Apollonius Dyscolus

On Syntax, 3

3.1τῶν ἐξαιρέτως παρεπομένων ταῖς ἀντωνυμίαις κατειλεγμένων ἐν τῷ πρὸ τούτου, ἀναγκαίως καὶ περὶ τῶν κοινῇ αὐταῖς παρεπομένων μετὰ καὶ τῶν ἄλλων τοῦ λόγου μερῶν πειρασόμεθα διαλαβεῖν, καθὸ μὲν αἴτια γίνεται ἀκαταλληλότητος, δὲ ἀδιαφορεῖ, ὥς γε ἔστιν τὸ πρῶτον ἐπινοῆσαι ἐξ αὐτῶν τῶν ἀντωνυμιῶν. ἐπιταγματικὴν καλοῦσιν τὴν αὐτός, καθό, φασίν, ἐπιτάσσεται ἅπασιν τοῖς ἀντωνυμικοῖς προσώποις.
3.2καὶ εἰ μὲν ἐξαιρέτως, σαφὲς ὅτι οὐκ ἀληθεύουσιν · ἰδοὺ γὰρ καὶ ὅδε, ὅδ’ἐγὼ χείρων, κεῖνος μὲν δὴ ὅδ’αὐτὸς ἐγώ, πάτερ οὗτος ἐγὼ ταχυτᾶτι. εἰ δὲ κατὰ τὸ πλέον παρὰ τὰς ἄλλας, συγκαταθείμην ἂν τῷ λόγῳ · οὐ γὰρ δή γε θαρρήσει τις ἀλόγους τὰς τοιαύτας συντάξεις φάναι, τῶν ἐλλογιμωτάτων ἀνδρῶν χρησαμένων καὶ τοῦ λόγου οὐκ ἐμποδίζοντος, ὡς δείξω. δῆλον οὖν ὡς κατὰ πολὺ γενομένη σύνταξις ἀπηνέγκατο τὴν ὀνομασίαν, λόγῳ καὶ ἄλλα κατὰ τὸ πλέον ἐπεκράτησεν.
3.3διαπορῶ γε μὴν τί δή ποτε αἱ μὲν τοῦ πρώτου καὶ δευτέρου οὐ μετίασιν ἐπὶ τὰ τρίτα πρόσωπα, τά γε μὴν τρίτα πρόσωπα μετίασιν ἐπὶ τὰ πρῶτα καὶ δεύτερα, καὶ πάλιν οὐχ ἅπαντα. ἰδοὺ γὰρ καὶ ἕο καὶ αἱ σύζυγοι ἑνικαὶ ἁπλαῖ οὖσαι ἐπὶ τὰ πρῶτα δεύτερα πρόσωπα οὐ μετέρχονται, γε μὴν μεταλαμβανομένη ἐξ αὐτῶν αὐτός, αὐτὸς ἑκών οἱ δῶκα, αὐτὸς νῦν ἴδε πῶμα. τὸ δὲ μεῖζον, πρὸς ἁπάντων ὡμολόγηται ὅτι ἑαυτοῦ καὶ ἑαυτόν καὶ αἱ σύζυγοι ἐκ δύο τρίτων συντεθειμέναι εἰσίν, ἐξ ὧν καὶ αἱ πληθυντικαὶ ἑαυτῶν, ἑαυτούς, αἵπερ κατὰ πρῶτον καὶ δεύτερον παραλαμβάνονται. πῶς οὖν οὐκ ἄλογον τὸ καθ’ἑνικὴν σύνταξιν ἀπαράδεκτον ἐν πληθυντικῇ μεταπτώσει εὐπαράδεκτον γίνεσθαι; οὐ γάρ φαμεν ἑαυτὸν ὕβρισα ἑαυτὸν ὕβρισας, ἑαυτοὺς δὲ ὑβρίσαμεν.
3.4ἔστιν γε μὴν συνελόντι ἐκεῖνο φάναι · μὴ ἄρα αἱ τοιαῦται συντάξεις σολοικισμὸν ὑπαγορεύουσιν παρὰ τὴν τῶν προσώπων μεταλλαγήν. εἰ γάρ τί ἐστιν ἐν τρίτῳ, τοῦτο ἐν πρώτῳ παραλαμβανόμενον δευτέρῳ ἀκατάλληλον ποιεῖ λόγον. (καὶ ἀνάπαλιν εἴ τί ἐστιν ἐν πρώτῳ καὶ δευτέρῳ, τοῦτο ἐν τρίτῳ παραλαμβανόμενον τὴν αὐτὴν ἀκαταλληλότητα παρέξει, εἰ τῇδέ τις ἀποφαίνοιτο, γράφω ἐγώ, γράφεις σύ, γράφουσιν ἡμεῖς). καὶ εἰ τοῦτο ἀληθές, πῶς τὸ ἑαυτούς τρίτον καὶ ἐκ τρίτων γενόμενον κατάλληλον ποιεῖ λόγον ἐν τῷ πρώτῳ καὶ δευτέρῳ; τὸ γὰρ δέον ἐστὶν ἑαυτοὺς τύπτουσιν, οὐ μὴν τὸ ἑαυτοὺς τύπτομεν. ἀλλὰ πάλιν πᾶν ἀκατάλληλον ἔχει ἐπανόρθωσιν διὰ τοῦ ἀκολούθου σχήματος.
3.5εἴπερ οὖν σολοικισμὸς τὸ ἑαυτοὺς ὑβρίζομεν, τί τὸ ἐπανορθοῦν τὸ σχῆμα; φήσει τις τὸ ἡμᾶς ὑβρίζομεν. […] οὔ φημι ἕνεκα μόνον χρήσεως, ἀλλὰ καὶ ἕνεκα ἀποδείξεως ἧς προεξεθέμην τοῦ μὴ δύνασθαι μετὰ τῶν συζύγων ῥημάτων ἁπλᾶς ὑπάρχειν τὰς ἀντωνυμίας, τι μὴ μόνον ἐπὶ τῆς εὐθείας, ἐγὼ ὕβρισα, ἡμεῖς ὑβρίσαμεν · τὸ γὰρ ἐμὲ ὕβρισα εἰς τὸ ἐμαυτόν μεταλαμβάνεται. οὐ δὴ οὖν συστήσεται τὸ ἡμᾶς ὑβρίσαμεν ἡμῖν ἐλαλήσαμεν.
3.6χρὴ οὖν ἐπιστήσαντας ἐκθέσθαι τί δήποτ’ἔστι τὸ ποιοῦν τὸ ἀκατάλληλον, οὐ παραθέσει τρόπων χρησάμενον μάτην, καθάπερ τινὲς αὐτὸ μόνον ἐκήρυξαν τοὺς σολοικισμούς, οὐ μὴν ἐδίδαξαν τὸ ποιοῦν, ὅπερ εἴ τις μὴ συνίδοι, εἰς οὐδὲν συντείνουσαν ἕξει τὴν παράθεσιν τῶν τρόπων.
3.7πρὸς οἷς οὐ δ’ἀληθεύουσιν οἱ ἐξ αὐτῶν λόγοι. φέρε γὰρ φάναι ὡς γίνεται ἀκατάλληλον παρὰ τοὺς ἀριθμούς, ὥς τινες ὑπέλαβον, κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα. οὐ γάρ φασι κατὰ τοῦ πληθυντικοῦ τὸ δυϊκὸν τίθεσθαι, τό γε μὴν πληθυντικὸν κατὰ δυϊκοῦ. καὶ σαφὲς ὅτι αἰτίας τινὸς ὑπούσης, οὐ δὲ τοῦ τοιούτου διδομένου, ὥς γε ἐν τοῖς ἑξῆς δεδείξεται, ὅτι τὸ κρινθέντε διήκει καὶ κατὰ τοῦ πεντήκοντα. ἀλλὰ καὶ παρὰ τὰ πρόσωπα, ἀλλ’αἰεὶ φρεσὶν ᾗσιν ἔχων ἀλάλημαι ὀϊζύν · ἀκατάλληλον γάρ, δέον ἐμῇς. καὶ ἔστι πρὸς τὸ τοιοῦτον ἐγκείμενος λόγος · εἰ γοῦν τὸ ἑαυτοὺς ὑβρίζομεν καὶ ἔτι τὰ τοιαῦτά τις παραδέξεται, δῆλον ὡς καὶ τὸ προκείμενον · ἔστιν τις αἰτία τὸ τοιοῦτο μὲν παραπέμπεται, προσίεται δὲ τὸ ἑαυτοὺς ὑβρίζομεν; ἀλλὰ καὶ παρὰ τὰς πτώσεις, ἡνίκα ἐν ἐκείνῳ τῷ σχήματι ἀπαιτοῦσι γενικήν, ἐν τῷ οἱ δὲ δύο σκόπελοι · πάλιν γὰρ ἔστι συνιδεῖν καὶ ἐπὶ τούτου, εἴ τι λείπει, τί τὸ αἴτιόν ἐστιν τὸ τὴν γενικὴν ἀπαιτοῦν. παρείσθω τοίνυν τοιαύτη παράθεσις ὑπὲρ τοῦ μὴ πολὺ ἀφίστασθαι ἡμᾶς τοῦ προκειμένου.
3.8οὐ δὲ ἐκεῖνο δέ με λέληθεν, ὥς τινες ἐπετάραξαν τὴν παρὰ πᾶσιν συμφώνως πιστευθεῖσαν δόξαν, ὡς μιᾶς λέξεως κακία ἐστὶν βαρβαρισμός, ἐπιπλοκῆς δὲ λέξεων ἀκαταλλήλων σολοικισμός, αὐτοὶ εἰσηγησάμενοι τὸ καὶ ἐν μιᾷ λέξει καταγίνεσθαι σολοικισμόν, εἰ κατὰ θηλείας φαίη τις οὗτος πλήθους ὑπόντος, παραθέμενοι καὶ ἄλλα τῆς αὐτῆς ἐχόμενα εὐηθείας. τὸ πρῶτον, ὅτι οὐδεμία εὐθεῖα συνίσταται δίχα ῥήματος εἰς αὐτοτέλειαν, καὶ ῥήματος τοῦ μὴ ἀπαιτοῦντος ἑτέραν πλαγίαν. ἔστιν γὰρ τὸ οὗτος περιπατεῖ αὐτοτελές, οὐ μὴν τὸ βλάπτει · λείπει γὰρ τὸ τίνα. ἀλλ’εἰ καὶ οὕτως φαίημεν, τίς σε ἔτυψε; τὸ ἀνθυπαγόμενον οὗτος κοινὸν ἔχει παραλαμβανόμενον τὸ ῥῆμα · τίς καλεῖται Αἴας; οὗτος. οὐκ ἄρα ἀληθὲς τὸ ἐν μιᾷ λέξει σολοικισμὸν γίνεσθαι. καὶ φαίνεται ὅτι ὅσον ἐπ’αὐτῷ λόγος κατώρθωται, παρὰ δὲ τὴν ἐξ αὐτοῦ γενομένην δεῖξιν τὰ τοῦ γένους ἐνήλλακται.
3.9σαφέςτε ὡς οὐ δὲ ἐν νυκτὶ ἐγχωρήσει καινότερον ἐπινοηθεὶς διὰ τῆς οὗτος ἀντωνυμίας σολοικισμός, καὶ δέον προσθεῖναι τῷ ὅρῳ, ὅτε μὴ ἐν νυκτερινῷ καταστήματι εἴη τὰ τῆς συντάξεως · δῆλα γὰρ τὰ ὑπ’ὄψιν πίπτοντα τοῦ γένους ἐστίν. ὅπερ γελοῖον · οἱ γὰρ σολοικισμοὶ ἀκοῇ ὑποπίπτουσιν, ἐλεγχόμενοι ἐκ τῆς κατὰ παράθεσιν τῶν λέξεων συνούσης ἀκαταλληλίας, ὧν μεταλαμβάνουσιν καὶ οἱ τεθρυμμένοι τὰς ὄψεις · οὐ γὰρ ἐλλειπεῖς εἰσιν τοῦ ἐξιδιοποιουμένου τὴν φωνήν, λέγω τῆς ἀκοῆς. δοθήσεται δὲ κἀκεῖνο, ὡς παρὰ τὰς προτάξεις ἐναλλασσόμενα ὑπὸ λόγον τὸν τοῦ σολοικισμοῦ οὐ πεσεῖται. ὡς γὰρ εὔηθες τὸ τοιοῦτον, καὶ τὸ προειρημένον. τὸ οὖν κατὰ θηλείας λεγόμενον οὗτός με ἔτυψεν οὐχ ἁμάρτημα τοῦ λόγου ·
3.10τὸ δέον γὰρ τοῦ καταλλήλου ἀνεδέξατο. εἰ γοῦν ὑπούσης θηλείας φαίη τις αὕτη με ἔτυψαν, ὁμολόγως σολοικιεῖ διὰ τὸ ἀκατάλληλον τῶν λέξεων, κἂν ἀληθεύει τὸ γένος. οὐ γὰρ ἐν τοῖς ὑποκειμένοις τὸ ἀκατάλληλόν ἐστιν κατάλληλον, ἐν δὲ τῇ συντάξει τῶν λέξεων, αἷς παρέπεται τὸ μεταποιεῖσθαι εἰς τὸ δέον, τῶν ὑποκειμένων ἁπάντοτε τῶν αὐτῶν ὄντων. ἔστι γοῦν καὶ οὐδετέρως φάναι τοῦτό με ἔτυψε, καὶ οὐ δὲ οὕτως τὰ τοῦ λόγου ἠλόγηται · κατ’οὐδένα γὰρ τρόπον ἐλλειπὲς γενήσεται, ἀναφερόμενον ἐπὶ τὸ γύναιον, καθάπερ ἐκεῖ τὸ νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔ ποτ’ἐρωεῖ · πρὸς γὰρ τὸ συνώνυμον τοῦ νέφους ἀπήντησε. καὶ ἔτι ἐπὶ πλήθους μάλα δὴ τάδε δώματα κάλ’Ὀδυσῆος, οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο · πρὸς γὰρ τὸ συνώνυμον τοῦ οἴκου παρείληπται · ἐπιφέρει γοῦν γινώσκω δ’ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται.
3.11ἦν μέντοι ἐκεῖνο παρακινδυνευόμενον, τὸ ἐν συνθέτῳ λέξει ὑποφαίνεσθαί τινα σολοικισμόν, λέγω ἐπὶ τοῦ ἑνδέκατος ἐπὶ πλέον ἐπὶ τοῦ ἑνδεκάτη. οὐ δὲ γὰρ ἐκεῖνο ἔστιν φάναι, ὅτι ἑνός ἔγκειται γενική · παρὰ γὰρ εὐθείας αἱ συνθέσεις τῶν τοιούτων γίνονται, τρεισκαιδέκατος, τεσσαρεσκαιδέκατος. καὶ οὕτως δὲ τὸ ἑνδεκάτη οὐ συνίστατο. ἐφ’οὗ σχήματος ἔστιν φάναι, τὸ μὲν ἁπλοϊκόν, ὡς παρὰ τὸν ἀριθμὸν τὸν ἕνδεκα, εἴτ’ἐκ παραθέσεως ὄντα εἴτε καὶ ἐκ συνθέσεως, παραγωγή τις ἐγίνετο τοῦ ἑνδέκατος, ὡς ἕβδομος ἑβδόματος, ἀφ’οὗ καὶ τὸ θηλυκὸν ἑβδομάτη ἑνδεκάτη. ὅτι δὲ ἐκ παραθέσεων δύο ἓν γίνεται παραγωγόν, διὰ πλειόνων ἐδείξαμεν, τὸ αὐτό ταὐτότης, παρὰ ποταμὸν μένει δεῖνα παραποτάμιος. ἔστιν δὲ καὶ οὕτως φάναι.
3.12 κἂν παρὰ τὸ δέκατος ἦν σύνθεσις, τὰ τῆς συνθέσεως ἐν λόγῳ τὴν τοῦ οὐδετέρου σύνθεσιν ἀνεδέχετο. εἴ τι γὰρ παρὰ ἀριθμὸν σύγκειται, τοῦτο ἐκ κοινότητος τοῦ ἀριθμοῦ παρελαμβάνετο, οἷον οἱ τέσσαρες αἱ τέσσαρες τεσσαρεσκαιδέκατος, τρεῖς τρεισκαιδέκατος, καὶ οἱ λοιποὶ ἀριθμοί. οὐ δὴ οὖν παρὰ τὸ εἷς ἐδύνατο τὰ τῆς συνθέσεως ἐγγίνεσθαι, ὅτι μὴ κατηγορεῖτο καὶ τὸ θηλυκόν · οὐ δὲ μὴν παρὰ τὸ μία, ὅτι μὴ συγκατηγορεῖτο καὶ τὸ ἀρρενικόν. καὶ εἰ ἀμφότερα τὰ γένη συνωθεῖται εἰς τὰ οὐδέτερα (τὸ γὰρ οὗτος καὶ αὕτη εἰς ἓν συνωθεῖται τὸ τοῦτο, καὶ πάλιν ὑποστατόν τί ἐστιν · δι’ καὶ κατὰ τοῦτο, κἂν φῶμεν ἐπὶ γυναίου τοῦτο, οὐ σολοικιοῦμεν, ὥς τινες ὑπέλαβον · καὶ περισσὸν εἰς τὸ τοιοῦτο παρατίθεσθαι), ἀναλόγως ἄρα τὸ ἕν παρελήφθη κατὰ τὴν σύνθεσιν, ἵνα μήτε τὸ ἀρρενικὸν ἐξιδιοποιήσηται μήτε τὸ θηλυκόν.
3.13ἔστι γε μήν, ὡς προείπομεν, συνεκτικωτάτη αἰτία τοῦ ἀκαταλλήλου ἥδε. τῶν μερῶν τοῦ λόγου μὲν μετασχηματίζεται εἰς ἀριθμοὺς καὶ πτώσεις, ὡς τὸ ὄνομα καὶ τὰ ἄλλα ὅσα δύναται ἀριθμὸν μετὰ πτώσεως ἐπιδέξασθαι · δὲ εἰς πρόσωπα καὶ ἀριθμόν, ὡς τὰ ῥήματα καὶ αἱ ἀντωνυμίαι · δὲ εἰς γένη, ὡς τὰ προκατειλεγμένα ὀνόματα καὶ ὅσα δύναται γένους διάκρισιν ποιήσασθαι · τινὰ δὲ οὐ δὲ ἓν τοιοῦτον ἐπιδέχεται, ὡς τὰ καθ’ἕνα σχηματισμὸν ἐκφερόμενα, ὥσπερ οἱ σύνδεσμοι καὶ αἱ προθέσεις καὶ σχεδὸν ἅπαντα τὰ ἐπιρρήματα.
3.14τὰ δὴ οὖν προκείμενα μέρη, μεταληφθέντα ἐξ ἰδίων μετασχηματισμῶν εἰς τὰς δεούσας ἀκολουθίας τῶν προκατειλεγμένων ἀριθμῶν προσώπων γενῶν, τῇ τοῦ λόγου συνθέσει ἀναμεμέρισται εἰς ἐπιπλοκὴν τοῦ πρὸς δύναται φέρεσθαι, εἰ τύχοι πληθυντικὸν πρὸς πληθυντικὸν κατὰ τὴν τοῦ αὐτοῦ προσώπου παρέμπτωσιν, γράφομεν ἡμεῖς, γράφουσιν οἱ ἄνθρωποι. τὸ γὰρ ἐν διαβάσει τοῦ προσώπου οὐ πάντως ἐξαιτήσεται τὸν αὐτὸν ἀριθμόν · οἷόντε γάρ ἐστιν φάναι τύπτουσι τὸν ἄνθρωπον καὶ πάλιν τύπτουσιν τοὺς ἀνθρώπους. αὐτὸς λόγος καὶ ἐπὶ τῶν κατὰ γένος συμπαραλαμβανομένων καὶ ἐπὶ τῶν κατὰ πτῶσιν, ἡμῶν αὐτῶν ἀκούουσιν ·
3.15πάλιν γὰρ τὸ ἐν διαβάσει ἀδιαφορεῖ καὶ κατὰ τὴν πτῶσιν καὶ κατὰ τὸν ἀριθμόν, ἡμῶν αὐτὸς ἀκούει, ἡμῶν αὐτοὶ ἀκούουσιν. ὅπερ πάλιν εἰ συνέλθοι κατὰ τὴν αὐτὴν πτῶσιν, ὑποδραμεῖται εἰς τὸ αὐτὸ πρόσωπον διὰ τὸ κατάλληλον τῆς πτώσεως, εἰ μὴ συνδεσμικὴ παρέμπτωσις ἀποσπάσει τὸ πρόσωπον, ὡς τὸ ἡμῶν καὶ αὐτῶν ἀκούουσιν. αὐτὸς λόγος καὶ ἐπὶ τῶν γενῶν.
3.16φήσομεν γὰρ οὗτοι οἱ ἄνδρες, καὶ κατὰ πλαγίαν πτῶσιν τούτους τοὺς ἄνδρας · πάλιν γὰρ τὸ ἐν μεταβάσει τοῦ προσώπου ἀδιαφορήσει καὶ κατὰ γένος καὶ κατὰ ἀριθμόν, τούτους γυνὴ ὕβρισε. περισσὸν εἰς τὸ τοιοῦτο παραθέσει χρῆσθαι · προφανὲς γὰρ τὸ λεγόμενον.
3.17εἴπερ οὖν, ὡς προείπομεν, μὴ ἐπισυμβαίη τινὶ λέξει τούτων διάκρισιν ποιήσασθαι, ἀδιαφορήσει τὸ ἐπιπλέκεσθαι ἅπασιν τοῖς προκατειλεγμένοις, λέγω γένεσι διαφόροις, πτώσεσιν, ἀριθμοῖς, προσώποις, ἄλλοις τοῖς δυναμένοις τοιοῦτό τι ἀναδέξασθαι · οὐ γὰρ δή γε ἔλεγχον ἔχει τὸν ἴδιον μετασχηματισμόν. ἔστω γὰρ σύνταξίς τις τοῦ καλῶς τῶν ὁμοίων ἐπὶ παντὸς προσώπου, ἐπὶ παντὸς ἀριθμοῦ, ὅτε φαμὲν καλῶς ἔγραψα καλῶς γράφω καλῶς γράφετε, καὶ ἐπὶ τῶν μετασχηματιζομένων χρόνων, λέγω τοῦ ἔγραψα γράψω.
3.18 δὴ τοιαύτη σύνταξις πρόδηλον ὅτι κατάλληλος · γὰρ τοῦ ἐπιρρήματος σύνοδος, οὐ δεκτικὴ οὖσα τῶν ἀριθμῶν τῶν προσώπων τῶν ἐγκλίσεων καὶ ἔτι τῶν χρόνων ὧν τὸ ῥῆμα παραδέχεται, ἀκώλυτον ἔσχε τὴν ἐπιπλοκήν, οὐκ ἐλεγχόμενον ἐκ τοῦ ὁμοειδοῦς. οὐ μὴν ἔτι ἐπὶ τοῦ καλός ταὐτὸν ἔστιν εὑρέσθαι · προσώπου γὰρ τυγχάνει τρίτου ἀριθμοῦτε τοῦ ἑνικοῦ, καὶ ἔνθεν προσίεται αὐτὸ τὸ τρίτον ἑνικὸν τοῦ γράφειν, καλὸς γράφει, καλὸς περιπατεῖ. καὶ ἐπεὶ πάλιν τὸ καλός οὐ παρέμπτωσιν χρόνου σημαίνει, ἀδιαφορεῖ τὸ ἐν διαφόροις χρόνοις συντάσσεσθαι. ἔνθεν πάλιν τὰ τετμημένα τῶν ἐπιρρημάτων εἰς διαφόρους χρόνους τοῖς μὲν διαφόροις προσώποις καὶ ἔτι ἀριθμοῖς συντάσσεται, οὐ μὴν τοῖς τοῦ μέλλοντος τοῦ ἐνεστῶτος […] […] οὐ μὴν πάλιν τὰ ἐν παρατάσει τοῦ ὅλου χρόνου παραλαμβανόμενα, λέγω ἐπὶ τοῦ νῦν καὶ τῶν ὁμοίων.
3.19 ὁμοίως δὲ καὶ ὅσα σημαινόμενον ἐγκλίσεως ἐπιδέχεται, λέγω τὸ εἴθε ἄγε · γὰρ προστακτικὴ ἔγκλισις ἀνεπίπλοκος τῇ εὐκτικῇ, καὶ οὕτως τὸ εἴθε ἀφίσταται τῶν προστακτικῶν καὶ τὸ ἄγε τῶν εὐκτικῶν. πάλιν οὖν ἀμοιρήσαντα τὰ ἄλλα ἐπιρρήματα τῆς τοιαύτης σημασίας ἀκώλυτον ἔσχον ἐν ἁπάσαις ταῖς ἐγκλίσεσι σύνταξιν. τὴν τοιαύτην σύνταξιν ἀκριβέστερον ἐν τῷ περὶ ἐπιρρημάτων ἐξεθέμεθα · περὶ ἧς ἔτι καὶ κατὰ τὸ δέον πάλιν εἰρήσεται.
3.20ἔστι καὶ ἐκ συνδέσμων τὸ τοιοῦτο παραστῆσαι, ὡς εἰς οὐδὲν ἀναμεριζόμενοι τῶν προκατειλεγμένων ἀδιαφοροῦσι τὰς συνδέσεις ποιεῖσθαι πρὸς γένη διάφορα πτώσεις διακρίσεις προσώπων. εἰ γοῦν τις πάλιν μερικὴ γένοιτο ἐπ’αὐτῶν διαφορά, ἀπολειφθείη ἂν πάλιν τῆς προκειμένης συντάξεως διὰ τὸ ἐγκείμενον τοῦ συνδέσμου. ὑπὲρ δὲ τοῦ μὴ περὶ συνδέσμων ἄρτι λέγεσθαι αὐτὸ μόνον ἑνὶ ὑποδείγματι χρησόμεθα. δὴ ἄν σύνδεσμος αὐτὸ μόνον ἐκ τηρήσεως εἴρηται ὡς παρῳχημένοις συντάσσεται, ἐξῃρημένου πάλιν τοῦ παρακειμένου.
3.21ἐφ’ἧς συντάξεως εἰ ἔροιτό τις, ἐν τῷ γράψω ἄν παρὰ τί τὸ ἀκατάλληλον ἐγένετο, οὐκ ἔστι φάναι μόνον ἐκ τῆς ἀντιλήψεως, ἀκατάλληλόν ἐστιν · οὔτε γὰρ ἀριθμοῦ ἀνθυπαλλαγὴ οὔτε ἄλλου του, δύναται διελέγξαι τὸ ῥῆμα μὴ συμπληθυνόμενον συγχρονούμενον συνδιατιθέμενον. ἦν δὲ τὸ αἴτιον τοῦτο. τὰ γεγονότα τῶν πραγμάτων σύνδεσμος ἀναιρεῖν θέλει, περιιστάνων αὐτὰ εἰς τὸ δύνασθαι, ἔνθεν καὶ δυνητικὸς εἴρηται. τὸ μὲν γὰρ ἔγραψα τὸ ἔγραφον τὸ ἐγεγράφειν ἀπὸ μέρους γεγονότα ἐστὶν καὶ ἔκπαλαι γεγονότα · ἔνθεν προσέρχεται τοῖς δυναμένοις τὴν ὕλην αὐτοῦ παραδέξασθαι, ἔγραφον ἄν, ἔγραψα ἄν, ἐγεγράφειν ἄν, οὐ μὴν τῷ γράφω γράψω · οὐ γὰρ παρῴχηται, ἵν’ἐγχωρήσῃ καὶ ἐκ τοῦ συνδέσμου ἀναίρεσις μὲν τοῦ γεγονότος, ἐπαγγελία δὲ τοῦ ἐσομένου. καὶ ἐντεῦθεν δὲ πειθόμεθα ὅτι οὐ παρῳχημένου συντέλειαν σημαίνει παρακείμενος, τήν γε μὴν ἐνεστῶσαν, ὅθεν οὐδὲν δυνησόμενον γενέσθαι παρεδέξατο καὶ διὰ τοῦτο ἀπροσδεὴς τοῦ ἄν συνδέσμου ἐγεγόνει. ἐν τῇ συνδεσμικῇ συντάξει ἐντελέστερον τὰ τοιαῦτα δεδείξεται. ἀνιτέον μέντοι ἐπὶ τὸ προκείμενον.
3.22αἱ δὴ οὖν λέξεις, ὡς προείπομεν, ἀναμεμερισμέναι κατὰ τὰς ἰδίας θέσεις, τὰς ὁπωσδήποτε παρεμπιπτούσας εἰς οὐκ ἐπιβάλλουσαν θέσιν διελέγχουσιν διὰ τῆς ἐξ αὐτῶν ἀκολουθίας. παρὸν πιστώσασθαι καὶ δι’ὧν ἠπορήσαμεν ἐν τοῖς προκειμένοις καὶ δι’ὧν παραθησόμεθα. τὸ ἐμοί ἐπὶ τρίτου οὐ τίθεται · ὑπὸ γὰρ συζύγου τοῦ οἷ διελέγχεται. καὶ σαφὲς ὅτι καὶ τὸ οἷ οὐκ ἐπὶ πρώτου διὰ τὸν αὐτὸν λόγον, ὡς οὐ δὲ τὸ γράφω ἀντὶ τοῦ γράφει οὐ δὲ μὴν τὸ γράφει ἀντὶ τοῦ γράφω. αὐτὸς λόγος καὶ ἐπὶ τῶν δευτέρων προσώπων. πῶς οὖν αὐτός τρίτου καθεστῶσα σύνταξιν τὴν κατὰ τὸ πρῶτον καὶ δεύτερον ποιεῖται; ἕνεκα τοῦ μὴ ἔχειν ἀκόλουθον πρόσωπον κατὰ συζυγίαν, συνελέγξει τὸ ἀλλότριον τοῦ προσώπου. ἔνθεν γὰρ οἶμαι ἐρρυηκέναι καὶ τὸ ἀκόλουθον πρὸς τὰ ἀναμερισθέντα μόρια ἐν τῇ δεούσῃ ἀκολουθίᾳ. καὶ σαφὲς ὅτι τὸ μὴ γενόμενον ἐν προσώπου ἀκολουθίᾳ οὐ δὲ παρὰ τὸ ἀκόλουθον τῶν προσώπων ἁμαρτήσεται, γενόμενόν γε μὴν ἐν γένους ἀκολουθίᾳ καὶ πτώσεως καὶ ἀριθμοῦ οὐκέτι συνοισθήσεται παρὰ τὸ δέον τῶν προκειμένων ·
3.23ἐμὲ γὰρ αὐτόν καὶ ἡμᾶς αὐτούς. σαφὲς δὲ πάλιν καὶ ἐκ τῶν ἄλλων ἀντωνυμιῶν, αἳ γένος οὐ διακρίνασαι ἀκώλυτον ἔχουσι τὴν ἐν τοῖς τρισὶ γένεσιν ὑπαγωγήν · φαμὲν γοῦν σὺ αὐτός σὺ αὐτή καὶ ἔτι ἐμοὶ αὐτῷ καὶ ἐμοὶ αὐτῇ, καὶ οὐ κακία τὸ τοιοῦτο, ὅτι μὴ ἐνεχώρει τὸ δυνάμενον ἐλέγξαι τὴν κακίαν. αὐτὸς λόγος καὶ ἐπὶ τῆς οὗτος καὶ ὅδε · πάλιν γὰρ ἀκώλυτον τὸ ὅδ’ἐγώ καὶ οὗτος ἐγώ, καθὼς προείπομεν. λύεται δὲ κἀκεῖνο τὸ ἄπορον, ὡς τὸ ἑαυτούς καὶ ἐπὶ πρῶτον συνέτεινεν · ὅπερ ἦν ἂν ἐν κακίᾳ, εἰ διηλέγχετο ὑπὸ τοῦ ἐμαυτούς ὡς παρὰ τὸ πρόσωπον ἡμαρτημένον. ἀνεξέλεγκτον οὖν καθεστὼς ἀδεεστέραν τὴν σύνταξιν κατὰ τῶν προσώπων ἐποιήσατο.
3.24καὶ ἐπὶ ῥημάτων δὲ αὐτὸς λόγος. πᾶσαι γοῦν αἱ ἐγκλίσεις, μερισθεῖσαι εἰς πρόσωπα καὶ ἀριθμούς, τὸ ἀκατάλληλον συνελέγχουσιν διὰ τῶν ἀριθμῶν καὶ τῶν προσώπων · γε μὴν ἀπαρέμφατος τούτων ἀμοιρήσασα ἐπιτρέχει καὶ ἐπὶ πάντα τὰ πρόσωπα καὶ ἅπαντας τοὺς ἀριθμούς, γράφειν ἐμέ, γράφειν ἡμᾶς, γράφειν σέ, γράφειν ὑμᾶς. καὶ ἐπεὶ πάλιν οὐκ ἀμοιρεῖ διαθέσεως χρόνων, παρὰ τὴν τούτων ἐναλλαγὴν τὸ ἀνακόλουθον ἐπιδείκνυται. φυσικώτερον δέ πως καὶ ψυχικῆς διαθέσεως ἔγκλισις ἀμοιρήσασα οὐκ ἐμποδίζεται καὶ ἀντὶ πασῶν ἐγκλίσεων παραλαμβάνεσθαι, προστιθεμένου τοῦ ἰδιώματος τῆς ἐγκλίσεως, καὶ πάλιν πᾶσαν ἔγκλισιν εἰς ταύτην ὑποστρέφειν.
3.25τὸ γὰρ γράφε δύναται ἴσον εἶναι τῷ γράφειν σοι προστάσσω, ἀναγκαίως καὶ τοῦ προστάσσειν ἐγκειμένου καὶ τοῦ ἀντωνυμικοῦ · τούτων γὰρ ἠμοίρει τὸ ἀπαρέμφατον · περιπατοίης εὔχομαί σε περιπατεῖν, γράφεις ὁρίζομαί σε γράφειν. πρόδηλος καὶ ἐκ τούτων μετάληψις, γράφοι Διονύσιος ηὔξατο γράφειν Διονύσιον, γραφέτω Διονύσιος προσέταξεν γράφειν Διονύσιον. διὰ τί μέντοι αἱ συνοῦσαι πτώσεις εὐθεῖαι πλάγιοι γίνονται, ἀκριβώσομεν ἐν τῷ περὶ ῥημάτων, ἐν καὶ διαληψόμεθα περὶ τῆς παρεπομένης καθόλου συντάξεως τῶν ἀπαρεμφάτων.
3.26παρὸν καὶ ἐκ τῶν μετοχῶν αὐτὸ πιστώσασθαι, αἷς προσδίδωσι μὲν ἐκ τῶν ῥημάτων μετάληψις γένος καὶ πτῶσιν καὶ τὸν ἐν τούτοις ἀριθμόν, ἀφαιρεῖται δ’αὖ τὴν προσώπου διάκρισιν καὶ ψυχικὴν ἔννοιαν. καὶ ἕνεκα τούτου παρὰ τὰ ἀφῃρημένα οὐχ ἁμαρτάνομεν, ἐν μὲν προσώποις γράψας ἀνέστην, γράψας ἀνέστης, γράψας ἀνέστη, ἐν δὲ ἐγκλίσεσι γράψας ἀνασταίην, γράψας ἀνάστηθι · τά γε μὴν ἐμμείναντα, λέγω διάθεσιν χρόνων διαφοράν, τῷ ἀκαταλλήλῳ λόγῳ ὑποπίπτει, εἰ παρὰ τὸ δέον συνταγείη.
3.27ὁμόλογον δ’ὅτι καὶ τὰ συνεμπεσόντα κατὰ γένος πτῶσιν πρόσωπον τι τῶν δυναμένων τὴν ταὐτότητα ἀπενέγκασθαι κατὰ φωνὴν ἀποστήσεται τῆς τοῦ ἀκαταλλήλου κακίας. ἔσθ’ὅτε γὰρ ἐν οὐ δεούσῃ συντάξει καταγινόμενα μέτεισιν ἐφ’ἑτέραν σύνταξιν ἐν λόγῳ δυναμένην παραλαμβάνεσθαι διὰ τὸ συγκεχυμένον τῆς φωνῆς. ἔστω γάρ τι σοφός κλυτός τι τῶν δυναμένων ὑπὸ τριγένειαν πίπτειν, ἔστω δὲ καὶ τὸ θεός τι τῶν δυναμένων κατὰ κοινότητα μόνον ἀκούεσθαι. ἐφ’ὧν τῆς συντάξεως τὸ μὲν θεός, κἂν ἐπὶ θηλυκοῦ τάσσηται, ἀνενδοίαστον κατὰ τὸ γένος ἐστίν, οὔ γε μὴν τὸ κλυτός ἄγριος ταὐτὸν πείσεται. καὶ ἔνθεν γνωρίζεται τὸ κλυτὸς Ἱπποδάμεια καὶ ἄγριον ἄτην ἐν ὑπαλλαγῇ γένους καθεστῶτα. δι’ καὶ τὸ παρ’Ἀθηναίοις μὰ τὼ θεώ οὐκ ἐν τῷ θεώ τὸ σχῆμα ἐπεδείξατο, ἐν δὲ τῷ συνόντι ἄρθρῳ, οὐ κοινωνοῦν τῷ θηλυκῷ ἐδείκνυεν ὡς καὶ τὸ θεός νῦν ἀρρενικόν ἐστι ·
3.28δῆλον γὰρ ὅτι, εἰ ἀφαιρεθείη τὸ ἄρθρον, καὶ τὰ τοῦ σχήματος ἀποστήσεται. οὐ γὰρ ὅμοιόν ἐστι τῷ καλυψαμένω χρόα καλόν οὐ δὲ τῷ οὐκ ἂν ἐφ’ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ, εἴγε τὰ τοιαῦτα δι’αὑτῶν ἐπεδείξατο τὰ σχήματα, τὸ δὲ προκείμενον διὰ τῆς τοῦ ἄρθρου παραθέσεως.
3.29προφανὴς λόγος ἐπὶ ἁπάντων τῶν χρόνων, εἴγε τις μὴ ἐνδεέστερον τὴν τούτων διάκρισιν γινώσκοι. τὸ γράφω καὶ ἔγραφον ὁμόλογον ὅτι χρονικῶς διαφέρει, καὶ οὐχ οἷόντε φάναι ἐχθὲς γράφω, ἐπί γε μὴν παρατατικοῦ ἐχθὲς ἔγραφον. ὁμόλογον δὲ κἀκεῖνό ἐστιν. ὡς τοῦ γράφω μετοχὴ γράφων ἐστίν, καὶ οὐχ οἷόντε ἦν φάναι ἐχθὲς γράφων, ὅτι μη δὲ ἐχθὲς γράφω. ἀλλ’οὖν γε παρεδέξατο μετοχὴ τὸ ἐπίρρημα, καθὸ συνέμπτωσιν ἐπεδέχετο τὴν τοῦ παρατατικοῦ · φαμὲν γοῦν οὕτως, ἔγραφον καὶ ἠνιώμην, ἐφ’ἧς συντάξεως μετάληψις γενήσεται γράφων ἠνιώμην. αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἀπαρεμφάτων. πάλιν γὰρ τὸ γράφειν, μεταληφθὲν ἐξ ἐνεστῶτος καὶ παρατατικοῦ κατὰ τὴν αὐτὴν φωνήν, ἐν τῇ προκειμένῃ συντάξει τῶν ἐπιρρημάτων κατάλληλον ἀποτελεῖ λόγον · οἷόντε γὰρ φάναι συνέβη ἐχθὲς γράφειν Ἀπολλώνιον καὶ συνέβη σήμερον γράφειν. οὔ γε μὴν ἐπὶ τῶν ἕνα χρόνον ὑπαγορευόντων τὸ τοιοῦτον ἂν εὕροις, λέγω ἐπὶ τοῦ γράψειν, γράψειν ἐχθές · ἐπί γε μὴν πάλιν τοῦ ἀσυνεμπτώτου, λέγω τοῦ γράψαι, συνέβη ἐχθὲς γράψαι Ἀπολλώνιον.
3.30ἔστι καὶ ἐπὶ διαθέσεως τὸ τοιοῦτον ἐπιδεῖξαι. τὰ γὰρ καλούμενα μέσα σχήματα συνέμπτωσιν ἀνεδέξατο ἐνεργητικῆς καὶ παθητικῆς διαθέσεως, ὥς γε ἀκριβέστερον ἐπιδείξομεν ἐν τῇ δεούσῃ συντάξει τῶν ῥημάτων, καὶ ἔνθεν οὐ παρὰ τὰς διαθέσεις ἁμαρτάνεται. τὸ γὰρ ἐλουσάμην καὶ ἐποιησάμην καὶ ἐτριψάμην καὶ τὰ τούτοις ὅμοια ἔχει ἐκδηλοτάτην τὴν σύνταξιν ὁτὲ μὲν ἐνεργητικήν, ὁτὲ δὲ παθητικήν, εἴγε τὸ ἔτριψα τοῦ ἐτριψάμην διαφέρει καὶ τὸ ἔλουσα τοῦ ἐλουσάμην, παράκειται δὲ τῷ ἐποίησα τὸ ἐποιησάμην καὶ ἔτι τῷ προῆκα τὸ προηκάμην. οἵ γε μὴν ἀπειρότερον περὶ τὰς τούτων διαφορὰς καταγινόμενοι οἴονται ἔσθ’ὅτε παθητικὰς διαθέσεις ἐντὶ ἐνεργητικῶν παραλαμβάνεσθαι, οὐ μικρὸν ἁμάρτημα προσάπτοντες τοῖς λόγοις. τὸ γὰρ ἀντὶ ἐνεργητικοῦ παθητικῷ χρῆσθαι λόγου ἐστὶν τοῦ ἀκαταλλήλου · οὐκ ἂν γοῦν τις τὸ φύσει ἐνεργητικὸν τὸ φύσει παθητικὸν εὕροι ἂν ἐν ὑπαλλαγῇ τῶν διαθέσεων, λέγω τὸ ἐποίησα ἀντὶ τοῦ ἐποιήθην τὸ ἐποιήθην ἀντὶ τοῦ ἐποίησα. ὁμόλογον οὖν τὸ ἀμφοτέρω κεκοπώς πεπληγὼς ἀγορῆθεν ῥάβδῳ πεπληγυῖα ὅτι ῥα θνῄσκοντας ὁρᾶτο, τὰ τούτοις ὅμοια, ὡς διὰ τὸν προειρημένον λόγον τῆς μεσότητος οὐκ ἀνθυπήλλακται κατὰ τὴν διάθεσιν, κατὰ δὲ τὸν δέοντα λόγον τῆς συντάξεως ἐπ’ἀμφοτέρας τὰς διαθέσεις ἔφθασαν.
3.31ἔστι καὶ ἐπὶ συνεμπτώσεως προσώπων ταὐτὸν ἐπιδεῖξαι. τὸ γὰρ νικῶ πρώτου ὂν προσώπου οὐ μετελεύσεται ἐπὶ δευτέρου, καθ’οὗ ἔχει δεύτερον τὸ νικᾷς · ἀλλ’ἐπεὶ πάλιν προστακτική τις προφορὰ ἐν δευτέρῳ προσώπῳ ἀναμένει τὴν φωνήν, κἂν ἐπὶ δευτέρου τιθῆται, καταλληλότητα ἀναδέχεται, ὡς ἔφαμεν, γενόμενον προστακτικόν. μέτεισιν λόγος καὶ μέχρι τοῦ τρίτου, δύναται περιγράφεσθαι τῆς συνεμπτώσεως διὰ τὴν προσιοῦσαν τοῦ ι γραφήν · ὅμως γοῦν ἀκουόμενον συνεμπίπτει τῇ πρὸς τὸ πρῶτον καὶ δεύτερον προφορᾷ, καὶ ἔστιν ἐν τῷ δέοντι λόγῳ, ἐὰν ἐπακολουθοῦσα αὐτῷ ἔγκλισις συνῇ, λέγω εὐκτική, ὡς ἔχει τὸ παρ’Ἀλκμᾶνι νικῷ δ’ κάρρων, καὶ ἔτι ἐν τῷ Ὁμηρικῷ τρυπῷ δόρυ νήϊον ἀνήρ. σαφὲς γὰρ ὅτι ἐν ὁριστικῇ ἐγκλίσει ἀκατάλληλόν ἐστιν, ἐν δὲ τῇ εὐκτικῇ κατάλληλον, ὥς γε καὶ ἐν τοῖς προκειμένοις τὸ μὲν νικῶ ἐγώ πρὸς τὸ νικῶ σύ. ὁριστικὸν γὰρ ὂν ἀκατάλληλόν ἐστιν, χρὴ γὰρ νικᾷς σύ, προστακτικὸν δὲ κατάλληλον. ἀπόχρη τὸ παράδειγμα εἰς ἀφορμὴν τῶν παραπλησίων τοῖς ἀνελλειπέστερον κεκλικόσι τὰ ῥήματα.
3.32ἔστι καὶ ἐξ ἀριθμοῦ τοῦ ἐν ὀνόμασιν ταὐτὸν ἐπιδεῖξαι. τὸ γὰρ φίλων τι τῶν τοιούτων, γενικῆς ὂν πληθυντικῆς τριγενείαςτε τῆς ὑπούσης, σύνταξιν ἀπαιτήσει κατὰ τὴν ταὐτότητα τοῦ προσώπου γενικῆς πληθυντικῆς, οὐκ ἐν γένει δυναμένην ἀκατάλληλον εἶναι διὰ τὸ συγκεχυμένον τοῦ γένους (οἷόντε γὰρ φάναι φίλων περιπατούντων καὶ φίλων περιπατουσῶν), ἔν γε μὴν πτώσει ἀριθμῷ, εἰ φαίη τις φίλων περιπατοῦντας περιπατοῦντα · οὐ μὴν ἐν τῷ Φίλων περιπατῶν περιπατεῖ, ἐπεὶ πάλιν εὐθεῖα ἑνικὴ συνεμπέπτωκε. πάλιν γὰρ προφανὴς λόγος ἐπὶ τῶν ὁμοίων.
3.33ἀλλὰ καὶ ἐπὶ ῥημάτων. τὸ γὰρ ἔλεγον καὶ τὰ ὅμοια ἑνικά ἐστι πρώτου προσώπου, ὅμοια ὄντα τῷ ἔγραψα, ἔλεξα. ἐφ’ὧν εἴ τις φαίη ἔλεξα ἐκεῖνοι, ἀκατάλληλον λόγον παραστήσει καὶ ἕνεκα τοῦ πρώτου προσώπου καὶ ἕνεκα τοῦ ἀριθμοῦ, οὐ μὴν ἐν τῷ ἔλεγον ἐκεῖνοι · πάλιν γὰρ συνέμπτωσις πρὸς τὸ τρίτον πληθυντικὸν τὸ ἀκατάλληλον παρῄτηται, καθὸ δέουσα σύνταξις γέγονεν πρὸς τὸ πληθυντικόν. ὑπεξῃρήσθω τὰ Δωρικά · γὰρ παρ’αὐτοῖς καταβιβαζομένη ὀξεῖα ἐπὶ πληθυντικῶν ἀφίστησι τὴν πρὸς τὸ ἑνικὸν συνέμπτωσιν.
3.34ἔστιν καὶ κατὰ τὰς πτώσεις τὸ τοιοῦτο παραστῆσαι. τὰ γὰρ ἀναμερισθέντα εἰς πέντε πτώσεις τὰς ἀνθυπαλλαγὰς τῶν πτώσεων ἐμφανίζει, ἃς παραδεχόμεθα κατὰ τὸν τῶν σχημάτων λόγον, ἐθιμώτερον διαλέκτου τὸ τοιοῦτον ἐνδειξαμένης, ἀπαραδέκτους ποιούμεθα κατὰ τὸν τοῦ ἀκαταλλήλου λόγον. οὐχ ὑποπίπτουσα γὰρ ἀρχαϊκῇ χρήσει, ἀπειράκις κατὰ τὸ αὐτὸ παρειλημμένη […] […] τὸ ἠέλιόςθ’, ὃς πάντ’ἐφορᾷς, δός, φίλος, φίλτατ’Αἴας, ἄπειρα τὰ τούτοις ὅμοια, τὸ Ἀττικὸν σχῆμα παραστήσει, καθότι, ὡς ἔφαμεν, κλητικὴ ἕτερον τέλος ἀπῄτει. ἀντεστραμμένως, ὅτε κλητικὴ ἀντ’εὐθειῶν παραλαμβάνεται κατὰ Μακεδονικὸν ἔθος Θεσσαλικόν, ὡς οἱ πρὸ ἡμῶν τὸ τοιοῦτον ἐπιστώσαντο, αὐτὰρ αὖτε Θυέστ’Ἀγαμέμνονι, συνελέγχοντος καὶ τοῦ ἄρθρου τὴν παραλλαγὴν τῆς πτώσεως. ἀλλ’ὁπηνίκα κλητικὴ καὶ εὐθεῖα συνεμπίπτει, εὐθέως καὶ τὰ προκείμενα τῶν σχημάτων ἀφίστανται · οὐδετέρα γὰρ τῶν πτώσεων εἰς ἔλεγχον τοῦ σχήματος δύναται παραλαμβάνεσθαι, οὔθ’ὅτι κλητικὴ ἀντ’εὐθείας, οὔθ’ὅτι εὐθεῖα ἀντὶ κλητικῆς.
3.35καὶ δῆλον ὅτι διὰ τὴν τοιαύτην συνέμπτωσιν Τρύφων ἐν τῷ περὶ προσώπων αἴτιος ἀφορμῆς ἐγένετο τοῖς ἐθέλουσιν πρὸς αὐτὸν ἀντιλέγειν, οὐ παραδεξάμενος τὴν συνέμπτωσιν τῆς εὐθείας καὶ τῆς κλητικῆς ἐπὶ τῆς σύ ἀντωνυμίας. φησὶν γὰρ μόνης εἶναι κλητικῆς διὰ σύνταξιν τὴν πρὸς τὸ δεύτερον πρόσωπον τῶν ῥημάτων · ὡς γάρ φαμεν Ἀρίσταρχε γράφε καὶ ἔτι ἐπὶ ὁριστικῆς προφορᾶς Ἀρίσταρχε ἀναγινώσκεις καὶ κατ’ἐπερώτησιν, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ σὺ γράφε σὺ γράφεις τὴν κλητικὴν ὁμολογεῖ. κἀκεῖνο δὲ παρατίθεται, ὡς μὲν εὐθεῖα ἐν τρίτῳ προσώπῳ νοεῖται, γε μὴν κλητικὴ ἐν δευτέρῳ, οὗ ἐστι καὶ σύ · καὶ δῆλον ὅτι κατὰ τὸν λόγον τῆς κλητικῆς. πιστοῦταίτε πρὸς τοὺς ζητήσαντας, πῶς ἂν συσταίη κλητικὴ εὐθείας μὴ οὔσης, τῷ καὶ εὐθείας μὲν οὔσης μὴ ὑπάρχειν κλητικὴν ἐπὶ τῆς ἐκεῖνος καὶ ἐπὶ τῆς αὐτός καὶ ἐπὶ τῶν οὐ δυναμένων κλητικὴν ἐπιδέξασθαι.
3.36τὴν πρὸς αὐτὸν ἀντίρρησιν γενομένην ἐπιτομώτερον ἐκθησόμεθα, ἐκεῖνο ἔτι προστιθέντες, ὡς μᾶλλον παρακινδυνεύεται σύ ἀντωνυμία κατὰ τὴν τῆς κλητικῆς σύνταξιν ὡς οὐ δεόντως παρειλημμένη ἤπερ κατὰ τὴν τῆς εὐθείας σύνταξιν. ἔχει δὲ τὰ τοῦ λόγου οὕτως. τὸ πρῶτον, ὅτι μάτην ἐν τοῖς ὀνόμασιν εὐθεῖα παραβάλλεται τῇ τῶν ἀντωνυμιῶν · τοῦτο γὰρ ἐξαίρετον ἔσχεν ἀντωνυμία, τὸ καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ προσώπῳ ἐν εὐθείᾳ παραλαμβάνεσθαι, οὐ δυναμένων τῶν ὀνομάτων τὸ τοιοῦτον ἀναδέξασθαι, καθὼς παρεστήσαμεν. ἀλλ’εἰ καθὸ δεύτερον πρόσωπον, διὰ τοῦτο κλητική, οὐδὲν κωλύει καὶ τὰς ὑπολοίπους τῶν πλαγίων κατὰ δεύτερον πρόσωπον κλητικὰς εἶναι · καθάπερ οὖν ἐκεῖναι ἀντ’ὀνομάτων ἐν πλαγίᾳ πτώσει κεκλιμένων παρελήφθησαν, οὕτως καὶ σύ ἀντ’εὐθείας. εἰ τὸ σοὶ ὄντι ἀγαθῷ καὶ σὲ ὄντα ἀγαθόν τῶν αὐτῶν πτώσεων, δῆλον ὅτι καὶ τὸ σὺ ὢν ἀγαθός. εἰ τὰ ῥήματα μιᾶς συντάξεως ἔχεται καὶ τὸ ἐγώ εἰμι ὀρθῆς καὶ τὸ ἐκεῖνός ἐστιν ὀρθῆς, δῆλον ὅτι καὶ τὸ σὺ εἶ τῆς αὐτῆς πτώσεως. εἰ τὸ εἶ οὐδέποτε κλητικῇ συντάσσεται, εὐθεία δέ, Ἀρίσταρχος εἶ, γραμματικὸς εἶ, οὐ μὴν Ἀρίσταρχε εἶ οὐ δὲ γραμματικὲ εἶ, πῶς οὐ δοθήσεται ὅτι τὸ σὺ εἶ ἐν εὐθείᾳ συντάξει ἐστίν;
3.37(οὐ δὲ γὰρ ἐκεῖνο ἀληθές ἐστιν, ὡς ἁπάντοτε αἱ εὐθεῖαι τῶν ὀνομάτων ἐν τρίτοις καταγίνονται, καθὼς ἐπεδείξαμεν ὅτι τὰ ὑπαρκτικὰ τῶν ῥημάτων τὰς εὐθείας συνεγκλείει εἰς τὸ πρῶτον καὶ δεύτερον πρόσωπον). εἴπερ τὰ πρῶτα πρόσωπα πληθυντικὰ ὄντα σύλληψιν ἀναδέχεται δευτέρου καὶ τρίτου τῶν κατὰ τὴν αὐτὴν πτῶσιν, ἡνίκα φαμὲν κατὰ μὲν μερισμὸν ἐμοὶ καὶ σοὶ καὶ Διονυσίῳ ἐλάλησεν Τρύφων, κατὰ δὲ σύλληψιν ἡμῖν ἐλάλησεν Τρύφων, καὶ ἐπὶ τῶν λοιπῶν, πῶς οὐκ ἂν δοθείη τὸ ἐγὼ καὶ σὺ καὶ Τρύφων ἐν ταῖς αὐταῖς πτώσεσιν καταγίνεσθαι συνόντος πάλιν τοῦ κατὰ σύλληψιν πληθυντικοῦ ἐν εὐθείᾳ, ἡμεῖς παραγινόμεθα.
3.38 ἔστιν κἀκ τῆς συντάξεως τῶν συνδέσμων παραστῆσαι.
3.39συνδεόμενα τὰ πτωτικὰ κατὰ τὴν αὐτὴν κοινότητα τῶν ῥημάτων πάντως καὶ τῆς αὐτῆς πτώσεως ἔχεται, ἐμοὶ χαρίζεται Τρύφων σοὶ Διονυσίῳ, ἐμοῦ ἀκούει Τρύφων σοῦ Θέωνος, καὶ σαφὲς ὅτι τὸ παρεμπῖπτον ἀλλότριον τῆς πτώσεως σολοικισμὸν ποιήσει παρέμπτωσιν ἑτέρου ῥήματος · ἐμοῦ ἀκούει Τρύφων σοῦ Δίωνος, διὰ τὴν κοινότητα τοῦ ῥήματος, ἐπεὶ οἷόντε φάναι ἐμοῦ ἀκούει Τρύφων σοὶ ὁμιλεῖ. ὁμολόγως οὖν ἑνὸς ὄντος τοῦ ῥήματος καὶ λόγου καταλλήλου ὄντος δίδοται καὶ τὰς αὐτὰς πτώσεις εἶναι. ἐγὼ οὖν ἀπέρχομαι σὺ Διονύσιος · καὶ εἰ μὲν ἀκατάλληλος λόγος, εἴη ἂν καὶ τὸ σύ ἑτέρας πτώσεως, εἰ δὲ κατάλληλος, δίδοται τὸ καὶ εὐθείας εἶναι. ἀλλ’οὐ δ’ἐκεῖνο δίδωμι, ὡς καὶ τὸ σὺ γράφεις ἔχει ἐν κλητικῇ συντάξει.
3.40τὸ γὰρ τοιοῦτον οὐ παραστήσει τὸ σύ, ὅτι καὶ εὐθείας, ἀλλ’ὅτι καὶ κλητικῆς · ὅπερ ἑνούμενον εὐθείας ἐστίν, ὅμοιον τῷ ἐγὼ γράφω κἀκεῖνος γράφει, ἐπεχόμενον δὲ κατὰ τὴν σύ καὶ ἐπιστρέφον τὸ προσφωνούμενον κλητικὴν ὁμολογήσει οὐ δεόντως παρειλημμένην κατὰ τὸ ἀντωνυμικὸν ἔθος. ἐδείξαμεν γὰρ ὅτι οὐ δυναμένων τῶν ὀνομάτων παραλαμβάνεσθαι ἐπενοήθη τὸ μόριον · δὲ κλητικὴ τῶν ὀνομάτων φθάνει κατὰ δεύτερον πρόσωπον, καὶ σαφὲς ὅτι ἐν κλητικῇ περισσὴ ἀντωνυμία ἐστίν. οὐ δὲ γὰρ ἔχει ἀπολογίαν ἥνπερ ἔσχον αἱ κατὰ τρίτον πρόσωπον ἀντωνυμίαι, ὡς δυναμένων τῶν ὀνομάτων παραλαμβάνεσθαι περισσαὶ αὗται ἐγένοντο ·
3.41ἐφ’ὧν ἦν λόγος ὡς ἕνεκα τῆς δείξεως τῆς ἀναφορᾶς παρειλημμέναι εἰσίν, καθὸ ἠδυνάτει πάλιν τὸ ὄνομα τὸ τοιοῦτον ἐμφανίσαι. παραλαμβανομένη γὰρ σύ κατὰ κλητικὴν οὔτε ἀναφορὰν ἠδύνατο παραστῆσαι, δευτέρου γὰρ προσώπου, οὔτε τὴν δεῖξιν, καθὸ οἱ προσφωνούμενοι ἐπιστρέφονται καὶ οὐ δείκνυνται, ὅπου γε καὶ ἐπὶ τοὺς μὴ ὑπ’ὄψιν πίπτοντας φθάνει κλητική. οἵ γ’οὖν προσφωνούμενοι διὰ τῆς ἀντωνυμίας δυσανασχέτως ἔχουσιν, σαφὲς ὅτι ἐπιζητοῦντες τὸ ἴδιον ὄνομα, καίπερ ἐπὶ τῶν συζύγων ἀντωνυμιῶν τοῦ τοιούτου παρεπομένου · οὐ γὰρ ἐνεχώρει ὀνοματικὴ θέσις, καθὼς ἐπεδείξαμεν. πῶς οὖν οὐ δεόντως παραλαμβανομένη ἀντωνυμία παρώσεται μὲν τὴν ἀναγκαίως παρειλημμένην κατὰ δεύτερον πρόσωπον ἐν εὐθείᾳ πτώσει, αὐτὴ δὲ ἀποίσεται τὸ μόνης εἶναι κλητικῆς; περισσὸν οἶμαι ἐπεισάγειν ἄλλας συντάξεις τοῦ λόγου ἀνενδοιάστως ἀποδειχθέντος.
3.42ἐκεῖνό γε μὴν οὐ δοκεῖ μοι παρέλκειν, τὸ καὶ ὑπὲρ τῶν ὑπολοίπων κλητικῶν, λέγω ἐν ἀντωνυμίαις, προσδιασαφῆσαι, ὡς κατὰ τὸν αὐτὸν μὲν λόγον καὶ αἱ δυϊκαὶ καὶ αἱ πληθυντικαὶ σύνεισι καὶ ἐν κλητικῇ τοῦ αὐτοῦ ὑπόντος λόγου, πάλιν ἐν ὁμοφωνίᾳ οὖσαι ταῖς κατ’εὐθεῖαν, οὔ γε μὴν ἐν πρώτῳ τρίτῳ, καθότι οὔτε ἑαυτόν τις προσκαλεῖται οὔτε τὰ ἀπόντα καὶ κεχωρισμένα τῶν προσώπων · κλητικὴ γὰρ παρόντος προσώπου πτῶσίς ἐστιν, τοσαύτην ἔχοντος ἀπόστασιν ἐφ’ἣν ἂν φωνὴ συντείνειεν. ὀρθῶς οὖν οὔτε αὐτός κλητικὴν ἔχει, ἄπεστι γάρ, οὔτε ἐκεῖνος · εἰς ἀπόστασιν γὰρ προσώπου ἐπενοήθη, ἥτις μάχεται τῷ ἰδιώματι τῆς κλητικῆς. γοῦν οὗτος, οὐ ταὐτὰ ἐπιδεξαμένη ταῖς προκειμέναις ἀντωνυμίαις, δεόντως καὶ ἐπὶ κλητικῆς τίθεται. δι’ καὶ μάτην κατεμέμψαντο τὴν τῶν ἀρχαίων χρῆσιν, αὐτὸ μόνον ὑπολαβόντες ὡς τὸ τρίτον πρόσωπον ἐν ἀντωνυμίαις ἀπαράδεκτόν ἐστι κλητικῆς πτώσεως. ἦν δὲ οὐ τὸ τρίτον, τὸ δὲ παρεπόμενον τῷ τρίτῳ, ἐπεὶ καὶ τὰ ὀνόματα τρίτου ἐστὶν προσώπου καὶ οὐκ ἀμοιρεῖ κλητικῆς πτώσεως.
3.43ἀκόλουθόν ἐστιν διαλαβεῖν καὶ περὶ τῶν ἐν ταῖς κτητικαῖς κλητικῶν. αἱ μὲν οὖν τοῦ πρώτου προσώπου καὶ ἕνεκα τοῦ παρεπομένου λόγου συνίστανται καὶ ἔτι τῆς συνούσης χρήσεως. οἷόντε γὰρ προσφωνεῖν τὰ ὑπακουόμενα κτήματα, ὅπου γε καὶ ἐν εὐθείᾳ πρὸς πρόσωπον λέγεται κατὰ τὰς ὑπαρκτικὰς συντάξεις, ἡμέτερος ὑπάρχεις φίλος, ἐμὸς εἶ γνώριμος. ἀλλὰ πατὴρ τεός εἰμι ἔστι δὲ καὶ τὰ τῆς χρήσεως, ἡνίκα Νέστωρ τοὺς ἰδίους παῖδας προσφωνεῖ παῖδες ἐμοί, καὶ ἔτι παρὰ Καλλιμάχῳ ἐμαὶ τοῦ ἀπιόντος ἄγκυραι, καὶ ἐπὶ τῆς συλλαμβανούσης τοὺς ἄλλους παῖδας Ἀθηνᾶς πάτερ ἡμέτερε Κρονίδη.
3.44 γε μὴν κατὰ τρίτον ὑπὸ μὲν τοῦ λόγου συνίσταται · οἷόντε γὰρ τό τινος κτῆμα προσφωνεῖν, ὡς ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τῶν κτητικῶν ὀνομάτων. καὶ ταῦτα γὰρ ἐν δυσὶ τρίτοις προσώποις καταγινόμενα ἔχει χρῆσιν τῆς κλητικῆς, Ἀριστάρχειε, Αἰάντειε, Τελαμώνιε. ὅπερ ἂν συμβαίη καὶ ἐπὶ τῶν ἀντωνυμιῶν · συσταίη γὰρ ἂν σφέτερε · οὔ γε μὴν τὰ τῆς χρήσεως ἐγένετο ἡμῖν ἐμφανῆ.
3.45τὰ γὰρ ἐπὶ δευτέρου προσώπου οὐ μόνον χρῆσις κατέλειψεν, ἀλλὰ καὶ λόγος ἀδυνατεῖ συνέχειν, οὐχ, ὡς οἴεται Ἅβρων, ὅτι διάφορος ἐπ’αὐτοῖς ἀριθμὸς γενήσεται. τὸ γὰρ ὑμέτερε, φησί, πληθυντικὸν μὲν ἀκουσθήσεται κατὰ τὸν κτήτορα, ἑνικὸν δὲ κατὰ τὸ κτῆμα · καὶ σαφὲς ὅτι δώσει τὸ ὑπάρξαι κλητικὴν δευτέρου προσώπου ἰσαρίθμου καθεστώσης τῆς ἀντωνυμίας, εἴ τις φαίη ὑμέτεροι. ἔστιν οὖν αἴτιον τοῦ μὴ συνίστασθαι τὴν ἀντωνυμίαν τὸ διάφορον τῆς πτώσεως, ἔχοντος τοῦ λόγου οὕτως.
3.46πᾶν πρόσωπον πληθυντικὸν συνέστηκεν ἐξ ἑνικῶν ὁμοιοπτώτων, ἐάντε κατὰ σύλληψιν διαφόρων προσώπων, ἐάντε καὶ ἐξ ὁμοειδῶν συνεστήκῃ. διαφόρων μὲν οὖν προσώπων, ἐμὲ καὶ σὲ καὶ τοῦτον ἐθεάσατο Τρύφων, γενήσεται ἡμᾶς ἐθεάσατο Τρύφων · ἐμοὶ καὶ σοὶ καὶ τοῖς περὶ Διονύσιον ἐλάλησεν Τρύφων, γενήσεται ἡμῖν ἐλάλησεν · ἐκ δὲ τῶν αὐτῶν προσώπων σὲ καὶ σὲ ἐθεάσατο Δίων ὑμᾶς ἐθεάσατο Δίων, τοῦτον καὶ τοῦτον μέμφομαι τούτους μέμφομαι. δεδομένου δὲ τοῦ τοιούτου δίδοται κἀκεῖνο, ὡς πάντα τὰ δεύτερα πρόσωπα προσφώνησιν ἔχει τὴν πρὸς αὐτά, ὡς ἔχει τὸ ὑμῶν, ὑμᾶς. τὸ δὴ οὖν ὑμέτεροι δευτέρου ἐστὶν προσώπου κατ’ἄμφω τὰ πρόσωπα · καὶ γὰρ προσφωνοῦνται οἱ κτήτορες ἕνεκα τῆς ἐγκειμένης ἀντωνυμίας, καὶ τὰ κτήματα ἕνεκα τῆς ἐγγενομένης κλητικῆς. ἀμφότερα οὖν δεύτερα καθεστῶτα διάφορά ἐστιν κατὰ τὰς πτώσεις, εἴγε γενικὴ μὲν ἔγκειται τῶν κτητόρων, κλητικὴ δὲ τῶν κτημάτων. δι’ καὶ οὐκ ἀπερειδόμενοι μόνον πρὸς τὴν χρῆσιν περιγράφομεν τὰς ἀντωνυμίας, πρὸς δὲ τὸν ἐκτεθειμένον λόγον.
3.47ἔτι δὲ καὶ χρῆσις τῆς ἐμός τὸ κλητικὸν παρέωσται, ὅπερ ἦν ὁμόφωνον αἰτιατικῇ τῇ ἐμέ. καὶ ἴσως τοῦτο αἴτιον ἐγίνετο τῆς ἐλλείψεως, καθὸ παραλαμβανόμενον ἔμφασιν ἀκαταλλήλου λόγου παριστάνει. δεόντως γ’οὖν Ἀττικῷ σχήματι συνεχρήσατο ποιητὴς κατεπείξαντος τοῦ λόγου παραλαβεῖν τὸ κλητικὸν σχῆμα ἐν τῷ γαμβρὸς ἐμὸς θύγατέρτε. πῶς ἄρ’οὐ δοθείη καὶ διὰ τὸν προεκκείμενον λόγον καὶ διὰ τὰ συνυπάρχοντα αὐτῷ ἑνικὰ κατὰ γένος, οὐδετέρως μὲν τέκνον ἐμόν, θηλυκῶς δὲ μῆτερ ἐμή; τούτων γὰρ ὑπαρχόντων ἀνάγκη καὶ τὸ ἀρσενικὸν συνυπάρχειν.
3.48εἴρηται ἡμῖν περὶ συνεμπτώσεως τῆς ἐμοῦ, πότε κτητική ἐστι καὶ πότε πρωτότυπος, ἡνίκα καὶ περὶ τῆς Ζηνοδοτείου γραφῆς διαλαμβάνομεν. πρόδηλόςτέ ἐστι καὶ ἐμοί ἀντωνυμία συνεμπίπτουσα πληθυντικῇ συνάρθρῳ καὶ δοτικῇ ἑνικῇ κατὰ πρῶτον καὶ δεύτερον, οὐ μὴν κατὰ τρίτον · ὀρθοτονουμένη γὰρ ἑνικὴ περισπᾶται, γε μὴν κτητικὴ ὀξύνεται. σαφὲς δ’ὅτι καὶ ἐγκλιθεῖσαι αἱ πρωτότυποι ἀποβάλλουσι τὴν συνέμπτωσιν. δι’ κἀκεῖνο τὸ ἀνάγνωσμα οὐκ ἐγκλινόμενον τὴν κτητικὴν ἀντωνυμίαν σημαίνει, οἱ δὲ οἳ ἐβλάφθησαν · ἐγκλιτικῶς γε μὴν ἀναγνωσθέν, ἡνίκα ὀξύνομεν τὴν δέ συλλαβήν, ἔθος τηρεῖ Ὁμηρικὸν τὸ δοτικὴν ἀντὶ γενικῆς παρειλῆφθαι.
3.49εἴπομεν καὶ περὶ συνεμπτώσεως τῆς τῶν ἄρθρων, ὡς τὰ ὑποτακτικὰ ταῖς κτητικαῖς κατὰ τρίτον πρόσωπον ὁμοφωνεῖ, καὶ ὡς πάλιν διὰ τὸ τοιοῦτον πτωτικῶν μὲν συνόντων κτητικαί εἰσιν ἀντωνυμίαι τὰ τοιαῦτα, ὃν γόνον, οὕνεκ’ἄρ’οὐχ πατρί, θυμῷ εἴξασα, κεφαλῇ φορέειν, ἦε ὃν αὐτοῦ χρεῖος. ῥημάτων δὲ ἐπιφερομένων πάλιν κατάλληλα τὰ σχήματα γίνεται ἀρθρικὴν ἀναδεξάμενα σύνταξιν, εἴγε καὶ τὸ τοιοῦτον ἐδείχθη, ὡς καὶ τὰ ὑποτακτικὰ ἄρθρα ἐπὶ ῥῆμα φέρεται, μυρί’Ἀχαιοῖς ἄλγε’ἔθηκεν, τοῦ ἑξῆς ὄντος ἔθηκεν μυρία κακὰ τοῖς Ἕλλησιν · ὅς ποτέ μ’εἰρόμενος, ὃς εἰρόμενός με. δυσέφικτόν ἐστιν τὴν ἐν ἅπασι τοῖς μέρεσιν τοῦ λόγου συνέμπτωσιν παραθέσθαι · ἀρκετὴ γάρ ἐστι καὶ προκειμένη εἰς τὸ παραστῆσαι τὴν ὑπόλοιπον συνέμπτωσιν.
3.50οὐ μὴν ἐκεῖνο ἄξιόν ἐστι παραλιπεῖν, δι’ὅτι ἐπὶ μὲν ἀρσενικῶν καὶ θηλυκῶν πληθυντικῶν προφανὲς γίνεται τὸ ἀκατάλληλον ποιουμένων σύνταξιν τὴν πρὸς τὸ ἑνικόν, εἰ φαίημεν οἱ ἄνδρες λέγει, αἱ γυναῖκες λέγει, οὐ μὴν κατ’οὐδετέραν προφοράν, κἂν τὸ αὐτὸ δηλούμενον μόνον τοῦ χαρακτῆρος ἐνηλλαγμένου, εἰ φαίημεν τὰ γύναια λέγει. οὐ δὲ γὰρ ἐκεῖνο τὸ ἄπορον ἐπιλύει, ὡς Βοιώτιόν ἐστιν ἔθος, ὅμοιον τῷ παρὰ Πινδάρῳ ἀχεῖται ὀμφαὶ μελέων σὺν αὐλοῖς αὐτὸ γὰρ τοῦτο ἐπιζητεῖ λόγος, ὡς λανθάνει τὸ σχῆμα τὸ τοῦ οὐδετέρου. ὅτι γὰρ οὐδὲν τοῦ γένους σύνταξις ὑπεκλύει τὸν λόγον, ὡς ὅτι τὰ οὐδέτερα ἁρμόδιά ἐστιν τοῖς ἑνικοῖς, σαφὲς ἐκ τοῦ ἐν μὲν τοῖς ἀπτώτοις ἀδιαφορεῖν τὴν τῶν γενῶν σύνταξιν · πᾶν γὰρ μέρος λόγου ἄπτωτον μίαν καὶ τὴν αὐτὴν ἔχει σύνταξιν ἅπασι τοῖς γένεσιν. ἔστιν δὲ καὶ οὕτως φάναι.
3.51ἐδείξαμεν ἐν τοῖς προκειμένοις ὡς οὐδὲν μέρος λόγου γίνεται ἀκατάλληλον ἐν μὴ διεκρίθη, ὡς τὰ ἐπιρρήματα ἐν ἀριθμῷ, χωρὶς εἰ μὴ αὐτὰ δηλώσειεν ἀριθμόν, οὐ δ’ἐν διαφόροις χρόνοις, χωρὶς εἰ μὴ αὐτὰ πάλιν διαστείλειε χρόνον, ὡς ἐν τῷ χθές, αὔριον καὶ ἄλλοις οἷς παρεθέμεθα. οἱ σύνδεσμοι ἀριθμὸν οὐκ ἐπιδεξάμενοι οὐ δὲ παρὰ τοὺς ἀριθμοὺς ἁμαρτάνονται, ἀλλ’οὐ δὲ γένος. πρόδηλον τὸ εἰρημένον ἐπὶ πάντων τῶν μερῶν τοῦ λόγου. τὰ δὴ ῥήματα γένος μὲν οὐ διακρίνει, ἀριθμὸν δὲ καὶ πρόσωπον καὶ ἄλλα περὶ καταγίνεται. οὐκ ἄρα ὀφείλει γινώσκειν ἐν διαφόρῳ σχήματι τὸ οὐδέτερον καὶ ἐν διαφόρῳ τὸ ἀρσενικὸν θηλυκόν · πῶς οὖν φαμεν λέγουσιν οἱ ἄνθρωποι καὶ λέγει τὰ παιδία; εἰ δὲ ἀριθμὸν παρεμφαίνει, σαφὲς ὅτι συμπληθυνθήσεται τοῖς συνοῦσι πληθυντικοῖς, καὶ δῆλον ὅτι τὸ σπάρτα λέλυνται ἀναλογώτερον τοῦ δοῦρα σέσηπεν. παρὸν κἀκ τῶν πρώτων καὶ δευτέρων προσώπων διελέγξαι τὸ σχῆμα.
3.52εἰ γὰρ ὑγιὲς τὸ φάναι φιλοπονοῦμεν παιδία ὄντα, οὐχὶ φιλοπονῶ παιδία ὄντα, καὶ ἔτι ἐπὶ δευτέρων προσώπων ταὐτόν, πῶς οὐ δοθήσεται ἄλογον μὲν καθίστασθαι τὸ φιλοπονεῖ παιδία ὄντα; καὶ αὕτη μὲν ἀπόδειξίς ἐστιν τοῦ ὑγιοῦς λόγου.
3.53αἴτιον μέντοι ὑπολαμβάνω τοῦ παραδέξασθαι τὴν ἑνικὴν σύνταξιν τὰ ῥήματα οὐκ ἄλλο τι τὴν ὁμοφωνίαν τῆς εὐθείας ὡς πρὸς τὴν αἰτιατικήν, ὅπερ οὐ παρείπετο τοῖςτε ἀρρενικοῖς καὶ θηλυκοῖς. δι’ καὶ ἐν τῇ εὐθείᾳ προφανὴς ἀκαταλληλότης γίνεται ἐν τῷ οἱ ἄνδρες γράφει, οὐ μὴν ἐν αἰτιατικῇ · ἐν μεταβάσει γὰρ τὸ πρόσωπον νοεῖται τοῦ γράφει, ἄνδρας γράφει. ἀναμερισθεῖσαι οὖν αἱ πτώσεις ἐν ἰδίαις φωναῖς διέκριναν τότε κατάλληλον καὶ τὸ ἀκατάλληλον. οὐ τοῦ τοιούτου δὲ παρεπομένου κατ’οὐδέτερον σχῆμα συνέβαινε τὸ μὲν ἕτερον φυσικώτερόν πως ἔχειν, λέγω τὸ κατ’αἰτιατικήν, φέρε εἰπεῖν γράφει τὰ παιδία, ὡς εἰ καὶ γράφει τοὺς παῖδας · καὶ ἐπεὶ ἐν μὲν τῷ ἀρσενικῷ οὐχ αἱ αὐταὶ φωναί, γράφει γὰρ οἱ παῖδες, ὅπερ ἦν ἀνακόλουθον, ἐν δὲ τῷ οὐδετέρῳ ταὐτόν, τῇ πρὸς τὴν αἰτιατικὴν ὁμοφωνίᾳ συντρέχον τὸ σχῆμα δύσληπτον ἐποίει τὸ ἀκατάλληλον. ἐδείχθη ἄρα καὶ δι’ὅτι ἀκατάλληλον καὶ δι’ὅτι λανθάνει.
3.54ἑξῆς ῥητέον καὶ περὶ τῆς καθολικῆς συντάξεως τῶν ῥημάτων, ἣν πάνυ διείληφα πολυμερεστάτην οὖσαν δεῖσθαι οὐ μετρίας ἐπιστάσεως · αἵτε γὰρ παρεπόμεναι ἐγκλίσεις λόγον ἀπαιτήσουσι τῆς συντάξεως, καὶ οἱ ἐν αὐταῖς ἀναμερισθέντες χρόνοι, καὶ συμπαρεπομένη διάθεσις, ἐνεργητικὴ οὖσα παθητική, καὶ μεταξὺ τούτων πεπτωκυῖα μέση, οὐ προσχωροῦσα οὐδετέρᾳ, καὶ τὰ ἐγγινόμενα πρόσωπα ἐν τῷ καθόλου μερικῶς οὐ δ’ὅλως, καὶ εἰ ἅπασιν σύμφωνοί εἰσιν αἱ δύο διαθέσεις, τε ἐνεργητικὴ καὶ παθητική, τίνατε αὐτῶν πλαγίαις θέλει ἐπαρτᾶσθαι, καὶ πότερον ἀδιαφόρως κατὰ μερισμὸν τὸν δέοντα τῶν πτώσεων. εἰσὶ καὶ ἄλλαι ἰδικώτεραι συντάξεις τῶν προκατειλεγμένων, ἃς κατὰ τὸ ἐπιβάλλον διακρινοῦμεν.
3.55 ἀπαρέμφατος ἔγκλισις διστάζεται πρός τινων εἰ ἔγκλισις καὶ εἰ ὅλως ῥήματα τὰ ἀπαρέμφατα · τί γὰρ μὴ μᾶλλον ἐπιρρήματα ἐκ ῥημάτων γενόμενα; καὶ εἴη ἂν τὰ συνηγοροῦντα τῷ λόγῳ τοιαῦτα. τοῖς ῥήμασιν ἐξαίρετος παρέπεται ψυχικὴ θιάθεσις, ὅπερ οὐ σύνεστι τοῖς ἀπαρεμφάτοις, καὶ τὸ ἐν ἀριθμοῖς καὶ προσώποις καταγίνεσθαι, ὧν τῆς διαφορᾶς οὐκ ἔτυχεν τὸ ἀπαρέμφατον, καθὸ καὶ ἐξ αὐτῶν μεταληφθεῖσα μετοχὴ στερουμένη τῶν προκειμένων καὶ τῆς τῶν ῥημάτων ἰδέας ἀπεβλήθη. οὐ γὰρ δή γε μετασχηματισμὸς τοῦ χρόνου ἐν τῷ γράφειν γράψαι καὶ ἔτι συνοῦσα διάθεσις συνάξει τὸ ῥήματα αὐτὰ πάντως καλεῖσθαι, ἐπεὶ ταὐτὸν σύνεστι τῇ μετοχῇ καὶ οὐ ῥήματα αἱ μετοχαί.
3.56πόθεν δέ, ὅτι ἐπιρρήματα; καθότι ἔγκλισις μὲν διάφορος κατὰ σύνταξιν τοῦ αὐτοῦ προσώπου οὐ παραλαμβάνεται · οὐ γάρ φαμεν γράφεις λέξαις τι τῶν τοιούτων μὴ δυναμένων παραλαμβάνεσθαι, ἀλλά φαμεν θέλεις γράφειν, ἀναγινώσκειν βούλει. ἴδιον δὲ ἦν ἐπιρρημάτων τὸ σὺν ῥήμασι παραλαμβάνεσθαι προτακτικῶς ὑποτακτικῶς, ὅπερ παρείπετο τῷ γράφειν θέλω, θέλω γράφειν, ὡς εἰ καὶ Ἑλληνιστὶ λέγω, λέγω Ἑλληνιστί. καὶ ὡς τὸ Ἑλληνιστί προσλαβὸν τὸ λέγω ἀπαρτίζει τὸν λόγον, οὕτω τὸ γράφειν προσλαβὸν τὸ θέλω. καὶ ὡς ἀδιαφορεῖ κατὰ παντὸς ἀριθμοῦ τὰ ἐπιρρήματα, οὕτως καὶ τὸ γράφειν θέλω θέλομεν. καὶ ὡς ἀδιαφορεῖ κατὰ τὰ πρόσωπα, Ἑλληνιστὶ λέγω, Ἑλληνιστὶ λέγεις, οὕτως τὸ γράφειν θέλω, γράφειν θέλεις. καὶ εἰ ἀπὸ ῥημάτων ἔσθ’ὅτε τὰ ἐπιρρήματα παράγεται, ὡς αὐτῷ τῷ Ἑλληνιστί τὸ ἑλληνίζω παράκειται, οὐ κωλύει καὶ τὸ γράφω παρακεῖσθαι τῷ γράφειν, οὐ μαχομένου τοῦ διαφόρου χρόνου · δύναται γὰρ κατὰ χρόνον τὸ ἐπίρρημα ἀποτελεῖσθαι, καθὸ ἔστιν ἐπινοῆσαι κἀπὶ τῶν μετοχῶν, εἴγε τῷ μὲν γράφω γράφων παράκειται, τῷ δὲ ἔγραψα γράψας. τῷ γὰρ αὐτῷ λόγῳ καὶ τῷ γράφω τὸ γράφειν παρακείσεται, τῷτε ἔγραψα τὸ γράψαι.
3.57ἀλλ’ἔστιν γε πρὸς ταῦτα φάναι. καὶ πρὸς μὲν τὴν σύνταξιν τοῦ θέλω γράφειν καὶ τῶν τοιούτων, ὡς οὐκ ἐν τῷ καθόλου δίδοται τὸ κατὰ τοῦ αὐτοῦ προσώπου διαφόρους ἐγκλίσεις μὴ παραλαμβάνεσθαι · φαμὲν γὰρ ἐὰν ἀναγινώσκῃς πρόσεχε, ἐὰν διαλέγῃ ἐπίστρεφε σεαυτόν, πρὸς τῷ μη δὲ ἐν τῷ καθόλου τὴν τοιαύτην σύνταξιν διήκειν · φαμὲν γὰρ προαιροῦμαι ἀναγινώσκειν καὶ φιλῶ γράφειν, οὐ μὴν γελῶ γράφειν οὐ δὲ σκάλλω λέγειν, ἅπερ εἰ κατὰ τὸν λόγον ἦν τῶν ἐπιρρημάτων, οὐκ ἂν ἦν τι ἐμποδὼν τὸ τὰ ἐπιρρήματα ἐπὶ ῥήματα φέρεσθαι. ἔστιν οὖν τῆς συντάξεως αἰτία ἥδε.
3.58τῶν ῥημάτων μέν ἐστιν ἐμπεριεκτικὰ πραγμάτων, ἐφ’ καὶ ὁριστικὴ ἔγκλισις ἐπερείδεται καὶ αἱ ὑπόλοιποι, ὡς τὸ γράφω, ἐρέσσω, τύπτω · δὲ αὐτὸ μόνον προαίρεσιν ψυχῆς ὁρίζεται, ἐλλείποντα τῷ πράγματι, ὡς τὸ θέλω, βούλομαι, προθυμοῦμαι, δὴ ὡσπερεὶ κενὰ ὄντα ἀναπληροῦνται τῇ τοῦ πράγματος παραθέσει, ὅπερ οὐκ ἄλλο τί ἐστιν τὸ προκείμενον ἀπαρέμφατον, γενικώτατον καθεστὼς τῶν ἄλλων ῥημάτων, ὡς ἐν τοῖς ἑξῆς δεδείξεται, θέλω περιπατεῖν, βούλομαι γράφειν. τά γε μὴν ἀπειληφότα διὰ τοῦ ἐπακολουθοῦντος ὁρισμοῦ τὸ πρᾶγμα ἀπροσδεῆ καθειστήκει ὡς πρὸς τὴν σύνταξιν τῶν ἀπαρεμφάτων · ἐγκειμένου γὰρ τοῦ τύπτειν ἐν τῷ τύπτω περισσὸν τὸ ἐπάγειν ἕτερον πρᾶγμα, τύπτω γράφειν, οὐ μὴν ἐν τῷ θέλω γράφειν.
3.59καθὼς ἔφαμεν, ἔστιν γενικωτάτη τῶν ἀπαρεμφάτων ἔγκλισις, ἀναγκαίως λείπουσα τοῖς προδιαπορηθεῖσι, τοῖς προσώποις καὶ τῷ παρεπομένῳ ἀριθμῷ, ὃς οὐ φύσει παρέπεται τῷ ῥήματι, παρακολούθημα δὲ γίνεται προσώπων τῶν μετειληφότων τοῦ πράγματος. αὐτὸ γὰρ τὸ πρᾶγμα ἕν ἐστιν, τὸ γράφειν, τὸ περιπατεῖν · ὅπερ ἐγγινόμενον ἐν προσώποις ποιεῖ τὸ περιπατῶ, τὸ περιπατοῦμεν, τὸ περιπατοῦσιν. οὐ δὲ γὰρ ἐκεῖνο ἀληθεύσει, ὡς τὸ ῥῆμα δεκτικόν ἐστιν προσώπων · πάλιν γὰρ ἐκ τοῦ παρεπομένου τὸ τοιοῦτον ἐπεγένετο. τὰ γὰρ μετειληφότα πρόσωπα τοῦ πράγματος εἰς πρόσωπα ἀνεμερίσθη, περιπατῶ, περιπατεῖς, περιπατεῖ · αὐτό γε μὴν ἐκτὸς ὂν προσώπων καὶ ἀριθμῶν συμφέρεται ἅπασιν ἀριθμοῖς καὶ ἅπασι προσώποις. ἀλλ’οὐ δὲ ψυχικὴν διάθεσιν τὸ ῥῆμα ἐπιδέχεται. πάλιν γὰρ τὰ μετειληφότα πρόσωπα τοῦ πράγματος τὴν ἐν αὑτοῖς διάθεσιν ὁμολογεῖ διὰ τοῦ ῥήματος · τὰ δέ, ὡς οὐκέτι ἐγγενόμενα ἐν προσώποις, οὐ δὲ τὸ ἐν τούτοις ἐπιγενόμενον ἐνδιάθετον τῆς ψυχῆς ὁμολογεῖ. ἴδιον οὖν ῥήματός ἐστιν ἐν ἰδίοις μετασχηματισμοῖς διάφορος χρόνος διάθεσίςτε ἐνεργητικὴ καὶ παθητικὴ καὶ ἔτι μέση ·
3.60ὧν πάντων μετέλαβεν τὸ γενικώτατον ῥῆμα, λέγω τὸ ἀπαρέμφατον, ἐπεὶ εἴπερ τῇ φύσει ἦν ἀπαρέμφατον, πῶς ταῦτα παρεμφαίνει; ἔστι γοῦν ἐπινοῆσαι τὸ γενικώτατον ὄνομα ἐν θέσει ἰδίᾳ καταγινόμενον κοινῇ, ἐν πτώσει τῇ παρεπομένῃ, ἐν γένει τῷ δέοντι · τό γε μὴν ἰδικώτατον καταγίνεσθαι ἐν πατρωνυμικῇ ἐννοίᾳ ἐν κτητικῇ καὶ ἔτι ταῖς ὑπολοίποις · καὶ δῆλον ὅτι οὐκ ἂν θαρρήσειέ τις φάναι μὴ εἶναι ὄνομα μή ἐστιν πατρωνυμικὸν κτητικὸν τι τῶν ὑπὸ τοιοῦτο εἶδος πιπτόντων. τούτῳ οὖν τῷ λόγῳ παραδεξόμεθα τὸ ὁριστικὸν ῥῆμα καὶ εὐκτικὸν καὶ ἔτι τὰ ὑπόλοιπα εἴδη τοῦ γενικοῦ ῥήματος, δὴ οὐ πάντως στερήσεται τοῦ μὴ ῥῆμα εἶναι, ἐὰν μὴ ὑπαγορεύῃ τὴν ἰδικὴν σημασίαν.
3.61ἔστιν καὶ οὕτως ἐπιδεῖξαι. καθόλου πᾶν παρηγμένον ἀπό τινος ἀνάλυσιν ἔχει τὴν πρὸς τὸ πρωτότυπον μετὰ λέξεως τῆς σημαινούσης ταὐτὸν τῇ παραγωγῇ. παρὰ τὴν Ἕκτορος γενικὴν ἀποτελεῖται τὸ Ἑκτορίδης, καὶ προσγίνεται τὸ υἱός, καὶ διὰ τοῦτο ἀναλύεται εἰς τὸ Ἕκτορος υἱός. παρὰ τὸ γοργός ἀποτελεῖται τὸ γοργότερος προσγινομένου τοῦ μᾶλλον, δὴ πάλιν ἀνάλυσιν ἔχει εἰς τὸ γοργὸς μᾶλλον. παρὰ τοὺς ἵππους ἐμπεριεκτικόν τι ἀποτελεῖται, τὸ ἱππών, δὴ πάλιν ἀναλύεται εἰς τὸ ἵππους συνέχον. καὶ περισσὸν ἂν εἴη εἰς τὸ τοιοῦτο παρατίθεσθαι · δῆλον γὰρ τὸ εἰρημένον. καὶ δὴ πᾶσα ἔγκλισις οὐκ εἰς ἄλλο τι μεταλαμβάνεται εἰς ἀπαρέμφατον μετὰ λέξεως τῆς σημαινούσης ταὐτὸν τῇ ἐγκλίσει, ὅτε οὕτως φαμέν, περιπατῶ ὡρισάμην περιπατεῖν, περιπατοῖμι ηὐξάμην περιπατεῖν, περιπάτει προσέταξα περιπατεῖν. πῶς οὖν οὐ βίαιον τὸ τὰ συνεκτικώτατα τῶν ἁπάντων ῥημάτων περιγράφειν τῆς τῶν ῥημάτων ἐννοίας;
3.62οὐ λέλησμαι ὡς ἐν ἑτέροις συμφερόμενός τισι τὴν ὁριστικὴν ἔγκλισιν παρεδεχόμην ὡς πρωτεύουσαν τῶν ἄλλων. ἀλλ’οὖν γε ἀκριβὴς ἐξέτασις τοῦ λόγου κατηνάγκασε τὸ μεταθέσθαι, συγχωρουμένου ἐκείνου, ὡς δεόντως ἀπὸ τῆς ὁριστικῆς ἐγκλίσεως ἀρχόμεθα, οὐχ ὡς πρώτης οὔσης, ὡς δὲ ἐκφανεστάτης οὔσης καὶ πολλῆς καὶ δυναμένης διδάξαι καὶ τὰς ἐγγενομένας συνεμπτώσεις καὶ τὰ ἐγγενόμενα πάθη καὶ παραγωγάς, οὐ δὲ τοῦ τοιούτου μαχομένου, καθὸ ἐν τοῖς τοιούτοις ἐλλειπεστέρα ἀπαρέμφατος ἔγκλισις, εἴγε καὶ τὰ πρωτότυπα τῶν λέξεων ἐν ἐλάττονι καταγίνεται ὕλῃ τῶν παραγωγῶν.
3.63οἶμαι δὲ καὶ τὸ Ὁμηρικὸν ἔθος, ἐκστὰν τῆς προστακτικῆς συντάξεως, δεόντως ἀνθυπαλλάξαι τὴν ἀπαρέμφατον ἔγκλισιν, οὖσαν γενικήν, εἰς ἣν καὶ ἐδείχθη ἅπαντα τὰ ἰδικὰ μεταλαμβανόμενα. οὕτως γὰρ ἔχει καὶ ἐπισταλτικὴ σύνταξις, Τρύφων Θέωνι χαίρειν, τοῦτο διαφέρουσα τῆς Ὁμηρικῆς συνηθείας, καθὸ μὲν ἐπὶ τὸ προστακτικὸν φύσει καταφέρεται, καὶ οἷόντέ ἐστιν ἐπ’αὐτῆς τὰ προστακτικὰ παραλαμβάνειν, προσῆπται μέντοι τῷ δοθέντι σχήματι τοῦ λόγου · οὐ μὴν ἔτι τὸ ἐν τῇ ἐπισταλτικῇ συντάξει ἠδύνατο τοιοῦτον παραδέξασθαι. ἔχει γὰρ λόγος οὕτως.
3.64εἴπομεν ὡς ἀναγκαίως εὐθεῖα τῶν κυρίων ὀνομάτων παραλαμβάνεται · ἀλλὰ καὶ δοτική, ἣν περιποιεῖται τοῦ λόγου σύνταξις, οὐ δυναμένη τὴν προστακτικὴν ἔγκλισιν παραδέξασθαι, ἀλλ’οὐ δ’ἄλλην τινά. ἔστι γὰρ τῷ Διονυσίῳ χαίρειν ἐν ἴσῳ τὸ Διονύσιε χαῖρε, ὅπερ οὐ δύναται ἐγχωρῆσαι, ἐπεὶ προστακτικὴ ἔγκλισις καὶ ἔτι κλητικὴ πτῶσις ἐπὶ παροῦσι τοῖς προσώποις σύνεστιν, δὲ τὰ τοῦ λόγου ἐπιστέλλεται, ἄπεστι, καὶ αὐτὸς δὲ ἐπιστέλλων παρὼν ἀπόντος σύνταξιν ποιεῖται. γὰρ εὐθεῖα τῶν ὀνομάτων δέδεικται ὡς τρίτον ἐστὶν πρόσωπον. (ἐδείξαμεν γὰρ ὡς οὐ προσεχώρει ἐν εὐθείαις ἀντωνυμικὴ σύνταξις, ἐν δείξει οὖσα τῶν παρόντων προσώπων. πάλιν οὐκ ἐνεχώρει τῷ λόγῳ, εἴγε ἀμφότερα τὰ πρόσωπα οὐχ ὁρώμενά ἐστιν, τότε τοῦ ἐπιστέλλοντος καὶ τὸ τοῦ ἐπιστελλομένου). συνούσης οὖν τῆς εὐθείας καὶ ἔτι τῆς δοτικῆς κατὰ τὸ τρίτον πρόσωπον ἀνάγκη πᾶσα καὶ τὰ συντασσόμενα ῥήματα ἐν τρίτῳ καταγίνεσθαι, καὶ συντάσσεσθαι οὐκ ἐν ἄλλῃ γε πτώσει τῇ εὐθείᾳ. τό γ’οὖν προκείμενον ῥῆμα ἐπὶ τὴν εὐθεῖαν συντείνειεν ·
3.65Ἀπολλώνιος Διονυσίῳ χαιρέτω καὶ ἔτι χαίρει χαίροι. ἀλλ’ἵνα δῶμεν τὰ τοῦ λόγου κατάλληλα εἶναι, ἐκεῖνο σαφέστατόν ἐστιν, ὅτι τὸ κατὰ τὴν εὐθεῖαν μετέλαβεν τοῦ χαίρειν, οὐχὶ τὸ κατὰ δοτικήν · ἦν γε μὴν τοὐναντίον τὸ προσχωροῦν τῷ ἐπιστελλομένῳ τὸ χαίρειν, ὡς εἰ καὶ τοῖς ὑπ’ὄψιν συνοῦσίν φαμεν τὸ χαῖρε, οὐχ ἑαυτοῖς προστιθέντες τὸ χαίροιμι χαίρω. οὐ δυναμένου οὖν τοῦ τοιούτου παραλαμβάνεσθαι ἀνάγκη πᾶσα εἰς τὸ γενικὸν ἀπαρέμφατον μεταλαμβάνεσθαι τὴν σύνταξιν, συνηθέστερον ὑπακουομένης τῆς συντάξεως τῆς λέγει εὔχεται, Τρύφων Θέωνι λέγει χαίρειν, συνήθως καὶ ἄλλων ὑπακουομένων, ὡς κόπτων ἀμφοτέρῃσιν, ὕει, βροντᾷ. ἐξαιρέτως γε μὴν καὶ τῶν ῥημάτων αἱ ἐγκλίσεις ἔχουσιν ἐγκείμενα ῥήματα, καθὼς ἐδείξαμεν ὅτι ἐν τῷ χαίροις ἔγκειται τὸ εὔχεσθαι, ἐν τῷ χαῖρε τὸ προστάξαι, ἅπερ μετὰ τῶν ἀπαρεμφάτων παραλαμβάνεται, ὁπηνίκα καὶ ἐγκλίσεις εἰς αὐτὰ μετατίθενται. τὸ δὴ οὖν Διονυσίῳ χαίρειν ἔχει συνυπάρχον ῥῆμά τι τῶν προκειμένων, φέρε εἰπεῖν τὸ εὔχεται λέγει, ὅπερ συνηθέστερον ·
3.66ἔννοιαν γὰρ προστακτικωτέραν ὑπαγορεύει, καὶ ἐν δευτέροις προσώποις συγχρώμεθα τὴν εὐκτικὴν παραπεμπόμενοι, οὕτως ἐχόντων καὶ τῶν Ὁμηρικῶν ἄνδρα μοι ἔννεπε, Μοῦσα, χαῖρε, ξεῖνε, μῆνιν ἄειδε, θεά · ἐνθένδε γὰρ καὶ προειλόμην φάναι ὡς ἀντὶ προστακτικῶν τὰ ἀπαρέμφατα παρείληπται κατὰ τὴν τοιαύτην σύνταξιν. σαφὲς γὰρ ὅτι καὶ τῷ ὑπακουομένῳ ῥήματι προσχωρεῖ τὰ τῆς αὐτοτελείας. οὐ γὰρ ἐξ ἀπαρεμφάτου σύνταξις κατακλείει λόγον, εἰ μὴ ἀναπληρωθείη δι’ὧν ἀπαρέμφατός ἐστι. τὸ δὴ οὖν Θέων Ἀπολλωνίῳ χαίρειν οὐκ ἂν εἴη αὐτοτελές, εἰ μή, ὡς εἴπομεν, τὸ συνυπάρχον ἐγκέοιτο ῥῆμα. καὶ τοσαῦτα μὲν περὶ τῆς ἐπισταλτικῆς συντάξεως.
3.67ἐχομένως ῥητέον καὶ περὶ τῆς ὑπολοίπου συντάξεως τῶν ἀπαρεμφάτων. τὸ δεῖ γράφειν, δεῖ ἀναγινώσκειν, χρὴ φιλολογεῖν καὶ τὰ τούτοις ὅμοια σαφὲς ὅτι τῆς ἐπισταλτικῆς συντάξεως διαφέρει. ἐκείνη μὲν γὰρ ἀπροσδεὴς τῶν προκειμένων μορίων, λέγω τοῦ χρή καὶ τοῦ δεῖ · δὲ οὐ συγκλείει διάνοιαν χωρὶς τούτων, δεῖ ἀναγινώσκειν Τρύφωνα, δεῖ ἀκούειν σου, χρὴ ὁμιλεῖν Τρύφωνι. καὶ τί ποτε τὸ ποιοῦν ἐστιν ἐν μὲν τῇ ἐπισταλτικῇ συντάξει τὸ ἀκατάλληλον, ἄξιον διαλαβεῖν, προευκρινηθέντος γε τοῦ τοιούτου, λέγω δὴ τοῦ τίνι μέρει λόγου ὑπαχθήσεται τὸ χρή καὶ τὸ δεῖ. περὶ ὧν καὶ ἐν τῷ περὶ ἐπιρρημάτων ἀπαιτοῦντος τοῦ λόγου ἐξεθέμεθα · καὶ νῦν δὲ ἐπιτομωτέρᾳ χρησόμεθα φράσει ὑπὲρ τοῦ ταὐτὸν συμπαραστῆσαι, εὔλογον ἡγούμενοι ἀνελλειπῆ τὴν πραγματείαν καθίστασθαι.
3.68 μὲν οὖν συνηγορία τοῦ τὰ προκείμενα μόρια ἐπιρρήματα εἶναι γένοιτ’ἂν τοιαύτη. καθάπερ τῆς εὐκτικῆς ἐγκλίσεως ἐπί τινος συντάξεως προηγεῖται ἐπίρρημα τὸ εἴθε καὶ ἐπὶ τῆς προστακτικῆς τὸ ἄγε, τοῦτον τὸν τρόπον καὶ ἐπὶ τῆς ἀπαρεμφάτου ἡγήσεται τὸ χρή καὶ τὸ δεῖ ἐπιρρήματα. οὐ δὲ γὰρ ἐκεῖνό τις οἰήσεται, ὡς σύνδεσμοί εἰσιν, καθὸ οὐ συνδέουσιν ἐπιφορὰν ἑτέρου λόγου, ὅπερ ἴδιον συνδέσμων, ἐμφαίνουσίντε ἐπίτασιν ὡς καὶ τὸ μάλα ἄγαν, καὶ ἔτι ἐν συνθέσει τοιαύτῃ καταγίνονται, οὐ παρακολουθεῖ συνδέσμοις, ῥήμασι δὲ ἐπιρρήμασιν ·
3.69φαμὲν γὰρ ἀποδίς, ἀπεχθές, ἀπῆλθεν, ἄπεστιν · εἶχε δὲ οὕτω καὶ τὸ ἀποδεῖ, ἀπόχρη. ὁμόλογον δὲ κἀκεῖνο, ὡς τὰ ἐπιρρήματα σύνεστιν διαφόροις προσώποις, σύνεστιν διαφόροις ἀριθμοῖς, καλῶς γράφω καὶ γράφομεν καὶ ἔτι ἐπὶ τῶν ἑξῆς προσώπων ·
3.70τά γε μὴν ῥήματα συμπληθύνεται καὶ συμμεταβαίνει τοῖς προσώποις, ἡμεῖς γράφομεν, ὑμεῖς γράφετε. οὐ μὴν τὸ χρή καὶ τὸ δεῖ · χρὴ γὰρ ἡμᾶς γράφειν, χρὴ ἐμὲ γράφειν, καὶ δεῖ σὲ ἀναγινώσκειν, δεῖ ὑμᾶς διαλέγεσθαι. καὶ ἕνεκα πάλιν τοῦ τοιούτου μᾶλλον ἐπιρρήματά ἐστιν. οὐ δὲ γὰρ ἐνὸν φάναι ὡς ῥήματά ἐστιν ἀπαρέμφατα, οἷς παρακολουθεῖ τὸ μὴ εἰς ἀριθμὸν διάφορον παραλαμβάνεσθαι, τὸ μὴ προσδιακρίνειν πρόσωπον, περὶ ὧν καὶ ἐν τοῖς προκειμένοις ἐκτεθείμεθα.
3.71ἰδοὺ γὰρ οὔτε τὰ τῆς φωνῆς ὑπακούει ἰδιώματα οὔτε τὰ τῆς συντάξεως. ποῖον γὰρ ἀπαρέμφατον εἰς ει δίφθογγον λήγει εἰς η; πότε ἀπαρέμφατα δύο μετὰ πτωτικοῦ τινος λόγον παρίστησιν; φαμὲν δέ γε δεῖ περιπατεῖν Διονύσιον. καὶ ἕνεκα τούτου ἀποστήσεται τοῦ μερισμοῦ τῶν ἀπαρεμφάτων. οὐ μὴν πάλιν ὑποσταλήσεται τοῖς λοιποῖς ῥήμασι, καθὸ πάλιν ἀντίκειται τὸ ἀδιάκριτον πρόσωπον καὶ ἔτι μὴ παρακολουθῶν ἀριθμός, ὃς ἦν κοινὸς ἁπάντων ῥημάτων.
3.72ἀλλ’ἔστι γε πρὸς ταῦτα φάναι · εἰ ἔστιν ἐπιρρήματα αὐτὸ μόνον φερόμενα ἐπὶ ἀπαρέμφατα, ὡς τὸ εἴθε ἐπὶ εὐκτικὰ καὶ τὸ ἄγε ἐπὶ προστακτικά, τί δή ποτε οὐ συμφέρεται τοῖς κατ’εὐθεῖαν προσώποις; ὡς ἔχει τὸ εἴθε ἐγὼ γράφοιμι, εἴθε ἡμεῖς γράφοιμεν, ἄγε γράφωμεν ἡμεῖς, ἄγε γράφετε ὑμεῖς. οὐ δὲ γὰρ ἔστι φάναι δεῖ ἐγὼ γράφειν οὐ δὲ χρὴ ὑμεῖς γράφειν, τῆς τῶν ἐπιρρημάτων συντάξεως τὸ τοιοῦτον οὐκ ἐμποδιζούσης, εἴθε ὑμεῖς ἀκούοιτε, εἴθε ὑμᾶς θεάσαιτο, εἴθε ὑμῶν ἀκούοι · αὐτὸς λόγος καὶ ἐπὶ τῶν ὁμοίων. ἴδιον ῥημάτων τὸ ἐν παρῳχημένοις χρόνοις καὶ χρόνον ἔξωθεν προσλαμβάνειν, οὐ μὴν ἐπιρρημάτων.
3.73φαμὲν σήμερον γράφω, σήμερον ἔγραφον, τοῦ μὲν ῥήματος προσλαμβάνοντος κατ’ἀρχὴν χρόνον, τοῦ δὲ ἐπιρρήματος συναρχομένου. φαμὲν δέ γε δεῖ γράφειν καὶ ἔδει γράφειν, καὶ τὸ μὲν ἔδει χρόνον προσέλαβεν ὁμοίως τῷ ἔπλει καὶ ἔπνει, τό γε μὴν γράφειν οὐ προσελάμβανε. καὶ τάχα τὸ παρακινδυνευόμενον εἶναι ἐπίρρημα ἔνδειξιν ἱκανὴν τοῦ εἶναι ῥῆμα παρίστησιν, τὸ δὲ γράφειν παρεκινδυνεύετο εἰ ῥῆμα ἦν, περὶ οὗ πᾶσαν ἀκρίβειαν εἰσηνεγκάμεθα ὡς ἔστι γενικώτατον τῶν ἄλλων ῥημάτων. πρὸς οἷς καὶ διπλασιάζεται, ὅπερ ἴδιον ῥημάτων, ὡς ἐν τῷ γεγραφέναι καὶ τοῖς ὁμοίοις. οὐ δὲ γὰρ ἐκεῖνό φαμεν, ὡς τὰ μὴ προσειληφότα κατὰ τοὺς παρῳχημένους τῶν χρόνων οὐχὶ ῥήματά ἐστιν, ἐπεὶ καὶ αἱ ἑξῆς ἐγκλίσεις ἅπασαι οὐ προσλαμβάνουσιν (μόνη γὰρ ὁριστική), ἀλλ’ἐκεῖνο ἦν ἀληθές, ὡς τὰ προσλαβόντα ῥήματος μερισμὸν ὑπαγορεύει, ὑπεδείκνυτο δὲ καὶ τὸ ἐχρῆν καὶ τὸ ἔδει προσειληφότα · οἷς καὶ ὡς ῥήμασι σύνεστιν ἀπαρέμφατα τὸ χρῆναι καὶ τὸ δεῖσθαι, καθότι καὶ στῆναι καὶ πνεῖσθαι. ἀλλὰ καὶ ἐκ τῶν τόνων ἔστιν αὐτὰ καταλαβέσθαι.
3.74περισπᾶται τὸ δεῖ ὁμοίως τῷ πλεῖ. οὐχὶ οὖν καὶ ἐπιρρήματα περισπᾶται, ὡς τὸ πεῖ, αὐτεῖ, τουτεῖ; τὸ πρῶτον Δώρια, ὅπερ οὐ παρείπετο τῷ δεῖ · τὸ δεύτερον ἀντιπαρακειμένου τοῦ ποῦ καὶ ἔτι τοῦ οὗ καὶ αὐτοῦ σύνεστι τὸ πεῖ, τὸ εἷ, τὸ αὐτεῖ, ὅπερ οὐ παρείπετο πάλιν τῷ δεῖ · ἦν γὰρ κατὰ συναίρεσιν ἐκ τοῦ δέει, συνῃρημένον ὁμοίως τῷ πλέει καὶ ῥέει καὶ χέει, πρῶτον δὲ πρόσωπον ἔχει τὸ δέω ὡς πνέω. ἦν δὲ κἀπὶ τοῦ χρή τι πάθος παρεπόμενον, ὅπερ ἔστιν εὑρέσθαι καὶ ἐπὶ ἑτέρου ῥήματος. τοῦ δέω σημαίνοντος τὸ ἐνδέομαι, συνωνυμεῖ τὸ χρῶ καὶ χρέω, ἀφ’ὧν καὶ τὸ δέος καὶ τὸ χρέος. καὶ δὴ παρείπετο τῷ χρῶ παραγωγὴ τοῦ χρῆμι, ὡς φημί, ἀφ’οὗ τρίτον πρόσωπον χρῆσι ὡς φησί, ἐξ οὗ τὸ χρή ἐν ἀποκοπῇ ἀπετελεῖτο ὁμοίως τῷ παρὰ Ἀνακρέοντι σὲ γάρ φη Ταργήλιος ἐμμελέως δισκεῖν.
3.75καὶ τὰ μὲν τῆς φωνῆς οὕτως καταστατέον, τά γε μὴν τῆς συντάξεως τῇδ’ἀναπληρωθείη. δοκεῖ ἑνικῶς συντάσσεσθαι διαφόροις προσώποις καὶ ἀριθμοῖς, ῥῆμα καθεστὼς ὁριστικόν · ὅπερ οὐ παρείπετο, εἰ τὴν σύνταξιν ἐλάμβανε τῶν προσώπων καὶ τῶν ἀριθμῶν. ἔστιν γὰρ τὸ δεῖ ἡμᾶς γράφειν ἔχον σύνταξιν τοῦ δεῖ πρὸς τὸ γράφειν, οὐ πρὸς τὸ ἡμᾶς. καὶ διὰ τοῦτο ἁπάντοτε ἐν τῇ τοιαύτῃ συντάξει οὔτε πρόσωπον διακρίνει οὔτε ἀριθμόν, ἐπεὶ συμφέρεται τούτων ἐστὶν ἀπαρέμφατον, καὶ διὰ τοῦτο οὐ συμμετατίθεται τῷ οὐ μετατιθεμένῳ, λέγω δὲ τῷ ἀπαρεμφάτῳ. ἔστιν γὰρ καὶ τὸ δηλούμενον τοιοῦτον.
3.76τῶν οὖν γινομένων πραγμάτων ἐλλειπέστερον ἀποτελουμένων ἐγγινομένη παράθεσις τῶν προκατειλεγμένων ῥημάτων παρελαμβάνετο εἰς ἐντέλειαν τῶν προσηκόντων. τὸ γὰρ δεῖ φιλολογεῖν τοιοῦτόν ἐστιν, ἐπεὶ λείπει τὸ φιλολογεῖν φιλολογῶμεν, ὡς εἰ καὶ αὐτῷ τῷ λείπει προσχρησαίμεθα, οὐδὲν ἔλαττον τὰ τῆς συντάξεως ἐνδεῆ καταστήσεται, λείπει τὸ φιλολογεῖν ἡμᾶς, λείπει τὸ φιλολογεῖν ἐμέ, καὶ οὐκ ἔστιν ὅστις τολμήσει φάναι τὸ λείπει ἐπίρρημα, κἂν ἀπειράκις καθ’ἕνα σχηματισμὸν ἐκφέρηται ἕνεκα τῆς συνούσης συντάξεως τοῦ ἀπαρεμφάτου. αὕτη γὰρ καὶ μόνη ἂν εἴη αἰτία τοῦ μὴ ἐν τοῖς ἐπισταλτικοῖς τῶν ἀπαρεμφάτων παραλαμβάνεσθαι.
3.77εἴπομεν γὰρ ὡς τοῖς τοιούτοις ἀπαρεμφάτοις ὑπακουόμενόν ἐστι τὸ ῥῆμα τὸ λέγει εὔχεται, Διονυσίῳ Ἀπολλώνιος λέγει χαίρειν εὔχεται · ἀσύστατον δὲ παραδέξασθαι ἀπαρέμφατον δύο συντάξεις ὁριστικῶν ῥημάτων, ἑνός γε μήν. καὶ διὰ τοῦτό φαμεν θέλει γράφειν, δεῖ γράφειν · ἐγκειμένου γε μὴν ἐν τῷ Διονυσίῳ χαίρειν τοῦ λέγει εὔχεται ἀσύστατον τὸ ἐπεντεθῆναι τὸ χρή δεῖ, εἰ μὴ ἀποσταίη ἐπισταλτικὴ σύνταξις, ἐφ’ἧς ἂν λοιπὸν φαίημεν δεῖ χαίρειν. ἄλλωςτε προσγίνεται τῷ ἐπιστελλομένῳ τὸ χαίρειν, οὐχὶ ἀφίσταται, ὅπερ ἐν τῷ δεῖ χαίρειν ἐγγενήσεται.
3.78ἑξῆς ῥητέον καὶ περὶ τῶν συντασσομένων πτώσεων τοῖς ἀπαρεμφάτοις. καὶ πρῶτόν γε ἐξεταστέον, εἰ ἀληθεύει τὸ ἐπὶ αἰτιατικὴν αὐτὰ πάντως φέρεσθαι, ὡς ἐν τῷ χρή καὶ δεῖ, χρὴ ἀναγινώσκειν Διονύσιον, καὶ τοῖς τοιούτοις. ἦν μέντοι τὸ ἀληθεῦον τοῦ λόγου, ὡς οὐκ αὐτὰ τὰ ἀπαρέμφατα πάντως αἰτιατικὴν ἀπαιτεῖ, πτῶσιν δὲ τὴν καὶ ἐν τοῖς ὁριστικοῖς καὶ τῇ ὑπολοίπῳ ἐγκλίσει συντασσομένην. ἔστι γὰρ τὰ τοῦ λόγου οὕτως ἔχοντα. τὸ χρή καὶ τὸ δεῖ αἴτια γίνεται αἰτιατικῆς παραθέσεως, καθὸ ῥήματα ὄντα πλαγίαν ἀπαιτεῖ τὴν δέουσαν, καθὸ καὶ ἄλλοις πλείστοις ῥήμασι τὸ τοιοῦτο παρηκολούθει, τὸ ἐπὶ γενικὴν φέρεσθαι ἐπὶ δοτικὴν αἰτιατικήν.
3.79 γὰρ λόγῳ καὶ τοῦ λείπει σύνταξις πάλιν ἐπ’αἰτιατικὴν φέρεται, λείπει Δίωνα, λείπει ἐμέ, τούτῳ τῷ λόγῳ καὶ τὸ δεῖ ἐπ’αἰτιατικὴν φέρεται, δεῖ ἐμέ, δεῖ σέ · τοῦτο γάρ ἐστιν τὸ κατάλληλον τοῦ λόγου, δεῖ ἐμὲ ἀκούειν. οὐ γάρ, ὡς ἔφαμεν, τῶν ἀπαρεμφάτων χρῆσις τὸ τοιοῦτον ἀπαιτεῖ · πρόκειται γοῦν ἐπισταλτικὴ σύνταξις οὐκ οὔσης αἰτιατικῆς πτώσεως. ἀλλὰ καὶ ἐν τοῖς τοιούτοις, τῷ περιπατεῖν ἥδομαι καὶ περιπατεῖν θέλω ἤπερ γράφειν, ἐθέλει κοιμᾶσθαι περιπατεῖν · ὧν εἴ τις ἀφέλοι τὰ συνόντα μόρια καὶ προσθείη τὸ δεῖ, πάντως ὑπακουσθήσεται καὶ αἰτιατική, δεῖ περιπατεῖν, χρὴ διαλέγεσθαι.
3.80οὐχὶ οὖν καὶ τὰ ἀπαρέμφατα οἶδεν αἰτιατικήν; οὐ τὴν ἐν τῷ καθόλου, ἀλλὰ τὴν ἐμφερομένην ἐν ταῖς ὑπολοίποις ἐγκλίσεσιν, φιλεῖ Θέωνα, φίλει Τρύφωνα, ἐὰν φιλῇ Τρύφωνα, καὶ οὕτως γίνεται φησὶ φιλεῖν Τρύφωνα. ἔνθεν γὰρ καὶ δύο αἰτιατικαὶ προσγίνονται τῇ τοιαύτῃ συντάξει. γενικῆς μὲν γὰρ καὶ δοτικῆς γίνεται σύνταξις, ὅταν πάλιν καὶ ὑπόλοιπος ἔγκλισις ἐπὶ γενικὴν φέρηται, ἀκούει Τρύφωνος, ἐπὶ δοτικήν, δίδωσι Τρύφωνι, καὶ πάλιν ἐπὶ τῶν ἑξῆς ἐγκλίσεων, ἐξ ὧν πάλιν τὰ μεταλαμβανόμενα ἀπαρέμφατα ταὐτὸ ἀναδέχεται, φησὶν ἀκούειν Τρύφωνος, φησὶν διδόναι Τρύφωνι.
3.81οἷς εἴ τις προσθείη τὸ δεῖ, ὑφελόμενος ἀναγκαίως τὸ φησίν, καθὼς ἐπεδείξαμεν, πάλιν προσγενήσεται καὶ αἰτιατική, δεῖ ἀκούειν Τρύφωνος Ἀπολλώνιον, δεῖ ἐρᾶν Θέωνος ἐμέ, δεῖ σοι Τρύφωνα χαρίζεσθαι. (ἐὰν γὰρ ἐπὶ τούτων τὴν αἰτιατικὴν ὑποστέλλειν ἐθέλῃ τις τῇ δεούσῃ συντάξει, ὁμόλογος ἔσται τῇ λειπούσῃ αἰτιατικῇ, εἰ οὕτως φαίημεν, δεῖ σοι χαρίζεσθαι, δεῖ σου ἀκούειν ·
3.82πάντως γὰρ αἰτιατική ἐστιν ὑπακουομένη, ἣν ἀπολαβὼν λόγος τὸ ἑαυτοῦ τέλος παραστήσει, ἐπεὶ εἰ μὴ ἔλιπεν, ἔδει τὸ προσενεχθὲν ὡς ἐν πλεονασμῷ τῆς αἰτιατικῆς καταγίνεσθαι, δεῖ σοι χαρίζεσθαι ἐμέ, δεῖ ἀκούειν σου Δίωνα). τούτων οὖν τῇδε ἐχόντων, ἐὰν ὡς εἴπομεν τὸ ῥῆμα φύσει φέρηται ἐπ’αἰτιατικήν, λέγω τὸ ἀπαρέμφατον, τὸ τηνικαῦτα καὶ δύο αἰτιατικαὶ προσγίνονται, μία μὲν ἐκ συντάξεως τοῦ δεῖ καὶ χρή, ἑτέρα δὲ ἐκ τῆς τοῦ ἀπαρεμφάτου συντάξεως, ὡς ἔχει τὰ τοιαῦτα, δεῖ Τρύφωνα διδάσκειν Διονύσιον, δεῖ σὲ ἐμὲ τιμᾶν.
3.84ἔστι καὶ ἑτέρα σύνταξις δύο αἰτιατικὰς ἀποτελοῦσα, ὁπηνίκα καὶ τὰ ἐγκείμενα ῥήματα ἐπ’αἰτιατικὰς φέρεται, οἷον τὸ ἀναγκάσαι, τὸ ποιῆσαι, τὰ ὅμοια · φέρεται γὰρ ἐπ’αἰτιατικήν. ἀλλὰ καὶ τὸ ἑλεῖν, ὑβρίσαι, τὰ τούτοις ὅμοια. ἐφ’ἧς ἂν συντάξεως γένοιτο ἀνάγκασόν με ὑβρίσαι σε, ποίησον Τρύφωνα φιλεῖν Ἀπολλώνιον.
3.85ἐκ δὴ τῶν τοιούτων συντάξεων καὶ τὰ ἀμφίβολα γίνεται. γενικῆς μὲν γὰρ συνούσης δοτικῆς εὔληπτα τὰ τοῦ λόγου ἐστίν, λέγουσι Τρύφωνα ἀκούειν Ἀπολλωνίου, ποίησον Τρύφωνα χαρίσασθαι Ἀπολλωνίῳ · οὐ μὴν ἐν τῷ δὸς δέτ’ἔμ’ἄνδρα ἑλεῖν, συνέβη ἐμὲ φιλεῖν Τρύφωνα · προσνεῦον γὰρ τὸ ἀπαρέμφατον ἀμφοτέραις ταῖς αἰτιατικαῖς οὐκ ἐμφανῆ καθίστησι τὸν ἐνεργοῦντα καὶ τὸν ἐνεργούμενον. τὰ μέντοι τῆς διαλύσεως οὕτως ἂν ἔχοι.
3.86εἴπερ ἐκ τοῦ πλουτεῖ Τρύφων, ὑγιαίνει Τρύφων γίνεται μετάληψις φασὶ Τρύφωνα πλουτεῖν, λέγουσι Τρύφωνα ὑγιαίνειν, δῆλον ὡς καὶ ἐπὶ τῶν ὁμοίων ταὐτὸν γενήσεται. ἔστω γάρ τι Θέων ὕβρισε Δίωνα, προδήλου ὄντος τοῦ ὑβρίσαντος καὶ τοῦ ὑβρισθέντος · ἐξ οὗ κατὰ τὴν αὐτὴν διάθεσιν μεταληφθήσεται λέγουσι Θέωνα ὑβρίσαι Δίωνα · καὶ δῆλόν ἐστιν ὡς τὸ ῥῆμα πρόσκειται τῇ προτέρᾳ αἰτιατικῇ, καὶ προσέκειτο κατ’εὐθεῖαν, Τρύφων ὕβρισε, λέγουσι Τρύφωνα ὑβρίσαι, ἐπιφερομένου τοῦ διατιθεμένου προσώπου, φέρε εἰπεῖν Δίωνα, Θέωνα. ἐκ δὴ τοῦ τοιούτου πρωτεύουσα αἰτιατικὴ μετὰ τοῦ ἀπαρεμφάτου προσχωρήσει καὶ τῇ ἐνεργητικῇ διαθέσει, καὶ εἰ ὧδέ τις ἀποφαίνοιτο, περιέχει οὐρανὸς τὴν γῆν, ἐξ οὗ γενήσεται λέγουσι τὸν οὐρανὸν περιέχειν τὴν γῆν, καὶ ἀνάπαλιν, περιέχει γῆ τὸν οὐρανόν, λέγουσι τὴν γῆν περιέχειν τὸν οὐρανόν. κἀκεῖνο γὰρ ὁμόλογόν ἐστιν, ὅτι ἐνεργητικὴ διάθεσις προτέρα τῆς παθητικῆς ·
3.87τότε γὰρ πέπονθεν, ὅτε καὶ ἀναδέδεκται τὴν ἐνεργητικὴν διάθεσιν, ὥς γε καὶ τὰ τούτων ἀποφατικὰ ὁμολογεῖ. γὰρ λέγων οὐκ ἔδειρα ἀναιρεῖ τὴν προκατάρξασαν διάθεσιν τοῦ ὁμολογήσαντος προσώπου τὴν παθητικὴν διάθεσιν ἐν τῷ δαρῆναι. καὶ εἰ τοῦτο ὑγιές, εὔλογον ἂν εἴη τὸ προσχωροῦν ῥῆμα τῇ προτέρᾳ αἰτιατικῇ τὴν ἐνεργητικὴν διάθεσιν ἐμφανίζειν, καὶ τὴν δευτέραν παραλαμβανομένην αἰτιατικὴν ἐν πάθει καταγίνεσθαι, ἐπεὶ καὶ δεύτερα τὰ πάθη τῶν ἐνεργειῶν ἐστιν, συνέβη ἐμὲ φιλεῖν Ἀπολλώνιον · τοιοῦτο γὰρ ἂν εἴη, ἐγὼ φιλῶ Ἀπολλώνιον. καὶ δῆλον ὅτι τὸ τοιοῦτο ὑπερβατόν ἐστιν, τὸ δὸς δέτ’ἔμ’ἄνδρα ἑλεῖν, τόνδε τὸν ἄνδρα. καὶ τοσαῦτα μὲν περὶ συντάξεως τῶν ἀπαρεμφάτων.
3.88ἀκολούθως ῥητέον καὶ περὶ τῶν ὑπολοίπων ἐγκλίσεων, αἷς παρέπεται ἀπὸ τῶν ἐν αὐταῖς δηλουμένων πραγμάτων τὴν θέσιν τοῦ ὀνόματος ἀναδεδέχθαι. μὲν γὰρ καλουμένη ὁριστικὴ καλεῖται καὶ ἀποφατική. καὶ δῆλον ὅτι κοινῆς μὲν ἐννοίας εἴχετο τὸ καλεῖσθαι αὐτὴν ἀποφατικήν, εἴγε καὶ τὸ ἀποφαίνεσθαι κατὰ πάσης φράσεως παραλαμβάνεται, ἀλλὰ καὶ ἐπιρρήματά τινα ἀποφατικὰ καλοῦμεν · ἰδίας μέντοι ἐννοίας ἔχεται ὁριστική · διὰ γὰρ ταύτης ἀποφαινόμενοι ὁριζόμεθα. ἔνθεν γὰρ καὶ οἱ καλούμενοι διαβεβαιωτικοὶ σύνδεσμοι καὶ ἔτι αἰτιολογικοὶ συντείνουσιν ἐπὶ ταύτην.
3.89ὁριζόμενοι γάρ φαμεν γέγραφα, καὶ ἐπιδιαβεβαιούμενοι ὅτι γέγραφα εἰς ἐπίτασιν τοῦ ὁρισμοῦ · πρὸς ἀνθυπάγεται πάλιν τούτου ἐναντίον κατὰ ἀπόφασιν ὅτι οὔ. ἀλλὰ καὶ ἐπὶ αἰτιολογικῆς ἐννοίας · ὡς γὰρ καταφασκομένου τοῦ περιπατῶ ἐπὶ λήμματι τῷ τοιούτῳ τὸ αἰτιῶδες συνταχθήσεται, ὅτι περιπατῶ κινοῦμαι. (ὅπερ οὐκ ἀληθεύσει, εἰ ἀναστροφὴν λάβοι τὰ τοῦ λόγου, ὅτι κινοῦμαι περιπατῶ. καὶ δῆλον ὅτι οὐ διὰ τὸν ὁρισμὸν τὸν ἐγκείμενον τοῖς ῥήμασιν, διὰ δὲ τὸ ἀκόλουθον τὸ ἐκ τοῦ συνδέσμου ἐγγινόμενον, ἐπεὶ ὅσον ἐπ’αὐτοῖς τὰ ῥήματα κατ’ἰδίαν τασσόμενα διὰ τὸν ἐγκείμενον ὁρισμὸν ἀληθεύει · κινοῦμαι, περιπατῶ).
3.90σαφὲς οὖν ὅτι καὶ ἐγκειμένην ἔχει τὴν κατάφασιν. καὶ ἕνεκα τούτου τὸ καλούμενον ἀποφατικὸν ἐπίρρημα, ὡς ἂν μαχόμενον τῇ ναί καταφάσει, ἐπιτρέχει τὴν ὁριστικὴν ἔγκλισιν, ἵνα τὴν ἐγκειμένην κατάφασιν ἀποστήσῃ, οὐ γράφει, οὐ περιπατεῖ · οὐ μὴν ἔτι τὴν εὐκτικὴν προστακτικήν · οὐ δὲ γὰρ ἔγκειται ἐν ταῖς τοιαύταις ἐγκλίσεσιν μαχομένη τῇ ἀποφάσει κατάφασις, ἣν ὡς προείπομεν συνέβη ἀναιρεῖσθαι ὑπὸ τῆς οὔ ἀποφάσεως. δι’ὅτι μέντοι μή ἀπαγόρευσις ἐπὶ τὰς προειρημένας ἐγκλίσεις συντείνει, ἐν τῷ περὶ αὐτῶν εἰρήσεται · φαμὲν γὰρ μὴ γίνωσκε, μὴ γνοίης, μὴ γνῷς. χρὴ μέντοι νοεῖν ὅτι οὐ δὲ ἐπὶ τὴν ἀπαρέμφατον συντείνει οὔ ἀπόφασις ·
3.91οὐ δὲ γὰρ δι’αὐτῆς τι καταφάσκεται. ἐν γὰρ τῷ οὐ δεῖ γράφειν πάλιν τὸ ὁριστικόν ἐστιν ῥῆμα τὸ ἀποφασκόμενον, λέγω τὸ δεῖ χρή, ὡς εἰ καὶ λέγοιμεν οὐ λείπει τὸ φιλολογεῖν. καὶ διὰ τῆς τοιαύτης συντάξεως ἄρα δέδεικται ὅτι τὸ χρή καὶ τὸ δεῖ ὁριστικὰ ῥήματα. ὁμόλογον δ’ὅτι καὶ καλουμένη ὑποτακτικὴ ἔγκλισις, συνηρτισμένη οἷς ὑποτέτακται, τὴν ἐκ τούτων δύναμιν ἀναδεξαμένη ἀπροσδεὴς γενήσεται τῆς οὔ ἀποφάσεως.
3.92μετὰ γοῦν τὴν τούτων σύνταξιν οἷόντε πάλιν ἐστὶν αὐτὴν ἀποφαίνεσθαι, ἐὰν θέλῃς οὐκ ἀναγινώσκω οὐκ ἀναγνώσομαι, καὶ μάλιστά γε ἐπὶ ἐνεστῶτος καὶ μέλλοντος · δι’ὅτι γὰρ οἱ παρῳχημένοι οὐ παραλαμβάνονται ἐν ὑποτακτικοῖς, ἐν τῷ ἰδίᾳ περὶ αὐτῶν εἰρήσεται.
3.93 δὴ οὖν προκειμένη ὁριστικὴ ἔγκλισις τὴν ἐγκειμένην κατάφασιν ἀποβάλλουσα μεθίσταται καὶ τοῦ καλεῖσθαι ὁριστική. εἰς γὰρ ἐπερώτησιν τῶν πραγμάτων ἐγχωρεῖ, ἡνίκα φαμὲν γέγραφας; λελάληκας; καὶ εἰ μὲν μὴ εἴη τὸ τοιοῦτον ἀληθές, φαμὲν οὔ · εἰ δὲ ἀληθὲς εἴη τὸ γεγραφέναι, φαμὲν ναί. καὶ οὕτως ἐπερώτησις ἀναπληρωθεῖσα διὰ τῆς καταφάσεως ὑποστρέφει εἰς τὸ εἶναι ὁριστική. καὶ μεγίστη ἂν εἴη ἔνδειξις τοῦ τοιούτου τὸ ἔσθ’ὅτε τῷ ναί μὴ χρῆσθαι μορίῳ, ῥήματι δὲ τῷ αὐτῷ δι’ὁριστικῆς προφορᾶς, ὡς ἂν ἐγκειμένης τῆς καταφάσεως · πρὸς γὰρ τὸ γράφεις; κατ’ἐπερώτησίν φαμεν γράφω κατὰ βεβαίωσιν τοῦ ὁρισμοῦ, δυνάμει διπλασιάσαντες τὴν κατάφασιν, ναὶ γράφω. οὕτως ἔχει καὶ τὸ ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες, οὐκ ἀλόγου τοῦ τοιούτου ὄντος, εἴγε ἐν τοῖς προκειμένοις παρεστήσαμεν ὅτι πολλάκις τὰ ἰσοδυναμοῦντα παραλλήλως τίθεται εἰς πλείονα ἔμφασιν, ὡς τὸ τάχιον περιπάτει καὶ μᾶλλον τάχιον περιπάτει.
3.94ὁμοίως δὲ καὶ εὐκτικὴ ἔγκλισις ἀπὸ τῆς γινομένης εὐχῆς κατὰ παραγωγὴν τῆς κλήσεως ἔτυχεν. εἰ οὖν ἐστιν τὰ τῆς εὐχῆς ἐπιρρήματα παραστατικά, αἴθ’ἔγω, χρυσοστέφαν’Ἀφροδίτα, τόνδε τὸν πάλον λαχοίην, αἴθ’οὕτως ἐπὶ πᾶσι χόλον τελέσει’Ἀγαμέμνων · καὶ μήποτε τὰ τῆς συντάξεως δόξῃ κατὰ παρολκὴν ἔχειν τὰ συνόντα ἐπιρρήματα, καθὸ ἔγκλισις δυνάμει ἐγκείμενον ἔχει τὸ εἴθε. (ἐπὶ μὲν γὰρ τοῦ εἴθε ἔγραψε Τρύφων, εἴθε ἐλάλησε καὶ ἐπὶ τῶν τοιούτων δῆλον ὅτι ἐν τῷ δέοντι παράκειται τὸ εἴθε, ἵνα ὁριστικὴ ἔγκλισις διὰ τοῦ παρακειμένου εὐκτικοῦ ἐπιρρήματος εὐκτικὴν σύνταξιν ἀναδέξηται · δῆλον γὰρ ὡς διαφέρει τὸ ἔγραψεν Τρύφων τοῦ εἴθε ἔγραψεν Τρύφων). ἀλλὰ σαφὲς ὅτι εἰς πλείονας ἐπιτάσεις τῶν σημαινομένων αἱ τοιαῦται παραθέσεις γίνονται, ὡς παρεστήσαμεν καὶ ἐπὶ τοῦ ναὶ γράφω καὶ ἄλλων πλειόνων.
3.95χρὴ μέντοι νοεῖν ὡς διαφέρει ἐκ τῶν ῥημάτων εὐκτικὴ ἔγκλισις τῆς ἐπιρρηματικῆς τῷ τὰ μὲν ῥήματα μετὰ τοῦ συνόντος πράγματος σημαίνειν τὴν εὐκτικὴν διάθεσιν · τὸ γὰρ γράφοιμι εὐχή ἐστιν πράγματος τοῦ γράφειν καὶ τὸ φιλολογοῖμι τοῦ φιλολογεῖν, τό γε μὴν εἴθε σχεδὸν ὄνομά ἐστιν εὐχῆς · οὐ γὰρ συμπαρίσταται καὶ τὸ ἐν τίνι τὰ τῆς εὐχῆς. τὸ τοιοῦτον καὶ ἐπ’ἄλλων πλείστων παρεπόμενον ἔστιν ἐπιδεῖξαι.
3.96τὸ λευκότερος ἐπιτέταται εἰς τὴν τοῦ λευκοῦ ποιότητα καὶ ἔτι τὸ γλυκύτερος εἰς τὴν τοῦ γλυκέος · κοινῆς μέντοι ἐπιτάσεως ὀνόματά ἐστι τὰ τοιαῦτα, βελτίων, ἄριστος, ἀμείνων. ἀλλ’εἰ καὶ τὰ τοιαῦτα ἔχεταί τινος ἐννοίας, ἀφ’ἧς καὶ τὴν ὀνομασίαν εἴληφε, καὶ τροπικώτερον μετῆλθεν εἰς κοινὴν ἐπίτασιν (ὡς τὸ ἁλιεύς, κἂν ποτάμιος , καὶ πυξίς, κἂν διαφόρου ὕλης τύχῃ), ἐκεῖνο μέντοι ὁμόλογόν ἐστιν, ὡς τὸ εἷς διαφέρει τοῦ Αἴας, αὐτὸ μόνον ὄνομά ἐστιν ἀριθμοῦ τὸ εἷς, τὸ δὲ Αἴας μετὰ ἰδίας ποιότητος παρυφιστάμενον ἔχει τὸ εἷς. καὶ ἔτι τὸ ἐγώ πρὸς τὸ γράφω, καθὸ μετὰ πράγματος καὶ τῶν συμπαρεπομένων τὸ γράφω ἐγκείμενον ἔχει τὸ ἐγώ, αὐτή γε μὴν ἀντωνυμία αὐτὸ μόνον ὄνομά ἐστι προσώπου. ἔτι καὶ τὸ Ἰλιόθεν διαφέρει τοῦ ἄλλοθεν, καθὸ τὸ μὲν Ἰλιόθεν μετὰ τῆς ἐκ τοῦ τόπου σημασίας συμπαρίστησι καὶ τὸ ἴδιον τοῦ τόπου, τό γε μὴν ἄλλοθεν αὐτὸ μόνον παρίστησιν τὴν ἐκ τόπου σχέσιν. ἔτι καὶ τὸ τάχιστος μετά τινος ὑποκειμένου τὴν ἐπίτασιν σημαίνει, οὐ μὴν τὸ ἄγαν · αὐτὸ γὰρ μόνον ὄνομα ἐπιτάσεώς ἐστιν. οὕτως ἔχει καὶ τὸ γράψον ὡς πρὸς τὸ ἄγε · πάλιν γὰρ μόνον ὄνομα προστάξεώς ἐστι τὸ ἄγε, τὸ δὲ γράψον μετὰ τῆς ἐγκειμένης προστάξεως καὶ τὸ πρᾶγμα ὑπαγορεύει καὶ τοὺς συνόντας ἀριθμούς, ἔτι καὶ τὰ πρόσωπα. ἔστιν πλεῖστα εἰς τὸ τοιοῦτο παραθέσθαι.
3.97τό γε μὴν αἴθ’ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ἧσθαι καὶ τὸ ὡς ὄφελες σὺ μὲν αὖθι μετ’ἀθανάτῃς ἁλίῃσι ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν οὐ χρὴ παραλαμβάνειν εἰς τὸν τῶν παραλλήλων λόγον · ἰδοὺ γὰρ ἐκ τοῦ ὤφελον παρυφίσταται καὶ προσώπου διάκρισις, ἥτις οὐ σύνεστιν τῷ εἴθε. καὶ δῆλον ὅτι ἕνεκα τοῦ τοιούτου τὸ μὲν εἴθε συντάσσεται εὐκτικοῖς, οἷς σύνεστι τὸ διακρῖναι πρόσωπον, αἴθ’οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο · αἴθ’οὕτως ἐπὶ πᾶσι χόλον τελέσει’Ἀγαμέμνων · ἀλλὰ παρεστήσαμεν ὡς καὶ ἐν ὁριστικοῖς ἐν τῷ εἴθ’ἔγραψε Τρύφων · οὐ μὴν τοῖς ἀπαρεμφάτοις, ἐπεὶ καὶ διὰ τοῦ ἐπιρρήματος καὶ διὰ τοῦ συνόντος ἀπαρεμφάτου ἄδηλον ποίῳ προσώπῳ τὰ τῆς εὐχῆς ἐπιγίνεται. ὅθεν εἰς ἀναπλήρωσιν τοῦ λείποντος τὸ ὄφελον παραλαμβάνεται, εἰς ἐμφανισμὸν προσώπου τὰ τῆς εὐχῆς περιγίνεται · ἐν γὰρ τῷ αἴθ’ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ἧσθαι νοεῖται Ἀχιλλεύς, πρὸς ὃν ἀπότασις τοῦ λόγου, οὐκ ἐξ ἄλλου του τοῦ ὄφελες. καὶ τοσαῦτα μὲν περὶ συντάξεως τοῦ εἴθε καὶ τῶν ὁμοίων.
3.98ἤδη μέντοι καὶ περὶ τῆς ἐγγινομένης χρονικῆς διαθέσεως ἐν τῇ ἐγκλίσει διαποροῦσί τινες, ὡς μάτην εἰσκυκλεῖται τῶν παρῳχημένων χρόνων φωνὴ κατὰ τὴν ἔγκλισιν, ὡς οὐ δυναμένου τοῦ τοιούτου συστῆναι, καθὸ καὶ ἐπ’ἄλλων μερῶν λόγου δηλουμένου παρέμπτωσις αἰτία γίνεται τοῦ μὴ συνίστασθαι σχήματά τινα τῆς λέξεως, ἐν ῥήμασιν τοῦ πλουτῶ ὑπάρχω τινος τῶν τοιούτων παθητικὴ ἐκφορά, καὶ ἐπὶ τοῦ μάχομαι ἐνεργητική · καὶ ἐν γένεσι, καθὸ οὔτε τοῦ ἐκτροῦσα τὸ ἀρρενικόν τις ζητήσει, οὔτε τοῦ ἄρσην τὸ θηλυκόν. καὶ ἦν εἰς τὸ τοιοῦτο παράθεσις δυσπερίληπτος. καὶ δὴ οὖν ἐπὶ τοῦ προκειμένου ἐκεῖνό φασιν · εἰ ἐν τοῖς οὐκ οὖσιν αἱ εὐχαὶ γίνονται εἰς τὸ ἐγγενέσθαι, πῶς τὰ γενόμενα εὐχῆς ἔτι δέεται; πρὸς ἔστιν φάναι ὡς πᾶσα ἀνάγκη ὑπάρξαι καὶ τὴν ἐκ παρῳχημένου εὐχήν.
3.99φέρε γὰρ τὸν ἐπιβάλλοντα χρόνον τοῦ γινομένου ἀγῶνος Ὀλυμπίασι παρῳχῆσθαι, καὶ πατέρα εὔχεσθαι ὑπὲρ παιδὸς ἀγωνισαμένου περὶ τῆς τούτου νίκης · καὶ δῆλον ὡς οὔτε ποιήσεται εὐχὴν διὰ τῆς τοῦ ἐσομένου χρόνου οὔτε μὴν τοῦ κατὰ τὸν ἐνεστῶτα παρατεινομένου (τὰ γὰρ τοῦ παρῳχημένου ἀντίκειται), ἐξ οὗ ἂν ἀκολούθως γένοιτο εὐχὴ εἴθε νενικήκοι μου παῖς, εἴθε δεδοξασμένος εἴη.
3.100ἔστι καὶ οὕτως φάναι, ὡς ἀληθεύει ὅτι ἐπὶ τοῖς μὴ συνοῦσιν αἱ εὐχαὶ γίνονται · οὐ συνόντος γὰρ τοῦ φιλολογεῖν φαίημεν ἂν φιλολογοῖμι, οὐ συνόντος τοῦ πλουτεῖν τὸ πλουτοῖμι · χρὴ μέντοι νοεῖν ὡς τὸ ἐξαιτούμενον ἐκ τοῦ εὐκτικοῦ εἰς παράτασιν τοῦ ἐνεστῶτος παραλαμβάνεται, ἵνα ἐν αὐτῷ διαγίνηται, ὡς εἴ τις φαίη ζώοιμι θεοί, εἰς τελείωσιν τῶν μὴ ὄντων πραγμάτων, ὡς Ἀγαμέμνων εὔχεται, εἴθε θεοὶ πορθήσαιμι τὴν Ἴλιον · εὐχὴ γὰρ νῦν γίνεται εἰς τὸ παρῳχημένον καὶ συντελὲς τοῦ χρόνου. τὴν γὰρ παράτασιν ἀπευκταίαν ἕξει · πορθοῦντι γὰρ αὐτῷ τὴν Ἴλιον ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί, καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται. καθότι πάλιν κατὰ τὸ ἐναντίον ἔστιν ἐπινοῆσαι ἐπὶ τοῦ ζώοιμι. οὐ γὰρ δή γέ τις παραλήψεται εἰς εὐχὴν τὴν τοῦ ζῆν συντέλειαν ἐν τῷ ζήσαιμι. γὰρ τοιαύτη συντέλεια τῆς εὐχῆς δυνάμει περιγράφει τὴν τοῦ βίου διατριβήν.
3.101τὸ αὐτὸ ἄπορον μέτεισι καὶ ἐπὶ τὰ προστακτικά. πάλιν γὰρ τὰ οὐ γενόμενα προστάσσεται, καὶ ἀληθὲς ὅτι τὰ παρῳχημένα γέγονεν. καὶ κατὰ τὸ αὐτὸ οὐ χρὴ παρῳχημένου χρόνου προστακτικὸν παραλαμβάνειν. καὶ ἔστιν γε πάλιν ἐπὶ τῶν τοιούτων ταὐτὸν φάναι, ὡς τὸ πρῶτον διαφέρει τὸ κλειέσθω θύρα τοῦ κεκλείσθω, καθὸ μὲν κατὰ τὸν ἐνεστῶτα ἐκφορὰ ὑπαγορεύει τὴν ὑπόγυον πρόσταξιν, ὅπερ ἐνεστῶτος τοῦ παρατεινομένου ἦν ἴδιον, τό γε μὴν κεκλείσθω τὴν ἔκπαλαι ὀφείλουσαν διάθεσιν γενέσθαι. ἀλλὰ καὶ εἴπομεν ὡς μὲν προστάσσεται αὐτῶν εἰς παράτασιν.
3.102 γὰρ ἀποφαινόμενος οὕτως, γράφε, σάρου, σκάπτε, ἐν παρατάσει τῆς διαθέσεως τὴν πρόσταξιν ποιεῖται, ὡς ἔχει καὶ τὸ βάλλ’οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι · φησὶ γὰρ ἐν τῷ πολέμῳ καταγίνου εἰς τὸ βάλλειν. γε μὴν λέγων κατὰ τὴν τοῦ παρῳχημένου προφορὰν γράψον, σκάψον, οὐ μόνον τὸ μὴ γινόμενον προστάσσει, ἀλλὰ καὶ τὸ γινόμενον ἐν παρατάσει ἀπαγορεύει, εἴγε καὶ τοῖς γράφουσιν ἐν πλείονι χρόνῳ προσφωνοῦμεν τὸ γράψον, τοιοῦτόν τι φάσκοντες, μὴ ἐμμένειν τῇ παρατάσει, ἀνύσαι δὲ τὸ γράφειν.
3.103τὰ δεύτερα πρόσωπα τῶν προστακτικῶν πρόδηλον ἔχει τὴν σύνταξιν, κἂν ὁμόφωνα καθεστήκῃ τῇ ὁριστικῇ ἐγκλίσει · γὰρ συνοῦσα αὐτοῖς κλητικὴ ἀφίστησι τὴν ἀμφιβολίαν τὴν πρὸς τὸ ὁριστικόν, καὶ τὸ συντασσόμενον ἐπίρρημα, λέγω δὴ τὸ ἄγε, ὥς γε ἐν τοῖς ἑξῆς παραστήσομεν. τὰ γὰρ τρίτα καὶ τῇ φωνῇ ἰδιάσαντα οὐ δὲ κατ’ὀλίγον ἀμφιβάλλεται.
3.104τά γε μὴν τοῦ πρώτου προσώπου πρός τινων οὐ δὲ παραλαμβάνεται, λόγοις τοιούτοις. κεχωρίσθαι φασὶ δεῖν τὸν προστάσσοντα τοῦ προστασσομένου, ὅπερ οὐκ ἔστιν ἐπινοῆσαι ἐν πρώτῳ προσώπῳ · ἔστιν γὰρ πρῶτον τὸ ὑπὲρ ἑαυτοῦ ἀποφαινόμενον, δεύτερον δὲ τὸ πρὸς ἀπότασις ὑπὲρ αὐτοῦ τοῦ προσφωνουμένου, εἰς καὶ ἐγχωρεῖ ἔγκλισις ἐν τῷ φεῦγε, λέγε, γράφε. ἀλλὰ κἀκεῖνο δῆλόν ἐστιν, ὡς αἱ κλητικαὶ ἐν δυσὶ προσώποις καταγίνονται, τῷτε προσκαλοῦντι καὶ τῷ προσκαλουμένῳ ·
3.105καὶ διὰ τοῦτο τῶν κατὰ τὸ πρῶτον πρόσωπον ἀντωνυμιῶν κλητικαὶ οὐκ ἦσαν, τῶν γε μὴν πάλιν κατὰ τὸ δεύτερον. σαφὲς οὖν ὅτι καὶ ἐκ τῆς τοιαύτης συντάξεως δείκνυται ὡς πρώτου προσώπου οὐκ ἔστι προστακτικά · τὴν γὰρ ἐκ τῶν κλητικῶν σύνταξιν ἀναδέχονται, τις ἐδέδεικτο ἀσύστατος κατὰ τὸ πρῶτον πρόσωπον. καὶ ὡς οὐκ ἔστιν ἐπινοῆσαι ἑαυτόν τινα προσκαλούμενον διὰ τὸ ἀχώριστον τοῦ προσώπου, οὕτως οὐ δὲ ἑαυτῷ προστάσσοντα διὰ τὸ ἀχώριστον τοῦ προσώπου · πᾶν γὰρ προστακτικὸν ἐκ προσώπου ἐπικρατοῦντος συνέστηκεν ὡς πρὸς ἐπικρατούμενον.
3.106οἵ γε μὴν παραδεχόμενοι τὴν ἐν πρώτοις προσώποις ἐπιγινομένην πρόσταξιν, οὐκ ἀνασκευάσαντες τοὺς προκειμένους λόγους, παρατίθενται ὡς προστακτικὰ ἐν τῇ χρήσει, φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν, ἀλλ’ἄγε δὴ χαζώμεθ’ἐφ’ἵππων, καὶ ἅπαντα κατὰ τὴν κοινὴν χρῆσιν οὕτω λεγόμενα. ἐξ ὧν πειρῶνται καὶ τὰ ἑνικὰ παραλαμβάνειν. ὃν γὰρ τρόπον τῶν δευτέρων πληθυντικῶν παραλήγουσα ἀποβάλλουσα τὴντε λήγουσα γίνεται τῶν ἑνικῶν, λέγετε λέγε, νοεῖτε νόει, τὸν αὐτὸν τρόπον καὶ τῶν πρώτων παραλήγουσα ἀποβαλοῦσα τὸ μεν καταστήσει τὸ ἑνικὸν προστακτικόν, φέρωμεν φέρω, ἀριθμήσωμεν ἀριθμήσω. καὶ οὐ ξένον εἰ ὁμοφωνεῖ ταῖς ὁριστικαῖς φωναῖς, ὅπου γε καὶ ἐν δευτέροις προσώποις ὁμοφωνία ἐγγίνεται. πρόδηλον κἀκ τῆς συντάξεως τῆς ἄγε λέγωμεν, ἄγε φέρωμεν, ἧς τὸ ἑνικὸν γενήσεται φέρε λέγω, φέρε ἀριθμήσω.
3.107(τὸ γοῦν δεύτερον πρόσωπον τῆς ὁριστικῆς ἐγκλίσεως, οὐ συνεμπῖπτον τῇ προστακτικῇ ἐγκλίσει, οὐ δὲ τὴν τούτων σύνταξιν ἀναδέχεται · τίς γὰρ ἂν φαίη φέρε λέγεις φέρε ἀριθμήσεις); οὕτως δ’ἔχει κἀκεῖνο ἀλλ’ἄγε δὴ τὰ χρήματ’ἀριθμήσω καὶ ἴδωμαι · ἀλλ’ἄγ’ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, ἐξείπω.
3.108ἐμοί γε μὴν δοκεῖ τὰ τῆς ἐγκλίσεως ἐπιτεταράχθαι, ἐπεὶ σχεδὸν ἐγκλίσεις δύο συνωθοῦσιν εἰς μίαν ἔγκλισιν. ἔχει δὲ τὰ τῆς ἀποδείξεως τῇδε. δέδοται ὅτι οὐ προσκαλούμεθα ἑαυτούς, οὐ δὲ μὴν προστάσσομεν ἑαυτοῖς, καθ’ἣν εἴπομεν ἔννοιαν τῶν προστακτικῶν. ὑποτιθέμεθα μέντοι ἑαυτοῖς, ὥς γε ἔχει ἐπὶ τοῦ Διός. ἐν γὰρ πολλαῖς ὑποθήκαις ἐγγενόμενος καὶ μίαν ἀρίστην ὑπονοήσας τοιοῦτό τι εἶπε, πέμψω ἐπ’Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον · οὗ πάλιν μετάληψις γενήσεται εἰς ἀπαρέμφατον κατὰ τὸ διηγηματικόν, πέμψαι ἐπ’Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον. ἀπὸ δὴ τοῦ τοιούτου ἑνικοῦ μετῄει καὶ πληθυντικὸς ἀριθμός, ἐπισπώμενος τὴν ἐκ δευτέρων καὶ τρίτων προσώπων σύλληψιν, πέμψωμεν, ἀριθμήσωμεν ·
3.109ἣν μάλιστα καὶ εὔχρηστον ὑπολαμβάνω καθίστασθαι ὡς πρὸς τὰ ἐπικρατοῦντα πρόσωπα, εἴγε σύνταξιν ἐπικρατουμένων προσώπων ἄντικρυς οὐκ ἀναδέχεται. εἴπομεν γὰρ ὡς τὰ προστακτικὰ ἐξ ἐπικρατούντων ἐστὶν προσώπων καὶ ἐξ ἐπικρατουμένων, καὶ τὴν πρόσταξιν ἀναδέχεται τοῦ πράγματος. ἵν’οὖν ἐκκλίνῃ τὴν ἐν δευτέροις προσώποις γινομένην πρόσταξιν, σύλληψιν ἀναδέχεται τὴν εἰς τὸ πρῶτον, ἥτις κατὰ τὸ ἑνικὸν ἐδείχθη ὑποθετική. καὶ δῆλον ὅτι τῇ ἐπικρατείᾳ τῇ κατὰ τὸ πρῶτον καὶ τὰ συγγενόμενα πρόσωπα τῆς αὐτῆς ἐγκλίσεως ἐτύγχανεν. τοιοῦτο γάρ ἐστι καὶ τὸ πρὸς Σθενέλου εἰρημένον ἀλλ’ἄγε δὴ χαζώμεθ’ἐφ’ἵππων, ἵνα μὴ ἐν τῷ ὑπερέχοντι προσώπῳ προστάξῃ ἐν τῷ χάζου. τοιοῦτό ἐστιν καὶ τὸ πρὸς Νέστορος εἰρημένον ἀλλ’ἄνδρας κτείνωμεν · ἑαυτὸν γὰρ συλλαβὼν προθυμοτέρους καθίστησι τοὺς Ἕλληνας εἰς τὸν κατεπείγοντα πόλεμον.
3.110οὐ δὴ οὖν δεύτερα καὶ τρίτα ὑπολαμβάνω πρόσωπα εἶναι τῶν τοιούτων ὑποθετικῶν · ἵνα γὰρ μὴ γένηται δεύτερον, πρῶτον ἐγένετο καθ’ἣν εἴπομεν σύλληψιν τῶν ἑνικῶν. ἔστι καὶ διὰ τῆς φωνῆς τὸ τοιοῦτον παραστῆσαι. πάσης ἐγκλίσεως τὰ δεύτερα πρόσωπα πληθυντικὰ εἰςτε λήγοντα ἰσοχρονεῖ κατὰ τὴν παρεδρεύουσαν τοῖς πρώτοις, λέγοιμεν λέγοιτε, λέγομεν λέγετε. διὰ τοῦτό φαμεν τῷ ῥιπτοῦμεν παρακεῖσθαι τὸ ῥιπτεῖτε, τῷ δὲ ῥίπτομεν τὸ ῥίπτετε. περισσὸν ὑποδείγμασιν χρῆσθαι καθολικοῦ ὄντος τοῦ λόγου. πῶς οὖν καὶ κατὰ τὸν λόγον τῆς φωνῆς παρακείσεται τῷ φεύγετε τὸ φεύγωμεν; τὰ εἰς θε λήγοντα μιᾷ ἐνδεῖ συλλαβῇ τῶν εἰς θα ληγόντων κατὰ πᾶσαν ἔγκλισιν · οὐκ ἄρα καὶ κατὰ τὸ τοιοῦτον τῷ πεποιηκώμεθα παρακείσεται δεύτερον τὸ πεποίησθε.
3.111φαίνεται οὖν ὅτι τὸ λεῖπον τῶν προστακτικῶν προσώπων, λέγω τὸ πρῶτον, καὶ τὰ λείποντα τῶν ὑποθετικῶν δεύτερα καὶ τρίτα εἰς ἕνωσιν ἄγει τὸ τὰς δύο ἐγκλίσεις παραλαμβάνεσθαι, ἵν’ἑκατέρα ἀνταναπληρωθῇ τοῦ λείποντος, τῶν ἐγκλίσεων καὶ κατὰ τὸ σημαινόμενον συντρεχουσῶν. εἰ δέ τινες προσβιάσονται καὶ ἐν δευτέροις προσώποις καταγίνεσθαι τὰ ὑποθετικὰ καθ’ὁμοφωνίαν τὴν πρὸς τὰ προστακτικά, ἐκεῖνο ἂν φαίημεν, ὡς συνοῦσα διὰ τοῦ ἄγε σύνταξις ἐξαίρετον καταστήσει τὴν προστακτικὴν ἔγκλισιν · προφανῶς γὰρ τὸ ἐγκελευστικὸν ἐπίρρημα ἐπέτεινε τὴν πρόσταξιν.
3.112ἐχομένως ῥητέον καὶ περὶ τῶν κατὰ τρίτον πρόσωπον προστακτικῶν, δὴ καὶ αὐτὰ δευτέρου προσώπου φασὶν εἶναι, διαφέρειν δὲ τῶν προκειμένων, καθὸ ἐκεῖνα μὲν αὐτόθεν τὴν πρόσταξιν τοῦ πράγματος παραδέχεται, ταῦτα δὲ ἐγκελεύεται εἰς ἑτέρων προσώπων πρόσταξιν. τὸ γὰρ λεγέτω καὶ τὰ ὅμοια σαφὲς ὅτι καὶ τὰς ἐγκελεύσεις ἔχει διττάς, τήντε ἐν δευτέρῳ καταγινομένην καὶ τὴν ἐξ αὐτοῦ εἰς τρίτον μετιοῦσαν, καθάπερ ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τῶν μονοπροσώπων καὶ διπροσώπων ἀντωνυμιῶν · μὲν γὰρ ἐγώ καὶ αἱ σύζυγοι καὶ ἅπαξ ἑνικῶς νοούμεναί εἰσιν καὶ ἓν πρόσωπον ὑπαγορεύουσιν, γε μὴν ἐμός καὶ δὶς ἑνικῶς νοεῖται καὶ δύο πρόσωπα παρεμφαίνει. ἴσως δὲ καὶ ὀρθοτονουμένη ἀντωνυμία, κἂν ἁπλῆ , διὰ τῆς ἐπιούσης διαστολῆς τὸ δισσὸν πρόσωπον ὑπαγορεύει, καὶ τὰ συγκριτικὰ καὶ τὰ πρός τι ἅπαντα, καὶ δὴ οὖν τὸ λεγέτω δεύτερον καὶ τρίτον ὑπαγορεύει.
3.113ἀλλ’ἔστι γε πρὸς ταῦτα φάναι ὡς οὐ ψεῦδος μέν ἐστι τὸ παρεμπίπτειν δισσὸν πρόσωπον, οὔτε μὴν ὅτι ἐν δευτέρῳ προσώπῳ καταγίνεται · οὔ γε μὴν ἐξαιρέτως ἐπὶ τῶν προστακτικῶν τὸ τοιοῦτον ἐγχωρήσει · πολὺ γὰρ πρότερον καὶ ἐπὶ τῆς ὁριστικῆς ἐγκλίσεως τὸ τοιοῦτον ἂν παρέποιτο. ἀποφαινόμεθα γὰρ καὶ πρός τινας περί τινος, ὀρθῶς διαλέγεται Τρύφων, ἡμέρα ἐστίν · καὶ οὐ πάντως τὰ τοιαῦτα, ὅτι πρός τινά ἐστι, καὶ δεύτερα εἰρήσεται. διὸ καὶ ἐπίμεμπτοι οἱ ἀφορισάμενοι τὸ δεύτερον πρόσωπον πρὸς ὃν λόγος, ὅτι μὴ προστιθέασι καὶ περὶ αὐτοῦ τοῦ προσφωνουμένου. καὶ δὴ τὰ προκείμενα προστάσσεται μὲν δευτέροις προσώποις, οὐ μὴν δεύτερά ἐστιν · οὐ γὰρ κατὰ τῶν προσφωνουμένων αἱ προστάξεις γίνονται, κατὰ δὲ τῶν ἐν τρίτοις νοουμένων. σαφὲς κἀκ τοῦ παρεπομένου ἀριθμοῦ.
3.114ἡνίκα γὰρ δευτέρῳ προστάσσεται, ἑνικῶς μὲν γίνεται λέγε, πληθυντικῶς δὲ λέγετε. οὐ μὴν ἐν τῷ λεγέτω ταὐτὸν παρακολουθήσει · τρίτου γὰρ καθεστῶτα τὴν ἐν τρίτοις προσώποις διαλλαγὴν ἴσχει τοῦ ἀριθμοῦ, λεγέτω λεγέτωσαν, τοῦ ἐγκειμένου δευτέρου προσώπου οὐδαμῶς τοιοῦτον ἀναδεχομένου. δὴ εἰ φύσει προσέκειτο κατὰ προσώπου μερισμόν, ἀνεδέξατο ἂν καὶ τὸν συνόντα ἀριθμὸν ἑνικὸν καὶ πληθυντικόν, καθάπερ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἡμέτερος, ἐμός · νυνὶ δὲ τὸ λεγέτω καὶ λεγέτωσαν καὶ τὰ ὅμοια οὐκ ἔχει διαστολὴν τῶν κατὰ τὸ δεύτερον πρόσωπον ἐν ἀριθμῷ, πότερον ἑνί τις ἀποφαίνεται περὶ ἑνὸς πλείοσι περὶ ἑνὸς καὶ περὶ πλειόνων. οἷόντε γάρ ἐστιν φάναι καὶ ἀθροίσματι ἐγρηγορείτω στρατηγὸς ὑμῶν καὶ ἑνὶ ἐγρηγορείτω σου δεσπότης, καὶ οὐδεμία ἐστὶν ἐναλλαγὴ μόνη κατὰ τὸ τρίτον νοουμένη, ἧς ἐστι καὶ τὰ πρόσωπα. τὸ δὴ οὖν λεγέτω καὶ πάντα τὰ τοιαῦτα σημαίνει ἀπόντων προσώπων πρόσταξιν, ἀναγκαίως δευτέρου προσώπου ἐναλλασσομένως παραλαμβανομένου εἰς μετάδοσιν τῆς προστάξεως, ἐπεὶ πάλιν πρόσταξις ἐκτὸς δευτέρου προσώπου ἀσύστατός ἐστιν ·
3.115ἔνθεν γὰρ καὶ ταῖς ἐν δευτέρῳ προσώπῳ νοουμέναις ἁπάντοτε κλητικαῖς σύνεστιν.
3.116πρόκειται δὲ ὡς τὸ πλέον συνεμπίπτουσι τῆς ὁριστικῆς ἐγκλίσεως αἱ φωναί, ὡς τὸ λέγετε καὶ λέγεσθε καὶ ἔτι διανοεῖσθε καὶ ἅπαντα τὰ τοιαῦτα. καὶ ἐπεὶ πάλιν αἱ κλητικαὶ συνεμπίπτουσι ταῖς εὐθείαις, συγγίνεται δ’εὐθείαις τὰ ὁριστικὰ καὶ ἔτι αἱ κλητικαὶ τοῖς προστακτικοῖς, πάλιν τὸ διανοεῖσθε ἄνθρωποι οὔπω διακέκριται, εἰ μὴ ἐπιπροσγένηται τὰ ἰδιάζοντα πρὸς ἑκάτερα τῶν μερῶν τοῦ λόγου. φήσομεν γὰρ ἐπ’εὐθείας ἄνθρωποι ὄντες διανοεῖσθε, οὐχ ὡς οἴονταί τινες κατὰ προστακτικὴν ἔγκλισιν, κατὰ δὲ ὁριστικήν, καθάπερ ἔστιν ἐπινοῆσαι κἀπὶ τοῦ πρώτου καὶ τοῦ τρίτου, ἄνθρωποι ὄντες διανοούμεθα, ἄνθρωποι ὄντες διανοοῦνται. καὶ ἐκ τῆς ἑνικῆς συντάξεως προφανὴς λόγος, ἄνθρωπος ὢν διανοῇ, ἄνθρωπος ὢν διανοοῦμαι καὶ ἔτι διανοεῖται · ἐφ’ἧς συντάξεως κατὰ τὸ κλητικὸν αἱ δύο φωναὶ ἐναλλάσσονται, ἄνθρωπε διανοοῦ. ἀλλὰ κἀκ τῆς συνούσης μετοχῆς προφανές. οὐ γὰρ συνίσταται ὤν μετοχὴ μετὰ κλητικῶν, μετὰ μέντοι τῶν εὐθειῶν · οὐ γάρ φαμεν ἄνθρωπε ὤν, ἄνθρωπος δὲ ὤν. (οὕτως ἀπεδείκνυτο καὶ σύ ὡς εἴη εὐθείας ἐν τῷ σὺ ὤν ὡς εἰ καὶ ἐγὼ ὤν). κἂν μετὰ ἄρθρου δὲ λέγομεν οἱ ἄνθρωποι διανοεῖσθε, οὐ κατ’ἐγκέλευσιν τοῦ διανοεῖσθε, κατὰ δὲ τὴν ὑπάρχουσαν ἑκάστῳ διάνοιαν, ἣν ὁριζόμεθα ἐν τῷ διανοεῖσθε, ὡς εἰ καὶ λέγοιμεν ὑπάρχει ἐν ὑμῖν τὸ λογιστικόν, τοῦ ἄρθρου μηνύοντος τὴν εὐθεῖαν.
3.117 εἰ γὰρ προσθείη τις τὸ , γενήσεται καὶ τὸ διανοεῖσθε προστακτικόν, ἄνθρωποι διανοεῖσθε. ἀλλ’εἰ καὶ ἔτι τὸ ἄγε, ἄγε διανοεῖσθε ἄνθρωποι. ἐφ’ἧς συντάξεως πάλιν εἴ τις ἀντιθείη τὸ ὅτι, ὅτι διανοεῖσθε, μεταστήσεται τὰ τῆς συντάξεως εἰς τὴν ὁριστικὴν ἔγκλισιν. καὶ τοσαῦτα μὲν περὶ τῶν ὁμοφωνούντων.
3.118περὶ δὲ τῶν μὴ ὁμοφωνούντων μήτε ἐν τοῖς ὀνόμασι μήτε ἐν τοῖς ῥήμασιν οὐ δὲ κατ’ὀλίγον τὰ τῆς συντάξεως δεῖται λόγου, ἄνθρωπος ἔγραφεν, ἄνθρωπε γράφε. εἰ γὰρ ἀνὰ μέρος πάλιν τὸ ἕτερον γένοιτο ὁμόφωνον, τὸ συμφερόμενον τὸ ἀμφίβολον ἀποτρίψεται. φέρε φάναι ἐπὶ τοῦ Ἑλικών καὶ τῶν ὁμοίων ὀνομάτων · προσκείμενον γὰρ τὸ ὁριστικὸν εὐθείας σύνταξιν ἀποτελεῖ, Ἑλικὼν γράφει, τό γε μὴν προστακτικὸν κλητικήν, Ἑλικὼν γράφε. ἀνάπαλιν ἐπὶ τοῦ ἤχει, λέγω κατὰ παρατατικὴν προφορὰν τοῦ τρίτου προσώπου, ἤχει ποτὲ τὸ ἐν Δωδώνῃ χαλκεῖον ·
3.119ἀλλὰ καὶ κατὰ προστακτικὴν προφοράν, ἡνίκα λέγω ἤχει σύ. προσδεχόμενον τὸ τῆς εὐθείας σχῆμα παρατατικὸν ἀποτελέσει τὸ ἤχει, ἤχει τρίπους, ἤχει ἄνθρωπος · πάλιν τὸ κλητικον τὸ προστακτικὸν ἀποτελέσει, ἤχει ἄνθρωπε. ἐφ’οὗ δὴ προσγινομένη ὁμόφωνος εὐθεῖα τέλεον ἀμφίβολον ποιήσει τὴν σύνταξιν ἐν τῷ ἤχει Ἑλικών · ἐφ’ἧς πάλιν συντάξεως χρεία ἐστὶ τῶν προκειμένων μορίων, Ἑλικὼν ἤχει, ἄγε ἤχει Ἑλικών, ὅτι ἤχει Ἑλικών. οὐ λέλησμαι ὅτι καὶ αὐτοτέλεια τεκμήριόν ἐστιν κλητικῆς · ἰδοὺ γὰρ καὶ αὐτὸ τὸ Ἑλικών ἐλλεῖπον μὲν ῥήματι εὐθεῖαν ὁμολογεῖ, οὐ τῇδε δὲ ἔχον κλητικῆς ἐστιν πτώσεως τὸ τοιοῦτον, οἷον Ἑλικών ἤχει.
3.120ἐδείκνυμεν τοῦ ἐνεστῶτος ἁπάντοτε τὰ πληθυντικὰ συνεμπίπτοντα, ὧν διάκρισις ἐγίγνετο διὰ τοῦ ἄγε ὅτι, ὑποστελλομένου ἑνὸς ῥήματος τοῦ ἐστε. τοῦτο γὰρ ἀπέβαλλε τὴν ἀμφιβολίαν, εἴγε βαρυνόμενον μὲν προστακτικόν ἐστιν, ὀξυνόμενον δὲ ὁριστικόν. καὶ ἴσως δόξει ὠλιγωρῆσθαι τὰ τῆς φωνῆς, ὅτι μὴ τῷ καθολικῷ ὕπεστιν · καὶ ἤτοι τὸ ὀξυνόμενον ἡμάρτηται τὸ βαρυνόμενον προστακτικόν. ἐφ’οὗ ἂν φαίη τις ὡς ἅπαντα τὰ εἰςτε λήγοντα προστακτικὰ βαρύνεται, καὶ διὰ τοῦτο βαρυνόμενον τὸ ἔστε κατώρθωται, καὶ λείπεται τὸ ἐστέ ὠλιγωρῆσθαι, ὅτι μὴ ὁμοφωνεῖ τῷ κατωρθωμένῳ.
3.121ἀλλ’ὁμοτονεῖν θέλει τὰ δεύτερα ὁριστικὰ πληθυντικὰ τοῖς πρώτοις, ἴμεν ἴτε, δίδομεν δίδοτε · εἰ οὖν ἐσμέν, δῆλον ὅτι καὶ ἐστέ, ἡμάρτηται δὲ τὸ ἔστε προστακτικὸν βαρυνόμενον. τί οὖν χρὴ ἐπὶ τοῦ τοιούτου διαλαβεῖν;
3.122 ἐκεῖνο ἀποφήνασθαι, ὡς ὀξύνεται μὲν τὸ ὁριστικὸν ἐν τῷ ἐσμέν καὶ ἐστέ διὰ τὸ εἶναι ἐγκλιτικά, οἷς οὐ σύνεστι βαρὺ τὸ τέλος · καὶ ἐπειδὴ ἐν τοῖς προστακτικοῖς ἀφίσταται ἔγκλισις, συναφίσταται καὶ ἐπὶ τέλους ὀξεῖα, ἥτις αἰτία ἦν τῆς ἐγκλίσεως. διὰ τοῦτο τὸ μὲν εἰμί ὀξύνεται ὁριστικὸν ὄν, καθὸ ἐγκλιτικόν, οὐ μὴν τὸ ἴσθι προστακτικόν, καθὸ οὐκ ἐγκλιτικόν, καίτοι πάλιν τῶν εἰς θι ληγόντων προστακτικῶν ὁμοτονούντων τοῖς εἰς μι ὁριστικοῖς, ζεύγνυμι ζεύγνυθι, εἶμι ἴθι. (ἔνθεν οὐ συγκατατίθεμαι τοῖς ἐν προστακτικῇ προφορᾷ ὀξυτονοῦσι τὸ φαθί, συνελεγχομένοις κἀκ τοῦ τρίτου προσώπου τοῦ φάτω, δὴ ὁμότονον καθεστὼς τῷ δευτέρῳ ὁμοίως τοῖς ἄλλοις ἤλεγχε τὴν παρὰ τὸ δέον ὀξεῖαν).
3.123ἑξῆς ῥητέον περὶ τῆς ὑποτακτικῆς ἐγκλίσεως ἥν τινες καὶ διστακτικὴν ἀποφαίνονται ἀπὸ τοῦ ἐξ αὐτῆς δηλουμένου, καθάπερ καὶ αἱ προκατειλεγμέναι ταὐτὸν ἀνεδέξαντο · σαφὲς γὰρ ὅτι ὡς τὸ ἐὰν γράφω καὶ τὰ τούτοις ὅμοια δισταγμὸν τοῦ ὡς ἐσομένου πράγματος σημαίνει. ἀλλ’ἴσως ἀντικείσεται τὸ μη δὲ αὐτὰ ἔχεσθαι τῆς ἐννοίας τοῦ δισταγμοῦ, τὸν δὲ παρακείμενον σύνδεσμον αἴτιον γίνεσθαι τῆς διστακτικῆς ἐννοίας.
3.124καὶ εἰ ἀπὸ τῆς δυνάμεως τῶν συνδέσμων ἔοικεν τὰ ῥήματα ἀνάγεσθαι, οὐδὲν κωλύει καὶ τὰς λοιπὰς ἐγκλίσεις μετατίθεσθαι τῆς ἰδίας κλήσεως, ἀναδεξαμένας τὴν ἐκ τῶν συνδέσμων δύναμιν. οὐ γὰρ ἔτι ὁριστικὸν τὸ εἰ ἔγραψα, εἰ ἐφιλολόγησα, οὐ δὲ ταὐτόν ἐστι τὸ φιλολογήσω τῷ ἤτοι φιλολογήσω πορεύσομαι εἰς περίπατον, οὐ δὲ τὸ γράψαιμι ἄν εὐχὴν ἐπαγγέλλεται, ὁρισμὸν δὲ τοῦ ἐσομένου πράγματος. σχεδόντε ὑπὸ τὸν αὐτὸν δισταγμὸν πίπτει τὸ εἰ περιπατεῖς κινῇ τῷ ἐὰν περιπατῇς κινηθήσῃ, καὶ οὐ καλεῖται τὸ εἰ περιπατεῖς διστακτικόν.
3.125ἀλλὰ πρὸς τὴν τοιαύτην ἀντίρρησιν ἐνὸν ὑπαντῆσαι ὡς αἱ μὲν ἄλλαι ἐγκλίσεις ἐκτὸς οὖσαι τῶν συνδέσμων τὸ ἐξ αὑτῶν δηλούμενον ἀνεδέξαντο, ἐξ οὗ καὶ τὴν θέσιν ἔσχον τοῦ ὀνόματος. προῦπτον γὰρ ὅτι τὸ γράψαιμι εὐχῆς ἐστιν παραστατικὸν καὶ τὸ περιπατῶ ὁρισμοῦ · ὅθεν εἰ ταύταις προσγένοιτό τις συνδεσμικὴ σύνταξις, οὐκ ἐκ ταύτης ἕξουσιν τὴν θέσιν τοῦ ὀνόματος, ἐκ δὲ τῆς φύσει αὐταῖς ἐγκειμένης ἐγκλίσεως, καθὸ καὶ αὐτοὶ οἱ σύνδεσμοι ἐκ τῆς ἰδίας παρεμφάσεως τὴν θέσιν τοῦ ὀνόματος ἀνεδέξαντο, διαζευκτικοὶ καλούμενοι, δυνητικοί, συναπτικοὶ καὶ ἄλλοι οἱ ὑπόλοιποι. ὅθεν εἰ καὶ τῇ καλουμένῃ διστακτικῇ ἐγκλίσει παρείπετο τὸ ἐκτὸς συνδέσμου σημαίνειν τι, κἂν πάντως τὴν ἐκ τούτου ὀνομασίαν ἀνεδέξατο. νυνὶ δὲ οὐδέποτε ἐμόνασεν ἐκτὸς συνδέσμου, καὶ οὕτως ἄδηλον ἔσχε τὸ σημαινόμενον, καὶ διὰ τοῦτο αὐτό, οὐκ ἔχουσα ἰδίᾳ δηλούμενον, παρεδέξατο ἐκ δυνάμεως τοῦ συνδέσμου τὴν τοῦ ὀνόματος θέσιν εἰληφέναι. ἦν δ’ἂν λόγος πάνυ εὐπαράδεκτος, εἰ τὰ καλούμενα ὑποτακτικὰ ῥήματα συντάξει μιᾷ ἐκέχρητο συνδεσμικῇ τῇ προκειμένῃ.
3.126νυνὶ δὲ καὶ οἱ καλούμενοι ἀποτελεστικοὶ ἐπὶ τὴν αὐτὴν σύνταξιν φέρονται, ἡνίκα φαμὲν Τρύφων περιπατεῖ ἵνα ὑγιάνῃ δὸς τὸν χάρτην ἵνα γράψω · καίτοι μᾶλλον ἀποτελεστικὰ ὀφείλει καλεῖσθαι τὰ ῥήματα διστακτικά. ἀλλ’οὐ δὲ ἀποτελεστικά · ἰδοὺ γὰρ καὶ κατ’αἰτιολογικὴν σύνταξιν, ἡνίκα φαμὲν ἵνα ἀναγνῶ ἐτιμήθην, ἵνα ἀναστῶ ἠνιάθη Τρύφων. ὑγιῶς ἄρα ἀπὸ ἑνὸς τοῦ παρακολουθοῦντος τῇ προκειμένῃ ἐγκλίσει, τοῦ μὴ συνίστασθαι αὐτὴν εἰ μὴ ὑποταγείη τοῖς προκειμένοις συνδέσμοις, εἴρηται ὑποτακτική.
3.127ὅτι δὲ καὶ ἐπ’ἄλλων μερῶν λόγου μερικὴ διαφωνία αἰτία γίνεται τοῦ εἰς κοινὸν ὄνομα ἀνάγεσθαι τὴν θέσιν, σαφές ἐστι καὶ ἐξ αὐτῶν τῶν συνδέσμων. οἱ μὲν γὰρ ἄλλοι ἀπ’ἰδίας δυνάμεως ἀναδεχόμενοι τὴν θέσιν ἔσχον τῶν ὀνομάτων, ἀπὸ τοῦ ἐν συναφείᾳ τοὺς λόγους ἐπάγειν συναπτικοί, ἀπὸ τοῦ διαζευγνύειν διαζευκτικοί, καὶ ἅπαντες οἱ ὑπόλοιποι · οἵ γε μὴν καλούμενοι παραπληρωματικοὶ οὐκ ἀπὸ τοῦ δηλουμένου τὴν θέσιν ἔσχον. οὐ γὰρ ἀληθές ἐστιν, ὥς τινες ὑπέλαβον, μόνον αὐτοὺς ἀναπληροῦν τὸ κεχηνὸς τῆς ἑρμηνείας καὶ διὰ τοῦτο εἰρῆσθαι παραπληρωματικούς · ὅτι γὰρ ἕκαστος αὐτῶν ἔχει τινὰ δύναμιν, παρεστήσαμεν ἐν τῷ περὶ συνδέσμων. οὐ γὰρ ταὐτόν ἐστι τὸ τοῦτό μοι χάρισαι τῷ τοῦτό γέ μοι χάρισαι, οὐ δὲ τὸ ἀγαθὸς ὤν τῷ ἀγαθός περ ἐών · οὐ δὲ τὸ αὐτὸ ἐμφαίνει τὸ οἱ μὲν παρ’ὄχεσφι τῷ οἱ μὲν δὴ παρ’ὄχεσφι · παραγραφῆς γὰρ λόγου σημεῖόν ἐστιν δή. οὐ δὲ γὰρ ἐκεῖνο ἐξαίρετόν ἐστιν, τὸ αὐτοὺς μόνον ἐν πλεονάσματι εὑρίσκεσθαι ·
3.128ἀλλὰ σχεδὸν τὸ τοιοῦτον πάθος σύνεστι καὶ κατὰ τῶν ὑπολοίπων συνδέσμων, τὸν καὶ Μηριόνης πρότερος, ἤτοι μὲν Μενέλαος, καίτε χαλιφρονέοντα · μυρία ἔστιν εἰς τὸ τοιοῦτο παραθέσθαι. ἀλλ’οὐ δὲ ἴδιον συνδέσμων τὸ ἐν πλεονασμῷ καταγίνεσθαι · σχεδὸν γὰρ ἐπὶ πάσας τὰς λέξεις τὸ τοιοῦτον συντείνει. καὶ εἰ ἀπὸ τοῦ πλεονάζοντος θέσις τοῦ ὀνόματος, τίς ἀποκλήρωσις τοῦ ἐπὶ τῶν συνδέσμων τὸ τοιοῦτο παρηκολουθηκέναι, λέγω τῶν παραπληρωματικῶν, ὅτι οἱ μὲν ἄλλοι σύνδεσμοι, διάφοροι ὄντες κατὰ τὰς φωνάς, μίαν δύναμιν ἐπηγγέλλοντο, ἐξ ἧς καὶ τὴν θέσιν τοῦ ὀνόματος ἀνεδέχοντο, οὐ μὴν τοῖς παραπληρωματικοῖς ταὐτὸν συνηκολούθει;
3.129σχεδὸν γὰρ ἕκαστος αὐτῶν ἴδιόν τι ἐπηγγέλλετο, μείωσιν μὲν γέ ἐν τῷ τοῦτό γέ μοι χάρισαι, παραγραφὴν λόγου δή, ἐναντιότητα πέρ μετ’αὐξήσεως ἐμφατικῆς. ἦν οὖν ἀνέφικτον τὸ ἐκ τοῦ σημαινομένου τὴν ὀνομασίαν αὐτοὺς ἀναδέχεσθαι διὰ τὸν προκείμενον λόγον. κοινὸν οὖν παρείπετο αὐτοῖς τὸ πλεονάζειν κατὰ τὸ μὴ ἐλλεῖπον, καὶ ἐκ τοῦ κοινῶς παρεπομένου τὸ ὄνομα ἀνεδέξαντο, οὐ διαψευδόμενοι τὴν θέσιν τοῦ ὀνόματος. τοιοῦτος λόγος συντείνει καὶ ἐπὶ τὰ παρώνυμα τῶν ὀνομάτων καὶ τὰ ῥηματικά.
3.130καὶ γὰρ ταῦτα ἐκ τῆς προϋφεστώσης ὕλης τὴν ὀνομασίαν ἀνεδέξαντο · ἠδυνάτει γὰρ ἐκ τοῦ δηλουμένου ἕνεκα τῆς ἐν αὐτοῖς γινομένης παμπόλλου διαφορᾶς, εἴγε πάλιν τὰ ἄλλα τῶν ἰδικῶν ἑνὶ δηλουμένῳ ἐκέχρητο, ἐξ οὗ καὶ τὴν θέσιν τοῦ ὀνόματος ἀνεδέχετο.
3.131 προκειμένη ἔγκλισις μετὰ τοῦ ἐάν συνδέσμου καὶ τῶν ἰσοδυναμούντων ἐπὶ μέλλοντα φέρεται ἐνεστῶτα, ἐὰν φιλολογῶ παραγενήσεται Δίων, ἐὰν ἀναγινώσκω παραγίνεται Τρύφων · ἀκατάλληλον γὰρ τὸ ἐν παρῳχημένῳ. ὁμοίως καὶ ἵνα ἀποτελεστικός, ἵνα φιλολογήσω παραγενήσεται Τρύφων καὶ ἔτι παραγίνεται. εἰ γὰρ ἐγγένοιτο παρῳχημένου σύνταξις, δύναται αἰτιώδης ἀκούεσθαι, ἵνα φιλολογήσω παρεγενήθη Τρύφων · ἐν ἴσῳ γάρ ἐστιν τῷ διότι ἐφιλολόγησα παρεγενήθη Τρύφων. οὐ τοῦτο δέ φημι, ὅτι καὶ ἀποτελεστικῶς πάλιν οὐ δύναται ἀκούεσθαι · δυνατὸν γὰρ πάλιν οὕτως ἀκούειν, εἰς τὸ φιλολογῆσαί με παρεγενήθη Τρύφων. ἐπὶ τοῖς οὖν ἐσομένοις σύνταξις τοῦ αἰτιολογικοῦ οὐκ ἂν γένοιτο · ἐπὶ γὰρ γεγονόσιν αἱ αἰτίαι ἐπιλέγονται. ὅθεν καταλληλότερος γίνεται αἰτιολογικὸς ἐπιφερομένων τῶν παρῳχημένων · ἵνα ὑβρίσω Θέωνα, οὐ φήσομεν ἀγανακτήσει Δίων, ἠγανάκτησεν δέ. ἐπί γε μὴν τοῦ ἀποτελεστικοῦ ἔνεστι φάναι ἵνα ὑβρίσω Θέωνα παρέσται Τρύφων.
3.132ἀκόλουθόν ἐστιν ἐκθέσθαι καὶ περὶ τῆς συντάξεως τῶν ὑποτακτικῶν, ἀπὸ ποίας ἐγκλίσεως οἱ παρατιθέμενοι σύνδεσμοι ἀφιστᾶσι τὰ ῥήματα. (ἔφαμεν γὰρ ἐν τοῖς προκειμένοις τὰ τοιαῦτα ῥήματα μὴ συνίστασθαι χωρὶς τῶν συνδέσμων). σαφὲς γὰρ ὅτι πᾶν ἐστι μέρος λόγου ἐν παραθέσει συνδέσμου, τὸ αὐτὸ πάντως καὶ κατ’ἰδίαν ῥητὸν ἦν. οὐ γὰρ δή γε ἓν μέρος λόγου τὸ ἐὰν δράμῃς, ἐὰν γράψῃς, ἵνα δῶμεν τὸ μὴ πάντως ῥητὸν εἶναι τὸ συντεθειμένον κατ’ἰδίαν, ὥς γε ἐνόν ἐστιν εὑρέσθαι μυρία σχήματα ἐν συνθέσει μεταπεποιημένα κατὰ τὴν σύνθεσιν, ὧν τὸ διαλυόμενον κατ’ἰδίαν οὐκ ἔστιν ῥητόν. παρὰ τὸ σέβομαι ἐγένετο εὐσεβής, καὶ οὐ ῥητὸν κατ’ἰδίαν τὸ σεβής · ὁμοίως καὶ τὸ πρωτοπαγής παρὰ τὸ ἐπάγη, καὶ οὐ ῥητὸν τὸ παγής · γείνω ἀγενής. οὐ δὴ οὖν, ὡς ἔφαμεν, ἓν ἔσται τὸ ἐὰν λάβῃς, ἵνα μὴ πάντως τὸ λάβῃς καταναγκάζηται κατ’ἰδίαν λέγεσθαι. εἰ δὲ καὶ τὸ τοιοῦτον δεῖται ἀποδείξεως, βραχέα παραθησόμεθα ὑπὲρ τοῦ μὴ ἡνῶσθαι εἰς ἓν μέρος λόγου τοὺς συνδέσμους τοῖς ῥήμασιν.
3.133πόθεν γὰρ αἱ μεσαζόμεναι λέξεις παρεμπίπτουσιν; ἐὰν σήμερον καὶ αὔριον ἀκούσῃς, ἀντιλήψει τῶν λεγομένων. ἀλλ’ἐπεὶ καὶ ἐν συνθέτοις τὸ τοιοῦτον ἐγγίνεται, ὡς ἐν τῷ λέων κατὰ ταῦρον ἐδηδώς, νήπιοι οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον, ἐκεῖνό γε ὁμόλογόν ἐστιν ὡς τὸ ἵνα δράμῃς, ὄφρα πεποίθῃς, τὰ τούτοις ὅμοια τὴν ἐν ἑκατέρῳ μέρει λόγου τάσιν ἀναδέχεται, ὡς ἂν παραθέσεως οὔσης καὶ οὐ συνθέσεως. πρὸς οἷς οὐ δὲ οἱ σύνδεσμοι συντίθενται καθ’ἓν μέρος λόγου, οἵτε συντεθειμένοι μόνοι εἰσὶν συναπτικοί.
3.134ἔστιν οὖν πρώτη ἐκφορὰ τῶν ὑποτακτικῶν ὁριστική, ἣν οἱ παρατεθέντες σύνδεσμοι ἐν φωνῆς ἰδιώμασιν κατέστησαν. δι’ καὶ προσεγένετο κλῆσις, ἐπεί τοί γε, εἰ ἐφυλάσσετο τὸ ἔλαβες ἐν τῷ ἐὰν λάβῃς, συνέμεινεν ἂν καὶ αὐτὴ ὀνομασία τῆς ἐγκλίσεως, καὶ εἰ μὴ ὁρισμὸν ἐσήμαινεν, καθὼς καὶ ἐν τοῖς προκειμένοις παρεστήσαμεν ὡς καὶ τὸ ἔγραψα ἄν, οὐκ ἐμφανίζον ὁρισμὸν τοῦ πράγματος, καλεῖται ὁριστικὸν διὰ τὸ συνημμένον σχῆμα τῇ ἐγκλίσει. ἅμα οὖν καὶ τῷ τὴν φωνὴν ἀποστῆναι ἐν τῷ ἐὰν λάβῃς, ἐὰν δράμῃς, συναπέστη καὶ ὀνομασία τῆς ἐγκλίσεως. προφανῶς γὰρ αἱ φωναὶ διέστησαν εἰς μείζονα χρόνον ἐν τοῖς συνοῦσιν βραχέσι φωνήεσιν κατὰ τὰς ὁριστικὰς ἐγκλίσεις, τῶν ὑπολοίπων συλλαβῶν συμμενουσῶν.
3.135εἰς μαι λήγει τὸ ὁριστικόν, λέγομαι, ἀλλὰ καὶ τὸ λέγωμαι, ἐπεὶ ποία οἰκειότης πρὸς εὐκτικὸν τὸ λεγοίμην τὸ ἀσύστατον προστακτικὸν πρὸς ἀπαρέμφατον τὸ λέγεσθαι; ὁμοφωνεῖ δ’ἐν τῷ δευτέρῳ, ὅτι λέγῃ ἐὰν λέγῃ, τοῦ λέγοιο λέγου οὐδεμίαν οἰκειότητα ἐχόντων πρὸς τὴν ὑποτακτικὴν φωνήν. τὰ τρίτα ἐστὶ πληθυντικὰ λέγοιεν λεγέτωσαν, τό γε μὴν ὁριστικὸν λέγουσιν, καὶ πάλιν τούτῳ συμφέρεται τὸ λέγωσιν, ἐὰν λέγωσιν. ὁμοφωνεῖ δὲ ἁπάντοτε κατὰ δευτέραν συζυγίαν τῶν περισπωμένων, ἐπίτε πρώτων προσώπων τῶν κατ’ἐνεστῶτα, λέγω δὲ κατ’ἐνεργητικὴν κατάληξιν, ἐὰν λέγω ὅτι λέγω, ἐπίτε δευτέρων προσώπων ἁπάντοτε παθητικῶν, ὅτι λέγῃ σύ ἐὰν λέγῃ σύ, ὅτι νοῇ σύ ἐὰν νοῇ σύ. περισσὸν ἡγοῦμαι τὸν λόγον ἐπὶ πλέον προάγειν · προφανὴς γάρ. ἄλλωςτε ἐδείξαμεν τὴν ὁριστικὴν ἔγκλισιν κατάρχουσαν τῶν ἐγκλίσεων, ὡς ἂν ἐμφανεστάτην οὖσαν καὶ πλείοσι τομαῖς χρόνων προσκεχρημένην καὶ ταῖς συνούσαις φωναῖς ·
3.136ὅθεν εἰ τὰ εὐκτικὰ καὶ τὰ προστακτικὰ κανόνα ἔχει τὴν ὁριστικὴν ἔγκλισιν, περισσὸν ἂν εἴη τὸ ζητεῖν εἰ καὶ τὰ ὑποτακτικὰ ἐξ αὐτῆς μετείληπται.
3.137ὀφειλόμενόν ἐστι καὶ τῇ συντάξει τῶν ἐπιζευκτικῶν ἐπιστῆσαι, τί δή ποτε τὰ τέλη παρῃτήσαντο τῶν παρῳχημένων φωνῶν · οὐ γὰρ ἐφικτὴ σύνταξις τοῦ ἐὰν ἔλεγον, ἐὰν πέποιθα καὶ τῶν παραπλησίων, καίτοι τῶν παραθέσεων, ὡς ἔφαμεν, οὐ μεταποιουσῶν τὰ τέλη τῶν οἷς παράκεινται. φαίνεται δ’ὅτι τῆς τοιαύτης ἀκαταλληλίας ἐστὶν αἴτιον τὸ μάχεσθαι τοὺς παρῳχημένους χρόνους τῇ ἐκ τῶν συνδέσμων δυνάμει.
3.138δισταγμὸν γὰρ τῶν ὡς ἐσομένων πραγμάτων παριστῶσιν, καὶ ἔτι τῶν ὡς τελεσθησομένων, οὓς καὶ ἀποτελεστικοὺς συνέβη καλεῖσθαι · πόθεν οὖν τὸ γεγονὸς τῷ μὴ ἐσομένῳ συνοισθήσεται; ἔνθεν οὖν ἀσύστατον τὸ ἐὰν ἔλαβον, ἵνα ἀνέγνων, καὶ ἔτι ἐπὶ τῶν ὁμοειδῶν συνδέσμων, συστατὸν δὲ τὸ ἵνα ἀναγνῶ, ἐὰν ἀναγνῶ · τέλει γὰρ ἐχρήσατο τὰ ῥήματα οὐ δυναμένῳ χρόνον παρῳχημένον σημᾶναι κατὰ πρῶτον πρόσωπον. (ὧν τὰ δεύτερα καὶ τρίτα ὀφείλοντα ἰσοχρονεῖν τὸ αὐτὸ ω παραδέξεται τὸ ἰσόχρονον η συγγραφομένου τοῦ ι, καθὸ ἐν πρώτῳ γενομένη κατάληξις τοῦ ω τὴν ἐν δευτέροις καὶ τρίτοις προσώποις ἐκφορὰν ἔχει μετὰ φωνήεντος συνόντος τοῦ ι, τοῦ τοιούτου ἐντελέστερον ἀποδεικνυμένου ἐν τῷ περὶ ὀρθογραφίας). φαίνεται οὖν ὅτι αἰτιολογικὸς σύνδεσμος τῇ πρὸς τὸν ἀποτελεστικὸν ὁμοφωνίᾳ συνήρπασε καὶ τὰ τῆς συντάξεως εἰς ταὐτό, τάχα καὶ τῆς ἐπιρρηματικῆς ὁμοφωνίας συλλαμβανομένης τῷ λόγῳ ·
3.139συντασσόμενα γὰρ τὰ ὁριστικὰ μετὰ τοῦ ἵνα ἐνδείκνυται τὸ τοπικὸν ἐπίρρημα, ἵνατ’ἔτραφεν ἠδ’ἐγένοντο. ὁμόλογον γὰρ ὅτι οἱ αἰτιολογικοὶ παρῳχημένοις χρόνοις συντάσσονται, ὅτι ἔγραψα, ὅτι ἐνόησα.
3.140ἐχρῆν μέντοι γινώσκειν ὡς αἱ ἐγγινόμεναι παραθέσεις ἐξ ἐνεστώτων εἰσὶν καὶ παρῳχημένων, τοιοῦτόν τι τῆς συντάξεως ἐπαγγελλομένης ἐν τῷ ἐὰν μάθω, εἰ ἀνύσαιμι τὸ μαθεῖν, ἐὰν δράμω, εἰ ἀνύσαιμι τὸ δραμεῖν · ἔν γε μὴν τῷ ἐὰν τρέχω, ἐὰν ἐν παρατάσει γένωμαι τοῦ τρέχειν. καὶ ἔνθεν ἀνέφικτος τοῦ μέλλοντος σύνταξις · αὐτοὶ γὰρ οἱ σύνδεσμοι τὸ ὡς ἐσόμενον σημαίνουσιν εἰς παράτασιν ἄνυσιν.
3.141πῶς οὖν οὐ γελοῖοι καὶ οἱ ἀφορισάμενοι ὡς Δωριεῖς οὐ περισπῶσι τοὺς ὑποτακτικοὺς μέλλοντας, καὶ οἱ ἐπιζητήσαντες κατὰ τί οὐ περισπῶσιν; γὰρ λόγος αὐτῶν ἐξ ἀσυστάτου λήμματος συνέστηκεν. ἦν δὲ τὸ δελεάσαν τὴν τούτων ἄγνοιαν γενομένη ὁμοφωνία ἐκ τοῦ εἰς α λήγοντος ἀορίστου, ἔχουσα οὕτως. προσγενόμενος χρόνος ἐν τοῖς ὁριστικοῖς ἅμα τῷ μεταστῆναι τὴν ὁριστικὴν ἔγκλισιν περιγράφεται · παρὰ γὰρ τὸ ἔλεξα εὐκτικὸν μὲν γίνεται τὸ λέξαιμι, ἀπαρέμφατον δὲ τὸ λέξαι, προστακτικὸν δὲ τὸ λέξον. καὶ δὴ οὖν ἐν τῇ ὑποτακτικῇ ἐγκλίσει ταὐτὸν παρείπετο μεταποιουμένου τοῦ τέλους εἰς τὸ ω, καθότι καὶ ἐπὶ τῶν ἄλλων παρῳχημένων ταὐτὸν συνέβαινεν · ἔφαγον ἐὰν φάγω, ἔδραμον ἐὰν δράμω, καὶ οὕτως τὸ ἔλεξα ἐὰν λέξω γίνεται ὅμοιον ὁριστικῷ μέλλοντι τῷ λέξω. ὅτι γὰρ οὐχ σύνταξίς ἐστιν τοῦ μέλλοντος τοῦ ἀχωρίστου, σαφὲς ἐκ τῆς προκειμένης συντάξεως · ἧς εἰ μὴ μεταλάβοιεν οἱ ἐντελέστερον τῶν λόγων κατακούοντες, δυσπειθέστερον ἀναστρέφουσιν.
3.142ἵν’οὖν εὐσύνοπτος ἅπασιν σύνταξις γένηται, καὶ τοὺς ἀπὸ τῆς φωνῆς λόγους συντρέχοντας τῇ προειρημένῃ συντάξει παραθήσομαι, πρῶτον παραλαβών, ὑπὲρ οὗ ἐστιν ζήτησις, μαρτύριον τὸ τοὺς Δωριεῖς καθ’ὅλης τῆς ἐγκλίσεως τὴν περισπωμένην φυλάττειν ἐν μέλλοντι, οὐ μὴν ἐν ὑποτακτικοῖς, ὅτι μηδὲν ἔστιν ὑποτακτικὸν μέλλοντος. δεύτερον καὶ τὸν ἀπὸ τῆς Ἀτθίδος σχηματισμόν.
3.143κατὰ μέλλοντά φασιν λυριῶ καὶ κομιῶ, κατὰ δὲ ἀόριστον ἐλύρισα, ἐκόμισα · τί οὖν οὔ φασιν καὶ ἐὰν λυριῶ καὶ ἐὰν κομιῶ, σὺν δὲ τῷ ς, συνούσης καὶ τῆς βαρείας τοῦ ἀορίστου καὶ τῆς γραφῆς; τρίτον πέμπτη συζυγία κατὰ τὴν παρεδρεύουσαν τοῦ εἰς τὸ α λήγοντος ἀορίστου καὶ ἔτι κατὰ τὴν παρεδρεύουσαν τοῦ μέλλοντος τῷ ἐναντίῳ χρῆται χρόνῳ.
3.144 μὲν γὰρ ἀόριστος πάντως μακρὰν αἰτεῖ, ὥστε καὶ ἐκ βραχείας τῆς κατὰ τὸν ἐνεστῶτα μακρὰν γίνεσθαι, ὡς δέρω ἔδειρα, νέμω ἔνειμα · γε μὴν μέλλων βραχεῖαν, ὡς καὶ ἐκ μακρᾶς βραχεῖαν γίνεσθαι, κείρω κερῶ, φθείρω φθερῶ. καὶ εἰ τοῦτο, πῶς οὐκ ἂν δοίημεν τὸ ἐὰν νείμω καὶ ἐὰν δείρω ὡς δὴ μόνου ἐστὶν ἀορίστου, ὅπου γε τὸ ἀνεφικτότατον τοῦ μέλλοντος παρέλαβεν, λέγω δὲ τὴν μακράν, μετεδίωξεν δὲ τὸ ἴδιον τοῦ εἰς α λήγοντος ἀορίστου, τὸ μακρᾷ παρεδρεύεσθαι; τέταρτον οἱ ζητοῦντες κατὰ τί οἱ ὑποτακτικοὶ μέλλοντες οὐ περισπῶνται παρὰ Δωριεῦσιν, γελοῖόν τι πείσονται, ὡσεὶ λελησμένοι τῶν συνήθων φωνῶν τῷ ζητεῖν διὰ τί οἱ Δωρικοὶ μέλλοντες οὐ περισπῶνται, τῶν κοινῶν πολὺ πρότερον τὸ τοιοῦτον ἀναδεδεγμένων.
3.145πῶς γὰρ πρὸς τὸ τοιοῦτον οὐκ ἔστι φάναι, διὰ τί τὸ πλυνῶ περισπᾶται, οὐ μὴν τὸ ἐὰν πλύνω; ὅτι διὰ τῆς περισπωμένης ἐμφανιζόμενος μέλλων τὸ δέον τοῦ λόγου καθιστάνει. ὡς εἴ γε πάλιν συνετονοῦτο τῷ ἀορίστῳ, κἂν τὰ τῆς συντάξεως ἐλάνθανεν, ὡς ἐπὶ τοῦ στήσω καὶ ἔστησα ἐὰν στήσω. πέμπτον ὅτι τὸ δώσω καὶ τὸ θήσω, ἐὰν προσλάβῃ τινὰ τῶν ἐπιζευκτικῶν, ἀκατάλληλον λόγον ἀποτελεῖ.
3.146πόθεν ῥήματι εἰς ω λήγοντι οὐ συνάπτονται ἐπιζευκτικοί, ὁπότε καὶ τὰ τέλη εἰς ω τρέπουσιν; ὅτι οὐκ ἦν ἔδωσα καὶ ἔθησα διὰ τοῦ ς γραφόμενος, ἵνα τὸ μεταπῖπτον α εἰς ω τὸ δέον τοῦ καταλλήλου παραστήσῃ. ὠλιγωρημένοι γὰρ οἱ ἀόριστοι μετὰ τὴν ὁριστικὴν ἔγκλισιν ἐσιγήθησαν, καὶ οὕτως οὐκ ὄντων ἀορίστων οὐ δὲ τὰ τῆς ἐγκλίσεως ἐγίνετο. τῶν εἰς μι ληγόντων οὐκ εἰσὶ δεύτεροι μέλλοντες, εἰσὶν δὲ ἀόριστοι δεύτεροι, οἷον ἔδων, ἀπέδων, ἔθην, ἀφ’οὖ ἐθέμην. καὶ ἐπεὶ ἦσαν ἀόριστοι, ἦν καὶ ὑποτακτικὴ ἔγκλισις κατ’αὐτῶν, ἐὰν θῶ, ἐὰν δῶ. δέδεικται ἄρα ὡς μελλόντων μὲν ὄντων, οὐ μὴν ἀορίστων, ὑποτακτικὴ ἔγκλισις ἀκατάλληλος · ἀορίστων δὲ ὄντων, οὐ μὴν μελλόντων, κατάλληλος καὶ ὑποτακτικὴ ἔγκλισις.
3.147ἀκόλουθόν ἐστιν διαλαβεῖν καὶ περὶ τῆς ἐγγινομένης διαθέσεως καθ’ἑκάστην ἔγκλισιν, ἧς οὐ δὲ τὰ ἀπαρέμφατα ἐκτὸς ἐγένετο διὰ τὸ κατηναγκασμένον τοῦ συνέπεσθαι ἅπασι τοῖς χρόνοις ἐνεργητικῶς παθητικῶς καὶ ἔτι μέσως. ἔστιν οὖν ἐπιστῆσαι τὸ πρῶτον, εἰ ἐν ἅπασι τοῖς ῥήμασι σύνεστιν τὸ δισσὸν τῆς διαθέσεως, συνούσης τῆς προειρημένης μεσότητος (ὡσεὶ καὶ ἐπὶ τῆς τῶν ὀνομάτων κατὰ γένος διακρίσεως, εἰ ἅπασι παρέποιτο τὸ ἐν παρασχηματισμοῖς καταγίνεσθαι θηλυκοῦτε καὶ οὐδετέρου) · οἷς μὲν παρακολουθήσει τὸ αὐτὸ μόνον ἐν ταῖς ἐγκλίσεσιν καταγίνεσθαι, ἐν ὁριστικῇ ἀποφάσει εὐκτικῇ καὶ ἐπὶ τῶν ὑπολοίπων, οὐ μὴν κατὰ διάθεσιν ἐνεργητικὴν παθητικήν · καὶ ἔτι οἷς μὲν μετὰ τῆς ὁριστικῆς ἐγκλίσεως καὶ ἔτι τῶν ὑπολοίπων διάθεσιν δηλοῦν ἐνεργητικήν, οὐ μὴν ἐπιδεχομένοις τὴν παθητικήν. ἔστιν δὲ τὸ λεγόμενον τοιοῦτον.
3.148οὐκ εἴ τι ῥῆμα ὁριστικόν ἐστιν τινος ἄλλης ἐγκλίσεως, τοῦτο πάντως ἐν διαθέσει καταγίνεται τῇ ἐνεργητικῇ. χρὴ γὰρ νοεῖν ὅτι ἐνέργεια ὡς πρὸς ὑποκείμενόν τι διαβιβάζεται, ὡς τὸ τέμνει, τύπτει, τὰ τούτοις παραπλήσια · ἧς καὶ τὸ παθητικὸν ἐκ προϋφεστώσης ἐνεργητικῆς διαθέσεως ἀνάγεται, δέρεται, τύπτεται. οὐ δὴ τούτοις ὅμοιά ἐστιν τὸ ὑπάρχω, τὸ ζῶ, τὸ εἰμί, τὸ πνέω, τὸ φρονῶ, τὰ ὅμοια. τῶν δὴ τοιούτων ἀναλόγως παθητικὴ ἔγκλισις ὑποσταλήσεται, ὅτι μη δὲ διὰ τῆς ἐνεργητικῆς ἐγκλίσεως τὰ ἐνεργούμενα πρόσωπα παρέστησαν, πάντως διατεθέντα τὸ παθεῖν ὁμολογήσει.
3.149(εἰ γοῦν τὸ φρονῶ ἐν συνθέσει γένοιτο καταφρονῶ, τὴν ἐκ τοῦ φρονεῖν διάθεσιν μεταβιβάσαν ἐπί τι ὑποκείμενον ἐν τῷ καταφρονῶ σου, ἀκώλυτον ἕξει τὴν ἀντιπαρακειμένην παθητικὴν διάθεσιν, καταφρονοῦμαι ὑπὸ σοῦ). ὡς οἱ τὰ τοιαῦτα ῥήματα κλίνοντες καὶ εἰς παθητικὰς ἐκφορὰς ὁμόλογοί εἰσι μελετήματα φωνῆς παραλαμβάνοντες, οὐ μὴν φυσικὴν κλίσιν οὐ δὲ συστατήν, ὡς εἰ καὶ ἀρσενικόν τις ἀποφαίνοιτο τοῦ ὑστερική ἔτι τοῦ ἐκτροῦσα τι τῶν κατὰ φωνὴν μὲν δυναμένων παρεμπίπτειν, οὐ μὴν ἐν παραδοχῇ λόγου. ἔστι δὴ οὖν τὰ προειρημένα αὐτὸ μόνον ὁρισμὸν ἐμφαίνοντα τοῦ συνεῖναι τὸ ζῆν, τὸ φρονεῖν, τὸ γηρᾶν, καὶ ἔτι ἐπὶ τῆς συνούσης οὐσίας τὸ ὑπάρχειν, καὶ ἔτι ἐπὶ τῶν ἔξωθεν προσγινομένων κατ’οὐσίας περίκτησιν, ὡς τὸ πλουτεῖν, κερδαίνειν.
3.150ἔστιν καὶ ψυχικὴν σωματικὴν διάθεσιν σημαίνει, οἷς οὐ προσγίνεται πάλιν παθητικὴ κλίσις διὰ τὸ ἐν τῇ προσούσῃ καταλήξει τὸ πάθος ὑπαγορεύεσθαι. ἔστι μὲν γὰρ τὸ ἀνιῶ ἐν διαβάσει ἑτέρου προσώπου, ὅπερ ἀποτελέσει παθητικὸν τὸ ἀνιῶμαι, οὐ μὴν τὸ κοπιῶ τὸ ὀφθαλμιῶ · τὰ γὰρ τοιαῦτα τῶν ῥημάτων ἐν αὐτοπαθείᾳ ἔχει τὸν ὁρισμόν. καὶ ἐπειδὴ τὸ διατίθεσθαι ἐπὶ τοῖς εὐκταίοις γίνεται ἐπὶ τοῖς μὴ οὕτως ἔχουσιν, ὁμόλογον ὅτι οὐ συστήσεται παθητικὰ τοῦ πάσχω, χαίρω, ἐρυθριῶ, θνῄσκω, γηρῶ, θάλλω, οὐρητιῶ, γαυριῶ. τοιοῦτον γάρ τι παρακολουθήσει, ὡς εἰ καὶ ἀρσενικοῦ ὀνόματος ἀρσενικόν τις ζητήσειεν θηλυκοῦ θηλυκόν · οὐ δὴ οὖν παθητικοῦ ὄντος παθητικόν τις ζητήσειε. τὰ γοῦν διὰ τοῦ μέσου ἐνεστῶτος ἐν τύπῳ παθητικῷ ἐνέργειαν σημαίνοντα ἀπαράδεκτον ἔχει τὴν διὰ τοῦ ω κατάληξιν, ἐνεργητικὴν οὖσαν, ἐπεὶ τὸ ταύτης εὔχρηστον διὰ τοῦ προειρημένου μέσου ἐνεστῶτος κατείληπτο, ὡς ἔχει τὸ βιάζομαί σε, μάχομαί σοι, χρῶμαί σοι καὶ ἄλλα πλεῖστα.
3.151σαφὲς οὖν ὅτι παντὸς παθητικοῦ εἰς μαι λήγοντος ἐνεργητικὸν ἔστιν παραδέξασθαι, ἐὰν μετὰ τῆς καταλήξεως συντρέχῃ καὶ τὰ τῆς συντάξεως, ἵσταμαι ὑπὸ σοῦ ἵστημι σέ, δέρομαι ὑπὸ σοῦ δέρω σέ, ἕλκομαι ὑπὸ σοῦ ἕλκω σέ · οὐχὶ τὸ πέταμαι ὑπὸ σοῦ, διὰ τοῦτο οὐ δὲ τὸ πέτημι σέ. αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἄγαμαι, δύναμαι, ἔραμαι.
3.152ἔστιν καὶ διάθεσιν σημαίνει ἐνεργητικήν, οὐ μὴν ἔχει ἀντιπαρακειμένην παθητικὴν ἐκφοράν, καθὸ τὰ διατιθέμενα ἄψυχα καθεστῶτα οὐκ ἠδύνατο ὁμολογῆσαι τὸ παθεῖν, εἰ μὴ τὸν αὐτῶν τις λόγον διαθεῖτο, ὡς ἔχει τὸ περιπατῶ. τούτου γὰρ οὐ συστατὸν τὸ περιπατοῦμαι οὐ δὲ τὸ περιπατῇ, καθὸ οὐ δὲ πρὸς τὰ ἄψυχα αἱ ἀποτάσεις τῶν λόγων, οὐ δὲ ἐξ ἀψύχων αἱ ἀποφάσεις γίνονται, περί γε μὴν αὐτῶν, περιπατεῖται ὁδός, οἰκεῖται γῆ. αὐτὸς λόγος ἐπὶ τοῦ πλέω, τρέχω καὶ ἁπάντων τῶν τοιούτων. διαθέσεως ἐνεργητικῆς ἐστι τὸ δωρίζω, αἰολίζω καὶ τὰ παραπλήσια · ἀλλ’οὐ συστατὰ τὸ δωρίζομαι, αἰολίζομαι · τό γε μὴν αἰολίζεται τὰ Ἀλκαίου ποιήματα, δωρίζεται τὰ Ἀλκμᾶνος. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἀριστῶ, δειπνῶ.
3.153προδήλου ὄντος τοῦ λόγου περισσὸν ἐγχρονίζειν ἐν τοῖς ὑποδείγμασι. σαφὲς γὰρ ὅτι καὶ τὸ δειπνίζω ἀριστίζω, ἐπιδεξάμενα πλαγίαν πτῶσιν τὴν αἰτιατικὴν ὡς πρὸς ἔμψυχον, ἀνελλειπὲς ἔχει τὸ ἀριστίζομαι καὶ δειπνίζομαι. τοιοῦτον γάρ ἐστιν, ἄριστον παρέχω τινὶ καὶ δεῖπνον, ὥστε διαφέρειν τὸ ἀριστῶ τοῦ ἀριστίζω, τὸ μὲν ἀριστῶ ὑποφαίνει ἀρίστου μεταλαμβάνω, τό γε μὴν ἀριστίζω ἀρίστου μεταδίδωμί τινι · καὶ τὰ τῆς συντάξεως ἐγγενόμενα, ὡς ἔφαμεν, τὸ παθητικὸν ἀπετέλεσεν. (τὴν αὐτὴν ἔχει διαφορὰν καὶ τὸ γαμῶ πρὸς τὸ γαμίζω · ἔστι γὰρ τὸ μὲν πρότερον γάμου μεταλαμβάνω, τὸ δὲ γαμίζω γάμου τινὶ μεταδίδωμι. τό γε μὴν γαμῶ παθητικῶς κλίνεται, καθὸ τὰ τῆς διαθέσεως πρὸς σύνταξιν ἐμψύχου προσώπου κατεγίνετο).
3.154τούτων οὖν τῇδε ἐχόντων ἐπιστατέον τῷ ἐρίπω ῥήματι, εἰ συνωνυμεῖ τῷ πίπτω, παράκειται κατὰ διάλεκτον γενομένη ὀξύτονος μετοχὴ ἐριπών · καὶ εἰ τὸ πεσών οὐκ ἔχει παθητικόν, συστατὸν δέ ἐστιν φάναι πεσόντι, δῆλον ὅτι καὶ τὸ ἐριπόντι Πολυνείκει παρὰ Πινδάρῳ ἀναλογώτερον καταστήσεται διὰ τοῦ ο γραφόμενον. ἀλλ’εἰ ἦν ἀληθὲς τὸ συνωνυμεῖν τὸ ἐρίπω τῷ πίπτω, οὐκ ἂν ὑπῆρχε τὸ ἐρίπεται, ὡς οὐ δὲ τὸ πίπτεται. μήποτε γὰρ μᾶλλον τῷ βάλλω συνωνυμεῖ, καὶ ὡς βάλλω σε, οὕτως ἐρίπω σε, καὶ ὡς βληθέντι, οὕτως ἐριπέντι. καὶ γὰρ τὸ ἐρέριπτο, ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν, οὐχ, ὡς οἴονταί τινες, ἀπὸ τοῦ ῥίπτω κέκλιται · οἰκειότερον γάρ πως τὸ καταστρέφεσθαι τεῖχός ἐστιν ῥίπτεσθαι. ἔστι δὴ οὖν ἀπὸ τοῦ ἐρίπω, κατὰ παθητικὴν διάθεσιν τρίτου προσώπου κατὰ χρόνον τὸν ὑπερσυντέλικον, κατὰ Ἀττικὴν διάλεκτον συστολῆς γενομένης τοῦ η εἰς ε, καθὼς ἔχει καὶ τὸ ξηρόν ξερόν, ποθῆσαι ποθέσαι · ἀπὸ τοῦ ἐρίπω ἤριπτο, ἐρήριπτο, καὶ ἔτι ἐρέριπτο.
3.155τὰ δὴ προκατειλεγμένα τῶν ῥημάτων πρὸς εὐθείας σύνταξιν ἀπαρτίζει διάνοιαν, περιπατεῖ Τρύφων, ζῇ Πλάτων, ἀναπνεῖ Διονύσιος, πλεῖ, τρέχει, χωρὶς εἰ μὴ ἐπὶ τῶν αὐτοπαθῶν αἰτήσειέ τις τὸ ποιοῦν τὸ πάθος, φθίνει Θέων ὑπὸ τῆς λύπης, πάσχει Θέων ὑπὸ τοῦ γυναίου, πυρέσσει Θέων διὰ τὸν κόπον. ἅπερ κἂν μὴ προσκέηται, τῇ αὐτοτελείᾳ τὸ πάθος ἀνενδοίαστόν ἐστιν, ἐπεὶ καὶ τῷ περιπατεῖ καὶ ζῇ καὶ ἀριστᾷ καὶ τοῖς ὁμοίοις, αὐτοτελέσιν οὖσιν, προστίθεται ἔσθ’ὅτε τὸ ἐν γυμνασίῳ ζῇ ἐν οἴκῳ. γε μὴν παράθεσις τῶν ἄλλων ῥημάτων πάντως τὸ ἡμιτελὲς καθίστησιν, ὡς ἔχει τὸ Τρύφων βλάπτει, Τρύφων φιλεῖ. δι’ καὶ τὰ τοιαῦτα οἱ ἀπὸ τῆς Στοᾶς ἔλαττον κατηγορήματά φασιν, ὡς πρὸς σύγκρισιν τῶν ἐν αὐτοτελείᾳ καταγινομένων ῥημάτων καὶ μὴ πάντως ἐπιζητούντων πλαγίαν. οὐ μέντοι μοι δοκεῖ βίαιον εἶναι τὸ καὶ ἔνια τούτων τὸν αὐτὸν ἐπέχειν λόγον τοῖς προειρημένοις, ὥστε μὴ πάντως πλαγίαν ἐπιζητεῖν.
3.156αὐτὸ γὰρ μόνον μηνύειν ἐθέλοντες τὰ ἐγκείμενα πάθη φήσομεν ἐρᾷ οὗτος, φιλεῖ οὗτος, ὡς εἰ καὶ ἐπ’ἀναγνώσματος ἀναγινώσκει οὗτος, αὐτὸ μόνον τὸ πρᾶγμα μηνύοντες · καὶ ἐν ἀποφάσει γὰρ ἔστι φάναι οὐκ οἶδεν ἀναγινώσκειν οὗτος. παρὸν μέντοι ἐξεργαστικώτερον φάναι οὗτος ἀναγινώσκει Ἀλκαῖον, Ὅμηρον, οὗτος φιλεῖ Διονύσιον, οὗτος ἐρᾷ Ἑλένης. αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τύπτειν καὶ τῶν δυναμένων ταὐτὸν παραστῆσαι · οἷόντε γὰρ φάναι οὗτος τύπτει, ὡς εἰ καὶ οὗτος ἠχεῖ ψοφεῖ, ὅτε καὶ ἐν ἀπαγορεύσει φαμὲν μὴ τύπτε, μὴ βόα, οἷς πάλιν ἔστι προσθεῖναι αἰτιατικὰς πτώσεις. καὶ δῆλον ὅτι τούτων παθητικὰ γενήσεται φερομένων ἐπὶ πλαγίαν πτῶσιν, οὐ μὴν τῶν δοκούντων κατ’αὐτοτέλειαν τὸν λόγον καθιστάνειν, καθὸ δυνάμει ὅμοια γέγονεν τοῖς προκατειλεγμένοις, λέγω τὸ περιπατεῖν καὶ πλουτεῖν · πρόκειται γὰρ ὅτι τὰ τοιαῦτα οὐκ ἔχει πλαγίαν πτῶσιν.
3.157ἔστιν οὖν καθολικώτερον φάναι ὡς τὰ πρὸς εὐθεῖαν συναρτώμενα τῶν ῥημάτων, οὐκ ἀπαιτοῦντα πλαγίαν πτῶσιν, οὐ δὲ παρακειμένην ἕξει παθητικὴν προφοράν · τά γε μὴν πλαγίαν ἀπαιτοῦντα πάντως καὶ εἰς παθητικὴν τὴν ἐνεργητικὴν διάθεσιν μεταστήσειεν, συμπαραλαμβανομένης γενικῆς μετὰ τῆς ὑπό προθέσεως, δέρομαι ὑπὸ Τρύφωνος, τιμῶμαι ὑπὸ Θέωνος. καὶ αὕτη μὲν μόνη ἐστὶν τῶν παθητικῶν σύνταξις · τῶν γε μὴν ἐνεργητικῶν ἐστιν καὶ γενική, οὐ συνούσης τῆς ὑπό προθέσεως, ὡς τὸ κυριεύω σοῦ, καὶ δοτική, ὡς τὸ παλαίω σοί, καὶ αἰτιατική, ὡς τὸ τιμῶ σέ.
3.158 δὴ προκειμένη σύνταξις αὐτάρκης καταστήσεται τοῖς προαιρουμένοις ἁπλούστερον τὰς παραδόσεις τῶν λόγων παραλαμβάνειν · τοῖς μέντοι γε μετὰ πάσης ἀκριβείας ἐπεξιοῦσιν τὰ τῆς συντάξεως τοῦ λόγου προσγενήσεται ἐπιστῆσαι, τίνα τῶν ῥημάτων γενικὴν ἀπαιτεῖ καὶ τί τούτου τὸ αἴτιον, καὶ τίνα δοτικήν, συνόντος πάλιν τοῦ αἰτίου · τὸ αὐτὸ καὶ ἐπὶ τῆς αἰτιατικῆς. καὶ δῆλον ὅτι διὰ τὸ συνὸν πλῆθος τῶν ῥημάτων καὶ τὰ τῆς συντάξεως ἰδιώματα δυσπερίληπτα γενήσεται, ἅπερ οἶμαι κατὰ τὸ δέον προσδιευκρινήσειν.
3.159αἱ μὲν οὖν ἐκ τῆς εὐθείας ἐγγινόμεναι δράσεις σχεδὸν ἐπ’αἰτιατικὴν ἅπασαι συντείνουσιν, παρυφισταμένου καὶ τοῦ ἐνεργοῦντος καὶ τοῦ τὸ πάθος ἀναδεχομένου, ὡς ἐν τῷ δέρω σε, τύπτω σε, τῶν παθόντων κατὰ παθητικὴν σύνταξιν ἀνθυπαγομένων εἰς εὐθεῖαν τῶντε δρασάντων εἰς γενικὴν μετὰ τῆς ὑπό, ἐγὼ δέρομαι ὑπὸ σοῦ · καὶ διὰ τί μετὰ τῆς ὑπό, ἐν τοῖς ἑξῆς εἰρήσεται. δὲ προκειμένη σύνταξις, κἂν σωματικῶς τὰ τῆς ἐνεργείας σημαίνῃ κἂν ἔτι ψυχικῶς, ὡς εἴπομεν, μιᾶς καὶ τῆς αὐτῆς συντάξεως ἔχεται. καὶ ἐπεὶ πολλαχῶς ἔστι τὸ διατίθεσθαι, πλεῖστοι καὶ τρόποι παρακολουθήσουσι τῶν ῥημάτων κατὰ τὰς ἰδιότητας τῶν ἐνεργειῶν. εἰσὶ μὲν γὰρ σωματικαὶ διαθέσεις αἱ τοιαῦται, τρίβω σε, νίπτω σε, ῥήσσω σε, ἕλκω σε, βιάζομαι, χαλῶ, γυμνάζω, νύσσω, κνήθω, ξύω, σμῶ, βρέχω, τύπτω, παίω, λούω, δεσμεύω, λύω, πλήσσω, φονεύω, κτείνω, φθείρω, καίω, φλέγω, καθίζω, θερίζω, ζημιῶ, βλάπτω.
3.160καὶ σωματικῶς καὶ ψυχικῶς ὑβρίζω · καὶ γὰρ καὶ διὰ χειρῶν καὶ ψυχικῆς διαθέσεως, καθὸ ἔχει καὶ τὸ λοιδορῶ καὶ τὸ κακολογῶ, ἀνιῶ, λυπῶ. καὶ ὅσα ἐπ’ἐγκωμίων, ὑμνῶ σε, μεγαλύνω σε, ᾄδω, μέλπω, δοξάζω, κλείω, ἀφ’οὗ καὶ τὸ κλέος, αἰνῶ. καὶ ἐπὶ τῶν διακρουστικῶν, παραλογίζομαί σε, κλέπτω, ἀπατῶ, περιγελῶ, παίζω, ἀπαφῶ, ἐξαπατῶ, πλανῶ. καὶ ὅσα κατ’ἀπόστασιν τῶν ὑποκειμένων, ὡς ἐπὶ τοῦ ζητῶ σε εὑρίσκω. καὶ ὅσα ἐν ἐπικρατείᾳ, ἔχω, κρατῶ, φυλάσσω, τηρῶ, εἴργω. καὶ τὸ μὲν ἐρίζω σοι, παλαίω σοι καὶ τὰ τούτοις ὅμοια δοτικὴν παραδέχεται διὰ λόγον ὃν ἐκθησόμεθα · τό γε μὴν νικῶ ἐν ἐπικρατείᾳ πάλιν γινόμενον αἰτιατικῇ συμφέρεται. ὁμοίως καὶ αἱ σεπτικώτερον παραλαμβανόμεναι συντάξεις σέβομαί σε · πολλῶν γὰρ ἀποφάσεις ἐνεργειῶν, ὧν περιληπτικόν ἐστιν τὸ σέβομαι · ἐντρέπομαι, αἰσχύνομαι, προσκυνῶ, θωπεύω, κολακεύω, ἅζομαι. καὶ ὅσαι ἐν ὑπονοίᾳ εἰσὶν ψυχικῆς διαθέσεως, συντείνουσαι ἐπί τι, οἴομαί σε, ὑπολαμβάνω, ὑπονοῶ, ὑφορῶμαι.
3.161καὶ τὰ προαιρετικὰ δὲ τῶν ῥημάτων τὰ τῆς διαθέσεως ἔχει συντείνοντα κατ’αἰτιατικὴν πτῶσιν ἐπὶ πάντα τὰ πρόσωπα, ὧν ἐστιν καὶ ἐλλειπῆ, εἰ γένοιτο ἐκ πρώτου πρὸς δεύτερον καὶ τρίτον ἐκ τρίτου πρὸς δεύτερον καὶ πρῶτον · ὅπερ ἔστιν ἐπιτομώτερον φράσαι, εἰ ἐν διαβάσει εἴη τὰ τοῦ προσώπου. τὸ γὰρ βούλομαι φιλολογεῖν, προαιροῦμαι ἀναγινώσκειν οὐ δέεται τῆς προσδιαστελλούσης ἀντωνυμίας, ἐπεὶ δυνάμει ἐν αὐτοπαθείᾳ ἔχει τὰ τῆς συντάξεως (ἐπεί τοι πάλιν ἦν λόγος τοιοῦτος, βούλομαι ἐμαυτὸν πλουτεῖν, βούλομαι ἐμαυτὸν περιπατεῖν, τουτέστιν διατίθεμαι εἰς τὸ περιπατεῖν, εἰς τὸ πλουτεῖν). ἐν τοῖς γοῦν διαβιβαζομένοις προσώποις ἀνάγκη τὸ ἀντωνυμικὸν ἐγγενέσθαι, βούλομαί σε γράφειν, βούλομαί σε Διονύσιον φιλεῖν ·
3.162εἰ γὰρ μὴ τῇδε γένοιτο, πάλιν συνδραμεῖται τὸ ἀπαρέμφατον τῷ βούλομαι καὶ οὕτως ὡς αὐτοπαθὲς ἔσται, συμπαραλαμβανομένης μὲν τῆς ἐμαυτόν ἀντωνυμίας, ἐὰν καὶ τὸ ῥῆμα ἐπὶ πλαγίαν φέρηται, οὐ συμπαραλαμβανομένης δέ, εἰ μὴ τῇδ’ἔχοι. τοῦ μὲν προτέρου ἐστὶν τὸ γυμνάζω σέ βούλομαι γυμνάζειν ἐμαυτόν, δέρω σέ βούλομαι δέρειν ἐμαυτόν · τοῦ δὲ δευτέρου ἐστὶ πλουτῶ ἀδιαβίβαστον, ἐξ οὗ οὐ πάντως ἐπιζητήσει τὸ βούλομαι πλουτεῖν ἐμαυτόν, ἀλλὰ καὶ χωρὶς τῆς ἀντωνυμίας. ταὐτὸ καὶ ἐπὶ τοῦ βούλομαι περιπατεῖν καὶ τῶν ὁμοίων, ὥστε συνάγεσθαι τὸ ἐκ μὲν τῆς προτέρας συντάξεως πάντως ἐπιζητεῖν τὴν ἐμαυτόν ἀντωνυμίαν (ὡς ἐν τῷ βούλομαι βλάπτειν, βούλομαι φιλεῖν), οὐ μὴν ἐπὶ τοῦ περιπατεῖν, τρέχειν καὶ τῶν ὁμοίων.
3.163ἴσως τις οἰήσεται τὸ βούλομαι, προαιροῦμαι, θέλω, τὰ τούτοις ὅμοια ἐπ’αἰτιατικὴν πτῶσιν μὴ φέρεσθαι, τά γε μὴν συμφερόμενα ῥήματα. ἔστω γάρ τι βλάπτω σε, γράφω σε, ἀφ’οὗ ἂν γένοιτο θέλω σε βλάπτειν, θέλω σε γράφειν, ὥστε τῶν ἀπαρεμφάτων εἶναι τὴν σύνταξιν, μὴ τῶν ἐγκειμένων ὁριστικῶν. καὶ ἔτι ἐξ ἐκείνου πιστώσεται, ὡς τὸ ἀκούειν ἐπὶ γενικὴν φερόμενον · δι’ καὶ ἕνεκα τούτου πάλιν τὸ θέλω ἀκούειν Διονυσίου γενικὴν σύνταξιν ἀνεδέξατο, ἕνεκα τοῦ τὸ ἀκούω ἐπὶ γενικὴν φέρεσθαι. ἔστιν δὲ τὸ τοιοῦτο ληρῶδες.
3.164ὡς γὰρ προείπομεν, πάντως τὰ προαιρετικὰ ἐπ’αἰτιατικὴν φέρεται, προσλαμβάνοντα ἑτέραν πτῶσιν, ἐὰν καὶ τὸ συντασσόμενον ἀπαρέμφατον ἐκ ῥήματος συνεστήκει του φερομένου ἐπὶ πλαγίαν πτῶσιν · εἰ γὰρ μὴ τῇδε ἔχοι, μόνη αἰτιατικὴ παραλαμβάνεται ἐκ τοῦ προαιρετικοῦ. τοῦ μὲν οὖν προτέρου λόγου θέλω σε ἀκούειν Διονυσίου · παρείληπται γὰρ σέ αἰτιατικὴ διὰ τὸ θέλω, γε μὴν γενική, λέγω τοῦ Διονυσίου, διὰ τὸ ἀκούειν. πάλιν ἔστι τι σοὶ χαρίζομαι, καὶ πάντως γενήσεται θέλω σε χαρίζεσθαι Διονυσίῳ, προσγενομένης πάλιν τῆς αἰτιατικῆς καθ’ὃν εἴπομεν λόγον, καὶ συνούσης δοτικῆς διὰ τὸ χαρίζεσθαι. ἔνθεν δὲ καὶ δύο αἰτιατικαὶ ἀνακύπτουσιν, εἰ καὶ τὸ ῥῆμα ἐπ’αἰτιατικὴν πάντως φέροιτο, ὡς ἔχει τὸ βλάπτω σε θέλω σε βλάπτειν Διονύσιον θέλω Διονύσιον βλάπτειν Ἀπολλώνιον, περὶ ὧν καὶ τῆς ἀμφιβολίας διελεξάμεθα. τοῦ δὲ ἑτέρου ἦν τὸ πλουτῶ ἀδιαβίβαστον, τὸ περιπατῶ, τὸ ζῶ, ἄλλα πλεῖστα. οὐ δὴ ἐν τῷ βούλομαί σε ζῆν λείπει ἑτέρα πτῶσις διὰ τὸ ἀδιαβίβαστον τοῦ ῥήματος, μέντοι αἰτιατικὴ ἔγκειται προσγενομένη ἐκ τῆς προαιρετικῆς συντάξεως. καὶ οὕτως ἀπεδείχθη ὡς τὰ προαιρετικὰ ῥήματα φέρεται ἐπ’αἰτιατικήν.
3.165καὶ ὅσα ἐπ’ἀνακρίσεως παραλαμβάνεται ἐπ’ἐρωτήσεως, ἐξετάζω σε, ἀνακρίνω σε, ἐγὼ δ’ἐρέεινον ἁπάσας. καὶ ἕνεκα τούτου τὸ πεύθεσθαι καταλλήλου ἔχεται φερόμενον ἐπ’αἰτιατικήν, κατὰ τὴν Ὁμηρικὴν χρῆσιν σημαῖνον τὸ ἀκούομεν τὸ ἠκούετο ἐν τῷ πευθόμεθ’ᾗχι ἕκαστος καὶ πεύθετο γὰρ Κύπρον δέ, οὐχ ὅτε κατὰ πεύσεως παραλαμβάνεται ἐν τῷ πυνθάνομαι σοῦ. πρόκειται γὰρ συζυγία τῶν τοιούτων ἐπ’αἰτιατικὴν φερομένη. ὁμοίως καὶ τὰ ἐπ’οἴκτου παραλαμβανόμενα, ὡς ἐπὶ τοῦ μύρεσθαι, ὀδύρεσθαι, γοᾶν, κλαίειν, οἰκτίζειν, θρηνεῖν, αἰάζειν · τὸ γὰρ οἰμώζειν καὶ αὐτοπάθειαν σημαίνει. καὶ ὅσα κλῆσιν ὑπαγορεύει, φωνῶ σε, βοῶ σε, κλῄζω, καλῶ · προφανὴς γινομένη ἐνέργεια ἐκ τῶν εὐθειῶν ἐπὶ τὴν αἰτιατικήν.
3.166καὶ ἕνεκα τοῦ τοιούτου ἐπιστάσεως ἄξια τὰ τοιαῦτα, τρέμω σε, φεύγω σε, φρίσσω σε, τοῦτον φοβοῦμαι, ὡς οὐδεμιᾶς ὄντα ἐνεργείας ἐμφατικὰ φέρεται ἐπ’αἰτιατικήν. μᾶλλον γὰρ αὐτοπάθειαν σημαίνει τὸ φρίσσειν καὶ φεύγειν διὰ φόβον, καὶ ἔτι τὸ τρέμειν καὶ τὰ παραπλήσια, συνεπισχύοντος καὶ τοῦ μὴ γίνεσθαι ἐπὶ τῶν τοιούτων συντάξεων παθητικὰς διαθέσεις. εἰ γὰρ τῆς αὐτῆς συντάξεως εἴχετο τῷ ὑβρίζω σε, δέρω σε τὸ φρίσσω σε καὶ τὸ τρέμω σε, καὶ πάντως εἶχεν ἀντιπαρακείμενα τὸ τρέμομαι, φεύγομαι, φρίσσομαι, ὁμοίως τῷ ὑβρίζομαι, δέρομαι. χρὴ οὖν νοεῖν ὡς οὐ μόνον ποιητικὴ ἄδεια ἐν ἐλλείψει λέξεων καταγίνεται, ἀλλὰ καὶ συνήθεις λόγοι. λείπειν φαμὲν τὸ ὁρμήσει πεδίοιο τῇ διά προθέσει, τὸ καὶ οὔ τι πολὺν χρόνον, τοῦ ἐντελοῦς ὄντος διὰ τό, ἴθυσε μάχη πεδίοιο, τῇ διά. ἔστι δὴ οὖν καὶ προκειμένη σύνταξις ἐν πλήρει λόγῳ καθισταμένη οὕτω τρέμω διὰ σέ, φεύγω διὰ σέ · αὐτὸς λόγος καὶ ἐπὶ τοῦ φρίσσω, φοβοῦμαι καὶ τῶν ὁμοίων. καὶ διὰ τοῦτο εὔλογος ὑποπαραίτησις τῶν παθητικῶν σχημάτων.
3.167καὶ ὅσα παρορμητικά ἐστιν, ὡς τὸ ὀτρύνειν, ἐρεθίζειν, ὀρίνειν, παρορμᾶν, διεγείρειν. καὶ ὅσα ἱκετείαν σημαίνει, γουνοῦμαί σε ἄνασσα, ἐρωτῶ σε νῦν ἐν ἴσῳ τῷ παρακαλῶ σε, λιτανεύω, τὴν ἱκόμην φεύγων ἀντὶ τοῦ ἱκέτευσα, τοὔνεκα νῦν τὰ σὰ γούναθ’ἱκάνω πολλὰ μογήσας. καὶ δῆλον ὅτι τὸ δέομαι σοῦ οὐ κατὰ τῆς τοιαύτης ἐννοίας παραλαμβάνεται · τοιοῦτο γάρ τι σημαίνει · τῆς σῆς βοηθείας λείπομαι.
3.168καὶ ὡς προείρηται, πολυμερεστάτη ἐστὶν κατ’αἰτιατικὴν σύνταξις, ἑνὶ συμφωνοῦσα τῷ ἀναδέχεσθαι τὴν ἐξ εὐθείας ἐνεργητικὴν διάθεσιν, ὁρκίζω σε, πείθω σε, κακίζω σε, σωφρονίζω σε, διδάσκω, θλίβω, θερμαίνω, ψύχω, διατιθῶ. αὐτάρκης δὲ εἰς ἀφορμὴν τῶν ὑπολοίπων ῥημάτων προκειμένη σύνταξις καθέστηκεν.
3.169ἴσως δόξει μὴ ἐξωμαλίσθαι ἐκ τῶν αἰσθήσεων ἐνέργεια, ἐπεὶ αὐτὸ τὸ αἰσθάνεσθαι ἐπὶ γενικὴν φέρεται, καὶ ἔτι τὰ μερικώτερον παραλαμβανόμενα, τὸ ἀκούειν, τὸ ὀσφραίνεσθαι, γεύεσθαι, ἅπτεσθαι · οὐ μὴν ἔτι τὸ βλέπειν (ἐπὶ γὰρ αἰτιατικὴν φέρεται) καὶ τὰ τούτῳ συνωνυμοῦντα, ὁρῶμαί σε, θεῶμαί σε, ὀσσόμενος πατέρ’ἐσθλόν, λεύσσω, δέρκομαι, ὀπτεύω. καὶ δοκεῖ μοι τὰ τῆς συντάξεως πάνυ δεόντως καθίστασθαι. αἱ μὲν οὖν ἐκ τῶν αἰσθήσεων διαθέσεις πεῖσιν ἀναλαμβάνουσι τὴν ἀπὸ τῶν ἔξωθεν, εἴγε καὶ ἀκουσίως ἐπεισιοῦσα τῇ ἀκοῇ φωνὴ προσδιατίθησι τὸ ὅλον σῶμα ·
3.170οἵτε γὰρ τῶν πριόνων ἦχοι καὶ αἱ βρονταὶ οὐχ ὑπεχομένην ἔχουσι τὴν ἀκοὴν τῇ φωνῇ. τοῦ μέντοι πάθους ἐγγίζει κατὰ γενικὴν σύνταξις, καθὼς εἴπομεν · οὐ μέντοι μετὰ τῆς ὑπό τὰ τῆς συντάξεως γίνεται, καθὸ καὶ ἐνέργεια σύνεστιν γενομένη ἐκ τῆς διαθέσεως, ἐπεὶ τὸ ἅπτεσθαι μετ’ἐνεργείας καὶ ἀντιδιατίθεται διὰ τῆς τῶν θερμῶν ἐπαφῆς ψυχρῶν ἄλλων τῶν τοιούτων. οὕτως ἔχει τὸ ὀσφραίνεσθαι, τὸ γεύεσθαι · περισσὸν ἂν εἴη περὶ τῆς τῶν τοιούτων ἀντιδιαθέσεως διαλαμβάνειν, καθὸ πρόδηλόν ἐστιν ὡς ἀεὶ γινομένη τῶν πικρῶν γεῦσις ἀντιδιατίθησι τὴν γεῦσιν καὶ τῶν δυσωδῶν ὄσφρησις τὴν ὄσφρησιν. γε μὴν ἐκ τοῦ ὁρᾶν διάθεσις ἐνεργεστάτη ἐστὶν καὶ ἐπὶ πλέον διαβιβαζομένη, ὡς κἀκεῖνο μαρτυρεῖ, οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκετον ὄσσε.
3.171οὐ δὲ γὰρ εἰς τὸ ἀντιπαθεῖν ὑπὸ τῶν ἔξωθεν εὐδιάθετος, ἐπεὶ τὸ προσδιατιθὲν εἴργεται ὑπὸ τῆς καταμύσεως τῶν ὀφθαλμῶν.
3.172τὸ ἀνώμαλον τῆς συντάξεως κατήπειξεν ἡμᾶς εἰς τοιαύτην ἐκτροπὴν λόγου συγκαταβῆναι. φαίνεται δ’ὅτι καὶ τὸ φιλεῖν τοῦ ἐρᾶν διοίσει, καθότι μὲν ἐκ τοῦ φιλεῖν ἐγγινομένη διάθεσις ἐνεργείας ὄνομα σημαίνει · οἱ γοῦν φιλοῦντες παιδεύουσιν, πάλιν τῆς διαθέσεως κοινῆς τοῖς προκειμένοις ἐπ’αἰτιατικὴν συντεινούσης. οὕτως ἔχει καὶ τὸ διδάσκειν καὶ τὸ πείθειν. τό γε μὴν ἐρᾶν ὁμολογεῖ τὸ προσδιατίθεσθαι ὑπὸ τοῦ ἐρωμένου. δι’ καὶ δεόντως Σαπφὼ ἐπιτεταμένῳ μᾶλλον ὀνόματι ἐχρήσατο, εγω δε κην’οττωτις εραται. καὶ σαφές ἐστιν ὡς συνετοῦ μέν ἐστι καὶ ἀγαθοῦ τὸ φιλεῖν, καθάπερ καὶ πατέρες παῖδας φιλοῦσιν, οὐ μὴν συνετοῦ τὸ ἐρᾶν, ἀλλ’ἤδη παρεφθορότος τὸ λογιστικόν. οὐ χρὴ ἄρα ἀπορεῖν ἕνεκα τίνος τὸ μὲν φιλῶ ἐπ’αἰτιατικὴν φέρεται, τὸ δὲ ἐρῶ ἐπὶ γενικήν.
3.173καὶ τὸ κήδεσθαι δὲ καὶ προνοεῖσθαι καὶ φροντίζειν, ἐπὶ γενικὴν φερόμενα, μετ’ἐνεργείας τῆς τοῦ φροντίζειν ἔχει ἐγκείμενον καὶ τὸ πάσχειν ὑπέρ τινων, καὶ εὐλόγως τὰ τῆς γενικῆς συμπαρείληπται.
3.174ὁμοίως ἐπὶ γενικὴν φέρεται καὶ ὅσα ἐπικράτειάν τινων σημαίνει εἰς τὴν τῶν ὑπερεχόντων κυριευόντων διάθεσιν κατὰ λόγον οὐκ ἀπίθανον. προφανὲς γάρ ἐστιν ὡς χωρὶς γενικῆς κτῆμα οὐκ ἔστιν ἐπινοῆσαι. διὰ τοῦτο τὰ κτητικὰ εἰς γενικὰς ἀναλύεται καὶ ἀπὸ γενικῶν παράγεται ἔντε ὀνόμασιν ἔντε ἀντωνυμίαις, ἁπάντων τῶν δυναμένων κτῆσιν ἀναδέξασθαι. διὰ τοῦτο τὸ μὲν Νέα πόλις καὶ τὰ ὅμοια δύο ὀνόματα καθεστῶτα ἐν ἰδίοις τόνοις δὶς κλίνεται. οὐ μὴν τὸ Κόρακος πέτρα ὑὸς κύαμος, Ὄνου γνάθος, Ἀχαιῶν λιμήν · κλιθείσης γὰρ τῆς γενικῆς συνοίχεται καὶ τὰ τῆς ἐπικρατήσεως. ἔστιν οὖν προκειμένη συζυγία τῶν ῥημάτων τοιαύτη. κτῆμα τῶν βασιλέων οἱ ὑπόντες. διὰ τοῦτο βασιλεύω τούτων, ἡγεμονεύω, στρατηγῶ, τυραννῶ. διὰ τοῦτο ἀπαράδεκτος δοτικὴ ἐν τῷ Μυρμιδόνεσσιν ἄνασσε · γὰρ τοῦ ἄνασσε σύνταξις τὴν γενικὴν ἀπῄτησεν. οὕτως ἔχει τὸ κυριεύω, δεσπόζω, κρατῶ, ἄλλα πλεῖστα τῆς ἴσης ἐννοίας ἐχόμενα. εἰκός τινα φήσειν ὡς τὰ τοῦ λόγου ἀντέστραπται.
3.175ἐν γὰρ τοῖς ὀνόμασιν ἐπικρατῶν ἐν γενικῇ νοεῖται πτώσει τε ἐπικρατούμενος ἐν εὐθείᾳ, Ἀριστάρχου δοῦλος, βασιλέως οἰκέτης · ἔν γε μὴν τῇ προκειμένῃ συντάξει μὲν ἐπικρατῶν νοεῖται ἐν εὐθείᾳ, δ’ἐπικρατούμενος ἐν γενικῇ · δεσπόζω γὰρ ἐγὼ τούτων καὶ ἔτι κυριεύω. πρὸς ὃν ἂν φήσαιμεν, τὸ πρῶτον, οὐ τὸ αὐτὸ μέρος λόγου ὄνομα καὶ ῥῆμα, καὶ εἰ τοῦτο, οὐ πάντως καὶ τὰ τῆς συντάξεως εἰς ταὐτὸ συνελεύσεται, ἓν μόνον αἰτήσει τὴν γενικήν, ἧς χωρὶς οὐδέποτε κτῆσις ἐπινοεῖται.
3.176 δεύτερον πάνυ ἀναγκαίως τὰ τοῦ λόγου ἀνεστράφη. ῥημάτων γὰρ συντάξεις ποιούμεθα πρὸς πτωτικά, τὰ δὲ ῥήματα πτῶσιν ἔχει ὀρθὴν παρυφισταμένην καὶ συμφέρεται, ἐκ δ’αὐτῶν ἤρτηται διάθεσις τῆς ἐπικρατείας, ἥτις οὐκ ἂν νοοῖτο ἐκ γενικῆς πτώσεως, καθὼς προείρηται. ἀνάγκη οὖν πᾶσα τὸ παρυφιστάμενον πρόσωπον ἐκ τῶν ῥημάτων ἐν πτώσει ὀρθῇ καταγίνεσθαι, τὸ δὲ τούτῳ πρόσωπον ἀνθυπαγόμενον μὴ ἐν ἄλλῃ πτώσει καταγίνεσθαι τῇ γενικῇ, ἧς ἄνευ οὐ συνίσταται κτητικὴ σύνταξις, καθὼς προείπομεν. ἔστι γοῦν κἀκεῖνο ἐκ τρίτου προσθεῖναι, ὡς καὶ τὰ ἐξ αὐτῶν παρυφιστάμενα ὀνόματα πάλιν γενικὰς ἀπαιτεῖ. τῷ τυραννῶ τύραννος παράκειται, καὶ μία σύνταξις ἐξ ἀμφοτέρων. αὐτὸς λόγος ἐπὶ τοῦ βασιλεύς καὶ βασιλεύω, στρατηγός στρατηγῶ, δεσπότης δεσπόζω, κύριος κυριεύω.
3.177χωρητέον δὲ καὶ ἐπὶ τὰ τῇ δοτικῇ συντασσόμενα. καὶ δὴ ἅπαντα τὰ περιποίησιν δηλοῦντα, εἴτε καὶ τῶν ἐν λόγῳ εἴτε καὶ τῶν ἐν σώματι, ἐπὶ δοτικὴν φέρεται, ὡς ἔχει τὰ τοιαῦτα, λέγω σοί, ὡσεὶ λόγου σοι μεταδίδωμι · σαφὲς γὰρ ὅτι τὸ λέγω σε κλέπτην τοιοῦτόν τι σημαίνει, δι’οὗ προΐεμαι λόγου ὁρίζομαί σε δεδρακέναι τὰ τῆς κλοπῆς. καὶ δεόντως πάλιν τὰ τῆς ἐνεργείας τῆς διὰ τοῦ λέγειν ἐπὶ δοτικὴν συνέτεινεν · καθάπερ καὶ ἐπὶ σώματος τέμνω σοί, ὡσεὶ περιποιῶ σοί τι μέρος του σώματος. τό γε μὴν τέμνω σέ πάλιν, τὴν ἐνέργειαν ἐπιφέρον κατὰ τοῦ ὑποκειμένου, συνῆλθεν ὁμοίως εἰς τὴν αἰτιατικὴν σύνταξιν. ἐφ’ὧν δὴ συντάξεων χρὴ νοεῖν ὡς οὐ τὸ ἐκ τῆς δοτικῆς πρόσωπον νοούμενον ὁμολογήσει τὸ τέμνομαι, εἴγε αὐτῷ μὲν τὰ τῆς ἐνεργείας οὐ προσδιετέθη, τῇ μέντοι ἐγκειμένῃ αἰτιατικῇ, ἧς καὶ μόνης ἂν εἴη τὸ παθητικόν, λέγω τὸ τέμνομαι.
3.178 αὐτὸς λόγος ἐπὶ πάντων τῶν οὕτως νοουμένων. ᾄδω σοί, καὶ δῆλον ὡς οὐ τούτου παθητικὸν τὸ ᾄδομαι, τοῦ δὲ ᾄδω σέ · καὶ κωμῳδῶ σοί καὶ κωμῳδῶ σέ, ὑμνῶ σοί καὶ ὑμνῶ σέ. κιθαρίζω σοι, τραγῳδῶ σοι, ἀναγινώσκω σοι, φαίνω σοι, κιρνῶ σοι, στορνύω, δωροῦμαι, χαρίζομαι, αὐλῶ σοι, νῦν τῆς συντάξεως περιποίησίν τινα τοῦ αὐλεῖν σημαινούσης. ἑτέρας γὰρ ἐννοίας ἔχεται τὸ αὐλῶ τοῖς αὐλοῖς, τοῦ αὐλεῖν ἀκουομένου κατὰ μὲν τὴν προτέραν σύνταξιν ἐκ συναμφοτέρου, λέγω τῆς ἐνεργείας τοῦ αὐλεῖν καὶ αὐτῶν τῶν αὐλῶν, ἐξ ἧς ἐστι τὸ αὐλῶ τοῖς θεαταῖς ·
3.179τῆς δὲ ἑτέρας συντάξεως, ὅτε τὸ αὐλεῖν σημαίνει τὴν εἴδησιν τῆς αὐλήσεως, ἐξ ἧς γίνεται τὸ τοῖς αὐλοῖς αὐλεῖν ἐν ἴσῳ τῷ διὰ τῶν αὐλῶν τὰ τῆς τέχνης ἐπιδείκνυσθαι, καθάπερ διὰ τῶν ὀργάνων ἐναλλαγὴ γινομένη ἀποτελεῖ τὸ συρίζει τοῖς αὐλοῖς αὐλεῖ τῇ σύριγγι.
3.180τὸ τοιοῦτον ἔστιν ἐπινοῆσαι καὶ ἐπ’ἄλλων ῥημάτων, εἴγε τὸ ἀκούει ποτὲ μὲν σημαίνει αὐτὴν τὴν μετάληψιν τῆς ἀκοῆς, ὡς ἔχει ἐπὶ τῶν ἤχων καὶ βόμβων καὶ φωνῶν καὶ βροντῶν, πασῶν τῶν οὐκ ἐγγραμμάτων φωνῶν, ἐξ οὗ φαμεν καὶ ὀξυηκόους τινὰς εἶναι. ἀλλ’ἔστιν ὅπου τὸ συνιέναι τῶν ἠκουσμένων · τὸ γὰρ Νέστορα δ’οὐκ ἔλαθεν ἰαχή οὐχ ἁπλοῦν τι σημαίνει, ὡς οὐκ ἔλαθεν αὐτὸν φωνή, ἀλλὰ τοιοῦτόν τι, μεταλαβὼν τῆς φωνῆς συνῆκεν καὶ τὴν ἐν τοῖς πολέμοις πρᾶξιν. φαμὲν δέ γε καὶ οὕτως, οὐκ ἀκούει δεῖνα τῶν λεγομένων, τουτέστι τῆς μὲν φωνῆς μεταλαμβάνει, οὐ μὴν τῶν δι’αὐτῆς λεγομένων. ἔστιν κἀκ τρίτου, ἡνίκα νοεῖται τὸ συγκατατίθεται τοῖς ὑπ’ἐμοῦ λεγομένοις, ἀκούει μου δεῖνα, ἐπήκοός μού ἐστιν, καὶ πάλιν οὐκ ἀκούει, ἐξ οὗ γίνεται τὸ ἀνήκοός ἐστιν δεῖνα. τοιοῦτόν ἐστιν καὶ τὸ οὐ δ’ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς ·
3.181 γὰρ κατὰ τὸν πρῶτον λόγον, οἷον τῆς φωνῆς οὐ μετέλαβεν διὰ τὸν ἐπιόντα θόρυβον · μετέλαβεν, οὐ μὴν τῷ Διομήδει ἐπείσθη ἀντιστατοῦντος θεοῦ. εἰς τοῦτο γοῦν τινες ἀναφέρουσι τὸ Τυδείδη, μήτ’ἄρ με μάλ’αἴνεε μήτέ τι νείκει, ἐφ’οὗ δύναιτ’ἀντιπαραιτησάμενος τὸ ἄγαν ἐπαινεῖσθαι συμπαραιτεῖσθαι καὶ τὸ μὴ ὀνειδίζεσθαι · ἁρμόζει γοῦν τὸ ἐπιφερόμενον πρὸς ἀμφότερα, εἰδόσι γάρ τοι ταῦτα μετ’Ἀργείοις ἀγορεύεις. οὕτως ἔχει τὸ ἀναγινώσκω.
3.182ἔσθ’ὅτε γὰρ ἀκούεται αὐτὸ μόνον ἁπλῆ ἀνάγνωσις, ἡνίκα καὶ παῖς φησιν οὐκ ἀνέγνων. καὶ τὸ συναμφότερον αὐτῶν, λέγω δὲ τὸ ἐν διανοίᾳ καταγίνεσθαι τῶν ποιημάτων · φαμὲν γὰρ οὐκ ἀνέγνω δεῖνα Ἀλκαῖον, οὐκ ἀνέγνω Ὅμηρον. ἔστιν ἐπ’ἄλλων τὸ τοιοῦτον ἐπιδεῖξαι, ὅπερ νῦν οὐκ ἐπιζητεῖ προκειμένη σύνταξις · προυθέμεθα γὰρ ἅπαξ τὰς πλαγίας συντάξαι τοῖς ῥήμασιν, οὐ μὴν τὰ ποικίλως παρυφιστανόμενα ἐκ τῶν ῥημάτων. κἂν οὕτως δὲ μὴ ἔχῃ τὸ αὐλῶ τῇ νουμηνίᾳ, σαφὲς […] ὅτι πάλιν φέρεται ἐπὶ τὴν περιποίησιν τῶν ἀκουομένων · ἐν τῷ μὲν γὰρ καταστήματι γίνεται τὰ τῆς ἐνεργείας, περιποιεῖταί γε μὴν τοῖς ἀκροωμένοις.
3.183τὸν αὐτὸν δὴ τρόπον, ὡς ἔφαμεν, ἔχει καὶ τὰ ἐπὶ τῶν σωμάτων, φέρω σοί, ἄγω σοί, πάλιν διαφορᾶς οὔσης τοῦ φέρω σέ καὶ ἄγω σέ. ὥστε ὁμολογεῖσθαι ὡς ἅπασα τοιαύτη δοτικὴ συνέχει ἐν ἑαυτῇ τὴν αἰτιατικήν, ἣν καὶ ἔξωθεν προσλαμβάνει, ἄγω σοι τὸν παῖδα, φέρω σοι τὸν οἶνον, τέμνω σοι τὸ κρέας, ἀναγινώσκω σοι Ἀλκαῖον, κωμῳδῶ σοι τοὺς Ἐπιτρέποντας · ὧν, ὡς ἔφαμεν, καὶ αἱ παθητικαί εἰσιν συντάξεις. οὐκ ἀπιθάνως δή μοι Ὅμηρος δοκεῖ οὐ δὲ ἐν τῇ τοιαύτῃ συντάξει τῶν πτώσεων προτίθεσθαι τὴν δοτικὴν τῆς αἰτιατικῆς, καθότι καὶ ταύτης ἐστὶν ἐμπεριεκτική.
3.184ὁμοίως δὲ καὶ ἐπὶ δοτικὴν φέρεται καὶ τὸ ὑπηρετῶ σοι, δουλεύω σοι, ἕπομαί σοι, ἀκολουθῶ σοι, ἥκω σοι · τῶν γὰρ ἐν αὐτοῖς ἐγκειμένων ἐνεργειῶν περιποιητικαί εἰσι. τὸ γὰρ δουλεύειν πάσης ὑπηρεσίας ἐμπεριεκτικόν (ἧς τὰ εἴδη πάλιν ἐπιμεριζόμενα τῇ ἐνεργητικῇ διαθέσει τὴν αἰτιατικὴν ἀπαιτεῖ, τρίβω σε, λούω σε, νίπτω σε, κείρω, κοσμῶ, σμῶ, ἀναδῶ, ἐμπλέκω, λαμπρύνω, φαιδρύνω). καὶ τὸ εἴκειν δέ, πάσης ἀντιθέσεως ἐμπεριεκτικὸν ὄν, καὶ τὸ ὑποχωρεῖν πᾶσι τῷ αὐτῷ λόγῳ εἰς δοτικὴν κατήντησεν.
3.185καὶ τὰ ἐξ ἴσης διαθέσεως ἀναγόμενα, τουτέστι τὰ ἐν δυσὶ προσώποις τὴν αὐτὴν ἔχοντα ἐνέργειαν κατ’ἀλλήλων, ἐν δοτικῇ καταγίνεται, ὡς ἔχει τὸ μάχομαί σοι, παλαίω σοι, γυμνάζομαί σοι, ἱππάζομαι, ἀνθιστάνομαι, μονομαχῶ, παγκρατιάζω. καὶ ὅτι μὲν ἔδει τὰ τοιαῦτα ἐπὶ πλαγίαν φέρεσθαι, παντὶ προῦπτον ἐγκειμένης διαβιβαστικῆς διαθέσεως ἐπὶ πρόσωπον ὑποκείμενον, ὡς κατ’ἀρχὰς εἴπομεν, δυνάμενον ὁμολογῆσαι τὴν εἰς αὐτὸ χωρήσασαν διάθεσιν · νοεῖται γοῦν ἐπὶ δύο ἐμψύχων τὸ παλαίειν, τὸ παγκρατιάζειν. ἀλλ’οὖν γε μεγίστη ἐνέργεια ἀπαιτήσασα αἰτιατικὴν εἰς ἓν μόνον καταγίνεται τὸ διατίθεσθαι ἐξ εὐθείας, μὴ μὴν προσδιατιθέναι, ὡς ἔχει τὸ δέρω σε, τύπτω σε, παίω σε · γὰρ οὕτως ὁριζόμενος οὐχ ὁμολογεῖ τὸ ἀντιπαίεσθαι. οὐ δὴ οὖν τὰ προκείμενα ῥήματα τὸ τοιοῦτον ἐπηγγέλλετο, καὶ σαφὲς ὅτι ἕνεκα τούτου οὐ δὲ ἐπιδέξεται αἰτιατικήν · ἦν γὰρ ἐγκειμένη αὐτὴ διάθεσις ἐκ τοῦ ἑτέρου προσώπου, τὸ ἀντιπαίεσθαι τὸν παγκρατιάζοντα. τί οὖν εἰς δοτικὴν ἐχώρησεν;
3.186ὅτι καὶ γενικὴ ἐμερίζετο εἰς παθητικὴν διάθεσιν. ἀποστήσεται ἄρα ἀμφοτέρων τῶν πτώσεων τοιαύτη σύνταξις, καὶ οὐκ ἄλλην ἐπιδέξεται μόνην τὴν δοτικήν, ἐξ ἧς καὶ εὐέφικτον τὸ ἀντιπεριποιούμενον τῶν διαθέσεων. ἔστι γοῦν μοναδικὴ μὲν διάθεσις γυμνάζω σέ, ἀντιπεριποιουμένη δὲ ἐκ τοῦ ἴσου γυμνάζομαι σοί · ἱππάζω σέ, ἐξ ἧς τὸ παθητικὸν ἱππάζομαι ὑπὸ σοῦ καὶ πάλιν τὸ ἐξ ἴσου ἀναγόμενον ἱππάζομαι σοί. πλεῖστα καὶ εἰς τὸ τοιοῦτον ἔστι παραθέσθαι, ἅπερ παραπεμπτέον. οὕτως δ’οἶμαι ἔχειν καὶ τὸ πείθομαι ὑπὸ σοῦ, καὶ οὐκ ἄλλο τι σημαίνει τὸ πείθομαι σοί τὴν ἐξ ἀλλήλων πρὸς ἀλλήλους γινομένην πεισμονήν.
3.187ἔστι καὶ ἐπὶ τρίτου προσώπου τὸ μέλει καὶ μεταμέλει δοτικῇ συντασσόμενα, ὡς ἔχει τὸ μέλει Τρύφωνι καὶ ἔτι μεταμέλει. ἅπερ παρὰ τὴν τῶν ἄλλων ῥημάτων σύνταξιν ἐξήλλακται, καθὸ πάντα μὲν εὐθείᾳ συντάσσεται μόνῃ, ὡς Θέων περιπατεῖ, καὶ συντείνει πλαγίᾳ, περὶ ἧς καὶ τὴν σύνταξιν ἐποιησάμεθα. οὐ μὴν τοῖς προκειμένοις τοιοῦτον σύνεστιν · μεταμέλει γὰρ Σωκράτει καὶ ἔτι μέλει, τῆς ὀρθῆς οὐ συνούσης. δι’ καὶ παρασυμβάματα αὐτὰ ἐκάλεσαν οἱ ἀπὸ τῆς Στοᾶς, τῶν ἄλλων ῥημάτων κατὰ τὰς συμβαινούσας διαθέσεις παρ’αὐτοῖς συμβαμάτων προσαγορευομένων καὶ ἔτι κατηγορημάτων · καὶ τὸ μὲν ἀπαρτίζον τὴν διάνοιαν παρασύμβαμα, λέγω τὸ μέλει Σωκράτει, τὸ δὲ ἐλλειπτικὸν ἔλαττον παρασύμβαμα, λέγω δὴ τὸ μέλει. ὅπερ ἐπινοῶ καὶ αὐτὸ ἀναδέχεσθαι νοουμένην εὐθεῖαν τὴν κατὰ τοῦ παρυφισταμένου πράγματος ἐν τῷ μέλει.
3.188παρὸν δὲ τὸν λόγον οὕτω πιστώσασθαι. δίδοται ὅτι τὸ μέλει ῥῆμα τρίτου προσώπου ἐστί, καὶ σαφὲς ὅτι ἐκ πρώτου καὶ δευτέρου γεγενημένον, λέγω τοῦ μέλω, μέλεις. καὶ εἰ δίδοται τὰ τῆς συντάξεως τοῦ πρώτου καὶ δευτέρου μετιέναι καὶ ἐπὶ τὸ τρίτον, λέγω κατὰ τὰς πτώσεις καὶ τοὺς ἀριθμούς, ὡς ἐπὶ τοῦ ἐγὼ φροντίζω σὺ φροντίζεις ἐκεῖνος φροντίζει, δοθήσεται καὶ ἐπὶ τοῦ μέλω. ἔστιν οὖν τὸ ἐγὼ μέλω σοί ἐν εὐθείᾳ καὶ δοτικῇ, καὶ ἔτι σὺ μέλεις ἐμοί · ὅπερ ἀπαιτήσει κατὰ τὴν σύνταξιν ἐν τρίτῳ, ἐν τῷ μέλει Σωκράτει, οὐκ ἄλλο τι τὸ παρυφιστάμενον πρᾶγμα ἐν εὐθείᾳ νοούμενον. τοιοῦτο γάρ ἐστιν τὸ νοούμενον, μέλει τὸ φιλοσοφεῖν Πλάτωνι φροντίδα Πλάτωνι ἐμποιεῖ φιλοσοφία, μέλει Θέωνι τὸ πλουτεῖν πλοῦτος φροντίδα ἐμποιεῖ Θέωνι τοῦ […] πλουτεῖν. χρὴ οὖν νοεῖν ὅτι τὸ μέλει Σωκράτει ἐν τῷ ὑπακουομένῳ πράγματι τὴν εὐθεῖαν ἔχει. ἔστιν οὖν τὸ αἴτιον τοῦ καὶ μόνον τὸ μέλει παραλαμβάνεσθαι τὸ δεκτικὸν αὐτὸ εἶναι παντός του ἐπισυμβαίνοντος πράγματος. δι’ τὸ μέλει Θέωνι ἐδόκει ἐν αὐτοτελείᾳ καθίστασθαι · παντὸς γάρ του παρυφισταμένου πράγματος κοινῶς ὑπακουομένου περὶ παντὸς γὰρ ἐπισυμβαίνοντος, ὡς ἔφαμεν, τὸ μέλει ῥῆμα παραλαμβάνεται.
3.189καὶ τοσαῦτα εἴχομεν φάναι περὶ ἧς προεθέμεθα ἐκθέσθαι συντάξεως τῶν ῥημάτων πρὸς τὰς πλαγίας, ἐκείνου προδήλου καθεστῶτος, ὡς οἱ διάφοροι χρόνοι ἐν τῇ κλίσει καὶ ἔτι τὰ διάφορα πρόσωπα αἵτε ὑπόλοιποι ἐγκλίσεις τῆς αὐτῆς συντάξεως ἔχονται. τὸ γὰρ τέμνοιμι εὐκτικὸν ὂν πάλιν ἐπ’αἰτιατικὴν φέρεται, κἂν προστακτικὸν κἂν ἀπαρέμφατον κἂν ὑποτακτικόν, κἂν παρῳχημένου χρόνου κἂν μέλλοντος, λέγω κατὰ τὰς ἐνεργητικὰς διαθέσεις. ἔστι καὶ εἰς τοῦτο πάμπολλα παραθέσθαι. ἀλλ’οὐ δὲ αἱ μετοχαὶ τὸ τοιοῦτον ἀποκλίνουσιν, κἂν ἀποβάλωσι τὸν τῶν προσώπων μερισμὸν τάςτε παρεπομένας ψυχικὰς διαθέσεις τοῖς ῥήμασιν.
3.190ὡς γὰρ προείπομεν, ἐπὶ τὰς αὐτὰς πτώσεις φέρονται, καίτοι τῶν ἄλλων πτωτικῶν, λέγω δὲ τῶν ἀπὸ ῥήματος γεγονότων, οὐκ εἰς τὸ αὐτὸ τῆς συντάξεως φερομένων. ἔστι μὲν γὰρ τὸ κόπτω τοῦτον, οὐ μὴν τὸ κοπεὺς τοῦτον, κοπεὺς δὲ τούτου · καὶ αὐλεῖ μὲν τοῦτον, αὐλητὴς δὲ τούτου · γυμνάζει τοῦτον, γυμναστὴς δὲ τούτου. δι’οὗ δείκνυται ὅτι πάντα μὲν ἐπὶ γενικὴν φέρεται τὰ πτωτικά, οὐ μὴν τὰ ἐν μετοχῇ γενόμενα. συντάξεως γὰρ τῆς αὐτῆς ἔχεται τοῖς ῥήμασιν, καὶ διὰ τοῦτο συνέχεται τοῦ ἔτι ῥήματος μετέχειν ἰδιότητα · γυμνάζων γὰρ τοῦτον καὶ αὐλῶν τοῦτον. τὸν τοιοῦτον λόγον ἀκριβέστερον ἐξεθέμεθα ἐν τῷ περὶ μετοχῆς ὑπηγορευμένῳ.