11.1ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν.
1.2Ρουβήν, Συμεών, Λευΐ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλὼν καὶ Βενιαμίν, Δὰν καὶ Νεφαθλείμ, Γὰδ καὶ Ἀσήρ.
1.5Ἰωσὴφ δὲ ἦν ἐν Αἰγύπτῳ. ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα.
1.6ἐτελεύτησε δὲ Ἰωσὴφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη.
1.7οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο. καὶ κατίσχυον σφόδρα σφόδρα, ἐπλήθυνε δὲ ἡ γῆ αὐτούς.
1.8ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ’Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
1.9εἶπε δὲ τῷ ἔθνει αὐτοῦ · ἰδοὺ τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς ·
1.10δεῦτε οὖν κατασοφισώμεθα αὐτούς, μή ποτε πληθυνθῇ, καὶ ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς.
1.11καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις · καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήντε Πειθὼμ καὶ Ραμεσσῆ καὶ Ὤν, ἥ ἐστιν Ἡλιούπολις.
1.12καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίγνοντο, καὶ ἴσχυον σφόδρα σφόδρα · καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ἰσραήλ.
1.13καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραὴλ βίᾳ καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας.
1.15καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Ἑβραίων · τῇ μιᾷ αὐτῶν ὄνομα Σεπφώρα, καὶ τὸ ὄνομα τῆς δευτέρας Φουά, καὶ εἶπεν ·
1.16ὅταν μαιοῦσθε τὰς Ἑβραίας καὶ ὦσι πρὸς τῷ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.
1.17ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν Θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα.
1.18ἐκάλεσε δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς · τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα;
1.19εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραώ · οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Ἑβραῖαι, τίκτουσι γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας · καὶ ἔτικτον.
1.20εὖ δὲ ἐποίει ὁ Θεὸς τὰς μαίας, καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυε σφόδρα.
1.21ἐπεὶ δὲ ἐφοβοῦντο αἱ μαῖαι τὸν Θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας.
1.22συνέταξε δὲ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων · πᾶν ἄρσεν, ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ρίψατε · καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.