2222.1ἐὰν δέ τις κλέψῃ μόσχον ἢ πρόβατον καὶ σφάξῃ ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου.
22.2ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος ·
22.3ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ’αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται. ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος.
22.4ἐὰν δὲ καταληφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπότε ὄνου ἕως προβάτου ζῶντα, διπλᾶ αὐτὰ ἀποτίσει.
22.5ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γέννημα αὐτοῦ · ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει.
22.6ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνα ἢ στάχυς ἢ πεδίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας.
22.7ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, ἀποτίσει τὸ διπλοῦν ·
22.8ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ Θεοῦ καὶ ὀμεῖται ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι ἐφ’ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον.
22.9κατὰ πᾶν ρητὸν ἀδίκημα, περίτε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλείας τῆς ἐγκαλουμένης, ὅ, τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ Θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ Θεοῦ ἀποτίσει διπλοῦν τῷ πλησίον ·
22.10ἐὰν δέ τις δῷ τῷ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ, ὅρκος ἔσται τοῦ Θεοῦ ἀνὰ μέσον ἀμφοτέρων, ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον ·
22.11καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτίσει.
22.12ἐὰν δὲ κλαπῇ παρ’αὐτοῦ, ἀποτίσει τῷ κυρίῳ.
22.13ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν καὶ οὐκ ἀποτίσει.
22.14ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον, καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον γένηται, ὁ δὲ κύριος μὴ ᾖ μετ’αὐτοῦ, ἀποτίσει ·
22.15ἐὰν δὲ ὁ κύριος ᾖ μετ’αὐτοῦ, οὐκ ἀποτίσει · ἐὰν δὲ μισθωτὸς ᾖ, ἔσται αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ.
22.16ἐὰν δὲ ἀπατήσῃ τις παρθένον ἀμνήστευτον καὶ κοιμηθῇ μετ’αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα.
22.17ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθ’ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων.
22.18φαρμακοὺς οὐ περιποιήσετε.
22.19πᾶν κοιμώμενον μετὰ κτήνους, θανάτῳ ἀποκτενεῖτε αὐτούς.
22.20ὁ θυσιάζων θεοῖς θανάτῳ ἐξολοθρευθήσεται, πλὴν Κυρίῳ μόνῳ.
22.21καὶ προσήλυτον οὐ κακώσετε, οὐ δὲ μὴ θλίψητε αὐτόν · ἦτε γὰρ προσήλυτοι ἐν γῇ Αἰγύπτῳ.
22.22πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε ·
22.23ἐὰν δὲ κακίᾳ κακώσητε αὐτούς, καὶ κεκράξαντες καταβοήσωσι πρός με, ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν καὶ ὀργισθήσομαι θυμῷ καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι καὶ τὰ παιδία ὑμῶν ὀρφανά.
22.25ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοί, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ τόκον.
22.26ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ ·
22.27ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτοῦ, μόνον τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ · ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρός με, εἰσακούσομαι αὐτοῦ · ἐλεήμων γάρ εἰμι.
22.28θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς.
22.29ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ καθυστερήσεις · τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί.
22.30οὕτω ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου · ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό.
22.31καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι. καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε, τῷ κυνὶ ἀπορρίψατε αὐτό.