Exodus, Chapter 16

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
16

16.1ἀπῆραν δὲ ἐξ Αἰλεὶμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σίν, ἐστιν ἀνὰ μέσον Αἰλεὶμ καὶ ἀνὰ μέσον Σινά. τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου, διεγόγγυζε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωυσῆν καὶ Ἀαρών, καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ ·

16.3ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν · ὅτι ἐξήγαγε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.

16.4εἶπε δὲ Κύριος πρὸς Μωυσῆν · ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται λαὸς καὶ συλλέξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου οὔ ·

16.5καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ἂν εἰσενέγκωσι, καὶ ἔσται διπλοῦν ἐὰν συναγάγωσι τὸ καθ’ἡμέραν εἰς ἡμέραν.

16.6καὶ εἶπε Μωυσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ · ἑσπέρας γνώσεσθε ὅτι Κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ πρωΐ ὄψεσθε τὴν δόξαν Κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ Θεῷ ·

16.7ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ’ἡμῶν;

16.8καὶ εἶπε Μωυσῆς · ἐν τῷ διδόναι Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωΐ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι Κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθ’ἡμῶν · ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ’ἡμῶν ἐστιν γογγυσμὸς ὑμῶν · ἀλλ’ κατὰ τοῦ Θεοῦ.

16.9εἶπε δὲ Μωυσῆς πρὸς Ἀαρών · εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ἰσραήλ · προσέλθετε ἐναντίον τοῦ Θεοῦ · εἰσακήκοε γὰρ τὸν γογγυσμὸν ὑμῶν.

16.10ἡνίκα δὲ ἐλάλει Ἀαρὼν πάσῃ συναγωγῇ υἱῶν Ἰσραήλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ.

16.11καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων ·

16.12εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ · λάλησον πρὸς αὐτοὺς λέγων · τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωΐ πλησθήσεσθε ἄρτων · καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος Θεὸς ὑμῶν.

16.13ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψε τὴν παρεμβολήν · τὸ πρωΐ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.

16.15ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν ἕτερος τῷ ἑτέρῳ · τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπε δὲ Μωυσῆς αὐτοῖς · οὗτος ἄρτος, ὃν ἔδωκε Κύριος ὑμῖν φαγεῖν ·

16.16τοῦτο τὸ ρῆμα συνέταξε Κύριος · συναγάγετε ἀπ’αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γομὸρ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν, ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε.

16.17ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραὴλ καὶ συνέλεξαν τὸ πολὺ καὶ τὸ ἔλαττον.

16.18καὶ μετρήσαντες γομόρ, οὐκ ἐπλεόνασεν τὸ πολύ, καὶ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν · ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ἑαυτῷ συνέλεξαν.

16.19εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς · μηδεὶς καταλειπέτω ἀπ’αὐτοῦ εἰς τὸ πρωΐ.

16.20καὶ οὐκ εἰσήκουσαν Μωυσῇ, ἀλλὰ κατέλιπόν τινες ἀπ’αὐτοῦ εἰς τὸ πρωΐ · καὶ ἐξέζεσε σκώληκας καὶ ἐπώζεσε · καὶ ἐπικράνθη ἐπ’αὐτοῖς Μωυσῆς.

16.21καὶ συνέλεξαν αὐτὸ πρωΐ πρωΐ, ἕκαστος τὸ καθῆκον αὐτῷ · ἡνίκα δὲ διεθέρμαινεν ἥλιος, ἐτήκετο.

16.22ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ, συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γομὸρ τῷ ἑνί · εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσῇ ·

16.23εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς · οὐ τοῦτο τὸ ρῆμά ἐστιν, ἐλάλησε Κύριος; σάββατα ἀνάπαυσις ἁγία τῷ Κυρίῳ αὔριον · ὅσα ἐὰν πέσσητε, πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε · καὶ πᾶν τὸ πλεονάζον καταλείπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωΐ.

16.24καὶ κατελίποσαν ἀπ’αὐτοῦ εἰς τὸ πρωΐ, καθὼς συνέταξεν αὐτοῖς Μωυσῆς · καὶ οὐκ ἐπώζεσεν, οὐ δὲ σκώληξ ἐγένετο ἐν αὐτῷ.

16.25εἶπε δὲ Μωυσῆς · φάγετε σήμερον, ἔστι γὰρ σάββατα σήμερον τῷ Κυρίῳ · οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ.

16.26ἓξ ἡμέρας συλλέξετε · τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ.

16.27ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον.

16.28εἶπε δὲ Κύριος πρὸς Μωυσῆν · ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου;

16.29ἴδετε, γὰρ Κύριος ἔδωκεν ὑμῖν σάββατα τὴν ἡμέραν ταύτην · διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν · καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.

16.30καὶ ἐσαββάτισεν λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.

16.31καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ἰσραὴλ τὸ ὄνομα αὐτοῦ, μάν · ἦν δὲ ὡσεὶ σπέρμα κορίου λευκόν, τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι.

16.32εἶπε δὲ Μωυσῆς · τοῦτο τὸ ρῆμα, συνέταξε Κύριος · πλήσατε τὸ γομὸρ τοῦ μὰν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσι τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου.

16.33καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών · λάβε στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μὰν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.

16.34ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ, καὶ ἀπέθηκεν Ἀαρὼν ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.

16.35οἱ δὲ υἱοὶ Ἰσραὴλ ἔφαγον τὸ μὰν ἔτη τεσσαράκοντα, ἕως ἦλθον εἰς γῆν οἰκουμένην · ἐφάγοσαν τὸ μάν, ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης.

16.36τὸ δὲ γομὸρ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.