Achilles Tatius

Leucippe and Clitophon, 4

4.1

4.1.1ἔδοξεν οὖν τῷ στρατηγῷ μαθόντι τήντε τῶν ἐναντίων παρασκευὴν καὶ τὴν τῶν συμμάχων ἀναβολὴν εἰς τὴν κώμην ἀναστρέψαι πάλιν, ὅθενπερ ἐξωρμήσαμεν, ἔστ’ἂν οἱ σύμμαχοι παραγένωνται · ἐμοὶ δέ τις οἶκος ἀπετέτακτο ἅμα τῇ Λευκίππῃ μικρὸν ἀνωτέρω τῆς τοῦ στρατηγοῦ καταγωγῆς.

4.1.2καὶ ὡς εἴσω παρῆλθον, περιπτυξάμενος αὐτὴν οἷός ἤμην ἀνδρίζεσθαι. ὡς δ’οὐκ ἐπέτρεπε μέχρι πότε εἶπον χηρεύομεν τῶν τῆς Ἀφροδίτης ὀργίων;

4.1.3οὐχ ὁρᾷς οἷα ἐκ παραλόγου γίνεται, ναυαγία καὶ λῃσταὶ καὶ θυσίαι καὶ σφαγαί; ἀλλ’ἕως ἐν γαλήνῃ τῆς τύχης ἐσμέν, ἀποχρησώμεθα τῷ καιρῷ, πρίν τι χαλεπώτερον ἡμᾶς ἐπισχεῖν. δὲ ἀλλ’οὐ θέμις ἔφη τοῦτο ἤδη γενέσθαι.

4.1.4 γάρ μοι θεὸς Ἄρτεμις ἐπιστᾶσα πρῴην κατὰ τοὺς ὕπνους, ὅτε ἔκλαον μέλλουσα σφαγήσεσθαι μὴ νῦν ἔφη κλᾶε · οὐ γὰρ τεθνήξῃ · βοηθὸς γὰρ ἐγώ σοι παρέσομαι · μενεῖς δὲ παρθένος, ἔστ’ἄν σε νυμφοστολήσω · ἄξεται δέ σε ἄλλος οὐδεὶς Κλειτοφῶν .

4.1.5ἐγὼ δὲ τὴν μὲν ἀναβολὴν ἠχθόμην, ταῖς δὲ τοῦ μέλλοντος ἐλπίσιν ἡδόμην · ὡς δ’ἤκουσα τὸ ὄναρ, ἀναμιμνήσκομαι προσόμοιον ἰδὼν ἐνύπνιον.

4.1.6ἐδόκουν γὰρ τῇ παρελθούσῃ νυκτὶ νεὼν Ἀφροδίτης ἰδεῖν καὶ τὸ ἄγαλμα ἔνδον εἶναι τῆς θεοῦ · ὡς δὲ πλησίον ἐγενόμην προσευξόμενος, κλεισθῆναι τὰς θύρας.

4.1.7ἀθυμοῦντι δέ μοι γυναῖκα ἐκφανῆναι κατὰ τὸ ἄγαλμα τὴν μορφὴν ἔχουσαν, καὶ νῦν εἶπεν οὐκ ἔξεστί σοι παρελθεῖν εἴσω τοῦ νεώ · ἢν δὲ ὀλίγον ἀναμείνῃς χρόνον, οὐκ ἀνοίξω σοι μόνον, ἀλλὰ καὶ ἱερέα σε ποιήσω τῆς θεοῦ.

4.1.8καταλέγω δὴ τοῦτο τῇ Λευκίππῃ τὸ ἐνύπνιον καὶ οὐκέτι ἐπεχείρουν βιάζεσθαι. ἀναλογιζόμενος δὲ τὸν τῆς Λευκίππης ὄνειρον, οὐ μετρίως ἐταραττόμην.

4.2

4.2.1ἐν τούτῳ δὴ Χαρμίδης (τοῦτο γὰρ ἦν ὄνομα τῷ στρατηγῷ) ἐπιβάλλει τῇ Λευκίππῃ τὸν ὀφθαλμόν, ἀπὸ τοιαύτης ἀφορμῆς αὐτὴν ἰδών. ἔτυχον ποτάμιον θηρίον ἄνδρες τεθηρακότες θέας ἄξιον · ἵππον δὲ αὐτὸν τοῦ Νείλου καλοῦσιν οἱ Αἰγύπτιοι.

4.2.2καὶ ἔστι μὲν ἵππος, ὡς λόγος βούλεται, τὴν γαστέρα καὶ τοὺς πόδας, πλὴν ὅσον εἰς χηλὴν σχίζει τὴν ὁπλήν · μέγεθος δὲ κατὰ τὸν βοῦν τὸν μέγιστον · οὐρὰ βραχεῖα καὶ ψιλὴ τριχῶν ·

4.2.3κεφαλὴ περιφερὴς οὐ σμικρά · ἐγγὺς ἵππου παρειαί · μυκτὴρ ἐπὶ μέγα κεχηνὼς καὶ πνέων πυρώδη καπνὸν ὡς ἀπὸ πηγῆς πυρός · γένυς εὐρεῖα, ὅση καὶ παρειά · μέχρι τῶν κροτάφων ἀνοίγει τὸ στόμα · ἔχει δὲ καὶ κυνόδοντας καμπύλους κατὰ μὲν τὴν ἰδέαν καὶ τὴν θέσιν ὡς συός, τὸ δὲ μέγεθος εἰς τριπλάσιον.

4.3

4.3.1καλεῖ δὴ πρὸς τὴν θέαν ἡμᾶς στρατηγός · καὶ Λευκίππη συμπαρῆν. ἡμεῖς μὲν οὖν ἐπὶ τὸ θηρίον τοὺς ὀφθαλμοὺς εἴχομεν, ἐπὶ τὴν Λευκίππην δὲ στρατηγός ·

4.3.2καὶ εὐθὺς ἑαλώκει. βουλόμενος οὖν ἡμᾶς παραμένειν ἐπὶ πλεῖστον, ἵν’ἔχοι τοῖς ὀφθαλμοῖς αὑτοῦ χαρίζεσθαι, περιπλοκὰς ἐζήτει λόγων, πρῶτον μὲν τὴν φύσιν τοῦ θηρίου καταλέγων, εἶτα καὶ τὸν τρόπον τῆς ἄγρας, ὡς ἔστι μὲν ἀδηφαγώτατον καὶ ποιεῖται τροφὴν ὅλον λήιον, ἀπάτῃ δὲ πάσχει τὴν ἄγραν.

4.3.3ἐπιτηρήσαντες γὰρ αὐτοῦ τὰς διατριβάς, ὄρυγμα ποιησάμενοι ἐπικαλύπτουσιν ἄνωθεν καλάμοις καὶ χώματι · ὑπὸ δὲ τὴν τῶν καλάμων μηχανὴν ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας ἀνεῳγμένον εἰς τὸν ὄροφον τοῦ βόθρου καὶ τὴν πτῶσιν τοῦ θηρίου λοχᾶν ·

4.3.4τὸν μὲν γὰρ ἐπιβάντα φέρεσθαι εὐθύς, καὶ τὸ οἴκημα φωλεοῦ δίκην ὑποδέχεσθαι, καὶ τοὺς κυνηγέτας ἐκθορόντας εὐθὺς ἐπικλείειν τοῦ πώματος τὰς θύρας καὶ ἔχειν οὕτω τὴν ἄγραν, ἐπεὶ πρός γε τὸ καρτερὸν οὐδεὶς ἂν αὐτοῦ κρατήσειε.

4.3.5τάτε γὰρ ἄλλα ἐστὶν ἀλκιμώτατος καὶ τὸ δέρμα, ὡς ὁρᾶτε, φέρει παχὺ καὶ οὐκ ἐθέλει πείθεσθαι σιδήρου τραύματι, ἀλλ’ἐστίν, ὡς εἰπεῖν, ἐλέφας Αἰγύπτιος. καὶ γὰρ δεύτερος φαίνεται εἰς ἀλκὴν ἐλέφαντος Ἰνδοῦ.

4.4

4.4.1καὶ Μενέλαος ( γὰρ ἐλέφαντα) ἔφη ἤδη τεθέασαί ποτε; καὶ μάλα Χαρμίδης εἶπεν, καὶ ἀκήκοα παρὰ τῶν ἀκριβῶς εἰδότων τῆς γενέσεως αὐτοῦ τὸν τρόπον ὡς παράδοξος.

4.4.2ἀλλ’ἡμεῖς γε οὐκ εἴδομεν εἰς ταύτην ἔφην ἐγὼ τὴν ἡμέραν, ὅτι μὴ γραφῇ. λέγοιμ’ἂν ὑμῖν εἶπε, καὶ γὰρ ἄγομεν σχολήν. κύει μὲν αὐτὸν μήτηρ χρονιώτατον · δέκα γὰρ ἐνιαυτοῖς πλάττει τὴν σποράν, μετὰ δὲ τοσαύτην ἐτῶν περίοδον τίκτει, ὅταν τόκος γέρων γένηται.

4.4.3διὰ τοῦτο, οἶμαι, καὶ γίνεται μέγας τὴν μορφήν, ἄμαχος τὴν ἀλκήν, πολὺς τὴν βιοτήν, βραδὺς τὴν τελευτήν · βιοῦν γὰρ αὐτὸν λέγουσιν ὑπὲρ τὴν Ἡσιόδου κορώνην.

4.4.4τοιαύτη δέ ἐστιν ἐλέφαντος γένυς, οἵα τοῦ βοὸς κεφαλή. σὺ μὲν γὰρ ἂν ἰδὼν εἴποις κέρας ἔχειν αὐτοῦ τὸ στόμα διπλοῦν · ἔστι δὲ τοῦτο ἐλέφαντος καμπύλος ὀδούς. μεταξὺ δὲ τῶν ὀδόντων ἀνίσταται αὐτῷ προβοσκίς, κατὰ σάλπιγγα μὲν καὶ τὴν ὄψιν καὶ τὸ μέγεθος, εὐπειθὴς δὲ τῶν πρὸς τὸν ἐλέφαντα.

4.4.5προνομεύει γὰρ αὐτῷ τὰς βοσκὰς καὶ πᾶν τι ἂν ἐμποδὼν εὕρῃ σιτίον. ἐὰν μὲν γὰρ ὄψον ἐλέφαντος, ἔλαβέτε εὐθὺς καὶ ἐπιπτυχθεῖσα κάτω πρὸς τὴν γένυν τῷ στόματι τὴν τροφὴν διακονεῖ · ἂν δέ τι τῶν ἀνθρωπείων ἴδῃ, τούτῳ περιβάλλει, κύκλῳ τὴν ἄγραν περισφίγξας, καὶ τὸ πᾶν ἀνεκούφισε καὶ ὤρεξεν ἄνω δῶρον δεσπότῃ ·

4.4.6ἐπικάθηται γάρ τις αὐτῷ ἀνὴρ Αἰθίοψ, καινὸς ἱππεὺς ὤν · καὶ κολακεύει καὶ φοβεῖται καὶ τῆς φωνῆς αἰσθάνεται καὶ μαστίζοντος ἀνέχεται · δὲ μάστιξ αὐτῷ πέλεκυς σιδηροῦς.

4.4.7εἶδον δέ ποτε καὶ θέαμα καινόν. ἀνὴρ Ἕλλην ἐνέθηκε τὴν κεφαλὴν κατὰ μέσην τοῦ θηρίου τὴν κεφαλήν · δὲ ἐλέφας ἐκεχήνει καὶ περιήσθμαινε τὸν ἄνθρωπον ἐγκείμενον. ἀμφότερα οὖν ἐθαύμαζον, καὶ τὸν ἄνθρωπον τῆς εὐτολμίας καὶ τὸν ἐλέφαντα τῆς φιλανθρωπίας.

4.4.8 δὲ ἄνθρωπος ἔλεγεν ὅτι καὶ μισθὸν εἴη δεδωκὼς τῷ θηρίῳ · προσπνεῖν γὰρ αὐτῷ μόνον οὐκ ἀρωμάτων Ἰνδικῶν · εἶναι δὲ κεφαλῆς νοσούσης φάρμακον. οἶδεν οὖν τὴν θεραπείαν ἐλέφας καὶ προῖκα οὐκ ἀνοίγει τὸ στόμα, ἀλλ’ἐστὶν ἰατρὸς ἀλαζὼν καὶ τὸν μισθὸν πρῶτον αἰτεῖ. κἂν δῷς, πείθεται καὶ παρέχει τὴν χάριν καὶ ἁπλοῖ τὴν γένυν καὶ τοσοῦτον ἀνέχεται κεχηνώς, ὅσον ἄνθρωπος βούλεται. οἶδε γὰρ ὅτι πέπρακε τὴν ὀδμήν.

4.5

4.5.1καὶ πόθεν ἔφην οὕτως ἀμόρφῳ θηρίῳ τοσαύτη τῆς εὐωδίας ἡδονή; ὅτι ἔφη Χαρμίδης τοιαύτην ποιεῖται καὶ τὴν τροφήν. Ἰνδῶν γὰρ γῆ γείτων ἡλίου · πρῶτοι γὰρ ἀνατέλλοντα τὸν θεὸν ὁρῶσιν Ἰνδοί, καὶ αὐτοῖς θερμότερον τὸ φῶς ἐπικάθηται, καὶ τηρεῖ τὸ σῶμα τοῦ πυρὸς τὴν βαφήν.

4.5.2γίνεται δὲ παρὰ τοῖς Ἕλλησιν ἄνθος Αἰθίοπος χρόας, ἔστι δὲ παρ’Ἰνδοῖς οὐκ ἄνθος ἀλλὰ πέταλον, οἷα παρ’ἡμῖν τὰ πέταλα τῶν φυτῶν, μὲν κλέπτει τὴν πνοὴν καὶ τὴν ὀδμὴν οὐκ ἐπιδείκνυται · γὰρ ἀλαζονεύεσθαι πρὸς τοὺς εἰδότας ὀκνεῖ τῆς ἡδονῆς τοῖς πολίταις φθονεῖ · ἂν δὲ τῆς γῆς μικρὸν ἐξοικήσῃ καὶ ὑπερβῇ τοὺς ὅρους, ἀνοίγει τῆς κλοπῆς τὴν ἡδονὴν καὶ ἄνθος ἀντὶ φύλλου γίνεται καὶ τὴν ὀδμὴν ἐνδύεται.

4.5.3μέλαν τοῦτο ῥόδον Ἰνδῶν. ἔστι δὲ τοῖς ἐλέφασι σιτίον, ὡς τοῖς βουσὶ παρ’ἡμῖν πόα. ἅτε οὖν ἐκ πρώτης γονῆς αὐτῷ τραφείς, ὄδωδέτε πᾶς κατὰ τὴν τροφήν, καὶ τὸ πνεῦμα πέμπει κάτωθεν εὐωδέστατον τῆς πνοῆς αὐτῷ γέγονε πηγή.

4.6

4.6.1ἐπεὶ οὖν ἐκ τῶν λόγων ἀπηλλάγημεν τοῦ στρατηγοῦ, μικρὸν διαλιπὼν ὅτι οὐ δύναταί τις τρωθεὶς ἀνέχεσθαι θλιβόμενος τῷ πυρὶ τὸν Μενέλαον μεταπέμπεται καὶ τῆς χειρὸς λαβόμενος λέγει ἀγαθὸν εἰς φιλίαν οἶδά σε ἐξ ὧν ἔπραξας εἰς Κλειτοφῶντα ·

4.6.2 κἀμὲ δὲ εὑρήσεις οὐ χείρονα. δέομαι δὲ παρὰ σοῦ χάριτος σοὶ μὲν ῥᾳδίας, ἐμοὶ δὲ ἀνασώσεις τὴν ψυχήν, ἂν παράσχῃς. Λευκίππη με ἀπολώλεκε · σῶσον δὲ σύ. ὀφείλεταί σοι παρ’αὐτῆς ζωάγρια, μισθὸς δὲ σοὶ μὲν χρυσοῖ πεντήκοντα τῆς διακονίας, αὐτῇ δὲ ὅσους ἂν θέλῃ.

4.6.3λέγει οὖν Μενέλαος τοὺς μὲν χρυσοῦς ἔχε καὶ φύλαττε τοῖς τὰς χάριτας πιπράσκουσιν · ἐγὼ δὲ φίλος ὢν πειράσομαι γενέσθαι σοι χρήσιμος. ταῦτα εἰπὼν ἔρχεται πρός με καὶ πάντα καταγορεύει. ἐβουλευόμεθα οὖν τί δεῖ πράττειν. ἔδοξε δὲ αὐτὸν ἀπατῆσαι ·

4.6.4τὸ γὰρ ἀντιλέγειν οὐκ ἀκίνδυνον ἦν, μὴ καὶ βίαν προσαγάγῃ · τὸ δὲ φεύγειν ἀδύνατον, πάντη μὲν λῃστῶν περικεχυμένων, τοσούτων δὲ στρατιωτῶν ἀμφ’αὐτὸν ὄντων.

4.7

4.7.1μικρὸν οὖν διαλιπὼν Μενέλαος, ἀπελθὼν πρὸς τὸν Χαρμίδην κατείργασται τὸ ἔργον ἔφη, καίτοι τὸ πρῶτον ἠρνεῖτο ἰσχυρῶς γυνή · δεομένου δέ μου καὶ ὑπομιμνήσκοντος τῆς εὐεργεσίας ἐπένευσεν.

4.7.2ἀξιοῖ δὲ δικαίαν δέησιν ὀλίγων αὐτῇ χαρίσασθαι προθεσμίαν ἡμερῶν, ἔστ’ἂν εἰς τὴν Ἀλεξάνδρειαν ἀφίκωμαι · κώμη γὰρ αὕτη καὶ ἐν ὄψει τὰ γινόμενα καὶ πολλοὶ μάρτυρες . εἰς μακρὰν Χαρμίδης εἶπε δίδωσι τὴν χάριν.

4.7.3ἐν πολέμῳ δὲ τίς ἐπιθυμίαν ἀναβάλλεται; στρατιώτης δὲ ἐν χερσὶν ἔχων μάχην οἶδεν εἰ ζήσεται; τοσαῦται τῶν θανάτων εἰσὶν ὁδοί. αἴτησαί μοι παρὰ τῆς Τύχης τὴν ἀσφάλειαν καὶ μενῶ. ἐπὶ πόλεμον νῦν ἐξελεύσομαι βουκόλων · ἔνδον μου τῆς ψυχῆς ἄλλος πόλεμος κάθηται · στρατιώτης με πορθεῖ τόξον ἔχων, βέλος ἔχων ·

4.7.4νενίκημαι, πεπλήρωμαι βελῶν. κάλεσον, ἄνθρωπε, ταχὺ τὸν ἰώμενον · ἐπείγει τὸ τραῦμα. ἅψω πῦρ ἐπὶ τοὺς πολεμίους · ἄλλας δᾷδας ἔρως ἀνῆψε κατ’ἐμοῦ.

4.7.5τοῦτο πρῶτον, Μενέλαε, σβέσον τὸ πῦρ. καλὸν τὸ οἰώνισμα πρὸ πολέμου συμβολῆς ἐρωτικὴ συμπλοκή. Ἀφροδίτη με πρὸς Ἄρεα ἀποστειλάτω. καὶ Μενέλαος ἀλλ’ὁρᾷς ἔφη ὡς οὐκ ἔστι ῥᾴδιον λαθεῖν αὐτὴν ἐνθάδε τὸν ἄνδρα ὄντα καὶ ταῦτα ἐρῶντα.

4.7.6καὶ Χαρμίδης ἀλλὰ τοῦτό γε ῥᾴδιον ἔφη τὸν Κλειτοφῶντα ἀποφορτίσασθαι. ὁρῶν οὖν Μενέλαος τοῦ Χαρμίδου τὴν σπουδὴν καὶ φοβηθεὶς περὶ ἐμοῦ, ταχύ τι σκήπτεται πιθανὸν καὶ λέγει βούλει τὴν ἀλήθειαν ἀκοῦσαι τῆς ἀναβολῆς;

4.7.7 γυνὴ χθὲς ἀφῆκε τὰ ἔμμηνα καὶ ἀνδρὶ συνελθεῖν οὐ θέμις. οὐκοῦν ἀναμενοῦμεν Χαρμίδης εἶπεν ἐνταῦθα τρεῖς ἡμέρας τέτταρας, αὗται γὰρ ἱκαναί.

4.7.8 δὲ ἔξεστιν αἰτοῦ παρ’αὐτῆς · εἰς ὀφθαλμοὺς ἡκέτω τοὺς ἐμοὺς καὶ λόγων μεταδότω · ἀκοῦσαι θέλω φωνῆς, χειρὸς θιγεῖν, ψαῦσαι σώματος · αὗται γὰρ ἐρώντων παραμυθίαι. ἔξεστι δὲ αὐτὴν καὶ φιλῆσαι · τοῦτο γὰρ οὐ κεκώλυκεν γαστήρ.

4.8

4.8.1ὡς οὖν ταῦτα Μενέλαος ἐλθὼν ἀπαγγέλλει μοι, πρὸς τοῦτο ἀνεβόησα ὡς θᾶττον ἂν ἀποθάνοιμι περιίδω Λευκίππης φίλημα ἀλλοτριούμενον. οὗ τί γὰρ ἔφην ἐστὶ γλυκύτερον;

4.8.2τὸ μὲν γὰρ ἔργον τῆς Ἀφροδίτης καὶ ὅρον ἔχει καὶ κόρον καὶ οὐδὲν ἐστίν, ἐὰν ἐξέλῃς αὐτοῦ τὰ φιλήματα · φίλημα δὲ καὶ ἀόριστόν ἐστι καὶ ἀκόρεστον καὶ καινὸν ἀεί. τρία γὰρ τὰ κάλλιστα ἀπὸ τοῦ στόματος ἄνεισιν, ἀναπνοὴ καὶ φωνὴ καὶ φίλημα.

4.8.3τοῖς μὲν γὰρ χείλεσιν ἀλλήλους φιλοῦμεν, ἀπὸ δὲ τῆς ψυχῆς τῆς ἡδονῆς ἐστι πηγή. πίστευσόν μοι λέγοντι, Μενέλαε, (ἐν γὰρ τοῖς κακοῖς ἐξορχήσομαι τὰ μυστήρια) ταῦτα μόνα παρὰ Λευκίππης ἔχω κἀγώ · ἔτι μένει παρθένος · μέχρι μόνων τῶν φιλημάτων ἐστί μου γυνή.

4.8.4εἰ δέ τις ἁρπάσει μου καὶ ταῦτα, οὐ φέρω τὴν φθοράν, οὐ μεμοιχεύσεταί μου τὰ φιλήματα. οὐκοῦν ἔφη Μενέλαος βουλῆς ἡμῖν ἀρίστης δεῖ καὶ ταχίστης.

4.8.5ἐρῶν γάρ τις, εἰς ὅσον μὲν ἔχει τὴν ἐλπίδα τοῦ τυχεῖν, φέρει, εἰς αὐτὸ τὸ τυχεῖν ἀποτεινόμενος · ἐὰν δὲ ἀπογνῷ, τὸ ἐπιθυμοῦν μεταβαλὼν ἀντιλυπῆσαι μέχρι τοῦ δυνατοῦ τολμᾷ τὸ κωλῦον.

4.8.6ἔστω δὲ καὶ ἰσχύς, ὥστε τι δρᾶσαι μετὰ τοῦ μὴ παθεῖν · τότε δὲ τῆς ψυχῆς τὸ μὴ φοβούμενον ἀγριαίνει μᾶλλον τὸ θυμούμενον. καὶ γὰρ καιρὸς ἐπείγει τῶν πραγμάτων τὸ ἄπορον.

4.9

4.9.1σκοπούντων οὖν ἡμῶν εἰστρέχει τις τεθορυβημένος καὶ λέγει τὴν Λευκίππην ἄφνω βαδίζουσαν καταπεσεῖν καὶ τὼ ὀφθαλμὼ διαστρέφειν. ἀναπηδήσαντες οὖν ἐθέομεν ἐπ’αὐτὴν καὶ ὁρῶμεν ἐπὶ τῆς γῆς κειμένην.

4.9.2προσελθὼν οὖν ἐπυθόμην τι πάθοι · δὲ ὡς εἶδέ με, ἀναπηδήσασα παίει με κατὰ τῶν προσώπων, ὕφαιμον βλέπουσα · ὡς δὲ καὶ Μενέλαος οἷός ἦν ἀντιλαμβάνεσθαι, παίει κἀκεῖνον τῷ σκέλει. συνέντες οὖν ὅτι μανία εἴη τις τὸ κακόν, βίᾳ συλλαβόντες ἐπειρώμεθα κρατεῖν · δὲ προσεπάλαιεν ἡμῖν, οὐδὲν φροντίζουσα κρύπτειν ὅσα γυνὴ μὴ ὁρᾶσθαι θέλει.

4.9.3θόρυβος οὖν πολὺς περὶ τὴν σκηνὴν αἴρεται, ὥστε καὶ αὐτὸν εἰσδραμεῖν τὸν στρατηγὸν καὶ τὰ γινόμενα ὁρᾶν. δὲ τὰ πρῶτα σκῆψιν ὑπώπτευε τὴν ἀσθένειαν καὶ τέχνην ἐπ’αὐτόν, καὶ τὸν Μενέλαον ὑπεβλέπετο · ὡς δὲ κατὰ μικρὸν ἑώρα τὴν ἀλήθειαν, ἔπαθέ τι καὶ αὐτὸς καὶ ἠλέησε.

4.9.4κομίσαντες οὖν βρόχους ἔδησαν τὴν ἀθλίαν. ὡς δὲ εἶδον αὐτῆς περὶ τὰς χεῖρας τὰ δεσμά, ἐδεόμην Μενελάου τῶν πολλῶν ἀπηλλαγμένων ἤδη λύσατε λέγων, ἱκετεύω, λύσατε · οὐ φέρουσι δεσμὸν χεῖρες ἁπαλαί · ἐάσατέ με σὺν αὐτῇ · μόνος ἐγὼ περιπτυξάμενος αὐτῇ δεσμὸς ἔσομαι · μαινέσθω κατ’ἐμοῦ.

4.9.5τί γάρ με καὶ ξῆν ἔτι δεῖ; οὐ γνωρίζει με Λευκίππη παρόντα, κεῖται δέ μοι δεδεμένη, καὶ ἀναιδὴς ἐγὼ λῦσαι δυνάμενος οὐκ ἐθέλω. ἐπὶ τούτῳ ἡμᾶς σέσωκεν Τύχη ἐκ τῶν λῃστῶν, ἵνα γένῃ μανίας παιδιά;

4.9.6 δυστυχεῖς ἡμεῖς, ὅταν εὐτυχήσωμεν. τοὺς οἴκοι φόβους ἐκπεφεύγαμεν, ἵνα ναυαγίαν δυστυχήσωμεν · ἐκ τῆς θαλάσσης περιγεγόναμεν · ἐκ τῶν λῃστῶν ἀνασεσώσμεθα ·

4.9.7μανίᾳ γὰρ ἐτηρούμεθα. ἐγὼ μέν, ἂν σωφρονήσῃς, φιλτάτη, φοβοῦμαι πάλιν τὸν δαίμονα μή τί σοι κακὸν ἐργάσηται. τίς οὖν ἡμῶν κακοδαιμονέστερος, οἳ φοβούμεθα καὶ τὰ εὐτυχήματα; ἀλλ’εἰ μόνον μοι σωφρονήσειας καὶ σεαυτὴν ἀπολάβοις, παιζέτω πάλιν Τύχη.

4.10

4.10.1ταῦτά με λέγοντα παρηγόρουν οἱ ἀμφὶ τὸν Μενέλαον, φάσκοντες μὴ ἔμμονα εἶναι τὰ τοιαῦτα νοσήματα, πολλάκις δὲ ἡλικίας ζεούσης ὑπάρχειν. (τὸ γὰρ αἷμα πάντη νεάζον καὶ ὑπὸ πολλῆς ἀκμῆς ἀναζέον ὑπερβλύζει πολλάκις τὰς φλέβας, καὶ τὴν κεφαλὴν ἔνδον περικλύζον βαπτίζει τοῦ λογισμοῦ τὴν ἀναπνοήν.

4.10.2δεῖ οὖν ἰατροὺς μεταπέμπειν καὶ θεραπείαν προσφέρειν). πρόσεισιν οὖν τῷ στρατηγῷ Μενέλαος καὶ δεῖται τὸν τοῦ στρατοπέδου ἰατρὸν μετακαλέσασθαι, κἀκεῖνος ἄσμενος ἐπείσθη · χαίρουσι γὰρ οἱ ἐρῶντες εἰς τὰ ἐρωτικὰ προστάγματα.

4.10.3καὶ ἰατρὸς παρῆν καὶ λέγει νῦν μὲν ὕπνον αὐτῇ παρασκευάσομεν, ὅπως τὸ ἄγριον τῆς ἀκμῆς ἡμερώσωμεν · ὕπνος γὰρ πάντων νοσημάτων φάρμακον · ἔπειτα δὲ καὶ τὴν λοιπὴν θεραπείαν προσοίσομεν.

4.10.4δίδωσιν οὖν ἡμῖν φάρμακόν τι μικρόν, ὅσον ὀρόβου μέγεθος, καὶ κελεύει λύσαντας εἰς ἔλαιον ἐπαλεῖψαι τὴν κεφαλὴν μέσην · σκευάσειν δὲ ἔφη καὶ ἕτερον εἰς γαστρὸς αὐτῇ κάθαρσιν.

4.10.5ἡμεῖς μὲν οὖν ἐκέλευσεν ἐποιοῦμεν, δὲ ἐπαλειφθεῖσα μετὰ μικρὸν ἐκάθευδε τὸ ἐπίλοιπον τῆς νυκτὸς μέχρι τῆς ἕω. ἐγὼ δὲ δι’ὅλης τῆς νυκτὸς ἀγρυπνῶν ἔκλαον παρακαθήμενος καὶ βλέπων τὰ δεσμὰ ἔλεγον οἴμοι, φιλτάτη, δέδεσαι καὶ καθεύδουσα · οὐ δὲ τὸν ὕπνον ἐλεύθερον ἔχεις.

4.10.6τίνα ἄρα σου τὰ φαντάσματα; ἆρα κἂν κατὰ τοὺς ὕπνους σωφρονεῖς, μαίνεταί σου καὶ τὰ ὀνείρατα; ἐπεὶ δ’ἀνέστη, πάλιν ἄσημα ἐβόα · καὶ ἰατρὸς παρῆν καὶ τὴν ἄλλην θεραπείαν ἐθεράπευεν.

4.11

4.11.1ἐν τούτῳ δὴ ἔρχεταί τις παρὰ τοῦ τῆς Αἰγύπτου σατράπου, κομίζων ἐπιστολὴν τῷ στρατηγῷ. ἐπέσπευδε δὲ αὐτόν, ὡς εἰκός, ἐπὶ τὸν πόλεμον τὰ γράμματα · ἐκέλευσε γὰρ εὐθὺς πάντας ἐν τοῖς ὅπλοις γενέσθαι ὡς ἐπὶ τοὺς βουκόλους.

4.11.2αὐτίκα δὴ μάλα ἐξορμήσαντες, εὐθὺς ἕκαστος, ὡς εἶχε τάχους, ἐπὶ τὰ ὅπλα ἐχώρουν καὶ παρῆσαν ἅμα τοῖς λοχαγοῖς. τότε μὲν οὖν αὐτοῖς δοὺς τὸ σύνθημα καὶ κελεύσας αὐτοῖς στρατοπεδεύεσθαι καθ’αὑτὸν ἦν · τῇ δ’ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ τὸ στράτευμα ἐξῆγεν ἐπὶ τοὺς πολεμίους.

4.11.3εἶχε δὲ αὐτοῖς οὕτω τῆς κώμης θέσις. Νεῖλος ῥεῖ μὲν ἄνωθεν ἐκ Θηβῶν τῶν Αἰγυπτίων εἷς ὢν ἄχρι Μέμφεως καὶ ἔστι μικρὸν κάτω Κερκάσωρος ὄνομα τῇ κώμῃ πρὸς τῷ τέλει τοῦ μεγάλου ῥεύματος.

4.11.4ἐντεῦθεν δὲ περιρρήγνυται τῇ γῇ, καὶ ἐξ ἑνὸς ποταμοῦ γίνονται τρεῖς, δύο μὲν ἑκατέρωθεν λελυμένοι, δὲ εἷς ὥσπερ ἦν ῥέων πρὶν λυθῆναι.

4.11.5ἀλλ’οὐ δὲ τούτων ἕκαστος τῶν ποταμῶν ἀνέχεται μέχρι θαλάσσης ῥέων, ἀλλὰ περισχίζεται ἄλλος ἄλλῃ κατὰ πόλεις, καί εἰσιν αἱ σχίσεις μείζονες τῶν παρ’Ἕλλησι ποταμῶν · τὸ δὲ ὕδωρ πανταχοῦ μεμερισμένον οὐκ ἐξασθενεῖ, ἀλλὰ καὶ πλεῖται καὶ πίνεται καὶ γεωργεῖται.

4.12

4.12.1Νεῖλος πολὺς πάντα αὐτοῖς γίνεται, καὶ ποταμὸς καὶ γῆ καὶ θάλασσα καὶ λίμνη · καὶ ἔστι τὸ θέαμα καινόν, ναῦς ὁμοῦ καὶ δίκελλα, κώπη καὶ ἄροτρον, πηδάλιον καὶ τρόπαιον, ναυτῶν ὁμοῦ καὶ γεωργῶν καταγωγή, ἰχθύων ὁμοῦ καὶ βοῶν · πέπλευκας, φυτεύεις, καὶ φυτεύεις, τοῦτο πέλαγος γεωργούμενον.

4.12.2ἔχει γὰρ ποταμὸς ἐπιδημίας · κάθηται δὲ αὐτὸν Αἰγύπτιος ἀναμένων καὶ ἀριθμῶν αὐτοῦ τὰς ἡμέρας. καὶ Νεῖλος οὐ ψεύδεται, ἀλλ’ἔστι ποταμὸς μετὰ προθεσμίας τὸν χρόνον τηρῶν καὶ τὸ ὕδωρ μετρῶν, ποταμὸς ἁλῶναι μὴ θέλων ὑπερήμερος.

4.12.3ἔστι δ’ἰδεῖν ποταμοῦ καὶ γῆς φιλονεικίαν. ἐρίζετον ἀλλήλοις ἑκάτερον · τὸ μὲν ὕδωρ, τοσαύτην γῆν πελαγίσαι · δὲ γῆ, τοσαύτην χωρῆσαι γλυκεῖαν θάλασσαν · καὶ νικῶσι μὲν τὴν ἴσην νίκην οἱ δύο, οὐδαμοῦ δὲ φαίνεται τὸ νικώμενον.

4.12.4τὸ γὰρ ὕδωρ τῇ γῇ συνεκτείνεται · περὶ δὲ τὰς τῶν βουκόλων ταύτας νομὰς ἀεὶ πολὺ ἐγκάθηται. ὅταν γὰρ τὴν πᾶσαν γῆν πελαγίσῃ, λίμνας ἐνταῦθα ποιεῖ · αἱ δὲ λίμναι, κἂν Νεῖλος ἀπέλθῃ, μένουσιν οὐδὲν ἧττον, τὸ ὕδωρ ἔχουσαι τόντε πηλὸν τοῦ ὕδατος.

4.12.5ἐπὶ ταύτας αὐτοὶ καὶ βαδίζουσι καὶ πλέουσιν, οὐ δὲ ναῦς ἑτέρα δύναται πλεῖν, ἀλλ’ὅσον ἄνθρωπον ἐπιβῆναι · ἀλλὰ πᾶν τὸ ξένον τοῦ τόπου πηλὸς ἐμπίπτων κρατεῖ. τοῖς δὲ μικρὰ μὲν καὶ κοῦφα πλοῖα, καὶ ὀλίγον ὕδωρ αὐτοῖς ἀρκεῖ · εἰ δὲ τέλεον ἄνυδρον εἴη, ἀράμενοι τοῖς νώτοις οἱ πλωτῆρες τὸ πλοῖον φέρουσιν, ἄχρις ἂν ἐπιτύχωσιν ὕδατος.

4.12.6ἐν ταύταις δὴ ταῖς λίμναις μέσαι νῆσοί τινές εἰσι σποράδην πεποιημέναι · αἱ μὲν οἰκοδομημάτων ἔρημοι, παπύροις πεφυτευμέναι · τῶν δὲ παπύρων διεστᾶσιν αἱ φάλαγγες πεπυκνωμέναι τοσοῦτον ὅσον παρ’ἑκάστην ἄνδρα στῆναι μόνον, τὸ μεταξὺ δὲ τοῦτο τῆς πυκνώσεως αὐτῶν ἄνωθεν ἀναπληροῦσιν αἱ τῶν παπύρων κόμαι.

4.12.7ὑποτρέχοντες οὖν ἐκεῖ καὶ βουλεύονται καὶ λοχῶσι καὶ λανθάνουσι, τείχεσι ταῖς παπύροις χρώμενοι. εἰσὶ δὲ τῶν νήσων τινὲς καλύβας ἔχουσαι, καὶ αὐτοσχέδιον μεμίμηνται πόλιν ταῖς λίμναις τετειχισμέναι.

4.12.8βουκόλων αὗται καταγωγαί. τῶν πλησίον οὖν μία μεγέθει καὶ καλύβαις πλείοσι διαφέρουσα ἐκάλουν δὲ αὐτήν, οἶμαι, Νίκωχιν, ἐνταῦθα πάντες συνελθόντες ὡς εἰς τόπον ὀχυρώτατον ἐθάρρουν καὶ πλήθει καὶ τόπῳ. εἷς γὰρ αὐτὴν διεῖργε στενωπὸς τὸ μὴ πᾶσαν νῆσον γενέσθαι · ἦν δὲ σταδίου μὲν τὸ μέγεθος, τὸ δὲ πλάτος ὀργυιῶν δώδεκα · λίμναι δὲ τῇδε κἀκεῖσε τὴν πόλιν περιέρρεον.

4.13

4.13.1ἐπεὶ τοίνυν ἑώρων τὸν στρατηγὸν προσπελάζοντα, τεχνάζονταί τι τοιοῦτον. συναγαγόντες πάντας τοὺς γέροντας καὶ ἐπιθέντες αὐτοῖς ἱκετηρίας ῥάβδους φοινικίνας, ὄπισθεν ἐπιτάττουσι τῶν νέων τοὺς ἀκμαιοτάτους ἀσπίσι καὶ λόγχαις ὡπλισμένους.

4.13.2ἔμελλον δὲ οἱ μὲν γέροντες ἀνίσχοντες τὰς ἱκετηρίας πετάλων κόμαις καλύψειν τοὺς ὄπισθεν, οἱ δὲ ἑπόμενοι τὰς λόγχας ἐπισυρεῖν ὑπτίας, ὡς ἂν ἥκιστα ὀφθεῖεν. κἂν μὲν στρατηγὸς πεισθῇ ταῖς τῶν γερόντων λιταῖς, μηδέν τι νεωτερίζειν τοὺς λογχοφόρους εἰς μάχην · εἰ δὲ μή, καλεῖν αὐτὸν ἐπὶ τὴν πόλιν, ὡς σφᾶς αὐτοὺς διδόντων εἰς θάνατον.

4.13.3ὅταν δὲ ἐν μέσῳ γένωνται τῷ στενωπῷ, τοὺς μὲν γέροντας ἀπὸ συνθήματος διαδιδράσκειν καὶ ῥίπτειν τὰς ἱκετηρίας, τοὺς δὲ ὡπλισμένους προδραμόντας τι καὶ δύναιντο ποιεῖν.

4.13.4παρῆσαν οὖν ἐσκευασμένοι τοῦτον τὸν τρόπον καὶ ἐδέοντο τοῦ στρατηγοῦ αἰδεσθῆναι μὲν αὐτῶν τὸ γῆρας, αἰδεσθῆναι δὲ τὰς ἱκετηρίας, ἐλεῆσαι δὲ τὴν πόλιν · ἐδίδοσαν δὲ αὐτῷ ἰδίᾳ μὲν ἀργυρίου τάλαντα ἑκατόν, πρὸς δὲ τὸν σατράπην ἄγειν ἄνδρας ἑκατὸν θέλοντας αὑτοὺς ὑπὲρ τῆς πόλεως διδόναι, ὡς ἂν ἔχοι καὶ πρὸς ἐκεῖνον λάφυρον φέρειν.

4.13.5καὶ λόγος αὐτοῖς οὐκ ἐψεύδετο, ἀλλ’ἔδωκαν ἄν, εἰ λαβεῖν ἠθέλησεν. ὡς δὲ οὐ προσίετο τοὺς λόγους, οὐκοῦν ἔφασαν οἱ γέροντες εἰ ταῦτά σοι δέδοκται, οἴσομεν τὴν εἱμαρμένην.

4.13.6ἐν κακοῖς σὺ πάρασχε τὴν χάριν · μὴ ἔξω φονεύσῃς πυλῶν μη δὲ τῆς πόλεως μακράν, ἀλλ’ἐπὶ τὴν πατρῴαν γῆν, ἐπὶ τὴν τῆς γενέσεως ἑστίαν ἄγε · τάφον ἡμῖν ποίησον τὴν πόλιν. ἰδού σοι πρὸς τὸν θάνατον ἡγούμεθα. ταῦτα ἀκούσας στρατηγὸς τὴν μὲν παρασκευὴν τῆς μάχης ἀφίησι, κελεύει δὲ ἔρχεσθαι καθ’ἡσυχίαν τῷ στρατῷ.

4.14

4.14.1ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, οὕς οἱ βουκόλοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναντίοις.

4.14.2ἔχει γὰρ οὕτω τὰ τοῦ Νείλου ῥεύματα. καθ’ἑκάστην διώρυχα χῶμα ἔχουσιν Αἰγύπτιοι, ὡς ἂν μὴ πρὸ καιροῦ τῆς χρείας ὑπερέχων Νεῖλος τὴν γῆν ἐπικλύσῃ. ὅταν δὲ δεηθῶσιν ἀρδεῦσαι τὸ πεδίον, ἀνέῳξαν ὀλίγον τοῦ χώματος. ἦν οὖν τῆς κώμης ὄπισθεν διῶρυξ τοῦ ποταμοῦ μεγάλη καὶ πλατεῖα.

4.14.3ταύτῃ οἱ τεταγμένοι τὸ ἔργον ὡς εἶδον εἰσιόντας τοὺς πολεμίους, διακόπτουσι ταχὺ τὸ χῶμα. πάντα οὖν ὁμοῦ γίνεται · οἱ μὲν γέροντες οἱ κατὰ πρόσωπον ἄφνω διίστανται, οἱ δὲ τὰς λόγχας ἐγείραντες ἐκτρέχουσι · τὸ δὲ ὕδωρ ἤδη παρῆν, καὶ ὠγκοῦντο μὲν οἱ λίμναι πάντοθεν οἰδοῦσαι, δὲ ἰσθμὸς ἐπεκλύζετο, πάντα δὲ ἦν ὥσπερ θάλασσα.

4.14.4ἐμπεσόντες οὖν οἱ βουκόλοι τοὺς μὲν κατὰ πρόσωπον καὶ τὸν στρατηγὸν αὐτὸν διαπείρουσι ταῖς λόγχαις, ἀπαρασκεύουςτε ὄντας καὶ πρὸς τὸ ἀδόκητον τεταραγμένους ·

4.14.5τῶν δ’ἄλλων ἀδιήγητος θάνατος ἦν. οἱ μὲν γὰρ εὐθὺς ἐκ πρώτης προσβολῆς μη δὲ κινήσαντες τὰς αἰχμὰς ἀπώλλυντο, οἱ δὲ οὐ λαβόντες σχολὴν ἀμύνασθαι · ἅμα γὰρ ἐμάνθανον καὶ ἔπασχον · ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν · οἱ δὲ ὑπ’ἐκπλήξεως παραλόγου τὸν θάνατον εἱστήκεσαν περιμένοντες · οἱ δὲ καὶ κινηθέντες μόνον κατωλίσθανον ὑποσκελίζοντος αὐτοὺς τοῦ ποταμοῦ · οἱ δὲ καὶ φεύγειν ὁρμήσαντες εἰς τὸ βαθὺ τῆς λίμνης ἐγκυλισθέντες ὑπεσύρησαν.

4.14.6τῶν μὲν γὰρ ἐπὶ τῆς γῆς ἑστώτων τὸ ὕδωρ ἦν ἄχρις ὀμφαλοῦ, ὥστε καὶ ἀνέκρουεν αὐτῶν τὰς ἀσπίδας καὶ ἐγύμνου πρὸς τὰ τραύματα τὰς γαστέρας · τὸ δὲ κατὰ τὴν λίμνην ὕδωρ πάντη ὑπὲρ κεφαλὴν ἀνδρὸς ἦν.

4.14.7διακρῖναι δ’οὐκ ἦν τί λίμνη καὶ τί πεδίον, ἀλλὰ καὶ διὰ τῆς γῆς τρέχων δέει τοῦ μὴ διαμαρτεῖν βραδύτερος ἦν πρὸς τὴν φυγήν, ὥστε ταχέως ἡλίσκετο, καὶ κατὰ τῆς λίμνης πλανηθείς, δόξας γῆν εἶναι, κατεδύετο.

4.14.8καὶ ἦν καινὰ ἀτυχήματα, ναυάγια τοσαῦτα, καὶ ναῦς οὐδαμοῦ · ἀμφότερα δὲ καινὰ καὶ παράλογα, ἐν ὕδατι πεζομαχία, καὶ ἐν τῇ γῇ ναυαγία.

4.14.9οἱ μὲν δὴ τοῖς πεπραγμένοις ἐπαρθέντες μέγα ἐφρόνουν, ἀνδρείᾳ νομίζοντες κεκρατηκέναι καὶ οὐκ ἀπάτης κλοπῇ. ἀνὴρ γὰρ Αἰγύπτιος καὶ τὸ δειλὸν ὅπου φοβεῖται δεδούλωται, καὶ τὸ μάχιμον ἐν οἷς θαρρεῖ παρώξυνται · ἀμφότερα δὲ οὐ κατὰ μέτρον, ἀλλὰ τὸ μὲν ἀσθενέστερον δυστυχεῖ, τὸ δὲ προπετέστερον κρατεῖ.

4.15

4.15.1δέκα δὲ τῇ Λευκίππῃ διεληλύθεσαν ἡμέραι τῆς μανίας, δὲ νόσος οὐκ ἐκουφίζετο. ἅπαξ οὖν ποτε καθεύδουσα, ταύτην ἀφίησιν ὀνειροπολουμένη τὴν φωνὴν διὰ σὲ μαίνομαι, Γοργία. ἐπεὶ οὖν ἕως ἐγένετο, λέγω τῷ Μενελάῳ τὸ λεχθὲν καὶ ἐσκόπουν εἴ τις εἴη που κατὰ τὴν κώμην Γοργίας.

4.15.2προελθοῦσι δ’ἡμῖν νεανίσκος προσέρχεταί τις καὶ προσαγορεύσας με σωτὴρ ἥκω σὸς ἔφη καὶ τῆς σῆς γυναικός. ἐκπλαγεὶς οὖν καὶ θεόπεμπτον εἶναι νομίσας τὸν ἄνθρωπον μὴ Γοργίας εἶπον τυγχάνεις; οὐ μὲν οὖν εἶπεν ἀλλὰ Χαιρέας · Γοργίας γάρ σε ἀπολώλεκεν.

4.15.3ἔτι μᾶλλον ἔφριξα καὶ λέγω τίνα ταύτην ἀπώλειαν, καὶ τίς ἐστιν Γοργίας; δαίμων γάρ μοί τις αὐτὸν ἐμήνυσε νύκτωρ · σὺ δὲ ἐξηγητὴς γενοῦ τῶν θείων μηνυμάτων. Γοργίας ἦν μὲν ἔφη Αἰγύπτιος στρατιώτης · νῦν δὲ οὐκέτ’ἔστιν, ἀλλ’ἔργον γέγονε τῶν βουκόλων · ἤρα δὲ τῆς σῆς γυναικός.

4.15.4ὤν δὲ φύσει φαρμακεὺς σκευάζει τι φάρμακον ἔρωτος καὶ πείθει τὸν διακονούμενον ὑμῖν Αἰγύπτιον λαβεῖν τὸ φάρμακον καὶ ἐγκαταμίξαι τῷ τῆς Λευκίππης ποτῷ. λανθάνει δὲ ἀκράτῳ χρησάμενος τῷ φαρμάκῳ, καὶ τὸ φίλτρον εἰς μανίαν αἴρεται.

4.15.5ταῦτα γάρ μοι χθὲς τοῦ Γοργίου θεράπων διηγήσατο, ὃς ἔτυχεν αὐτῷ συστρατευσάμενος ἐπὶ τοὺς βουκόλους · ἔσωσε δὲ αὐτόν, ὡς εἰκός, ὑπὲρ ὑμῶν Τύχη. αἰτεῖ δὲ χρυσοῦς τέτταρας ὑπὲρ τῆς ἰάσεως · ἔχει γάρ, φησίν, ἑτέρου φαρμάκου σκευήν, δι’οὗ λύσει τὸ πρότερον.

4.15.6ἀλλὰ σοὶ μὲν ἔφην ἀγαθὰ γένοιτο τῆς διακονίας · τὸν δ’ἄνθρωπον, ὃν λέγεις, ἄγε πρὸς ἡμᾶς. καὶ μὲν ἀπῆλθεν, ἐγὼ δὲ πρὸς τὸν Αἰγύπτιον εἰσελθὼν τύπτω αὐτὸν πὺξ κατὰ τῶν προσώπων καὶ δευτέραν καὶ τρίτην, θορυβῶν δὲ ἅμα λέγω εἰπόν, τί δέδωκας Λευκίππῃ, καὶ πόθεν μαίνεται; δὲ φοβηθεὶς καταλέγει πάντα, ὅσα ἡμῖν Χαιρέας διηγήσατο. τὸν μὲν οὖν εἴχομεν ἐν φυλακῇ καθείρξαντες.

4.16

4.16.1 κἀν τούτῳ παρῆν Χαιρέας, ἄγων τὸν ἄνθρωπον. λέγω οὖν πρὸς ἀμφοτέρους τοὺς μὲν τέτταρας χρυσοῦς ἤδη λάβετε μισθὸν ἀγαθῆς μηνύσεως · ἀκούσατε δὲ ὡς ἔχω περὶ τοῦ φαρμάκου. ὁρᾶτε ὡς καὶ τῶν παρόντων τῇ γυναικὶ κακῶν αἴτιον γέγονε φάρμακον.

4.16.2οὐκ ἀκίνδυνον δὲ ἐπιφαρμάσσειν τὰ σπλάγχνα ἤδη πεφαρμαγμένα. φέρε εἴπατε τι καὶ ἔχει τὸ φάρμακον τοῦτο, καὶ παρόντων ἡμῶν σκευάσατε · χρυσοῖ δὲ ὑμῖν ἄλλοι τέτταρες μισθός, ἄν οὕτω ποιῆτε. καὶ ἄνθρωπος δίκαια ἔφη φοβῇ ·

4.16.3τὰ δὲ ἐμβαλλόμενα κοινὰ καὶ πάντα ἐδώδιμα · αὐτὸς δὲ τούτων ἀπογεύσομαι τοσοῦτον, ὅσον κἀκείνη λάβῃ. καὶ ἅμα κελεύει τινὰ πριάμενον κομίζειν, ἕκαστον εἰπών. ὥς δὲ ταχὺ μὲν ἐκομίσθη, παρόντων δ’ἡμῶν συνέτριψε πάντα ὁμοῦ, δίχα διελὼν τὸ μὲν αὐτὸς ἔφη πίομαι πρῶτος, τὸ δὲ δώσω τῇ γυναικί.

4.16.4κοιμήσεται δὲ πάντως δι’ὅλης τῆς νυκτὸς λαβοῦσα · περὶ δὲ τὴν ἕω καὶ τὸν ὕπνον καὶ τὴν νόσον ἀπώσεται. λαμβάνει δὴ τοῦ φαρμάκου πρῶτος αὐτός, τὸ δὲ λοιπὸν κελεύει περὶ τὴν ἑσπέραν δοῦναι πιεῖν.

4.16.5ἐγὼ δὲ ἄπειμι ἔφη κοιμησόμενος · τὸ γὰρ φάρμακον οὕτω βούλεται. ταῦτα εἰπὼν ἀπῆλθε, τοὺς τέτταρας χρυσοῦς παρ’ἐμοῦ λαβών. τοὺς δὲ λοιποὺς ἔφην δώσω, εἰ ῥαΐσει ἐκ τῆς νόσου.

4.17

4.17.1ἐπεὶ οὖν καιρὸς ἦν αὐτῇ πιεῖν τὸ φάρμακον, ἐγχέας προσηυχόμην αὐτῷ γῆς τέκνον, φάρμακον, δῶρον Ἀσκληπιοῦ, ἀλήθευσόν σου τὰ ἐπαγγέλματα · εὐτυχέστερον ἐμοῦ γενοῦ καὶ σῶζέ μοι τὴν φιλτάτην. νίκησον τὸ φάρμακον ἐκεῖνο τὸ βάρβαρον καὶ ἄγριον.

4.17.2ταῦτα δοὺς τῷ φαρμάκῳ τὰ συνθήματα καὶ καταφιλήσας τὸ ἔκπωμα δίδωμι τῇ Λευκίππῃ πιεῖν · δέ, ὡς ἄνθρωπος εἶπε, μετὰ μικρὸν ἔκειτο καθεύδουσα. κἀγὼ παρακαθήμενος ἔλεγον πρὸς αὐτὴν ὡς ἀκούουσαν ἆρά μοι σωφρονήσεις ἀληθῶς; ἆρά μέ ποτε γνωριεῖς; ἆρά σου τὴν φωνὴν ἐκείνην ἀπολήψομαι;

4.17.3μάντευσαί τι καὶ νῦν καθεύδουσα · καὶ γὰρ χθὲς τοῦ Γοργίου κατεμαντεύσω δικαίως. εὐτυχεῖς ἄρα μᾶλλον κοιμωμένη · γρηγοροῦσα μὲν γὰρ μανίαν δυστυχεῖς, τὰ δὲ ἐνύπνιά σου σωφρονεῖ.

4.17.4ταῦτά μου διαλεγομένου ὡς πρὸς ἀκούουσαν Λευκίππην, μόλις πολύευκτος ἕως ἀναφαίνεται, καὶ Λευκίππη φθέγγεται, καὶ ἦν φωνὴ Κλειτοφῶν.

4.17.5ἀναπηδήσας οὖν πρόσειμίτε αὐτῇ καὶ πυνθάνομαι πῶς ἔχει · δὲ ἐῴκει μὲν μηδὲν ὧν ἔπραξεν ἐγνωκέναι, τὰ δεσμὰ δὲ ἰδοῦσα ἐθαύμαζε καὶ ἐπυνθάνετο τίς δήσας εἴη. ἐγὼ δὲ ἰδὼν σωφρονοῦσαν ὑπὸ πολλῆς χαρᾶς ἔλυον μὲν μετὰ θορύβου τὰ δεσμά, μετὰ ταῦτα δὲ ἤδη τὸ πᾶν αὐτῇ διηγοῦμαι · δὲ ᾐσχύνετο ἀκροωμένη καὶ ἠρυθρία καὶ ἐνόμιζε τότε αὐτὰ ποιεῖν.

4.17.6τὴν μὲν οὖν ἀνελάμβανον παραμυθούμενος, τοῦ δὲ φαρμάκου τὸν μισθὸν ἀποδίδωμι μάλα ἄσμενος. ἦν δὲ τὸ πᾶν ἡμῖν ἐφόδιον σῶον · γὰρ Σάτυρος ἔτυχεν ἐζωσμένος ὅτε ἐναυαγήσαμεν, οὐκ ἀφῄρητο δὲ ὑπὸ τῶν λῃστῶν οὔτε αὐτὸς οὔτε Μενέλαος οὐδὲν ὧν εἶχεν.

4.18

4.18.1ἐν τούτῳ δὲ καὶ τοὺς · λῃστὰς ἐπελθοῦσα δύναμις μείζων ἀπὸ τῆς μητροπόλεως παρεστήσατο καὶ πᾶσαν αὐτῶν εἰς ἔδαφος κατέστρεψε τὴν πόλιν. ἐλευθερωθέντος δὲ τοῦ ποταμοῦ τῆς τῶν βουκόλων ὕβρεως, παρεσκευαζόμεθα τὸν ἐπὶ τὴν Ἀλεξάνδρειαν πλοῦν. συνέπλει δὲ ἡμῖν καὶ Χαιρέας, φίλος ἤδη γενόμενος ἐκ τῆς τοῦ φαρμάκου μηνύσεως.

4.18.2ἦν δὲ τὸ μὲν γένος ἐκ τῆς νήσου τῆς Φάρου, τὴν δὲ τέχνην ἁλιεύς, ἐστρατεύετο δὲ μισθοῦ κατὰ τῶν βουκόλων τὴν ἐν ταῖς ναυσὶ στρατείαν, ὥστε μετὰ τὸν πόλεμον τῆς στρατείας ἀπήλλακτο.

4.18.3ἦν οὖν ἐξ ἀπλοίας μακρᾶς πλεόντων πάντα μεστὰ καὶ πολλή τις ὄψεως ἡδονή, ναυτῶν ᾠδή, πλωτήρων κρότος, χορεία νεῶν, καὶ ἦν ἅπας ποταμὸς ἑορτή · ἐῴκει δὲ πλοῦς κωμάζοντι ποταμῷ. ἔπινον δὲ καὶ τοῦ Νείλου τότε πρῶτον ἄνευ τῆς πρὸς οἶνον ὁμιλίας, κρῖναι θέλων τοῦ πώματος τὴν ἡδονήν · οἶνος γὰρ φύσεως ὕδατος κλοπή.

4.18.4ἀρυσάμενος οὖν ὑάλου τῆς διαφανοῦς κύλικα, τὸ ὕδωρ ἑώρων ὑπὸ λευκότητος πρὸς τὸ ἔκπωμα ἁμιλλώμενον καὶ τὸ ἔκπωμα νικώμενον · γλυκὺ δὲ πινόμενον ἦν καὶ ψυχρὸν ἐν μέτρῳ τῆς ἡδονῆς · οἶδα γὰρ ἐνίους τῶν παρ’Ἕλλησι ποταμῶν καὶ τιτρώσκοντας τούτῳ ·

4.18.5συνέκρινον αὐτοὺς τῷ ποταμῷ. διὰ τοῦτο αὐτὸν ἄκρατον Αἰγύπτιος πίνων οὐ φοβεῖται, Διονύσου μὴ δεόμενος. ἐθαύμασα δὲ αὐτῶν καὶ τὸν τρόπον τοῦ ποτοῦ. οὔτε γὰρ ἀρύσαντες πίνειν ἐθέλουσιν οὔτε ἐκπωμάτων ἀνέχονται, ἔκπωμα αὐτουργὸν ἔχοντες · ἔκπωμα γὰρ αὐτοῖς ἐστιν χείρ.

4.18.6εἰ γάρ τις αὐτῶν διψήσειε πλέων, προκύψας ἐκ τῆς νεὼς τὸ μὲν πρόσωπον ἐς τὸν ποταμὸν προβέβληκε, τὴν δὲ χεῖρα εἰς τὸ ὕδωρ καθῆκε καὶ κοίλην βαπτίσας καὶ πλησάμενος ὕδατος ἀκοντίζει κατὰ τοῦ στόματος τὸ πῶμα καὶ τυγχάνει τοῦ σκοποῦ · τὸ δὲ κεχηνὸς περιμένει τὴν βολὴν καὶ δέχεται καὶ κλείεται καὶ οὐκ ἐᾷ τὸ ὕδωρ αὖθις ἔξω πεσεῖν.

4.19

4.19.1εἶδον δὲ καὶ ἄλλο θηρίον τοῦ Νείλου ὑπὲρ τὸν ἵππον τὸν ποτάμιον εἰς ἀλκὴν ἐπαινούμενον, κροκόδειλος δὲ ὄνομα ἦν αὐτῷ · παρήλλακτο δὲ τὴν μορφὴν εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον. μέγας μὲν γὰρ ἐκ κεφαλῆς ἐς οὐράν, τὸ δὲ εὖρος τοῦ μεγέθους οὐ κατὰ λόγον.

4.19.2δορὰ μὲν φολίσι ῥυσή, τεφραία δὲ τῶν νώτων χρόα · γαστὴρ δὲ λευκή · πόδες τέτταρες εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι, καθάπερ χερσαίας χελώνης · οὐρὰ μακρὰ καὶ παχεῖα καὶ ἐοικυῖα στερεῷ σώματι.

4.19.3οὐ γὰρ ὡς τοῖς ἄλλοις ἐπίκειται θηρίοις, ἀλλ’ἔστι τῆς ῥάχεως ἓν ὀστοῦν τελευτὴ καὶ μέρος αὐτοῦ τῶν ὅλων. ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας ἀναιδεῖς, οἷαι τῶν πριόνων εἰσὶν αἱ αἰχμαί.

4.19.4αὕτη δὲ αὐτῷ καὶ μάστιξ ἐπὶ τῆς ἄγρας γίνεται · τύπτει γὰρ αὐτῇ πρὸς οὓς ἄν διαπαλαίῃ καὶ πολλὰ ποιεῖ τραύματα πληγῇ μιᾷ. κεφαλὴ δὲ αὐτῷ τοῖς νώτοις συνυφαίνεται καὶ εἰς μίαν στάθμην ἰθύνεται (ἔκλεψε γὰρ αὐτοῦ τὴν δέρην φύσις), ἔστι δὲ τοῦ λοιποῦ βλοσυρωτέρα σώματος καὶ ἐπὶ πλεῖστον ἐπὶ τὰς γένυς ἐκτείνεται καὶ ἀνοίγεται πᾶσα.

4.19.5τὸν μὲν γὰρ ἄλλον χρόνον, παρ’ὅσον οὐ κέχηνε τὸ θηρίον, ἔστι κεφαλή · ὅταν δὲ χάνῃ πρὸς τὰς ἄγρας, ὅλον στόμα γίνεται. ἀνοίγει δὲ τὴν γένυν τὴν ἄνω, τὴν δὲ κάτω στερεὰν ἔχει · καὶ ἀπόστασίς ἐστι πολλή, καὶ μέχρι τῶν ὤμων τὸ χάσμα, καὶ εὐθύς γαστήρ.

4.19.6ὀδόντες δὲ πολλοὶ καὶ ἐπὶ πλεῖστον τεταγμένοι. φασὶ δὲ ὅτι τὸν ἀριθμὸν τυγχάνουσιν ὅσας θεὸς εἰς ὅλον ἔτος ἀναλάμπει τὰς ἡμέρας · τοσοῦτον σπόρον φέρει τῶν γενύων πεδίον. ἂν δ’ἐκπεράσῃ πρὸς τὴν γῆν, ὅσον ἔχει δυνάμεως ἀπιστήσεις, ἰδὼν τὴν τοῦ σώματος ὁλκήν.