Leucippe and Clitophon, 2
2.1.1ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων · οὐ γὰρ ἠδυνάμην ἐμαυτοῦ κα- κἂν ἐπ’ὀλίγον κρατεῖν τὸ μὴ ὁρᾶν τὴν κόρην. ἡ δὲ πρῶτον μὲν ᾖσεν Ὁμήρου τὴν πρὸς τὸν λέοντα τοῦ συὸς μάχην · ἔπειτα δέ τι καὶ τῆς ἁπαλῆς μούσης ἐλίγαινε · ῥόδον γὰρ ἐπῄνει τὸ ᾆσμα.
2.1.2εἴ τις τὰς καμπὰς τῆς ᾠδῆς περιελὼν ψιλὸν ἔλεγεν ἁρμονίας τὸν λόγον, οὕτως ἂν εἶχεν ὅ λόγος · “εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. γῆς ἐστι κόσμος, φυτῶν ἀγλάισμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα.
2.1.3ἔρωτος πνεῖ, Ἀφροδίτην προξενεῖ, εὐώδεσι φύλλοις κομᾷ, εὐκινήτοις πετάλοις τρυφᾷ, τὰ πέταλα τῷ Ζεφύρῳ γελᾷ”. ἡ μὲν ταῦτα ᾖδεν · ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων αὐτῆς ἰδεῖν, ὡς εἴ τις τῆς κάλυκος τὸ περιφερὲς εἰς τὴν τοῦ στόματος ἔκλεισε μορφήν.
2.2.1καὶ ἄρτι πέπαυτο τῶν κιθαρισμάτων καὶ πάλιν τοῦ δείπνου καιρὸς ἦν. ἦν γὰρ ἑορτὴ προτρυγαίου Διονύσου τότε. τὸν γὰρ Διόνυσον Τύριοι νομίζουσιν ἑαυτῶν, ἐπεὶ καὶ τὸν Κάδμου μῦθον ᾅδουσι ·
2.2.2καὶ τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον, οἶνον οὐκ εἶναί ποτε παρ’ἀνθρώποις, οὐ τὸν μέλανα τὸν ἀνθοσμίαν, οὐ τὸν τῆς Βιβλίνης ἀμπέλου, οὐ τὸν Μάρωνος τὸν Θρᾴκιον, οὐ Χῖον τὸν ἐκ Λακαίνης, οὐ τὸν Ἰκάρου τὸν νησιώτην, ἀλλὰ τούτους μὲν ἅπαντας ἀποίκους εἶναι Τυρίων ἀμπέλων, τὴν δὲ πρώτην παρ’αὐτοῖς φῦναι τῶν οἴνων μητέρα.
2.2.3εἶναι γὰρ ἐκεῖ φιλόξενόν τινα βουκόλον, οἷον τὸν Ἰκάριον Ἀθηναῖοι λέγουσι, καὶ τοῦτον ἐνταῦθα τοῦ μύθου γενέσθαι πατέρα. ἐπὶ τοῦτον ἧκεν ὁ Διόνυσος τὸν βουκόλον, ὁ δὲ αὐτῷ παρατίθησιν ὅσα γῆ φέρει καὶ ἅμαξα ·βοῶν · ποτὸν δὲ ἦν παρ’αὐτοῖς οἷον καὶ ὁ βοῦς ἔπινεν ·
2.2.4οὔπω γὰρ τὸ ἀμπέλινον ἦν. ὁ Διόνυσος ἐπαινεῖ τῆς φιλοφροσύνης τὸν βουκόλον καὶ αὐτῷ προπίνει κύλικα φιλοτησίαν · τὸ δὲ ποτὸν οἶνος ἦν. ὁ δὲ πιὼν ὑφ’ἡδονῆς βακχεύεται καὶ λέγει πρὸς τὸν θεὸν “πόθεν, ὦ ξένε, σοὶ τὸ ὕδωρ τοῦτο τὸ πορφυροῦν;
2.2.5οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ ῥέον. τὸ μὲν γὰρ εἰς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν ἡδονήν · τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας εὐφραίνει καὶ θιγόντι μὲν ψυχρόν ἐστιν, εἰς τὴν γαστέρα δὲ καταθορὸν ἀνάπτει κάτωθεν πῦρ ἡδονῆς”. καὶ ὁ Διόνυσος ἔφη “τοῦτό ἐστιν ὀπώρας ὕδωρ”. ἄγει πρὸς τὴν ἄμπελον ὁ θεὸς τὸν βουκόλον, καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς τὴν ἄμπελον “τοῦτο μέν ἐστιν” ἔφη “τὸ ὕδωρ, τοῦτο δὲ ἡ πηγή”.
2.2.6ὁ μὲν οὖν οὕτως ἐς ἀνθρώπους παρῆλθεν, ὡς ὁ Τυρίων λόγος, ἑορτὴν δὲ ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ.
2.3.1φιλοτιμούμενος οὖν ὁ πατὴρ τάτ’ἄλλα παρασκευάσας ἐς τὸ δεῖπνον ἔτυχε πολυτελέστατα καὶ κρατῆρα παρέθηκε τὸν ἱερὸν τοῦ θεοῦ, μετὰ τὸν Γλαύκου τοῦ Χίου δεύτερον.
2.3.2ὑάλου μὲν τὸ πᾶν ἔργον ὀρωρυγμένης · κύκλῳ δὲ αὐτὸν ἄμπελοι περιέστεφον ἀπ’αὐτοῦ τοῦ κρατῆρος πεφυτευμέναι · οἱ δὲ βότρυες πάντη περικρεμάμενοι · ὄμφαξ μὲν αὐτῶν ἕκαστος ὅσον ἦν κενὸς ὁ κρατήρ · ἐὰν δὲ ἐγχέῃς οἶνον, κατὰ μικρὸν ὁ βότρυς ὑποπερκάζεται καὶ σταφυλὴν τὴν ὄμφακα ποιεῖ · Διόνυσόςτε ἐντετύπωται τῶν βοτρύων, ἵνα τὴν ἄμπελον γεωργῇ.
2.3.3τοῦ δὲ πότου προϊόντος ἤδη καὶ ἀναισχύντως ἐς αὐτὴν ἑώρων. ἔρως δὲ καὶ Διόνυσος, δύο βίαιοι θεοί, ψυχὴν κατασχόντες, ἐκμαίνουσιν εἰς ἀναισχυντίαν, ὁ μὲν κάων αὐτὴν τῷ συνήθει πυρί, ὁ δὲ τὸν οἶνον ὑπέκκαυμα φέρων · οἶνος γὰρ ἔρωτος τροφή. ἤδη δὲ καὶ αὐτὴ περιεργότερον εἰς ἐμὲ βλέπειν ἐθρασύνετο. καὶ ταῦτα μὲν ἡμῖν ἡμερῶν ἐπράττετο δέκα · καὶ πλέον τῶν ὀμμάτων ἐκερδαίνομεν ἢ ἐτολμῶμεν οὐδέν.
2.4.1κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν · ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι, πρὶν παρ’ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λαθεῖν. ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ.
2.4.2“ἤδη δὲ” ἔφη “καὶ τὸ αὐτόματον ἡμῶν προὐνόησεν. ἡ γὰρ τὸν θάλαμον αὐτῆς πεπιστευμένη Κλειὼ κεκοινώνηκέ μοι καὶ ἔχει πρός με ὡς ἐραστήν. ταύτην παρασκευάσω κατὰ μικρὸν πρὸς ἡμᾶς οὕτως ἔχειν, ὡς καὶ συναίρεσθαι πρὸς τὸ ἔργον.
2.4.3δεῖ δέ σε τὴν κόρην μὴ μέχρι τῶν ὀμμάτων πειρᾶν, ἀλλὰ καὶ ῥῆμα δριμύτερον εἰπεῖν. τότε δὲ πρόσαγε τὴν δευτέραν μηχανήν.
2.4.4θίγε χειρός, θλῖψον δάκτυλον, θλίβων στέναξον. ἢν δὲ ταῦτά σου ποιοῦντος καρτερῇ καὶ προσίηται, σὸν ἔργον ἤδη δέσποινάντε καλεῖν καὶ φιλῆσαι τράχηλον”. “πιθανῶς μὲν” ἔφην “νὴ τὴν Ἀθηνᾶν, ἐς τὸ ἔργον παιδοτριβεῖς · δέδοικα δὲ μὴ ἄτολμος καὶ δειλὸς ἔρωτος ἀθλητὴς γένωμαι”.
2.4.5“ἔρως, ὦ γενναῖε” ἔφη “δειλίας οὐκ ἀνέχεται. ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὥς ἐστι στρατιωτικόν; τόξα καὶ φαρέτρα καὶ βέλη καὶ πῦρ, ἀνδρεῖα πάντα καὶ τόλμης γέμοντα. τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχων δειλὸς εἶ καὶ φοβῇ;
2.4.6ὅρα μὴ καταψεύσῃ τοῦ θεοῦ. ἀρχὴν δέ σοι ἐγὼ παρέξω. τὴν Κλειὼ γὰρ ἀπάξω μάλιστα ὅταν ἐπιτήδειον ἴδω καιρὸν τοῦ σε τῇ παρθένῳ δύνασθαι συνεῖναι μόνῃ”.
2.5.1ταῦτα εἰπὼν ἐχώρησεν ἔξω τῶν θυρῶν · ἐγὼ δὲ κατ’ἐμαυτὸν γενόμενος καὶ ὑπὸ τοῦ Σατύρου παροξυνθείς, ἤσκουν ἐμαυτὸν εἰς εὐτολμίαν πρὸς τὴν παρθένον. “μέχρι τίνος, ἄνανδρε, σιγᾷς; τί δὲ δειλὸς εἶ στρατιώτης ἀνδρείου θεοῦ; τὴν κόρην προσελθεῖν σοὶ περιμένεις”; εἶτα προσετίθην “τί γάρ, ὦ κακόδαιμον, οὐ σωφρονεῖς;
2.5.2τί δὲ οὐκ ἐρᾷς ὧν σε δεῖ; παρθένον ἔνδον ἔχεις ἄλλην καλήν · ταύτης ἔρα, ταύτην βλέπε, ταύτην ἔξεστί σοι γαμεῖν”. ἐδόκουν πεπεῖσθαι · κάτωθεν δὲ ὥσπερ ἐκ τῆς καρδίας ὁ ἔρως ἀντεφθέγγετο “ναί, τολμηρέ, κατ’ἐμοῦ στρατεύῃ καὶ ἀντιπαρατάττῃ; ἵπταμαι καὶ τοξεύω καὶ φλέγω · πῶς δυνήσῃ με φυγεῖν; ἂν φυλάξῃ μου τὸ τόξον, οὐκ ἔχεις φυλάξασθαι τὸ πῦρ · ἂν δὲ κατασβέσῃς σωφροσύνῃ τὴν φλόγα, αὐτῷ σε καταλήψομαι τῷ πτερῷ”.
2.6.1ταῦτα διαλεγόμενος ἔλαθον ἐπιστὰς ἀπροοράτως τῇ κόρῃ καὶ ὠχρίασα ἰδὼν ἐξαίφνης, εἶτ’ἐφοινίχθην · μόνη δ’ἦν καὶ οὐ δὲ ἡ Κλειὼ συμπαρῆν · ὅμως οὖν, ὡς ἂν τεθορυβημένος οὐκ ἔχων τί εἴπω “χαῖρε” ἔφην “δέσποινα”.
2.6.2ἡ δὲ μειδιάσασα γλυκὺ καὶ ἐμφανίσασα διὰ τοῦ γέλωτος ὅτι συνῆκε πῶς εἶπον τὸ “χαῖρε δέσποινα,” εἶπεν “ἐγὼ σή; μὴ τοῦτ’εἴπῃς”. “καὶ μὴν πέπρακέ μέ τίς σοι θεῶν, ὥσπερ καὶ τὸν Ἡρακλέα τῇ Ὀμφάλῃ”. “τὸν Ἑρμῆν λέγεις;
2.6.3τούτῳ τὴν πρᾶσιν ἐκέλευσεν ὁ Ζεύς,” καὶ ἅμα ἐγέλασε. “ποῖον Ἑρμῆν; τί ληρεῖς” εἶπον “εἰδυῖα σαφῶς ὃ λέγω”; ὡς δὲ περιέπλεκον λόγους ἐκ λόγων, τὸ αὐτόματόν μοι συνήργησεν.
2.7.1ἔτυχε τῇ προτεραίᾳ ταύτης ἡμέρᾳ περὶ μεσημβρίαν ἡ παῖς ψάλλουσα κιθάρᾳ, ἐπιπαρῆν δὲ αὐτῇ καὶ ἡ Κλειὼ καὶ παρεκάθητο, διεβάδιζον δὲ ἐγώ · καί τις ἐξαίφνης μέλιττά ποθεν ἐπιπτᾶσα τῆς Κλειοῦς ἐπάταξε τὴν χεῖρα.
2.7.2καὶ ἡ μὲν ἀνέκραγεν, ἡ δὲ παῖς ἀναθοροῦσα καὶ καταθεμένη τὴν κιθάραν κατενόει τὴν πληγὴν καὶ ἅμα παρῄνει λέγουσα μηδὲν ἄχθεσθαι · παύσειν γὰρ αὐτὴν τῆς ἀλγηδόνος δύο ἐπᾴσασαν ῥήματα · διδαχθῆναι γὰρ αὐτὰ ὑπό τινος Αἰγυπτίας εἰς πληγὰς σφηκῶν καὶ μελιττῶν.
2.7.3καὶ ἅμα ἐπῇδε, καὶ ἔλεγεν ἡ Κλειὼ μετὰ μικρὸν ῥᾴων γεγονέναι. τότε οὖν κατὰ τύχην μέλιττά τις ἢ σφὴξ περιβομβήσασα κύκλῳ μου τὸ πρόσωπον παρέπτη · κα- κἀγὼ τὸ ἐνθύμιον λαμβάνω καὶ τὴν χεῖρα ἐπιβαλὼν τοῖς προσώποις προσεποιούμην πεπλῆχθαι καὶ ἀλγεῖν.
2.7.4ἡ δὲ παῖς προσελθοῦσα εἷλκε τὴν χεῖρα καὶ ἐπυνθάνετο ποῦ ἐπατάχθην · κα- κἀγὼ “κατὰ τοῦ χείλους” ἔφην · “ἀλλὰ τί οὐκ ἐπᾴδεις, φιλτάτη”; ἡ δὲ προσῆλθέτε καὶ ἀνέθηκεν, ὡς ἐπᾴσουσα, τὸ στόμα, καί τι ἐψιθύριζεν, ἐπιπολῆς ψαύουσά μου τῶν χειλέων.
2.7.5κα- κἀγὼ κατεφίλουν σιωπῇ, κλέπτων τῶν φιλημάτων τὸν ψόφον, ἡ δὲ ἀνοίγουσα καὶ κλείουσα τῶν χειλέων τὴν συμβολήν, τῷ τῆς ἐπῳδῆς ψιθυρίσματι φιλήματα ἐποίει τὴν ἐπῳδήν. κα- κἀγὼ τότε δὴ περιβαλὼν φανερῶς κατεφίλουν, ἡ δὲ διασχοῦσα “τί ποιεῖς”; ἔφη. “καὶ σὺ κατεπᾴδεις”; “τὴν ἐπῳδὸν” εἶπον “φιλῶ, ὅτι μου τὴν ὀδύνην ἰάσω”.
2.7.6ὡς δὲ συνῆκεν ὃ λέγω καὶ ἐμειδίασε, θαρρήσας εἶπον “οἴμοι, φιλτάτη, πάλιν τέτρωμαι χαλεπώτερον · ἐπὶ γὰρ τὴν καρδίαν κατέρρευσε τὸ τραῦμα καὶ ζητεῖ σου τὴν ἐπῳδήν. ἦ που καὶ σὺ μέλιτταν ἐπὶ τοῦ στόματος φέρεις · καὶ γὰρ μέλιτος γέμεις, καὶ τιτρώσκει σου τὰ φιλήματα.
2.7.7ἀλλὰ δέομαι, κατέπᾳσον αὖθις καὶ μὴ ταχὺ τὴν ἐπῳδὴν παραδράμῃς, μὴ πάλιν ἀγριάνῃ τὸ τραῦμα”. καὶ ἅμα λέγων τὴν χεῖρα βιαιότερον περιέβαλλον καὶ ἐφίλουν ἐλευθερώτερον · ἡ δὲ ἠνείχετο, κωλύουσα δῆθεν.
2.8.1κα- κἀν τούτῳ πόρρωθεν ἰδόντες προσιοῦσαν τὴν θεράπαιναν διελύθημεν, ἐγὼ μὲν ἄκων καὶ λυπούμενος, ἡ δ’οὐκ οἶδ’ὅπως. ῥᾴων οὖν ἐγεγόνειν καὶ μεστὸς ἐλπίδων, ᾐσθόμην δὲ ἐπικαθημένου μοι τοῦ φιλήματος ὥσπερ σώματος, καὶ ἐφύλαττον ἀκριβῶς ὡς θησαυρὸν τὸ φίλημα τηρῶν ἡδονῆς.
2.8.2καὶ γὰρ ἀπὸ τοῦ καλλίστου τῶν τοῦ σώματος ὀργάνων τίκτεται · στόμα γὰρ φωνῆς ὄργανον · φωνὴ δὲ ψυχῆς σκιά. αἱ γὰρ τῶν στομάτων συμβολαὶ κιρνάμεναι καταπέμπουσι κατὰ τῶν στέρνων τὴν ἡδονὴν καὶ ἕλκουσι τὰς ψυχὰς πρὸς τὰ φιλήματα.
2.8.3οὐκ οἶδα δὲ οὕτω πρότερον ἡσθεὶς ἐκ τῆς καρδίας · καὶ τότε πρῶτον ἔμαθον ὅτι μηδὲν ἐρίζει πρὸς ἡδονὴν φιλήματι ἐρωτικῷ.
2.9.1ἐπειδὴ δὲ τοῦ δείπνου καιρὸς ἦν, πάλιν ὁμοίως συνεπίνομεν · ᾠνοχόει δὲ ὁ Σάτυρος ἡμῖν καί τι ποιεῖ ἐρωτικόν. διαλλάσσει τὰ ἐκπώματα καὶ τὸ μὲν ἐμὸν τῇ κόρῃ προστίθησι, τὸ δὲ ἐκείνης ἐμοὶ καὶ ἐγχέων ἀμφοτέροις καὶ ἐγκερασάμενος ὤρεγεν.
2.9.2ἐγὼ δὲ ἐπιτηρήσας τὸ μέρος τοῦ ἐκπώματος, ἔνθα τὸ χεῖλος ἡ κόρη πίνουσα προσέθηκεν, ἐναρμοσάμενος ἔπινον, ἐπιστολιμαῖον τοῦτο φίλημα ποιῶν, καὶ ἅμα κατεφίλουν τὸ ἔκπωμα.
2.9.3ὡς δὲ εἶδεν ἡ παρθένος, συνῆκεν ὅτι τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν σκιάν. ἀλλ’ὅγε Σάτυρος συμφρονήσας πάλιν τὰ ἐκπώματα διήλλαξεν ἡμῖν. τότε δὴ καὶ τὴν κόρην εἶδον τὰ ἐμὰ μιμουμένην καὶ τα- ταὐτὰ πίνουσαν καὶ ἔχαιρον πλέον. καὶ τρίτον ἐγένετο τοῦτο καὶ τέταρτον καὶ τὸ λοιπὸν τῆς ἡμέρας οὕτως ἀλλήλοις προὐπίνομεν τὰ φιλήματα.
2.10.1μετὰ δὲ τὸ δεῖπνον ὁ Σάτυρός μοι προσελθὼν ἔφη “νῦν μὲν ἀνδρίζεσθαι καιρός. ἡ γὰρ μήτηρ τῆς κόρης, ὡς οἶδας, μαλακίζεται καὶ καθ’αὑτὴν ἀναπαύεται · μόνη δὲ ἡ παῖς βαδιεῖται κατὰ τὰ εἰθισμένα τῆς Κλειοῦς ἑπομένης, πρὶν ἐπὶ τὸν ὕπνον τραπῆναι.
2.10.2ἐγὼ δέ σοι ταύτην ἀπάξω διαλεγόμενος”. ταῦτα εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν. καὶ οὕτως ἐγένετο. ἀπεσπάσθη καὶ ἡ Κλειώ, ἡ δὲ παρθένος ἐν τῷ περιπάτῳ καταλέλειπτο.
2.10.3ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος ἐκ τῆς πρώτης προσβολῆς, ὥσπερ στρατιώτης ἤδη νενικηκὼς καὶ τοῦ πολέμου καταπεφρονηκώς · πολλὰ γὰρ ἦν τὰ τότε ὁπλίζοντά με θαρρεῖν, οἶνος, ἔρως, ἐλπίς, ἐρημία · καὶ οὐδὲν εἰπών, ἀλλ’ὡς ἀπὸ συγκειμένου λόγου, ὡς εἶχον, περιχυθεὶς τὴν κόρην κατεφίλουν.
2.10.4ὡς δὲ καὶ ἐπεχείρουν τι προ- προὔργου ποιεῖν, ψόφος τις ἡμῶν κατόπιν γίνεται · καὶ ταραχθέντες ἀνεπηδήσαμεν. καὶ ἡ μὲν ἐπέκεινα τρέπεται τὴν ἐπὶ τὸ δωμάτιον αὑτῆς, ἐγὼ δὲ ἐπὶ τα- θάτερα, σφόδρα ἀνιώμενος, ἔργον οὕτω καλὸν ἀπολέσας, καὶ τὸν ψόφον λοιδορῶν.
2.10.5ἐν τούτῳ δὲ ὁ Σάτυρος ὑπαντιάζει μοι φαιδρῷ τῷ προσώπῳ · καθορᾶν γάρ μοι ἐδόκει ὅσα ἐπράττομεν, ὑπό τινι τῶν δένδρων λοχῶν μή τις ἡμῖν ἐπέλθῃ · καὶ αὐτὸς ἦν ὁ ποιήσας τὸν ψόφον, προσιόντα θεασάμενός τινα.
2.11.1ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, ὁ πατήρ μοι τοὺς γάμους συνεκρότει θᾶττον ἢ διεγνώκει. ἐνύπνια γὰρ αὐτὸν διετάραττε πολλά. ἔδοξεν ἄγειν ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας ἀποσβεσθῆναι τὸ πῦρ ᾗ καὶ μᾶλλον ἠπείγετο συναγαγεῖν ἡμᾶς.
2.11.2τοῦτο δὲ εἰς τὴν ὑστεραίαν παρεσκευάζετο. ἐώνητο δὲ τῇ κόρῃ πρὸς τὸν γάμον · περιδέραιον μὲν λίθων ποικίλων, ἐσθῆτα δὲ τὸ πᾶν μὲν πορφυρᾶν, ἔνθα δὲ ταῖς ἄλλαις ἐσθῆσιν ἡ χώρα τῆς πορφύρας, ἐκεῖ χρυσὸς ἦν. ἤριζον δὲ πρὸς ἀλλήλους οἱ λίθοι.
2.11.3Ὑάκινθος μὲν ῥόδον ἦν ἐν λίθῳ · ’μέθυστος δὲ ἐπορφύρετο τοῦ χρυσοῦ πλησίον · ἐν μέσῳ δὲ τρεῖς ἦσαν λίθοι, τὴν χρόαν ἐπάλληλοι · συγκείμενοι δὲ ἦσαν οἱ τρεῖς · μέλαινα μὲν ἡ κρηπὶς τοῦ λίθου, τὸ δὲ μέσον σῶμα λευκὸν τῷ μέλανι συνεφαίνετο, ἑξῆς δὲ τῷ λευκῷ τὸ λοιπὸν ἐπυρρία κορυφούμενον · ὁ λίθος δὲ τῷ χρυσῷ στεφανούμενος, ὀφθαλμὸν ἐμιμεῖτο χρυσοῦν.
2.11.4τῆς δὲ ἐσθῆτος οὐ πάρεργον εἶχεν ἡ πορφύρα τὴν βαφήν, ἀλλ’οἵαν μυθολογοῦσι Τύριοι τοῦ ποιμένος εὑρεῖν τὸν κύνα, ᾗ καὶ μέχρι τούτου βάπτουσιν Ἀφροδίτης τὸν πέπλον. ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν · μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐγκύκλῳ μυχῷ.
2.11.5ἁλιεὺς ἀγρεύει τὴν ἄγραν ταύτην · καὶ ὁ μὲν ἰχθὺν προσεδόκησεν, ὡς δὲ εἶδε τοῦ κόχλου τὴν τραχύτητα, ἐλοιδόρει τὴν ἄγραν καὶ ἔρριψεν ὡς θαλάσσης σκύβαλον. εὑρίσκει δὲ κύων τὸ ἕρμαιον καὶ καταθραύει τοῖς ὀδοῦσι, καὶ τῷ στόματι τοῦ κυνὸς περιρρεῖ τοῦ ἄνθους τὸ αἷμα καὶ βάπτει τὸ αἷμα τὴν γένυν καὶ ὑφαίνει τοῖς χείλεσι τὴν πορφύραν.
2.11.6ὁ ποιμὴν ὁρᾷ τὰ χείλη τοῦ κυνὸς ᾑμαγμένα καὶ τραῦμα νομίσας τὴν βαφὴν πρόσεισι καὶ ἀπέπλυνε τῇ θαλάσσῃ, καὶ τὸ αἷμα λαμπρότερον ἐπορφύρετο · ὡς δὲ καὶ ταῖς χερσὶν ἔθιγε, τὴν πορφύραν εἶχε καὶ ἡ χείρ.
2.11.7συνῆκεν οὖν τοῦ κόχλου τὴν φύσιν ὁ ποιμήν, ὅτι φάρμακον ἔχει κάλλους πεφυτευμένον · καὶ λαβὼν μαλλὸν ἐρίου καθῆκεν εἰς τὸν χηραμὸν αὐτοῦ τὸ ἔριον, ζητῶν τοῦ κόχλου τὰ μυστήρια · τὸ δὲ κατὰ τὴν γένυν τοῦ κυνὸς ᾑμάσσετο · καὶ τότε τὸν οἶκον τῆς πορφύρας ἐδιδάσκετο.
2.11.8λαβὼν δή τινας λίθους περιθραύει τὸ τεῖχος τοῦ φαρμάκου καὶ τὸ ἄδυτον ἀνοίγει τῆς πορφύρας, καὶ θησαυρὸν εὑρίσκει βαφῆς.
2.12.1ἔθυεν οὖν τότε ὁ πατὴρ προτέλεια τῶν γάμων. ὡς δὲ ἤκουσα, ἀπωλώλειν καὶ ἐζήτουν μηχανήν, δι’ἧς ἀναβαλέσθαι δυναίμην τὸν γάμον. σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ τὸν ἀνδρῶνα ·
2.12.2ἐγεγόνει δέ τι τοιοῦτον. ἐπειδὴ θυσάμενος ὁ πατὴρ ἔτυχε καὶ τὰ θύματα ἐπέκειτο τοῖς βωμοῖς, ἀετὸς ἄνωθεν καταπτὰς ἁρπάζει τὸ ἱερεῖον · σοβούντων δὲ πλέον οὐδὲν ἦν, ὁ γὰρ ὄρνις ᾤχετο φέρων τὴν ἄγραν. ἐδόκει τοίνυν οὐκ ἀγαθὸν εἶναι. καὶ δὴ ἐπέσχον ἐκείνην τὴν ἡμέραν τοὺς γάμους · καλεσάμενος δὲ μάντεις ὁ πατὴρ καὶ τερατοσκόπους τὸν οἰωνὸν διηγεῖται.
2.12.3οἱ δὲ ἔφασαν δεῖν καλλιερῆσαι Ξενίῳ Διὶ νυκτὸς μεσούσης ἐπὶ θάλασσαν ἥκοντας · ὁ γὰρ ὄρνις ἔτυχεν ἱπτάμενος ἐκεῖ. ἐγὼ δὲ ταῦτα ὡς ἐγένετο τὸν ἀετὸν ὑπερεπῄνουν καὶ δικαίως ἔλεγον ἁπάντων ὀρνίθων εἶναι βασιλέα · οὐκ εἰς μακρὰν δὲ ἀπέβη τοῦ τέρατος τὸ ἔργον.
2.13.1νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. οὗτος ἀκούων τῷ Σωστράτῳ θυγατέρα εἶναι καλήν, ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέσθαι γυναῖκα. καὶ ἦν ἐξ ἀκοῆς ἐραστής · τοσαύτη γὰρ τοῖς ἀκολάστοις ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν καὶ τα- ταὐτὰ πάσχειν ὑπὸ ῥημάτων, ἃ τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί.
2.13.2προσελθὼν οὖν τῷ Σωστράτῳ πρὶν τὸν πόλεμον τοῖς Βυζαντίοις ἐπιπεσεῖν, ᾐτεῖτο τὴν κόρην · ὁ δὲ βδελυττόμενος αὐτοῦ τοῦ βίου τὴν ἀκολασίαν ἠρνήσατο. θυμὸς ἴσχει τὸν Καλλισθένην καὶ ἠτιμάσθαι νομίσαντα ὑπὸ τοῦ Σωστράτου καὶ ἀδόλως ἐρῶντα · ἀναπλάττων γὰρ ἑαυτῷ τῆς παιδὸς τὸ κάλλος καὶ φανταζόμενος τὰ ἀόρατα ἔλαθε σφόδρα κακῶς διακείμενος.
2.13.3ἐπιβουλεύει δὴ καὶ τὸν Σώστρατον ἀμύνασθαι τῆς ὕβρεως καὶ αὑτῷ τὴν ἐπιθυμίαν τελέσαι · νόμου γὰρ ὄντος Βυζαντίοις, εἴ τις ἁρπάσας παρθένον φθάσειεν ποιήσας γυναῖκα, γάμον ἔχειν ζημίαν, προσεῖχε τούτῳ τῷ νόμῳ. καὶ ὁ μὲν ἐζήτει καιρὸν πρὸς τὸ ἔργον.
2.14.1ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς παιδὸς εἰς ἡμᾶς ὑπεκκειμένης μεμαθήκει μὲν ἕκαστα τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο · καὶ τοιοῦτό τι αὐτῷ συνήργησε. χρησμὸν ἴσχουσιν οἱ Βυζάντιοι τοιόνδε Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ἠπείροιο φέρουσα. ἔνθ’Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ.
2.14.2ἀπορούντων δὲ αὐτῶν τί λέγει τὸ μάντευμα, Σώστρατος “τοῦ πολέμου γάρ, ὡς ἔφην, στρατηγὸς ἦν οὗτος”. “ὥρα πέμπειν ἡμᾶς θυσίαν εἰς Τύρον” εἶπεν “Ἡρακλεῖ · τὰ γὰρ τοῦ χρησμοῦ ἐστι πάντ’ἐνταῦθα. φυτώνυμον γὰρ ὁ θεὸς εἶπεν αὐτήν, ἐπεὶ Φοινίκων ἡ νῆσος, ὁ δὲ φοῖνιξ φυτόν. ἐρίζει δὲ περὶ ταύτης γῆ καὶ θάλασσα, ἕλκει δὲ ἡ γῆ, ἡ δὲ εἰς ἀμφότερα αὑτὴν ἥρμοσε.
2.14.3καὶ γὰρ ἐν θαλάσσῃ κάθηται καὶ οὐκ ἀφῆκε τὴν γῆν · συνδεῖ γὰρ αὐτὴν πρὸς τὴν ἤπειρον στενὸς αὐχήν, καὶ ἔστιν ὥσπερ τῆς νήσου τράχηλος.
2.14.4οὐκ ἐρρίζωται δὲ κατὰ τῆς θαλάσσης, ἀλλὰ τὸ ὕδωρ ὑπορρεῖ κάτωθεν, ὑπόκειται δὲ πορθμὸς ἰσθμῷ · καὶ γίνεται τὸ θέαμα καινόν, πόλις ἐν θαλάσσῃ καὶ νῆσος ἐν γῇ. Ἀθηνᾶν δὲ Ἥφαιστος ἔχει · εἰς τὴν ἐλαίαν ᾐνίξατο καὶ τὸ πῦρ, ἃ παρ’ἡμῖν ἀλλήλοις συνοικεῖ.
2.14.5τὸ δὲ χωρίον ἱερὸν ἐν περιβόλῳ · ἐλαία μὲν ἀναθάλλει φαιδροῖς τοῖς κλάδοις, πεφύτευται δὲ σὺν αὐτῇ τὸ πῦρ καὶ ἀνάπτει περὶ τοὺς πτόρθους πολλὴν τὴν φλόγα · ἡ δὲ τοῦ πυρὸς αἰθάλη τὸ φυτὸν γεωργεῖ.
2.14.6αὕτη πυρὸς φιλία καὶ φυτοῦ · οὕτως οὐ φεύγει τὸν Ἥφαιστον Ἀθηνᾶ”. καὶ ὁ Χαιρεφῶν συστράτηγος ὢν τοῦ Σωστράτου μείζων, ἐπεὶ πατρόθεν ἦν Βυζάντιος, ἐκθειάζων αὐτὸν “πάντα μὲν τὸν χρησμὸν” εἶπεν “ἐξηγήσω καλῶς · μὴ μέντοι θαύμαζε τὴν τοῦ πυρὸς μόνον, ἀλλὰ καὶ τὴν τοῦ ὕδατος φύσιν.
2.14.7ἐθεασάμην γὰρ ἐγὼ τοιαῦτα μυστήρια. τὸ γοῦν Σικελικῆς πηγῆς ὕδωρ κεκερασμένον ἔχει πῦρ · καὶ φλόγα μὲν ὄψει κάτωθεν ἀπ’αὐτῆς ἁλλομένην ἄνω · θιγόντι δέ σοι τὸ ὕδωρ ψυχρόν ἐστιν οἷόνπερ χιών, καὶ οὔτε τὸ πῦρ ὑπὸ τοῦ ὕδατος κατασβέννυται οὔτε τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς φλέγεται, ἀλλ’ὕδατός εἰσιν ἐν τῇ κρήνῃ καὶ πυρὸς σπονδαί.
2.14.8ἐπεὶ καὶ ποταμὸς Ἰβηρικός, εἰ μὲν ἴδοις αὐτὸν εὐθύς, οὐδενὸς ἄλλου κρείττων ἐστὶ ποταμοῦ · ἢν δὲ ἀκοῦσαι θέλῃς τοῦ ὕδατος λαλοῦντος, μικρὸν ἀνάμεινον ἐκπετάσας τὰ ὦτα. ἐὰν γὰρ ὀλίγος ἄνεμος εἰς τὰς δίνας ἐμπέσῃ, τὸ μὲν ὕδωρ ὡς χορδὴ κρούεται, τὸ δὲ πνεῦμα τοῦ ὕδατος πλῆκτρον γίνεται, τὸ ῥεῦμα δὲ ὡς κιθάρα λαλεῖ.
2.14.9ἀλλὰ καὶ λίμνη Λιβυκὴ μιμεῖται γῆν Ἰνδικήν, καὶ ἴσασιν αὐτῆς τὸ ἀπόρρητον αἱ Λιβύων παρθένοι, ὅτι τὸ ὕδωρ ἔχει πλούσιον. ὁ δὲ πλοῦτος αὐτῇ κάτω τεταμίευται τῇ τῶν ὑδάτων ἰλύι δεδεμένος, καὶ ἔστιν ἐκεῖ χρυσοῦ πηγή. κοντὸν οὖν εἰς τὸ ὕδωρ βαπτίζουσι πίσσῃ πεφαρμαγμένον, ἀνοίγουσίτε τοῦ ποταμοῦ τὰ κλεῖθρα.
2.14.10ὁ δὲ κοντὸς πρὸς τὸν χρυσὸν οἷον πρὸς ἰχθὺν ἄγκιστρον γίνεται, ἀγρεύει γὰρ αὐτόν · ἡ δὲ πίσσα δέλεαρ γίνεται τῆς ἄγρας · ὅ τι γὰρ ἂν εἰς αὐτὴν ἐμπέσῃ τῆς τοῦ χρυσοῦ γονῆς, τὸ μὲν προσήψατο μόνον, ἡ πίσσα δὲ εἰς τὴν ἤπειρον ἥρπασε τὴν ἄγραν. οὕτως ἐκ ποταμοῦ Λιβυκοῦ χρυσὸς ἁλιεύεται”.
2.15.1ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, καὶ τῇ πόλει συνδοκοῦν. ὁ οὖν Καλλισθένης διαπράττεται τῶν θεωρῶν εἶς γενέσθαι · καὶ ταχὺ καταπλεύσας εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν · αἱ δὲ ὀψόμεναι τὴν θυσίαν ἐξῄεσαν ·
2.15.2καὶ γὰρ ἦν πολυτελής. πολλὴ μὲν ἡ τῶν θυμιαμάτων πομπή, πολλὴ δὲ ἡ τῶν ἀνθέων συμπλοκή. τὰ θυμιάματα κασία καὶ λιβανωτὸς καὶ κρόκος · τὰ ἄνθη νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι · ἡ δὲ τῶν ἀνθέων ἀναπνοὴ πρὸς τὴν τῶν θυμιαμάτων ἤριζεν ὀδμήν · τὸ δὲ πνεῦμα ἀναπεμπόμενον εἰς τὸν ἀέρα τὴν ὀδμὴν ἐκεράννυ, καὶ ἦν ἄνεμος ἡδονῆς.
2.15.3τὰ δὲ ἱερεῖα πολλὰ μὲν ἦν καὶ ποικίλα, διέπρεπον δὲ ἐν αὐτοῖς οἱ τοῦ Νείλου βόες. βοῦς γὰρ Αἰγύπτιος οὐ τὸ μέγεθος μόνον ἀλλὰ καὶ τὴν χρόαν εὐτυχεῖ · τὸ μὲν γὰρ μέγεθος πάνυ μέγας, τὸν αὐχένα παχύς, τὸ νῶτον πλατύς, τὴν γαστέρα πολύς, τὸ κέρας οὐχ ὡς ὁ Σικελικὸς εὐτελὴς οὐ δ’ὡς ὁ Κύπριος δυσειδής, ἀλλ’ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει τοσοῦτον, ὅσον αἱ τῶν κεράτων διεστᾶσιν ἀρχαί · καὶ τὸ θέαμα κυκλουμένης σελήνης ἐστὶν εἰκών · ἡ χρόα δὲ οἵαν Ὅμηρος τοῖς τοῦ Θρᾳκὸς ἵπποις ἐπαινεῖ.
2.15.4βαδίζει δὲ ταῦρος ὑψαυχενῶν καὶ ὥσπερ ἐπιδεικνύμενος ὅτι τῶν ἄλλων βοῶν ἐστι βασιλεύς. εἰ δὲ ὁ μῦθος Εὐρώπης ἀληθής, Αἰγύπτιον βοῦν ὁ Ζεὺς ἐμιμήσατο.
2.16.1ἔτυχεν οὖν ἡ μὲν ἐμὴ μήτηρ τότε μαλακῶς ἔχουσα · σκηψαμένη δὲ καὶ ἡ Λευκίππη νοσεῖν, ἔνδον ὑπέμεινε (συνέκειτο γὰρ ἡμῖν ἐς τα- ταὐτὸν ἐλθεῖν, ὡς ἄν τῶν πολλῶν ἐξιόντων), ὥστε συνέβη τὴν ἀδελφὴν τὴν ἐμὴν μετὰ τῆς Λευκίππης μητρὸς προελθεῖν.
2.16.2ὁ δὲ Καλλισθένης τὴν μὲν Λευκίππην οὐχ ἑωρακώς ποτε, τὴν δὲ Καλλιγόνην ἰδὼν τὴν ἐμὴν ἐμὴν ἀδελφήν, νομίσας Λευκίππην εἶναι (ἐγνώρισε γὰρ τοῦ Σωστράτου τὴν γυναῖκα), πυθόμενος οὐδὲν (ἦν γὰρ ἑαλωκὼς ἐκ τῆς θέας) δείκνυσιν ἑνὶ τῶν οἰκετῶν τὴν κόρην, ὃς ἦν αὐτῷ πιστότατος, καὶ κελεύει λῃστὰς ἐπ’αὐτὴν συγκροτῆσαι, καταλέξας τὸν τρόπον τῆς ἁρπαγῆς. πανήγυρις δὲ ἐπέκειτο, καθ’ἣν ἠκηκόει πάσας τὰς παρθένους ἀπαντᾶν ἐπὶ θάλατταν.
2.17.1ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὴν θεωρίαν ἀφωσιωμένος ἀπῆλθε · ναῦν δὲ εἶχεν ἰδίαν, τοῦτο προκατασκευάσας οἴκοθεν εἰ τύχοι τῆς ἐπιχειρήσεως. οἱ μὲν δὴ ἄλλοι θεωροὶ ἀπέπλευσαν, αὐτὸς δὲ μικρὸν ἀπεσάλευε τῆς γῆς, ἅμα μὲν ὡς δοκοίη τοῖς πολίταις ἕπεσθαι, ἅμα δὲ ἵνα μὴ πλησίον τῆς Τύρου τοῦ σκάφους ὄντος, κατάφωρος γένοιτο μετὰ τὴν ἁρπαγήν.
2.17.2ἐπεὶ δὲ ἐγένετο κατὰ Σάραπτα κώμην Τυρίων ἐπὶ θαλάττῃ κειμένην, ἐνταῦθα προσπορίζεται λέμβον, δίδωσι δὲ τῷ Ζήνωνι · τοῦτο γὰρ ἦν ὄνομα τῷ οἰκέτῃ ὃν ἐπὶ τὴν ἁρπαγὴν παρεσκευάκει.
2.17.3ὁ δὲ (ἦν γὰρ καὶ ἄλλως εὔρωστος τὸ σῶμα καὶ φύσει πρακτικὸς) ταχὺ μὲν ἐξεῦρε λῃστὰς ἁλιεῖς ἀπὸ τῆς κώμης ἐκείνης καὶ δῆτα ἀπέπλευσεν ἐπὶ τὴν Τύρον. ἔστι δὲ μικρὸν ἐπίνειον Τυρίων, νησίδιον ἀπέχον ὀλίγον τῆς Τύρου “Ῥοδώπιδος αὐτὸ τάφον οἱ Τύριοι λέγουσιν” · ἔνθα ὁ λέμβος ἐφήδρευε.
2.18.1πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων · καὶ εἰς τὴν ὑστεραίαν παρεσκευαζόμεθα νύκτωρ, ὡς θυσόμενοι τῷ θεῷ. τούτων δὲ τὸν Ζήνωνα ἐλάνθανεν οὐδέν · ἀλλ’ἐπειδὴ καιρὸς ἦν βαθείας ἑσπέρας, ἡμεῖς μὲν προήλθομεν, ὁ δὲ εἵπετο.
2.18.2ἄρτι δὲ γενομένων ἡμῶν ἐπὶ τῷ χείλει τῆς θαλάσσης, ὁ μὲν τὸ συγκείμενον ἀνέτεινε σημεῖον, ὁ δὲ λέμβος ἐξαίφνης προσέπλει, καὶ ἐπεὶ πλησίον ἐγένετο, ἐφάνησαν ἐν αὐτῷ νεανίσκοι δέκα.
2.18.3ὀκτὼ δὲ ἑτέρους ἐπὶ τῆς γῆς ἔτυχε προλοχίσας, οἳ γυναικείας μὲν εἶχον ἐσθῆτας καὶ τῶν γενείων ἐψίλωντο τὰς τρίχας, ἔφερον δὲ ἕκαστος ὑπὸ κόλπῳ ξίφος, ἐκόμιζον δὲ καὶ αὐτοὶ θυσίαν, ὡς ἂν ἥκιστα ὑποπτευθεῖεν · ἡμεῖς δὲ ᾠόμεθα γυναῖκας εἶναι.
2.18.4ἐπεὶ δὲ συνετίθεμεν τὴν πυράν, ἐξαίφνης βοῶντες συντρέχουσι καὶ τὰς μὲν δᾷδας ἡμῶν ἀποσβεννύουσι, φευγόντων δὲ ἀτάκτως ὑπὸ τῆς ἐκπλήξεως, τὰ ξίφη γυμνώσαντες ἁρπάζουσι τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἐνθέμενοι τῷ σκάφει, ἐπεμβάντες εὐθὺς ὄρνιθος δίκην ἀφίπτανται.
2.18.5ἡμῶν δὲ οἱ μὲν ἔφευγον οὐδὲν οὔτ’εἰδότες οὔτε ἑωρακότες, οἱ δὲ ἅματε εἶδον καὶ ἐβόων “λῃσταὶ Καλλιγόνην ἄγουσι” · τὸ δὲ πλοῖον ἤδη μέσην ἐπέραινε τὴν θάλασσαν. ὡς δὲ τοῖς Σαράπτοις προσέσχον, πόρρωθεν ὁ Καλλισθένης τὸ σημεῖον ἰδὼν ὑπηντίασεν ἐπιπλεύσας καὶ δέχεται μὲν τὴν κόρην, πλεῖ δὲ εὐθὺς πελάγιος.
2.18.6ἐγὼ δὲ ἀνέπνευσα μὲν οὕτω διαλυθέντων μοι τῶν γάμων παραδόξως, ἠχθόμην δ’ὅμως ὑπὲρ ἀδελφῆς περιπεσούσης τοιαύτῃ συμφορᾷ.
2.19.1ὀλίγας δὲ ἡμέρας διαλιπὼν πρὸς τὴν Λευκίππην διελεγόμην “μέχρι τίνος ἐπὶ τῶν φιλημάτων ἱστάμεθα, φιλτάτη; προσθῶμεν ἤδη τι καὶ ἐρωτικώτερον. φέρε ἀνάγκην ἀλλήλοις ἐπιθῶμεν πίστεως. ἂν γὰρ ἡμᾶς Ἀφροδίτη μυσταγωγήσῃ, οὐ μή τις ἄλλος κρείττων γένηται τῆς θεοῦ”.
2.19.2ταῦτα πολλάκις κατεπᾴδων ἐπεπείκειν τὴν κόρην ὑποδέξασθαί με νυκτὸς τῷ θαλάμῳ, τῆς Κλειοῦς συνεργούσης, ἥτις ἦν αὐτῇ θαλαμηπόλος. εἶχε δὲ ὁ θάλαμος αὐτῆς οὕτως.
2.19.3χωρίον ἦν μέγα τέτταρα οἰκήματα ἔχον, δύο μὲν ἐπὶ δεξιά, δύο δ’ἐπὶ τα- θἄτερα · μέσος δὲ διεῖργε στενωπὸς τὰ οἰκήματα · θύρα δὲ ἐν ἀρχῇ τοῦ στενωποῦ μία ἐπέκειτο.
2.19.4ταύτην εἶχον τὴν καταγωγὴν αἱ γυναῖκες · καὶ τὰ μὲν ἐνδοτέρω τῶν οἰκημάτων ἥτε παρθένος καὶ ἡ μήτηρ αὐτῆς διειλήχεσαν, ἑκάτερα τὰ ἀντικρύ, τὰ δὲ ἔξω δύο τὰ πρὸς τὴν εἴσοδον τὸ μὲν ἡ Κλειὼ τὸ κατὰ τὴν παρθένον, τὸ δὲ ταμιεῖον ἦν.
2.19.5κατακοιμίζουσα δὲ ἀεὶ τὴν Λευκίππην ἡ μήτηρ ἔκλειεν ἔνδοθεν τὴν ἐπὶ τοῦ στενωποῦ θύραν · ἔξωθεν δέ τις ἕτερος ἐπέκλειε καὶ τὰς κλεῖς ἔβαλλε διὰ τῆς ὀπῆς · ἡ δὲ λαβοῦσα ἐφύλαττε καὶ περὶ τὴν ἕω καλέσασα τὸν εἰς τοῦτο ἐπιτεταγμένον διέβαλλε πάλιν τὰς κλεῖς, ὅπως ἀνοίξειε.
2.19.6ταύταις οὖν ἴσας μηχανησάμενος ὁ Σάτυρος γενέσθαι, τὴν ἄνοιξιν πειρᾶται καὶ ὡς εὗρε δυνατήν, τὴν Κλειὼ ἐπεπείκει τῆς κόρης συνειδυίας μηδὲν ἀντιπρᾶξαι τῇ τέχνῃ. ταῦτα ἦν τὰ συγκείμενα.
2.20.1ἦν δέ τις αὐτῶν οἰκέτης πολυπράγμων καὶ λάλος καὶ λίχνος καὶ πᾶν ὅ τι ἂν εἴποι τις, ὄνομα Κώνωψ. οὗτός μοι ἐδόκει πόρρωθεν ἐπιτηρεῖν τὰ πραττόμενα ἡμῖν · μάλιστα δ’, ὅπερ ἦν, ὑποπτεύσας μή τι νύκτωρ ἡμῖν πραχθῇ, διενυκτέρευε μέχρι πόρρω τῆς ἑσπέρας, ἀναπετάσας τοῦ δωματίου τὰς θύρας, ὥστε ἔργον ἦν αὐτὸν λαθεῖν.
2.20.2ὁ οὖν Σάτυρος βουλόμενος αὐτὸν εἰς φιλίαν ἀγαγεῖν, προσέπαιζε πολλάκις καὶ κώνωπα ἐκάλει καὶ ἔσκωπτε το- τοὔνομα σὺν γέλωτι. καὶ οὗτος εἰδὼς τοῦ Σατύρου τὴν τέχνην προσεποιεῖτο μὲν ἀντιπαίζειν καὶ αὐτός, ἐνετίθει δὲ τῇ παιδιᾷ τῆς γνώμης τὸ ἄσπονδον.
2.20.3λέγει δὴ πρὸς αὐτὸν “ἐπειδὴ καταμωκᾷ μου καὶ το- τοὔνομα, φέρε σοι μῦθον ἀπὸ κώνωπος εἴπω”.
2.21.1“ὁ λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέτε τῶν ἄλλων θηρίων δυνατώτερον. ” ὁ δὲ τοιοῦτος “ἔφασκε” τὸν ἀλεκτρυόνα φοβοῦμαι “.
2.21.2καὶ ὁ Προμηθεὺς ἐπιστὰς ἔφη” τί με μάτην αἰτιᾷ; τὰ μὲν γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἠδυνάμην, ἡ δὲ σὴ ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται “. ἔκλαεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν.
2.21.3οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. καὶ ὁρῶν διὰ παντὸς τὰ ὦτα κινοῦντα” τί πάσχεις “; ἔφη,” καὶ τί δήποτε οὐ δὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς “;
2.21.4καὶ ὁ ἐλέφας κατὰ τύχην παραπτάντος αὐτὸν κώνωπος” ὁρᾷς “ἔφη” τουτὶ τὸ βραχὺ τὸ βομβοῦν; ἢν εἰσδύῃ με τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα “. καὶ ὁ λέων” τί οὖν “ἔφη” ἔτι ἀποθνήσκειν με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών “; ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν”.
2.21.5συνεὶς οὖν ὁ Σάτυρος τὸ ὕπουλον αὐτοῦ τῶν λόγων, ἠρέμα μειδιῶν “ἄκουσον κα- κἀμοῦ τινα λόγον” εἶπεν “ἀπὸ κώνωπος καὶ λέοντος, ὃν ἀκήκοά τινος τῶν φιλοσόφων · χαρίζομαι δέ σοι τοῦ μύθου τὸν ἐλέφαντα”.
2.22.1“λέγει τοίνυν κώνωψ ἀλαζών ποτε πρὸς τὸν λέοντα” εἶτα κα- κἀμοῦ βασιλεύειν νομίζεις ὡς τῶν ἄλλων θηρίων; ἀλλ’οὔτ’ἐμοῦ καλλίων οὔτε ἀλκιμώτερος ἔφυς οὔτε μείζων. ἐπεὶ τίς σοι πρῶτόν ἐστιν ἀλκή;
2.22.2ἀμύσσεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι. ταῦτα γὰρ οὐ ποιεῖ μαχομένη γυνή; ποῖον δὲ μέγεθος ἢ κάλλος σε κοσμεῖ; στέρνον πλατύ, ὦμοι παχεῖς καὶ πολλὴ περὶ τὸν αὐχένα κόμη. τὴν κατόπιν οὖν αἰσχύνην οὐχ ὁρᾷς; ἐμοὶ δὲ μέγεθος μὲν ὁ ἀὴρ ὅλος, ὅσον μου καταλαμβάνει τὸ πτερόν, κάλλος δὲ αἱ τῶν λειμώνων κόμαι · αἱ μὲν γάρ εἰσιν ὥσπερ ἐσθῆτες, ἃς ὅταν θέλω παῦσαι τὴν πτῆσιν ἐνδύομαι.
2.22.3τὴν δὲ ἀνδρείαν μου μὴ καὶ γελοῖον ᾖ καταλέγειν · ὄργανον γὰρ ὅλος εἰμὶ πολέμου. μετὰ μὲν σάλπιγγος παρατάττομαι, σάλπιγξ δέ μοι καὶ βέλος τὸ στόμα, ὥστε εἰμὶ καὶ αὐλητὴς καὶ τοξότης · ἐμαυτοῦ δὲ οἰστὸς καὶ τόξον γίνομαι · τοξεύει γάρ με διαέριον τὸ πτερόν, ἐμπεσὼν δὲ ὡς ἀπὸ βέλους ποιῶ τὸ τραῦμα, ὁ δὲ παταχθεὶς ἐξαίφνης βοᾷ καὶ τὸν τετρωκότα ζητεῖ · ἐγὼ δὲ παρὼν οὐ πάρειμι, ὁμοῦ δὲ καὶ φεύγω καὶ μένω καὶ περιιππεύω τὸν ἄνθρωπον τῷ πτερῷ, γελῶ δὲ αὐτὸν βλέπων περὶ τοῖς τραύμασιν ὀρχούμενον.
2.22.4ἀλλὰ τί δεῖ λόγων; ἀρχώμεθα μάχης “. ἅμα λέγων ἐμπίπτει τῷ λέοντι καὶ εἰς τοὺς ὀφθαλμοὺς ἐμπηδᾷ καὶ εἴ τι ἄλλο ἄτριχον τῶν προσώπων, περιιπτάμενος ἅμα καὶ τῷ βόμβῳ καταυλῶν. ὁ δὲ λέων ἠγρίαινέτε καὶ μετεστρέφετο πάντη καὶ τὸν ἀέρα περιέχασκεν, ὁ δὲ κώνωψ ταύτῃ πλέον τὴν ὀργὴν ἐτίθετο παιδιὰν καὶ ἐπ’αὐτοῖς ἐτίτρωσκε τοῖς χείλεσιν.
2.22.5καὶ ὁ μὲν ἔκλινεν εἰς τὸ λυποῦν μέρος, ἀνακάμπτων ἔνθα τοῦ τραύματος ἡ πληγή, ὁ δὲ ὥσπερ παλαιστὴς τὸ σῶμα σκευάζων εἰς τὴν συμπλοκὴν ἀπέρρει τῶν τοῦ λέοντος ὀδόντων, αὐτὴν μέσην διαπτὰς κλειομένην τὴν γένυν.
2.22.6οἱ δὲ ὀδόντες κενοὶ τῆς θήρας περὶ ἑαυτοὺς ἐκροτάλιζον. ἤδη τοίνυν ὁ λέων ἐκεκμήκει σκιαμαχῶν πρὸς τὸν ἀέρα τοῖς ὀδοῦσι καὶ εἱστήκει παρειμένος ὀργῇ · ὁ δὲ κώνωψ περιιπτάμενος αὐτοῦ τὴν κόμην ἐπηύλει μέλος ἐπινίκιον.
2.22.7μακρότερον δὲ ποιούμενος τῆς πτήσεως τὸν κύκλον ὑπὸ περιττῆς ἀπειροκαλίας ἀράχνου λανθάνει νήμασιν ἐμπλακείς, καὶ τὸν ἀράχνην οὐκ ἔλαθεν ἐμπεσών. ὡς δ’οὐκέτι εἶχε φυγεῖν, ἀδημονῶν εἶπεν” ὢ τῆς ἀνοίας · προὐκαλούμην γὰρ ἐγὼ λέοντα, ὀλίγος δέ με ἤγρευσεν ἀράχνου χιτών “”. ταῦτα εἰπὼν “ὥρα τοίνυν” ἔφη “καὶ σοὶ τοὺς ἀράχνας φοβεῖσθαι,” καὶ ἅμα ἐγέλασε.
2.23.1καὶ ὀλίγας διαλιπὼν ἡμέρας, εἰδὼς αὐτὸν γαστρὸς ἡττώμενον, φάρμακον πριάμενος ὕπνου βαθέος ἐφ’ἑστίασιν αὐτὸν ἐκάλεσεν. ὁ δὲ ὑπώπτευε μέν τινα μηχανὴν καὶ ὤκνει τὸ πρῶτον · ὡς δὲ ἡ βελτίστη γαστὴρ κατηνάγκασε, πείθεται.
2.23.2ἐπεὶ δὲ ἧκε πρὸς τὸν Σάτυρον εἶτα δειπνήσας ἔμελλεν ἀπιέναι, ἐγχεῖ τοῦ φαρμάκου κατὰ τῆς τελευταίας κύλικος ὁ Σάτυρος αὐτῷ · καὶ ὁ μὲν ἔπιε καὶ μικρὸν διαλιπών, ὅσον εἰς τὸ δωμάτιον αὑτοῦ φθάσαι, καταπεσὼν ἔκειτο, τὸν ὕπνον καθεύδων τοῦ φαρμάκου.
2.23.3ὁ δὲ Σάτυρος εἰστρέχει πρός με καὶ λέγει “κεῖταί σοι καθεύδων ὁ Κύκλωψ · σὺ δὲ ὅπως Ὀδυσσεὺς ἀγαθὸς γένῃ”. καὶ ἅμα ἔλεγε καὶ ἥκομεν ἐπὶ τὰς θύρας τῆς ἐρωμένης, καὶ ὁ μὲν ὑπελείπετο, ἐγὼ δὲ εἰσῄειν, ὑποδεχομένης με τῆς Κλειοῦς ἀψοφητί, τρέμων τρόμον διπλοῦν, χαρᾶς ἅμα καὶ φόβου.
2.23.4ὁ μὲν γὰρ τοῦ κινδύνου φόβος ἐθορύβει τὰς τῆς ψυχῆς ἐλπίδας, ἡ δὲ ἐλπὶς τοῦ τυχεῖν ἐπεκάλυπτεν ἡδονῇ τὸν φόβον · οὕτω καὶ τὸ ἐλπίζον ἐφοβεῖτό μου καὶ ἔχαιρε τὸ λυπούμενον. ἄρτι δέ μου παρελθόντος εἴσω τοῦ θαλάμου τῆς παιδός, γίνεταί τι τοιοῦτο περὶ τὴν τῆς κόρης μητέρα · ἔτυχε γὰρ ὄνειρος αὐτὴν ταράξας.
2.23.5ἐδόκει τινὰ λῃστὴν μάχαιραν ἔχοντα γυμνὴν ἄγειν ἁρπασάμενον αὐτῆς τὴν θυγατέρα καὶ καταθέμενον ὑπτίαν, μέσην ἀνατέμνειν τῇ μαχαίρᾳ τὴν γαστέρα κάτωθεν ἀρξάμενον ἀπὸ τῆς αἰδοῦς. ταραχθεῖσα οὖν ὑπὸ δείματος ὡς εἶχεν ἀναπηδᾷ καὶ ἐπὶ τὸν τῆς θυγατρὸς θάλαμον τρέχει (ἐγγὺς γὰρ ἦν) ἄρτι μου κατακλιθέντος.
2.23.6ἐγὼ μὲν δὴ τὸν ψόφον ἀκούσας ἀνοιγομένων τῶν θυρῶν εὐθὺς ἀνεπήδησα, ἡ δὲ ἐπὶ τὴν κλίνην παρῆν. συνεὶς οὖν τὸ κακὸν ἐξάλλομαι καὶ διὰ τῶν θυρῶν ἵεμαι δρόμῳ, καὶ ὁ Σάτυρος ὑποδέχεται τρέμοντα καὶ τεταραγμένον · εἶτα ἐφεύγομεν διὰ τοῦ σκότους καὶ ἐπὶ τὸ δωμάτιον ἑαυτῶν ἤλθομεν.
2.24.1ἡ δὲ πρῶτον μὲν ὑπὸ ἰλίγγου κατέπεσεν, εἶτα ἀνενεγκοῦσα τὴν Κλειὼ κατὰ κόρρης ὡς εἶχε ῥαπίζει, καὶ ἐπιλαβομένη τῶν τριχῶν ἅμα πρὸς τὴν θυγατέρα ἀνῴμωξεν “ἀπώλεσάς μου” λέγουσα “Λευκίππη, τὰς ἐλπίδας.
2.24.2οἴμοι, Σώστρατε. σὺ μὲν ἐν Βυζαντίῳ πολεμεῖς ὑπὲρ ἀλλοτρίων γάμων, ἐν Τύρῳ δὲ καταπεπολέμησαι, καὶ τῆς θυγατρός σού τις τοὺς γάμους σεσύληκεν. οἴμοι δειλαία, τοιούτους σου γάμους ὄψεσθαι οὐ προσεδόκων.
2.24.3ὄφελον ἔμεινας ἐν Βυζαντίῳ, ὄφελον ἔπαθες πολέμου νόμῳ τὴν ὕβριν, ὄφελόν σε κα- κἂν Θρᾲξ νικήσας ὕβρισεν · οὐκ εἶχεν ἡ συμφορὰ διὰ τὴν ἀνάγκην ὄνειδος · νῦν δέ, κακόδαιμον, ἀδοξεῖς ἐν οἷς δυστυχεῖς.
2.24.4ἐπλάνα δέ με καὶ τὰ τῶν ἐνυπνίων φαντάσματα, τὸν δὲ ἀληθέστερον ὄνειρον οὐκ ἐθεασάμην · νῦν ἀθλιώτερον ἀνετμήθης τὴν γαστέρα · αὕτη δυστυχεστέρα τῆς μαχαίρας τομή, οὐ δὲ εἶδον τὸν ὑβρίσαντά σε, οὐ δὲ οἶδά μου τῆς συμφορᾶς τὴν τύχην. οἴμοι τῶν κακῶν. μὴ καὶ δοῦλος ἦν”;
2.25.1ἐθάρρησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος, καὶ λέγει “μὴ λοιδόρει μου, μῆτερ, τὴν παρθενίαν · οὐδὲν ἔργον μοι πέπρακται τοιούτων ῥημάτων, οὐ δὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε δαίμων εἴτε ἥρως εἴτε λῃστής.
2.25.2ἐκείμην δὲ πεφοβημένη, μη δ’ἀνακραγεῖν διὰ τὸν φόβον δυναμένη · φόβος γὰρ γλώττης ἐστὶ δεσμός. ἓν οἶδα μόνον, οὐδείς μου τὴν παρθενίαν κατῄσχυνε”.
2.25.3καταπεσοῦσα οὖν ἡ Πάνθεια πάλιν ἔστενεν, ἡμεῖς δὲ ἐσκοποῦμεν καθ’ἑαυτοὺς γενόμενοι τί ποιητέον εἴη, καὶ ἐδόκει κράτιστον εἶναι φεύγειν, πρὶν ἕως γένηται καὶ τὸ πᾶν ἡ Κλειὼ βασανιζομένη κατείπῃ.
2.26.1δόξαν οὖν οὕτως εἰχόμεθα ἔργου, σκηψάμενοι πρὸς τὸν θυρωρὸν ἀπιέναι πρὸς ἐρωμένην, καὶ ἐπὶ τὴν οἰκίαν ἐρχόμεθα τὴν Κλεινίου. ἦσαν δὲ λοιπὸν μέσαι νύκτες, ὥστε μόλις ὁ θυρωρὸς ἀνέῳξεν ἡμῖν. καὶ ὁ Κλεινίας (ἐν ὑπερῴῳ γὰρ τὸν θάλαμον εἶχε) διαλεγομένων ἡμῶν ἀκούσας κατατρέχει τεταραγμένος.
2.26.2καὶ ἐν τούτῳ τὴν Κλειὼ κατόπιν ὁρῶμεν σπουδῇ θέουσαν · ἦν γὰρ δρασμὸν βεβουλευμένη. ἅματε οὖν ὁ Κλεινίας ἤκουσεν ἡμῶν ἃ πεπόνθαμεν καὶ τῆς Κλειοῦς ἡμεῖς ὅπως φύγοι, καὶ πάλιν ἡμῶν ἡ Κλειὼ τί ποιεῖν μέλλομεν.
2.26.3παρελθόντες οὖν εἴσω τῶν θυρῶν τῷ Κλεινίᾳ διηγούμεθα τὰ γεγονότα καὶ ὅτι φεύγειν διεγνώκαμεν. λέγει ἡ Κλειὼ “κα- κἀγὼ σὺν ὑμῖν · ἢν γὰρ περιμείνω τὴν ἕω, θάνατός μοι πρόκειται τῶν βασάνων γλυκύτερος”.
2.27.1ὁ οὖν Κλεινίας τῆς χειρός μου λαβόμενος ἄγει τῆς Κλειοῦς μακρὰν καὶ λέγει “δοκῶ μοι καλλίστην γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν, κα- κἂν οὕτω δοκῇ, συσκευασαμένους ἀπελθεῖν.
2.27.2οὔτε γὰρ νῦν οἶδε τῆς κόρης ἡ μήτηρ τίνα κατέλαβεν, ὡς ὑμεῖς φατε, ὅτε καταμηνύσων οὐκ ἔσται τῆς Κλειοῦς ἐκ μέσου γενομένης · τάχα δὲ καὶ τὴν κόρην συμφυγεῖν πείσετε”. ἔλεγε δὲ καὶ αὐτὸς ὅτι κοινωνὸς γενήσεται τῆς ἀποδημίας.
2.27.3ταῦτα ἔδοξε · καὶ τὴν μὲν Κλειὼ τῶν οἰκετῶν αὑτοῦ τινι παραδίδωσι, κελεύσας ἐμβάλλεσθαι σκάφει, ἡμεῖς δὲ αὐτοῦ καταμείναντες ἐφροντίζομεν περὶ τῶν ἐσομένων, καὶ τέλος ἔδοξεν ἀποπειραθῆναι τῆς κόρης καὶ εἰ μὲν θελήσει συμφυγεῖν, οὕτω πράττειν · εἰ δὲ μή, μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ. κοιμηθέντες οὖν τῆς νυκτὸς ὅσον τὸ λοιπὸν περὶ τὴν ἕω πάλιν ἐπὶ τὴν οἰκίαν ἐπανήλθομεν.
2.28.1ἡ οὖν Πάνθεια ἀναστᾶσα περὶ τὰς βασάνους τῆς Κλειοῦς ηὐτρεπίζετο καὶ καλεῖν αὐτὴν ἐκέλευσεν. ὡς δ’ἦν ἀφανής, πάλιν ἐπὶ τὴν θυγατέρα ἵεται καὶ “οὐκ ἐρεῖς” ἔφη “τὴν συσκευὴν τοῦ δράματος; ἰδοὺ καὶ ἡ Κλειὼ πέφευγεν”.
2.28.2ἡ δὲ ἔτι μᾶλλον ἐθάρρησε καὶ λέγει “τί πλέον εἴπω σοι, τίνα δ’ἄλλην προσαγάγω πίστιν τῆς ἀληθείας μείζονα; εἰ παρθενίας ἐστί τις δοκιμασία, δοκίμασον”.
2.28.3“ἔτι καὶ τοῦτο” ἔφη ἡ Πάνθεια “λείπεται, ἵνα καὶ μετὰ μαρτύρων δυστυχῶμεν”. ταῦτα ἅμα λέγουσα, ἐπήδησεν ἔξω.
2.29.1ἡ δὲ Λευκίππη καθ’ἑαυτὴν γενομένη καὶ τῶν τῆς μητρὸς γεμισθεῖσα ῥημάτων παντοδαπή τις ἦν. ἤχθετο, ᾐσχύνετο, ὠργίζετο · ἤχθετο μὲν πεφωραμένη, ᾐσχύνετο δὲ ὀνειδιζομένη, ὠργίζετο δὲ ἀπιστουμένη. αἰδὼς δὲ καὶ λύπη καὶ ὀργὴ τρία τῆς ψυχῆς κύματα.
2.29.2ἡ μὲν γὰρ αἰδὼς διὰ τῶν ὀμμάτων εἰσρέουσα τὴν τῶν ὀφθαλμῶν ἐλευθερίαν καθαιρεῖ · ἡ δὲ λύπη περὶ τὰ στέρνα διανεμομένη κατατήκει τῆς ψυχῆς τὸ ζωπυροῦν · ἡ δὲ ὀργὴ περιυλακτοῦσα τὴν καρδίαν ἐπικλύζει τὸν λογισμὸν τῷ τῆς μανίας ἀφρῷ.
2.29.3λόγος δὲ τούτων ἁπάντων πατήρ, καὶ ἔοικεν ἐπὶ σκοπῷ τόξον βάλλειν καὶ ἐπιτυγχάνειν καὶ ἐπὶ τὴν ψυχὴν πέμπειν τὰ βλήματα καὶ ποικίλα τοξεύματα. τὸ μέν ἐστιν αὐτῷ λοιδορίας βέλος, καὶ γίνεται τὸ ἕλκος ὀργή · τὸ δέ ἐστιν ἔλεγχος ἀτυχημάτων · ἐκ τούτου τοῦ βέλους λύπη γίνεται · τὸ δὲ ὄνειδος ἁμαρτημάτων, καὶ καλοῦσιν αἰδῶ τὸ τραῦμα.
2.29.4ἴδιον δὲ τούτων ἁπάντων τῶν βελῶν βαθέα μὲν τὰ βλήματα, ἄναιμα δὲ τὰ τοξεύματα. ἓν δὲ τούτων ἁπάντων φάρμακον, ἀμύνεσθαι τὸν βάλλοντα τοῖς αὐτοῖς βλήμασι · λόγος γὰρ γλώσσης βέλος ἄλλης γλώσσης βέλει θεραπεύεται · καὶ γὰρ τῆς καρδίας ἔπαυσε τὸ θυμούμενον καὶ τῆς ψυχῆς ἐμάρανε τὸ λυπούμενον.
2.29.5ἂν δέ τις ἀνάγκῃ τοῦ κρείττονος σιγάσῃ τὴν ἄμυναν, ἀλγεινότερα γίνεται τὰ ἕλκη τῇ σιωπῇ · αἱ γὰρ ὠδῖνες τῶν ἐκ τοῦ λόγου κυμάτων οὐκ ἀποπτύσασαι τὸν ἀφρὸν οἰδοῦσι περὶ ἑαυτὰς πεφυσημέναι.
2.30.1ἐν τούτῳ δὲ ἔτυχον πέμψας τὸν Σάτυρον πρὸς τὴν κόρην ἀποπειρασόμενον τῆς φυγῆς. ἡ δὲ πρὶν ἀκοῦσαι πρὸς τὸν Σάτυρον “δέομαι” ἔφη “πρὸς θεῶν ξένων καὶ ἐγχωρίων, ἐξαρπάσατέ με τῶν τῆς μητρὸς ὀφθαλμῶν, ὅπη βούλεσθε ·
2.30.2εἰ δέ με ἀπελθόντες καταλίποιτε, βρόχον πλεξαμένη τὴν ψυχήν μου οὕτως ἀφήσω”. ἐγὼ δὲ ὡς ταῦτα ἤκουσα, τὸ πολὺ τῆς φροντίδος ἀπερριψάμην. δύο δὲ ἡμέρας διαλιπόντες, ὅτε καὶ ἀποδημῶν ἔτυχεν ὁ πατήρ, παρεσκευαζόμεθα πρὸς τὴν φυγήν.
2.31.1εἶχε δ’ὁ Σάτυρος τοῦ φαρμάκου λείψανον, ᾧ τὸν Κώνωπα ἦν κατακοιμίσας · τούτου διακονούμενος ἡμῖν ἐγχεῖ λαθὼν κατὰ τῆς κύλικος τῆς τελευταίας, ἣν τῇ Πανθείᾳ προσέφερεν · ἡ δὲ ἀναστᾶσα ᾤχετο εἰς τὸν θάλαμον ἑαυτῆς καὶ εὐθὺς ἐκάθευδεν.
2.31.2εἶχε δὲ ἑτέραν ἡ Λευκίππη θαλαμηπόλον, ἣν τῷ αὐτῷ φαρμάκῳ καταβαπτίσας ὁ Σάτυρος (προσεπεποίητο γὰρ καὶ αὐτῆς, ἐξ οὗ τῷ θαλάμῳ προσεληλύθει, ἐρᾶν) ἐπὶ τὴν τρίτην θήραν ἔρχεται τὸν θυρωρόν · κα- κἀκεῖνον βεβλήκει τῷ αὐτῷ πώματι.
2.31.3ὄχημα δὲ εὐτρεπὲς ἡμᾶς πρὸ τῶν πυλῶν ἐξεδέχετο, ὅπερ ὁ Κλεινίας παρεσκεύασε, καὶ ἔφθασεν ἡμᾶς ἐπ’αὐτοῦ περιμένων αὐτός. ἐπεὶ δὲ πάντες ἐκάθευδον, περὶ πρώτας νυκτὸς φυλακὰς προῇμεν ἀψοφητί, Λευκίππην τοῦ Σατύρου χειραγωγοῦντος.
2.31.4καὶ γὰρ ὁ Κώνωψ, ὅσπερ ἡμῖν ἐφήδρευε, κατὰ τύχην ἐκείνην ἀπεδήμει τὴν ἡμέραν τῇ δεσποίνῃ διακονησόμενος. ἀνοίγει δὴ τὰς θύρας ὁ Σάτυρος καὶ προήλθομεν · ὡς δὲ παρῇμεν ἐπὶ τὰς πύλας, ἐπέβημεν τοῦ ὀχήματος.
2.31.5ἦμεν δὲ οἱ πάντες ἕξ, ἡμεῖς καὶ ὁ Κλεινίας καὶ δύο θεράποντες αὐτοῦ. ἐλαύνομεν οὖν τὴν ἐπὶ Σιδῶνος καὶ περὶ μοίρας τῆς νυκτὸς δύο παρῇμεν ἐπὶ τὴν πόλιν καὶ εὐθὺς ἐπὶ Βηρυτοῦ τὸν δρόμον ἐποιούμεθα, νομίζοντες εὑρήσειν ἐκεῖ ναῦν ἐφορμοῦσαν.
2.31.6καὶ οὐκ ἠτυχήσαμεν · ὡς γὰρ ἐπὶ τοῦ Βηρυτίων λιμένος ἤλθομεν, ἀναγόμενον σκάφος εὕρομεν, ἄρτι τὰ πρυμνήσια μέλλον ἀπολύειν. μηδὲν οὖν ἐρωτήσαντες ποῖ πλεῖ, μετεσκευαζόμεθα ἐπὶ τὴν θάλατταν ἐκ τῆς γῆς, καὶ ἦν ὁ καιρὸς μικρὸν ἄνω τῆς ἕω. ἔπλει δὲ τὸ πλοῖον εἰς Ἀλεξάνδρειαν, τὴν μεγάλην τοῦ Νείλου πόλιν.
2.32.1ἔχαιρόν τὸ πρῶτον ὁρῶν τὴν θάλατταν οὔπω πελαγίζοντος τοῦ σκάφους, ἀλλ’ἔτι τοῖς λιμέσιν ἐποχουμένου. ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος, ἑλκομένων τῶν κάλων ·
2.32.2ἡ κεραία περιήγετο, τὸ ἱστίον καθίετο, ἡ ναῦς ἀπεσαλεύετο, τὰς ἀγκύρας ἀνέσπων, ὁ λιμὴν κατελείπετο · τὴν γῆν ἑωρῶμεν ἀπὸ τῆς νεὼς κατὰ μικρὸν ἀναχωροῦσαν, ὡς αὐτὴν πλέουσαν · παιανισμὸς ἦν καὶ πολλή τις εὐχή, θεοὺς σωτῆρας καλούντων εὐφημούντων αἴσιον τὸν πλοῦν γενέσθαι · τὸ πνεῦμα ᾔρετο σφοδρότερον, τὸ ἱστίον ἐκυρτοῦτο καὶ εἷλκε τὴν ναῦν.
2.33.1ἔτυχε δέ τις ἡμῖν νεανίσκος παρασκηνῶν, ὃς ἐπεὶ καιρὸς ἦν ἀρίστου, φιλοφρονούμενος ἡμᾶς συναριστᾶν ἠξίου. καὶ ἡμῖν δ’ὁ Σάτυρος παρέφερεν · ὥστε εἰς μέσον καταθέμενοι ἃ εἴχομεν, τὸ ἄριστον ἐκοινοῦμεν, ἤδη δὲ καὶ λόγον.
2.33.2λέγω δὴ πρῶτος “πόθεν, ὦ νεανίσκε, καὶ τίνα σε δεῖ καλεῖν”; “ἐγὼ Μενέλαος” εἶπεν, “τὸ δὲ γένος Αἰγύπτιος. τὰ δὲ ὑμέτερα τίνα”; “ἐγὼ Κλειτοφῶν, οὗτος Κλεινίας, Φοίνικες ἄμφω”.
2.33.3“τίς οὖν ἡ πρόφασις ὑμῖν τῆς ἀποδημίας”; “ἢν σὺ πρῶτος ἡμῖν φράσῃς, καὶ τὰ παρ’ἡμῶν ἀκούσῃ”.
2.34.1λέγει οὖν ὁ Μενέλαος “τὸ μὲν κεφάλαιον τῆς ἐμῆς ἀποδημίας ἔρως βάσκανος καὶ θήρα δυστυχής. ἤρων μειρακίου καλοῦ, τὸ δὲ μειράκιον φιλόθηρον ἦν. ἐπεῖχον τὰ πολλά, κρατεῖν οὐκ ἠδυνάμην · ὡς δ’οὐκ ἔπειθον, εἱπόμην ἐπὶ τὰς ἄγρας κα- κἀγώ.
2.34.2ἐθηρῶμεν οὖν ἱππεύοντες ἄμφω καὶ τὰ πρῶτα εὐτυχοῦμεν, τὰ λεπτὰ διώκοντες τῶν θηρίων.
2.34.3ἐξαίφνης δὲ σῦς τῆς ὕλης προπηδᾷ, καὶ τὸ μειράκιον ἐδίωκε · καὶ ὁ σῦς ἐπιστρέφει τὴν γένυν καὶ ἀντιπρόσωπος ἐχώρει δρόμῳ, καὶ τὸ μειράκιον οὐκ ἐξετρέπετο, βοῶντος ἐμοῦ καὶ κεκραγότος” ἕλκε τὸν ἵππον, μετένεγκε τὰς ἡνίας, πονηρὸν τὸ θηρίον “· ᾅξας δὲ ὁ σῦς σπουδῇ ἔτρεχεν ὡς ἐπ’αὐτό.
2.34.4καὶ οἱ μὲν συνέπιπτον ἀλλήλοις, ἐμὲ δὲ τρόμος, ὡς εἶδον, λαμβάνει καὶ φοβούμενος μὴ φθάσῃ τὸ θηρίον καὶ πατάξῃ τὸν ἵππον, ἐναγκυλησάμενος τὸ ἀκόντιον, πρὶν ἀκριβῶς καταστοχάσασθαι τοῦ σκοποῦ, πέμπω τὸ βέλος, τὸ δὲ μειράκιον παραθέον ἁρπάζει τὴν βολήν.
2.34.5τίνα οἴει με τότε ψυχὴν ἔχειν, εἰ καὶ ψυχὴν εἶχον ὅλως; τὸ δὲ οἰκτρότερον, τὰς χεῖρας ὤρεγέ μοι μικρὸν ἔτι ἐμπνέων καὶ περιέβαλλε καὶ ἀποθνήσκων οὐκ ἐμίσει με τὸν πονηρὸν ὁ ὑπ’ἐμοῦ πεφονευμένος, ἀλλὰ τὴν ψυχὴν ἀφῆκε τῇ φονευσάσῃ περιπλεκόμενος δεξιᾷ.
2.34.6ἄγουσιν οὖν με ἐπὶ τὸ δικαστήριον οἱ τοῦ μειρακίου γονεῖς οὐκ ἄκοντα · καὶ γὰρ παρελθὼν ἀπελογούμην οὐδέν, θανάτου δὲ ἐτιμώμην ἐμαυτῷ. ἐλεήσαντες οὖν οἱ δικασταὶ προσετίμησάν μοι τριετῆ φυγήν · ἧς νῦν τέλος ἐχούσης, αὖθις ἐπὶ τὴν ἐμαυτοῦ καταίρω”.
2.34.7ἐπεδάκρυσεν ὁ Κλεινίας αὐτοῦ λέγοντος Πάτροκλον πρόφασιν, ἀναμνησθεὶς Χαρικλέους · καὶ ὁ Μενέλαος “τα- τἀμὰ δακρύεις” ἔφη “ἢ καὶ σέ τι τοιοῦτον ἐξήγαγε”; στενάξας οὖν ὁ Κλεινίας καταλέγει τὸν Χαρικλέα καὶ τὸν ἵππον, κα- κἀγὼ τα- τἀμαυτοῦ.
2.35.1ὁρῶν οὖν ἐγὼ τὸν Μενέλαον κατηφῆ πάνυ τῶν ἑαυτοῦ μεμνημένον, τὸν δὲ Κλεινίαν ὑποδακρύοντα μνήμῃ Χαρικλέους, βουλόμενος αὐτοὺς τῆς λύπης ἀπαγαγεῖν, ἐμβάλλω λόγον ἐρωτικῆς ἐχόμενον ψυχαγωγίας · καὶ γὰρ οὐ δὲ ἡ Λευκίππη παρῆν, ἀλλ’ἐν μυχῷ ἐκάθευδε τῆς νεώς.
2.35.2λέγω δὴ πρὸς αὐτοὺς ὑπομειδιῶν “ὡς παρὰ πολὺ κρατεῖ μου Κλεινίας · ἐβούλετο γὰρ λέγειν κατὰ γυναικῶν, ὥσπερ εἰώθει. ῥᾷον δ’ἂν εἴποι νῦν ἤτοι ὡς κοινωνὸν ἔρωτος εὑρών.
2.35.3οὐκ οἶδα γὰρ πῶς ἐπιχωριάζει νῦν ὁ εἰς τοὺς ἄρρενας ἔρως”. “οὐ γὰρ πολὺ ἄμεινον” ὁ Μενέλαος ἔφη “τοῦτο ἐκείνου; καὶ γὰρ ἁπλούστεροι παῖδες γυναικῶν, καὶ τὸ κάλλος αὐτοῖς δριμύτερον εἰς ἡδονήν”.
2.35.4“πῶς δριμύτερον” ἔφην “εἴγε παρακῦψαν μόνον οἴχεται καὶ οὐκ ἀπολαῦσαι δίδωσι τῷ φιλοῦντι, ἀλλ’ἔοικε τῷ τοῦ Ταντάλου πώματι;
2.35.5πολλάκις γὰρ ἐν ᾧ πίνεται πέφευγε, καὶ ἀπῆλθεν ὁ ἐραστὴς οὐχ εὑρὼν πιεῖν · τὸ δὲ ἔτι πινόμενον ἁρπάζεται πρὶν ὁ πίνων κορεσθῇ, καὶ οὐκ ἔστιν ἀπὸ παιδὸς ἀπελθεῖν ἐραστὴν ἄλυπον ἔχοντα τὴν ἡδονήν · καταλείπει γὰρ ἔτι διψῶντα”.
2.36.1καὶ ὁ Μενέλαος “ἀγνοεῖς, ὦ Κλειτοφῶν” ἔφη “τὸ κεφάλαιον τῆς ἡδονῆς. ποθεινὸν γὰρ ἀεὶ τὸ ἀκόρεστον. τὸ μὲν γὰρ εἰς χρῆσιν χρονιώτερον τῷ κόρῳ μαραίνει τὸ τερπνόν, τὸ δὲ ἁρπαζόμενον καινόν ἐστιν ἀεὶ καὶ μᾶλλον ἀνθεῖ · οὐ γὰρ γεγηρακυῖαν ἔχει τὴν ἡδονήν, καὶ ὅσον ἐλαττοῦται τῷ χρόνῳ, τοσοῦτον εἰς μέγεθος ἐκτείνεται πόθῳ.
2.36.2καὶ τὸ ῥόδον διὰ τοῦτο τῶν ἄλλων εὐμορφότερόν ἐστι φυτῶν, ὅτι τὸ κάλλος αὐτοῦ φεύγει ταχύ. δύο γὰρ ἐγὼ νομίζω κατ’ἀνθρώπους κάλλη πλανᾶσθαι, τὸ μὲν οὐράνιον, τὸ δὲ πάνδημον.
2.36.3ἀλλὰ τὸ μὲν οὐράνιον ἄχθεται θνητῷ σκήνει δεδεμένον καὶ ζητεῖ πρὸς οὐρανὸν ταχὺ φεύγειν · τὸ δὲ πάνδημον ἔρριπται κάτω καὶ ἐγχρονίζει περὶ τοῖς σώμασιν. εἰ δὲ καὶ ποιητὴν δεῖ λαβεῖν μάρτυρα τῆς οὐρανίας τοῦ κάλλους ἀνόδου, ἄκουσον Ὁμήρου λέγοντος τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο, ἵν’ἀθανάτοισι μετείη.
2.36.4οὐδεμία δὲ ἀνέβη ποτὲ εἰς οὐρανὸν διὰ κάλλος γυνή. καὶ γὰρ γυναιξὶ κεκοινώνηκεν ὁ Ζεύς. ἀλλ’Ἀλκμήνην μὲν ἔχει πένθος καὶ φυγή, Δανάην δὲ λάρναξ καὶ θάλασσα, Σεμέλη δὲ πυρὸς γέγονε τροφή · ἂν δὲ μειρακίου Φρυγὸς ἐρασθῇ, τὸν οὐρανὸν αὐτῷ δίδωσιν, ἵνα καὶ συνοικῇ καὶ οἰνοχόον ἔχῃ τοῦ νέκταρος · ἡ δὲ πρότερον διάκονος τῆς τιμῆς ἐξέωσται · ἦν γάρ, οἶμαι, γυνή”.
2.37.1ὑπολαβὼν οὖν ἐγὼ “καὶ μὴν οὐράνιον” ἔφην “ἔοικε μᾶλλον εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται. ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον, τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον.
2.37.2ἠράσθη μειρακίου Φρυγός, ἀνήγαγεν εἰς οὐρανὸν τὸν Φρύγα · τὸ δὲ κάλλος τῶν γυναικῶν αὐτὸν τὸν Δία κατήγαγεν ἐξ οὐρανοῦ. διὰ γυναῖκά ποτε Ζεὺς ἐμυκήσατο, διὰ γυναῖκά ποτε Σάτυρον ὠρχήσατο, καὶ χρυσὸν πεποίηκεν ἑαυτὸν ἄλλῃ γυναικί.
2.37.3οἰνοχοείτω μὲν Γανυμήδης, μετὰ δὲ τῶν θεῶν Ἥβη πινέτω, ἵνα ἔχῃ μειράκιον διάκονον γυνή. ἐλεῶ δὲ αὐτοῦ τὴν ἁρπαγήν. ὄρνις ἐπ’αὐτὸν κατέβη ὠμηστής, ὁ δὲ ἀνάρπαστος γενόμενος ὑβρίζεται καὶ ἔοικεν ἐσταυρουμένῳ · καὶ τὸ θέαμά ἐστιν αἴσχιστον, μειράκιον ἐξ ὀνύχων κρεμάμενον.
2.37.4Σεμέλην δὲ εἰς οὐρανὸν ἀνήγαγεν οὐκ ὄρνις ὠμηστής, ἀλλὰ πῦρ · καὶ μὴ θαυμάσῃς εἰ διὰ πυρός τις ἀναβαίνει εἰς οὐρανόν · οὕτως ἀνέβη Ἡρακλῆς. εἰ δὲ Δανάης τὴν λάρνακα γελᾷς, πῶς τὸν Περσέα σιωπᾷς; Ἀλκμήνῃ δὲ τοῦτο μόνον δῶρον ἀρκεῖ, ὅτι δι’αὐτὴν ἔκλεψεν ὁ Ζεὺς τρεῖς ὅλους ἡλίους.
2.37.5εἰ δὲ δεῖ μεθέντα τὰς μυθολογίας αὐτὴν εἰπεῖν τὴν ἐν τοῖς ἔργοις ἡδονήν, ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας, ὅσον ὁμιλῆσαι ταῖς εἰς Ἀφροδίτην πωλουμέναις · ἄλλος γὰρ ἂν ἴσως εἰπεῖν τι καὶ πλέον ἔχοι μεμυημένος · εἰρήσεται δέ μοι, κα- κἂν μετρίως ἔχω πείρας.
2.37.6γυναικὶ μὲν οὖν ὑγρὸν μὲν τὸ σῶμα ἐν ταῖς συμπλοκαῖς, μαλθακὰ δὲ τὰ χείλη πρὸς τὰ φιλήματα. καὶ διὰ τοῦτο μὲν ἔχει τὸ σῶμα ἐν τοῖς ἀγκαλίσμασιν, ἐν δὲ ταῖς σαρξὶν ὅλως ἐνηρμοσμένον, καί πως ἐγκείμενον περιβάλλει τὴν ἡδονήν.
2.37.7ἐνστίζει δὲ τοῖς χείλεσιν ὥσπερ σφραγῖδας τὰ φιλήματα, φιλεῖ δὲ τέχνῃ καὶ σκευάζει τὸ φίλημα γλυκύτερον. οὐ γὰρ μόνον ἐθέλει φιλεῖν τοῖς χείλεσιν, ἀλλὰ καὶ τοῖς ὀδοῦσι συμβάλλεται καὶ περὶ τὸ τοῦ φιλοῦντος στόμα βόσκεται καὶ δάκνει τὰ φιλήματα.
2.37.8ἐν δὲ τῇ τῆς Ἀφροδίτης ἀκμῇ οἰστρεῖ μὲν ὑφ’ἡδονῆς, περικέχηνε δὲ φιλοῦσα καὶ μαίνεται · αἱ δὲ γλῶτται τοῦτον τὸν χρόνον φοιτῶσιν ἀλλήλαις εἰς ὁμιλίαν καὶ ὡς δύνανται βιάζονται κα- κἀκεῖναι φιλεῖν · σὺ δὲ μείζονα ποιεῖς τὴν ἡδονὴν ἀνοίγων τὰ φιλήματα.
2.37.9πρὸς δὲ τὸ τέρμα τῆς Ἀφροδίτης ἡ γυνὴ γινομένη πέφυκεν ἀσθμαίνειν ὑπὸ καυματώδους ἡδονῆς, τὸ δὲ ἄσθμα σὺν πνεύματι ἐρωτικῷ μέχρι τῶν τοῦ στόματος χειλέων ἀναθορὸν συντυγχάνει πλανωμένῳ τῷ φιλήματι καὶ ζητοῦντι καταβῆναι κάτω ·
2.37.10ἀναστρέφον δὲ σὺν τῷ ἄσθματι τὸ φίλημα καὶ μιχθὲν ἕπεται καὶ βάλλει τὴν καρδίαν · ἡ δὲ ταραχθεῖσα τῷ φιλήματι πάλλεται. εἰ δὲ μὴ τοῖς σπλάγχνοις ἦν δεδεμένη, ἠκολούθησεν ἂν ἑλκυσθεῖσα ἄνω τοῖς φιλήμασι. παίδων δὲ φιλήματα μὲν ἀπαίδευτα, περιπλοκαὶ δ’ἀμαθεῖς, Ἀφροδίτη δὲ ἀργή, ἡδονῆς δ’οὐδέν”.
2.38.1καὶ ὁ Μενέλαος “ἀλλὰ σύ μοι δοκεῖς” ἔφη “μὴ πρωτόπειρος ἀλλὰ γέρων εἰς Ἀφροδίτην τυγχάνειν · τοσαύτας ἡμῶν κατέχεας γυναικῶν περιεργίας. ἐν μέρει δὲ καὶ τὰ τῶν παίδων ἀντάκουσον.
2.38.2γυναικὶ μὲν γὰρ πάντα ἐπίπλαστα καὶ τὰ ῥήματα καὶ τὰ σχήματα · κα- κἂν εἶναι δόξῃ καλή, τῶν ἀλειμμάτων ἡ πολυπράγμων μηχανή · καί ἐστιν αὐτῆς τὸ κάλλος ἢ μύρων ἢ τριχῶν βαφῆς ἢ καὶ φιλημάτων · ἂν δὲ τῶν πολλῶν τούτων γυμνώσῃς δόλων, ἔοικε κολοιῷ γεγυμνωμένῳ τῶν τοῦ μύθου πτερῶν.
2.38.3τὸ δὲ κάλλος τὸ παιδικὸν οὐκ ἀρδεύεται μύρων ὄσφραις οὐ δὲ δολεραῖς καὶ ἀλλοτρίαις ὀσμαῖς, πάσης δὲ γυναικῶν μυραλοιφίας ἥδιον ὄδωδεν ὁ τῶν παίδων ἱδρώς.
2.38.4ἔξεστι δὲ αὐτοῖς καὶ πρὸ τῆς ἐν Ἀφροδίτῃ συμπλοκῆς ἐν παλαίστρᾳ συμπεσεῖν καὶ φανερῶς περιχυθῆναι, καὶ οὐκ ἔχουσιν αἰσχύνην αἱ περιπλοκαί, καὶ οὐ μαλθάσσει τὰς ἐν Ἀφροδίτῃ περιπλοκὰς ὑγρότης σαρκῶν, ἀλλ’ἀντιτυπεῖ πρὸς ἄλληλα τὰ σώματα καὶ περὶ τῆς ἡδονῆς ἀθλεῖ.
2.38.5τὰ δὲ φιλήματα σοφίαν μὲν οὐκ ἔχει γυναικείαν οὐ δὲ μαγγανεύει τοῖς χείλεσιν σινάμωρον ἀπάτην, ὡς δὲ οἶδε φιλεῖ, καὶ οὐκ ἔστι τέχνης ἀλλὰ φύσεως τὰ φιλήματα. αὕτη δὲ παιδὸς φιλήματος εἰκών · εἰ νέκταρ ἐπήγνυτο καὶ χεῖλος ἐγίνετο, τοιαῦτα ἂν ἔσχες τὰ φιλήματα. φιλῶν δὲ οὐκ ἂν ἔχοις κόρον, ἀλλ’ὅσον ἐμφορῇ, διψῇς ἔτι φιλεῖν, καὶ οὐκ ἂν ἀποσπάσειας τὸ στόμα, μέχρις ἂν ὑφ’ἡδονῆς ἐκφύγῃς τὰ φιλήματα”.