4.1μετὰ τὰς τῶν ῥημάτων συντάξεις, ἃς ἐν τῷ πρὸ τούτου ἀνεπληρώσαμεν, ὄντι τρίτῳ τῆς ὅλης πραγματείας, μέτιμεν καὶ ἐπὶ τὰς τῶν προθέσεων συντάξεις, δεομένας ἀποδείξεως πάνυ ἀκριβεστάτης, καθὸ δοκεῖ τὰ μόρια οἷς μὲν μέρεσι τοῦ λόγου δόκησιν παρέχειν συνθέσεως, οἷς δὲ παραθέσεως, ἔσθ’ὅτε οὐ βοηθούμενα τόνων ἰδιώμασι, καθάπερ τὰ πλεῖστα τῶν μερῶν τοῦ λόγου διὰ τῆς ἑνώσεως τοῦ τόνου τὸ μοναδικὸν τῆς λέξεως ὑπαγορεύει, τουτέστι τὸ ἓν μέρος λόγου εἶναι, ἢ διὰ τῆς μονῆς τῆς καθ’ἕκαστον μόριον τὸ δισσὸν ἐμφαίνει τῶν λέξεων. — τὸ γὰρ Διὸς κόρος παροξυνόμενον μὲν τὴν γενικὴν ἔχει ἰδίᾳ νοουμένην, ὅμοιον ὂν τῷ Διὸς υἱός, προπαροξυνόμενον δὲ ὅμοιόν ἐστιν τῷ Διόγνητος, Διόδοτος · 4.2τότε εὖ νοῶ δύο ἔχον περισπωμένας ὁμολογεῖ τὴν ἐξ ἐπιρρήματος καὶ ῥήματος παράθεσιν, καὶ τὸ Ἕλλης πόντος κατὰ τὴν ἀρχὴν ἔχον τὴν ὀξεῖαν, καὶ τὸ ἐμοῦ αὐτοῦ δὶς ἔχον τὴν περισπωμένην. ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια, ἄπειρα ὄντα, συνελθόντα μὲν κατὰ τὸν λόγον τῆς συνθέσεως ἔχει καὶ τὸν τόνον συνῃρημένον, οὐχ οὕτως δὲ ἔχοντα καὶ τὰ τοῦ τόνου ἔχει ἀσυνέλευστα, καθάπερ δὲ εἴπομεν, ἐν τῇ καθ’ἕκαστον μόριον μονῇ τοῦ τόνου τὸ κατὰ παράθεσιν ὁμολογεῖ. — τὸ δὲ καταγράφω εἴτε δύο μέρη λόγου ἐστὶν εἴτε καὶ ἕν, οὐκ ἐνδείκνυται διὰ τῆς τάσεως. 4.3καὶ τὰ τούτοις ὅμοια, τὸ ἀποίκου, καταφέροντος, ἅπαντα τὰ τοιαῦτα, τῆς αὐτῆς ἔχεται ἀμφιβολίας · ἀποψέ, ἀποδίς, καὶ ἐπὶ συνδέσμων καθότι, διότι (δεδείξεται γὰρ ὅτι ἔγκεινται αἱ προθέσεις), ἄλλα πλεῖστα. ὑπὲρ ὧν τῆς ἀκριβείας προεθέμεθα ἐκθέσθαι. ἀλλ’ἤδη καὶ ἐπ’ἐνίων μορίων οὐκ ἔνεστιν ὑπὲρ τῶν τοιούτων μορίων ἐπιστῆσαι, τῶν προθέσεων μήτε κατὰ παράθεσιν προθετικῶν οὐσῶν μήτε κατὰ σύνθεσιν, ὡς ἐπ’ἀντωνυμιῶν τῶν τῆς εὐθείας ἁπασῶν, ὧν καὶ τὸ αἴτιον τῆς ἀσυνταξίας παραθησόμεθα κατὰ τὸν προσήκοντα λόγον. 4.4πρὸ μέντοι τῆς κατὰ μέρος αὐτῶν συντάξεως οὐκ ἄκαιρον ὑπολαμβάνω ἐκθέσθαι περὶ τῶν ἠπορημένων ἐν τοῖς μορίοις. οὐ γάρ, φασί, δεόντως τὰ τοῦ τόνου ἀμείβεται εἰς βαρεῖαν τάσιν, ἐπὰν τὰ τῆς συντάξεως ἐναλλαγῇ, τουτέστιν ἐπὰν προθέσεις οὖσαι μὴ ἀναδέξωνται τὸ προκεῖσθαι κατὰ τὰς συντάξεις · οὐ δὲ γὰρ τὰ ἄλλα μέρη τοῦ λόγου ἀμείψαντα τὴν τάξιν ἀμείβει καὶ τὴν τάσιν, πρὸς τῷ μη δὲ ἐξωμαλίσθαι τὰ τῆς ἀναστροφῆς, εἴγε οὐχ ἅπασαι μετατεθεῖσαι τῆς τάξεως μετατίθενται καὶ τοῦ τόνου. τί δὲ μᾶλλον αὗταί εἰσιν αἱ μετατιθέμεναι ἤπερ τὰ μόρια ἃ πρὸς αὐτὰς ἤρτηντο; τὸ γὰρ ἔπτυσε πουλὺ κάτα ἀπαιτεῖ τὸ κατέπτυσεν ἐν καταλληλότητι, καὶ οὐ μᾶλλον ἡ πρόθεσις μετατίθεται ἤπερ τὸ ῥῆμα · Ἰθάκην κάτα κοιρανέουσιν, τὰ τούτοις ὅμοια. 4.5καὶ πρὸς μὲν τὸ τοιοῦτον ἁπλῆ ἡ ὑπάντησις, ὡς ἤδη ὁμόλογόν ἐστιν, καθάπερ καὶ ἐν τοῖς προκειμένοις ἀπεδείξαμεν, ὡς τὰ προκείμενα μόρια διὰ τῆς ἐξαιρέτου συντάξεως, λέγω τῆς προθετικῆς, τὴν ὀνομασίαν ἀπηνέγκατο. ἔνθεν γὰρ καὶ οἱ ἀπὸ τῆς Στοᾶς προθετικοὺς ἐκάλουν συνδέσμους τὰς προθέσεις, ἄμεινον ἡγησάμενοι ἀπὸ τῆς ἐξαιρέτου συντάξεως τὴν ὀνομασίαν θέσθαι ἤπερ ἀπὸ τῆς δυνάμεως, καθάπερ οἵτε συναπτικοὶ καὶ συμπλεκτικοὶ καὶ οἱ ὑπόλοιποι. οὐ δὴ οὖν τὰ ἄλλα μέρη τοῦ λόγου ἐξαιρέτου συντάξεως ἔτυχεν, ἵνα πρὸς τὸ μετατιθέμενον κατηγορῇ καὶ τῆς μεταθέσεως. — (τὰ γοῦν θέσιν εἰληχότα μοναδικὴν οὐ δὲ μετατίθεται τῆς τάξεως, ἵνα καὶ τῆς ἀμφιβολίας ἐπικοινωνήσῃ, ὡς ἐπὶ συνδέσμων μὲν ὁ ἤτοι προτακτικὸς καὶ οὔποτε ὑποτακτικός, ἐπὶ δὲ ῥημάτων τὰ καλούμενα ὑποτακτικὰ ῥήματα οὔποτε χωρὶς ὑποταγῆς ἐστι τῆς τάξεως τῶν ἐπιζευκτικῶν συνδέσμων. 4.6ἀλλ’οὐ δὲ αἱ καλούμεναι ἐγκλιτικαὶ ἀντωνυμίαι δίχα μορίων λέγονται τῶν πρὸς ἃ ἐγκεκλιμέναι εἰσίν, τίμησόν με, δός μοι. οὐ δὲ γὰρ παραδεκτέος ἐκεῖνος ὁ λόγος, ὁ εἰρημένος ἐν τῷ περὶ ἄρθρων Τρύφωνος, ὡς τὰ ὑποτακτικά ποτε ἄρθρα προτακτικὰ γίνεται ἐν τῷ ὃς ἂν ἔλθῃ μεινάτω με · τίνος γὰρ πτωτικοῦ προετάγη; πῶς δέ γε ὑποτακτικὸν τὸ τοιοῦτον ἄρθρον οὐκ ἀναπολοῦν τὸ προϋποκείμενον ὄνομα, το- τοὐναντίον δὲ ἀοριστούμενον κατ’ἀρχὴν τῶν λόγων; οὐ μὴν μόνον […], ἀλλ’οὐ δ’ἐν πτωτικῷ τὸ ὅστις · ἐχρῆν γὰρ καὶ τῶν ἄλλων πτωτικῶν καὶ μὴ ἀοριστουμένων προτάσσεσθαι, ἐν οἷς καὶ αὐτὸ συναοριστοῦται πλέον τοῦ τίς, ὅπερ ἐναντιώτατόν ἐστιν τῶν ἄρθρων · τὰ γὰρ ἀοριστωδῶς ποτε νοούμενα ἡ τοῦ ἄρθρου παράθεσις ὑπὸ ὁρισμὸν τοῦ προσώπου ἄγει, ὁ ἄνθρωπος παρεγένετο, τὸν ποιητὴν ἐθαύμασα). — αἱ δὴ οὖν προθέσεις οὐ κατάρξασαι τῶν λέξεων ὁμόλογον ἔχουσιν τὴν μετάθεσιν, κα- κἂν τὰ δευτερεύοντα ᾖ μετατεθειμένα κατὰ τὴν ἀρχήν · 4.7πάλιν γὰρ αὐταὶ δεύτεραι γενόμεναι καὶ τῆς δεούσης τάξεως στερούμεναι ὁμολογοῦσιν μετατεθεῖσθαι. γελοῖον οὖν μοι δοκεῖ τὸ ζητεῖν πότερον αὗταί εἰσιν αἱ μετατιθέμεναι ἢ τὰ ταύταις δευτερεύοντα μόρια. 4.8ἔστι δὲ καὶ ὑπὲρ τῆς ἀμειβομένης τάσεως κατ’αὐτὰς φάναι, ὡς τὸ πρῶτον καὶ ἐν ἄλλοις μέρεσι τοῦ λόγου ἐξαίρετά τινα παρέπεται, ἃ οὐ πάντως συμφερόμενα τοῖς ἄλλοις ἄπορα καταστήσεται, ὥς γε ἔστιν ἐπινοῆσαι ἐπὶ τῶν ἐγκλιτικῶν μορίων καὶ ἔτι ἐπὶ τῶν πυσμάτων κατὰ βαρεῖαν τάσιν καὶ τῶν ἀορίστων κατ’ὀξεῖαν. οὐ δὴ οὖν ἀπῳδὸν τὸ τὴν πρόθεσιν διτονεῖν, ὅπερ ἐπικοινωνεῖ καὶ ἀντωνυμίαις ἐγκλινομέναις καὶ ὀρθοτονουμέναις, τῷ ως ἐν ἀρχῇ τιθεμένῳ καὶ ἐν μέσῃ λέξει, καθὸ περισπᾶται […], παραπληρωματικῷ τῷ η περισπωμένῳ μὲν κατ’ἀρχὴν τῶν λόγων, οὐ μὴν κατὰ τὰς ὑποτακτικὰς συντάξεις, ὡς ἐν τῷ τί ἢ δὲ σὺ νόσφιν ἀπ’ἄλλων, ὅτι ἢ κάλλιστον ἢ κατὰ Ξάνθιππον. ἔστι καὶ ἄλλα ἐπινοῆσαι μυρία. — μήποτε δὲ καὶ δεόντως τὸ δισσὸν τοῦ τόνου παρέπεται. 4.9τὰ μὲν γὰρ ἄλλα μέρη τοῦ λόγου μίαν ἔχει σύνταξιν ἐφ’ἣν καὶ φέρεται, ὡς τὰ ἐπιρρήματα ἔπεισι τοῖς ῥήμασι, κα- κἂν μεταξὺ μέρη λόγου πλείονα πίπτῃ, τὰ δὲ ἄρθρα ὡς πρὸς τὰ πτωτικά, τάτε ὀνόματα ἐπὶ τὰ συνόντα τῶν ῥημάτων, καὶ αὐτῶν τῶν ῥημάτων ὑποστροφὴν ποιουμένων ὡς πρὸς τὰ ὀνόματα ἢ πρὸς τὰ ἀντωνυμικά, ἅπερ πάλιν ἀντὶ ὀνομάτων παραλαμβάνεται · αἱ μέντοι προθέσεις δύο συντάξεις ἀναδεξάμεναι, τήντε πρὸς τὰ ὀνόματα καὶ ἔτι πρὸς τὰ ῥήματα, δεόντως παραδέξονται καὶ τὸ ἐναλλασσόμενον τοῦ τόνου, ὅπερ ὑποστρέφον διὰ τῆς τάσεως συσσημαίνει καὶ τὸ ἀναβιβαζόμενον τῆς προθέσεως, ἐπιμένον δὲ κατὰ τὴν ἰδίαν τάσιν σημαίνει καὶ τὴν δέουσαν σύνταξιν τῆς προθέσεως. — τὸ γοῦν Ἰθάκην κάτα κοιρανέουσι διὰ τοῦ ἀρκτικοῦ τόνου, λέγω τῆς ἀναστροφῆς, συσσημαίνει καὶ τὸ ἀναβιβαζόμενον τῆς προθέσεως, οὐχ οὕτως δὲ ἔχον σύνταξιν τὴν ἐπὶ τὸ ῥῆμα παραδέχεται. 4.10καὶ ἕνεκα τούτου εὐπαράδεκτος καὶ ἡ δισσὴ τάσις τῶν προθέσεων. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ εὗρε δὲ Πατρόκλῳ πέρι κείμενον ὃν φίλον υἱόν, καὶ γὰρ ὅτε πρώτιστον ἐμοῖς ἔπι δέλτον ἔθηκα γούνασιν. καὶ ἔτι ἐν δυσὶν ὀνόμασι, μάχῃ ἔνι κυδιανείρῃ, ποταμῷ ἔπι δινήεντι, ποταμοῦ ἄπο Σελλήεντος. ὑπὲρ ὧν τῆς διαφορᾶς κατὰ τὸ δέον ἐκθησόμεθα, ἐν ᾧ καὶ παραστήσομεν τοὺς τρόπους τῶν ἀναστρεφομένων καὶ τῶν μὴ οὕτως ἐχουσῶν. τὸ γὰρ νῦν προκείμενον ἡμῖν ἐστιν παραστῆσαι, ὡς ἀναγκαίως οἱ στοιχειωταὶ ἐπενόησαν τὴν ἐπ’αὐταῖς γενομένην δισσὴν τάσιν, ὁμολόγως καὶ τῶν φωνῶν προευθετισμένων εἰς τὸν προκείμενον λόγον, εἴγε ἁπάσαις παρεπόμενόν ἐστιν τὸ ὀξύνεσθαι, τῶν ἄλλων μερῶν τοῦ λόγου ποικιλωτέρων ὄντων κατὰ τὰς τάσεις · οὐ γὰρ τὸ μεταπῖπτον τῆς τάσεως εἰς τὸν αὐτὸν εὐθετισμὸν ὑπῆρχεν, ὅς γε καὶ παρηκολούθει ταῖς προθέσεσιν. — διὰ τοῦτο καὶ ἐπεκτεινόμεναι συνέλκουσι κατὰ τὸ τέλος τὴν ὀξεῖαν, ὡς ἔχει ἡ ἐνί καὶ ἡ προτί. 4.11— διὰ τοῦτο οὐ δ’οἱ περὶ τὸν Ἀριστοφάνη ἠξίωσαν βαρύνειν τὰ μόρια κατὰ τὴν Αἰολίδα διάλεκτον, ἵνα μὴ τὸ ἴδιον τῆς προθέσεως ἀποστήσωσιν, λέγω τὴν ἀναστροφήν · εἰ γὰρ καὶ ἐβαρύνθησαν, ἀνθελκόμεναι ἀπὸ τῆς τοῦ ῥήματος συντάξεως ἢ τοῦ ὀνόματος ἐζήτησαν τὸ ἀμεῖψαι τὸν τόνον, καθ’ἃς εἴπομεν αἰτίας. — διὰ τὸ αὐτὸ καὶ κατ’ἀρχὴν καὶ κατὰ τέλος βραχεῖαι · ὁ γὰρ βραχὺς χρόνος εὐμετάθετος κατὰ τάσιν, ὅπου γε καὶ ἡ Αἰολὶς μετατιθεῖσα τοὺς τόνους τοὺς κατὰ τὸ τέλος ἐκ βραχείας συλλαβῆς μετατίθησι κατὰ τὸ πλέον. πλεονάσασαι οὖν χρόνῳ ἐλλείπουσι καὶ τῇ ἀναστροφῇ, ὡς ἡ καταί, ὑπαί καὶ αἱ τοιαῦται. — ἀλλ’οὐ πᾶσαι ἀναστρέφονται. οὐ δὲ γὰρ πᾶσα ἀντωνυμία καὶ ἐγκλίνεται καὶ ὀρθοτονεῖται, ἀλλ’ἐπὶ τὸ πλέον ταύταις παρέπεται · οὐ δὲ πάντα τὰ πύσματα ἐν βαρείᾳ ἐστὶ τάσει, ἀλλ’οὐ δὲ ἄλλα πλεῖστα ἐξωμάλισται. 4.12προτιθέμεναι δὴ τῶν τοῦ λόγου μερῶν ἢ κατὰ σύνθεσίν εἰσιν ἢ κατὰ παράθεσιν. ἐν μὲν οὖν ταῖς εὐθείαις τῶν πτωτικῶν καὶ ἔτι ταῖς συνυπαρχούσαις κλητικαῖς οὐκ ἔστι τὴν παράθεσιν τῶν προθέσεων ἐπινοῆσαι. πρόδηλον γὰρ ὅτι τὸ σύνοικος, ἐπίκουρος, σύνδουλος, ὑπέρδουλος, πάροικος, μέτοικος, ἔκδηλος, ἀνάδρομος, περίοπτος, περιφόρητος σύνθεσιν τὴν τῶν μερῶν ἀνεδέξαντο, οὐ μόνον διὰ τὸν ἀναδραμόντα τόνον κατὰ τὴν σύνθεσιν (ἐπεὶ καὶ τινά γε συνεφύλαξε τὴν αὐτὴν τάσιν καὶ οὐ τῇ μονῇ τοῦ τόνου ἀπολύεται τῆς συνθέσεως, ὡς ἔχει τὸ περικλυτός, ἀναδρομή, συνοχή, καταμονή, ἄλλα πλεῖστα), ἀλλὰ καὶ ἐκ τοῦ συνυπάρχειν κατὰ πάντα σχηματισμὸν τὴν πρόθεσιν, ὅπερ οὐ παρεπόμενόν ἐστι ταῖς ἐκ παραθέσεως, ὡς ἔχει τὸ κατὰ Κτησιφῶντος, ὑπὲρ Ἀριστάρχου, οὐ συμφερόμενα κατὰ πᾶσαν πτῶσιν διὰ τῆς αὐτῆς συντάξεως · τά γε μὴν προεκκείμενα κατὰ τὴν εὐθεῖαν κατὰ πᾶσαν πτῶσιν σύνεστιν. — ἀλλὰ μὴν ἔτι κα- κἀκ τῆς τοῦ ἄρθρου παραθέσεως. 4.13πρωτευούσῃ γὰρ τῇ προθέσει κατὰ παράθεσιν παραχωρεῖ τῆς προθέσεως, μετιὸν ἐφ’ὃ συνήρτηται · οὐ μὴν ἢν σύνθεσις ᾖ, εἴγε μέρος ὀνόματος γενομένη ἕξει προκείμενον τὸ καλούμενον προτακτικὸν ἄρθρον τῶν ὀνομάτων. τοῦ μὲν προτέρου περὶ Ἀριστάρχου — περὶ τοῦ Ἀριστάρχου, κατὰ Κτησιφῶντος — κατὰ τοῦ Κτησιφῶντος, περὶ στεφάνου — περὶ τοῦ στεφάνου, τοῦ δὲ δευτέρου ὁ περικλυτός, ὁ σύνδουλος, ὁ μέτοικος. ἕνεκα τοῦ τοιούτου καὶ τὰ ὑπ’ἀμφιβολίαν πίπτοντα ἐκλύεται τοῦ ἀμφιβόλου προσλαβόντα τὰ ἄρθρα · διοίσει γὰρ τὸ παρὰ τοῦ νόμου, παρὰ τοῦ φέροντος τῶν τοιούτων τοῦ παραφέροντος, τοῦ παρανόμου, ὑπὲρ ὧν καὶ ἀλλαχόθι ἡμῖν ἠκρίβωται. — ἔνθεν ἓν μέρος λόγου ποιήσει τὸ προπροκυλινδόμενος, ὑποπεπτηῶτες · 4.14μέροςτε λέξεως ἂν εἴη ἡ κατά ἐν τῷ λέων κατὰ ταῦρον ἐδηδώς ἤπερ λόγου, εἴγε τὰ μέρη τοῦ λόγου ἐκ παραθέσεως νοεῖται, οὐκ ἐκ συνθέσεως διιστανόμενα, καθότι καὶ ἐν ἄλλοις δεδείξεται τὸ τοιοῦτον. ἀλλ’οὐ δὲ τὸ γέλασσε δὲ πᾶσα περὶ χθών παράκειται τῇ εὐθείᾳ κατὰ λόγον τὸν τῆς προθέσεως, ἐπιρρήματος δὲ τοῦ πέριξ · ἢ καθ’ὑπερβατόν ἐστι πρὸς τὴν τοῦ ῥήματος σύνοδον, ἵνα ᾖ περιεγέλασε περισσῶς ἐλαμπρύνθη. τὴν γὰρ σύνθετον σχέσιν ἀπείργει καὶ ἡ τάσις, ὅτι μη δὲ ἀνεβίβασε τὸν τόνον ὡς τὸ αὐτόχθων καὶ ἐνοσίχθων, καὶ ἡ τοῦ σημαινομένου ἔννοια · μένει γὰρ ἔτι τὸ θηλυκὸν ὄνομα, τῆς συνθέσεως μεταβατικὸν ἐχούσης τὸν λόγον · οὐ γὰρ δή γε ἐν τῷ αὐτόχθων καὶ ἐνοσίχθων ἡ γῆ νοεῖται, ὁ δ’ἐκ γῆς γενόμενος ἢ τῆς γῆς ἐπικρατῶν. 4.15καὶ ἡ μὲν τοιαύτη παράθεσις ἁπλῆς ἔχεται τηρήσεως, τό γε μὴν ἐξεργαστικὸν τοῦ λόγου φυσικωτέραν ἐνδείκνυται τήρησιν. αἱ εὐθεῖαι καὶ αἱ κλητικαὶ ἓν πρόσωπον δηλοῦσι μετὰ τῶν συνόντων ῥημάτων, Τρύφων ἀναγινώσκει — Τρύφων ἀναγίνωσκε, Τρύφων παραλαμβάνει — Τρύφων παραλάμβανε, τῶν ἄλλων πτώσεων ἐν δυσὶ προσώποις νοουμένων, Τρύφωνι λέγει, Τρύφωνα φιλεῖ, Τρύφωνος ἀκούει, ὁμολόγως εὐθειῶν ἔξωθεν προσγινομένων. τούτων δὴ δεδειγμένων κατὰ σύνταξιν τὴν προσήκουσαν οὐκ ἂν δυνηθείη ἐν παραθέσει ἡ πρόθεσις τῆς εὐθείας ποτὲ εἶναι, πρῶτον ὅτι τὸ ἐκ τῶν προθέσεων συνδηλούμενον ἐπιδέχεται ἡ ἐκ τοῦ ῥήματος παρυφισταμένη σχέσις. ἔστω γάρ τι Πλάτων, ἔστω δέ τι καὶ βαίνει, καὶ πρόθεσίς τις ἡ ἔν, ἡ σύν, ἡ κατά, ἡ ἀνά ἢ ἄλλη τις τῶν τοιούτων · ἣ οὐκ ἐπ’ἄλλο νεύσει μέρος λόγου ἢ τὸ δυνάμενον τὴν ἐξ αὐτῶν σχέσιν ἀναδέξασθαι. καὶ δὴ ἐμπλάτων μὲν οὐ γενήσεται, τὸ δὲ ἐμβαίνει · οὐ δὲ τὸ συμπλάτων, τὸ δὲ συμβαίνει, διαβαίνει, περιβαίνει. ἕνεκά γε τοῦ τοιούτου ἑνὸς ὄντος προσώπου τοῦ ὅλου, λέγω τοῦ Πλάτων βαίνει, τὸ προσγινόμενον ἔξωθεν προθετικὸν ἐπὶ τὸ ῥῆμα νεύσει, ὡσπερεὶ προτακτικὸν στοιχεῖον πρὸ ὑποτακτικοῦ κεισόμενον. — (ἔφαμεν γὰρ καὶ κατὰ τὰς ἀρχὰς τῆς ἐκδόσεως, ὡς τὰ στοιχεῖα τοῦ λόγου τὸν αὐτὸν τρόπον ἐπέχει τοῖς στοιχείοις τῆς λέξεως · 4.16καὶ ὡς ἔστι προτακτικὰ στοιχεῖα στοιχείων καὶ οὐχ ἅπαντα ἁπάντων, οὕτως καὶ λέξεις προτακτικαὶ οὖσαι οὐχ ἁπάντων προτετάξονται, τῶν γε μὴν δυναμένων τὴν ἐξ αὐτῶν σύνταξιν ἀναδέξασθαι. φέρε γάρ που συλλαβὴν εἶναι τοιαύτην, τὴν τρα, τὴν κλα, καὶ ἐπιέναι τὸ ς · οὐ δὴ προσχωρεῖ πρὸ τοῦ ρ ἢ πρὸ τοῦ λ · οὐ γὰρ δὴ τούτων προτακτικὸν τὸ ς, τοῦ γε μὴν κ καὶ τ, καὶ οὕτως τὸ σκλα καὶ στρα συντετάξεται. φέρε δὴ καὶ εἶναί τι Τῖρυς, καὶ τούτῳ προστίθεται τὸ ν, λέγω κατὰ τὸ τέλος · οὐ δὴ προσκείσεται μετὰ τὸ ς, καίτοι τελικὸν ὂν πολλῆς λέξεως, καθὸ τὸ ς τοῦ ν οὐ προηγεῖται, ἀνάπαλιν μέντοι, ὥς γε παρ’Ἀργείοις πάμπολλός ἐστιν ἡ τοιαύτη σύνταξις). — οὐ δὴ οὖν προσγινομένης προθέσεως ἐν τῷ αὐτῷ προσώπῳ, λέγω ἐπὶ τοῦ Πλάτων διαλέγεται, μεθήσει ἡ ῥηματικὴ σύνταξις τὸ προτακτικὸν αὐτῆς στοιχεῖον κατὰ σύνθεσιν, λέγω τὸ προσδιαλέγεται. 4.17εἰ γοῦν καὶ ἡ ὀνοματικὴ θέσις σχέσιν δύναιτο ἐπιδέξασθαι τὴν ἐκ τῆς προθέσεως, τὸ τηνικαῦτα ἔστιν ἐπινοῆσαι συνενουμένην τῷ ὀνόματι τὴν πρόθεσιν · ὁ γὰρ περίεργος οὐ πόρρωθέν ἐστιν τοῦ περιεργάζεσθαι, οὐ δὲ ὁ μέτοικος τοῦ μετοικεῖν, οὐ δὲ ὁ περίοπτος τοῦ περιόπτεσθαι, οὐ δὲ ὁ ἐπίκουρος τοῦ ἐπικουρεῖν. (οὐ γὰρ ἀντίκειται, κα- κἂν συμβολικῶς κέηται · ἡ γὰρ τῆς συνθέσεως πρώτη σύνοδός ἐστι κατὰ τὴν ἐπιθετικὴν προφοράν, συμβολικώτερόν πως μετατεθειμένη. ἀλλὰ μὴν καὶ τὸ Ἀντίθεος, Ἀντίπατρος καὶ τὰ τούτοις ἔτι ὅμοια δυνάμει τὴν ἐκ γενικῆς παράθεσιν ὁμολογεῖ · ἀντὶ γὰρ θεοῦ ἢ πατρὸς παραλαμβάνεται · σαφὲς οὖν ὅτι καὶ τὰ συντεθέντα συνέχει πάλιν τὸ ἰδίωμα). τῶν δὴ οὖν ῥημάτων κατὰ τὸν προειρημένον λόγον συντιθεμένων μετὰ τῶν προθέσεων, οὐ μὴν παρατιθεμένων, ὡς δεδείξεται, ἀνάγκη πᾶσα καὶ τὰς ὀνομαστικὰς πτώσεις, ἔννοιαν ῥηματικὴν ὁμολογούσας, τὸ αὐτὸ τοῖς ῥήμασιν ἀναδέχεσθαι. 4.18αἱ γοῦν πλάγιαι πτώσεις ἀποστᾶσαι τῆς συνόδου τῶν ῥημάτων, τουτέστιν τὸ αὐτὸ πρόσωπον οὐ δηλοῦσαι, καὶ τοῦ σχήματος ἀπηλλοτριώθησαν · τὸ γὰρ ἐναντίον ἀναδέχονται παράθεσιν ἀντὶ συνθέσεως. καὶ πρὸς τὸ ἡνωμένον μὲν πρόσωπον, ὡς προείπομεν, καὶ τὰ τῆς συνθέσεως ὁμοίως συνήνωται, πρὸς δὲ τὸ ἀφιστάμενον τῆς πλαγίας συναπέστη καὶ τὰ τῆς συνθέσεως, μερικωτέρας λοιπὸν παραθέσεως γινομένης ἤπερ διηκούσης καθ’ἕνα σχηματισμόν, περὶ Ἀπολλωνίου, ἐν Ἀπολλωνίῳ καὶ τὰ τούτοις ὅμοια. — εἰκός τινα φήσειν καὶ ἐν πλαγίαις σύνθεσιν ἐπινοεῖν, βόλου περιβόλου, δρόμου καταδρόμου καὶ ἐν τοῖς ὁμοίοις · 4.19ὃν λήσεται ὡς οὐκ ἔστιν αὐτόθεν σύνθεσις, εὐθείας δὲ συντεθείσης κλίσις μεταπεποιημένη, ὡς καὶ ἐν τοῖς ἑξῆς δεδείξεται. 4.20εἰκὸς δὲ κα- κἀκεῖνο ὑπονοήσειν, ὡς οὐ κατὰ τὰς πλαγίας αἱ προθέσεις παρατίθενται, ἐν δὲ ὑπερβιβασμῷ πρὸς τὰ ῥήματα ἀνατεινόμεναι, κατὰ Ἀπολλωνίου ἐλάλησα — κατελάλησα Ἀπολλωνίου, σὺν Ἀπολλωνίῳ ἤμην — συνήμην Ἀπολλωνίῳ, περὶ τὸν καμπτῆρα ἔδραμον — περιέδραμον τὸν καμπτῆρα, πρὸς Τρύφωνα εἶπον — προσεῖπον Τρύφωνα, ἀπὸ Ἀλεξανδρείας ἔδραμον — ἀπέδραμον Ἀλεξανδρείας. κα- κἂν διαφέρῃ κατὰ τὸ δηλούμενον τὰ τῆς συντάξεως, καθ’ὑπερβιβασμοὺς γίνεταί πως ἡ διαφορά, ὁ νῦν ἄνθρωπος — νῦν ὁ ἄνθρωπος, τότε ὁ Πτολεμαῖος — ὁ τότε Πτολεμαῖος, ἐμὸς ὁ δοῦλος — ὁ ἐμὸς δοῦλος. — ἔστι δὲ καὶ πρὸς τὸ τοιοῦτον φάναι, ὡς τὰ τοιαῦτα μὲν ἐν τῷ ὑπερβιβασμῷ τὴν αὐτὴν ἔχει καταλληλότητα, κα- κἂν ποσὴν ἔχῃ διαφορὰν τοῦ σημαινομένου · 4.21τὰ δὲ τῶν προθέσεων καὶ ἐν ὑπερβιβασμῷ διάφορον πτῶσιν ἴσχει, καὶ σχεδὸν τὰ πλείονα οὐχ ὑπερβιβάζεται, πρὸς Ἀπολλώνιον ἔρχομαι, προσέρχομαι δὲ Ἀπολλωνίῳ, πρὸς Τρύφωνα λαλῶ καὶ προσλαλῶ Τρύφωνι, καὶ ἔστι μέν που καταφέρω οἶνον, οὐ μὴν κατ’οἶνον φέρω, καὶ περὶ τοῦ φίλου λέγω, οὐ μὴν περιλέγω τοῦ φίλου. πλείστην ἔστιν εἰς τὸ τοιοῦτον παράθεσιν ποιήσασθαι. δι’οὗ προδηλότατα δείκνυται ὡς οἴδασιν αἱ προθέσεις σύνταξιν τὴν πρὸς τὰς πλαγίους, οὐ δυνάμεναι ἐπ’ἄλλο τι συνενεχθῆναι, εἰ μὴ πρότερον συμπεριλάβοιεν τὴν πλαγίαν πτῶσιν. ὑπὲρ ὧν τῆς διαφορᾶς κατὰ τὸ ἑξῆς ἐροῦμεν. 4.22ἔτι τῇ προκειμένῃ συντάξει οἰήσεταί τις τὰ τοιαῦτα ἀντικεῖσθαι, παρ’ὀλίγον Τρύφων ὤλισθεν, μετ’ὀλίγον Δίων παρέσται, παρὰ τί ἥμαρτεν Θέων; τὸ γὰρ τί καὶ τὸ ὀλίγον καὶ ἔτι τὰ προκείμενα δόξει ἐν εὐθείᾳ συντάξει παράθεσιν τῶν προθέσεων ἀναδεδέχθαι, κα- κἂν ἔτι κατὰ πλαγίαν πτῶσιν τὰ τῆς συντάξεως γένηται, παρ’ὀλίγον Τρύφωνι συνέβη τιμηθῆναι, κατὰ τί Θέωνα ὑβρίζεις; — ἅπερ ἔστιν ἀπολύσασθαι οὕτως, ὡς ἐν ὑπακουομέναις αἰτιατικαῖς τὰ τοῦ λόγου κατέστη. 4.23τὸ γὰρ παρὰ τί Τρύφων ἥμαρτεν; ἐν αἰτίῳ ἔξωθεν ὑπακουομένῳ κατ’αἰτιατικὴν πτῶσιν, ὡς εἰ καὶ οὕτως τις λέγοι, παρὰ ποίαν αἰτίαν ἥμαρτεν Τρύφων. οὕτως ἔχει τὸ μετὰ μικρόν καὶ τὸ μετ’ὀλίγον ἐλεύσεται Τρύφων · ὑπακούεται γὰρ μετὰ μικρὸν διάστημα τοῦ χρόνου. ὁ αὐτὸς λόγος ἐπὶ ἁπάντων τῶν τοιούτων, ὥστε πάλιν κατὰ παράθεσιν αἰτιατικῆς πτώσεως νοεῖσθαι τὰς προθέσεις. τὸ γὰρ παρὰ τί λείπει ὁ λόγος; ἐν ἴσῳ ἐστὶ τῷ παρὰ τίνα λέξιν λείπει ὁ λόγος; παρὰ τίνα φράσιν; καὶ ὡς οὐκ ἔστιν ἐπινοῆσαι ἐν εὐθείᾳ συντάξει φάναι τὸ παρὰ τίς, κατὰ δὲ αἰτιατικὴν τὸ παρὰ τίνα, οὕτως χρὴ νοεῖν ὡς καὶ τὸ τί καθεστὼς τῆς μὲν εὐθείας οὐ παραδέξεται τὴν παράθεσιν, αἰτιατικῆς γε μήν, ὅτε φαμὲν παρὰ τί. 4.24ἀλλ’ἐκεῖνο πάλιν ἀντικείσεται. ἔφαμεν ἐν τοῖς προκειμένοις τὰς τῶν ἄρθρων συντάξεις ἐν μὲν παραθέσει τῶν προθέσεων μετ’αὐτὰς τίθεσθαι, ἐν δὲ συνθέσει πρὸ αὐτῶν τίθεσθαι · φαμὲν δέ γε τὸ παρὰ τί; τοῦ τοιούτου οὐ προσγινομένου, εἰ μὴ πολὺ πρότερον ἡ πρόθεσις ἥνωτο. — πρὸς ὃ ἔστιν πάλιν ὑπαντῆσαι. 4.25τὸ πρῶτον, οὐ δ’ὅλως τὸ τί δύναται παραδέξασθαι ἄρθρον · ἀπροσδεεῖς γὰρ τῶν ἄρθρων αἱ πεύσεις, καθὼς ἐπεδείχθη. τὸ δεύτερον, ἡ προκειμένη σύνταξις οὐχ ὡς ἐγκειμένου τοῦ πύσματος τὰ τῆς συντάξεως τοῦ ἄρθρου ἐποιήσατο, λέγω ἐν τῷ τὸ παρὰ τί, ἀλλ’ἔστιν ὅλης τῆς συντάξεως καὶ τοῦ νοουμένου ἔξωθεν πράγματος τὸ ἄρθρον, ὥς γε ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τῆς τῶν ἀπαρεμφάτων συντάξεως, ὅτε φαμὲν τὸ γράφειν, τὸ περιπατεῖν · οὐ γὰρ δὴ τῶν διαθέσεων τὸ ἄρθρον ἐστὶν ἢ τῶν χρόνων, τοῦ δὲ παρυφισταμένου πράγματος. παρὸν τὸν λόγον πιστώσασθαι καὶ διὰ συντάξεως λόγου. ἔστω γάρ τι τοιοῦτον, τὸ μὴ παρὰ τοῦτο ποιησώμεθα, ἐξ ἧς συντάξεως παρυφίσταταί τι πάλιν πρᾶγμα, οὗ γίνεται τὸ ἄρθρον, τὸ μὴ παρὰ τοῦτο ποιησώμεθα. οὐ δὴ οὖν τὸ παρὰ τί ἐν συνθέσει τὰ τῆς προθέσεως ἀνεδέξατο διὰ τὸ προσγεγενημένον ἔξωθεν ἄρθρον. 4.26τῆς αὐτῆς ἐπιστάσεως ἔχεται καὶ τὸ διότι καὶ καθότι, πότερον ἐν παραθέσει τὰ τῆς συντάξεως καθέστηκεν ἢ συνθέσει, καὶ πότερον ἐπὶ ἄπτωτον τὸ ὅτι λόγῳ τῷ συνδεσμικῷ ἢ ἐπὶ πτωτικόν, ὃ δὴ παράκειται οὐδέτερον ὂν τῷ ὅτις, ἓν μέρος λόγου καθεστώς, ὅμοιον τῷ ὁποῖον, ὁπόσον · ἢ ἐπὶ τὸ ἐν δυσὶν μέρεσι λόγου νοούμενον, ὃ δὴ ἀπ’ἀρσενικῆς πέπτωκε συντάξεως κατὰ παραλληλότητα, λέγω τῆς ὅς τις, ᾧ καὶ θηλυκὸν παράκειται ἐν δυσὶ μέρεσι λόγου πάλιν τὸ ἥ τις, ᾧ πάντως σύνεστι καὶ οὐδέτερον ἐν δυσὶν μέρεσι λόγου τὸ ὅ τι, οὐκ ἀγνοοῦντός μου ὅτι καὶ ἐν συνδέσμῳ τῷ ὅτι ἐστὶν ἐγκειμένη ἑτέρα σημασία, ἣν νοοῦμεν διαβεβαιωτικῶς, ὅτε οὕτω φαμέν, ὅτι νικῶ σε, ὅτι πλείονά σου ἀναγινώσκω, διαφερούσης συντάξεως τῆς οὕτω νοουμένης κατ’αἰτιολογικὴν ἐκφοράν, ὅτι πλείονά σου ἀναγινώσκω συνετώτερός σου καθέστηκα. ὑπὲρ ἧς διαφορᾶς ἠκριβώσαμεν καὶ ἐν τῷ περὶ συνδέσμων, ἀλλὰ τὸ νῦν γε τῆς τῶν προθέσεων συντάξεως τὸ τοιοῦτον ἀπαιτούσης αὐτὸ μόνον τὸ κατὰ τὰς προθέσεις ἀπορούμενον παραστήσομεν. — ὡς μὲν οὖν καὶ κατά τινας ἄλλας παραθέσεις αἱ προθέσεις συνδεσμικῆς συντάξεως γίνονται παρεμφατικαί, λέλεκται ἡμῖν. 4.27ἐξ ὧν καὶ ἡ ἀφορμὴ εἴρηται παρὰ Στωϊκοῖς τοῦ καλεῖσθαι αὐτὰς προθετικοὺς συνδέσμους · τὸ γὰρ ἕνεκα τίνος λυπῇ; καὶ διὰ τί λυπῇ; ἐν ἴσῳ ἐστί, καὶ τὸ ἐκ τῆς ῥᾳθυμίας ἐν ἴσῳ ἐστὶν τῷ ἕνεκα τῆς ῥᾳθυμίας. οὐ δὴ οὖν ἀπεμφαῖνον καὶ τὰ προκείμενα μόρια, λέγω τὸ διότι, καθότι, παραδεξάμενα τὰς προθέσεις συνδεσμικὴν ἐπέχειν σύνταξιν. — πρόδηλον γὰρ κα- κἀκ τῆς συνούσης δασείας ὡς οὐχ ἓν ἁπλοῦν ἐστιν τὸ διότι, καθὸ οὐ παρεμπίπτει ἡ ἐν τοῖς φωνήεσι δασεῖα ἐν μέσαις ταῖς λέξεσιν, ἕνεκα τοῦ τοιούτου σεσημειωμένων ἐνίων ὡς ἀλόγων ὄντων ἢ ἀπὸ Λακωνικῆς διαλέκτου παρεισδεδυκότων εἰς τὰς ἄλλας διαλέκτους, ὑπὲρ ὧν ἐν τῷ περὶ πνευμάτων ἠκριβώσαμεν. 4.28ἀλλ’οὐ τοῦτό φημι αὔταρκες, διότι συνεστάναι ἐκ διαφόρων μερῶν τοῦ λόγου, ἐπεὶ οὐδὲν ἐκώλυεν τοῖς σεσημειωμένοις ὅμοια αὐτὰ καθίστασθαι, τῷ εὐοἵ, εἶεν καὶ ἔτι τῷ παρ’Ἀττικοῖς ταὧς. — ἀλλὰ καὶ τὰ παρεπόμενα συνομολογεῖ · 4.29πρῶτον αὐταὶ αἱ φωναί, ἥτε διά καὶ ὅτι. καὶ τὸ τὴν διά μηδέποτε ἐν συνθέσει αἰτιολογικῶς παραλαμβάνεσθαι, ὡς ἐν τῷ διάδρομος ἢ διατρέχω, ἐν δὲ παραθέσει πτώσεως αἰτιατικῆς, διὰ Τρύφωνα, διὰ τὴν ἡμέραν. καὶ ἐντεῦθεν ὁμολογεῖται ὡς οὐ δὲ τὸ ὅτι σύνδεσμός ἐστιν, ἀλλὰ πτωτικὸν μόριον τῆς αἰτιατικῆς πτώσεως, εἴγε ἐδείχθη ὅτι οὐ δὲ ἐν παραθέσει ἐστὶν ἡ εὐθεῖα τῶν προθέσεων καὶ ὡς ἐν εὐθείᾳ ἡ διά συνδεσμικὴν οὐκ ἐπέχει σύνταξιν. — λειπόμενον οὖν ἐστιν ἐκεῖνο παραστῆσαι, εἰ ἑνὸς ὄντος τοῦ ὅτι κατ’αἰτιατικὴν πτῶσιν ἡ διά πρόκειται, ἢ δύο ὄντοιν κατὰ παράθεσιν τοῦ ὅ καὶ τί, ὃ δὴ ἐκ συντάξεως ἀρσενικῆς τῆς ὅς τις μετείληπτο εἰς οὐδετέραν · 4.30ᾧ καὶ μᾶλλον τὰ τοῦ λόγου ὑπάγεται. ἰδοὺ γὰρ καὶ ἐπὶ τῶν ἑτέρων γενῶν, λέγω τοῦτε ἀρσενικοῦ καὶ τοῦ θηλυκοῦ, ἃ δὴ κατ’αἰτιατικὴν οὐδέποτε συνεμπίπτει, τὰ τῆς διαστολῆς ἔκδηλα ἐγένετο. ἧς γὰρ πτώσεως ἔτυχεν τὸ δι’ὅν τινα λόγον καὶ δι’ἥν τινα αἰτίαν, καὶ ἔτι ἐπὶ πληθυντικοῦ ἀριθμοῦ δι’οὕς τινας καὶ δι’ἅς τινας, καὶ τὸ δι’ὅ τι. προφανὲς γενήσεται ὡς εἴη ἐν τρισὶ μέρεσι λόγου, προθέσεως τῆς διά κατὰ συνδεσμικὴν σύνταξιν φερομένης ἐπ’αἰτιατικὴν καὶ παραλλήλων δύο πτωτικῶν, τοῦ ὅ καὶ τοῦ τί, πτώσεως ὄντων οὐκ ἄλλης ἢ αἰτιατικῆς. ἡ αὐτὴ ἀπόδειξις σύνεστι καὶ ἐπὶ τοῦ καθότι. — ὁμολόγως δεήσει καὶ ἐν τῇ τοιαύτῃ συντάξει, διὰ τὸ ἡμέραν εἶναι, διὰ τὸ φῶς εἶναι, τὸ τό μὴ ἔχεσθαι ἄλλης πτώσεως ἢ τῆς προειρημένης αἰτιατικῆς. 4.31— ἔστι καὶ ἐκ τῶν ἀνθυπαγομένων λόγων προσαποδεῖξαι τὸν λόγον. ἰδοὺ γὰρ προσανταποδίδοται τὸ δι’ὅν τινα λόγον ταῦτα ἐγένετο, διὰ τοῦτον καὶ ταῦτα συμβήσεται, καὶ ἔτι δι’ἥν τινα αἰτίαν, διὰ ταύτην · παρακολουθήσει καὶ τὰ ἀπὸ τοῦ οὐδετέρου, διότι ἡμέρα ἐστίν, διὰ τοῦτο φῶς ἐστιν, πάλιν τοῦ ἀνταποδιδομένου νοουμένου κατ’αἰτιατικὴν πτῶσιν. 4.32καὶ τοσαῦτα μὲν περὶ τῶν παρατιθεμένων προθέσεων κατὰ τὰς ὀνοματικὰς συντάξεις καὶ τῶν συντιθεμένων · τοῖς γε μὴν ῥήμασι συντάσσονται ἁπάντοτε κατὰ τὴν σύνθεσιν · ἐν γὰρ τῷ καταγράφω καὶ τῷ ἐξυπανέστη καὶ τῷ παρακατατιθέμεθα καὶ εἴ τινα ἄλλα τοιαῦτά ἐστι. καὶ ἴσως τὸ τοιοῦτο δόξει οὐκ ἀληθεύειν δεόμενον λόγου τοῦ ἀποδεικνύντος τὴν ἐν αὐτοῖς σύνθεσιν. φέρε γὰρ φάναι ὡς μᾶλλον παράκεινται τοῖς ῥήμασιν ἤπερ συνήνωνται, συνηγορίας οὔσης τοιαύτης. 4.33τὰ ὁπωσδήποτε συντεθέντα τῶν μερῶν τοῦ λόγου, καθ’ὃ μέρος ἥνωται, ἀμετάθετά ἐστιν, τά γε μὴν παρακείμενα διάφορον ἔσθ’ὅτε τὴν παράθεσιν ποιεῖται. καὶ πρόδηλα μὲν τὰ ἀπὸ λειπούσης φωνῆς συντεθειμένα, ὡς ἔχει τὸ λεοντόφωνος, Μηνόδωρος, κυνόδηκτος, χειρογραφῶ, παιδαγωγῶ · οὐ γὰρ δή γε ἐπὶ τούτων κατὰ τὰς διαφόρους κλίσεις τὰ τῆς συναφείας τῶν λέξεών ποτε μετατίθεται. ἀλλὰ καὶ ἔτι τὰ ἐκ τελείων φωνῶν συντεθειμένα μετὰ τῆς συνούσης τάσεως καὶ μετὰ τῆς μὴ μεταπιπτούσης λέξεως πρόδηλον ἴσχει τὴν σύνθεσιν, ὡς ἔχει τὸ κερασφόρος, ἑωσφόρος, Ἀστυάναξ, τερατοσκόπος, Διόσκορος. — τά γε μὴν ἐν παραθέσει ὄντα ἔχει τὸ καὶ μετατίθεσθαι, ὡς τὸ Νέα πόλις — νέας πόλεως, ἀγαθοῦ δαίμονος, Ἀρείου πάγου, συνεπισχύοντος καὶ τοῦ δὶς παραλαμβανομένου τόνου. 4.34ἀλλ’ἔτι καὶ ἐπ’αὐτῶν τῶν προθέσεων, ἡνίκα ἐδιδάχθημεν τὸ παρανόμου, τὸ περικλυτοῦ τῇ τοῦ ἄρθρου προσόδῳ παράθεσιν μὲν ὁμολογεῖν ἀφισταμένης τῆς προθέσεως πρὸ τοῦ ἐπεντιθεμένου ἄρθρου, οἷον παρὰ τοῦ νόμου, σύνθεσιν δέ, εἰ ἡνωμένης τῆς προθέσεως, ἔξωθεν προσγινομένου τοῦ ἄρθρου, οὕτως ἔχει τὰ τῆς συντάξεως, τοῦ παρανόμου, τοῦ περικλυτοῦ. — καὶ δὴ οὖν ἐν τῷ καταγράφω, εἰ μὲν συνῆπται τὰ τῆς προθέσεως, πάντως καὶ ἀμετάβλητα κατὰ τὸν προειρημένον λόγον · 4.35εἰ δὲ μὴ οὕτως ἔχει, κλίσιν δὲ τὴν δέουσαν ἀναδέχεται, ὡς εἰ καὶ ἁπλᾶ καθειστήκει, σαφὲς ὅτι παράκειται μᾶλλον ἡ πρόθεσις ἤπερ σύγκειται. καὶ ὥσπερ παραδεξαμένη τὸ ἄρθρον ἐν τοῖς πτωτικοῖς ἐδίδαξεν τὴν παράθεσιν, οὕτως παραδεξαμένη τὴν γινομένην κλίσιν ἔσωθεν τα- ταὐτὸν ἐπιδείξεται, ὅπου γε καὶ τοὺς διπλασιασμοὺς ἐπιδέχεται, καταγράφω — καταγέγραφα, καταλαλῶ — καταλελάληκα. 4.36οὐ γὰρ ἐκεῖνο πιθανόν, καθό φησιν Τρύφων ἐν τῷ περὶ προθέσεων, ὡς ἡνωμέναι μέν εἰσιν αἱ προθέσεις μετὰ τῶν ῥημάτων, οὐ μὴν τὴν προσγινομένην κλίσιν ἔξωθεν ἐπιδέχονται, καθὸ προθέσεις οὖσαι οὐκ ὀφείλουσιν πρὸ αὑτῶν τι ἔχειν. — πρῶτον μὲν ὅτι ἄπορον τὸ τὰ ὁπωσδήποτε συντεθέντα ἔτι μετακινεῖσθαι, ὅπερ καὶ ἀπεδείχθη. τί γὰρ οὐ μᾶλλον, ὡς ἔφαμεν, παρακειμέναις αὐταῖς τὸ τοιοῦτον παρακολουθεῖ ἤπερ συντεθείσαις; — δεύτερον, εἴπερ καθὸ προθέσεις εἰσίν, διὰ τοῦτο οὐ δ’ἔξωθέν τι προσγίνεται αὐταῖς, τί δή ποτε ἐπ’ἐνίων προσεγένετο, ἤνεπε, παρηνόχλησθε, ἠναντιούμην; ἵνα μὴ λέγω καὶ κατὰ τὴν συνήθειαν κεκάμμυκα, κεκάθικα. — ἀλλ’εἰ καὶ τὰ τοιαῦτά τις παραπέμψαιτο ὡς οὐ δεόντως κεκλιμένα, ἃ δὴ καὶ μάλιστα φυσικῆς εἴχετο ἀκολουθίας, ὡς ἐν ἑτέροις ἐδιδάξαμεν, ἐκεῖνό γε μὴν ἔτι ἀναμένει, ὡς τότε ἡ πρόθεσις τῆς δεούσης συντάξεως τυγχάνει, ἡνίκα καὶ τὸ ὄνομα σύνεστιν αὐτῇ, τὸ καλεῖσθαι πρόθεσις · 4.37ὁπηνίκα μέντοι συντεθεῖσα μετά τινος μέρους λόγου οὐκέτι οὐ δὲ πρόθεσις καλεῖται, μέρος γενομένη τοῦ ὅλου ὀνόματος, τὸ τηνικαῦτα οὐ δὲ τὰ ἰδιώματα τῆς προθέσεως ἀναδέξεται. — παρὸν πιστώσασθαι ἐκ τῶν προκατειλεγμένων. 4.38ὅταν γὰρ ἐν τῷ ἀνοίκτης μέρος ὀνόματος ἐγένετο, ἔσχεν καὶ δευτερεύουσαν τὴν σύνθεσιν ἐν τῷ θυρανοίκτης, καίτοι κατ’ἀρχὰς ἀεὶ συντιθεμένη · ὅτε συνετέθη ἐν τῷ κατάδρομος εἰς ὄνομα χωρήσασα, ἔξωθεν προκείμενον ἔσχε τὸ ἄρθρον, οὐκέτι τῷ λόγῳ τῆς προθέσεως ἀρκτικὴ γενομένη, δευτέρα δὲ τοῦ ἄρθρου. ἐδείκνυτο γοῦν ἐν παραθέσει μὴ παραχωροῦσα τοῦ τόπου τῷ ἄρθρῳ ἐν τῷ κατὰ Κτησιφῶντος καὶ ἔτι κατὰ τοῦ Κτησιφῶντος, ἐκ Λέσβου καὶ ἐκ τῆς Λέσβου. — εἴπερ οὖν ἥνωτο καὶ ἐν τῷ καταγράφω, ἀδιάφορον εἶχε τὸ ἔξωθεν προσκλιθῆναι · 4.39ὡς γὰρ ἔφαμεν, οὐκέτι πρόθεσις, μέρος δὲ ῥήματος. εἰ δὲ οὐ προσδίδωσι τῇ κλίσει τὸ ἔξωθεν ἐγγενέσθαι, ὁμόλογον ὅτι τὸ ἰδίωμα οὐκ ἄλλο τι σημαίνει ἢ τὴν παράθεσιν. — ἀλλ’οὐ δὲ τὰ τοῦ τόνου ἀπεμφαίνοντά ἐστιν · ἰδοὺ γὰρ ἔχει τὸ ἰδίωμα τῆς παραθέσεως, τὸ συντηρεῖν τοὺς τόνους, κατεῖχον, καθῆψα, προῆλθον. καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸς λόγος. 4.40τούτοις οὖν τοῖς λόγοις τις προσέχων δόξει μετὰ πάσης ἀκριβείας πιστοῦσθαι ὡς μᾶλλον ἐν παραθέσει εἰσὶν αἱ προθέσεις ἤπερ ἐν συνθέσει. ἀλλ’ἔστι πρὸς ἕκαστον τῶν εἰρημένων ὑπαντῆσαι οὕτως. οὐκ οἰητέον κεκλίσθαι τὰ ἀπὸ προθέσεως ἀρχόμενα κατὰ τοὺς παρῳχημένους χρόνους, συντεθεῖσθαί γε μὴν κατὰ τὴν ἑκάστου διαφοράν. ᾧ γὰρ λόγῳ παρὰ τὸ γράφω ἐγένετο καταγράφω, τούτῳ καὶ παρὰ τὸ ἔγραψα τὸ κατέγραψα. ἕκαστος γὰρ τῶν προειρημένων χρόνων, ἐπαγγελλόμενος καὶ τὴν τοῦ πράγματος διάθεσιν, τὴν αὐτὴν ἐκ τῶν προθέσεων σχέσιν παρεδέχετο ἐν τοῖς ἰδίοις μετασχηματισμοῖς, ὅτι καὶ τὸ αὐτὸ πρᾶγμα ἐνέκειτο. — τούτου δὲ ἀπόδειξις ἱκανωτάτη γένοιτο τὸ καὶ παρῳχημένους ἰδίᾳ ποτὲ συντεθεῖσθαι μὴ ὄντων ἐνεστώτων, καὶ ἔτι μέλλοντας καὶ ἐνεστῶτας οὐκ ὄντων παρῳχημένων · 4.41ὅπερ εἰ παρείπετο τὸ ἐξ ἐνεστῶτος ἄρχεσθαι τὰς συνθέσεις καὶ μετιέναι ἐπὶ τοὺς παρῳχημένους, παρείπετο ἂν τὸ μὴ ἰδίᾳ συντεθεῖσθαι παρῳχημένον χωρὶς τῆς κατὰ τὸν ἐνεστῶτα συνθέσεως. κατέφαγόν φαμεν οὐδεμιᾶς οὔσης ὑπομνήσεως τοῦ ἐνεστῶτος, καὶ ἔτι κατοίσω οὐκ οὔσης χρήσεως τῆς κατὰ τὸν ἐνεστῶτα, οὐ δὲ μὴν τῆς κατὰ τὸν παρῳχημένον · καὶ ἔτι κατὰ τὸν ἐνεστῶτα ἄπειμί φαμεν οὐκ ὄντων προδήλων τῶν παρῳχημένων. ἰδίᾳ ἄρα οἰητέον ἕκαστον χρόνον τὴν σύνθεσιν ἀναδεδέχθαι, καθὸ ἕκαστος ῥητὸς ὢν οὐκ ἐν ἅπαντι διαφόρῳ χρόνῳ σύνθεσιν ἰδίαν ἀπηνέγκατο, οὐκ ἀναμείνας τὴν ἐξ ἐνεστῶτος γενομένην σύνθεσιν. ἔστιν εἰς τὸ τοιοῦτο πάμπολλα παραθέσθαι. 4.42ἐκείνοις μέντοι συγκατατιθείμην τοῖς σχήμασι, λέγω τοῖς κατὰ τὰς προθέσεις κλιθεῖσι. τὴν γὰρ ἐκ τοῦ ἐνεστῶτος γενομένην διαφορὰν κατὰ τοὺς παρῳχημένους παρεδέξαντο αἱ προθέσεις, ὡς ἔχει παρὰ τὸ ἐνέπω τὸ ἤνεπον · ὅμοιον γάρ ἐστι τῷ ἤλαυνον · καμμύω — ἐκάμμυον · ὅμοιον γὰρ τῷ ἔκαμπτον. χρὴ νοεῖν ὅτι παρὰ τὸ ἐνοχλῶ ἐγένετο τὸ ἠνόχλουν, καὶ μετὰ τὴν κλίσιν ἐπηνέχθη σύνθεσις ἡ τοῦ παρηνόχλουν. — καὶ φαίνεται ὅτι ἐπεὶ μὴ πολλὴ ἡ τοιαύτη παράθεσίς ἐστιν τῶν κεκλιμένων, ἐν τῇ ἐπικρατείᾳ καθ’ἕκαστον χρόνον συντεθειμένων προθέσεων, τὰ τοιαῦτα ἐδόκει ἄλογα καθίστασθαι. 4.43πρὸς οὕς γε ἔστι φάναι ὡς οὐ τὸ αὐτὸ ἀπαιτεῖ ὁ λόγος ταῖς οὕτω συντεθειμέναις προθέσεσιν. τί οὐχὶ παραιτούμεναι τὴν ἔξωθεν κλίσιν ἐγγινομένην ἀποδιδοῦσιν, ὥστε φάναι καθιζόμην καθῖσα, λέγω μετὰ μακροῦ τοῦ ι, ὅπου γε καὶ μεταξὺ πεσόντος τοῦ συνδέσμου ἐγένετο κὰδ δ’ἷσ’ἐν θαλάμῳ, ὁμολόγως οὖν γενομένης ἔσωθεν τῆς κλίσεως, ὅτι γενέσθαι ἔξωθεν ἀδυνατεῖ; ἀδύνατον γὰρ ἐκστῆναι τὸν παρῳχημένον χρόνον τῆς ἔσωθεν προσγενομένης κλίσεως. ὡς οὖν προείπομεν, τὰ τοιαῦτα τὴν ἐξ ἐνεστῶτος σύνθεσιν ἀναδεξάμενα μετῄει καὶ ἐπὶ τοὺς παρῳχημένους, οὐκ ἰδίᾳ συντεθειμένους, μεταληφθέντας δὲ ἐξ ἐνεστῶτος. — ἐγὼ δὲ ὑπολαμβάνω καὶ ὅτι ἐν παρολκῇ αἱ προθέσεις οὖσαι κατὰ τὸ πλέον, καὶ ὡς συλλαβαὶ προσκείμεναι τοῖς ῥήμασιν, τὴν τούτων ἀπηνέγκαντο κλίσιν. 4.44οὐ γὰρ ὡς τὸ γράφω καὶ τὸ καταγράφω διάφορα, οὕτως καὶ τὸ ἵζω καὶ καθίζω, εὕδω καὶ καθεύδω, ἔπω ἐνέπω, ὅπου γε καὶ εἰς ἓν ἁπλοῦν μεταλαμβάνεται. τὸ δὲ ὑπὲρ τῶν τοιούτων αὐτάρκως ἐν ἑτέροις ἡμῖν εἴρηται. 4.45καὶ ἔστι καὶ ἀπὸ τῶν μετοχῶν ὁ λόγος πάνυ ἀκριβέστατος. εἰ δέδοται ὅτι καταγράφων ἕν ἐστι, καθὸ κατ’εὐθεῖαν ἡ πτῶσις, καθὸ ἡ παράθεσις τοῦ ἄρθρου πρὸ τῆς προθέσεως, δίδοται ὅτι καὶ τὸ καταγράφω ἕν ἐστιν · ἐν γὰρ τῷ αὐτῷ σχήματι καταγίνεται μετοχὴ καὶ ῥῆμα. (διὰ τοῦτο τὸ ἀνατλάς μετοχή, συνυπάρχοντος τοῦ ἀνέτλην, οὐ μὴν τὸ πολύτλας · ἰδίαν γὰρ σχέσιν ἀναδεξαμένη ἡ μετοχὴ καὶ μὴ μετέχουσα τῆς τοῦ ῥήματος σχέσεως ἀπένευσε τὸ καὶ εἶναι μετοχή. τὸν τοιοῦτον λόγον ἐντελῶς ἐξεθέμην ἐν τῷ περὶ μετοχῶν). 4.46ἔστιν καὶ τοῦτο προσθεῖναι. εἴπερ αἱ εὐθεῖαι συμφερόμεναι τοῖς ῥήμασι κατὰ τὸ αὐτὸ πρόσωπον οὐ παραδέχονται καὶ προθέσεως παράθεσιν, σύνθεσιν δὲ διὰ τὴν τοῦ ῥήματος σύνοδον, πῶς οὐ βίαιον τὸ αἴτιον τοῦ μὴ συνεῖναι τὴν παράθεσιν τῶν προθέσεων αὐτὸ ἐπιδέξασθαι τὴν παράθεσιν; πάλιν γὰρ οὐ δ’ἡ κλητικὴ παράθεσιν ἐπιδέχεται διὰ τὴν τοῦ ῥήματος σύνοδον, αἵ γε μὴν ὑπόλοιποι τρεῖς πτώσεις, καθὸ ἐξέφυγον τὴν τοῦ ῥήματος σύνοδον. ἐδείξαμεν γὰρ ἐν τοῖς προειρημένοις ὡς ἐν διαφόροις προσώποις τὰ ῥήματα νοεῖται, ἡνίκα φαμὲν κατὰ Ἀριστάρχου λέγει. 4.47ἔστιν καὶ ὁ ἀπὸ τοῦ τόνου λόγος συνάγων τὴν ἐγγενομένην σύνθεσιν. τὸ μὲν γὰρ τὰς αὐτὰς τάσεις φυλάττεσθαι ἴδιόν ἐστι καὶ παραθέσεως καὶ συνθέσεως · παρὰ τοῦ σοφοῦ ἦλθεν, παρὰ τὸν σοφὸν ἐγένετο · ἀλλὰ μὴν καὶ ἐν συνθέσει μονὴ τοῦ τόνου γίνεται, περικλυτός, Παναχαιός, ἀντεραστής. τό γε μὴν ἀναβιβάζειν τὸν τόνον ἴδιόν ἐστιν συνθέσεως. οὐχὶ οὖν ἐν τῷ καθῆψα, ἐν τῷ προεῖχον μᾶλλον σύνθεσις ἢ παράθεσις, καὶ γὰρ ἀμφότερα δύναται εἶναι · ἔν γε μὴν τοῖς ἀναβιβαζομένοις τὸ ἐξαίρετον τῆς συνθέσεώς ἐστιν. ἀνεβιβάσθη τὸ κάθηται καὶ τὸ κατάκειται, τὸ σύνειμι, τὸ σύμφημι, τὸ σύνοιδα, κάτεχ’οὐρανόν, Νέστωρ δ’αὖ τότ’ἔφιζε, ἔνεσαν στονόεντες ὀϊστοί, ξύνισαν μεγάλῳ ἀλαλητῷ, ἄλλα πλεῖστα, ὑπὲρ ὧν τὰς αἰτίας ἐκθησόμεθα · ὥς γε καὶ ἐπὶ τῶν ὀνομάτων φαμέν τινα συντιθέμενα ἀναβιβάζειν τὸν τόνον καί τινα τὴν ταυτότητα τοῦ τόνου τηρεῖν. — τὸ δὲ μεῖζον, ὅλη ἡ προστακτικὴ ἔγκλισις κατὰ τὴν τῶν ἐνεργητικῶν ῥημάτων προφορὰν οὖσα δισύλλαβος ἀναβιβάζει τὸν τόνον, κάτελθε, κατάλαβε, περίγραφε, καὶ οὐ δὲ κατ’ὀλίγον διστάξαι ἔστιν περὶ τῆς συνθέσεως. 4.48καὶ εἰ ὁμολόγως τὰ τοιαῦτα σύνθετα, πῶς οὐκ ἂν δοθείη καὶ τὰ τῆς ὁριστικῆς ἐγκλίσεως σύνθετα; μία γὰρ ἡ διάθεσις καὶ μία συνδρομὴ τῆς προθέσεως καὶ μία σχέσις ἡ κατὰ τοῦ ῥήματος. — ἰδοὺ δὴ καὶ ἡ ὑποτακτικὴ ἔγκλισις ἐπιδέχεται τοὺς ἐπιζευκτικοὺς συνδέσμους πρὸ τῶν προθέσεων, ἐὰν καταλάβω, ἐὰν καταγράφω · 4.49ὅπερ οὐκ ἂν παρείπετο, τῶν προθέσεων ἀεὶ τὸν ἀρκτικὸν τόπον ἐπεχουσῶν. σαφὲς κα- κἀκ τῶν λοιπῶν ἐγκλίσεων, αἳ πρὸ τῶν προθέσεων τὰ προσγινόμενα αὐταῖς ἐπιρρήματα ἔξωθεν προσλαμβάνουσιν, εἴθε καταλάβοιμι, ἄγε κατάλαβε. καὶ τοσαῦτα ἂν εἴη περὶ τοῦ ἡνῶσθαι τὰς προθέσεις τοῖς ῥήμασιν. 4.50πρόδηλον ὡς καὶ αἱ συνοῦσαι μετοχαὶ μεταλαμβανόμεναι ἀπὸ τῶν ῥημάτων σχέσιν τὴν αὐτὴν ἀναδέχονται, ὡς ἔχει ἡ παραστάς πρὸς τὸ παρέστη, περιφύς — περιέφυν. οὕτως γὰρ καὶ τὸ παραφέροντος πάλιν συνυπάρχοντος τοῦ παραφέρω καταστήσεται εἰς ἓν μέρος λόγου · εἰ μέντοι εἴη παρὰ τὸ φέρω, ἀφ’οὗ φέρων καὶ φέροντος, καθὼς προείπομεν, δύο μέρη λόγου γενήσεται τὸ παρὰ φέροντος, τοῦ ἄρθρου τιθεμένου μεταξὺ τῆς μετοχῆς καὶ τῆς προθέσεως. — εἴπομεν ἐν τῷ περὶ μετοχῶν ὡς ἀληθές ἐστι μᾶλλον καλεῖν τὰ σχήματα αὐτῶν παρασύνθετα ἤπερ σύνθετα, καθὸ πᾶν μέρος λόγου συντεθὲν καὶ εἰς ἕτερον σχῆμα μεταπεσὸν ἔχει τὸ μεταπεπτωκὸς οὐκέτι σύνθετον, παρασύνθετον δέ. 4.51(ἔνθεν οὖν καὶ αἱ τάσεις τῶντε ἁπλῶν καὶ δοκούντων συνθέτων εἶναι τὸν αὐτὸν ἐπέχουσι τόνον, ἐπεὶ τὰ ἁπλᾶ καὶ παρασύνθετα μιᾶς ἔχεται ἀναλογίας, ὡς δείκνυται ἐν τῷ περὶ σχημάτων. σύνθετον γοῦν φαμεν τὸ ἐξ ὀξυτόνου εἰς βαρεῖαν τάσιν μετεληλυθός, ἐπὶ τῶν εἰς ος πάνσοφος, νεάοιδος · παρασύνθετον δὲ τὸ μὴ ἀναβιβάσαν τὸν τόνον, καθὸ οὐ δὲ συνετέθειτο, συνθέτῳ δὲ ῥήματι παρέκειτο, τῷ ἐπακούω τὸ ἀγορῆς ἐπακουὸν ἐόντα, τῷ λυραοιδῶ τὸ λυραοιδός, μεσῳδῶ — μεσῳδός, τῶν σεσημειωμένων τὸ νῦν ὑποστελλομένων · οὐ γὰρ δή γε προηγουμένως ὑπὲρ τῆς τούτων ἀναλογίας προειλόμεθα διαλαβεῖν). — ὁμόλογον δ’ὅτι καὶ τὸ ἐξόν καὶ τὸ παρόν σχέσιν τῶν προειρημένων μετοχῶν ἀναδέδεκται, παρακείμενα τῷ ἔξεστι καὶ τῷ πάρεστιν · 4.52ἅπερ ἐστὶν ἐν οὐδετέρᾳ καταλήξει δεόντως, ἐπεὶ καὶ ἡ ἐξ αὐτῶν σύνταξις ἐπὶ τὰ ἀπαρέμφατα φέρεται ἐκ συντάξεως ῥηματικῆς τῆς πρὸς τὰ ἀπαρέμφατα, πάρεστι τὸ φιλολογεῖν — παρὸν φιλολογεῖν, ἔξεστι καθεύδειν — ἐξὸν καθεύδειν. 4.53ταῖς ἀντωνυμίαις οὐδέποτε ἐν συνθέσει αἱ προθέσεις σύνεισι, κατὰ μέντοι τάσιν τὴν ὀρθὴν ἐν ταῖς πλαγίαις πτώσεσι, κατὰ σοῦ, περὶ σοῦ · δι’ὅτι δὲ μετ’ὀρθῆς τάσεως, ἐν τοῖς προεκδοθεῖσιν εἴρηται. ὁμολόγως οὖν ταῖς κατὰ τὴν εὐθεῖαν οὐ δ’ὅλως συντετάξεται ἡ πρόθεσις οὔτε κατὰ παράθεσιν οὔτε κατὰ σύνθεσιν διὰ τὸ ἀνέφικτον τῆς συνθέσεως. ἤδη μέντοι οὐκ ἐν ἀντωνυμικῇ συντάξει τετόλμηται τὸ ἐπέκεινα (καὶ ἔτι ἐν ἐπιρρηματικῇ τὸ ἔπειτα κατὰ χρονικὴν ἔννοιαν, ἐφ’οὗ καὶ τὰ τῆς μεταλήψεως εἰς τὸ μεταλαμβανόμενον τῆς ἀντωνυμίας μεταφράζεται, μετὰ ταῦτα). 4.54τοῖς γε μὴν ἄρθροις οὐ ῥητοῖς οὖσι κατ’ἰδίαν, ἀλλ’οὐ δὲ συντιθεμένοις, ἀεὶ δὲ ἐν παραθέσει οὖσι τῶν πτωτικῶν κατὰ τὴν αὐτὴν σύνταξιν, τούτοις αἱ προθέσεις παράκεινται, τοῦ τοιούτου ἐν τοῖς προειρημένοις ἠκριβωμένου. 4.55ἐν αὑταῖς γε μὴν αἱ προθέσεις καὶ συντίθενται καὶ παρατίθενται. δεδομένου γὰρ τοῦ ὡς ἐν εὐθείᾳ συντίθενται αἱ προθέσεις, δοθήσεται καὶ ἓν εἶναι τὸ παρακαταθήκη · καὶ δεδομένου τοῦ ὅτι ἐν συνθέσει ἁπάντοτε μετὰ τῶν ῥημάτων αἱ προθέσεις, δοθείη ὅτι καὶ ἐν συνθέσεως λόγῳ τὸ ἐξυπανέστη. καὶ ἔτι ἓν τὸ ἀναγινώσκειν, ἓν καὶ τὸ ἀναγινώσκοντα. καὶ δῆλον ὅτι, εἰ προσγένοιτο ἑτέρα πρόθεσις τῷ τοιούτῳ σχήματι, οὐ συνούσης συντάξεως τῆς κατὰ τὰ ῥήματα, ἡ μὲν προσγεγονυῖα ἐν παραθέσει εἰρήσεται, ἡ δὲ συνοῦσα τῷ ῥήματι ἐν συνθέσει · ἀναγινώσκω — ἀναγινώσκοντα — παρὰ ἀναγινώσκοντα, καὶ ἔτι μετὰ τοῦ ἄρθρου παρὰ τὸν ἀναγινώσκοντα · εἰ δὲ οὕτω τις φαίη παραναγινώσκοντα, καὶ ὡς ἔξωθεν τὸ ἄρθρον προσγενήσεται, τὸν παραναγινώσκοντα. 4.56ἑξῆς ῥητέον καὶ περὶ συντάξεως τῆς τῶν ἐπιρρημάτων, καὶ πρῶτόν γε περὶ τῶν ἐκ συντάξεως προθετικῆς πρόληψιν ἀναδεξαμένων ὡς εἴη ἐπιρρήματα. Ἡρακλείδης γοῦν ἐπιμερίζων τὰς οὐ δυναμένας λέξεις ὀξεῖαν ἐπιδέξασθαι ἐν τῷ περὶ καθολικῆς προσῳδίας, φησὶν ὡς ἀσύστατον εἴη τὸ εἰσό ἐπίρρημα ἐν ὀξείᾳ τάσει καταγίνεσθαι, καθὸ τὰ εἰς ο λήγοντα τῶν τοῦ λόγου μερῶν ἀπέστραπται τὴν ἐπὶ τέλους ὀξεῖαν, ὑπεξαιρούμενος τήντε ἀπό πρόθεσιν καὶ τὴν ὑπό, καθὸ τούτων ἓν ἰδίωμά ἐστιν ἡ ἐπὶ τέλους ὀξεῖα. φαίνεται δ’ὅτι καὶ ἡ τοῦ αὐτός οὐδετέρα ἀντωνυμία εἰς ο λήξασα εἶχε τὴν τόνου ὑποπαραίτησιν, καθὸ συνετονοῦτο τῇ ἀρσενικῇ τάσει · οὐ δὴ οὖν τις ἀφορμὴ περὶ τῆς ἐγγινομένης ὀξείας ἐν τῷ εἰσό. οὐ δὲ γὰρ ἐκεῖνο πιθανὸν οἰητέον, ὡς παρὰ τὸ ἕως ἐπίρρημα ἐσχημάτισται ἁπάντων τῶν παρεπομένων ἐν ὑπερβατῷ γενομένων · ὁ γὰρ χρόνος ὁ ἐπὶ τοῦ τέλους μετῄει ἐπὶ τὸ ἄρχον, καὶ τὸ ἐπὶ τέλους ς ἐν μεσότητι παρελαμβάνετο, καὶ ἡ ἐν ἀρχῇ ὀξεῖα μετὰ τοῦ συνόντος πνεύματος μετετίθετο ἐπὶ τὸ τέλος. — ἄμεινον ἐκδέξασθαι ὡς ἐκ παραθέσεως προθετικῆς καὶ ἀρθρικῆς συντάξεως παρυφίστατο χρονικὴ σύνταξις, τῶν λέξεων κατὰ τὴν συνοῦσαν παράθεσιν τὰ παρεπόμενα αὑταῖς ἀναδεξαμένων. 4.57ἐνεκλίνετο γὰρ ἡ πρόθεσις ἐξ ὀξείας τάσεως εἰς παράθεσιν παραλαμβανομένη, ὅπερ παρεπόμενόν ἐστιν πάσῃ προθέσει · μόριόντε τὸ ο ὠξύνετο μετὰ τοῦ συνόντος πνεύματος, ὃ παρεπόμενον ἦν πάσῃ λέξει οὐκ ἐχούσῃ παρ’αὑτῇ ἑτέραν λέξιν. τοῦτο δέ φημι, ἐπεὶ πᾶσαι αἱ ὀξύτονοι ἐκφοραὶ ἐν παραθέσει οὖσαι ἑτέρων λέξεων εἰς βαρεῖαν μετατίθενται, ὡς ἐν τῷ εἲ μὴ μητρυιὴ καὶ τοῖς ὁμοίοις. 4.58οὕτως ἔχει καὶ τὸ ἐξ οὗ, ἐν ᾧ, ἀφ’οὗ, καθότι ἔστιν ἐπινοῆσαι καὶ ἐν ὀνόμασι τὸ τοιοῦτον παρεπόμενον, ἐν οἴκῳ, ἐκ Λέσβου, εἰς οἶκον · ἔννοια γὰρ τοπικὴ ἡ ἐκ τούτων μία, ἰσοδυναμοῦσα ἐπιρρηματικῇ παραγωγῇ, λέγω τῇ Λεσβόθεν, οἴκαδε, οἴκοθι. (παρεστήσαμεν δὲ καὶ ἀλλαχόθι ὡς τὸ οἶκον δέ, Οὔλυμπον δέ, τὰ τούτοις ὅμοια, δύο μέρη λόγου καθεστῶτα εἰς σύνταξιν μίαν ἐπιρρήματος παραλαμβάνεται, καὶ ἐκεῖνο προσδιασαφήσαντες, ὡς εἰ προθέσεις ἀντὶ συνδέσμων παραλαμβάνονται, οὐ βίαιον καὶ τὸ σύνδεσμον ἀντὶ προθέσεων ἀνθυπάγεσθαι). — ἀλλ’ἐκεῖνό γέ τις ἐπιζητήσει, πῶς ταῦτα τοπικῆς ἐννοίας ἐστὶ παρεμφατικά, χρονικῆς δὲ τὰ ἐκ τῆς ἀρθρικῆς συντάξεως, ἔχοντος καὶ τοῦ τοιούτου λόγον, ὡς ἀναγκαίως μὲν τὸ ἐν οἴκῳ καὶ ἐξ οἴκου τοπικὴν σχέσιν σημαίνει, ἐπεὶ καὶ αὐτὰ πολὺ πρότερον τόπον ἐσήμαινεν · 4.59τά γε μὴν ἄρθρα οὐδὲν τοιοῦτον σημαίνοντα ἢ μόνον ἀναφορικὴν ἔννοιαν, ἥτις χρονικὴν ἔμφασιν παρίστησιν, εἴγε τὸ ἀναφέρειν χρόνου ὑπόμνησίς ἐστιν ἐν ᾧ προεγεγόνει τὸ ἀναφερόμενον, ἀκολούθως κατὰ τὴν προειρημένην σύνταξιν χρονικῆς παρεμφάσεως γενήσεται παρεμφατικά. — οὐκ ἐπεὶ δὲ ἐκ παραθέσεώς φαμεν τὰ τοιαῦτα μόρια συνίστασθαι, πάντως καὶ κατὰ τὸν μερισμὸν τῶν μερῶν τοῦ λόγου τῆς συντάξεως ἀποστήσεται, καθάπερ γε καὶ τὰ ἄλλα μέρη τοῦ λόγου οὐ συντάξεως ἀποστήσεται τῷ παραλόγῳ τῶν εἰρημένων φωνῶν. 4.60δύο μέρη τοῦ λόγου ἐστίν, τῇ μέντοι ἐξ ἑκατέρου συνόδῳ ἕν τι παρυφίσταται. δι’ὃ καὶ ὡς ἡνωμένα αὐτὰ παρεδεξάμεθα, λέγω τὸ εἰς ὅ, ἐν ᾧ καὶ ἐξ οὗ · καὶ ἔτι ἐπὶ τῶν προειρημένων ἐπιρρηματικῶν, οἶκον δέ, ἀγρὸν δέ. 4.61παραθήσομαι καὶ τὸ πρὸς τοῦ Ἡρακλείδου εἰρημένον, ὡς καὶ τὸ ἐπεί χρονικὸν ἐπίρρημα ἐκ τῆς προειρημένης συντάξεως ἐγένετο. ἐκ τοπικοῦ γὰρ ἐπιρρήματος τοῦ οὗ, φησίν, ἀπετελεῖτο Δωρικὴ μετάληψις ἡ εἷ, ὁμοίως τῷ ποῦ καὶ πεῖ, αὐτοῦ — αὐτεῖ, ᾧ συνῄει πρόθεσις ἡ ἐπί, ἡ νῦν ἰσοδυναμοῦσα τῇ ἀπό, καθὸ καὶ ἐν ἑτέροις ἡ ἀπό ἀντὶ τῆς ἐπί · τὸ γὰρ ἀπομηνίσας ἐστὶν ἐν ἴσῳ τῷ ἐπιμηνίσας. εἰς δὲ τὴν τοῦ ἀνδρὸς συνηγορίαν καὶ τὰ τῆς συναλιφῆς οὐκ ἐμποδιεῖ τὸν λόγον · ἀπειράκις γὰρ τὰ Δωρικὰ διὰ ψιλῶν ἀντιστοίχων τὰς συναλιφὰς ποιεῖται, κα- κὠ τοξότας Ἡρακλέης · κάλλιστ’ὑπαυλέν · κα- κἀ μεγασθενὴς Ἀσαναία · Μελάμποδάτ’Ἁρπόλυκόντε · ἄρχοιμεν γὰρ κα- κὠθρασίων. — φαίνεται δὲ ὅτι καὶ εἰ δοίη τις τὴν ἐναλλαγὴν τῆς προθέσεως καὶ τὴν συναλιφήν, καθὸ συνηγορήσαμεν, μάχεται τὰ τῆς τάσεως · 4.62τοῖς γὰρ κοινοῖς συμπερισπὰται καὶ τὰ εἰς ει λήγοντα ἐπιρρήματα, τῷ ποῦ τὸ πεῖ, τῷ αὐτοῦ τὸ αὐτεῖ, ὅπερ οὐ παρείπετο τῷ ἐπεί. ἀλλὰ καὶ τὸ σημαινόμενον · τὰ γὰρ μεταπίπτοντα παρὰ ταῖς διαλέκτοις τῆς φωνῆς ἀμοιβὴν σημαίνει, οὐ τοῦ δηλουμένου. οὐ δὴ οὖν τὸ ἐπεί τόπον παρεμφαίνει, ὥσπερ ἔχει τὸ εἷ τὰ τῶν χοιραγχᾶν. δι’ὃ καὶ παραδεξαίμεθα ἂν ἐκεῖνο, ὡς καὶ ἐπ’ἄλλων συνδέσμων παρεπόμενόν ἐστι, τὸ συνωνυμεῖν συνδέσμους ἐπιρρήμασιν καὶ ἐπὶ τοῦ προκειμένου σχήματος. σύνδεσμός ἐστιν τὸ ὄφρα ὄφρα πεποίθῃς, ἀλλὰ καὶ χρονικὸν ἐπίρρημα, ὄφρα μὲν ἠὼς ἦν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ὅπως καὶ ἐπὶ τοῦ ἵνα πρὸς τοπικὸν ἐπίρρημα. 4.63μη δὲ ἐκεῖνο δὲ παρείσθω, ὡς τὰ προκείμενα μόρια συνωνυμεῖ καὶ τοπικῇ σχέσει, ἀρθρικῆς μᾶλλον ἐννοίας ὄντα παρεμφατικά · ἃ καὶ μάλιστα ἐπιζητεῖ τὴν τοῦ τόπου ἐπίζευξιν, ἐν ᾧ τόπῳ ἔμεινας, ἐξ οὗ τόπου ἀπῆλθον, εἰς ὃ ἐπορευόμην χωρίον, τῶν προθέσεων πάλιν παρειλημμένων εἰς τοπικὴν σχέσιν ὁμοίως τοῖς πτωτικοῖς · ὁμόλογον γὰρ ὅτι καὶ τὸ εἰς ὃ ἐπορευόμην χωρίον οὐκ ἄλλης πτώσεώς ἐστιν ἢ τῆς αἰτιατικῆς, προδεδειγμένου τοῦ ἐν εὐθείᾳ μὴ δύνασθαι τὰς προθέσεις καταγίνεσθαι, τοῦτε ἀρσενικοῦ συνομολογοῦντος · εἰς γὰρ ὃν ἐπορευόμην τόπον. — καὶ τοσαῦτα μὲν περὶ τῶν ἐκ παραθέσεως γενομένων χρονικῶν ἐπιρρημάτων. 4.64ἑξῆς ῥητέον καὶ περὶ τῆς πρὸς τὰ ἐπιρρήματα συντάξεως τῶν προκειμένων μορίων. τὸ δὴ ἐπάνω, περικύκλῳ, ὑποκάτω, ἀποδίς, ἀποψέ, τὰ τούτοις παραπλήσια ἔχεσθαι συνθέσεως τῆς πρὸς τὰς προθέσεις αὐτὸ μόνον ὑπέλαβον οἱ πρὸ ἡμῶν, οὐδεμίαν ἀκριβῆ ἀπόδειξιν ποιησάμενοι, δι’ἧς τὸ δισταζόμενον τῆς συντάξεως περιεγράφετο. τί γὰρ οὐ μᾶλλόν ἐστι τὸ ἀποψέ δύο μέρη λόγου ἤπερ ἕν, τάτε τούτῳ ὅμοια; χρὴ οὖν ἀνταναπληρῶσαι τὴν τοῦ τοιούτου ἀπόδειξιν, πότε καθ’ἓν μέρος λόγου τὸ τοιοῦτο νοηθήσεται καὶ πότε οὔ. — ἐν δὴ ταῖς προκειμέναις συντάξεσιν ἐντελῶς ἀπεδείκνυτο, ὡς αἱ προθέσεις αὐτὸ μόνον ἰδίᾳ νοοῦνται καὶ κατὰ παράθεσιν ἀναμεμερισμέναι ταῖς πλαγίαις πτώσεσιν (οὐ γὰρ πᾶσαι κατὰ πασῶν διήκουσιν, καθάπερ κα- κἀν τῇ ὑπηγορευμένῃ εἰσαγωγῇ ἀπεδείξαμεν), ἔν γε μὴν τοῖς ἀπτώτοις καθ’ἕνα σχηματισμὸν παρελαμβάνοντο. 4.65ἔνθεν κατὰ τοῦτο μετὰ καὶ ἄλλων ὧν παρεστήσαμεν αἰτίων, οὐ παρετίθετο τῇ εὐθείᾳ ἔτι ἀπτώτῳ οὔσῃ. δι’ὃ δὴ πᾶσα ἀνάγκη τα- ταὐτὸν παραδέξασθαι καὶ ἐπὶ τῶν ἐπιρρημάτων, οὐκ ἐχόντων πλαγίας πτώσεις, δι’ὧν ἐπινοηθήσονται παρακείμεναι αἱ προθέσεις. — οὐ δόξει τὸ δι’ὅτι ἀντικεῖσθαι · ἐδείξαμεν γὰρ ὅτι αἰτιατικὴ ἐγκειμένη ἐστὶ μετὰ τῆς διά προθέσεως, καὶ οὐχ ὁ ὅτι σύνδεσμος, ἐπεὶ κα- κἂν πάντως ἓν μέρος λόγου καθειστήκει, καθάπερ ἔχει καὶ ὁ ἐπεί παρασυναπτικὸς συγκείμενος ἐκ τοῦ εἴ συνδέσμου καὶ τῆς ἐπί προθέσεως, ὥς φησι καὶ Ποσειδώνιος. — εὔλογον δὲ κα- κἀκεῖνο προσθεῖναι. 4.66εἴπερ συμφέρεται καὶ τὰ ἐπιρρήματα τοῖς ῥήμασιν καὶ τούτων μία σύνταξίς ἐστιν ἁπάντοτε, δῆλον ὡς τὸ αὐτὸ ἀναδέξεται τῷ πρὸς ὃ φέρεται. εἰ δὲ αἱ προθέσεις μετὰ τῶν ῥημάτων ἓν μέρος λόγου, καὶ τὰ ἐπιρρήματα τα- ταὐτὸν ἀναδέχεται, συνεπαγόμενα τὴν πρόθεσιν ἐπὶ τὰ ῥήματα. 4.67εἰκός τινα φήσειν ὡς ἡ ἐγγινομένη ἐπ’ἐνίων ἐπένθεσις τοῦ ἄρθρου τὸν προκείμενον λόγον διαβάλλει · πῶς γὰρ τὸ ἡνωμένον τῆς προθέσεως παραδέξεται τὴν ἐπένθεσιν τοῦ ἄρθρου, ὅπου γε καὶ τὴν ἐν τοῖς ὀνόμασιν ἀμφιβολίαν ἡ τοῦ ἄρθρου ἐπένθεσις περιέγραφε τῷ μὴ ἡνῶσθαι τὴν πρόθεσιν, παρὰ τοῦ νόμου, παρὰ τοῦ φέροντος; τοιοῦτον οὖν καὶ τὸ ἀπὸ τοῦ νῦν, ἀπὸ τῆς σήμερον, ἀπὸ τῆς αὔριον. — ἔστι δὲ καὶ πρὸς τὸ τοιοῦτον φάναι ὡς παρυφίσταται ἐνίοις τῶν ἐπιρρημάτων ἡ πτωτικὴ ἔννοια, ἐφ’ἧς τὰ τῆς συντάξεως τείνει. 4.68ἐν γὰρ τῷ σήμερον ἔγκειται ἡ ἡμέρα, οὐκ ἔχουσα ἀναστροφὴν πρὸς τὸ σήμερον. (οὐ γὰρ εἴ τι ἡμέρα, τοῦτο καὶ σήμερον, ἐπεὶ συντείνει καὶ ἐπὶ τὸ αὔριον καὶ ἐπὶ τὸ χθές, ἅπερ πάλιν ἐγκειμένην ἔχει ἡμέραν, ὥστε πάλιν, εἴ τι ἔστι μὲν αὔριον ἢ ἐχθές, τοῦτο ἐπιδέχεται καὶ τὴν ἡμέραν, οὐ μήν, ὡς ἔφην, κατὰ ἀναστροφήν). ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ νῦν · πάλιν γὰρ χρόνου ἐστὶ τοῦ γενικωτάτου ἐμπεριεκτικόν, οὐ τέμνον τὸ ἐπιμεριζόμενον τοῦ χρόνου, διῆκον μέντοι δι’ὅλου, ὡσπερεὶ γενικὸν ὄνομα. — ἐὰν οὖν ὡς πρὸς τὸ ἐγκείμενον τῆς ἡμέρας τὰ τῆς συντάξεως ἐγγίνηται, πᾶσα ἀνάγκη τὴν μὲν πρόθεσιν νοεῖν κατὰ παράθεσιν, ἐπεὶ κατὰ πλαγίας ὀνόματος φέρεται, καὶ πᾶσα ἀνάγκη τὸ ἄρθρον προστίθεσθαι, ἵνα τὸ ὑπακουόμενον πτωτικὸν νοῆται. 4.69ἐξαίρετος γὰρ ἡ τῶν ἄρθρων παράθεσις ὡς πρὸς τὰ πτωτικά, ἐπεὶ πῶς γινώσκει τὸ σήμερον τὸ τῆς ἄρθρον καὶ θηλυκὸν ὂν καὶ γενικῆς πτώσεως καὶ ἑνικόν, τῶν ἐπιρρημάτων οὐδὲν τοιοῦτον ἐμφανιζόντων; (ἔστι γοῦν οἷς οὐ δὲ παρυφίσταταί τι τοιοῦτο πτωτικόν, ἃ δὴ καὶ στέρεται τῆς τοιαύτης συντάξεως, ὡς ἔχει τὸ ἀποδίς, ἀποτρίς). ἐπάνω, ὑποκάτω. — καὶ ἀνάπαλιν δὲ οὐ γινώσκει τὴν παράθεσιν τῆς προθέσεως κατ’ἰδίαν, εἰ μὴ πρότερον προσγένοιτο ἡ τοῦ ἄρθρου παράθεσις, ἃ καὶ μόνως ἐπὶ τὸ συνυπακουόμενον φέρεται, ὡς ἔχει τὰ τοιαῦτα, ἐν τῇ αὔριον, ἐν τῇ ἐχθές · 4.70ἅπερ οὐκ ἄν τις ἐπινοήσειεν δίχα τῶν ἄρθρων ἀποφήνασθαι, καθὸ αἱ προθέσεις μόνον ἐπὶ τὰ πτωτικὰ ἐφέροντο, οὐ μὴν ἠδύναντο παρακεῖσθαι τοῖς ἐπιρρήμασιν · οὐ γὰρ οἷόντε φάναι ἐν σήμερον οὐ δὲ ἐξ αὔριον. — ὁ αὐτὸς λόγος καὶ ἐν τοῖς τοιούτοις, ἐν τῷ ὑποκάτω, ἐν τῷ ἐπάνω · 4.71πρὸς γὰρ πάλιν τὸ ἐγκείμενον τοῦ τόπου ἡ τοῦ ἄρθρου παράθεσίς ἐστι μετὰ τῆς καταρχούσης προθέσεως ἐν παραθέσει. δι’ὃ καὶ ἐν τοῖς μερισμοῖς χρὴ νοεῖν τὴν μὲν προτέραν πρόθεσιν ἐπὶ τὸ ἐγκείμενον τῆς δοτικῆς μετὰ τοῦ συνόντος ἄρθρου ἐν παραθέσει καθίστασθαι, τὴν δὲ δευτέραν κατὰ σύνθεσιν οὖσαν τοῦ τοπικοῦ ἐπιρρήματος. — δείκνυται ἄρα διὰ τοῦ τοιούτου ὡς τὸ ἀπεχθές οὐ δύναται προσλαβεῖν τὸ ἄρθρον, ὅτι ἐπὶ τὸ χρονικὸν ἐπίρρημα φέρεται · 4.72ἓν γὰρ μέρος τοῦ λόγου. τὸ μέντοι ἀπὸ τῆς ἐχθές ἰδίας συντάξεως ἔχεται, τῆς πρὸς τὸ ἐπιφερόμενον ὄνομα, ὅμοιον καθεστὼς τῷ ἐκ τῆς σήμερον ὃ οὐ πάντως κατ’ἐπένθεσιν τὴν τοῦ ἄρθρου ἐγεγόνει · οὐ γὰρ ἦν τι ἐκ σήμερον. — τῆς τοιαύτης οὖν ἀποδείξεως, ὡς ἔφαμεν, ἐδέετο ὁ προκείμενος λόγος ὑπὲρ τοῦ πιθανώτερον τὸν ἐπιμερισμὸν γίνεσθαι. 4.73ἑξῆς διαληπτέον καὶ περὶ τοῦ ἐξαίφνης, πότερον ἥνωται καὶ τύπος ἐστὶν ἐπιρρηματικός, ἢ ἐκ προθετικῆς συντάξεως ἐπιρρήματος ἔννοιαν παρίστησι, καθάπερ ἔστιν ἐπινοῆσαι ἄπειρα τοιαῦτα, οἷς καὶ ἀντιπαράκειται ἐπιρρήματα τὴν αὐτὴν σχέσιν σημαίνοντα, εἰς οἶκον ἀπέρχομαι — οἴκαδε ἀπέρχομαι, ἐξ οἴκου παρεγενόμην — οἴκοθεν παρεγενόμην, ἐν οἴκῳ σε μένω — οἴκοθί σε μένω. ταύτης τῆς συντάξεως ἔφαμεν καὶ τὸ οἶκον δ’ἐσελεύσομαι ὡς πρὸς τὸ οἴκαδε, ἀποδείξαντες ὡς δύο μέρη λόγου ἐστὶν τὸ οἶκον δέ. καὶ δὴ τὸ προκείμενον μόριον διὰ τὸ ἐπακολουθῆσαν πάθος τῇ φωνῇ οὐ προφανῆ τὰ τῆς συντάξεως κατέστησε, τῶν οὕτω γινομένων ἁπάντων κατ’οὐδένα τρόπον ἐπιστάσεως τυχόντων, καθάπερ πρόκειται. — παρὰ δὴ τὸ ἀφανής ὄνομα ἀπετελεῖτό τι θηλυκὸν κατὰ παρώνυμον σχηματισμόν, ἀφανία καὶ ἀφάνεια. 4.74δισσὰ γὰρ τὰ τοιαῦτα, εὐσεβής — εὐσέβεια, ἀφ’οὗ πάλιν τὸ εὐσεβίη τέθνηκεν, εὐμάθεια, ἀλλὰ μὴν καὶ εὐμαθία, εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμέ. οὕτως ἔχει καὶ τὸ ἀδρανίη τόδε πολλόν. παρὰ δὴ τὸ προκείμενον ὄνομα παρείπετό τις σύνταξις ἐκ γενικῆς πτώσεως τὸ ἐξ ἀφανίας, ὡς καὶ παρὰ τὸ αὐτός πάλιν τι ἐγένετο θηλυκὸν ἐξ αὐτῆς κατ’ἐπιρρηματικὴν σύνταξιν · ἐξ αὐτῆς ἴωμεν πρὸς Διονύσιον. παρὰ δὴ οὖν τὴν προκειμένην σύνταξιν συγκοπὴ μὲν διὰ τοῦ α κατὰ μέσην συλλαβὴν ἐγίνετο, μεθ’ὑπερβιβασμοῦ κατὰ τὸ ἄρχον μέρος τοῦ παραλήγοντος ι, ὃ δὴ καὶ αἴτιον ἦν τοῦ εἰς α καταλήγειν τὸ μόριον. καὶ φαίνεται ὅτι ἀναγκαίως καὶ τὸ λῆγον α μεταλαμβάνει εἰς τὸ η, τοῦ αἰτίου τῆς λήξεως ἀφισταμένου κατὰ τὸ ὑπερβατόν · καὶ οὕτω τὸ ἐξαίφνης ἀποτελεῖται. — οὔτε δὲ τὸ α συγκόπτεσθαι ξένον, ἐπεὶ οὕτως ἔχει τὸ σπάργανον, τὸ ἕδνον, τὸ τέκνον, τὸ δάκνω, τὸ Ἐριχθονίδαι, ἄλλα μυρία · 4.75οὔτε μὴν ὑπερβιβάζεσθαι τὰ στοιχεῖα · τὰ γὰρ ἀπειρέσια ἀπερείσια. ἴσως δὲ καὶ παρὰ τὸ δόρυ ἡ δόρυος γενική, ὅτε φαμὲν δουρός · γόνυος γουνός · ἔφην δὲ ἐν δισταγμῷ, μὴ ἄρα τοῦ γούνατος καὶ δούρατός εἰσι συγκοπαί. 4.76παρὸν δὲ κα- κἀκ τοῦ ἀντιπαρακειμένου ἐπιρρήματος τὸ πάθος ἐπιδεῖξαι. ἰδοὺ γὰρ παρὰ τὸ ἀφανής ὄνομα ἦν ἀποτελούμενον ἐπίρρημα παρακείμενον ὁμότονον γενικῇ πληθυντικῇ τῇ ἀφανῶν, τὸ ἀφανῶς (ὡς καὶ εὐσεβῶν — εὐσεβῶς · ἃ δὴ ἔφαμεν συνυπάρχειν καὶ συντονοῦσθαι ταῖς τοιαύταις γενικαῖς). ἐφ’οὗ δὴ πάλιν τὸ προκείμενον πάθος ἐπακολουθεῖ. καὶ ἐπεὶ οὐκέτι συνείχετο ὑπὸ τῆς συνούσης γενικῆς διὰ τὸ ἐπακολουθῆσαν πάθος, οὐ δὲ τὴν ταύτης τάσιν ἀνεδέχετο (ὡς γὰρ ἔφαμεν, συνυπαρχουσῶν τῶν γενικῶν συνυπάρχει καὶ τὰ τοῦ τόνου). μετῄει οὖν εἰς βαρεῖαν τάσιν, δεόντως καὶ τὸ ς ἀποβάλλον. ἔσθ’ὅτε γὰρ πάλιν ἡ τοιαύτη κατάληξις μετὰ τοῦ προκειμένου τόνου καὶ τὸ ς ἀναδέχεται · ἀποστάντος δὲ τοῦ τόνου ἦν ἔνδεκτον συναποστῆναι καὶ τὸ ς, καθότι καὶ τῶν εἰς ω ληγόντων ἐπιρρημάτων τὴν τάσιν μετελάμβανεν, ἅπερ οὐκέτι τριγενέσιν ὀνόμασιν ἀνθυπήγετο, ὡς ἔχει τὸ ἔσω, κάτω, κύκλῳ, τόνῳ. — ἔφαμεν δὲ καὶ ἐν ἑτέροις ὡς ἀπειράκις αἱ λέξεις πρὸς τὰς ἀποβολὰς τῶν στοιχείων καὶ τοὺς τόνους μεθιστᾶσιν. 4.77συνεῖχε τὴν ὀξεῖαν τὸ ξ ἐν τοῖς τοιούτοις ἐπιρρήμασιν, ὀδάξ, ὑποδράξ, ὀκλάξ · ἀλλ’ἐλλεῖψαν ἐν τῷ ὑπόδρα μετέστησε καὶ τὴν ὀξεῖαν, ὅμοιον αὐτὸ καταστῆσαν τῷ ῥίμφα, μάλα, αἶψα, τοῖς οὕτω βαρυνομένοις. ὁμοίως καὶ τὸ ς ἐν τοῖς εἰς ις λήγουσι μετὰ μακρᾶς τῆς συνούσης κατὰ τὸ παρεδρεῦον, χωρίς, ἀμφίς, ἀμοιβηδίς · ἀλλ’ἐπεὶ ἐν βαρυτόνοις ἡ ἀποβολὴ τοῦ ς ἐγένετο, ὡς ἐν τῷ πολλάκι καὶ δεκάκι, καὶ τὸ χωρίς ἀποβάλλον τὸ ς ἐγίνετο χῶρι, ὅμοιον καθεστὼς τῷ αὖθι καὶ τοῖς παρακειμένοις. ἐδείξαμεν καὶ ἐπὶ τοῦ δεσποστής, ἐργαστής, ὡς τῇ ἀποβολῇ τοῦ ς ὅμοια ἐγίνετο τῷ ἐλάτης, ἀρότης · καὶ διὰ τοῦτο δεσπότης καὶ ἐργάτης κατὰ βαρεῖαν τάσιν. πλείστην τῶν τοιούτων παράθεσιν ἐποιησάμην ἐν ἑτέροις. τῇδε οὖν ἐσχηματίσθη καὶ τὸ ἄφνω. — ἔφαμεν ἐν τοῖς προκειμένοις ταῖς ἐκ προθέσεων γινομέναις παραθέσεσιν καὶ σημαινούσαις ἐπιρρηματικὴν σχέσιν ἀντιπαρακεῖσθαι ἐπιρρήματα. 4.78καὶ τῷ οὖν ἐξ αὐτῆς παράκειταί τι αὐτόθεν, ἴωμεν αὐτόθεν — ἀπέλθωμεν ἐξ αὐτῆς. οὕτως ἔχει καὶ τὸ αὐτόδιον δ’ἄρα μιν, ἀντὶ τοῦ ἐξ αὐτῆς οὐκ ἄλλοσε παρακλίναντα. παράκειται οὖν καὶ τῷ ἐξαίφνης ἄφνω παρεγένετο ὁ δεῖνα ἐν ἴσῳ τῷ ἐξαίφνης παρεγένετο.