Achilles Tatius

Leucippe and Clitophon, 3

3.1

3.1.1τρίτην δὲ ἡμέραν πλεόντων ἡμῶν, ἐξ αἰθρίας πολλῆς αἰφνίδιον ἀχλὺς περιχεῖται καὶ τῆς ἡμέρας ἀπωλώλει τὸ φῶς · ἐγείρεται δὲ κάτωθεν ἄνεμος ἐκ τῆς θαλάσσης κατὰ πρόσωπον τῆς νεώς, καὶ κυβερνήτης περιάγειν ἐκέλευσε τὴν κεραίαν.

3.1.2καὶ σπουδῇ περιῆγον οἱ ναῦται, πῇ μὲν τὴν ὀθόνην ἐπὶ θάτερα συνάγοντες ἄνω τοῦ κέρως βίᾳ (τὸ γὰρ πνεῦμα σφοδρότερον ἐμπεσὸν ἀνθέλκειν οὐκ ἐπέτρεπε), πῇ δὲ πρὸς θάτερον μέρος, φυλάττοντες τοῦ πρόσθεν μέτρου καθ’ συνέβαινεν οὔριον εἶναι τῇ περιαγωγῇ τὸ πνεῦμα.

3.1.3κλίνεται δὲ κοῖλον τοιχίσαν τὸ σκάφος καὶ ἐπὶ θάτερα μετεωρίζεται καὶ πάντη πρηνὲς ἦν, καὶ ἐδόκει τοῖς πολλοῖς ἡμῶν περιτραπήσεσθαι καθάπαξ ἐμπίπτοντος τοῦ πνεύματος. μετεσκευαζόμεθα οὖν ἅπαντες εἰς τὰ μετέωρα τῆς νεώς, ὅπως τὸ μὲν βαπτιζόμενον τῆς νεὼς ἀνακουφίσαιμεν, τὸ δὲ τῇ προσθήκῃ βιασάμενοι κατὰ μικρὸν καθέλοιμεν εἰς τὸ ἀντίρροπον.

3.1.4πλέον δὲ ἠνύομεν οὐδέν · ἀνέφερε γὰρ ἡμᾶς μᾶλλον κορυφούμενον τὸ ἔδαφος τῆς νεώς, πρὸς ἡμῶν κατεβιβάζετο.

3.1.5καὶ χρόνον μέν τινα διαταλαντουμένην οὕτω τὴν ναῦν τοῖς κύμασιν ἐπαλαίομεν εἰς τὸ ἀντίρροπον καθελεῖν · αἰφνίδιον δὲ μεταβάλλεται τὸ πνεῦμα ἐπὶ θάτερα τῆς νεὼς καὶ μικροῦ βαπτίζεται τὸ σκάφος, τοῦ μὲν τέως εἰς κῦμα κλιθέντος ἀναθορόντος ὀξείᾳ ῥοπῇ, θατέρου δέ, ᾐώρητο, καταρραγέντος εἰς τὴν θάλατταν.

3.1.6κωκυτὸς οὖν αἴρεται μέγας ἐκ τῆς νεώς, καὶ μετοικία πάλιν καὶ δρόμος μετὰ βοῆς ἐπὶ τὰς ἀρχαίας ἕδρας. καὶ τρίτον καὶ τέταρτον καὶ πολλάκις τὸ αὐτὸ πάσχοντες κοινὴν ταύτην εἴχομεν τῷ σκάφει τὴν πλάνην. πρὶν μὲν γὰρ μετασκευάσασθαι τὸ πρῶτον, δίαυλος ἡμᾶς διαλαμβάνει δεύτερος.

3.2

3.2.1σκευοφοροῦντες οὖν κατὰ τὴν ναῦν διὰ πάσης ἡμέρας δόλιχόν τινα τοῦτον δρόμον μυρίον ἐπονοῦμεν, ἀεὶ τὸν θάνατον προσδοκῶντες. καὶ ἦν, ὡς εἰκός, οὐ μακράν.

3.2.2περὶ γὰρ μεσημβρίαν δείλην μὲν ἥλιος τέλεον ἁρπάζεται, ἑωρῶμεν δὲ ἑαυτοὺς ὡς ἐν σελήνῃ. πῦρ μὲν ἀπ’αὐτῆς ἵπταται, μυκᾶται δὲ βροντῶν οὐρανός, καὶ τὸν ἀέρα γεμίζει βόμβος, ἀντεβόμβει δὲ κάτωθεν τῶν κυμάτων στάσις, μεταξὺ δὲ οὐρανοῦ καὶ θαλάσσης ἀνέμων ποικίλων ἐσύριζε ψόφος.

3.2.3καὶ μὲν ἀὴρ εἶχε σάλπιγγος ἦχον, οἱ δὲ κάλοι περὶ τὴν ὀθόνην πίπτουσιν, ἀντιπαταγοῦντες δὲ ἐτετρίγεσαν · ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς νεὼς ῥηγνύμενα μὴ κατὰ μικρὸν ἀνοιχθείη τὸ σκάφος τῶν γόμφων ἀποσπωμένων · γέρρα δὲ περὶ πᾶσαν τὴν ναῦν ἐκεκάλυπτο.

3.2.4καὶ γὰρ ὄμβρος ἐπέκλυζε πολύς, ἡμεῖς δὲ τὰ γέρρα ὑποδύντες ὥσπερ εἰς ἄντρον ἐμένομεν, παραδόντες ἑαυτοὺς τῇ τύχῃ, ῥίψαντες τὰς ἐλπίδας.

3.2.5τρικυμίαι δὲ πολλαὶ καὶ πάντοθεν, αἱ μὲν κατὰ πρόσωπον, αἱ δὲ κατ’οὐρὰν τῆς νεὼς ἀλλήλαις ἀντέπιπτον. δὲ ναῦς ἀεὶ πρὸς μὲν τὸ κυρτούμενον τῆς θαλάσσης ἠγείρετο, πρὸς δὲ τὸ παραδραμὸν ἤδη καὶ χθαμαλὸν τοῦ κύματος κατεδύετο. ἐῴκει δὲ τῶν κυμάτων μάτων τὰ μὲν ὄρεσι, τὰ δὲ χάσμασιν.

3.2.6ἦν δὲ καὶ τὰ ἐγκάρσια τῶν κυμάτων ἑκατέρωθεν φοβερώτερα. ἀναβαίνουσα μὲν γὰρ ἐπὶ τὴν ναῦν θάλασσα διὰ τῶν γέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶν τὸ σκάφος.

3.2.7τὸ γὰρ κῦμα αἰρόμενον ὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν, πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπον ἐφαίνετο τῷ σκάφει μέγεθος οἷον προσιὸν δὲ βλέπων καταποθήσεσθαι τὴν ναῦν προσεδόκησας.

3.2.8ἦν οὖν ἀνέμων μάχη καὶ κυμάτων · ἡμεῖς δὲ οὐκ ἠδυνάμεθα κατὰ χώραν μένειν ὑπὸ τοῦ τῆς νεὼς σεισμοῦ. συμμιγὴς δὲ πάντων ἐγίνετο βοή · ἐρρόχθει τὸ κῦμα, ἐπάφλαζε τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸς ἀνδρῶν, κελευσμὸς ναυτῶν, πάντα θρήνων καὶ κωκυτῶν ἀνάμεστα.

3.2.9καὶ κυβερνήτης ἐκέλευε ῥίπτειν τὸν φόρτον · διάκρισις δ’οὐκ ἦν ἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάνθ’ὁμοίως ἠκοντίζομεν ἔξω τῆς νεώς · πολλοὶ δὲ καὶ τῶν ἐμπόρων αὐτοὶ τῶν οἰκείων λαμβάνοντες, ἐν οἷς εἶχον τὰς ἐλπίδας, ἐώθουν ἐπειγόμενοι. καὶ ἦν ἤδη ναῦς τῶν ἐπίπλων γυμνή · δὲ χειμὼν οὐκ ἐσπένδετο.

3.3

3.3.1τέλος κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν · οἱ δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο.

3.3.2ἔνθα δὴ καὶ τὰ δεινὰ ἦν καὶ ἦν μάχη χειροποίητος. οἱ μὲν γὰρ ἐπιβάντες ἤδη τὸν κάλων ἔκοπτον, ὃς συνέδει τὴν ἐφολκίδα τῷ σκάφει · τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδον μεταπηδᾶν ἔνθα καὶ τὸν κυβερνήτην ἑωράκεσαν, ἐφείλκοντό τὸν κάλων · οἱ δ’ἐκ τῆς ἐφολκίδος μεταβαίνειν οὐκ ἐπέτρεπον ·

3.3.3εἶχον δὲ καὶ πελέκεις καὶ μαχαίρας, καὶ πατάξειν ἠπείλουν, εἴ τις ἐπιβήσεται · οἱ δὲ ἐκ τῆς νεὼς ὁπλισάμενοι τὸ δυνατόν, μὲν κώπης παλαιᾶς τρύφος ἀράμενος, δὲ τῶν τῆς νεὼς σελμάτων, ἠμύνοντο. θάλασσα γὰρ εἶχε νόμον τὴν βίαν καὶ ἦν ναυμαχίας καινὸς τρόπος.

3.3.4οἱ μὲν γὰρ ἐκ τῆς ἐφολκίδος δέει τοῦ καταδῦναι τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ πελέκεσι καὶ μαχαίραις τοὺς ἐξαλλομένους ἔπαιον · οἱ δὲ σκυτάλαις καὶ κώπαις ἅμα τῷ πηδήματι τὰς πληγὰς κατέφερον ·

3.3.5οἱ δὲ καὶ ἄκρου ψαύοντες τοῦ σκάφους ἐξωλίσθανον · ἔνιοι δὲ καὶ ἐπιβαίνοντες τοῖς ἐπὶ τῆς ἐφολκίδος ἤδη διεπάλαιον · φιλίας γὰρ αἰδοῦς οὐκέτι θεσμὸς ἦν, ἀλλὰ τὸ οἰκεῖον ἕκαστος σκοπῶν ἀσφαλές, τὸ πρὸς τοὺς ἑτέρους εὔγνωμον οὐκ ἐλογίζετο. οὕτως οἱ μεγάλοι κίνδυνοι καὶ τοὺς τῆς φιλίας λύουσι νόμους.

3.4

3.4.1ἔνθα δή τις ἀπὸ τῆς νεὼς νεανίσκος εὔρωστος λαμβάνεται τοῦ κάλω καὶ ἐφέλκεται τὴν ἐφολκίδα, καὶ ἦν ἐγγὺς ἤδη τοῦ σκάφους, ηὐτρεπίζετο δὲ ἕκαστος ὡς εἰ πελάσειε πηδήσων ἐς αὐτήν.

3.4.2καὶ δύο μὲν τρεῖς ηὐτύχησαν οὐκ ἀναιμωτί, πολλοὶ δὲ ἀποπηδᾶν πειρώμενοι ἐξεκυλίσθησαν τῆς νεὼς κατὰ τῆς θαλάσσης. ταχὺ γὰρ τὴν ἐφολκίδα ἀπολύσαντες οἱ ναῦται, πελέκει κόψαντες τὸν κάλων τὸν πλοῦν εἶχον ἔνθα αὐτοὺς ἦγε τὸ πνεῦμα · οἱ δὲ ἐπὶ τῆς νεὼς ἐπηρῶντο καταδῦναι τὴν ἐφολκίδα.

3.4.3τὸ δὲ σκάφος ἐκυβίστα περὶ τοῖς κύμασιν ὀρχούμενον, λανθάνει δὲ προσενεχθὲν ὑφάλῳ πέτρᾳ καὶ ῥήγνυται πᾶν · ἀπωσθείσης δὲ τῆς νεὼς ἱστὸς ἐπὶ θάτερα πεσὼν τὸ μέν τι κατέκλασε, τὸ δέ τι κατέδυσεν αὐτῆς.

3.4.4ὁπόσοι μὲν οὖν παραχρῆμα τῆς ἅλμης πιόντες κατεσχέθησαν, οὗτοι μετριωτέραν ὡς ἐν κακοῖς ἔσχον τὴν συμφοράν, οὐκ ἐνδιατρίψαντες τῷ τοῦ θανάτου φόβῳ.

3.4.5 γὰρ ἐν θαλάττῃ θάνατος βραδὺς προαναιρεῖ πρὸ τοῦ παθεῖν · γὰρ ὀφθαλμὸς πελάγους γεμισθεὶς ἀόριστον ἐκτείνει τὸν φόβον, ὡς καὶ διὰ τούτων θάνατον δυστυχεῖν πλείονα · ὅσον γὰρ τῆς θαλάσσης τὸ μέγεθος, τοσοῦτος καὶ τοῦ θανάτου φόβος.

3.4.6ἔνιοι δὲ κολυμβᾶν πειρώμενοι, προσραγέντες ὑπὸ τοῦ κύματος τῇ πέτρᾳ διεφθείροντο · πολλοὶ δὲ καὶ ξύλοις ἀπερρωγόσι συμπεσόντες ἐπείροντο δίκην ἰχθύων · οἱ δὲ καὶ ἡμιθνῆτες ἐνήχοντο.

3.5

3.5.1ἐπεὶ οὖν τὸ πλοῖον διελύθη, δαίμων τις ἀγαθὸς περιέσωσεν ἡμῖν τῆς πρῴρας μέρος, ἔνθα περικαθίσαντες ἐγώτε καὶ Λευκίππη κατὰ ῥοῦν ἐφερόμεθα τῆς θαλάσσης · δὲ Μενέλαος καὶ Σάτυρος σὺν ἄλλοις τῶν πλωτήρων ἐπιτυχόντες τοῦ ἱστοῦ καὶ ἐπιπεσόντες ἐνήχοντο.

3.5.2πλησίον δὲ καὶ τὸν Κλεινίαν ἑωρῶμεν περινηχόμενον τῇ κεραίᾳ καὶ ταύτην ἠκούσαμεν αὐτοῦ τὴν βοήν ἔχου τοῦ ξύλου, Κλειτοφῶν · ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν ·

3.5.3καὶ ἡμεῖς ἐκωκύσαμεν. κατὰ ταὐτὸ καὶ ἡμῖν ἐπεφέρετο κῦμα · ἀλλὰ τύχῃ τινὶ πλησίον γενόμενον ἡμῶν κάτωθεν παρατρέχει, ὥστε ὑψούμενον μετέωρον τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν Κλεινίαν ἰδεῖν αὖθις.

3.5.4ἀνοιμώξας οὖν ἐλέησον ἔφην δέσποτα Πόσειδον, καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα. πολλοὺς ἤδη τῷ φόβῳ θανάτους ὑπεμείναμεν · εἰ δὲ ἡμᾶς ἀποκτεῖναι θέλεις, μὴ διαστήσῃς ἡμῶν τὴν τελευτήν · ἓν ἡμᾶς κῦμα καλυψάτω · εἰ δὲ καὶ θηρίων ἡμᾶς βορὰν πέπρωται γενέσθαι, εἷς ἡμᾶς ἰχθὺς ἀναλωσάτω, μία γαστὴρ χωρησάτω, ἵνα καὶ ἐν ἰχθύσι κοινῇ ταφῶμεν.

3.5.5μετὰ μικρὸν δὲ τῆς εὐχῆς τὸ πολὺ τοῦ πνεύματος περιεπέπαυτο, τὸ δὲ ἄγριον ἐστόρεστο τοῦ κύματος. μεστὴ δὲ ἦν θάλαττα νεκρῶν σωμάτων. τοὺς μὲν οὖν ἀμφὶ τὸν Μενέλαον θᾶττον προσάγει τῇ γῇ τὸ κῦμα · καὶ ἦν ταῦτα τῆς Αἰγύπτου τὰ παράλια · κατεῖχον δὲ τότε λῃσταὶ πᾶσαν τὴν ἐκεῖ χώραν ·

3.5.6ἡμεῖς δὲ περὶ δείλην ἑσπέραν τύχῃ τινὶ τῷ Πηλουσίῳ προσίσχομεν καὶ ἄσμενοι γῆς λαβόμενοι τοὺς θεοὺς ἀνευφημοῦμεν · εἶτα ὠλοφυρόμεθα τὸν Κλεινίαν καὶ τὸν Σάτυρον, νομίζοντες αὐτοὺς ἀπολωλέναι.

3.6

3.6.1ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου · τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον ἐοικώς · οὕτω γὰρ ἡλικίας εἶχε · προβέβληται δὲ τὴν χεῖρα καὶ ἔχει ῥοιὰν ἐπ’αὐτῇ · τῆς δὲ ῥοιᾶς λόγος μυστικός.

3.6.2προσευξάμενοι δὴ τῷ θεῷ καὶ περὶ τοῦ Κλεινίου καὶ τοῦ Σατύρου σύμβολον ἐξαιτήσαντες (καὶ γὰρ ἔλεγον μαντικὸν εἶναι τὸν θεόν) περιῄειμεν τὸν νεών.

3.6.3κατὰ δὲ τὸν ὀπισθόδομον ὁρῶμεν εἰκόνα διπλῆν, καὶ γραφεὺς ἐπεγέγραπτο · Εὐάνθης μὲν γραφεύς, δὲ εἰκὼν Ἀνδρομέδα καὶ Προμηθεύς, δεσμῶται μὲν ἄμφω διὰ τοῦτο γὰρ αὐτούς, οἶμαι, εἰς ἓν συνήγαγεν ζωγράφος, ἀδελφαὶ δὲ καὶ τὴν ἄλλην τύχην αἱ γραφαί.

3.6.4πέτραι μὲν ἀμφοῖν τὸ δεσμωτήριον, θῆρες δὲ κατ’ἀμφοῖν οἱ δήμιοι, τῷ μὲν ἐξ ἀέρος, τῇ δὲ ἐκ θαλάττης · ἐπίκουροι δὲ αὐτοῖς Ἀργεῖοι δύο συγγενεῖς, τῷ μὲν Ἡρακλῆς, τῇ δὲ Περσεύς · μὲν τοξεύων τὸν ὄρνιν τοῦ Διός, δὲ ἐπὶ τὸ κῆτος τοῦ Ποσειδῶνος ἀθλῶν. ἀλλ’ μὲν ἵδρυται τοξαζόμενος ἐν γῇ, δὲ ἐξ ἀέρος κρέμαται τῷ πτερῷ.

3.7

3.7.1ὀρώρυκται μὲν οὖν εἰς τὸ μέτρον τῆς κόρης πέτρα · θέλει δὲ τὸ ὄρυγμα λέγειν, ὅτι μή τις αὐτὸ πεποίηκε χείρ, ἀλλ’ἔστιν αὐτόχθον · ἐτράχυνε γὰρ τοῦ λίθου τὸν κόλπον γραφεύς, ὡς ἔτεκεν αὐτὸν γῆ.

3.7.2 δὲ ἐνίδρυται τῇ σκέπῃ, καὶ ἔοικε τὸ θέαμα, εἰ μὲν εἰς τὸ κάλλος ἀπίδοις, ἀγάλματι καινῷ, εἰ δὲ εἰς τὰ δεσμὰ καὶ τὸ κῆτος, αὐτοσχεδίῳ τάφῳ. ἐπὶ δὲ τῶν προσώπων αὐτῆς κάλλος κεκέρασται καὶ δέος.

3.7.3ἐν μὲν γὰρ ταῖς παρειαῖς τὸ δέος κάθηται, ἐκ δὲ τῶν ὀφθαλμῶν ἀνθεῖ τὸ κάλλος. ἀλλ’οὔτε τῶν παρειῶν τὸ ὠχρὸν τέλεον ἀφοίνικτον ἦν, ἠρέμα δὲ τῷ ἐρεύθει βέβαπται, οὔτε τὸ τῶν ὀφθαλμῶν ἄνθος ἐστὶν ἀμέριμνον, ἀλλ’ἔοικε τοῖς ἄρτι μαραινομένοις ἴοις. οὕτως αὐτὴν ἐκόσμησεν ζωγράφος εὐμόρφῳ φόβῳ.

3.7.4τὰς δὲ χεῖρας εἰς τὴν πέτραν ἐξεπέτασεν, ἄγχει δὲ ἄνω δεσμὸς ἑκατέραν συνάπτων τῇ πέτρᾳ · οἱ καρποὶ δὲ ὥσπερ ἀμπέλου βότρυες κρέμανται. καὶ αἱ μὲν ὠλέναι τῆς κόρης ἄκρατον ἔχουσαι τὸ λευκὸν εἰς τὸ πελιδνὸν μετέβαλον, ἐοίκασι δὲ ἀποθνήσκειν οἱ δάκτυλοι.

3.7.5δέδεται μὲν οὖν οὕτω τὸν θάνατον ἐκδεχομένη, ἕστηκε δὲ νυμφικῶς ἐστολισμένη, ὥσπερ Ἀιδωνεῖ νύμφη κεκοσμημένη · ποδήρης χιτών, λευκὸς χιτών · τὸ ὕφασμα λεπτόν, ἀραχνίων ἐοικὸς πλοκῇ, οὐ κατὰ τὴν τῶν προβατείων τριχῶν, ἀλλὰ κατὰ τὴν τῶν ἐρίων τῶν λεπτοΐνων, οἷον ἀπὸ δένδρων ἕλκουσαι νήματα γυναῖκες ὑφαίνουσιν Ἰνδαί.

3.7.6τὸ δὲ κῆτος ἀντιπρόσωπον τῆς κόρης κάτωθεν ἀναβαῖνον ἀνοίγει τὴν θάλατταν · καὶ τὸ μὲν πολὺ τοῦ σώματος περιβέβληται τῷ κύματι, μόνῃ δὲ τῇ κεφαλῇ τὴν θάλατταν ἀποδύεται. ὑπὸ δὲ τὴν ἅλμην τοῦ κύματος τῶν νώτων ἐγέγραπτο φαινομένη σκιά, τὰ τῶν φολίδων ἐπάρματα, τὰ τῶν αὐχένων κυρτώματα, λοφιὰ τῶν ἀκανθῶν, οἱ τῆς οὐρᾶς ἑλιγμοί.

3.7.7γένυς πολλὴ καὶ μακρά · ἀνέῳκτο δὲ πᾶσα μέχρι τῆς τῶν ὤμων συμβολῆς, καὶ εὐθὺς γαστήρ. μεταξὺ δὲ τοῦ κήτους καὶ τῆς κόρης Περσεὺς ἐγέγραπτο καταβαίνων ἐξ ἀέρος · καταβαίνει δ’ἐπὶ τὸ θηρίον γυμνὸς τὸ πᾶν · χλαμὺς ἀμφὶ τοῖς ὤμοις μόνον καὶ πέδιλον περὶ τὼ πόδε πλησίον τοῦ πτεροῦ · πῖλος δὲ αὐτοῦ τὴν κεφαλὴν καλύπτει · πῖλος δὲ ὑπῃνίττετο τὴν Ἄιδος κυνέην · τῇ λαιᾷ τὴν τῆς Γοργοῦς κεφαλὴν κρατεῖ καὶ προβέβληται δίκην ἀσπίδος.

3.7.8 δέ ἐστι φοβερὰ κἀν τοῖς χρώμασι · τοὺς ὀφθαλμοὺς ἐξεπέτασεν, ἔφριξε τὰς τρίχας τῶν κροτάφων, ἤγειρε τοὺς δράκοντας · οὕτως ἀπειλεῖ κἀν τῇ γραφῇ. ὅπλον μὲν τοῦτο τῇ λαιᾷ τῷ Περσεῖ · ὥπλισται δὲ καὶ τὴν δεξιὰν διφυεῖ σιδήρῳ εἰς δρέπανον καὶ ξίφος ἐσχισμένῳ.

3.7.9ἄρχεται μὲν γὰρ κώπη κάτωθεν ἀμφοῖν ἐκ μιᾶς, καί ἐστιν ἐφ’ἡμίσει τοῦ σιδήρου ξίφος, ἐντεῦθεν δὲ ἀπορραγὲν τὸ μὲν ὀξύνεται, τὸ δὲ ἐπικάμπτεται. καὶ τὸ μὲν ἀπωξυσμένον μένει ξίφος, ὡς ἤρξατο, τὸ δὲ καμπτόμενον δρέπανον γίνεται, ἵνα μιᾷ πληγῇ τὸ μὲν ἐρείδῃ τὴν σφαγήν, τὸ δὲ κρατῇ τὴν τομήν. τὸ μὲν τῆς Ἀνδρομέδας δρᾶμα τοῦτο.

3.8

3.8.1ἑξῆς δὲ τὸ τοῦ Προμηθέως ἐγεγόνει. δέδεται μὲν Προμηθεὺς σιδήρῳ καὶ πέτρᾳ, ὥπλισται δὲ Ἡρακλῆς τόξῳ καὶ δόρατι. ὄρνις ἐς τὴν τοῦ Προμηθέως γαστέρα τρυφᾷ · ἕστηκε γὰρ αὐτὴν ἀνοίγων, ἤδη μὲν ἀνεῳγμένην ·

3.8.2ἀλλὰ τὸ ῥάμφος ἐς τὸ ὄρυγμα καθεῖται, καὶ ἔοικε διορύττειν τὸ τραῦμα καὶ ζητεῖν τὸ ἧπαρ · τὸ δὲ ἐκφαίνεται τοσοῦτον, ὅσον ἀνέῳξεν γραφεὺς τὸ διόρυγμα τοῦ τραύματος · ἐπερείδει δὲ τῷ μηρῷ τῷ τοῦ Προμηθέως τὰς τῶν ὀνύχων ἀκμάς.

3.8.3 δὲ ἀλγῶν πάντη συνέσταλται καὶ τὴν πλευρὰν συνέσπασται καὶ τὸν μηρὸν ἐγείρει καθ’αὑτοῦ · εἰς γὰρ τὸ ἧπαρ συνάγει τὸν ὄρνιν · δὲ ἕτερος αὐτῷ τοῖν ποδοῖν τῷ σπασμῷ ὄρθιος ἀντιτείνεται κάτω καὶ εἰς τοὺς δακτύλους ἀποξύνεται.

3.8.4τὸ δ’ἄλλο σχῆμα δείκνυσι τὸν πόνον · κεκύρτωται τὰς ὀφρῦς, συνέσταλται τὸ χεῖλος, φαίνει τοὺς ὀδόντας. ἠλέησας ἂν ὡς ἀλγοῦσαν τὴν γραφήν.

3.8.5ἀναφέρει δὲ λυπούμενον Ἡρακλῆς. ἕστηκε γὰρ τοξεύων τοῦ Προμηθέως τὸν δήμιον · ἐνήρμοσται τῷ τόξῳ βέλος, τῇ λαιᾷ προβέβληται τὸ κέρας ὠθῶν, ἐπὶ μαζὸν ἕλκει τὴν δεξιάν, ἕλκων τὸ νεῦρον κεκύρτωται κατόπιν τὸν ἀγκῶνα.

3.8.6πάντα οὖν ὁμοῦ πτύσσεται, τὸ τόξον, τὸ νεῦρον, δεξιά. συνάγεται μὲν ὑπὸ τοῦ νεύρου τὸ τόξον, διπλοῦται δὲ ὑπὸ τῆς χειρὸς τὸ νεῦρον, κλίνεται δὲ ἐπὶ μαζὸν χείρ.

3.8.7 δὲ Προμηθεὺς μεστός ἐστιν ἐλπίδος ἅμα καὶ φόβου · πῇ μὲν γὰρ εἰς τὸ ἕλκος, πῇ δὲ εἰς τὸν Ἡρακλέα βλέπει, καὶ θέλει μὲν αὐτὸν ὅλοις τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἕλκει δὲ τὸ ἥμισυ τοῦ βλέμματος πόνος.

3.9

3.9.1ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι (εἴχομεν δὲ ὀλίγον χρυσίον, ὅπερ ἐτύχομεν ἐζωσμένοι) διὰ τοῦ Νείλου τὸν πλοῦν ἐπ’Ἀλεξάνδρειαν ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες ποιήσασθαι τὴν διατριβὴν καὶ νομίζοντες ταύτῃ τάχα τοὺς φίλους εὑρήσειν προσενεχθέντας.

3.9.2ἐπεὶ δ’ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούομεν πολλῆς. καὶ ναύτης εἰπὼν βουκόλος μεταστρέφει τὴν ναῦν, ὡς ἐπαναπλεύσων εἰς τοὐπίσω, καὶ ἅμα πλήρης ἦν γῆ φοβερῶν καὶ ἀγρίων ἀνθρώπων · μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν χρόαν, οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ’οἷος ἂν γένοιτο νόθος Αἰθίοψ, ψιλοὶ τὰς κεφαλάς, λεπτοὶ τοὺς πόδας, τὸ σῶμα παχεῖς · ἐβαρβάριζον δὲ πάντες.

3.9.3καὶ κυβερνήτης εἰπὼν ἀπολώλαμεν ἔστησε τὴν ναῦν, γὰρ ποταμὸς ταύτῃ στενώτατος · καὶ ἐπεμβάντες τῶν λῃστῶν τέσσαρες πάντα μὲν τὰ ἐν τῇ νηὶ λαμβάνουσι, καὶ τὸ χρυσίον ἡμῶν ἀποφέρουσιν, ἡμᾶς δὲ δήσαντες καὶ κατακλείσαντες εἴς τι δωμάτιον ἀπηλλάττοντο, φύλακας ἡμῖν καταλιπόντες, ὡς εἰς τὴν ἐπιοῦσαν ἄξοντες ἡμᾶς ὡς τὸν βασιλέα · τούτῳ γὰρ ἐκάλουν τῷ ὀνόματι τὸν λῃστὴν τὸν μείζονα. καὶ ἦν ὁδὸς ἡμερῶν δύο, ὡς παρὰ τῶν σὺν ἡμῖν ἑαλωκότων ἠκούσαμεν.

3.10

3.10.1ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα, ὡς ἦμεν, δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν ἤδη, κλάειν ἦρχον τὴν Λευκίππην. καὶ δὴ λογισάμενος ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον θεοὶ καὶ δαίμονες ἔφην εἴπερ ἐστέ που καὶ ἀκούετε, τί τηλικοῦτον ἠδικήκαμεν, ὡς ἐν ὀλίγαις ἡμέραις τοσούτῳ πλήθει βαπτισθῆναι κακῶν;

3.10.2νῦν δὲ καὶ παραδεδώκατε ἡμᾶς λῃσταῖς Αἰγυπτίοις, ἵνα μη δὲ ἐλέου τύχωμεν. λῃστὴν γὰρ Ἕλληνα καὶ φωνὴ κατέκλασε, καὶ δέησις ἐμάλαξεν · γὰρ λόγος πολλάκις τὸν ἔλεον προξενεῖ · τῷ γὰρ πονοῦντι τῆς ψυχῆς γλῶττα πρὸς ἱκετηρίαν διακονουμένη τῆς τῶν ἀκουόντων ψυχῆς ἡμεροῖ τὸ θυμούμενον.

3.10.3νῦν δὲ ποίᾳ μὲν φωνῇ δεηθῶμεν; τίνας δὲ λόγους προτείνωμεν; κἂν Σειρήνων τις γένηται πιθανώτερος, ἀνδροφόνος οὐκ ἀκούει. μόνοις ἱκετεύειν με δεῖ τοῖς νεύμασι καὶ τὴν δέησιν δηλοῦν ταῖς χειρονομίαις. τῶν ἀτυχημάτων · ἤδη τὸν θρῆνον ὀρχήσομαι.

3.10.4τὰ μὲν οὖν ἐμά, κἂν ὑπερβολὴν ἔχῃ συμφορᾶς, ἧττον ἀλγῶ, τὰ δὲ σά, Λευκίππη, ποίῳ στόματι θρηνήσω; ποίοις ὄμμασι δακρύσω; πιστὴ μὲν πρὸς ἀνάγκην ἔρωτος, χρηστὴ δὲ πρὸς ἐραστὴν δυστυχοῦντα.

3.10.5ὡς καλά σου τῶν γάμων τὰ κοσμήματα. θάλαμος μὲν τὸ δεσμωτήριον, εὐνὴ δὲ γῆ, ὅρμοι δὲ καὶ ψέλια κάλοι καὶ βρόχος, καί σοι νυμφαγωγὸς λῃστὴς παρακαθεύδει, ἀντὶ δὲ ὑμεναίων τίς σοι τὸν θρῆνον ᾅδει.

3.10.6μάτην σοι, θάλασσα, τὴν χάριν ὡμολογήσαμεν · μέμφομαί σου τῇ φιλανθρωπίᾳ · χρηστοτέρα γέγονας πρὸς οὕς ἀπέκτεινας, ἡμᾶς δὲ σώσασα μᾶλλον ἀπέκτεινας. ἐφθόνησας ἡμῖν ἀλῃστεύτοις ἀποθανεῖν.

3.11

3.11.1ταῦτα μὲν οὖν ἐθρήνουν ἡσυχῆ, κλάειν δὲ οὐκ ἠδυνάμην · τοῦτο γὰρ ἴδιον τῶν ὀφθαλμῶν ἐν τοῖς μεγάλοις κακοῖς. ἐν μὲν γὰρ ταῖς μετρίαις συμφοραῖς ἀφθόνως τὰ δάκρυα καταρρεῖ καὶ ἔστι τοῖς πάσχουσιν εἰς τοὺς κολάζοντας ἱκετηρία καὶ τοὺς ἀλγοῦντας ὥσπερ οἰδοῦντος τραύματος ἐκένωσεν · ἐν δὲ τοῖς ὑπερβάλλουσι δεινοῖς φεύγει τὰ δάκρυα καὶ προδίδωσι τοὺς ὀφθαλμούς.

3.11.2ἐντυχοῦσα γὰρ αὐτοῖς ἀναβαίνουσιν λύπη ἵστησίτε τὴν ἀκμὴν καὶ μετοχετεύει καταφέρουσα σὺν αὑτῇ κάτω · τὰ δὲ ἐκτρεπόμενα τῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ὁδοῦ εἰς τὴν ψυχὴν καταρρεῖ καὶ χαλεπώτερον αὐτῆς ποιεῖ τὸ τραῦμα. λέγω οὖν πρὸς τὴν Λευκίππην πάντα σιγῶσαν τί σιγᾷς, φιλτάτη, καὶ οὐδέν μοι λαλεῖς; ὅτι μοι ἔφη πρὸ τῆς ψυχῆς, Κλειτοφῶν, τέθνηκεν φωνή.

3.12

3.12.1ταῦθ’ἡμᾶς διαλεγομένους ἔλαθεν ἕως γενομένη · καί τις ἵππον ἐπελαύνων ἔρχεται, κόμην ἔχων πολλὴν καὶ ἀγρίαν · ἐκόμα δὲ καὶ ἵππος. γυμνὸς ἦν ἵππος καὶ οὐκ εἶχε φάλαρα · τοιοῦτοι γὰρ τοῖς λῃσταῖς εἰσιν οἱ ἵπποι. ἀπὸ δὲ τοῦ λῃστάρχου παρῆν καὶ εἴ τις ἔφη παρθένος ἐστὶν ἐν τοῖς εἰλημμένοις, ταύτην ἀπάγειν πρὸς τὸν θεόν, ἱερεῖον ἐσομένην καὶ καθάρσιον τοῦ στρατοῦ.

3.12.2οἱ δὲ ἐπὶ τὴν Λευκίππην εὐθὺς τρέπονται, δὲ εἴχετό μου καὶ ἐξεκρέματο βοῶσα. τῶν δὲ λῃστῶν οἱ μὲν ἀπέσπων, οἱ δὲ ἔτυπτον · ἀπέσπων μὲν τὴν Λευκίππην, ἔτυπτον δὲ ἐμέ. ἀράμενοι οὖν αὐτὴν μετέωρον ἀπάγουσιν, ἡμᾶς δὲ κατὰ σχολὴν ἦγον δεδεμένους.

3.13

3.13.1καὶ ἐπεὶ δύο σταδίους τῆς κώμης προήλθομεν, ἀλαλαγμὸς ἀκούεται πολὺς καὶ σάλπιγγος ἦχος καὶ ἐπιφαίνεται φάλαγξ στρατιωτική, πάντες ὁπλῖται. οἱ δὲ λῃσταὶ κατιδόντες, ἡμᾶς μέσους διαλαβόντες ἔμενον ἐπιόντας, ὡς αὐτοὺς ἀμυνούμενοι.

3.13.2καὶ μετ’οὐ πολὺ παρῆσαν πεντήκοντα τὸν ἀριθμόν,, οἱ μὲν ποδήρεις ἔχοντες τὰς ἀσπίδας, οἱ δὲ πέλτας · οἱ δὲ λῃσταὶ πολλῷ πλείους ὄντες, βώλους ἀπὸ τῆς γῆς λαμβάνοντες τοὺς στρατιώτας ἔβαλλον.

3.13.3παντὸς δὲ βώλου χαλεπώτερος βῶλος Αἰγύπτιος, βαρύςτε καὶ τραχὺς καὶ ἀνώμαλος · τὸ δ’ἀνώμαλόν εἰσιν αἰχμαὶ τῶν λίθων · ὥστε βληθεὶς διπλοῦν ποιεῖ ἐν ταὐτῷ τὸ τραῦμα, καὶ οἴδημα ὡς ἀπὸ λίθου, καὶ τομὰς ὡς ἀπὸ βέλους.

3.13.4ἀλλὰ ταῖς γε ἀσπίσιν ἐκδεχόμενοι τοὺς λίθους ὀλίγον τῶν βαλλόντων ἐφρόντιζον. ἐπεὶ οὖν ἔκαμον οἱ λῃσταὶ βάλλοντες, ἀνοίγουσι μὲν οἱ στρατιῶται τὴν φάλαγγα, ἐκθέουσι δὲ ἀπὸ τῶν ὅπλων ἄνδρες κούφως ἐσταλμένοι, φέρων αἰχμὴν ἕκαστος καὶ ξίφος, καὶ ἀκοντίζουσιν ἅμα, καὶ οὐδεὶς ἦν ὃς οὐκ ἐπέτυχεν.

3.13.5εἶτα οἱ ὁπλῖται προσέρρεον · καὶ ἦν μάχη στερρά, πληγαὶ δὲ παρ’ἀμφοτέρων καὶ τραύματα καὶ σφαγαί. καὶ τὸ μὲν ἔμπειρον παρὰ τοῖς στρατιώταις ἀνεπλήρου τοῦ πλήθους τὸ ἐνδεές · ἡμεῖς δὲ ὅσοι τῶν αἰχμαλώτων ἦμεν, ἐπιτηρήσαντες τὸ πονοῦν τῶν λῃστῶν μέρος, ἅμα συνελθόντες διακόπτομέντε αὐτῶν τὴν φάλαγγα καὶ ἐπὶ τοὺς ἐναντίους ἐκτρέχομεν.

3.13.6οἱ δὲ στρατιῶται τὸ μὲν πρῶτον ἐπεχείρουν ἀναιρεῖν, οὐκ εἰδότες, ὡς δὲ εἶδον γυμνοὺς καὶ δεσμὰ ἔχοντας, ὑπονοήσαντες τὴν ἀλήθειαν δέχονται τῶν ὅπλων εἴσω καὶ ἐπ’οὐρὰν παραπέμψαντες εἴων ἡσυχάζειν.

3.13.7ἐν τούτῳ δὲ καὶ ἱππεῖς προσέρρεον, καὶ ἐπεὶ πλησίον ἐγένοντο, κατὰ κέρας ἑκάτερον ἐκτείναντες τὴν φάλαγγα περιίππευον αὐτοὺς κύκλῳ, κἀν τούτῳ συναγαγόντες αὐτοὺς εἰς ὀλίγον κατεφόνευον. καὶ οἱ μὲν ἔκειντο τεθνηκότες, οἱ δὲ καὶ ἡμιθνῆτες ἐμάχοντο · τοὺς δὲ λοιποὺς ἐζώγρησαν.

3.14

3.14.1ἦν δὲ περὶ δείλην καιρός · καὶ στρατηγὸς διαλαβὼν ἡμῶν ἕκαστον ἐπυνθάνετο τίνες εἴημεν καὶ πῶς ληφθείημεν · διηγεῖτο δὲ ἄλλος ἄλλο τι, κἀγὼ τἀμὰ εἶπον. ἐπεὶ οὖν ἅπαντα ἔμαθεν, ἐκέλευσεν ἀκολουθεῖν, αὐτὸς δὲ ὅπλα δώσειν ὑπέσχετο · διεγνώκει γὰρ ἀναμείνας στρατιὰν ἐπελθεῖν τῷ μεγάλῳ λῃστηρίῳ · ἐλέγοντο δὲ ἀμφὶ τοὺς μυρίους εἶναι.

3.14.2ἐγὼ δὲ ἵππον ᾔτουν, σφόδρα γὰρ ἤμην ἱππεύειν γεγυμνασμένος. ὡς δέ τις παρῆν, περιάγων τὸν ἵππον ἐπεδεικνύμην ἐν ῥυθμῷ τὰ τῶν πολεμούντων σχήματα, ὥστε καὶ τὸν στρατηγὸν σφόδρα ἐπαινέσαι. ποιεῖται δή με ἐκείνην τὴν ἡμέραν ὁμοτράπεζον καὶ παρὰ τὸ δεῖπνον ἐπυνθάνετο τἀμὰ καὶ ἀκούων ἠλέει.

3.14.3συμπαθὴς δέ πως ἄνθρωπος ἀκροατὴς ἀλλοτρίων κακῶν, καὶ ἔλεος πολλάκις φιλίαν προξενεῖ · γὰρ ψυχὴ μαλαχθεῖσα πρὸς τὴν ὧν ἤκουσε λύπην, συνδιατεθεῖσα κατὰ μικρὸν τῇ τοῦ πάθους ἀκροάσει τὸν οἶκτον εἰς φιλίαν καὶ τὴν λύπην εἰς ἔλεον συλλέγει.

3.14.4οὕτως οὖν διέθηκα τὸν στρατηγὸν ἐκ τῆς ἀκροάσεως, ὡς καὶ αὐτὸν εἰς δάκρυα προαγαγεῖν · πλέον δὲ ποιεῖν εἴχομεν οὐδέν, τῆς Λευκίππης ὑπὸ τῶν λῃστῶν ἐχομένης. ἔδωκε δέ μοι καὶ θεράποντα τὸν ἐπιμελησόμενον Αἰγύπτιον.

3.15

3.15.1τῇ δ’ὑστεραίᾳ πρὸς τὴν διάβασιν παρεσκευάζετο καὶ ἐπεχείρει τὴν διώρυχα χῶσαι, ἥτις ἦν ἐμποδών. καὶ γὰρ ἑωρῶμεν τοὺς λῃστὰς μετὰ πλείστης δυνάμεως ἐπὶ θάτερα τῆς διώρυχος ἑστῶτας ἐν τοῖς ὅπλοις · βωμὸς δέ τις αὐτοῖς αὐτοσχέδιος ἦν πηλοῦ πεποιημένος καὶ σορὸς τοῦ βωμοῦ πλησίον.

3.15.2ἄγουσι δή τινες δύο τὴν κόρην ὀπίσω τὼ χεῖρε δεδεμένην. καὶ αὐτοὺς μὲν οἵτινες ἦσαν οὐκ εἶδον, ἦσαν γὰρ ὡπλισμένοι, τὴν δὲ κόρην Λευκίππην οὖσαν ἐγνώρισα.

3.15.3εἶτα κατὰ τῆς κεφαλῆς σπονδὴν καταχέαντες, περιάγουσι τὸν βωμὸν κύκλῳ καὶ ἐπηύλει τις αὐτῇ, καὶ ἱερεύς, ὡς εἰκός, ᾖδεν ᾠδὴν Αἰγυπτίαν · τὸ γὰρ σχῆμα τοῦ στόματος καὶ τῶν προσώπων τὸ διειλκυσμένον ὑπέφαινεν ᾠδήν.

3.15.4εἶτα ἀπὸ συνθήματος πάντες ἀναχωροῦσι τοῦ βωμοῦ μακράν, τῶν δὲ νεανίσκων ἕτερος ἀνακλίνας αὐτὴν ὑπτίαν ἔδησεν ἐκ παττάλων ἐπὶ τῆς γῆς ἐρηρεισμένων, οἷον ποιοῦσιν οἱ κοροπλάθοι τὸν Μαρσύαν ἐκ τοῦ φυτοῦ δεδεμένον · εἶτα λαβὼν ξίφος βάπτει κατὰ τῆς καρδίας καὶ διελκύσας τὸ ξίφος εἰς τὴν κάτω γαστέρα ῥήγνυσι ·

3.15.5τὰ σπλάγχνα δὲ εὐθὺς ἐξεπήδησεν, ταῖς χερσὶν ἐξελκύσαντες ἐπιτιθέασι τῷ βωμῷ · καὶ ἐπεὶ ὠπτήθη, κατατεμόντες ἅπαντες εἰς μοίρας ἔφαγον. ταῦτα δὲ ὁρῶντες οἱ στρατιῶται καὶ στρατηγὸς καθ’ἓν τῶν πραττομένων ἀνεβόων καὶ τὰς ὄψεις ἀπέστρεφον τῆς θέας, ἐγὼ δὲ ἐκ παραλόγου καθήμενος ἐθεώρουν.

3.15.6τὸ δὲ ἦν ἔκπληξις · μέτρον γὰρ οὐκ ἔχον τὸ κακὸν ἐνεβρόντησέ με. καὶ τάχα τῆς Νιόβης μῦθος οὐκ ἦν ψευδής, ἀλλὰ κἀκείνη τι τοιοῦτον παθοῦσα ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ δόξαν παρέσχεν ἐκ τῆς ἀκινησίας ὡσεὶ λίθος γενομένη.

3.15.7ἐπεὶ δὲ τέλος εἶχεν, ὥς γε ᾤμην, τὸ ἔργον, τὸ σῶμα ἐνθέντες τῇ σορῷ καταλείπουσι, πῶμα ἐπ’αὐτῆς ἐπιθέντες, τὸν δὲ βωμὸν καταστρέψαντες φεύγουσιν ἀμεταστρεπτί. οὕτω γὰρ αὐτοῖς ποιεῖν ἔτυχε μεμαντευμένος ἱερεύς.

3.16

3.16.1ἑσπέρας δὲ γενομένης διῶρυξ κέχωστο πᾶσα, οἱ δὲ στρατιῶται διαβάντες αὐλίζονται μικρὸν ἄνω τῆς διώρυχος καὶ περὶ δεῖπνον ἦσαν · δὲ στρατηγὸς ἐπεχείρει με παρηγορεῖν ἀνιαρῶς ἔχοντα.

3.16.2περὶ δὲ πρώτην νυκτὸς φυλακὴν πάντας ἐπιτηρήσας καθεύδοντας πρόειμι τὸ ξίφος ἔχων, ἐπικατασφάξων ἐμαυτὸν τῇ σορῷ.

3.16.3ἐπεὶ δὲ πλησίον ἐγενόμην, ἀνατείνω τὸ ξίφος Λευκίππη λέγων ἀθλία καὶ πάντων ἀνθρώπων δυστυχεστάτη, οὐ τὸν θάνατον ὀδύρομαί σου μόνον, οὐ δ’ὅτι τέθνηκας ἐπὶ ξένης, οὐ δ’ὅτι σοι γέγονεν ἐκ βίας σφαγή, ἀλλ’ὅτι ταῦτα τῶν σῶν ἀτυχημάτων παίγνια, ἀλλ’ὅτι καθάρσιον γέγονας ἀκαθάρτων σωμάτων καί σε ζῶσαν ἀνέτεμον, οἴμοι, καὶ βλέπουσαν ὅλην τὴν ἀνατομήν, ἀλλ’ὅτι σου τῆς γαστρὸς τὰ μυστήρια ἐμέρισαν καὶ τὴν ταφὴν κακοδαίμονι βωμῷ καὶ σορῷ.

3.16.4καὶ τὸ μὲν σῶμα ταύτῃ κατατέθειται, τὰ δὲ σπλάγχνα ποῦ; εἰ μὲν δεδαπανήκει τὸ πῦρ, ἥττων συμφορά · νῦν δὲ τῶν σπλάγχνων σου ταφὴ λῃστῶν γέγονε τροφή. πονηρᾶς ἐπὶ βωμοῦ δᾳδουχίας · τροφῶν καινὰ μυστήρια.

3.16.5καὶ ἐπὶ τοιούτοις θύμασιν ἔβλεπον ἄνωθεν οἱ θεοὶ καὶ οὐκ ἐσβέσθη τὸ πῦρ, ἀλλὰ μιαινόμενον ἠνείχετο καὶ ἀνέφερε τοῖς θεοῖς τὴν κνίσσαν; λάβε οὖν, Λευκίππη, τὰς πρεπούσας σοι παρ’ἐμοῦ χοάς.

3.17

3.17.1ταῦτα εἰπὼν ἀνατείνω τὸ ξίφος ἄνω, ὡς καθήσων ἐμαυτῷ κατὰ τῆς σφαγῆς, καὶ ὁρῶ δύο τινὰς ἐξ ἐναντίας (σεληναία δὲ ἦν) σπουδῇ θέοντας. ἐπέσχον οὖν λῃστὰς εἶναι δοκῶν, ὡς ἂν ὑπ’αὐτῶν ἀποθάνοιμι.

3.17.2ἐν τούτῳ δὲ ἐγγὺς ἐγένοντο καὶ ἀναβοῶσιν ἄμφω · Μενέλαος δὲ ἦν καὶ Σάτυρος. ἐγὼ δὲ ἄνδρας ἰδὼν ἐκ παραλόγου ζῶντας φίλους οὔτε περιεπτυξάμην, οὔτ’ἐξεπλάγην ὑφ’ἡδονῆς · τοσοῦτον λύπη με τῆς συμφορᾶς ἐξεκώφωσε.

3.17.3λαμβάνονται δή μου τῆς δεξιᾶς καὶ ἐπεχείρουν ἀφαιρεῖσθαι τὸ ξίφος · ἐγὼ δὲ πρὸς θεῶν ἔφην μή μοι φθονήσητε θανάτου καλοῦ, μᾶλλον δὲ φαρμάκου τῶν κακῶν · οὐ δὲ γὰρ ζῆν ἔτι δύναμαι, κἂν νῦν με βιάσησθε, Λευκίππης οὕτως ἀνῃρημένης.

3.17.4τοῦτο μὲν γὰρ ἀφαιρήσεσθέ μου τὸ ξίφος, τὸ δὲ τῆς ἐμῆς λύπης ξίφος ἔνδον καταπέπηγε καὶ τέμνει κατ’ὀλίγον. ἀθανάτῳ σφαγῇ ἀποθνήσκειν με βούλεσθε; λέγει οὖν Μενέλαος ἀλλ’εἰ διὰ τοῦτο θέλεις ἀποθανεῖν, ὥρα σοι τὸ ξίφος ἐπισχεῖν · Λευκίππη δέ σοι νῦν ἀναβιώσεται.

3.17.5βλέψας οὖν πρὸς αὐτὸν ἔτι μου καταγελᾷς ἔφην ἐπὶ τηλικούτῳ κακῷ; εὖ γε, Μενέλαε, Ξενίου μέμνησαι Διός. δὲ κρούσας τὴν σορὸν ἐπεὶ τοίνυν ἀπιστεῖ Κλειτοφῶν ἔφη, σύ μοι, Λευκίππη, μαρτύρησον, εἰ ζῇς.

3.17.6ἅμα δὲ εἶπε καὶ δίς που καὶ τρὶς ἐπάταξε τὴν σορόν, καὶ κάτωθεν ἀκούω φωνῆς πάνυ λεπτῆς. τρόμος οὖν εὐθὺς ἴσχει με καὶ πρὸς τὸν Μενέλαον ἀπέβλεπον, μάγον εἶναι δοκῶν.

3.17.7 δὲ ἀνέῳγεν ἅμα τὴν σορὸν καὶ Λευκίππη κάτωθεν ἀνέβαινε, φοβερὸν θέαμα, θεοί, καὶ φρικωδέστατον. ἀνέῳκτο μὲν γαστὴρ αὐτῆς πᾶσα καὶ ἦν ἐντέρων κενή · ἐπιπεσοῦσα δέ μοι περιπλέκεται καὶ συνέφυμεν καὶ ἄμφω κατεπέσομεν.

3.18

3.18.1μόλις οὖν ἀναζωπυρήσας λέγω πρὸς τὸν · Μενέλαον οὐκ ἐρεῖς μοι τί ταῦτα; οὐχὶ Λευκίππην ὁρῶ; ταύτην οὐ κρατῶ καὶ ἀκούω λαλούσης; οὖν χθὲς ἐθεασάμην τίνα ἦν; γὰρ ἐκεῖνά ἐστιν ταῦτα ἐνύπνια.

3.18.2ἀλλ’ἰδοὺ καὶ φίλημα ἀληθινὸν καὶ ζῶν, ὡς κἀκεῖνο τὸ τῆς Λευκίππης γλυκύ. ἀλλὰ νῦν Μενέλαος ἔφη καὶ τὰ σπλάγχνα ἀπολήψεται καὶ τὰ στέρνα συμφύσεται καὶ ἄτρωτον ὄψει. ἀλλ’ἐπικάλυψαί σου τὸ πρόσωπον · καλῶ γὰρ τὴν Ἑκάτην ἐπὶ τὸ ἔργον. ἐγὼ δὲ πιστεύσας ἐνεκαλυψάμην.

3.18.3 δὲ ἄρχεται τερατεύεσθαι καὶ λόγον τινὰ καταλέγειν · ἅμα λέγων περιαιρεῖ τὰ μαγγανεύματα τὰ ἐπὶ τῇ γαστρὶ τῆς Λευκίππης καὶ ἀποκατέστησεν εἰς τὸ ἀρχαῖον, λέγειτέ μοι ἀποκάλυψαι.

3.18.4 κἀγὼ μόλις μὲν καὶ φοβούμενος (ἀληθῶς γὰρ ᾤμην τὴν Ἑκάτην παρεῖναι), ὅμως δ’οὖν ἀπέστησα τῶν ὀφθαλμῶν τὰς χεῖρας καὶ ὁλόκληρον τὴν Λευκίππην ὁρῶ.

3.18.5ἔτι μᾶλλον οὖν ἐκπλαγεὶς ἐδεόμην τοῦ Μενελάου λέγων φίλτατε Μενέλαε, εἰ διάκονός τις εἶ θεῶν, δέομαί σου, ποῦ γῆς εἰμι καὶ τίνα ποτὲ ταῦτα ὁρῶ; καὶ Λευκίππη καῦσαι ἔφη Μενέλαε, δεδιττόμενος αὐτόν, λέγε δὲ πῶς τοὺς λῃστὰς ἠπάτησας.

3.19

3.19.1 οὖν Μενέλαος λέγει οἶδας ὡς Αἰγύπτιός εἰμι τὸ γένος · φθάνω γάρ σοι ταῦτα εἰπὼν ἐπὶ τῆς νεώς. ἦν οὖν μοι τὰ πλεῖστα τῶν κτημάτων περὶ ταύτην τὴν κώμην καὶ οἱ ἄρχοντες αὐτῆς γνώριμοι.

3.19.2ἐπεὶ οὖν τῇ ναυαγίᾳ περιεπέσομεν, εἶτά με προσέρριψε τὸ κῦμα τοῖς τῆς Αἰγύπτου παραλίοις, λαμβάνομαι μετὰ τοῦ Σατύρου πρὸς τῶν ταύτῃ παραφυλαττόντων λῃστῶν. ὡς δὲ ἄγομαι πρὸς τὸν λῄσταρχον, ταχύ με τῶν λῃστῶν τινες γνωρίσαντες λύουσί μου τὰ δεσμά, θαρρεῖντε ἐκέλευον καὶ συμπονεῖν αὐτοῖς, ὡς ἂν οἰκεῖον.

3.19.3ἐξαιτοῦμαι δὴ καὶ τὸν Σάτυρον ὡς ἐμόν. οἱ δὲ ἀλλ’ὅπως ἔφησαν ἐπιδείξεις ἡμῖν σεαυτὸν τολμηρὸν πρῶτον. κἀν τούτῳ χρησμὸν ἴσχουσι κόρην καταθῦσαι καὶ καθῆραι τὸ λῃστήριον καὶ τοῦ μὲν ἥπατος ἀπογεύσασθαι τυθείσης, τὸ δὲ λοιπὸν σῶμα σορῷ παραδόντας ἀναχωρῆσαι, ὡς ἂν τὸ τῶν ἐναντίων στρατόπεδον ὑπερβάλοι τῆς θυσίας τὸν τόπον. λέγε δὴ τὰ ἐπίλοιπα, Σάτυρε, σὸς γὰρ ἐντεῦθεν λόγος.

3.20

3.20.1καὶ Σάτυρος λέγει ἅμα δὲ βιαζόμενος ἐπὶ τὸ στρατόπεδον ἔκλαον, δέσποτα, καὶ ὠδυρόμην, τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου παντὶ τρόπῳ σῶσαι τὴν κόρην.

3.20.2δαίμων δέ τις ἀγαθὸς ἡμῖν συνήργησεν. ἐτύχομεν τῇ προτεραίᾳ τῆς θυσίας ἡμέρᾳ καθεζόμενοι πρὸς τῇ θαλάττῃ λυπούμενοι καὶ περὶ τούτων σκοποῦντες, τῶν δὲ λῃστῶν τινες ναῦν ἰδόντες ἀγνοίᾳ πλανηθεῖσαν ὥρμησαν ἐπ’αὐτήν.

3.20.3οἱ δὲ ἐπὶ τῆς νεὼς συνέντες οἳ τυγχάνουσιν, ἐπεχείρουν ἐλαύνειν εἰς τοὐπίσω · ὡς δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες, πρὸς ἄμυναν τρέπονται ·

3.20.4καὶ γάρ τις ἐν αὐτοῖς ἦν τῶν τὰ Ὁμήρου δεικνύντων ἐν τοῖς θεάτροις. τὴν Ὁμηρικὴν σκευὴν ὁπλισάμενος καὶ αὐτὸς καὶ τοὺς ἀμφ’αὑτὸν οὕτω σκευάσας, ἐπεχείρουν μάχεσθαι.

3.20.5πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα ἐρρωμένως ἀντετάξαντο · πλειόνων δὲ ἐπιπλευσάντων σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν.

3.20.6λανθάνει δὴ κίστη ἐκτραπεῖσά τις καὶ τῷ ναυαγίῳ καθ’ἡμᾶς τῷ ῥοΐ κομισθεῖσα, ἣν Μενέλαος ἀναιρεῖται · καὶ ἀναχωρήσας ποι παρόντος ἅμα κἀμοῦ προσεδόκα γάρ τι σπουδαῖον ἔνδον εἶναι ἀνοίγει τὴν κίστην καὶ ὁρῶμεν χλαμύδα καὶ ξίφος, τὴν μὲν κώπην ὅσον παλαιστῶν τεσσάρων, τὸν δὲ σίδηρον ἐπὶ τῇ κώπῃ βραχύτατον, δακτύλων ὅσον τριῶν.

3.20.7ὡς δὲ ἀνελόμενος τὸ ξίφος Μενέλαος ἔλαθε μεταστρέψας κατὰ τὸ τοῦ σιδήρου μέρος, τὸ μικρὸν ἐκεῖνο ξίφος ὥσπερ ἀπὸ χηραμοῦ τῆς κώπης κατατρέχει τοσοῦτον, ὅσον εἶχεν κώπη τὸ μέγεθος · ὡς δὲ ἀνέστρεψεν εἰς τοὔμπαλιν, αὖθις σίδηρος εἴσω καταδύεται. τούτῳ δ’ἄρα, ὡς εἰκός, κακοδαίμων ἐκεῖνος ἐν τοῖς θεάτροις ἐχρῆτο πρὸς τὰς κιβδήλους σφαγάς.

3.21

3.21.1λέγω οὖν πρὸς τὸν Μενέλαον θεὸς ἡμῖν, ἂν θέλῃς χρηστὸς γενέσθαι, συναγωνιεῖται · δυνησόμεθα γὰρ καὶ τὴν κόρην σῶσαι καὶ τοὺς λῃστὰς λαθεῖν ·

3.21.2ἄκουσον δὲ ποίῳ τρόπῳ. δέρμα προβάτου λαβόντες ὡς ὅτι ῥαδινώτατον συρράψωμεν εἰς σχῆμα βαλαντίου, μέτρον ὅσον γαστρὸς ἀνθρωπίνης, εἶτ’ἐμπλήσαντες θηρείων σπλάγχνων καὶ αἵματος, τὴν πλαστὴν ταύτην γαστέρα ῥάψωμεν, ὡς μὴ ῥᾳδίως τὰ σπλάγχνα διεκπίπτοι, καὶ ἐνσκευάσαντες τὴν κόρην τοῦτον τὸν τρόπον καὶ στολὴν ἔξωθεν περιβαλόντες μίτραιςτε καὶ ζώμασιν ἐνδεδεμένῃ τὴν σκευὴν ταύτην ἐπικρύψωμεν.

3.21.3πάντως δὲ καὶ χρησμὸς ἡμῖν εἰς τὸ λαθεῖν χρήσιμος. ὁλοκλήρως γὰρ αὐτὴν ἐσταλμένην δι’αὐτῆς ἀνατμηθῆναι μέσην τῆς ἐσθῆτος λέγει χρησμός. ὁρᾷς τοῦτο τὸ ξίφος ὡς ἔχει μηχανῆς.

3.21.4ἂν γὰρ ἐρείσῃ τις ἐπί τινος σώματος, φεύγει πρὸς τὴν κώπην ὥσπερ εἰς κουλεόν · καὶ οἱ μὲν ὁρῶντες δοκοῦσι βαπτίζεσθαι τὸν σίδηρον κατὰ τοῦ σώματος, δὲ εἰς τὸν χηραμὸν τῆς κώπης ἀνέδραμε, μόνην δὲ καταλείπει τὴν αἰχμήν, ὅσον τὴν πλαστὴν γαστέρα τεμεῖν καὶ τὴν κώπην ἐν χρῷ τοῦ σφαζομένου τυχεῖν · κἂν ἀποσπάσῃ τις τὸν σίδηρον ἐκ τοῦ τραύματος, καταρρεῖ πάλιν ἐκ τοῦ χηραμοῦ τὸ ξίφος, ὅσον τῆς κώπης ἀνακουφίζεται τὸ μετέωρον καὶ τὸν αὐτὸν τρόπον τοὺς ὁρῶντας ἀπατᾷ.

3.21.5δοκεῖ γὰρ τοσοῦτον καταβῆναι ἐν τῇ σφαγῇ, ὅσον ἄνεισιν ἐκ τῆς μηχανῆς. τούτων οὖν γενομένων, οὐκ ἂν εἰδεῖεν οἱ λῃσταὶ τὴν τέχνην. τάτε γὰρ δέρματα ἀποκέκρυπται, τάτε σπλάγχνα τῇ σφαγῇ προπηδήσεται, ἅπερ ἡμεῖς ἐξελόντες ἐπὶ τῷ βωμῷ θύσομεν.

3.21.6καὶ τοὐντεῦθεν οὐκέτι προσίασιν οἱ λῃσταὶ τῷ σώματι, ἀλλ’ἡμεῖς εἰς τὴν σορὸν καταθήσομεν. ἀκήκοας τοῦ λῃστάρχου μικρῷ πρόσθεν εἰπόντος δεῖν τι τολμηρὸν ἐπιδείξασθαι πρὸς αὐτούς, ὥστε ἔστι σοι προσελθεῖν αὐτῷ καὶ ὑποσχέσθαι ταύτην τὴν ἐπίδειξιν . ταῦτα λέγων ἐδεόμην Δία Ξένιον καλῶν καὶ κοινῆς ἀναμιμνήσκων τραπέζης καὶ κοινῆς ναυαγίας.

3.22

3.22.1 δὲ χρηστὸς οὗτος μέγα μὲν ἔφη τὸ ἔργον, ἀλλ’ὑπὲρ φίλου, κἂν ἀποθανεῖν δεήσῃ, καλὸς κίνδυνος, γλυκὺς θάνατος . νομίζω δὲ ἔφην ζῆν καὶ Κλειτοφῶντα.

3.22.2 γὰρ κόρη πυθομένῳ μοι καταλιπεῖν αὐτὸν εἶπε παρὰ τοῖς ἑαλωκόσι τῶν λῃστῶν δεδεμένον, οἱ δὲ τῶν λῃστῶν πρὸς τὸν λῄσταρχον ἐκφυγόντες ἔλεγον πάντας τοὺς ὑπ’αὐτῶν εἰλημμένους τὴν εἰς τὸ στρατόπεδον μάχην ἐκπεφευγέναι · ὥστε ἀποκείσεταί σοι παρ’αὐτῷ χάρις καὶ ἅμα ἐλεῆσαι κόρην ἀθλίαν ἐκ τοσούτου κακοῦ .

3.22.3ταῦτα λέγων πείθω, καὶ συνέπραξεν Τύχη. ἐγὼ μὲν οὖν περὶ τὴν τοῦ μηχανήματος ἤμην σκευήν · ἄρτι δὲ τοῦ Μενελάου μέλλοντος τοῖς λῃσταῖς περὶ τῆς θυσίας λέγειν, λῄσταρχος φθάσας κατὰ δαίμονα νόμος ἡμῖν ἔφη τοὺς πρωτομύστας τῆς ἱερουργίας ἄρχεσθαι, μάλιστα ὅταν ἄνθρωπον καταθύειν δέῃ.

3.22.4ὥρα τοίνυν εἰς αὔριον σοὶ παρασκευάζεσθαι πρὸς τὴν θυσίαν · δεήσει δὲ καὶ τὸν σὸν οἰκέτην ἅμα σοὶ μυηθῆναι . καὶ μάλα οὗτος ἔφη προθυμησόμεθα μηδενὸς ὑμῶν χείρους γενέσθαι.

3.22.5στεῖλαι δὲ ἡμᾶς αὐτοὺς δεήσει τὴν κόρην ὡς ἁρμοδίως πρὸς τὴν ἀνατομήν . ὑμῶν λῄσταρχος ἔφη τὸ ἱερεῖον .

3.22.6στέλλομεν δὴ τὴν κόρην τὸν προειρημένον τρόπον καθ’ἑαυτούς, καὶ θαρρεῖν παρεκελευσάμεθα, διεξελθόντες ἕκαστα καὶ ὡς μένειν εἴσω τῆς σοροῦ χρή, κἂν θᾶττον αὐτὴν ὕπνος ἀφῇ, τὴν ἡμέραν ἔνδον μένειν. ἤν δέ τι ἡμῖν ἐμποδὼν γένηται, σῶζε σαυτὴν ἐπὶ τὸ στρατόπεδον . ταῦτα εἰπόντες ἐξάγομεν αὐτὴν ἐπὶ τὸν βωμόν. καὶ τὰ λοιπὰ οἶδας .

3.23

3.23.1ὡς οὖν ἤκουσα, παντοδαπὸς ἐγινόμην καὶ διηπόρουν τι ποιήσω πρὸς τὸν Μενέλαον ἀντάξιον. τὸ δ’οὖν κοινότατον, προσπεσὼν κατησπαζόμην καὶ προσεκύνουν ὡς θεὸν καί μου κατὰ τῆς ψυχῆς ἀθρόα κατεχεῖτο ἡδονή.

3.23.2ὡς δὲ τὰ κατὰ Λευκίππην εἶχέ μοι καλῶς, δὲ Κλεινίας εἶπον τί γέγονεν ; δὲ Μενέλαος οὐκ οἶδα ἔφη · μετὰ γὰρ τὴν ναυαγίαν εὐθὺς εἶδον μὲν αὐτὸν τῆς κεραίας λαβόμενον, ὅποι δὲ κεχώρηκεν οὐκ οἶδα .

3.23.3ἀνεκώκυσα οὖν ἐν μέσῃ τῇ χαρᾷ · ταχὺ γὰρ ἐφθόνησέ μοι δαίμων τις τῆς καθαρᾶς ἡδονῆς ·

3.23.4τὸν δι’ἐμὲ φαινόμενον οὐδαμοῦ, τὸν μετὰ Λευκίππην ἐμὸν δεσπότην, τοῦτον ἐκ πάντων κατέσχεν θάλασσα, ἵνα μὴ τὴν ψυχὴν μόνον ἀπολέσῃ, ἀλλὰ καὶ τὴν ταφήν.

3.23.5 θάλαττα ἄγνωμον, ἐφθόνησας ἡμῖν ὁλοκλήρου τοῦ τῆς φιλανθρωπίας σου δράματος . ἄπιμεν οὖν εἰς τὸ στρατόπεδον κοινῇ καὶ τῆς σκηνῆς εἴσω παρελθόντες τῆς ἐμῆς τὸ λοιπὸν τῆς νυκτὸς διετρίψαμεν, καὶ τὸ πρᾶγμα οὐκ ἔλαθε τοὺς πολλούς.

3.24

3.24.1ἅμα δὲ τῇ ἕῳ προσάγω τὸν Μενέλαον τῷ στρατηγῷ καὶ ἅπαντα λέγω, δὲ συνήδετο καὶ τὸν Μενέλαον ποιεῖται φίλον, πυνθάνεται δὲ πόση δύναμίς ἐστι τοῖς ἐναντίοις. δὲ ἔλεγε πᾶσαν ἐμπεπλῆσθαι τὴν ἑξῆς κώμην ἀνδρῶν ἀπονενοημένων καὶ πολὺ συνηθροῖσθαι λῃστήριον, ὡς εἶναι μυρίους.

3.24.2λέγει οὖν στρατηγὸς ἀλλ’ἡμῖν αὗται πέντε χιλιάδες ἱκαναὶ πρὸς εἴκοσι τῶν ἐκείνων · ἀφίξονται δὲ ὅσον οὐδέπω πρὸς τούτοις ἕτεροι δισχίλιοι τῶν ἀμφὶ τὸ Δέλτα καὶ τὴν Ἡλίου πόλιν τεταγμένων ἐπὶ τοὺς βαρβάρους .

3.24.3καὶ ἅμα λέγοντος αὐτοῦ παῖς εἰστρέχει τις λέγων ἀπὸ τοῦ Δέλτα πρόδρομον ἥκειν τοὐκεῖθεν στρατοπέδου καὶ πέντε λέγειν ἄλλων ἡμερῶν διατρίβειν τοὺς δισχιλίους · τοὺς γὰρ βαρβάρους κατατρέχοντας πεπαῦσθαι · μελλούσης δὲ ἥκειν τῆς δυνάμεως τὸν ὄρνιν αὐτοῖς ἐπιδημῆσαι τὸν ἱερὸν φέροντα τοῦ πατρὸς τὴν ταφήν · ἀνάγκην δ’εἶναι τὴν ἔξοδον ἐπισχεῖν τοσούτων ἡμερῶν.

3.25

3.25.1 καὶ τίς ὄρνις οὗτος, ὅστις ἔφην τοσαύτης τιμῆς ἠξίωται; ποίαν δὲ καὶ κομίζει ταφήν ; Φοίνιξ μὲν ὄρνις ὄνομα, τὸ δὲ γένος Αἰθίοψ, μέγεθος κατὰ ταών ·

3.25.2τῇ χρόᾳ ταὼς ἐν κάλλει δεύτερος. κεκέρασται μὲν τὰ πτερὰ χρυσῷ καὶ πορφύρᾳ, αὐχεῖ δὲ τὸν Ἥλιον δεσπότην · καὶ κεφαλὴ μαρτυρεῖ, ἐστεφάνωσε γὰρ αὐτὴν κύκλος εὐφεγγής · ἡλίου δέ ἐστιν τοῦ κύκλου στέφανος εἰκών.

3.25.3κυάνεός ἐστιν, ῥόδοις ἐμφερής, εὐειδὴς τὴν θέαν, ἀκτῖσι κομᾷ, καί εἰσιν αὗται πτερῶν ἀνατολαί · μερίζονται δὲ αὐτοῦ Αἰθίοπες μὲν τὴν ζωήν, Αἰγύπτιοι δὲ τὴν τελευτήν.

3.25.4ἐπειδὰν γὰρ ἀποθάνῃ σὺν χρόνῳ δὲ τοῦτο πάσχει μακρῷ, παῖς αὐτὸν ἐπὶ τὸν Νεῖλον φέρει, σχεδιάσας αὐτῷ καὶ τὴν ταφήν. Σμύρνης γὰρ βῶλον τῆς εὐωδεστάτης, ὅσον ἱκανὸν πρὸς ὄρνιθος ταφήν, ὀρύττειτε τῷ στόματι καὶ κοιλαίνει κατὰ μέσον, καὶ τὸ ὄρυγμα θήκη γίνεται τῷ νεκρῷ.

3.25.5ἐνθεὶς δὲ καὶ ἐναρμόσας τὸν ὄρνιν τῇ σορῷ καὶ κλείσας τὸ χάσμα γηίνῳ χώματι ἐπὶ τὸν Νεῖλον οὕτως ἵπταται τὸ ἔργον φέρων. ἕπεται δὲ αὐτῷ χορὸς ἄλλων ὀρνίθων ὥσπερ δορυφόρων καὶ ἔοικεν ὄρνις ἀποδημοῦντι βασιλεῖ καὶ τὴν πόλιν οὐ πλανᾶται τὴν Ἡλίου.

3.25.6ὄρνιθος αὕτη μετοικία νεκροῦ. ἕστηκεν οὖν ἐπὶ μετεώρου σκοπῶν καὶ ἐκδέχεται τοὺς προπόλους τοῦ θεοῦ. ἔρχεται δή τις ἱερεὺς Αἰγύπτιος, βιβλίον ἐξ ἀδύτων φέρων, καὶ δοκιμάζει τὸν ὄρνιν ἐκ τῆς γραφῆς.

3.25.7 δὲ οἶδεν ἀπιστούμενος καὶ τὰ ἀπόρρητα φαίνει τοῦ σώματος καὶ τὸν νεκρὸν ἐπιδείκνυται καὶ ἔστιν ἐπιτάφιος σοφιστής. ἱερέων δὲ παῖδες Ἡλίου τὸν ὄρνιν τὸν νεκρὸν παραλαβόντες θάπτουσι. ζῶν μὲν οὖν Αἰθίοψ ἐστὶ τῇ τροφῇ, ἀποθανὼν δὲ Αἰγύπτιος γίνεται τῇ ταφῇ .