει μὲν οὔσης, ἐπειδὴ δυνάμει ἐστὶν ὕλη τοῦτο γίνεται · ἐνεργείᾳ δὲ μὴ οὔσης, ὅτι οὐδέπω ἐστὶν γίνεται · οὐ γὰρ ἂν ἐγίνετο. αὗται δὴ διαφέροιεν ἂν ἀλλήλων τῷ τὴν μὲν πρώτην ἀπὸ τοῦ ὑποκειμένου τῇ γενέσει καὶ προϋπάρχοντος τῇ φύσει γεγονέναι (τοιαύτη γὰρ ὕλη τῇ αὑτῆς φύσει, ἐξ ἧς γίνεται ὂν μέν τι κατὰ τὴν αὑτῆς φύσιν, μὴ ὂν δὲ κατὰ τὴν συμβεβηκυῖαν αὐτῇ στέρησιν), τὴν δὲ δευτέραν ἀπὸ τῆς σχέσεως αὐτῆς τῆς πρὸς γίνεται. τῷ γὰρ δύνασθαι μὲν γενέσθαι, εἰς μεταβάλλει, μηδέπω δὲ εἶναι ἐν τούτῳ τὸ γινόμενον ἐξ αὐτῆς γίνεται. εἴτε γὰρ ἦν ἤδη ἐν αὐτῷ, οὐκ ἂν ἐγίνετο, εἴτε μὴ ἦν μέν, ἦν δὲ ἀδύνατον, ἀδύνατον εἰς αὐτὰ μεταβάλλειν · οὐδὲν γὰρ τῶν ἀδυνάτων γίνεται. τῷ δύνασθαι μὲν εἰς γίνεται μεταβάλλειν, μηδέπω δὲ εἰς αὐτὸ ἐνεργείᾳ μεταβεβληκέναι τούτῳ τὸ γινόμενον ἐξ αὐτῆς γίνεται. ὑπάρχει δὲ αὐτῇ τὸ μὲν δύνασθαι παρὰ τῆς οἰκείας φύσεως (ἐν τούτῳ γὰρ αὐτῇ τὸ ὕλῃ εἶναι), τὸ δὲ μηδέπω ἐνεργείᾳ εἶναι παρὰ τῆς στερήσεως. δύναταί τις ἐπὶ τῆς πρώτης λύσεως τὰ εἰρημένα διαιρεῖν, ὡς τὸ μὲν αὐτῆς ἐπὶ τῆς στερήσεως εἰρῆσθαι λέγειν, τὸ δὲ ἐπὶ τῆς ὕλης, οὔσης γὰρ τῆς μὲν στερήσεως καθ’αὑτὸ μὲν μὴ ὄντος, κατὰ συμβεβηκὸς δὲ ὄντος, διότι ὄντι οὔσῃ τῇ ὕλῃ συμβέβηκε, τῆς δ’ὕλης καθ’αὑτὴν μὲν οὔσης, κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης, διότι στέρησις αὐτῇ μὴ ὂν οὖσα συμβέβηκεν. τὸν γὰρ λύοντα τὴν τῶν ἀρχαίων ἀπορίαν ἐρεῖν καὶ ἐκ τοῦ μὴ ὄντος ἁπλῶς γίνεσθαι τὰ γινόμενα καὶ ἐκ τοῦ ὄντος ἁπλῶς, καὶ ἰδίᾳ μὲν μηδέτερον αὐτῶν ἱκανὸν πρὸς γένεσίν τινα εἶναι (μήτε γὰρ τὸ μη δ’ὂν ἁπλῶς, ὅτι μη δὲ ὂν ἐκ τοῦ οὕτω μὴ ὄντος γίνεται, μήτε τὸ ὂν καθ’αὑτό · ἤδη γὰρ ἂν εἶναι), ἀμφότερα δὲ γίνεσθαι τῆς γενέσεως αἴτια, ἀλλὰ τὸ μὲν μὴ ὂν καὶ τὴν στέρησιν μὴ καθ’αὑτό. καθ’αὑτὸ γὰρ ἂν ἐκ ταύτης ἐγίνετο, εἰ ὑπομένουσα μετέβαλλεν εἰς τοὐναντίον αὐτῇ. τοῦτο δ’ἀδύνατον · οὐ γὰρ οἷόντε ὑπομένειν καὶ ὑποκεῖσθαί τινι τὸ τῇ αὑτοῦ φύσει μὴ ὄν, οὐ δὲ τὸ ἐναντίον τινὶ οἷόντε σωζόμενον δέξασθαι τὸ ἐναντίον αὐτῷ. κατὰ συμβεβηκὸς δὲ τὸ γινόμενον ἐκ ταύτης γίνεται τῷ ἐξ οὗ γίνεται (γίνεται δὲ ἐκ τῆς ὕλης) ἐκείνῳ τὴν στέρησιν ἐξ ἀνάγκης δεῖν συμβεβηκέναι (καὶ οὕτως μὲν γένεσις ἐκ τοῦ μὴ ὄντος καθ’αὑτό · καθὸ γὰρ ὄν πως · τοιοῦτο δὲ τῷ τῷ ὄντι συμβεβηκέναι), ἐκ δὲ τῆς ὕλης γίνεσθαι μὲν καθ’αὑτὴν τὰ γινόμενα (ὂν γὰρ οὖσα κατὰ τὸν ἑαυτῆς λόγον ὑπομένειτε καὶ σώζουσα τὴν ἑαυτῆς φύσιν δέχεται τοῦ γινομένου τὸ εἶδος) […] πρὸς ἣν μεταβολὴν στέρησις αὐτὴ τοῦ γινομένου συντελεῖ προϋπάρχουσα καὶ συμβεβηκυῖα αὐτῇ · πᾶσι γὰρ τοῖς ἐξ ὕλης γινομένοις γένεσις κατὰ τὴν ἐκ τῆς στερήσεως, εἰς γίνεται, μεταβολήν. διὸ οὔτε ἐκ τῆς στερήσεως καὶ τοῦ μὴ ὄντος καθ’αὑτὸ γένεσις (καθὸ γὰρ ὄν πως · ὂν γάρ πως τῷ τῇ ὕλῃ ὄντι οὔσῃ συμβεβηκέναι), οὔτε ἐκ τῆς ὕλης καὶ τοῦ ὄντος καθ’αὑτό, εἴ γε καθ’ ἐστι στέρησις, εἰς τὸ εἶδος αὐτῆς μεταβολή.

1.25

1.25.1τῶν οὐσιῶν κατὰ Ἀριστοτέλη μέν ἐστιν ἀσώματόςτε καὶ ἄνευ σώματος εἶδός τι ἄυλον καὶ χωριστόν, ἐνέργειά τις οὖσα πάσης δυνάμεως κεχωρισμένη, ἣν οὐσίαν καὶ νοῦν καλεῖ, νοῦν δὲ τὸν κατ’ἐνέργειαν, ἀεὶ γὰρ νοοῦντα καὶ νοοῦντα τὸ τῶν ὄντων ἄριστον, τοῦτο δ’ἐστὶν αὐτός. αὑτὸν δὴ ἀεὶ νοεῖ νοῦς οὗτος · τὸ γὰρ μάλιστα νοητὸν μάλιστα νοῦς νοεῖ, μάλιστα δὲ νοητὸν τὸ χωρὶς ὕλης εἶδος. τῇ γὰρ αὑτῆς φύσει τοιάδε οὐσία νοητή (τὰ μὲν γὰρ ἔνυλα εἴδη νοητὰ μέν ἐστιν, ἀλλ’οὐ τῇ αὑτῶν φύσει, οὐ δὲ καθ’αὑτά, ἀλλ’ νοῶν αὐτὰ νοῦς νοητὰ αὐτὰ ποιεῖ χωρίζων αὐτὰ τῆς ὕλης τῇ ἐπινοίᾳ καὶ ὡς ὄντα καθ’αὑτὰ λαμβάνων), τὸ γὰρ πάσης ὕλης καὶ πάσης δυνάμεως εἶδος κεχωρισμένον τῇ αὑτοῦ φύσει νοητόν ἐστι κυρίως. ἀλλὰ μὴν τοιαύτη οὐσία προειρημένος νοῦς ἐστιν, διὸ ἑαυτὸν νοεῖ. καὶ γὰρ εἰ τοιαύτη οὐσία μηδὲν ἔχουσα δυνάμει ἀεὶ ἐνεργείᾳ ἐστὶ νοητή, ἐνεργείᾳ δέ ἐστι νοητὸν τὸ ἀεὶ κατ’ἐνέργειαν νοούμενον, εἴη ἂν νοούμενον ὑπὸ τοῦ νοῦ τοῦ ἀιδίουτε καὶ ἐνεργείᾳ, τοιοῦτον δὲ προειρημένη οὐσία ἦν, πρώτη οὐσία νοῦςτε πρῶτος καὶ νοητὸν τὸ πρῶτον καὶ νοῦς ἀεὶ νοῶν καὶ ἐν τούτῳ τὴν οὐσίαν ἔχων. πᾶς μὲν γὰρ νοῦς ὅταν ἐνεργῇ, αὑτὸν νοεῖ τῷ γίνεσθαί πως ἐνεργῶν αὐτὸς τῷ νοουμένῳ, εἴ γε τῇ τοῦ νοουμένου λήψει τὸ νοεῖν γίνεται, τὸ δὲ τὸ εἶδος νοουμένου λαβὸν γίνεταί πως τὸ νοούμενον. τὸ δὲ πῶς εἶπον ὅτι ἐφ’ὧν μὲν τὸ νοούμενον ἔνυλον, ἐπὶ τούτων οὐχ ἁπλῶς νοῶν νοῦς τὸ νοούμενον γίνεται τῷ μὴ μετὰ τῆς ὕλης τὸ εἶδος λαμβάνειν, ἐφ’ὧν δὲ τὸ νοούμενον εἶδός ἐστιν ὕλης κεχωρισμένον, ἐπὶ τούτων ἁπλῶς γίνεται νοῶν νοῦς αὐτὸς τῷ νοουμένῳ. ὅταν δὲ προσῇ καὶ αὐτῷ τῷ νοοῦντι νῷ αὐτῷτε εἶναι καὶ καθ’αὑτόν, τότε πάντῃ γίνεται νοῶν ἑαυτόν, μάλιστα ἂν προσῇ τὸ μη δ’ἄλλο τι εἶναι τὸ χωριστόντε τῆς ὕλης καὶ νοητὸν καθ’αὑτὸ παρὰ τὸν νοῦν. ἐπὶ μὲν γὰρ τῶν ἐνύλων τῷ εἴδει τὰ αὐτά, οὐ τῷ ἀριθμῷ, γίνεται τὰ τοῦ αὐτοῦ εἴδους κεκοινωνηκότα, παρὰ τῆς ὕλης τὴν κατὰ τὸν ἀριθμὸν διαφορὰν ἔχοντα, ὅσα δὲ τὰ αὐτὰ ὄντα εἴδη ἄυλά ἐστιν, ταῦτα οὐ κατὰ τὸ εἶδος μόνον, ἀλλὰ καὶ κατὰ τὸν ἀριθμόν ἐστι τὰ αὐτά. ἓν γὰρ τῷ ἀριθμῷ τὰ πάντα, ὡς αἱ συντιθέμεναι στιγμαίτε καὶ γραμμαὶ καὶ ἐπίπεδα. καὶ τοιαύτη μέν, ὡς διὰ βραχέων ἐπιδείξασθαι, πρώτητε καὶ ἀσώματος καὶ ἀκίνητος καὶ ἀίδιος οὐσία, καὶ μετ’ἐκείνην τὸ θεῖον σῶμα τὸ κυκλοφορητικὸν ἔμψυχον καὶ κατὰ ψυχὴν κινούμενον. καὶ ἐπεὶ πᾶν τὸ κατὰ ψυχὴν κινούμενον ἐφέσει τινὸς ἀποστροφῇ κινεῖται, καὶ τὸ κυκλοφορητικὸν δὲ σῶμα κατὰ ψυχὴν κινεῖται τὴν κίνησιν τὴν κύκλῳ, μόνη κινήσεων πασῶν ἀίδιόςτέ ἐστι καὶ συνεχὴς καὶ ὁμαλή τις, δῆλον ὡς καὶ τοῦτ’εἴη ἂν ἐφέσει τινὸς αὐτῷ κινούμενον. ἀλλὰ μὴν εἰ πᾶσα σωματικὴ οὐσία ὑστέρα τοῦ σώματος ἐκείνου, οὐδενὸς τούτων ἐφέσει κινεῖσθαι οἷόντε αὐτό. τῆς ἄρα πρώτης οὐσίας ἀιδίουτε καὶ ἀκινήτου λείπεται ἐφιέμενον αὐτὸ κινεῖσθαι τὴν ἀίδιον περιφοράν. δ’ἔφεσις αὐτῷ οὐ τοῦ λαβεῖν αὐτό, ἀλλὰ τοῦ ὁμοιωθῆναι κατὰ δύναμιν αὐτῷ, ὁμοιοῦται δ’αὐτῷ κατὰ τὴν κίνησιν (τῷτε ἀιδίῳ καὶ τῇ ὁμοιότητι καὶ ὁμαλότητι τῆς κινήσεως · στάσει γὰρ ἔοικέ πως περιφορὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα) · ἔτιτε ὁμοίωσίς ἐστι τῷ τελείῳ καὶ καθόλου ἣν δύναται ἕκαστον τῶν ὁμοιοῦσθαι ἐφιεμένων αὐτῷ τελειοῦσθαι τελειότης, τελειότης δὲ τοῦ κυκλοφορητικοῦ σώματος τοιαύτη περιφορά. πλειόνων δὲ σφαιρῶν οὐσῶν τῶν τοῦ θείου σώματος μὲν πρώτητε καὶ ἐξωτάτω ἁπλῆντε καὶ μίαν κινεῖται κίνησιν ἐκείνης ἐφέσει τῆς οὐσίας, αἱ δὲ μετὰ ταῦτα ἑπτὰ κινοῦνται μὲν καὶ τούτων ἑκάστη ἐφέσειτε καὶ ὀρέξει τῆς οὐσίας, ὁποίας καὶ πρὸ αὐτῶν, οὐ μὴν μόνην τήνδε κινοῦνται, ἀλλ’ἐξ ἑαυτῶν κινεῖται ἑκάστη. ἣν κινεῖται καὶ περιφέρεται ἀνάπαλιν ἐκείνῃ τῷ τὴν θέσιντε καὶ τάξιν τοιαύτην ἔχειν, κινεῖται δὲ καὶ δευτέραν κίνησιν ὑπὸ τῆς πρώτης περιφερομένη τὴν αὐτὴν ἐκείνῃ. τῆς δὲ διπλῆς τούτοις αἰτία κινήσεως τὸ δεῖν μὲν εἶναί τι καὶ ἄλλο σῶμα παρὰ τὸ ἀίδιόντε καὶ θεῖον, ὂν ἐν γενέσειτε καὶ φθορᾷ, ἐπεὶ πρὸς τὴν ἀίδιον αὐτοῖς περιφορὰν συντελεῖ καὶ τὸ τοιόνδε σῶμα, οὐχ οἷόντε δὲ εἶναι τὸ τοιοῦτο σῶμα κατ’εἶδος ἀίδιον μένειν μὴ ταῖς ἐκείνων ποικίλαις κινήσεσι κυβερνώμενον. τούτων δὲ τοῦτον ἐχόντων τὸν τρόπον, εἰ μέν τις βούλοιτο λέγειν προνοεῖσθαι πᾶν τὸ διά τι καὶ παρά τινος ὁπωσοῦν τὸ μεταβάλλειν ἔχον καὶ τὸ κινεῖσθαι, εἴη ἂν πᾶσα σωματικὴ οὐσία τ’ἀίδιος καὶ ἐν γενέσει καὶ φθορᾷ ὑπὸ τῆς πρώτης οὐσίας τῆς ἀιδίουτε καὶ ἀκινήτου καὶ ἀσωμάτου προνοουμένη. εἰ δέ τις ταῦτα μόνα προνοεῖσθαι λέγοι, ὧν χάριν τὸ προνοεῖν αὐτῶν λεγόμενον ἐνεργείᾳ τινὰς ἐνεργείας κινούμενον, μόνον ἂν εἴη τὸ ὑπὸ σελήνην σῶμα προνοούμενον, τοῦτο δ’ἐστὶ τὸ ἔνυλόντε καὶ ἐν γενέσει καὶ ἐν φθορᾷ, ἐπειδὴ τῆς τούτου χάριν τεταγμένης μεταβολῆς καὶ ἀιδίου κατ’εἶδος διαμονῆς κεῖνται κινεῖσθαι τοῦ κυκλοφορητικοῦ σώματος αἱ μετὰ τὴν πρώτηντε καὶ ἀπλανῆ καλουμένην ἑπτὰ σφαῖραι τὴν κίνησιν τὴν δευτέραν, διότι γὰρ ἔδει τοῖς γινομένοις καὶ φθειρομένοις ποικίλης κινήσεως. οὐ γὰρ οἷόντ’ἦν ὡσαύτως ἔχοντα πάντα τὰ θεῖα ὁμοῦ μὲν γενέσεως ὁμοῦ δὲ φθορᾶς τεταγμένης αἴτια τοῖς τῇδε γίνεσθαι, δι’ἃς γενέσεις καὶ φθορὰς τοῦτον γινομένας τὸν τρόπον ἀίδια καὶ ταῦτα κατ’εἶδος μένει, μὴ οὔσης τινὸς καὶ ἐν ἐκείνοις ποικίλης κινήσεως.

1.26

1.26.1εἰ μὲν λέγοι τις ἐν τῇ ὕλῃ γίνεσθαι τὸ εἶδος καθ’αὑτό, ἔσται ἐν τῇ οὐσίᾳ τῆς ὕλης τὸ εἶδος καθ’αὑτό, εἰ τὸ καθ’αὑτὸ ὑπάρχον τινὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. ἀλλ’εἰ τοῦτο, συμφθείροιτ’ἂν ὕλη τῷ εἴδει φθειρομένῳ. καὶ ἐν τῇ οὐσίᾳ ἐστὶ τῆς ὕλης τὸ εἶδος. οὐ γὰρ οἷόντε ὕλην εἶναι ἄνευ τοῦ οἰκείου εἴδους, ἀλλὰ φθαρέντος τοῦ εἴδους χωρισθέντος οὐκέθ’οἷόντε ἐκείνην τὴν ὕλην εἶναι, ἧς ἦν εἶδος ἐκεῖνο, ἀλλὰ ἅμα ἐστίν, ὥστ’εἰς τὸ εἶναι ὕλῃ συμβάλλεται αὐτῇ παρουσία τοῦ εἴδους. καθ’αὑτὸ οὖν ὑπάρχει τὸ εἶδος τῇ ὕλῃ ὡς ἐν τῇ οὐσίᾳ αὐτῆς ὄν, ὥσπερ καὶ τῷ ζῴῳ ἄνθρωπος καὶ παντὶ τῷ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντι καθ’αὑτὸ ὑπάρχοντι αὐτῷ. ἔτιτε οὐκ ἔσται ἐν τῇ αὑτῆς φύσει ἔχουσα τὸ τῶν εἰδῶν δεκτικόν, ἀλλ’αὐτὰ τὰ εἴδη. ἔτι ἤτοι ἑκάστη ὕλη ἅμα τὰ εἴδη πάντα ἕξει, ἀδύνατον (ἔστι γὰρ καὶ ἐναντίωσις ἐν τοῖς ἐνύλοις εἴδεσιν, ὡς ἐπὶ τῶν στοιχείων ὁρῶμεν, ἐξ οὗ δῆλον ὅτι μὴ πάντα ἐν τῇ αὐτῇ · ἔτι εἰ εἶχε πάντα αὐτή, οὐκ ἂν ἦν κατὰ γένεσιν μεταβολή), εἰ δ’ἄλλη ἄλλο, ἄφθαρτον ἂν ἕκαστον ἦν τῶν ἐνύλων. εἰ δ’ἦν φθαρτόν, καὶ ὕλη ἂν συνεφθείρετο, ἐδείχθη δ’ἀίδιος οὖσα. ἀλλ’οὐ δ’ὡς τὰ συμβεβηκότα τῇ ὕλῃ τὰ εἴδη ἐστὶν ἐν αὐτῇ. ἔσται γὰρ ἐν ὑποκειμένῳ αὐτῇ, καὶ ἤτοι οὐσία ὄντα συμβεβηκότα ἔσται, ἄτοπον, εἰ συμβεβηκότα εἴη καὶ τῆς φύσεως τῶν συμβεβηκότων, ἔσται οὐσία συναμφότερος ἐξ ὕλης καὶ συμβεβηκότος, οὕτω δ’οὐκ ἔσται ἁπλῶς συναμφότερος οὐσία οὐσία, ἀλλ’ὥσπερ τῶν κατὰ τέχνην γινομένων ἕκαστον. ἔτι εἰ μὲν ἦν ὕλη χωρὶς εἴδους εἶναι δυναμένη, ἐδύνατ’ἂν ἐν ὑποκειμένῳ εἶναι αὐτῇ τὸ εἶδος, εἰ δὲ σὺν εἴδει ὑπόστασις αὐτῇ, καὶ ἔστιν οὕτως ἐν ὑποκειμένῳ αὐτῇ γινόμενον τὸ εἶδος, ὡς οὔσῃ μετ’εἴδους καὶ ἐν ὑποστάσει καὶ ἤδη σώματι, ἤτοι ἐν ἐκείνῳ ἔσται τῷ σώματι τῷ ἔχοντι τὸ εἶδος, ἐξ οὗ τῇ ὕλῃ εἰς τοῦτο μεταβολή ( ἀδύνατον · πῶς γὰρ οἷόντε ἐν τῷ φθειρομένῳ τῇ εἰς τοῦτο μεταβολῇ λέγειν εἶναι τοῦτο, οὐχ οἷόντε ἐκείνου σωζομένου γίνεσθαι ἐν αὐτῇ); ἐν τῇ τοῦτο ἐχούσῃ τὸ εἶδος εἰς μεταβέβληκεν. ἀλλ’οὐ δ’ἐν τούτῳ οἷόντε, εἴ γε τοῦτο μὲν τὸ σῶμα ἐκ τῆς ὕλης καὶ τούτου τοῦ εἴδους τὸ εἶναι ἔχει, οὐδὲν δὲ αὐτὸ αὑτῷ συμβέβηκεν. καὶ ἦν ἐν ὑποκειμένῳ τὸ μὴ ὡς μέρος ὂν ἐν ἐστιν, τὸ δ’εἶδος τοῦτο μέρος ἐστὶ τοῦ ὑποκειμένου. μήποτ’οὖν οὕτως συμβεβηκὸς ἐν τῇ ὕλῃ τὸ εἶδος, καὶ ἐν ὑποκειμένῳ καθ’αὑτὸ οὕτως, ὡς λέγεται καθ’αὑτὰ ὑπάρχειν τινὶ τὰ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντα, ἀλλ’ἐπεὶ ἦν καὶ ἄλλος τρόπος τοῦ καθ’αὑτό, οὗ καὶ Ἀριστοτέλης καὶ Θεόφραστος ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς μνημονεύουσιν, οὗτος δ’ἐστὶν καθ’ὃν ἐλέγετο καθ’αὑτὸ ὑπάρχειν τινί, οὗ ἐν τῷ ὁρισμῷ τὸ ὑπάρχει παραλαμβάνεται, καθ’ὃν τρόπον τοῦ καθ’αὑτὸ περιττὸς ἀριθμὸς καὶ ἄρτιος ὑπάρχουσιν τῷ ἀριθμῷ (ἑκάτερον γὰρ αὐτῶν ὁριζόμενοι τῷ ἀριθμῷ ἐν τῷ ὁρισμῷ χρώμεθα αὐτῶν λέγοντες τὸν μὲν περιττὸν ἀριθμὸν εἰς ἄνισα διαιρούμενον, τὸν δ’ἄρτιον ἀριθμὸν εἰς ἴσα διαιρούμενον) · δοκεῖ γὰρ καὶ ἐν τῷ τοῦ ἐνύλου εἴδους λόγῳ ὕλη παραλαμβάνεσθαι, ἐν ἐστι. παντὶ μὲν γὰρ ἐνύλῳ κατὰ τὸ εἶδος λόγος (κατὰ γὰρ τοῦτ’αὐτῷ τὸ τί ἦν εἶναι), οὐ μὴν ἀλλὰ καὶ τῆς ὕλης ἀναγκαῖον μνημονεύειν αὐτόν · καὶ γὰρ σαρκὸς καὶ ὀστοῦ, ἀλλὰ καὶ χειρὸς καὶ προσώπου οἱ λόγοι τοιοῦτοι. καὶ τὴν ψυχὴν δὲ ὁριζόμενοι εἶδος οὖσαν ἔνυλον ἐν τῷ ὁρισμῷ αὐτῆς καὶ τὸ οὗ ἐστι παραλαμβάνομεν. τοῦτο γὰρ σημαίνεται ὑπὸ σώματος φυσικοῦ ὀργανικοῦ. καὶ ὡς ἐπὶ τῶν ἀριθμῶν οὐ πᾶς μὲν ἀριθμὸς περιττός, οὐ δὲ πᾶς ἀριθμὸς ἄρτιος, πᾶς μέντοι ἄρτιος ἀριθμός, καὶ πᾶς περιττὸς ὁμοίως ἀριθμὸς καὶ οὗτος, οὕτως καὶ ἐπὶ τοῦ εἴδους καὶ τῆς ὕλης οὐ πᾶσα μὲν ὕλη μετὰ τοῦδέ τινος τοῦ εἴδους, πᾶν δὲ ἔνυλον εἶδος ἐν ὕλῃ, καὶ ὡς ἐπ’ἐκείνων μὲν ἀριθμὸς οὐκ ἀπόλλυται ἐν τῇ εἰς τὸ ἄρτιον περιττὸν μεταβολῇ, τὸ δ’ἄρτιον καὶ περιττὸν ἐν αὐτῷ παρὰ μέρος φθείρεται τῇ εἰς τὰ εἴδη μεταβολῇ, οὕτω καὶ ὕλη οὐκ ἀπόλλυται ἐν τῇ εἰς τὰ εἴδη μεταβολῇ, τὰ μέντοι εἴδη παρὰ μέρος φθείρεται ἐν τῇ τῆς ὕλης εἰς αὐτὰ μεταβολῇ.