Apollonius Dyscolus

On Syntax, 2

2.1τῇ προεκδοθείσῃ συντάξει τῶν ἄρθρων ἀκόλουθον ὑπολαμβάνω καὶ περὶ τῆς τῶν ἀντωνυμιῶν συντάξεως διαλαβεῖν · ἐκεῖνα μὲν γὰρ μετ’ὀνομάτων ἐν τοῖς λόγοις παρελαμβάνετο, αὗται δὲ ἀντ’ὀνομάτων, οὐ παραδεχόμεναι τὴν τούτων προτακτικὴν σύνταξιν καθ’ἃς προεκτεθείμεθα αἰτίας.
2.2καὶ σαφές ἐστιν ὅτι ἕνεκα τοῦ τοιούτου καὶ πτώσεων ἐγένοντο δεκτικαί, ἵνα κατὰ παντὸς τοῦ ὀνόματος ἀνθυπέλθωσιν, καὶ προσώπων ἁπάντων διακριτικαί, ἵνα τὸ ἐλλειπὲς τοῦ ὀνόματος, λέγω τὴν τῶν προσώπων διάκρισιν, αὗται ἀνθυπενεχθεῖσαι ἀναπληρώσωσιν, καὶ τοῦ μὲν ὀνόματος ἔχωσι τὴν πτῶσιν, τοῦ δὲ ῥήματος τὸ πρόσωπον.
2.3ἔνθεν δι’ὅλου κλίνονται, δύο τὰς γενικωτάτας κλίσεις ἀποσπάσασαι, καὶ οὐ κατὰ σύγχυσιν, ἀλλὰ κατὰ μερισμὸν τὸν δέοντα · τῷ μὲν γὰρ τέλει ἐνῆκε τὴν πτωτικὴν κλίσιν, τῷ δὲ ἄρχοντι τὸν τῶν προσώπων ἐπιμερισμόν · σαφὲς γὰρ ὅτι, εἰ κατὰ τὸ αὐτὸ μέρος αἱ δύο κλίσεις ἐνεγένοντο, συνέβη ἂν τῆς μὲν πτώσεως τὸ ἑτεροιούμενον ἀποτρίβεσθαι τὸ τοῦ προσώπου διακριτικόν, καὶ ἔμπαλιν τοῦ προσώπου μεταβαίνοντος παραφθείρεσθαι τὸ τῆς πτώσεως ἰδίωμα. δι’ πτῶσιν μὲν διακρίνουσα ἀποτελεῖ τὸ ἐμοῦ καὶ ἐμοί καὶ ἐμέ, πρόσωπον δὲ τὸ ἐμοῦ σοῦ πρόσωπον δὲ καὶ πτῶσιν τὸ ἐμοῦ σοί · καὶ ἐν ἅπασιν ὥρισται τοῖς προκατειλεγμένοις διὰ τὸ ἐν ἑκατέρῳ μέρει ἐγχωρῆσαν ἰδίωμα. (ἑκάτεραι γοῦν αἱ κλίσεις ἀποστᾶσαι ἐπὶ τὰ ἴδια μόρια, λέγω τὸ ὄνομα καὶ τὸ ῥῆμα, τῷ τέλει συνεχρῶντο κατὰ τὴν κλίσιν, καλός καλοῦ, γράφω γράφεις γράφει, οὐκ ἀπιθάνως καὶ τῆς ἀντωνυμίας χρησαμένης τῇ ὑποστολῇ τοῦ ς, οὔσῃ διακριτικῇ τρίτου προσώπου, σοί οἷ, ὡς εἰ καὶ λέγεις λέγει). εὔηθες μέντοι ὑπολαμβάνω, εἰ ἐξεργάσεταί τις διὰ τί μὴ μᾶλλον τὸ τέλος οὐ προσεχώρει τῷ προσώπῳ, καθάπερ ἐπὶ τῶν ῥημάτων, ἤπερ τὸ ἄρχον.
2.4ἔδει γὰρ ἅπαξ ἐν ἑνὶ μέρει προσχωρῆσαι τὸ τέλος, καὶ εἰ ἔστιν εἰπεῖν, εὐλόγως τῷ πτωτικῷ, εἴγε καὶ πρότερον τοῦ ῥήματος τὸ ὄνομα, καθὼς ἐπεδείξαμεν, καὶ δῆλον ὅτι τὸ τούτου ἰδίωμα ἐπικρατήσει τοῦ τέλους, λέγω τὴν πτῶσιν. πρὸς οἷς καὶ ἀντωνυμία ἐστὶν τὸ ἀντ’ὀνόματος παραλαμβανόμενον καὶ ὄνομα μιμούμενον, καὶ σαφὲς ὅτι ἐπακολούθημά ἐστιν τὸ ἐγγινόμενον πρόσωπον. καὶ εἰ τὰ τέλη ἐπικρατεῖ τῶν μερῶν τοῦ λόγου, τὸ δὲ τέλος τῆς ἀντωνυμίας πτῶσίς ἐστιν, ἐπικρατήσει ἄρα διὰ τοῦ τέλους τὸ καλεῖσθαι ἀντωνυμία, κἂν ῥήματος ἰδίωμα παρεισδύηται, λέγω τὸ πρόσωπον.
2.5εὔλογον ἡγοῦμαι πρὸ τῆς κατὰ μέρος συντάξεως προδιασαφῆσαι τᾲ ἐπακολουθοῦντα ἰδιώματα τοῖς μορίοις ὑπὲρ τοῦ τὴν εἰρησομένην διδασκαλίαν τῆς συντάξεως εὐσυνοπτοτέραν γενέσθαι.
2.6πρόκειται μὲν οὖν ἐξαίρετος κλίσις κατ’ἀμφότερα μέρη, σύνεστιν δὲ δεῖξις διττή, κατὰ ἀπόλυτον ἐκφοράν, ἔπαισέ με (φανερὸν γὰρ ὅτι δεῖξις, ἀλλ’οὐκ ἐπιτεταμένη οὐ δὲ πρός τι ἀνατεινομένη), καὶ ἀντιδιασταλτική, ἐμὲ αὐτὸν ἔπαισε · πρόδηλον γὰρ ὅτι ἐπιτέταται τὰ τῆς δείξεως, καθάπερ τὰ ἐν τῇ ποιότητι ἐπινοεῖται. λευκός ἀπολελυμένην ἔχει τὴν ποιότητα, ἐπιτεταμένην δὲ ἐν τῷ λευκότερος πρὸς ἕτερον πρόσωπον πάντως ἐπιζητοῦμεν. λόγῳ καὶ τὸ ἐμέ ἐπιτεῖναν τὴν δεῖξιν ἀπῄτησε πρὸς ἐπετάθη. δι’ τι μέντοι ἐν ἁπάσαις τὸ τοιοῦτον οὐκ ἐγχωρεῖ, ἐν τοῖς κατὰ μέρος εἰρήσεται.
2.7καλοῦνται αἱ ἐντελεῖς κατὰ τὴν φωνὴν καὶ τὸν διεγηγερμένον τόνον ὀρθοτονούμεναι, τάχα συνωνυμοῦντος τοῦ ὀρθοῦ καὶ τοῦ ὑγιοῦς · αἱ δὲ τὸν τόνον μετατιθεῖσαι ὡσπερεὶ βάρος ἀπὸ τῶν ἐγκλινόντων τὰ βάρη ἐφ’ἕτερον σῶμα ἐγκλιτικαί · εἴγε τὸ σοὶ μὲν ἐγώ, σὺ δ’ἐμοί μετὰ τῆς ἐντελοῦς γραφῆς καὶ τὸν ἴδιον τόνον ἔχει, τὸ δὲ καί μοι ταῦτ’ἀγόρευσον παρῆκεν μὲν τὴν γραφήν, μετέθηκεν δὲ καὶ τὸν τόνον.
2.8παρέπεται καὶ ἀναφορὰ κατὰ τὸ τρίτον πρόσωπον, δι’ἧς τὰ προκατειλεγμένα ὀνόματα ἀναπολούμενα ἀντονομάζεται, Ζεὺς δ’ἐπεὶ οὖν Τρῶάςτε καὶ Ἕκτορα νηυσὶ πέλασσεν, […] αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ. ἐπεδείξαμεν ἐν τοῖς προεκδοθεῖσιν ὡς αἱ τοιαῦται τῶν ἀντωνυμιῶν οὐχ ὡς ἔτυχον ἀνθ’ἁπλῶν ὀνομάτων παρειλημμέναι εἰσίν, ἀλλὰ δυνάμει ἀντὶ τῶν μετὰ ἄρθρων παραλαμβανομένων.
2.9οὐ γὰρ μόνον ἀντωνόμασται, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἔστιν ἀντωνυμιῶν ἐπινοῆσαι, ἀλλὰ καὶ ἀναφέρεται, ὅπερ οὐκ ὀνομάτων ἴδιον, εἰ μὴ προσλάβοιεν τὰ ἄρθρα.
2.10ἔστιν καὶ οὕτως φάναι · δι’οὗ ἀντονομάζεται προκατειλεγμένου, διὰ τούτου ἐπιδέξεται τὴν ἀναφοράν, εἴγε ἰδίωμα ἀναφορᾶς προκατειλεγμένου προσώπου δευτέρα γνῶσις, ἣν ἐπαγγέλλεται αὐτός ἀντωνυμία.
2.11δεδείξεται γὰρ ἐν τοῖς ἑξῆς ὡς αἱ δεικτικαὶ οὐκ εἰρημένων τῶν ὀνομάτων ἀνθυπηνέχθησαν, ἀλλ’οὐ δυναμένων παραληφθῆναι. καὶ οὕτως μερίζονται εἰς δεικτικὰς καὶ ἀναφορικὰς εἰς μίαν ὀνομασίαν συνελθοῦσαι · κατὰ γὰρ ἑκατέρας τὰς διαφορὰς ἓν συνάγεται τὸ ἀντονομάζεσθαι. γὰρ μὴ δυναμένων τῶν ὀνομάτων αὗται παραλαμβάνονται, εἰρημένων μέν, πάλιν δὲ μὴ δυναμένων παραλαμβάνεσθαι. εἰ γάρ τις ἀντὶ τοῦ αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ ἀντιθῇ τὸ Ζεύς, οὐ συνάξει τοὺς δύο λόγους κατὰ τοῦ Διός, ὡς ἀρχὴν δὲ λόγου ποιήσεται. αὐτὸς δὲ λόγος ἐπὶ ἁπασῶν τῶν οὕτως παραλαμβανομένων · παρὸν γὰρ ἀντὶ τῶν ἀναφορικῶν τὰ ὀνόματα θέσθαι καὶ τὰ τοῦ λόγου ἀλλοιῶσαι.
2.12ὁπηνίκα μέντοι τὸ ἐκεῖνος καὶ τὸ οὗτος οὐ δεικνῦσιν τὰ ὑπ’ὄψιν, ἀναφέρουσι δέ, δεῖ νοεῖν ὅτι ἐκ τούτων δεῖξις ἐπὶ τὸν νοῦν φέρεται, ὥστε τὰς μὲν τῆς ὄψεως εἶναι δείξεις, τὰς δὲ τοῦ νοῦ. φύσει γοῦν οὖσαι δεικτικαὶ καὶ τὸ ἀντικείμενον ἄρθρον τῇ συντάξει οὐ παραλαμβάνουσιν.
2.13καὶ ἔτι ἐξαιρέτως καὶ τὰ τρίτα πρόσωπα ἐν διαφόροις φωναῖς διάφορα τρίτα ἀποτελοῦσιν, τῶν ῥημάτων διὰ μιᾶς φωνῆς ἐπὶ πλείονα πρόσωπα συντεινόντων, γράφει Διονύσιος Τρύφων τις ἄλλος τῶν δυναμένων τὸ πρᾶγμα παραδέξασθαι. οὐ μὴν ἐπὶ τῶν ἀντωνυμιῶν, εἴγε ἀναφορικὴ μὲν αὐτός, δεικτικὴ δὲ ἐκεῖνος καὶ ἔτι οὗτος, διαφέρουσα τῷ διαστήματι τῆς δείξεως. αὐτὸς λόγος κἀπὶ τῆς ὅδε.
2.14καὶ ἐπεὶ ἔφαμεν τὰς δεικτικὰς ἐπιτείνεσθαι εἰς πλείονα δεῖξιν, αἱ δὲ προκείμεναι φωναὶ οὐκ ἠδύναντο τὸ δισσὸν τοῦ τόνου ἀναδέξασθαι, καθάπερ ἐμοῦ καὶ ἐμοί καὶ αἱ σύζυγοι, διὰ τὴν ἐπὶ τέλους βαρεῖαν, εἰς παραγωγὴν τὴν διὰ τοῦ ι μετῆλθον, ἐπισπώμεναι κατὰ τοῦ τέλους τὴν ὀξεῖαν εἰς ἐμφανισμὸν τῆς πλείονος ἐπιτάσεως, καθάπερ καὶ αἱ προκατειλεγμέναι κατὰ πρῶτον καὶ δεύτερον πρόσωπον, ἐκεινοσί οὑτοσί ὁδί. (προῦπτον γὰρ ὅτι στερομένη αὐτός τῆς δείξεως συνεστέρετο καὶ παραγωγῆς τῆς ἐπαγομένης ἐπὶ πλείονα δεῖξιν). δοκεῖ δέ μοι μη δὲ ἀλλοτρίως παραγωγὴ τοῦ ι παραδεδέχθαι · ἦν γὰρ τοῦτο θεματικὸν ἐν τρίτῳ προσώπῳ τῆς εὐθείας.
2.15πῶς οὖν οὐκ εὐήθεις οἱ περὶ Ἅβρωνα καταδραμόντες Ἀριστάρχου ὡς οὐ δεόντως φαμένου κατὰ πρόσωπα συζύγους τὰς ἀντωνυμίας, καθὸ κοινὸς ὅρος καὶ ῥημάτων, καὶ μᾶλλόν γε αὐτῶν. συζυγοῦσιν γὰρ αἱ φωναὶ κατάτε ποιότητα τῶν στοιχείων καὶ κατὰ ποσότητα τῶν συλλαβῶν, καὶ φαίνεται ὅτι καὶ κατὰ χρόνον καὶ τάσιν · ταῖς γε μὴν ἀντωνυμίαις οὐ συνῆν τὸ τοιοῦτον, εἴγε αἱ πλείους ἀσύζυγοι, ὡς σαφές ἐστιν τοῖς κλίνασιν τὰς ἀντωνυμίας. φαίνεται γὰρ ὅτι μὲν Ἀρίσταρχος οὐ τὴν φωνὴν ὡρίσατο τῆς ἀντωνυμίας, ἀλλὰ τὸ ἐξ αὐτῆς παρυφιστάμενον, καθὼς καὶ ἅπαντες οἱ ὅροι ἔχουσιν. φασὶν γοῦν ἀσυνάρθρους ἀντωνυμίας, καὶ ὅσον ἐπὶ τῇ φωνῇ, οὐκ εἰσὶν ἀσύναρθροι, ἐπεί φαμεν ἐγώ μόνως ὀρθοτονεῖται, ἔγωγε Ἀττική ἐστιν. ἐκεῖνο οὖν ἀντωνυμία, τὸ μετὰ δείξεως ἀναφορᾶς ἀντονομαζόμενον, οὐ σύνεστιν τὸ ἄρθρον.
2.16ἰδοὺ οὖν δεῖξις καὶ ὁρισμὸς τῶν προσώπων ἄχρι τοῦ τρίτου διῆλθεν · καὶ γὰρ ἀναφερόμεναι ὁρίζονται, καθὸ τὰ πρόσωπα ἐγνώσθη, καὶ δεικνύμεναι, καθὸ τὰ πρόσωπα ὑπ’ὄψιν ἐστί. καὶ τοῦτό ἐστιν συζυγία τῶν ἀντωνυμιῶν. τὰ γὰρ ῥήματα ἀσύζυγα · ὁριζόμενα γὰρ κατὰ πρῶτον καὶ δεύτερον ἀοριστοῦται κατὰ τὸ τρίτον, τοῦ ἀστράπτει καὶ τῶν τοιούτων ὑποστελλομένων, καθὸ τοιαύτη ἐνέργεια ἐξαιρέτως τῷ Διὶ ἀναπέμπεται, ὥστε οὐ τὸ ῥῆμα ὥρισται, δὲ τούτου τὴν διάθεσιν ἐνεργῶν. πρόδηλος οὖν πολυμερὴς τῶν φωνῶν θέσις ὑπὲρ τοῦ μὴ διὰ μιᾶς φωνῆς διάφορα πρόσωπα λέγεσθαι.
2.17παρηκολούθησεν γὰρ τὸ καὶ αὐτὰς ἐν τρίτοις ἀοριστοῦσθαι, εἴγε μία λέξις πλείονα σημαίνουσα ἀορίστου παρεμπτώσεως αἰτία γίνεται.
2.18ἔτι τὰ μὲν ἄλλα τῶν πτωτικῶν ἀπ’εὐθείας λημματιζομένης γενικὴν καὶ τὰς ὑπολοίπους πτώσεις πρὸς ἀκολουθίαν τῆς εὐθείας ἀποτελεῖ, οὐχ ὑποστελλομένου τοῦ ἄρθρου, εἴγε καὶ αὐτὸ ἐδείχθη ἐν τῇ δεούσῃ ἀκολουθίᾳ κεκλιμένον · αἱ δὲ προκείμεναι πρωτότυποι ἀντωνυμίαι θεματικώτερον ἐκλίθησαν, οὐ δυναμένης τῆς ἐγώ κατὰ λόγον τῶν πτωτικῶν τὴν ἐμοῦ γενικὴν παραδέξασθαι, οὐ δὲ μὴν τῆς ἐμοῦ τὴν ἐμοί ἐμέ, δεόντως καὶ τῶν παρεπομένων ἀριθμῶν ἐξαλλαγέντων πάλιν θεματικῶς. ἀδύνατον γὰρ τὴν μὴ κλιθεῖσαν γενικὴν ἐξ εὐθείας ἀριθμὸν ἀκόλουθον παραστῆσαι · κλιθεῖσα γὰρ συγκλίνει τοὺς ἀριθμοὺς καὶ τὰς ἑξῆς πτώσεις. διὰ τοῦτο καὶ τοῖς ἑτεροκλίτοις παρηκολούθει τις εὐθεῖα τῆς γενικῆς τὰ λοιπὰ σχήματα ἀποδιδούσης, οἷον μεγάλου ἐποίησε τὸ μεγάλοι, καὶ ἐκ λήμματος τοῦ τοιούτου μεγάλος εὐθεῖα διασῴζεται.
2.19καὶ ὁμοίως ὕδατος καὶ ἔτι γυναικός τε πολλοῦ · πολλοί γὰρ καὶ ὕδατα καὶ γυναῖκες, καὶ διὰ τοῦτο συνυπῆρχεν τὸ πολλός, τὸ γύναιξ, τὸ ὕδας. διὰ τοῦτο οὖν ἐμοῦ οὐ κλιθεῖσα, γενομένη δὲ ἐν θέματι, καὶ τὸ ἀκόλουθον τῶν πτώσεων παρῃτήσατο καὶ τοὺς ἀκολούθους ἀριθμούς.
2.20 γοῦν ἐκεῖνος καὶ αἱ σύζυγοι κλιθεῖσαι ἔσχον καὶ τὰ συμπαρεπόμενα ἀκόλουθα.
2.21σαφὲς οὖν ὅτι ληροῦσιν οἱ ἐγχρονίσαντες εἰς τὸ ἐπισκώπτειν τὰς φωνὰς ὡς ἀνακολούθους καὶ παραλόγους, παρατιθέμενοι τὴν ἀπὸ τῶν ὀνομάτων ἀναλογίαν, ὅπου οὐ δὲ ἐκεῖνο αὐτοῖς δέδοται, τὸ παντὶ ὀνόματι πᾶν ἀντιπαραβάλλειν. ἀλλ’ὑποτομὴ εἰς τὸ τοιοῦτον ἄπειρός ἐστίν τις · τοῦ ὁμοίου ἀκολουθίᾳ ἀντιπαραβάλλονται αἱ λέξεις, καὶ εἰ τοῦτο, πῶς οὐ μάταιον τὸ διάφορα μέρη λόγου ἀντιπαραβάλλειν; οὐδὲν δὲ ἐκώλυεν, ἐπειδὴ καὶ προσώπων διακριτικόν ἐστιν τὸ μόριον, ἀντιπαραθέσθαι τὰς φωνὰς τῶν ῥημάτων, καὶ οὕτω πάλιν τὰς ἀντωνυμίας τοῦ δέοντος περιγράφειν.
2.22ἴσως οὖν ἐκείνῳ τις ἐπιστήσειεν, ἕνεκα τίνος τὸ ἀκόλουθον ἀπένευσαν αἱ ἀντωνυμίαι, καὶ διὰ τί οὐ πᾶσαι. τῶν ὀνομάτων θέσις ἐπενοήθη εἰς ποιότητας κοινὰς ἰδίας, ὡς ἄνθρωπος, Πλάτων, καὶ ἐπεὶ οὔτε σὺν δείξει τὰ τοιαῦτα οὔτε ἀναφορᾷ, πάμπολλος ἐπὶ τούτων θέσις ἐγίνετο, ἵν’ἑκάστου τὸ χαρακτηριστικὸν ἀπονείμῃ τὴν ἑκάστου τῶν ὑποκειμένων ποιότητα. (οὐ μετρίως γ’οὖν τὰς ποιότητας ἐπιταράττουσιν αἱ συνεμπεσοῦσαι θέσεις ἔντε προσηγορικοῖς καὶ κυρίοις ὀνόμασιν, δι’ καὶ ἐστέρετο τὸ διὰ τῶν ὀνομάτων νοούμενον πρόσωπον τοῦ ὁρισμοῦ). καὶ ἕνεκα τοῦ τοιούτου ἰδιάσασα εὐθεῖα καθ’ἕκαστον χαρακτῆρα, ἀπῄτει τὰς πλαγίας ἀνηκούσας πρὸς τὸ ἴδιον τῆς εὐθείας. ἐντεῦθεν οὖν ἀναγκαίως καὶ τὰ γένη παρεισάγεται, ἵνα μετὰ τῆς ποιότητος τοῦ χαρακτῆρος συνδιαστείλῃ τὸ γένος.
2.23 ἐντεῦθεν συνεπενοήθησαν καὶ ἐπιθετικαὶ θέσεις, ἵνα καὶ τὰ παρακολουθήσαντα τοῖς κοινῶς ἰδίως νοουμένοις ἀναπληρωθῇ, τῷ μὲν ἵππος, εἰ τύχοι, τὸ λευκός τὸ ταχύς, τῷ δὲ Πλάτωνι τὸ σοφός, τὸ ἀγαθός, ἄλλατε πάμπολλα τὰ δυνάμενα παρέπεσθαι. ἐντεῦθεν καὶ αἱ συνθέσεις ἐπενοήθησαν, μισάνθρωπος, φερέπονος, φιλόλογος, αἵπερ ἐξ ἐπισυμβεβηκότων ἐνεγίνοντο.
2.24αἱ μέντοι ἀντωνυμίαι εἰς οὐδὲν ἄλλο ἀποβλέπουσαι διὰ τῆς ἐν αὐταῖς ἐγκειμένης δείξεως εἰς τὴν ὑποκειμένην οὐσίαν, ἔχουσιν εὔληπτα καὶ τὰ ἐπισυμβεβηκότα τῇ ποιότητι, λέγω τὰ δυνάμενα δι’ὄψεως ἐπινοηθῆναι, λευκὸν μέλαν, μακρὸν βραχύ. (οὐχ ὑπὸ δεῖξιν γὰρ πιπτούσης τῆς ψυχῆς οὐ δὲ τὰ ταύτῃ ὑποτρέχοντα εὐσύνοπτα ἂν γένοιντο πρὸς τῶν ἀντωνυμιῶν). ἔνθεν τοὺς πολλοὺς χαρακτῆρας παρῃτημέναι εἰσὶν αἱ ἀντωνυμίαι. ἑκάστη γὰρ αὐτῶν καθ’ἑκάστην πτῶσιν ἀντὶ πάντων ὀνομάτων παραλαμβάνεται · καὶ εἰ τοῦτο ἀληθές, φυσικώτερον ἄρα ἀφέστηκεν ἐν τοῖς ὀνόμασιν ἀκόλουθος κλίσις, ἵνα μὴ ἀντὶ ἅπαντος ὀνόματος παραλαμβανόμεναι μιᾷ καταλήξει τῇ ἐκ τούτων ὑποπέσωσιν. (διὸ καὶ τὰ γένη οὐκ ἐκκοπτόμενα ἰδίοις τέλεσιν κατάλληλον ἔσχεν τὴν ἐν τοῖς τρισὶ γένεσιν θέσιν διὰ μιᾶς συλλαβῆς, εἴγε καὶ ἐξ αὐτῶν δεῖξις αὐτὸ μόνον οὐσίαν παρεμφαίνει). καὶ γὰρ εἰ συνεμπέσοι λῆξις ὀνοματικὴ αὐτῇ ἰδία τοῦ συνόντος ἀριθμοῦ, ὑπεκλύεται τοῦ ἀκολούθου ἐκ τῆς ἐγγινομένης κλίσεως, ὡς ἔχει ἐγώ καὶ ἐμοῦ.
2.25ἐφ’ἧς καὶ αἱ διάλεκτοι οὐ τὴν αὐτὴν λῆξιν ἐπεμέτρησαν, ἄλλως τὰς φωνὰς προενεγκάμεναι ἤπερ τὰς γενικὰς τῶν ὀνομάτων · ἐμεῖο γὰρ καὶ ἐμεῦ, οὐχ ὡς Ἀτρείδεω καὶ Ἀτρείδαο καλοῖο. ( γοῦν ὁμόφωνος κτητική, ὀνόματος ἤδη τὸ τέλος ἀναδεδεγμένη, ἐφ’ καὶ φέρεται, πάλιν τὸ δέον ἀνεδέξατο κατὰ τὰς διαλέκτους, ἐμοῖο ὡς καλοῖο).
2.26καθὼς πρόκειται οὖν, ἀναφερόμεναι δεικνύμεναι ἀπροσδεεῖς εἰσι τῶν παρεπομένων τῷ ὀνόματι, ἀλλὰ ἀντίκειται τε ἐκεῖνος καὶ αὐτός. ( γὰρ οὗτος παραγωγῆς κατάληξιν ἔχει, οὐκ ἀντωνυμίας, καθὸ καὶ τὸ τημοῦτος ἐπίρρημα ὂν παραγωγῆς τῆς αὐτῆς ἔτυχεν). καὶ οὐκ ἀπεμφαῖνον δύο ἀντικεῖσθαι ἁπασῶν τὸ δέον σχῆμα ἀναδεδεγμένων. μήποτε δὲ εὐλόγως καὶ διὰ τῆς φωνῆς συνεπίσχυσαν ὁρίσαι τὸ ὑποκείμενον. γὰρ ἐξ αὐτῶν νοουμένη ἀπόστασις ἀμαυροτέραν τὴν δεῖξιν καθιστάνει, καὶ ἔνθεν παρεισεδύετο τὸ γένος, οὐχ ἵνα τὴν οὐσίαν παραστήσῃ, ἀλλ’ἵνα τὸ γένος διαστείλῃ. (τὰ γοῦν κοινὰ λεγόμενα ἐν γένει, λέγω ἐπὶ τῶν προσηγορικῶν, ἐξ ἀποστήματος ἐπινοηθέντα οὐκ ἐξίσχυσεν τὸ γένος διαστεῖλαι, λέγω ἐπὶ τοῦ ἵππος ἄνθρωπος · πλησιάσασι δὲ αὐτοῖς καὶ δήλοις γενομένοις κατὰ τὸ γένος συνεγένετο καὶ τὸ ἄρθρον). πολλῷ δὲ μᾶλλον καὶ αὐτός · τὰ γὰρ ἀπόντα τῶν τρίτων προσώπων ἀναφέρουσα ὑπόμνησιν καὶ τοῦ γένους ἐποιεῖτο διὰ τοῦ χαρακτῆρος. ἀλλ’ἐκεῖνο λείπεται, τίνος ἕνεκα εἰς ος κατέληξαν, πλείστης οὔσης καταλήξεως ὀνομάτων ·
2.27 ὅτι γενικωτέρα ἐστὶν εἰς ος κατάληξις. διὰ τοῦτο καὶ τὰ ἄρθρα, πᾶσιν ὀνόμασι παρατιθέμενα, ἐν ταύτῃ τῇ καταλήξει ἐγένετο, καὶ αὐταὶ αἱ παραχθεῖσαι ἀντωνυμίαι εἰς ὀνόματος κτῆσιν, ὡς ἐπὶ τῆς ἐμός καὶ τῶν συζύγων, καὶ σχεδὸν ἅπασαι αἱ πτωτικαὶ πεύσεις, ἐπιζητοῦσαι πᾶν ὄνομα, ποῖος, πόσος, πηλίκος, ποδαπός. πρόσκειται τὸ σχεδόν διὰ τὸ τίς, ὅπερ οὐ δὲ αὐτὸ ἐκτός ἐστιν τῆς εἰς ος καταλήξεως, εἴγε τὸ τίος παρ’Αἰολεῦσιν τῆς εἰς ος εὐθείας ἔτυχεν, συνεπισχύοντος καὶ τοῦ ἰσοδυναμοῦντος αὐτῷ, λέγω τοῦ ὅς, καὶ συμφέρεται ἐν τῷ ὅστις ἐμὸν παρὰ σῆμα καὶ ἐν τῷ ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται.
2.28ῥητέον δὲ καὶ περὶ τῶν τῇ φωνῇ ἄρθρων καθεστώτων, τῇ δὲ ἐξ αὐτῶν μεταλήψει ἀντωνυμιῶν, γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀντὶ τοῦ οὗτος · τὸν δ’ἀπαμειβόμενος · ὣς ῥίμφα θέουσα · εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, μεταλαμβάνεται μὲν εἰς τὸ ταύτης, προσλαμβάνει δὲ ἔξωθεν δεόντως τὸ ἄρθρον, καὶ καθόλου περὶ ἁπάντων τῶν τοιούτων. αἱ ὀνοματικαὶ πτώσεις καὶ αἱ ἀντὶ τούτων παραλαμβανόμεναι ἀντωνυμίαι σύνταξιν τὴν αὐτὴν ποιοῦνται τοῖς ῥήμασιν, ὡς ἔχει τὸ Τρύφων διδάσκει καὶ οὗτος διδάσκει ·
2.29αἵ γε μὴν πλάγιαι τὴν ἐκ τῶν εὐθειῶν σύνταξιν ἀναδέχονται, τῶν μεταξὺ πιπτόντων ῥημάτων ἐνδεικνυμένων τὴν ἑκάστης διάθεσιν, ὡς ἔχει τὸ Θέωνα διδάσκει Τρύφων, τοῦτον φιλῶ ἐγώ, φιλεῖ Θέων. ἔστιν γε μὴν κἀκεῖνος λόγος ἀληθής, ὡς σύνεστι τὰ ἄρθρα μετὰ τῶν ὀνομάτων ἀνθ’ὧν παραλαμβάνεται ἀντωνυμία, οὐ σημαίνοντα τὰς πηλικότητας ποιότητας τι τῶν παρεπομένων τοῖς ὀνόμασιν, καθὸ ὑπεδείξαμεν καὶ ἐπὶ τῶν ἀντωνυμιῶν τὸ αὐτό ·
2.30ὡς γὰρ τὸ οὗτος κατὰ παντὸς ὑποκειμένου παραλαμβάνεται, καὶ τὰ ἄρθρα σὺν παντὶ ὑποκειμένῳ παραλαμβάνεται, μέγας, βραχύς, λευκός, χρυσοῦς. καὶ τούτων τῇδε ἐχόντων, ὅταν τὸ ἄρθρον μὴ μετ’ὀνόματος παραλαμβάνηται, ποιήσηται δὲ σύνταξιν ὀνόματος ἣν προεκτεθείμεθα, ἐκ πάσης ἀνάγκης εἰς ἀντωνυμίαν μεταληφθήσεται, εἴγε οὐκ ἐγγινόμενον μετ’ὀνόματος δυνάμει ἀντὶ ὀνόματος παρελήφθη ·
2.31καὶ ἐντεῦθεν σύνταξις αὐτοῦ προσεχώρει εἰς ἀντωνυμικὴν μετάληψιν. ἔστω γάρ τι τοιοῦτον, Χρύσης γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, καὶ ἔτι μετὰ ἄρθρου γὰρ Χρύσης ἦλθεν θοὰς ἐπὶ νῆας Ἀχαιῶν · καὶ σαφὲς ὅτι ἔλλειψις τοῦ ὀνόματος τῷ ἄρθρῳ παραδώσει τὰ τῆς συντάξεως, καὶ οὐκ ἄλλο τι γενήσεται τὸ ἄρθρον ἀντωνυμία, ἐστιν ἀντὶ παντὸς ὀνόματος, ἐπεὶ καὶ αὐτὸ μετὰ παντὸς ὀνόματος, οὐκ ἐμποδιζόμενον ἐν ποιότητι ἄλλῳ τινὶ τῶν παρεπομένων, καθὼς εἴπομεν. ἐν μέντοι τοῖς ἑξῆς δεδείξεται, πότε οἱ λόγοι τὰ ὀνόματα παραιτοῦνται ἀντιπαραδεχόμενοι τὰς ἀντωνυμίας. (καὶ μὲν τοιαύτη σύνταξις προϋφεστώτων ὀνομάτων, καθ’ὧν ἀναφέρεται τὰ ἄρθρα, ποιεῖται ἀντωνυμικὴν μετάληψιν ·
2.32 μέντοι μὴ οὕτως ἔχουσα, αὐτόθεν δὲ ἐν προλήψει του ἐσομένου προσώπου, ἀόριστον μετάληψιν τῶν ἄρθρων ποιεῖται, ὡς τὰ τοιαῦτα ἔχει, περιπατῶν κινεῖται, καὶ ἔτι ἐν ὑποτακτικοῖς ὃς ἂν παραγένηται ἀναγινωσκέτω, πάνυ εὐλόγως · συμφερόμενον γὰρ παντὶ ὀνόματι καὶ ἐπὶ πᾶν ὄνομα ἀναδραμεῖται ἓν καθεστηκός, ὅπερ ἴδιον ἀορίστου. ὑγιῶς ἄρα τὰ ἄρθρα εἰς ὡρισμένα πρόσωπα παραλαμβάνεται, τὰς ἀντωνυμίας, εἰς τὸ ἀοριστότατον, λέγω τὸ τίς · οὐ γὰρ πόρρω πέπτωκε τὸ περιπατῶν κινεῖται τοῦ εἴ τις περιπατεῖ κινεῖται, οὐ δὲ τὸ ὃς ἂν ἔλθῃ τοῦ εἴ τις ἂν ἔλθῃ. εἰ γοῦν συνενεχθείη τι τῶν ὀνομάτων ταῖς προκειμέναις συντάξεσι, καὶ αὐτὰ καταστήσεται εἰς τὸν ἴδιον μερισμόν, Διονύσιος περιπατῶν κινεῖται · Τρύφων κοιμᾶται, ὃς μενεῖ με διαναστάς).
2.33δεόντως δ’ἂν καὶ ἀντωνυμίαι ῥηθεῖεν κατὰ τοὺς μερισμούς, καθότι καὶ ἄλλα μέρη λόγου, πάλιν μετατεθέντα τῆς ἰδίας συντάξεως καὶ ἄλλων ἀναπληρώσαντα τὰς ἰδιότητας, πάλιν τῆς τούτων ὀνομασίας ἔτυχεν, ὡς ἔχει ἅπαντα τὰ ὀνοματικὰ ἐπιρρήματα, πυκνά, κάλλιστα, ἥδιστα, ἰδίᾳ, δημοσίᾳ, τόνῳ, κύκλῳ, καὶ ὅτε αἱ μετοχαὶ εἰς ὀνομάτων σύνταξιν παραλαμβάνονται, ὡς τὸ ἐρωμένη, εἱμαρμένη · ἐφ’ὧν χρὴ αὐτὸ μόνον τὴν μετάπτωσιν διδάσκειν. οὐ γὰρ μᾶλλον αἱ φωναὶ ἐπικρατοῦσι κατὰ τοὺς μερισμοὺς ὡς τὰ ἐξ αὐτῶν σημαινόμενα.
2.34ὁμολόγως γ’οὖν καὶ οὗτος, παραχθεῖσα ἐξ ἄρθρου τοῦ καὶ ὅς σημαίνοντος οὐκ ἀρθρικὴν σύνταξιν ἀλλὰ ἀντωνυμικήν, εἰς τὰς ἀντωνυμίας ἐχώρησεν (οὐ γὰρ θεματική ἐστιν, ὥς τινες ᾠήθησαν). σαφὲς ἐκ τῶν συμπαρεπομένων. ἀπὸ παντὸς ἀρσενικοῦ πρωτοτύπου παραγωγοῦ τοῦ εἰς ος λήγοντος θηλυκὸν γίνεται τοῦ τέλους εἰς η εἰς α μακρὸν μεταπίπτοντος, τι μὴ μόνον ἐκ τῆς προκειμένης παραγωγῆς ·
2.35 γὰρ τοιαύτη παραγωγὴ ὑποστρέφει εἰς τὸ πρωτότυπον κατὰ γένος, τηλίκος τηλικοῦτος τηλίκη τηλικαύτη, καὶ ἔτι ἐπὶ οὐδετέρων · αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τοσοῦτος, τοιοῦτος. ὅπερ παρηκολούθει καὶ τῇ οὗτος · ὡς οὗτος οὐκ ἔχει τὸ θηλυκὸν οὕτη, ἀλλὰ πάλιν παρὰ τὸ αὕτη. καὶ ἐπεὶ τὸ οὐδέτερον, λέγω τὸ τό, ἀπὸ τοῦ τ ἤρχετο, καὶ τὸ τοῦτο ἀπὸ τοῦ τ ἤρχετο. καὶ κατὰ πτῶσιν δὲ παράγεται.
2.36οὐ γὰρ ἀπὸ τοῦ τηλικαῦται γενικήν φαμεν τὴν τηλικαύτων ἀπὸ τοῦ τοιαῦται τοιαύτων, καθὸ ἔστιν ἐπινοῆσαι ἐπὶ ἁπάντων θηλυκῶν · αὐταί γοῦν αὐτῶν φαμεν, καὶ ἔτι ἀπὸ τοῦ ἀνεπεκτάτου τοῖαι τοίων, τηλίκαι τηλίκων. καὶ σαφὲς ὅτι παρὰ μὲν τὸ τηλίκαι τὸ τηλικαῦται, παρὰ δὲ τὸ τηλίκων τὸ τηλικούτων. ταὐτὸν οὖν παρηκολούθει καὶ ἐπὶ τοῦ αἱ αὗται, καὶ ἐπεὶ εἴχετο παραγωγῆς τῆς προκειμένης, οὐκέτι αὕτων, καθὼς καὶ ἐπὶ τοῦ ὀξυτόνου πρόκειται αὐταί αὐτῶν. πάλιν οὖν τὸ τούτων ἔπιπτεν ἀπὸ γενικῆς πρωτοτύπου τῆς τῶν, τοῦ τ συμπαραλαμβανομένου, ὅπερ ἐπὶ τῆς εὐθείας οὐ συμπαρελαμβάνετο, ἐπὶ δὲ τῆς γενικῆς · αἱ γὰρ καὶ τῶν. (τῇ προκειμένῃ παραγωγῇ συνυπάρχει ἑτέρα παραγωγὴ διὰ τοῦ δε, οὖσα συνηθεστέρα ποιηταῖς, τοῖος τοιόσδε, τόσος τοσόσδε, ἧς τὸ μεταλαμβανόμενον εἰς παραγωγὴν τὴν διὰ τοῦ ουτος ἐγχωρεῖ, τοιόνδε τοιοῦτον, τοσόνδε τοσοῦτον.
2.37ἔστιν οὖν καὶ τὸ ὅδε, μεταλαμβανόμενον εἰς τὸ οὗτος, ἐκ συντάξεως τῆς διὰ τοῦ παραχθέν).
2.38οὐ χρὴ ἄρα συγκατατίθεσθαι Ἅβρωνι ὅτι οὗτος παρῆκται ἐξ ἄρθρου, καθότι καὶ ἐξ ἐπιρρήματος τοῦ ὀψέ ἄλλο μέρος λόγου γέγονεν τὸ ὀψινός. ἐν μὲν γὰρ ταῖς ἄλλαις παραγωγαῖς ἀδιαφορεῖ τὸ τοιοῦτον, ἔν γε μὴν τῇ προκειμένῃ ἀδύνατόν ἐστιν εἰς ἄλλο μέρος λόγου ἐγχωρῆσαι τὸ πρωτότυπον, ὅπου γε ἐδείχθη οὐ μόνον τὸ αὐτὸ μέρος λόγου αἰτοῦν, ἀλλὰ καὶ ταὐτὸ γένος καὶ τὴν αὐτὴν πτῶσιν καὶ τὸν αὐτὸν ἀριθμόν. δεόντως οὖν φαμεν ὡς ἐκ τῆς ἀντωνυμικῆς συντάξεως τοῦ ἄρθρου παραγωγὴ ἐγίνετο, καὶ ὡς ποιητικὸν μὲν τὸ φάναι τηλίκος τοῖος, σύνηθες δὲ τὸ τηλικοῦτος τοιοῦτος, τὸν αὐτὸν τρόπον ποιητικὸν τὸ ὅς, ὃς γάρ ῥα μάλιστα ἥνδανε κηρύκων, σύνηθες δὲ τὸ ἐξ αὐτοῦ μεταλαμβανόμενον, οὗτος γάρ. κἀκεῖνο δὲ προσθετέον, ὡς ἐνέλειψεν εὐθεῖα τῷ τ, καθὼς ἐπεδείξαμεν κἀν τῷ περὶ ἄρθρων.
2.39πάλιν οἱ Δωριεῖς οὐκ ἐπλεόνασαν ἐν τῷ ταῦται καὶ τοῦτοι, ἀλλ’ἀπέδωκαν τὸ προοφειλόμενον, ὡς δέδεικται καὶ ἐπὶ τῶν ἄρθρων. ὁμολογοῦσι καὶ αἱ πλάγιοι ἀπὸ τοῦ τ ἀρξάμεναι καὶ τοῦ οὐδετέρου εὐθεῖα καὶ τὸ κατὰ τὴν εὐθεῖαν πνεῦμα. πότε γὰρ οὐ δίφθογγος δασύνεται, ὅπου γε καὶ τὰ δασυνόμενα ἐγγινομένης αὐτῆς ψιλὰ γίνεται, ὅλος οὖλος, ὅρος οὖρος; δασύνεται δὲ τὸ οὕνεκα διὰ τὸ τούνεκα. οὐκ ἂν οὖν ἄλλως δασυνθείη τὸ οὗτοι, εἰ μὴ λάβοι ἀπολογίαν τὴν ἔλλειψιν τοῦ τ.
2.40τὴν τῶν ὀνομάτων σύνταξιν ἀνθυπῆλθον αἱ ἀντωνυμίαι οὐχ, ὥς τινες ᾠήθησαν, δι’ἄγνοιαν τῶν ὀνομάτων · ποία γὰρ ἄγνοια τῶν ὀνομάτων ἐν τῷ σοὶ μὲν ἐγώ, σὺ δ’ἐμοί; ἀλλὰ σαφὲς ὅτι οὐ δυναμένων τῶν ὀνομάτων ἐν τοῖς πρώτοις καὶ δευτέροις προσώποις καταγίνεσθαι, καθὼς δεδείξεται. φήσει τις ·
2.41οὐχὶ οὖν καὶ ἀγνοίας οὔσης ὀνομάτων φαμὲν σύ σέ; πρὸς ῥητέον ὅτι ἐκ παρεπομένου τὸ τοιοῦτον ἐγένετο, εἴγε καὶ ἐν γνώσει ὄντα τὰ ὀνόματα πάλιν ἀπαιτεῖ τὴν ἀντωνυμικὴν σύνταξιν, οὐκ ἔλαττον δὲ καὶ οὕτως ἀνθυπέστη τοῦ ὀνόματος. καὶ γὰρ δυνάμει κύριον ὄνομα νοεῖται διὰ τῆς ἀντωνυμίας, οὔ φημι τὸ τῆς φωνῆς ὄνομα, τὸ δὲ ἐξ αὐτῆς δεικνύμενον, τουτέστιν ἰδία ποιότης τοῦ ὑποκειμένου. (ἕνεκεν τούτου πρὸς οὐδὲν χρειώδεις εἰσὶν αἱ ἀντωνυμίαι στερόμεναι τοῦτε δεικνύντος προσώπου καὶ τοῦ δεικνυμένου, εἴγε αἱ ἐγγραφόμεναι πάνυ ἀοριστόταταί εἰσιν, ὅτι καὶ τῆς ἰδίας ὕλης ἀπεώσθησαν.
2.42ἔνθεν δοκεῖ μοι πάνυ εὐλόγως κατὰ τὰς ἐπισταλτικὰς γραφὰς χωρὶς τῶν προτεθειμένων ὀνομάτων τὰ τοῦ λόγου μὴ καθίστασθαι. ἐγγραφομένων γὰρ τῶν ἀντωνυμιῶν διὰ τὰς ἐπισυμβεβηκυίας πράξεις τῷτε ἀποφαινομένῳ προσώπῳ ὑπὲρ αὑτοῦ καὶ τῷ πρὸς ὃν ἀπότασις τοῦ λόγου, ἀναγκαίως συμβαίνει τὸ γράφεσθαι τὴν τῶν ὀνομάτων θέσιν, ἵνα δυνάμει κατὰ τούτων τὰς δείξεις ποιήσωνται αἱ ἀντωνυμίαι. τὸ γὰρ ἐγώ σοι καὶ πάλαι ἔγραψα δείκνυσι διὰ μὲν τῆς ἐγώ τὴν προκειμένην εὐθεῖαν, διὰ δὲ τῆς σοί τὴν ἀνθυπαγομένην δοτικήν. πρόδηλον γὰρ ὅτι τῶν ὀνομάτων περιγραφέντων καὶ τὰ τῶν ἀντωνυμιῶν ἀόριστα γίνεται).
2.43ἔστιν οὖν αἴτιον τοῦ μὴ δύνασθαι τὰ ὀνόματα παραλαμβάνεσθαι κατὰ πρῶτον καὶ δεύτερον τὸ τὰς θέσεις τῶν ὀνομάτων μήτε ἐν πρώτῳ μήτε ἐν δευτέρῳ προσώπῳ δύνασθαι καταγίνεσθαι. οὐ γὰρ πρὸς τοὺς γενομένους ἀπότασις γίνεται τοῦ ὀνόματος ὑπὲρ τῆς αὐτῶν θέσεως, ὅπερ ἴδιον δευτέρου προσώπου · οὔτε μὴν ἑαυτοῖς τιθέμεθα, ὅπερ ἴδιον πάλιν τοῦ πρώτου προσώπου. ἀνάγκη οὖν πᾶσα εἰς τὰ τρίτα πρόσωπα χωρεῖν τὰ ὀνόματα κατὰ πᾶσαν πτῶσιν χωρὶς κλητικῆς · αὕτη γὰρ πρώτη ἐπιστρέφει τὴν ἐκ τῶν τρίτων προσώπων θέσιν εἰς τὸ δεύτερον διὰ τὴν ἐξ αὐτῆς γινομένην ἀντίληψιν τοῦ ἀναδεξαμένου προσώπου τὸ ὄνομα. προφανὲς δὲ κἀκεῖνό ἐστιν, ὡς ἐξ αὑτῶν ποιούμενοι τοὺς λόγους πρός τινας, ὀφείλομεν ἀναμερίσαι τὰ πρόσωπα.
2.44καὶ φαίνεται ὡς οὐκ ἐνὸν τοῖς ὀνόμασι συγχρῆσθαι, καθότι τρίτα ἦν ταῦτα, δὲ λόγος ἀπῄτει τὸ ἐκ πρώτου προσώπου δεύτερον. καὶ ἔνθεν παρεισέδυον αἱ ἀντωνυμίαι τὸ ἀδύνατον τοῦ ὀνόματος ἀνταναπληροῦσαι, ἡνίκα φαμὲν ἐγώ σοι ἔγραψα. προείρηταί γε μὴν αἰτία τοῦ μίαν οὖσαν τὴν ἀντωνυμίαν ἀντὶ πάντων ὀνομάτων παραλαμβάνεσθαι.
2.45οὐκ ἂν οὖν τις ὑπολάβοι ὡς πρὸς οὐδὲν χρειώδεις αἱ κατὰ τὸ τρίτον πρόσωπον ἀντωνυμίαι, δυναμένων τῶν ὀνομάτων παραλαμβάνεσθαι; καὶ γὰρ εἰ ἐνεχώρει κατὰ πρῶτον καὶ δεύτερον πρόσωπον παραλαμβάνεσθαι τὰ ὀνόματα, ἴσως ἂν ἐγένετο μη δὲ τὴν ἀντωνυμίαν προσηυρῆσθαι. ἀλλ’ἔστι γε πρὸς τὸ τοιοῦτον φάναι · αἱ ἀντωνυμίαι ἅπαξ ἀντὶ ὀνομάτων γενόμεναι ἐκ παρεπομένου ἔσχον καὶ τὴν δεῖξιν · ὑπ’ὄψιν γὰρ πίπτοντα τὰ ἐξ αὐτῶν πρόσωπα ἑωρᾶτο, καὶ οὕτως τὸ μόριον ἐξαιρέτως ἀπηνέγκατο τὴν δεῖξιν, ἥτις συνώδευσεν κατὰ συζυγίαν τοῦ πρώτου καὶ δευτέρου προσώπου ἄχρι τοῦ τρίτου. οὐ καθὸ οὖν τὰ ὀνόματα ἀνέφικτα ἐν τρισὶ προσώποις, ἐγένοντο αἱ ἀντωνυμίαι, ἀλλὰ καθὸ ἀμοιρεῖ δείξεως, ἥτις ἐστὶν ἐν ἀντωνυμίαις. σύνεστι γοῦν ἀμφότερα ἐν τῷ οὗτος δ’Αἴας ἐστὶ πελώριος, πάνυ ἀναγκαίως · ἕνεκα γὰρ τοῦ ὁρᾶσθαι τὸν Αἴαντα δεῖξις παρείληπται, ἕνεκα δὲ τῆς ἰδίας ποιότητος, ὑπὲρ ἧς καὶ ἠρώτησεν, τὸ Αἴας.
2.46τούτων οὖν τῇδε ἐχόντων σαφὲς ὅτι τὸ Ἀπολλώνιος γράφω καὶ τὰ τούτοις ὅμοια προφανῶς ἀκατάλληλα, καὶ οὐ δι’ἄλλο τι διὰ τὴν τῶν προσώπων ἀκαταλληλότητα, εἴγε τρίτου μὲν προσώπου τὸ ὄνομα, πρώτου δὲ τὸ ῥῆμα · κατάλληλον δὲ τὸ ἐν δυσὶν τρίτοις Ἀπολλώνιος γράφει.
2.47ἀλλ’οὐκ ἐν τῷ καθόλου πάλιν τὸ τοιοῦτο. τὰ γὰρ ὕπαρξιν ἰδίας ποιότητος θέσιν σημαίνοντα τῶν ῥημάτων προσίενται τὸ δοκοῦν ἀκατάλληλον, εἰμὶ Ὀδυσσεύς, Τρύφων ὀνομάζομαι καὶ τὰ τούτοις σύζυγα. πάλιν γὰρ οὐκ ἐγχωρεῖ τὴν ἰδίαν θέσιν κοινῇ φωνῇ προσχαρίσασθαι ἐπὶ πᾶν συντεινούσῃ, εἰ φαίημεν ἐγὼ ὀνομάζομαι, ἐγὼ κληΐζομαι. (καὶ σαφές ἐστιν ὅτι τὸ ἐγώ εἰμι ἐνεχώρει ἐγγίνεσθαι · ὕπαρξιν γάρ, οὐκ ἰδίας ποιότητος θέσιν ἐσήμαινεν, κοινῆς δέ, ἐφ’ἣν συντείνει τὸ ἐγώ). αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἑξῆς προσώπων. σαφὲς οὖν ὅτι οὐ δυνάμενα διαψεύσασθαι τὴν ἰδίαν θέσιν τῶν ὀνομάτων τὰ ῥήματα ἐπισπᾶται αὐτὰ ἐκ τρίτου κατὰ τὸ πρῶτον, ὅτε φαμὲν Τρύφων ὀνομάζομαι, οὐ μὴν ἐν τῷ Τρύφων βιάζομαι. τὸ γὰρ βιάζεσθαι οὐκ ἴδιον ἦν Τρύφωνος, καθάπερ ἐπ’αὐτοῦ ὀνομασία · δι’ καὶ τὴν κοινὴν κατὰ παντὸς ὀνόματος ἀντωνυμίαν παραλαμβάνει.
2.48ἑξῆς ῥητέον καὶ περὶ συντάξεως τῆς τῶν ἀντωνυμιῶν πρὸς τὰ ῥήματα. αἱ πλάγιοι πτώσεις τῶν ἀντωνυμιῶν πάντως ἐπὶ ῥῆμα φέρονται, ἐξ ἧς συντάξεως νοεῖται ἐγγινομένη διάθεσις τοῦ προσώπου. οὐ μὴν ἀναστρέφει τὰ τοῦ λόγου · οὐ γὰρ ἅπαντα τὰ ῥήματα πλαγίους ἀπαιτεῖ ὀνομάτων ἀντωνυμιῶν, ἐπεὶ μὲν αὐτῶν αὐτοτελῆ ἐστίν, δὲ ἐλλειπῆ · τότε γὰρ περιπατεῖ πλουτεῖ ζῇ τι τῶν τοιούτων οὐκ ἐπιζητεῖ πλαγίαν πτῶσιν, περὶ ὧν καὶ ἐντελῆ τὸν λόγον παραστήσομεν ἐν τῇ κατ’ἰδίαν αὐτῶν συντάξει.
2.49οὐ λέληθε δέ με ὡς οἱ πλεῖστοι ὑπέλαβον τὴν τῶν ῥημάτων σύνταξιν ἐντελεστέραν εἶναι, εἰ προσλάβοι καὶ τὰς ἀντωνυμίας, ἐγὼ ἔγραψα, ἐγὼ λαλῶ, καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό, καὶ τούτου ἀπόδειξίν φασιν τὸ μὴ δεόντως ἔχειν τὴν τοιαύτην φράσιν, εἰ μὴ συμπαραλάβοι τις καὶ τὰς ἀντωνυμίας, ἐγὼ μὲν γὰρ παρεγενόμην, σὺ δ’οὔ · ἀκατάστατα γὰρ τὰ τοῦ λόγου γενήσεται. ἐγὼ μέντοι οὐχ ὑπολαμβάνω ἐν τῷ καθόλου τὸ τοιοῦτον ἀληθὲς εἶναι, πιστούμενος οὐκ ἐκ ποιητικῶν παραθέσεων, εἴγε τῇ ποιητικῇ συντάξει ἐφεῖται καὶ λείπειν καὶ πλεονάζειν, ἐκ μέντοι τῆς κοινῆς φράσεως ἁπάσης καὶ τῆς τῶν συγγραφέων ἀκριβοῦς συνθέσεως καὶ τὸ μεῖζον ἐκ δυνάμεως τῆς τοῦ λόγου, ἣν καὶ δέον ἐστὶ παραθέσθαι τῶν ἄλλων συντάξεων προδήλων οὐσῶν.
2.50παρυφίσταται ἔν τισι μέρεσι λόγου δηλούμενα ἑτέρων μερῶν λόγου, ἐν τῷ Αἴας τὸ εἷς, ἐν τῷ Κρονίδης γενικὴ ἑνικὴ τοῦ πρωτοτύπου καὶ τὸ υἱός μετ’εὐθείας ἑνικῆς, ἐν τῷ Λεσβόθεν μετὰ τῆς ὀνοματικῆς ἐννοίας καὶ ἔξ πρόθεσις, ἐν τῷ Αἴαντε τὸ δύω, ἐν τῷ ταχύτερος τὸ μᾶλλον · πάμπολλος εἰς τὸ τοιοῦτο παράθεσις. καὶ οὐκ ἔστιν ὅστις φησὶ τὸ Κρονίδης λείπειν τῷ υἱός, μᾶλλον προστεθὲν περισσὴν θέσιν ἐπαγγέλλεται. ἐφιστάνομεν τοὺς ἀποφαινομένους ἐξ οἴκοθεν, ποιηταῖς χαριζόμενοι τὸ τοιοῦτο, παρ’οἷς λείπουσιν αἱ προθέσεις καὶ πλεονάζουσιν · ἀλλ’ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε κατ’ἔλλειψιν τῆς ἀπό · ἐξ οὐρανόθεν προΐαλλε κατὰ πλεονασμὸν τῆς ἔξ. ἀλλ’οὐ δὲ τὸ Αἴας ἑνικὸν καλούμενον λείπει τῷ εἷς. καὶ δὴ ἐν τοῖς ῥήμασιν πάμπολλά ἐστι παρυφιστάμενα, ἐν μὲν τοῖς ὁριστικοῖς αὐτὸς ὁρισμὸς καὶ ἐξ αὐτοῦ νοουμένη κατάφασις, ὅπου γε καὶ πρὸς τὰς ἐρωτήσεις ἀνθυπάγομεν τὸ ναί οὔ ῥῆμα ὁριστικόν, ὡς ἂν πάλιν ἐγκειμένης τῆς καταφάσεως κατὰ τὰ ὁριστικά.
2.51γράφεις; λέγω κατ’ἐρώτησιν, καὶ τὸ ἀνθυπαγόμενόν ἐστιν ναί γράφω. ἐνθένδε καὶ οὔ ἀπόφασις τὸ ἐναντίον ἀναιροῦσα αὐτὸ μόνον τὰ ὁριστικὰ ἀποφάσκει, οὐ γράφω. ἀλλ’ἐνέσται καὶ ὑπὲρ τούτων παραθέσθαι. ἔγκειται καὶ ἑνικὸς ἀριθμός, καὶ πάλιν τὸ εἷς οὐκ ἐπιζητεῖ τὸ γράφω. σαφὲς δ’ὅτι καὶ εὐθεῖα ἔγκειται τῆς ἀντωνυμίας · καὶ εἰ τὰ κατειλεγμένα οὐ λείπει διὰ τὰ παρυφιστάμενα, οὐ δὲ τὸ γράφω ἐλλειπές ἐστιν τῆς ἐγώ ἀντωνυμίας.
2.52οὐχὶ οὖν λέγεται ἐγὼ γράφω, καὶ οὐ κακία τὸ τοιοῦτον; καὶ αὐτὸς προείρηκα ὅτι οὐκ ἐν τῷ καθόλου. ἰδοὺ γὰρ καὶ τὰ προκατειλεγμένα ἀνάγκης ποτὲ οὔσης τῆς κατὰ τὸν λόγον συμπαραλαμβάνει τὰ μόρια τὰ παρυφιστάμενα, ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν, […] δὶς γὰρ γενομένης ἐπιτάσεως, μιᾶς μὲν ὑπούσης ἐν τῷ γοργότερος, ἀνάγκη πᾶσα τὸ καὶ τὴν ἑτέραν συμπαραληφθῆναι. φαμὲν δὲ καὶ ναὶ γράφω, βεβαιοτέραν ποιούμενοι τὴν ὑπόσχεσιν διὰ τῆς δὶς παρειλημμένης συγκαταθέσεως. ἀλλὰ καὶ ἕνα ἄνθρωπόν φαμεν περιπατεῖν, πρόςτε τὸ ἀντιπαρακείμενον πλῆθος καὶ πρὸς τὴν τῶν πάντων ἀναίρεσιν, λέγω οὐδεὶς περιπατεῖ, οὐδένα εὗρον. τὸν αὐτὸν δὴ τρόπον ὑπούσης ἐκφορᾶς ἀπολελυμένης φήσομεν φιλολογῶ, φιλολογεῖς · εἰ μέντοι γε τὴν πρός τινα σύγκρισιν ἐθέλοιμεν διασαφῆσαι, ἐπισπώμεθα τὴν ἀντωνυμίαν, ἴδιον ἔχουσαν τὴν ἐν τοῖς προσώποις ἀντιδιαστολήν. σαφὲς γὰρ ὅτι οὐχ ἵνα τὸ πρόσωπον διαστείλωμεν · τοῦτο γὰρ κοινὸν εἶχεν καὶ τὸ ῥῆμα. διὸ καὶ πάντως τὰ ἀπαρέμφατα δέεται τῆς τούτων συντάξεως, ἐλλειπῆ καθεστῶτα προσώπων.
2.53φησὶ μέντοι Ἅβρων ὡς τὸ ἐγὼ μὲν παρεγενόμην οὐ συνετόν, εἰ παραλείποι τὴν ἀντωνυμίαν, οὐκ ἐπιστήσας ὡς σύνδεσμος αἴτιος γενόμενος ἐπιπλοκῆς ἑτέρου λόγου πάντως διήγειρεν τὴν ἀντωνυμίαν, ἵνα δεόντως ἀντιδιαστείλῃ τὸ ἐπιφερόμενον ἕτερον πρόσωπον, ὅπερ ἐνέκειτο ἐν τῷ ἐπιφερομένῳ λόγῳ. ὀρθοτονοῦμεν γοῦν τὸ δ’ἐμὲ χειρὸς ἑλοῦσα διὰ τὸ ἀντιδιαστελλόμενον πρόσωπον τῶν ἑταίρων.
2.54τὸ δὲ πάντων συνεκτικώτατον, αὐταὶ αἱ ἀντωνυμίαι ὑπαγορεύουσιν τὸ ἕνεκα μόνον τῆς ἀντιδιαστολῆς συμπαραλαμβάνεσθαι. οὔποτε γὰρ μόνον περιττεύουσαι παρῆκαν μὲν τὴν ἐγκλιτικὴν τάσιν, ἐπεὶ αὕτη ἀνεπληροῦτο πρὸς τῶν ῥημάτων, ἐνέμειναν δὲ διὰ τὸ ἐπακολουθοῦν αὐταῖς ἰδίωμα. καὶ καθόλου πᾶσα ἀντωνυμία ὀρθῆς πτώσεως ἐγκλιτικῆς συντάξεως ἀπαράδεκτός ἐστιν, οὐ μόνον τῆς χρήσεως τὸ τοιοῦτον ἐπιδειξαμένης, ἀλλὰ καὶ τῆς φωνῆς συνεπισχυούσης τῇ χρήσει, εἴγε ἀπὸ τοῦ ε ἀρχόμεναι αἱ ἀντωνυμίαι ἅμα τῇ ἐγκλίσει καὶ τὸ κατ’ἀρχὴν ε παρέφθειραν, ὅπερ οὐ παρηκολούθει τῇ ἐγώ, ἐπειδὴ ἀπαράδεκτος τῆς ἐγκλιτικῆς συντάξεως.
2.55 καὶ διὰ τοῦτο τῇ μονῇ τοῦ ε αἱ παρ’Αἰολεῦσιν ἀντωνυμίαι ὀρθοτονοῦνται, κἂν βαρύνωνται κατὰ τὸ τέλος. πῶς οὖν οὐ γελοῖοι οἱ ὑπολαμβάνοντες τὴν ἐγώ ἐγκλιτικὴν εἶναι, ἔτι τοῦ ἰδιώματος συντηρουμένου τῆς ὀρθῆς τάσεως, ὅπου γε καὶ πλεονάσαν τὸ ε τὰς ἐγκλινομένας τῶν ἀντωνυμιῶν εἰς τὸν ὀρθὸν τόνον μετέθηκεν, ἃς οὐκ ἄλλως τις ἐγκλίνειεν, εἰ μὴ περιγράψειεν τὸ ε, ὅπερ ἴδιον ἦν μόνον τῆς ὀρθοτονουμένης ἀντωνυμίας. ἔνθεν μοι δοκεῖ μόνως ἐγκλίνεσθαι τὴν τύ ἀντωνυμίαν παρὰ Δωριεῦσιν, ἵνα τὸ ἀλλότριον τῆς εὐθείας ἐγγινόμενον, λέγω τὴν ἐγκλιτικὴν σύνταξιν, ἀποβάλῃ μὲν τὴν εὐθεῖαν πτῶσιν, μετίῃ δὲ ἐπὶ τὴν συγγενῆ αἰτιατικήν, καὶ συνυπάρχει καὶ συνεμπίπτει ἐν δυϊκοῖς καί τισι τῶν πληθυντικῶν καὶ ἐν ἅπασιν οὐδετέροις.
2.56ἀνάγκη μέντοι πᾶσα τοῖς τρίτοις προσώποις προσεῖναι αὐτὰς τὰς ἀντωνυμίας τὰ ἀνθ’ὧν παραλαμβάνεται, λέγω τὰ ὀνόματα, οὐχ ἕνεκεν πτώσεως, ἐπεὶ πάλιν παρυφίσταται εὐθεῖα, ἀλλ’οὐ δὲ ἕνεκα προσώπου (νοεῖται γὰρ ὅτι τρίτον), ἀλλ’ἕνεκά γε τοῦ μὴ ἀοριστοῦσθαι. ἄπειρά γε ὄντα τὰ τρίτα πρόσωπα μιᾷ ἐπαρκεῖται συντάξει τοῦ ῥήματος · καὶ σαφὲς ὅτι μία λέξις κατ’ἀπείρων κειμένη ἀόριστον πρόσωπον ὑπαγορεύει, εἰς πολλὰ τῆς διανοίας τρεπομένης. οὖσαι δὴ ὡρισμένων προσώπων παραστατικαὶ ἀναγκαίως παρατίθενται τοῖς ῥήμασιν, ἵνα ἐκ τῆς αὐτῶν παραθέσεως περιγράφηται ἀόριστος ἔννοια τῶν ῥημάτων · γράφει γὰρ ὅδε οὗτος, ἐκεῖνος, αὐτός.
2.57καὶ ὡς μὲν ἀναγκαίως αἱ τῆς εὐθείας μόνως ὀρθοτονοῦνται, ἐδείχθη. ἀκολούθως δὲ χωρητέον καὶ ἐπὶ τὰς ἑξῆς πτώσεις, αἷς τὸ δισσὸν τοῦ τόνου παρεπόμενόν ἐστιν παρὰ τὰς ὑπούσας συντάξεις τοῦ λόγου, εἴγε μὴ τὸ τῆς φωνῆς ἰδίωμα ὑπεξέληται τὸ διτονῆσαι.
2.58ἔστιν οὖν γενικώτατος τρόπος τῆς ἐν αὐταῖς ὀρθῆς τάσεως, ἐπὰν ἔμφασις ἑτέρου προσώπου παραλαμβάνηται · τὸ γὰρ παῖδα δ’ἐμοὶ λύσαιτε εἴρηται πρὸς τὸ ὑμῖν μὲν θεοὶ δοῖεν. καὶ σαφὲς ὅτι τὸ ὑμῖν μὲν θεοὶ δοῖεν διὰ τῆς συνούσης τάσεως προσυνίστησι τὸ ἀνθυπαχθησόμενον πρόσωπον. τὸν δὴ προειρημένον τρόπον εἰς πλείονας τρόπους πάλιν τέμνουσιν, ἐξ ὧν πάλιν περιίσταται ταὐτὸν τῷ προειρημένῳ.
2.59πᾶσα, φασίν, ἀντωνυμία συμπλεκομένη ἐν τάσει ὀρθῇ ἐστι, Διονυσίῳ ἐλάλησεν καὶ ἐμοί, Διονύσιον τιμᾷ καὶ ἐμέ. εἰ γοῦν ἐκτὸς τοῦ συνδέσμου γένοιτο ἀντωνυμία, οὐ πάντως ὀρθοτονηθήσεται, ἐχαρίσατό σοι καὶ Διονυσίῳ, ἐτίμησέ σε καὶ Διονύσιον. καί φασι τὰ τοιαῦτα μὴ συμπεπλέχθαι ἐν τῇ ἀντωνυμίᾳ, καί μ’ἐφίλησε, καί μοι ὑποστήτω. καὶ δῆλον ὅτι, εἰ μὴ τὰ τοιαῦτά τις ἐπεξεργάζοιτο, δόξει αὐτὸ μόνον τοῖς ἀναγνώσμασιν ἠκολουθηκέναι, ἀφορμήντε δώσει τοῖς θέλουσιν διαταράσσειν τὰ ἀναγνώσματα, καθὸ οὐκ ἐπέχονται ὑπὸ λόγου δυναμένου ἐπιδεῖξαι τότε δέον τοῦ καταλλήλου καὶ τὸ ὑπερβατόν.
2.60οἱ δὴ καλούμενοι ἀθροιστικοὶ σύνδεσμοι ἐκ τῶν προκειμένων λόγων ἀπὸ κοινοῦ λαμβάνουσιν ὄνομα ῥῆμα. ἐντεῦθεν καὶ στιγμῆς ἀπροσδεεῖς εἰσιν, ὡς ἂν ἔτι ἐχομένου τοῦ προσιόντος λόγου ὡς πρὸς τὸν ὑποκείμενον. ἐκκείσθω δὲ ὑποδείγματα, ἐκ μὲν τοῦ συνήθους λόγου καὶ Διονύσιος περιπατεῖ καὶ Ἀπολλώνιος, κοινοῦ παραλαμβανομένου τοῦ περιπατεῖ · ἐκ δὲ τοῦ ποιητικοῦ Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον Ἀρκεσίλαόςτε Προθοήνωρτε Κλονίοςτε, κοινοῦ πάλιν παραλαμβανομένου τοῦ ἦρχον. οὔ φημι δὲ τοῦτο, ὡς πάντως ἐν κοινότητι τὰ τοιαῦτα παραλαμβάνεται, ἀλλ’ὡς τὰ ἐκ κοινοῦ παραλαμβανόμενα ἐν τοιαύτῃ συμπλοκῇ καθέστηκεν, λέγω τῇ ἐκ τοῦ καί τῶντε τούτῳ ἰσοδυναμούντων. (δείξομεν γὰρ ὅτι δέ καὶ πάλιν οἱ τούτῳ ἰσοδυναμοῦντες παραιτοῦνται τὰς κοινότητας, μετάβασιν ποιούμενοι καὶ τῶν πτωτικῶν καὶ ἔτι τῶν ῥημάτων.
2.61καὶ ἔνθεν ἀπροσδεεῖς ὄντες τοῦ παρακειμένου λόγου στιγμῆς αἴτιοι καθεστᾶσιν, ὡς ἔχει τὰ τοιαῦτα, Διονύσιος μὲν ἔγραψεν, Τρύφων δὲ ἀνέγνω · χωρὶς εἰ μὴ ἐπιμεριζόμενα εἴη ἐκ πλήθους, ὡς ἔχει τὸ φιλολογήσωμεν σήμερον σὺ μὲν κατὰ σχολὴν ἐγὼ δὲ ἐν οἴκῳ · ἀλλ’ἤτοι μὲν ταῦτ’ἐπιείξομεν ἀλλήλοισιν σοὶ μὲν ἐγὼ σὺ δ’ἐμοί. τὴν δὴ τοιαύτην τήρησιν πάνυ ἀκριβεστάτην οὖσαν ἐν τῇ ἐπιβαλλούσῃ τάξει πάλιν ἐκθησόμεθα. ἀνιτέον οὖν ἐπὶ τὸ προκείμενον). ἐὰν πτωτικὸν συμπλακῇ, οὔποτε κατὰ τὸν ἑξῆς λόγον δύναται κοινὸν παραληφθῆναι, τό γε μὴν ῥῆμα ·
2.62καὶ ἀνάπαλιν ἐὰν ῥῆμα συμπλακῇ, οὔποτε κατὰ τὸν ἑξῆς λόγον κοινὸν παραλαμβάνεται, τό γε μὴν συνὸν πτωτικόν. ἐκκείσθω δὲ ὑποδείγματα · καὶ Τρύφων διελέξατο καὶ Ἀπολλώνιος, οὐ κοινοῦ μὲν τοῦ Τρύφων παραλαμβανομένου, τοῦ γε μὴν διελέξατο · καὶ ἀνάπαλιν καὶ διελέξατο Τρύφων καὶ ἀνέγνω, νῦν πάλιν τοῦ Τρύφων κοινοῦ παραλαμβανομένου. τὴν αὐτὴν σύνταξιν ποιήσει καί ἐπὶ τῶν ἀντωνυμιῶν. εἰ μέντοι γε προκείμενος λόγος μὴ ἀναδέξαιτο τὸν σύνδεσμον, τὸ τηνικαῦτα ἀδιαφόρως ἔχει τὸ ἐπιφερόμενον τοῦ κοινοῦ, Τρύφων περιπατεῖ καὶ Ἀπολλώνιος, Τρύφων περιπατεῖ καὶ διαλέγεται, ἀμφοτέρων ἀπὸ κοινοῦ δυναμένων λαμβάνεσθαι.
2.63 λόγῳ εἰ προσδῴημεν τὸν σύνδεσμον, παρὰ τὴν σύνταξιν τοῦ συνδεδεμένου τὰ τοῦ λόγου καταστήσεται, καὶ Τρύφων περιπατεῖ καὶ Ἀπολλώνιος, καὶ περιπατεῖ Τρύφων καὶ διαλέγεται · οὐ γὰρ ἐν ὑγιεῖ λόγῳ τὰ τοιαῦτα, καὶ περιπατεῖ Τρύφων καὶ Ἀπολλώνιος. ὁμολογουμένως οὖν τὸ συνδεδεμένον πτωτικὸν ἀπαιτεῖ ἕτερον πτωτικὸν πάντως, καὶ τῆς αὐτῆς πτώσεως, ὥς γε προῦπτόν ἐστιν καὶ ἐξ ἐκείνου, εἰπὲ καὶ ἡμῖν, καὶ γὰρ ἄλλοις ·
2.64ὃν πέρι μοῦσα φίλησε, δίδου δ’ἀγαθόντε κακόντε · […] ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ἡδεῖαν ἀοιδήν ὡς Ἀρίσταρχος ὡς οὐ κείμενον τὸν σύνδεσμον παραιτεῖται, ἵνα μὴ ἐξ αὐτοῦ τὸ ὁμοιόπτωτον πρόσωπον νοῆται.
2.65ἔνθεν οὖν ὀρθοτονοῦνται αἱ συμπλεκόμεναι ἀντωνυμίαι, διὰ τὸ ἐπισυμπλεκόμενον πτωτικόν. ἔνθεν τὸ καί μοι ὑποστήτω, καί μ’ἐφίλησεν οὐ συμπλέκεται κατὰ τὸ ἀντωνυμικόν, κατὰ δὲ τὸ ῥῆμα, καὶ ἔστι τὰ τοῦ λόγου ἐν ὑπερβατῷ · ἰδοὺ γὰρ συμπλοκὴ οὐκ ἐπήγαγεν ὁμοιόπτωτον πρόσωπον πρὸς τὸ συμπεπλεγμένον ὑπὸ τῶν ἀντωνυμιῶν. ἔνθεν δὲ ἀνεθεῖσαι τῆς διαστολῆς αἱ ἀντωνυμίαι παρῆκαν τὸν ἴδιον τόνον, ὡς ἂν οὐκ ἐνεχόμεναι ὑπὸ τοῦ συνδέσμου.
2.66τὸν αὐτὸν δὴ λόγον ποιήσει καὶ ἐπὶ τῶν κατὰ διάζευξιν παραλαμβανομένων καὶ καθόλου τῶν δυναμένων εἰς σύνταξιν πτωτικὴν παραλαμβάνεσθαι. φημὶ δὲ τὸ τοιοῦτον, καθότι ὅτι σύνδεσμος ἐπὶ ῥήματα φέρεται μόνον, ὅθεν οὐ δὲ ἀναγκαίως διεγείρει τὰς ἀντωνυμίας, εἰ μὴ τὰ τοῦ λόγου ἀπαιτήσει · οἷόντε γὰρ φάναι ὅτι σε ἐτίμησα ὑβρίσθην. καθόλου γὰρ οὐκ οἶδε τὴν ἀντωνυμίαν. εἰ δὲ κατ’ὀρθὴν τάσιν φαίημεν ὅτι σὲ ἐτίμησα, δῆλον ὅτι ὡς οὐ διὰ τὸν σύνδεσμον, διὰ δὲ τὴν ἐπακολουθήσασαν ἀντιδιαστολήν.
2.67ἀνάπαλιν οὖν ἕνεκα σύνδεσμος, φερόμενος πάντοτε ἐπὶ γενικήν, μόνως ὀρθοτονεῖ τὴν ἀντωνυμίαν, ἡνίκα τὰς τούτων γενικὰς συνδεῖ, εἵνεκ’ἐμεῖο κυνός. τίς γὰρ ἂν θαρρήσειεν Ἑλλήνων ἐγκλίνειν τὸ ἕνεκ’ἐμοῦ; καὶ δῆλον ὡς μόνως πάλιν ὀρθοτονοῦνται, καθὸ συνδεθεῖσαι πρός τι πτωτικὸν τὸν λόγον ἀνέχουσι.
2.68φησὶ δέ που καὶ Ἅβρων οὐ δεόντως ἐγκεκλίσθαι τὸ μ’ἀνάειρ’ ἐγὼ σέ, καθὸ διέξευκται ἀντωνυμία · ὡς οὐκ ἐνὸν πρὸς αὐτὸν φάναι ὅτι τὸ ἑξῆς ἐστιν ἀνάειρόν με, ὡς αὐτὸς παρῃτήσατο ἐν τῷ καί μ’ἐφίλησεν ἀντὶ τοῦ καὶ ἐφίλησέν με. αὐτὸς παρῃτήσατο εἰ μὴ κατέλειψεν, ὃν προσεθήκαμεν λόγον, ὡς ὄντως διέζευκται ἀντωνυμία, ἐκ τοῦ ἀντιδιαζευχθέντος λόγου, εἴγε ἐπιφέρεται ἐγὼ σέ. σαφὲς γὰρ ὅτι εἰ τὸ ῥῆμα διέζευκτο, οὐκ ἂν αἰτιατικὴ πτῶσις ἐπηνέχθη ἀλλὰ ῥῆμα, καθάπερ ἐπεδείξαμεν καὶ ἐπὶ τῆς συμπλοκῆς. τοὺς μέντοι ἀπαναγνόντας παρεκρούσατο ὡς μονοσύλλαβος ἀντωνυμία, ἣν δεόντως δισύλλαβον παρεδεξάμεθα, πείσαντες ὡς ὑποσυνηλείφθη κατὰ τὸν τρόπον τῆς κράσεως, ὁμοίως τῷ τὠμῷ κεχαρισμένε θυμῷ, τἠμῇ κλισίῃ. καὶ δῆλον ὅτι οὐ μεταθήσει τὸν ἴδιον τόνον ἐπὶ τὸν σύνδεσμον, συνέξει δὲ ἐν αὑτῇ ἐν τῷ ἔμ’ἀνάειρ’ ἐγὼ σέ, καθάπερ καὶ ἐπὶ τοῦ διασαφητικοῦ, ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι πρὸς τὸ ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν. πάλιν μέντοι τὸ ἑξῆς ἐν τῷ καί τοι ἐγὼ συνέριθος ἐστὶ κἀγώ σοι συνέριθος ἔσομαι, δῆλον ὅτι ταῖς συμπαρούσαις ἐπὶ τοὺς πλυνούς. προφανὲς ὡς ἐπὶ πάντων τῶν τοιούτων λόγος καταστήσει τὸ δέον τῆς συντάξεως.
2.69καὶ αἱ προθέσεις δὲ παρατιθέμεναι ταῖς ἀντωνυμίαις ταὐτὸν ἀποτελοῦσι, παρ’ἐμοί, διὰ σοῦ, ἀφικνεῖται παρὰ σέ. καὶ ἕνεκα τούτου τὸ παρὰ Θεοκρίτῳ σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας δεόντως ἠξίωσάν τινες ὀρθοτονεῖν. περισσὸν ἡγοῦμαι, τῆς συντάξεως προδήλου οὔσης, πλείοσιν ὑποδείγμασιν χρῆσθαι. ἐκεῖνο γάρ ἐστιν ἐπεξεργάσασθαι ἀναγκαῖον, εἰ κατά τινα φυσικὴν ἀκολουθίαν τὸ τοιοῦτο παρεπόμενόν ἐστιν. οὐ γὰρ οὕτω κατεπείγει τὸ τῆς συντάξεως, καθὸ πρόδηλόν ἐστι · τὸ δὲ τοῦ λόγου ἐπὶ πᾶσιν οὐκ εὐσύνοπτον.
2.70αἱ πλάγιαι τῶν ἀντωνυμιῶν συντασσόμεναι τοῖς ῥήμασι καὶ προσώπων δύο παρεμφατικαὶ γενόμεναι, τοῦτε διατιθέντος καὶ τοῦ διατιθεμένου, διὰ τῆς ὀρθῆς τάσεως παρεμφατικαὶ γίνονται καὶ τρίτου προσώπου, εἴγε διαφέρει τὸ τύπτω σε τοῦ σὲ τύπτω. καὶ ἕνεκα τούτου τὰ τῆς συντάξεως ἀνεμερίσθη, καθὸ ἀπολελυμένη σύνταξις αἰτοῦσα ὑποτακτικὴν ἀντωνυμίαν μετατίθησιν καὶ τὴν τάσιν, τουτέστιν ἐγκλιτικὰς αὐτὰς καθίστησιν, δὲ πρός τι ἐν ἀρχῇ παρεδέξατο τὴν ἀντωνυμίαν, σύνεστι καὶ ὁλόκληρος φωνὴ καὶ παρεπομένη γραφή · πρόδηλον ἐκ τοῦ δός μοι καὶ ἐμοὶ δός. ἀλλὰ κἀκεῖνος λόγος ἀληθής ἐστιν, ὡς αἱ προθέσεις συντίθενται κατ’εὐθεῖαν καὶ κατὰ τὰ ῥήματα, κατὰ δὲ τὰς πλαγίας παρατίθενται, ἐπὶ μὲν ἀντωνυμιῶν προφανῶς, ἐπὶ δὲ ὀνομάτων δόξει τὰ τοῦ λόγου διαψεύδεσθαι ·
2.71λέγομεν γὰρ Ὑπέρβολον, Ἐπίκουρον. ὅπερ εἴ τις τἀκριβὲς ἐξετάσειεν, οὐχ εὕροι ἂν τὴν πλαγίαν συντιθεμένην, συνθέτου δὲ εὐθείας κλίσιν γενομένην. ἰδιάζουσαι γοῦν αἱ πλάγιοι ἐν ταῖς προθέσεσιν πρόδηλον ποιοῦνται τὴν παράθεσιν, κατὰ Κτησιφῶντος, πρὸ Ἀριστάρχου. καὶ δι’ τι τὸ τοιοῦτο παρεπόμενόν ἐστιν, ἐν τῇ περὶ αὐτῶν συντάξει εἰρήσεται. αἱ γὰρ παρατιθέμεναι ἐν ταῖς πλαγίαις τῶν ἀντωνυμιῶν ἀναγκαίως ἀρκτικὰς αὐτὰς ποιοῦσιν ·
2.72προθετικαὶ γὰρ οὖσαι συμπροτιθεῖσι καὶ τὰς πλαγίους, αἷς καὶ συντάσσονται · καὶ οὕτω τῶν ῥημάτων δευτέρων γινομένων μετὰ τὰς ἀντωνυμίας ἀνάγκη πᾶσα ἐγγίνεσθαι ὀρθὴν τάσιν ταῖς ἀντωνυμίαις, καθὼς ἐπεδείξαμεν ὅτι ἀδύνατόν ἐστιν ἐπινοῆσαι ἐγκλιτικὴν πρὸ ῥήματος τοῦ πρὸς ποιεῖται τὴν σύνταξιν. φαμὲν γὰρ ἔγραψά σοι λαλῆσαι Ἀπολλωνίῳ, οὐ τῆς ἀντωνυμίας συντασσομένης τῷ λαλῆσαι, τῷ δὲ ἔγραψα, πρὸς καὶ τὴν τάσιν ἀπηρείσατο.
2.73ἔνθεν μοι δοκεῖ μετὰ τὰ ῥήματα τῶν ὀρθοτονουμένων ἀντωνυμιῶν σύνταξις ἀνεστράφθαι, εἰ οὕτως τις φαίη, ἐλάλησας ἐμοί τὸ γὰρ δέον ἐστὶν ἐμοὶ ἐλάλησας, καὶ τὸ οὕτως ἔχον σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος ἔσσεται ἤματα πάντα. εἰ γὰρ τὸ ἀπολελυμένον πρόσωπον τῆς θέσεως τοῦ ὀρθοτονουμένου οὐκ ἔτυχεν, τουτέστιν ἐγκεκλιμένη ἀντωνυμία οὐδέποτε προτακτική, οὐ δὲ ἐκείνη ὑποτακτικὴ δεόντως παραληφθήσεται, ὅπου γε καὶ αἱ ὑποτακτικαὶ ἐν ἀρχῇ γενόμεναι παρῆκαν μὲν τὴν ἰδίαν φωνήν, μετέλαβον δὲ τὴν τῆς ὀρθῆς τάσεως · ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο, καὶ ἐν ἑτέροις ἐμὲ δ’ἔγνω καὶ προσέειπε. νῦν γὰρ οὐ δηλουμένῳ ὀρθὴ τάσις, τάξεώς γε μὴν ἐναλλαγῇ. συνεπισχύει καὶ ἀπὸ τῆς φωνῆς λόγος.
2.74ὑπὲρ γὰρ τοῦ εὔληπτα τὰ τῆς συντάξεως γίνεσθαι τὸ ἀπόλυτον πρόσωπον καὶ ὑποτακτικὸν παρῆκε τὸ ε, καὶ ἐπεὶ μὴ τοῖς μονοσυλλάβοις ἠδύνατο τὸ τοιοῦτο παρέπεσθαι, λέγω τὸ συλλαβὴν ἀποβάλλειν, τόνου γε ἀποβολὴν ἐποιήσατο · ἔνθεν γὰρ καὶ ἐγκλιτικαὶ ἐγένοντο. (οἰήσεταί τις ἀντικεῖσθαι τὰς πληθυντικάς, καθὸ εἰς ἔγκλισιν παραλαμβανόμεναι οὐ παραφθείρουσιν τὸν ἐν ἀρχῇ χρόνον, ἤκουσεν ἥμων Διονύσιος.
2.75ἀλλ’εἴπομεν κατ’ἀρχὴν ὡς ἔσθ’ὅτε ἰδίωμα φωνῶν ἐλλειπεστέρας καθίστησιν διηνεκεῖς τηρήσεις, ὥσπερ καὶ ἐν τοῖς τριγενέσι τῶν ὀνομάτων πάλιν ἰδίωμα φωνῆς ἐκκόπτει τριγένειαν. πρῶτον μὲν γὰρ δασεῖα οὐ θέλει ἀφαιρεῖσθαι · δείκνυμεν δὲ ὅτι ἀναγκαίως αἱ πληθυντικαὶ ἀπὸ δασείας ἤρξαντο. εἰ γὰρ καὶ χρόνος ἀφῃρεῖτο τοῦ η, πάντως ἂν καὶ ἄρχουσα ψιλὴ ἐγένετο · αἱ γὰρ ἀπὸ βραχείας ἀρχόμεναι ἀντωνυμίαι ψιλοῦνται. ἔνθεν Αἰολεὺς συνέστειλεν εἰς βραχὺ α τὸ ἄμμων. καὶ συνεχὲς τὸ ε ἐν ταῖς κατὰ πρόσωπον κλίσεσιν καὶ προστίθεται καὶ ἀφαιρεῖται, ἑώρων, ἕηκα, ἔειπα, ἀλλὰ καὶ τὸ ἔβη βῆ, ἔφη φῆ, καὶ ἐν ἀντωνυμίαις τὸ ἑοῖ, ἑοῦ. καὶ διὰ τοῦτο αἱ ἀπὸ τοῦ ε ἀρξάμεναι ἀντωνυμίαι ἀναγκαίως τὸ ε διαφθείρουσιν. ἠρκέσθη οὖν ἔγκλισις αὐτὸ μόνον διὰ τῆς μεταθέσεως τοῦ τόνου, ἤκουσ’ἥμων, λέγω ἀπολύτως, τῆς τάσεως μετατιθεμένης κατὰ τὴν ἄρχουσαν · ἠδυνάτει γὰρ ἐπὶ τὸ προκείμενον μόριον προελθεῖν, εἴγε μέχρι τριῶν χρόνων τὰ τῆς ἀμοιβῆς τοῦ τόνου ἐγγίνεται. καὶ ἕνεκα τούτου τὸ καί σφεας ἐξ ὅλης τῆς ἀντωνυμίας μετέθηκεν τὸν τόνον, οὐ μὴν πάλιν τὸ ἡμᾶς. ἐν τῷ περὶ τόνων ἀκριβέστερον τὰ τοιαῦτα ἐπιδείκνυμεν).
2.76 κἀκεῖνο δ’ἔτι ἔστι παραστῆσαι, ὡς ταῖς μὲν ὀρθοτονουμέναις ἀρκτικαῖς οὔσαις παρείπετο καὶ μετατίθεσθαι τοῦ ἰδίου τόπου, καθὸ καὶ ἐν τάσει καὶ ἐν τῇ παρεπομένῃ γραφῇ ἀνελλειπεῖς οὖσαι οὐκ ἐκωλύοντο τῆς μεταθέσεως · ἔκ γε μὴν τῶν ἐναντίων αἱ ἐγκλιτικαὶ προσαπηρεισμέναι προκειμένῳ τινὶ μορίῳ, ἐφ’ καὶ τὴν τάσιν μετέθηκαν, οὐκ εἶχον ἐν δέοντι τὰ τῆς μεταθέσεως. ἐστέροντο γὰρ τοῦ παρεπομένου αὐταῖς ἰδιώματος · πρὸς οὐδὲν γὰρ εἶχον τὰ τῆς ἐγκλίσεως μεταθέσθαι. ἐντεῦθεν καὶ μόνως ἐγκλιτικαὶ ἐπενοήθησαν σφίν καὶ σφέ καὶ μίν καὶ τοί διὰ τοῦ τ γραφομένη, καὶ παρὰ Δωριεῦσιν τύ κατ’αἰτιατικὴν πτῶσιν, καὶ αἱ δυϊκαὶ τοῦ τρίτου προσώπου · οὐ γὰρ ῥημάτων ποτὲ προηγήσαντο.
2.77πάνυ μέντοι εὔηθές ἐστι δόξαι τοὺς λόγους διακρούεσθαι ὑποθεμένου τινὸς τὰ ἐναντία, ὡς καὶ ἐγκλιτικαὶ πρὸ ῥημάτων καὶ ὀρθοτονούμεναι ἐν ταῖς προθέσεσιν μετὰ τὰ ῥήματα τίθενται, εἰ οὕτω τις φαίη, σήμερον ἐλάλησα κατὰ σοῦ, σήμερόν σε ἐθεασάμην, καί τυ φίλιππον ἔθηκεν. εἰς γὰρ τὸ τοιοῦτο τὰ τῆς συντάξεως ἀπεδείχθη, ἵνα καὶ τὰ λεληθότα τῶν ὑπερβατῶν, ὄντα καὶ κατὰ τὸ σύνηθες, ἔχηται τοῦ ἀκολούθου λόγου, καὶ μὴ μόνον τὰ παρὰ ποιηταῖς ὡς ἐξαίρετά τις ὑπολαμβάνοι. γὰρ δέουσα κατάστασις τοῦθ’ὑπαγορεύει, σήμερον ἐθεασάμην σε, τοῦ ἐπιρρήματος ἐπὶ τὸ ῥῆμα φερομένου καὶ τῆς ἀντωνυμίας ἐπὶ τὴν δέουσαν θέσιν τῆς ἐγκλίσεως, καὶ ἔτι ἐπὶ τῆς ὀρθοτονουμένης κατὰ σοῦ ἐλάλησα, καὶ ἔτι ἐπὶ τοῦ καί τυ φίλιππον ἔθηκε, καὶ ἔθηκέν σε. ὡς εἰ καὶ ἐπὶ τῶν συναπτικῶν τις ὑπολάβοι καὶ ἐπὶ παρασυναπτικῶν μὴ ἵστασθαι τὸ καὶ ἀρκτικοὺς αὐτοὺς εἶναι, εἰ φαίημεν φῶς ἐστιν, εἰ ἡμέρα ἐστίν. αὐτὸ γὰρ μόνον τῇ συνθέσει τὸ εἰ ἡμέρα ἐστίν δευτερεύει, οὐ μὴν τῇ διεξοδικῇ ἐπαγγελίᾳ · πρῶτον μὲν γὰρ ἐπιδέχεται διάνοια τὸ εἰ ἡμέρα ἐστίν, καὶ τότε ἐπιδέχεται τὸ φῶς ἐστιν, καὶ οὐ πάντως οὐχὶ προτακτικὸς εἴ συναπτικός, καίτοι γενόμενος καὶ ὑποτακτικὸς ἐνίοτε, οἵτε παρὰ τοῦτον ἐσχηματισμένοι.
2.78ὀρθοτονοῦνται καὶ ὅσαι ἐκ προϋπηργμένης χάριτος τὴν ἐναντίαν διάθεσιν ὁμολογοῦσιν, ἐμοὶ ἐτόλμησεν ταῦτα ποιῆσαι, ἐμὲ ὑπέμεινεν ὑβρίσαι. καὶ σαφὲς ὅτι συντείνει πάλιν ἐπὶ τὸν προειρημένον λόγον. τοιοῦτον γάρ ἐστιν · ἄλλον ὤφειλεν ὑβρίσαι, οὐκ ἐμὲ τὸν παρ’αὐτῷ τίμιον. αὐτὸς λόγος καὶ ἐπὶ τῶν παραλαμβανομένων ἐκ προϋπηργμένης ἀδικίας, δεῖ ἐμοῦ ὁρῶντος ἐκεῖνον αἰκίζεσθαι · οὐκ ἄλλου γὰρ ἐμοῦ τοῦ προαδικηθέντος.
2.79ὀρθοτονεῖσθαί φασι καὶ τὰς πεπλεονακυίας, λέγω τὴν ἐμεῖο καὶ τὰς ὁμοίας, πάνυ εὐλόγως, πρῶτον καθὸ σύνεστι πάλιν ἐν αὐταῖς διαστολή, εἵνεκ’ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ’ἀρχῆς. οὐ τοῦτο δέ φημι, ὅτι ἐὰν μὴ μετὰ τοῦ ι λέγηται, οὐ πάντως ὀρθοτονηθήσεται, ἐπεὶ ἰδοὺ καὶ τὸ δίχα τοῦ ι, σέο δ’εἵνεκ’ἀϋτήτε πόλεμόςτε · πρόδηλον γὰρ καὶ ἐκ τοῦ σημαινομένου καὶ τοῦ ἕνεκα συνδέσμου, καθὼς ἐπεδείξαμεν. δεύτερον οὐκ ἄλλως οὔτε πλεόνασμά τις ἐπινοήσειεν οὔτε ἔνδειαν, εἰ μὴ πρότερον φωνὴ ὁλόκληρος ἐπιδειχθείη, ἵνα μὴ τὸ ἐγγενόμενον πάθος τὸ ἕτερον ἀποτρίψηται, λέγω τὴν ἔνδειαν τὸν πλεονασμόν. καὶ περισσὸν εἰς τὸ τοιοῦτο παρατίθεσθαι · γὰρ λόγος προφανής. οὐχὶ οὖν πλεονασμὸς ἐγγενήσεται ἐν ἀντωνυμίαις οὐχὶ αὐτῆς πρότερον ἐντελοῦς οὔσης · ἐντελὴς δὲ καθεστῶσα μόνως ὀρθοτονουμένη ἐστίν. ὑγιῶς ἄρα τὸ ἐγγινόμενον πάθος ὁμολογεῖ ὁλόκληρον τὸ ἀφ’οὗ ἐγίνετο · ἦσαν δὲ ἐντελεῖς αἱ σὺν τῷ ε λεγόμεναι, καὶ οὕτως αἱ πλεονάσασαι μόνως ὀρθοτονοῦνται. τρίτον τὸ μέγιστον μέγεθος τῶν ἐγκλιτικῶν τρίχρονόν ἐστι · πῶς οὖν ἐμεῖο ἐγκλιθήσεται; ἀλλ’οὐ δὲ σεῖο, κἂν τρίχρονος . εἰ γὰρ τὰ ἐγκλιτικὰ μόρια κατάφορα περὶ τοὺς ἐλάττονας χρόνους, πῶς οὐχὶ αἱ πλεονάσασαι χρόνῳ ἀντωνυμίαι εἰς τὸ ἐναντίον τῆς ἐγκλίσεως μεταστήσονται; καὶ τοῦ ε δὲ πλεονασμός, ἐν τῇ ἑέ ἑοῖ καὶ ἔτι ἐν ταῖς συζύγοις ἐγγινόμενος, πολλῷ μᾶλλον ἐπισπᾶται τὴν ὀρθὴν τάσιν.
2.80εἰ γὰρ αἱ ἀπὸ τοῦ ε ἀρχόμεναι ἀντωνυμίαι, ἡνίκα ἐγκλίνονται, παραφθείρουσι τὸ ε, ὡς ἐν τῷ δός μοι, ἄκουσόν μου, πῶς αἱ τοῦτο πλεονάσασαι οὐ τὰ ἐναντία τῆς ἐγκλίσεως ἀπαιτήσουσιν; καθάπερ καὶ ἐν τοῖς προκειμένοις ἐδείξαμεν.
2.81ἀλλὰ καὶ αἱ δυϊκαὶ τοῦ πρώτου καὶ δευτέρου προσώπου μόνως ὀρθοτονοῦνται διὰ τὸν τόνον τῆς βαρείας. προευθέτισται γὰρ τὰ ἐγκλιτικὰ μόρια ἐπὶ τέλους ἔχειν τὴν ὀξεῖαν, φύσει δυνάμει (λέγω δὲ δυνάμει διὰ τὰ περισπώμενα), ἵνα τοῦ τόνου ὑποστροφὴ τὸ μὲν προκείμενον ὀξύνῃ, αὐτὸ δὲ μεταστήσῃ εἰς βαρεῖαν τάσιν · ὅπερ ἐπὶ τῆς νῶϊν καὶ σφῶϊν οὐκ ἠδύνατο ἐγγενέσθαι. αἱ γοῦν κατὰ τὸ τρίτον πρόσωπον μόνως ἐγκλιτικαὶ μόνως καὶ ὀξύνονται, τε σφωέ καὶ σφωΐν ·
2.82ἐπεὶ τίς αἰτία τοῦ μὴ βαρύνεσθαι αὐτάς; ἔνθεν τὸ εἰμί καὶ φημί ὠξύνθη, διὰ τὴν ἐποῦσαν αὐτοῖς ἔγκλισιν, καίτοι τῶν ῥημάτων καταφερομένων εἰς τὴν ἐπὶ τέλους βαρεῖαν. τὰ πύσματα οὐκ ἔστιν ἐγκλιτικὰ διὰ τὸ βαρύνεσθαι, τά γε μὴν παρακείμενα αὐτοῖς ἀόριστα, ἐπεὶ μᾶλλον ἐν τῷ τέλει ἔσχεν τὴν ὀξεῖαν. (οὐ τοῦτο δέ φημι, ὅτι τὰ ἀόριστα μόνως ἐγκλιτικά ἐστιν · ἀλλ’εἴ τι τῶν τοιούτων μορίων ἐγκλιτικόν ἐστι, τοῦτο καὶ ἀόριστόν ἐστιν, ὡς τὸ ἦλθέν τις, ἦλθέν ποτε). καὶ ἔνθεν δείκνυται ὅτι τὸ τίς ἀοριστούμενον μᾶλλον ὀξύτονόν ἐστιν, πευστικὸν δὲ καθεστὼς τῷ λόγῳ ἐπὶ τῆς ἀρχούσης ὀξύνεται. ἔστιν καὶ ἄλλα παραθέσθαι.
2.83προῦπτον οὖν ὅτι καὶ ἐκεῖνος καὶ οὗτος ἀνέγκλιτοι διὰ τὸν αὐτὸν λόγον, προστιθεμένου τοῦ ὅτι καὶ δεικτικαί εἰσιν · ἦν δὲ παρεπόμενον ταῖς ἐπιτεταμέναις κατὰ δεῖξιν τὸ μὴ παραφθείρειν τοὺς τόνους, καθὼς ἔστι τηρῆσαι ἐπὶ τῶν προκειμένων.
2.84 προκείμενος λόγος ἀναγκαίως διδάσκει ὡς ἀναλόγως αὐτόν αἰτιατικὴ τὴν ἔγκλισιν παρεδέξατο · γὰρ αὐτός ὠξύνθη · ἀπέωστο γὰρ τῆς δείξεως καὶ μετάληψις τῶν κατὰ τὸ τρίτον πρόσωπον, οἷς παρηκολούθει καὶ τὸ ἐγκλίνεσθαι. ἀλλὰ διὰ τί ἐπὶ τῆς ὀνομαστικῆς οὐκ ἐγκλίνεται; σαφὲς ὅτι δι’αὐτὴν τὴν πτῶσιν, καθότι καὶ ἐγώ καὶ σύ καὶ αἱ σύζυγοι. τί οὖν οὐχὶ καὶ ἐπὶ γενικῆς καὶ δοτικῆς; φαίημεν ἂν διὰ τὸ τετραχρονεῖν. ἀλλὰ καὶ ἐπὶ τῆς ἡμῶν καὶ ἐπὶ τῶν τετραχρόνων τὰ τοῦ λόγου μάχεται. εἰ γὰρ καὶ τὴν τάσιν οὐκ ἀποβάλλουσιν, ἀλλ’αὐτήν γε μετατιθέασι κατὰ τὸ ἄρχον μέρος, ὡς ἐν τῷ ἄκουσον ἥμων · ὅπερ οὐ παρηκολούθει καὶ ἐπὶ τῆς αὐτῷ αὐτοῦ. καὶ τὸ τοιοῦτον ἔχει ἀπολογίαν · εἰς γὰρ ὑποστολὴν τὴν τοῦ Αἰολικοῦ τὰ τοῦ τόνου παρεπέμφθη. διὰ τοῦτο καὶ αἰτιατικὴ πτῶσις ἀπολυθεῖσα τῶν ἐμποδιζόντων, λέγω τῆςτε πτώσεως καὶ τῶν χρόνων, ἀναγκαίως τὴν ἔγκλισιν παρεδέξατο. παραπεμπτέον γὰρ ἐκεῖνον τὸν λόγον, καθ’ὃν αἱ γένους παρεμφατικαὶ ἀνέγκλιτοί εἰσιν καὶ διὰ τοῦτο οὐκ ἐγκλίνεται αὐτός · γένος γὰρ οὐκ ἐπίσταται ἔγκλισις οὐ δὲ ἄλλο τι τῶν παρεπομένων, ὅπου γε καὶ ἐν συνδέσμοις καὶ ῥήμασιν καὶ ἔτι ἐν ἐπιρρήμασιν ἐγκλιτικὰ γίνεται καὶ ἐν τριγενεῖ τῷ τίς.
2.85εἴρηται οὖν διὰ τί ἐκεῖνος καὶ οὗτος οὐκ ἐνεκλίθησαν. ἀλλ’οὐ δ’ὅτε ἄρθρα εἰς σύνταξιν ἀντωνυμίας παραλαμβάνεται, ἔγκλισιν ἀναδέχεται, οὐ καθὸ γένους ἐστὶ παρεμφατικά, ἀλλὰ καθὸ ἄρθρα ὄντα τῇ φύσει ἀδυνατεῖ εἰς ἔγκλισιν παραλαμβάνεσθαι · τόπον γὰρ ἐπέχει ἐναντίον τῇ ἐγκλίσει, λέγω τῶν προτακτικῶν, οὐ μαχομένων τῶν ὑποτακτικῶν, ἐπεὶ δόξειεν μὴ ἐμποδίζεσθαι τὰ τῆς ἐγκλίσεως. ἦν γὰρ καὶ αὐτὰ προτακτικά, τὴν μὲν ἀναφορὰν ἐπιστρέφοντα εἰς τὰ προκείμενα, ἐν ἀρχῇ δὲ λόγου παραλαμβανόμενα εἰς σύνταξιν ῥηματικήν, ὃς μάλα πολλά πλάγχθη, μυρί’Ἀχαιοῖς ἄλγε’ἔθηκε, τῆς ἐγγινομένης στιγμῆς ἐπιμαρτυρούσης τῇ ἀρκτικῇ συντάξει τῶν ἄρθρων.
2.86ὀρθοτονοῦνται καὶ ὅσαι συντάσσονται τῇ αὐτός ἐπιταγματικῇ, ἠέ τι Μυρμιδόνεσσι πιφάσκεαι ἐμοὶ αὐτῷ, σοὶ δ’αὐτῷ μελέτω, οὐ δὲ σεῦ αὐτῆς, οὐ δ’ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος. τά γε μὴν τοῦ τρίτου οὐκ ἐξωμάλισται […] […] καθότι οὐ δ’ἀληθὴς λόγος παρεδείχθη τὸ τὰς κατὰ τὸ τρίτον πρόσωπον ὀρθοτονηθείσας πάντως μεταλαμβάνεσθαι εἰς συνθέτους. ὡς γάρ ἐστι ψευδὴς ὑπόληψις καὶ οὐχ ὡς ἐξωμαλίσθη καὶ ὡς οὐ τόνου ἐναλλαγὴ αἰτία γίνεται συνθέτου μεταλήψεως, εἰρήσεται κατὰ τὸ ἑξῆς. ἐντεῦθεν οὖν ἐνεκλίθη τὸ ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην πρὶν ἡμῖν πῆμα γενέσθαι καὶ τὸ Εὐρύαλος δέ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι, ὠρθοτονήθη δὲ τὸ ἀμφὶ παπτήνας. ἄλογόντ’ἐδόκει τὸ οἷτ’αὐτῷ, διήκοντος τοῦ λόγου ἐπὶ ἁπάντων ὁμοίως. ἔσται μέντοι σύνταξις εἰς ἔμφασιν πλείονα διαστολῆς παραλαμβανομένη, ἐμὲ αὐτὸν ἐτίμησεν, σὲ αὐτὸν ἐμέμψατο. ἐν προτάξει γοῦν ἁπάντοτέ εἰσιν αἱ ἀντωνυμίαι, καθὸ ἔχονται τοῦ ὀρθοῦ τόνου, ὥς γε ἐδείχθη κἀν τοῖς προκειμένοις.
2.87εἰ μέντοι τὰ τῆς συντάξεως ἀναστραφείη, οἷόντέ ἐστιν καὶ ἐγκλίνεσθαι τὴν ἀντωνυμίαν, αὐτῷ τοι μετόπισθ’ἄχος ἔσσεται, αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν. οὐ τοῦτο δέ φημι, ὡς οὐχ οἷόντε καὶ ἐπὶ τῆς τοιαύτης συντάξεως ὀρθοτονεῖν, ἀλλ’ὡς ἀφορμὴν ἔχει ἐγκλίσεως τοιαύτη σύνταξις, αὐτόν με πρώτιστα συνοικιστῆρα γαίας ἔσδεξαι τεμενοῦχον. πρὸς δὲ τοὺς οἰομένους τὴν αὐτός συμπαραλαμβάνεσθαι εἰς διαστολὴν γένους συγκεχυμένου κατὰ τὴν φωνὴν βραχὺς ἀρκέσει λόγος, ὥς γε καὶ πρόκειται, ὡς οὐ δέονται αἱ ἀντωνυμίαι τοῦ διαστέλλοντος τὸ γένος ὑπὸ δεῖξιν πίπτουσαι ὑπὸ ἀναφοράν.
2.88τί δ’ἂν εἴποι τις ἐπὶ τῆς τοιαύτης συντάξεως, οὗτος αὐτός, ἐκεῖνος αὐτός, ὅδ’αὐτὸς ἐγώ; φαίνεται δ’ὅτι καὶ μὴ ἐπιτεταγμέναι διήρθρωσαν τὸ γένος καὶ οὐκ ἄδηλον ἔσται κατὰ τὸ γένος τὸ ἐμεῦ δ’ἕλετο μέγαν ὅρκον. περισσὸν ἡγητέον πρὸς εὐήθεις ὑπολήψεις ἐπὶ πλέον ἀντιλέγειν.
2.89ὀρθοτονοῦνται μόνως καὶ ὅσαι ἐν τῷ αὐτῷ προσώπῳ τὸ ῥῆμα ἔχουσιν · εἴγε ἐν τῷ σὲ γὰρ ἅζομαι τὸ μὲν ἅζομαι ἐν πρώτῳ ἐστὶ προσώπῳ, τὸ δὲ σέ ἐν δευτέρῳ, οὐ μὴν ἐν τῷ σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις, τότε γὰρ ἐΐσκεις καὶ τὸ σέ τοῦ αὐτοῦ προσώπου. ἔστι γε δὴ τὴν προτέραν σύνταξιν καὶ ἐγκλίναντα φάναι ἅζομαί σε, οὐ μὴν τὴν δευτέραν · ἐδείχθη γὰρ ἐντελέστερον ὡς ἀδύνατόν ἐστιν τὰς ἀντωνυμίας ἐγκλιθῆναι συνερχομένας τοῖς ῥήμασιν κατὰ τὸ αὐτὸ πρόσωπον. καὶ ἕνεκά γε τούτου μόνως αἱ τῆς εὐθείας ὠρθοτονοῦντο, ἐπεὶ πάντοτε συμφέρονται τοῖς ῥήμασιν κατὰ τὸ αὐτὸ πρόσωπον · τῶν γε μὴν καὶ ἐν μεταβάσει γινομένων ἐφικτὰ καὶ τὰ τῆς ἐγκλίσεως ἐγίνετο. (οὐ τοῦτο δέ φημι, ὡς πάντως ἐγκλιθήσονται ἀποστᾶσαι τῶν ῥημάτων, ἀλλ’ὡς καὶ ἔνεστί ποτε αὐτὰς ἐγκλίνεσθαι). ὑγιῶς ἄρα πάλιν προσελθοῦσαι καὶ αἱ πλάγιαι τοῖς ῥήμασι κατὰ τὸ αὐτὸ πρόσωπον τὴν ὀρθὴν ἀναδέξονται, οὐ δὲ γὰρ οὐ δ’ἐμέ φημι λελασμένον, ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι.
2.90τὰ τῆς τοιαύτης χρήσεως ἀρχαϊκώτερα ὄντα παρεφθάρη μεταγενέστερον ἐπινοηθείσης τῆς ἀντ’αὐτῶν συνθέτου μεταλήψεως, εἰς ἣν καὶ μεταλαμβάνομεν τὰς προκειμένας συντάξεις. ἐντεῦθεν γοῦν Ὁμηρικὴ ποίησις ἀπροσδεής ἐστι τῆς συνθέτου χρήσεως, καθὸ γινώσκει ποίησις τὸ ἐμέ φημι. σαφὲς γὰρ ὅτι, εἰ ἀντὶ τοῦ τοιούτου ἐπενοήθησαν αἱ σύνθετοι, περισσόν ἐστιν συγχρῆσθαι τῇ ἁπλῇ συντάξει · κακία γὰρ τὸ τοιοῦτον, ὥς γε εὐκαιρότερον ὑπὲρ τῶν τοιούτων κατὰ τὰ ἑξῆς εἰρήσεται.
2.91ἔνθεν δύο μέρη λόγου ἐστὶν τὸ πυκάσασα αὐτήν, καὶ κατὰ τὸν προκείμενον λόγον, πάνυ ἀκριβέστατον ὄντα, καὶ καθὸ ἐν ταῖς ἄλλαις πλαγίαις τὰ τοῦ μερισμοῦ ἀναμφίλεκτά ἐστιν (ἕο γὰρ αὐτοῦ ἐστιν καὶ ἑοῖ αὐτῷ), ὁπότε καὶ κατὰ δεύτερον πρόσωπον ὡς παραθέσεως οὔσης ἐνέθηκεν τὸν γάρ σύνδεσμον, σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις. προφανῶς οὖν λύεται τὸ ἀμφίβολον τῶν προκειμένων ἀντωνυμιῶν διὰ τῆς ἀναμφιλέκτου παραθέσεως τῶν ἄλλων πλαγίων. αὐτὸς λόγος καὶ ἐπὶ τοῦ καὶ μαχόμην κατ’ἔμ’αὐτὸν ἐγώ · κατὰ γὰρ παράθεσιν τὰ τῆς συναλιφῆς ἐγένετο, τοῦ πλήρους ὄντος ἐμὲ αὐτόν, ὡς ἔχει τὸ εἰ μή τις σ’αὐτὸν κτείνῃ δόλῳ καὶ εἰ μὲν δὴ ἕταρόν γε κελεύετ’ἔμ’αὐτὸν ἑλέσθαι. ἐφ’ὧν καὶ ἐγκλιτικώτερον παρελήφθησαν αἱ ἀντωνυμίαι, καίπερ ἐπιτεταγμέναι · ὀρθοτονηθεῖσαι γὰρ ὡς ἀκαταλλήλου λόγου ἔμφασιν ἐποιοῦντο.
2.92διὸ καὶ μάτην τὰ τοιαῦτα ὑπ’ἐνίων προσεπνεύσθη, τὴν αὐτοῦ φιλέει, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας. μέγα μὲν κλέος αὐτῆς ποιεῖται, καὶ ἄλλα πλεῖστα. ὡς γὰρ ἐν ταῖς προκειμέναις συντάξεσιν ἀπεδείξαμεν ὅτι ἐκ παρεπομένων τῷ λόγῳ ἐλλείπουσαι λέξεις νοοῦνται, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τούτων ἔστιν παραστῆσαι. συνηθέστερόν πως ἐλλειπτικός ἐστιν τῶν προκειμένων μορίων, ἀρκούμενος διὰ τῆς συντάξεως τοῦ λόγου τὸ λεῖπον ἐμφανίσαι, αὐτὸς νῦν ἴδε πῶμα · γὰρ αὐτός συμφέρεται ταῖς ὀρθοτονουμέναις ἀντωνυμίαις, καὶ τὸ μὲν ἴδε δύναται μὴ ἐλλείπειν, τό γε μὴν αὐτὸς ἴδε πάντως ἐλλείπει τῷ σύ · εἰς γὰρ τοῦτο αὐτός συμπαραλαμβάνεται καὶ κατὰ τὸ πρῶτον καὶ δεύτερον, ἵνα τὰς συνούσας ἀντωνυμίας ὀρθοτονήσῃ. αὐτὸς λόγος καὶ ἐπὶ τοῦ αὐτὸς ἑκών οἱ δῶκα · πάλιν γὰρ μόνον τὸ ῥῆμα οὐ λείπει, τὸ μέντοι ὅλον, ὡς πάλιν ἐγκειμένης τῆς αὐτός, αὐτὸς ἐγώ οἱ δῶκα. οὕτως ἔχει καὶ τὸ αὐτῶν γὰρ ἀπωλόμεθ’ἀφραδίῃσιν, αἰτούσης τῆς συντάξεως τὸ ἡμῶν αὐτῶν. ἔστιν οὖν ὁμοίως καὶ ἐπὶ τῶν προκειμένων τὸ πλῆρες τὴν ἕο αὐτοῦ, ὥς γε καὶ κατὰ πληθυντικὴν σύνταξιν σφῶν αὐτῶν καὶ σφέας αὐτούς. αὐτὸς λόγος καὶ ἐπὶ τοῦ αὐτόν μιν πληγῇσιν, τάχα τῆς μίν δυναμένης ἀναπληροῦν τὸ λεῖπον τῆς ἀντωνυμίας. προστίθημι τὸ τάχα, ἐπεὶ ἐν ἑτέροις παρέλκουσα εὑρίσκεται, κὰδ δέ μιν αὐτόν εἰλύσω ψαμάθοισι, ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι. οὐ μέντοι ἀνάγκη ἐπὶ τοῦ μέγα μὲν κλέος αὐτῆς ποιεῖται λείπειν τὴν ἀντωνυμίαν, τοῦ ποιεῖται νῦν ἐν ἴσῳ παραλαμβανομένου τῷ γίνεται, καθότι καί φαμεν ποιεῖται ἀγορά ἐν ἴσῳ τῷ γίνεται. τὸ δὲ μεῖζον, αἱ σύνθετοι δοκοῦσιν ἐντελέστεραι εἶναι ἀπὸ τοῦ ε ἀρχόμεναι, ἑαυτοῦ ἤκουσεν δεῖνα, ἑαυτοὺς ὕβρισαν, ἑαυτὸν ἐτίμησεν ·
2.93καὶ προφανὲς ὅτι, εἰ τὰ ἐντελέστερα τῶν σχημάτων οὔποτε παρ’αὐτῷ εὑρέθη, οὐ δὲ τὰ ὑποσυνηλιμμένα · εἴγε παντὸς πεπονθότος προϋφέστηκε τὸ ὁλόκληρον. εἴπερ οὖν καὶ αὐταὶ αἱ λέξεις διὰ τῆς τῶν συλλαβῶν συμμετρίας καὶ τὸ πλεονάζον ἐπιδείκνυνται καὶ τὸ ἐνδέον, οὐ βίαιον κατὰ τὸ ἐξ αὐτῶν ἐπηυξημένον τῇ συμμεμετρημένῃ τῶν λέξεων συνόδῳ καὶ τὸ πλεονάζον καὶ τὸ λεῖπον δείκνυσθαι.
2.94ἐδείξαμεν ὡς καὶ ἐπὶ τῶν ἄρθρων τοῦ λόγου τὸ τήρημα ἀνεπλήρου τὰ λείποντα ἄρθρα · οὐ παρηλλαγμένον οὖν καὶ τὸ λείπειν ταῖς τοιαύταις ἀντωνυμίαις τοὺς προκειμένους λόγους.
2.95εἴπερ οὖν αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόσωπον ὀρθοτονούμεναι ἀντωνυμίαι εἰς σύνθετον μεταλαμβάνονται συνόντος τοῦ ῥήματος ἰσαρίθμως κατὰ τὸ αὐτὸ πρόσωπον, καὶ μένουσι κατὰ τὴν αὐτὴν ἁπλότητα τοῦ ῥήματος ἐν ἑτέρῳ προσώπῳ νοουμένου, ὡς τὸ ἐμεῦ δ’ἀπὸ μούνου Ἀχαιῶν εἵλετο, σεῦ δ’ἐπεὶ ἐξέλετο ψυχήν, πᾶσα ἀνάγκη καὶ ἐπὶ τοῦ τρίτου προσώπου ταὐτὸν ἐγχωρεῖν, συνεπισχυούσης καὶ τῆς ἐγγενομένης χρήσεως. ἔτι κατ’ὀρθὸν τόνον ἀνέγνωστο τὸ […] μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ (τὸ γὰρ ἀμύνειν ἐν προσώπῳ τῷ τῆς Ἀθηνᾶς ἀπεικασθείσης τῷ Μέντορι νοεῖται, οὐ τῷ τοῦ Ὀδυσσέως · μὴ πεισάτω σε Ὀδυσσεὺς ἡμῖν μάχεσθαι, αὐτῷ γε μὴν ἀμύνειν) εὐλόγως τῆς ἀντωνυμίας ὀρθοτονηθείσης πρὸς τὴν ἀντιδιαστολὴν τοῦ ἡμῖν.
2.96τὸ γὰρ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς εἰς σύνθετον μεταλαμβάνεται, ἐπεὶ τὸ γείνατο ταὐτὸν ἦν πρόσωπον τῷ ἀντωνυμικῷ · ἐγέννησεν γὰρ παῖδα οὐ δὲ κατ’ὀλίγον ὅμοιον ἑαυτῷ · πρόδηλον γὰρ ὅτι ἁπλῆ μετάληψις ἕτερον πρόσωπον ὑπαγορεύει τοῦ Τυδέως. καὶ τὸ πτωχὸν δ’οὐκ ἄν τις καλέοι τρύξαντα αὐτόν μόνως ἀντωνυμίαν ἁπλῆν ὑπαγορεύει · οὐ γὰρ κλητέος πτωχός, ἵνα μὴ αὐτόν, τὸν καλέσαντα, καταπονήσῃ, εἴγε χρειώδης ἀναδοχὴ τῶν ἄλλων μετακλήτων, τέκτονος ἰατροῦ μάντεως. οὕτως ἔχει καὶ τὸ ἀλλὰ τόδ’ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ οἷ αὐτῷ ἔπλετο, πάνυ ὑγιῶς τῶν ἀντωνυμιῶν τὸ δέον τοῦ τόνου ἀναδεξαμένων ἕνεκα τῆς παρακολουθούσης πρὸς ἄλληλα διαστολῆς, συνούσης ἔτι καὶ τῆς συμπλοκῆς.
2.97καὶ ἐπεὶ πάλιν τὸ ἔπλετο κοινὸν κατὰ ἀμφοτέρων τῶν ἀντωνυμιῶν παρελαμβάνετο, οὐ δυνάμενον ἑτέρᾳ προσχωρῆσαι κατὰ τὸ αὐτὸ πρόσωπον, ἵνα τὸ σύνθετον μεταληφθῇ, ἀναγκαίως συνετήρει τὰς ἀντωνυμίας εἰς ἁπλοῦν σχῆμα · εἴγε τὸ ἐν τῇ συνθέτῳ ἀντωνυμίᾳ ῥῆμα οὐ δύναται ἕτερον πρόσωπον γινώσκειν, ὡς δὲ προείρηται, τὸ ἔπλετο κοινὸν κατὰ ἀμφοτέρων εἴληπται, ἔχον τὴν διάθεσιν ἔξωθεν τῶν δύο προσώπων, ὡς εἴ τις λέγοι ἐγένετο Τρύφωνι καλῶς, δηλονότι ὑπό τινος περιστάσεως. προείρηται δὲ ὅτι, εἰ μὴ αἱ διαθέσεις ἐξ αὐτῶν τῶν προσώπων ἐγγίνονται, ἀδύνατον ἐπινοηθῆναι τὴν σύνθετον ἀντωνυμίαν. οὕτως ἔχει καὶ τὸ ὅστις οἷτ’ἐπέοικεν, ὅστις Ἀγαμέμνονι ἔοικεν · οὐ γὰρ νῦν λόγος ἀπαιτεῖ τὸ τὸν Ἀγαμέμνονα ἑαυτῷ ἐοικέναι, τοῦ ὅστις ἐπὶ τὸ ἀόριστον συντείνοντος τοῦτε οἷ ἐπὶ τὸ ὡρισμένον πρόσωπον τοῦ Ἀγαμέμνονος. τοὺς δ’ἄγαγον ζωοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκῃ · οὐ γὰρ ἄγονται οἱ αἰχμάλωτοι ἵνα ἑαυτοῖς ὑπηρετῶσιν, τοῖς γε μὴν ἐπικρατήσασιν. οὕτως ἔχει καὶ τὸ σφίσι δ’αὐτοῖς δαῖτα πένεσθαι · οὐ γὰρ οἱ μνηστῆρες ἑαυτοῖς τὰ πρὸς τὴν δαῖτα εὐτρεπίζουσιν.
2.98πῶς οὖν οὐκ ἄλογον παραδιώκειν ὡς ἄλογον τὸ οἷτ’αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη, κατὰ τρόπους πλείονας δυνάμενον μᾶλλον κατορθοῦσθαι τῶν προκειμένων; εἰ γὰρ δὴ καὶ ἦν ἀληθὲς τὸ πάντως τὰς ὀρθοτονουμένας εἰς σύνθετον μεταλαμβάνεσθαι, εἶχεν ὑποπαραίτησιν τὸ σχῆμα, καθότι αἱ ὀφείλουσαι ἅπαξ ἐγκλίνεσθαι ἅπαξ εἰς ἀρχὴν τοῦ λόγου γινόμεναι εἰς ὀρθὴν τάσιν μεταλαμβάνονται, ὡς ἔχει τὸ ἡμέας ὑβρίζοντες, ἐμὲ δ’ἔγνω καὶ προσέειπεν. ἀλλὰ καὶ συμπέπλεκται. τότε συνερχόμενον ῥῆμα πληθυντικόν ἐστιν, ἔχον τὴν σύνταξιν τοιαύτην, ἐμοὶ ἐγένοντο, σοὶ ἐγένοντο, οἷ ἐγένοντο.
2.99δι’ καὶ ἕνεκα τοῦ τοιούτου μετατίθεται εἰς τὸ ἔτευξεν, ἵνα ἑνικὸν γενόμενον συμφωνήσῃ κατὰ ἑνικὸν τῷ οἷτ’αὐτῷ, ἃς πᾶσι κακὸν Τρώεσσιν ἔτευξεν καὶ ἑαυτῷ, ὡς Κομανὸς ἐν ὑπερβατῷ ἤκουεν, Ἀλεξάνδρῳ ἐτεκτήνατο νῆας καὶ ἑαυτῷ, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο, ὡς φυσικῆς τινος ἀκολουθίας νόμον θεμένης τοῦ πάντως τὴν ὀρθὴν τάσιν ἐν τρίτοις προσώποις συνθέτου ἀντωνυμίας μετάληψιν ὁμολογεῖν. τί γὰρ ἂν ποιήσειαν ἐπὶ τῶν καλουμένων κτητικῶν ἀντωνυμιῶν, ὧν θέσις ἀπαράδεκτος ἐγκλιτικῆς τάσεως; ἐφ’ὧν γε δεδείξεται ὡς κατὰ πᾶσαν πτῶσιν μενούσης τῆς αὐτῆς τάσεως τότε ἁπλοῦν σχῆμα τῶν ἀντωνυμιῶν εὐπαράδεκτον καὶ ἔτι τὸ σύνθετον, τῆς τοῦ ῥήματος συντάξεως πᾶν τὸ τοιοῦτο διαστελλούσης. πῶς οὖν οὐκ ἀπανάγνωσμα τὸ ἀλλά οἱ αὐτῷ, κατ’ἔγκλισιν ἀναγνωσθέν, ἀντιδιασταλτικῆς ἐπιφερομένης τῆς πρὶν ἡμῖν, ἀπόχρη εἰς ἐντελῆ διάγνωσιν τὰ προκείμενα ὑποδείγματα.
2.100οὐ μὴν περισσὸν ἡγητέον παραθέσθαι τὸ εὔχρηστον τῆς γενομένης ἀφορμῆς κατὰ τὸ τρίτον, ὡς τὸ μὲν ὀρθοτονούμενον εἰς τὸ σύνθετον ἐχώρει, τὸ δὲ μὴ οὕτως ἔχον εἰς ἁπλῆν μετάληψιν. ἐν τοῖς πρώτοις καὶ δευτέροις προσώποις σύνταξις προφανεστάτη ἐστὶν ἔντε τῷ διαβιβαζομένῳ προσώπῳ ἐφ’ἕτερον καὶ τῷ μὴ οὕτως ἔχοντι, ὡς ἔχει τὸ σὲ γὰρ ἅζομαι πρὸς τὸ σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις, καὶ τὸ ἀλλ’ἐμὲ μὲν σὺ σάωσον πρὸς τὸ ἐμὲ λύσομαι · τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων. μέντοι κατὰ τὰ τρίτα πρόσωπα σύνταξις πάνυ πώς ἐστιν δυσπαρακολούθητος · παμπόλλων γὰρ ὄντων τῶν τρίτων καὶ διὰ μιᾶς λέξεως νοουμένων, λέγω τῆς ῥηματικῆς καὶ ἔτι τῆς ἀντωνυμικῆς, παρείπετο διὰ τὴν ἐποῦσαν συνέμπτωσιν τάτε ἐν μεταβάσει πρόσωπα νοούμενα καὶ ἔτι τὰ ἐν τῇ αὐτοπαθείᾳ τῆς αὐτῆς συντάξεως ἔχεσθαι. ἕο ἀντωνυμία καὶ αἱ σύζυγοι κατὰ τὰς πλαγίας πρόδηλον ὅτι τρίτου εἰσίν ·
2.101ἀλλὰ καὶ τὸ κήδεται καὶ ἅπαντα τὰ τοιαῦτα ῥήματα ὁμοίως τρίτου ἐστὶν προσώπου, δὴ κατὰ τὴν σύνταξιν τῶν ἀντωνυμιῶν δύο τρίτα ποιήσει, λέγω ἓν μὲν τὸ ἐκ τοῦ ἀντωνυμικοῦ πρόσωπον, ἕτερον δὲ τὸ ἐκ τοῦ ῥήματος. γενήσεται γὰρ ἕο κήδεται, ἐν δυσὶ προσώποις, αὐτοῦ κήδεται, δι’οὗ ἐμφανίζομεν, ὅτι τίς τινος κήδεται. ἀλλὰ κἀκεῖνο ἔνδεκτόν ἐστιν τό τινα ἑαυτοῦ κήδεσθαι, καὶ δῆλον ὅτι οὐ δι’ἄλλων πάλιν συντάξεων τὸ τοιοῦτον εἰρήσεται τῶν αὐτῶν · πάλιν γὰρ ἐγγενήσεται τὸ ἕο κήδεται. ἔνθεν οὖν δυσέφικτον ἐγίνετο διαγνῶναι, πότερόν τίς τινος κήδεται οὔ τινος μέν, ἑαυτοῦ δέ. φέρε γὰρ τὸν Εὔμαιον ἑαυτοῦ κήδεσθαι · τί ἂν γένοιτο ἄλλο τὸ ἐπεὶ ἕο κήδετο λίην; τοῦ Τηλεμάχου, καὶ πάλιν προσεχώρει τὸ ἐπεὶ ἕο κήδετο λίην · πρὸς τὸ τοιοῦτο οὖν εὐτρεπίζοιντο αἵτε ὀρθοτονούμεναι εἰς τὸ ἀμετάβατον τοῦ προσώπου, λέγω εἰς τὸ σύνθετον, αἵτε ἐγκλινόμεναι εἰς τὸ ἁπλοῦν, τουτέστιν τὸ διαβιβαζόμενον εἰς ἕτερον πρόσωπον.
2.102καὶ τὸ μὲν πιθανὸν τοῦ λόγου τοιοῦτον ἦν, χρὴ μέντοι τὸν νοῦν ἐπερείσαντας μὴ διὰ τοῦ τόνου διδάσκεσθαι, διὰ δὲ τοῦ παρεπομένου λόγου, καθάπερ καὶ ἐπ’ἄλλων ἀπείρων ἀμφιβόλων διακρίσεις παρέπονται ἐκ τῶν ἐπακολουθούντων τοῖς λόγοις, οὐκ ἐξ ἐγκλίσεων οὐ δὲ ἐξ ὀρθῶν τάσεων. καθάπερ οὖν εἴπομεν ὅτι, εἰ καὶ δῴη τις ἐν τῇ συνούσῃ τάσει διάκρισιν τῶν ἁπλῶν καὶ συνθέτων, ἀνάγκη πᾶσα ὑποστρέψαι εἰς ὃν προεκτεθείμεθα λόγον. αἱ γὰρ κτητικαὶ τῶν ἀντωνυμιῶν τόνῳ οὐ διοριζόμεναι τὸ δισσὸν τῆς μεταλήψεως ἔχουσιν, οὕνεκ’ἄρ’οὐχ πατρὶ χαριζόμενος, πάρτε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι · δῆλον γὰρ ὡς τῷ ἑαυτοῦ κατὰ σύνθετον προφοράν, καὶ οὐδαμόσε ἐναλλαγὴ τοῦ τόνου διέστειλεν τὸ σημαινόμενον διάφορον ὄν, τὸ μέντοι ἀκόλουθον τοῦ λόγου, χρὴ ὁμοίως προσανέχοντας καὶ ἐπὶ τῶν προκειμένων ἀντωνυμιῶν ταὐτὸν ἀποτελεῖν, καὶ μὴ παρὰ τὰς τῶν τόνων ἐναλλαγὰς ἐπιταράσσειν καὶ τὰς διανοίας καὶ καταμέμφεσθαι τὰς ποιητικὰς συντάξεις, τι μὴ τῇ προκειμένῃ τηρήσει ὑπαντήσεται τὰ τοῦ λόγου.
2.103ἀκολούθως ἰτέον καὶ ἐπὶ τὴν κτητικὴν σύνταξιν τῶν ἀντωνυμιῶν. αἱ κτητικαὶ ἀντωνυμίαι δύο πρόσωπα παριστᾶσαι, λέγω τότε τοῦ κτήματος καὶ τὸ τοῦ κτήτορος, δεόντως καὶ ἐν συντάξεσι τρισὶν καταγενήσονται, εἴγε αἱ τούτων πρωτότυποι μονοπρόσωποι οὖσαι δύο συντάξεις ἀνεδέξαντο, καθὼς ἀπεδείχθη. ἔχει δὲ τὰ τοῦ λόγου τῇδε. τὰ ῥήματα συνόντα ταῖς κτητικαῖς ἀντωνυμίαις ἤτοι ἐκ τοῦ προσώπου ἐστὶν τοῦ ὑπὸ τὴν κτῆσιν πεπτωκότος ἐκ τοῦ κτησαμένου ἐξ οὐδετέρου μὲν τούτων, ὑπ’ἄλλου δέ τινος ἔξωθεν παραλαμβανομένου. καὶ ἔστι μὲν τοῦ πρώτου ἐμὸς ἵππος τρέχει, ἐμὸς ἀγρὸς εὐφορεῖ · αὐτὸς λόγος καὶ ἐπὶ δευτέρου καὶ τρίτου. τοιαύτη σύνταξις πάντως ἐν ὀρθῇ πτώσει ἐστίν, καθὸ τὰ ῥήματα πλαγίαις μὲν οὐ συντάσσονται κατὰ τὸ αὐτὸ πρόσωπον, ὀρθαῖς δὲ ἁπάντοτε. τοῦ δὲ δευτέρου τὸν ἐμὸν ἀγρὸν ἔσκαψα, τὸν ἐμὸν φίλον ἔπεισα, τὸν σὸν υἱὸν ἐπαίδευσας. τοῦ δὲ τρίτου τὸν ἐμὸν υἱὸν ἐδίδαξεν, τὸν σὸν υἱὸν ἐδίδαξεν, τὸν σὸν φίλον ἔπεισεν · πρόδηλον γὰρ ὅτι τοιαύτη σύνταξις ἐκτός ἐστιν τῶν δύο προσώπων τῶν ἐν ταῖς κτητικαῖς ἀντωνυμίαις νοουμένων. καὶ εἰσὶ πάντοτε ἐν πλαγίαις πτώσεσιν αἱ τοιαῦται συντάξεις, καθὸ τὸ ῥῆμα ἐν ἑτέραις εὐθείαις νοεῖται, ἐχθρὸν ἐμὸν ἐλύπησας, τουτέστιν σύ · ἐχθρὸν ἐμὸν ἐλύπησε Τρύφων τις ἄλλος τῶν δυναμένων κατὰ τρίτα πρόσωπα παραλαμβάνεσθαι.
2.104 δὲ πρὸς τὸ κτῆμα συντρέχουσα διάθεσις, ἐάντε κατ’ἐνεργητικὴν ἐκφορὰν ἐάντε κατὰ παθητικήν, μόνως ἀναλύεται εἰς ἁπλῆν ἀντωνυμίαν, ὡς ἔχει τὰ τοιαῦτα, ἐμὸς διαλέγεται φίλος, σὸς ὑβρίζεται δοῦλος, ὅθ’ἑὸς δόμος ἀμφεκάλυψεν ἔστιν γὰρ ὅτε αὐτοῦ με δόμος ἐκάλυψεν, κεῖσέ με νοστήσαντα σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεός, ἀδελφός σου ἐξέφυγεν, ἐμὸς δέ κε καὶ πάις εἴης, πατὴρ δ’ἐμὸς ἄλλοθι γαίης · αὐτὸς λόγος καὶ ἐπὶ τῶν ὁμοίων. οὐκ ἀπεμφαῖνον μέντοι ἐστὶν καὶ τὸ συντασσόμενον ῥῆμα ἐπὶ τὸν κτήτορα συντείνειν, εἰ σημαίνοι ὕπαρξιν ·
2.105εἰ γὰρ ἄλλο τι, τὰ τοῦ λόγου ἀκατάλληλα ἂν γένοιτο. οἷόντε γάρ ἐστιν φάναι ἐμός εἰμι οἰκέτης, πάντως μεταληφθήσεται εἰς σύνθετον, ὅτε φαμὲν οὕτως, ἐμαυτοῦ εἰμι οἰκέτης · ἀσύστατον δὲ τὸ τοιοῦτον, ἐμὸς θεράπων γράφω. δέον γὰρ γράφει, εἴγε πρὸς τὴν ὑπακουομένην τρίτου προσώπου εὐθεῖαν συντρέχει τὸ ῥῆμα. εἴπερ ἐν δευτέρῳ γένοιτο, πάντως καὶ μετὰ τῆς ὑπαρκτικῆς μετοχῆς, ἐμὸς ὢν θεράπων τρέχεις.
2.106ἐντεῦθεν οὖν δεῖ νοεῖν ὡς πᾶν ῥῆμα ἐκ τοῦ κτήτορος γενόμενον, λέγω κατὰ διάθεσιν τὴν πρὸς τὸ κτῆμα, πάντως καὶ σύνθετον μετάληψιν ποιεῖται, εἰ ἐγγένοιτό τις διαστολή, τὸν ἐμὸν υἱὸν διδάσκω, τὸν σὸν υἱὸν ἐπαίδευσας, τὸν ἐμαυτοῦ υἱὸν διδάσκω, τὸν σαυτοῦ υἱὸν ἐπαίδευσας, πάνυ ἀναγκαίως. οὐ γὰρ ἔτι τὸ ῥῆμα ἐκ τῆς κατὰ τὸ τέλος εὐθείας συνείχετο, μετῄει δὲ ἐπὶ τὸ ἀντωνυμικὸν πρόσωπον · πρόκειται δὲ ὅτι, ἐὰν ῥῆμα κατὰ τὸ αὐτὸ πρόσωπον συντάσσηται πλαγίᾳ ἀντωνυμίᾳ, πάντως σύνθετον μετάληψιν ἀπαιτεῖ, ὡς τὸ ἐμέ φημι καὶ τὰ ὅμοια. ἀλλὰ μὴν καὶ δέδεικται ὡς αἱ κτητικαὶ ἀντωνυμίαι μόνης γενικῆς εἰσιν πτώσεως, εἰς ἣν καὶ μεταλαμβάνονται, καὶ ὡς αἱ ἐγκλινόμεναι πτώσεις τῶν ὑπακουομένων κτημάτων εἰσίν. δυνάμει γὰρ λέγων οὕτως, τὸν ἐμὸν δοῦλον ἔπαισα, φησὶν τὸν ἐμοῦ δοῦλον ἔπαισα, ὅπερ οὐκ ἄλλο τι γενήσεται τὸν ἐμαυτοῦ. ἔνθεν τὰ τῆς ἀναλύσεως, εἰ μὲν ἐν ἀπολύτῳ εἴη προσώπῳ, εἰς ἐγκλινομένην μεταλαμβάνεται ἁπλῆν ἀντωνυμίαν ·
2.107εἰ δὲ δέοιτο ἀντιδιαστολῆς, πάντως εἰς σύνθετον. δι’ καὶ μόνως αἱ σύνθετοι ὀρθοτονούμεναί εἰσιν · χρειώδης γὰρ ἦν ἐξ αὐτῶν διαστολή. παρὸν οὖν φάναι πρὸς ταῖς ἐμαῖς θύραις ἕστηκα καὶ μεταλαβεῖν εἰς τὸ πρὸς ταῖς θύραις μου ἕστηκα, G?ἔφη πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκ’ἐγώ, καὶ πάνυ ἀναγκαίως τοῦ Μενάνδρου τὴν σύνθετον παραλαβόντος, συμφερομένην ὀρθοτονουμένῃ τῇ ἕστηκα ἐγώ · ἔμφασιν γὰρ ἔχει ὡς οὐ πρὸς ταῖς ἄλλου.
2.108προφανῶς καὶ ἐπὶ τοῦ τρίτου προσώπου τὰ τῆς συντάξεως συντείνει, αὐτὸ μόνον ἐπιστάσεως τῆς αὐτῆς παρακολουθούσης ἧς κἀν τοῖς προκειμένοις ἔφαμεν δεῖν μεμνῆσθαι. ἐν τῷ αὐτῷ προσώπῳ ἐστὶ τὰ τῆς διαθέσεως καὶ τὰ τοῦ ἀντωνυμικοῦ προσώπου, ἐν ἑτέρῳ προσώπῳ καταγίνεται ἐκ τῶν ῥημάτων διάθεσις, ἐπεὶ ὁμοίως πάλιν διὰ μιᾶς φωνῆς πλείονα ὄντα τὰ πρόσωπα νοεῖται, ὡς ἔχει τὰ τοιαῦτα, ὃν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο · ἔστι γὰρ ἕνεκα τοῦ αὐτοῦ κάλλους, καθὸ τὸ ἀνηρείψαντο συντείνει ἐπὶ τὴν εὐθεῖαν τοῦ θεοί, ἀνήρπασαν οἱ θεοὶ Γανυμήδη τοῦ αὐτοῦ ἕνεκα κάλλους. εἰ γοῦν μεταληφθείη αἰτιατικὴ τοῦ Γανυμήδης εἰς εὐθεῖαν, εἰς ἣν καὶ προσχωρήσει τὸ ῥῆμα, πάντως καὶ μετάληψις σύνθετος γενήσεται, ἡρπάγη Γανυμήδης ἕνεκα τοῦ ἑαυτοῦ κάλλους, καθό ἐστιν καὶ ἐπὶ τοῦ δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν οἷο κασιγνήτοιο Λυκάονος, δῆλα δὴ ὡς Ἀλέξανδρος · καὶ ἐπεί τοι ἐξ αὐτοῦ τὰ τῆς διαθέσεως, κτῆμα δὲ ἔχει τὸν ἀδελφόν, τὸ οἷο κασιγνήτοιο εἰς τὸ ἑαυτοῦ μεταληφθήσεται. ἔτι τὸ ἑήτέ μιν ὤλεσεν ἀλκή τὴν τοῦ ῥήματος διάθεσιν ἔχει ἐκ τοῦ κτήματος, ἐφ’ἧς πάλιν συντάξεως ἁπλῆ μετάληψις γενήσεται, αὐτοῦ ἀλκὴ αὐτὸν ἀπώλεσεν.
2.109εἰ γοῦν λέων τὰ τῆς διαθέσεως μεταλάβοι ὡς ἐπὶ τὸ κτῆμα, τὴν ἀλκήν, γένοιτο ἂν ἑὴν ὤλεσεν ἀλκήν, τουτέστιν τὴν ἑαυτοῦ · εἰ δὲ γένοιτο ἄλλο τι πρόσωπον τὸ ῥῆμα ἀναδέξασθαι, ὡς εἴ τις ἐφ’Ἡρακλέους φαίη καταγωνισαμένου τὸν λέοντα ἑὴν ἀλκὴν ὤλεσεν, ἔσται ἁπλῆ πάλιν ἀντωνυμία, τὴν ἀλκὴν ὤλεσεν αὐτοῦ, τοῦ λέοντος. ἔτι τὸ Νέστωρ φάσχ’ γέρων ὅτ’ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ μεγάροισιν ἔχει δύο ῥήματα δυνάμενα συντάσσεσθαι τῷ οἷσιν ἐνὶ μεγάροισιν, ἐξ ὧν εἰ τὸ ἑνικὸν πρὸς ἕνα ὄντα τὸν Νέστορα καὶ κτήτορα τῶν οἰκημάτων συντρέχον συνταγείη, καὶ τὰ τοῦ λόγου σύνθετον ἀπαιτήσειεν τὴν ἀντωνυμίαν, ἔφασκεν ἐν τοῖς ἑαυτοῦ ·
2.110εἰ δὲ τὸ ἐπιμνησαίμεθα, ἐν πρώτῳ καταγενόμενον ἐν ἑτέρᾳ εὐθείᾳ γένοιτο, τοῦ λέγοντος κατὰ σύλληψιν τὴν τοῦ Νέστορος, ἀδύνατον τὰ τῆς μεταλήψεως μὴ οὐκ εἰς ἁπλῆν χωρῆσαι · ὅτ’ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ μεγάροισιν, τουτέστιν ἐν τοῖς αὐτοῦ. οὕτως ἔχει καὶ ἐπὶ τοῦ τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν κεφαλῇ φορέειν ·
2.111τρία γὰρ ὑποκείμενα νοεῖται, Ζεύς, ὃς μετέδωκεν Ἕκτορι ὥστε τῇ αὐτοῦ κεφαλῇ φορεῖν. εἰ γοῦν δοτικὴ ὑποσταλείη τοῦ Ἕκτορος, γίνεται κτήτωρ Ζεὺς ὡς πρὸς τὴν κεφαλήν, Ζεὺς ἔδωκεν κεφαλῇ φορεῖν, γενήσεται τῇ ἑαυτοῦ. ἀμφιβάλλεταί γε μὴν καὶ τὸ ἀλλ’ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν θάρσεϊ .
2.112δύναται γὰρ θάρσος ἔχειν θυμός, ὥστε εἶναι ἔπεισέ με θυμὸς τῷ ἰδίῳ κτήματι πολεμεῖν, τουτέστιν τῷ αὐτοῦ θάρσει · οὕτως, ἔπεισέ με θυμὸς τῇ ἰδίᾳ δυνάμει, τουτέστιν τῷ ἑαυτοῦ θάρσει, πολεμεῖν τῷ προκαλεσαμένῳ, καὶ μᾶλλον ἐπιδέχεται διάνοια, ὡσεὶ καὶ εἰ οὕτως τις λέγοι, τῷ ἰδίῳ λόγῳ ἔπεισέ με Τρύφων διαλέγεσθαι Ἀπολλωνίῳ · κἀκ τρίτου ἔπεισέ με θυμὸς τῷ θάρσει τῷ ἐκείνου πολεμεῖν, κατὰ τρόπον τὸν τῆς περιφράσεως, ἀνῆκέ με αὐτῷ πολεμεῖν. καὶ πάλιν χρὴ νοεῖν ὡς τὸ ῥῆμα οὐκέτι ἐγγινόμενον ἐν τῷ ἀντωνυμικῷ προσώπῳ ἀναγκαίαν μετάληψιν ἐποίει τὴν εἰς τὸ αὐτοῦ · αὐτὸς γὰρ θυμὸς ἀνῆκε, καὶ οὐκέτι αὐτοῦ κτῆμα ἐγένετο τὸ θάρσος, ἀλλὰ τοῦ προκαλεσαμένου.
2.113πάμπολλος εἰς τὸ τοιοῦτο παράθεσις, ἥν τινες ἐπὶ πλέον παρέτειναν αὐτὸ μόνον τὴν χρῆσιν παραθέμενοι τῆς μεταλήψεως, οὐ τὸν ἐμμεθόδως ἀποδειχθέντα λόγον, ὅνπερ ἡμεῖς παρεθέμεθα, πείσαντες ὡς διὰ τῆς συνόδου τοῦ ῥήματος τὸ ἀμφιβαλλόμενον τῆς μεταλήψεως ἀδιστάκτως καταστήσεται. παραπεμπτέον οὖν τὰς τοιαύτας ἀποδόσεις · αἴτει δ’οἰωνὸν ἑὸν ἄγγελον · νῦν γάρ φασιν οὐκ ἀντωνυμικῶς κεῖσθαι τὸ ἑόν ἀλλ’ἐπιθετικῶς, σημαῖνον τὸ ἀγαθόν, καὶ ἐν μεταγραφῇ τοῦ ταχὺν ἄγγελον, ὡς πάντως τῆς ἀντωνυμίας σύνθετον μετάληψιν ἀπαιτούσης · ἐπ’ἐκείνου δ’εὐπαράδεκτα τὰ τῆς ἀντωνυμίας φασίν, εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον, ἀντὶ τοῦ τὸν ἑαυτοῦ. ἦν δὲ κἀκεῖνο ἀντωνυμικῶς παραδέξασθαι ὁμοίως τοῖς προκειμένοις, μετιὸν εἰς ἁπλῆν μετάπτωσιν ἕνεκα τοῦ τὸ ῥῆμα ἐπὶ τὸν Πρίαμον συντείνειν, αἴτει τὸν αὐτοῦ ἄγγελον. ἀλλὰ καὶ τὸ ἐν Ἰσθμιονίκαις Πινδάρου ἐτάραξεν τοὺς ὑπομνηματισαμένους, Αἰολίδαν δὲ Σίσυφον κέλοντο παιδὶ τηλέφαντον ὄρσαι γέρας, φθιμένῳ Μελικέρτᾳ ·
2.114μεταλαβόντες γὰρ τὴν ἀντωνυμίαν εἰς σύνθετον τὴν ἑαυτοῦ ἀποροῦσιν πῶς, ὃν εἶπεν Ἀθαμαντιάδαν, καὶ Σισύφου παρίστησιν. ἔνιοι μέντοι τὸ ω ἐπιρρηματικὸν ἐκδεξάμενοι τοῦ ἀπόρου δοκοῦσιν ἀπηλλάχθαι, ἐγκλίνοντες τὸν τόνον ἵν’ παιδί, καθὼς ἔχει καὶ τὸ τε χερνᾶτις γυνά. οἱ δὲ καὶ εἰς τὴν οἷ μετέλαβον, κέλοντό οἱ, ἵν’ δοτικὴ ἀντὶ γενικῆς, ἐκέλοντο τῷ αὐτῆς παιδὶ τηλέφαντον ὄρσαι γέρας, τουτέστι τῆς προειρημένης Ἰνοῦς, πάντα μᾶλλον τὸ δέον ἐπιστήσαντες. τί γὰρ τὸ ἐμποδὼν τὴν ἀντωνυμίαν κτητικὴν ὑπάρχειν μεταλαμβάνεσθαίτε εἰς τὸ αὐτῆς, ἐκέλοντο τῷ αὐτῆς παιδί, ὃν καὶ Ἀθαμαντιάδην εἶπεν; καὶ τὸ Ὁμηρικὸν δὲ δυνάμενον κατ’ὀρθὴν τάσιν ἀναγινώσκεσθαι, λέγω ἐπὶ τοῦ οἱ δὲ οἳ ἐβλάφθησαν, παρεπέμφθη διὰ τὴν εἰκῇ πιστευθεῖσαν τήρησιν, συντάξεως ὁμοίας οὔσης τῇ οἱ ἐμοὶ ἐβλάβησαν, οἱ σοὶ ἐβλάβησαν, οἱ οἳ ἐβλάβησαν.
2.115καὶ φαίνεται ὅτι τὸ Ὁμηρικὸν ἰδίωμα ῥύεται τὸ ἀπανάγνωσμα, καθὸ ἀπειράκις δοτικὰς παραλαμβάνει ἀντὶ γενικῶν · ὡς εἰ μὴ ἦν τὰ τῆς ἐναλλαγῆς, τάχα καὶ στίχος ἠλογεῖτο, ὡς ἀκατάλληλον ἔχων τὴν ἀντωνυμίαν. κατὰ τὸν αὐτὸν λόγον δεῖ νοεῖν, ὡς καὶ τὸ τοὺς δ’ἤδη κάτεχεν φυσίζοος αἶα ἐν Λακεδαίμονι αὖθι φίλῃ, ὅπερ εἶχε τὸ ἑῇ ἐν ταῖς πλείοσιν ἐκδόσεσιν, ἦν μάλιστα ἀκόλουθον · τὸ γὰρ κάτεχεν ῥῆμα συναφές ἐστιν τῷ γῆ, καὶ τὰ τῆς ἀντωνυμίας πάντως εἰς ἁπλῆν μεταστήσεται, κατεῖχεν γῆ τοὺς προειρημένους δαίμονας ἐν τῇ αὐτῆς πατρίδι, τῆς προειρημένης Ἑλένης, ὡς κἀκεῖνο ἔχει, τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ, ἐν τῇ πατρίδι αὐτοῦ, τοῦ Ἕκτορος.
2.116οὐχ ἡγητέον τὴν τοιαύτην παράθεσιν παρέλκειν, καθὸ ἀπήρκει τὸ ὑπόδειγμα τοῦ λόγου διακρῖναι τὰ τοιαῦτα · εἰς γὰρ γυμνασίαν τοῦ λόγου παρεθέμεθα, καὶ ἔτι εἰς βεβαιοτέραν πίστιν τῆς τηρήσεως καὶ ἔλεγχον τῶν παραπεμψαμένων τὸ δέον τῆς συντάξεως.
2.117ἑξῆς ῥητέον περὶ συντάξεως τῆς ἐμοῦ, κτητικῆς οὔσης κατὰ γενικὴν πτῶσιν καὶ γενικῆς τῆς ἀπὸ τοῦ ἐγώ, ἥτις οὐ μόνον δύναται κατὰ φωνὴν συνεμπίπτειν ἀλλὰ καὶ ἐν τῇ συντάξει τῇ κατὰ κτήσεως. τε γὰρ κτητική, ἴδιον τοῦτ’ἔχουσα, ἐπὶ κτῆμα φέρεται, καθὸ καὶ αἱ ἄλλαι πτώσεις, ἐμός ἐμόν καὶ ἐξῆς · ἀλλὰ μὴν καὶ ἀπὸ τοῦ ἐγώ γενικὴ ἐπὶ κτῆμα φέρεται, διὸ καὶ πρὸς ἐνίων κτητικὴ ἐκαλεῖτο. φαμὲν γοῦν Ἀριστάρχου ἔκδοσις. τάτε κτητικὰ τῶν ὀνομάτων καὶ αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν οὐκ ἀπ’ἄλλης πτώσεως παράγονται ἀπὸ γενικῆς, εἰς ἣν καὶ ἀναλύονται. καὶ δῆλον ὡς μὲν τὰ ὀνόματα οὐκ ἐδέετο ἐπιστάσεως · αὐτάρκεις γὰρ αἱ φωναὶ εἰς διαστολὴν τοῦ τοιούτου, Ἑκτόρειος Ἑκτορείου ὡς πρὸς τὴν Ἕκτορος · μέντοι προειρημένη ἀντωνυμία οὐ σαφηνιζομένη διὰ τῆς φωνῆς δεηθήσεται τῆς εἰρημένης συντάξεως, ἵνα περιγράψῃ τὴν συνοῦσαν ἀμφιβολίαν. οὐ λέληθεν δέ με ὡς παρὰ ταῖς ἄλλαις διαλέκτοις καὶ διὰ τῆς φωνῆς ἐστιν διάκρισις ·
2.118ὅθεν ὑπολαμβάνω τὸν ποιητὴν συνειδότα τὸ ἀμφίβολον τοῦ σχήματος τὴν μὲν πρωτότυπον σχεδὸν διὰ πάσης διαλέκτου προενέγκασθαι, ἐμέθεν λέγοντα ἐμέο ἐμεῖο ἐμεῦ, οὐ μὴν ἐμοῦ (οὐ γὰρ καθὸ ἀγνώς ἐστιν τῆς εἰς ου ληγούσης γενικῆς, ὅπου γε καὶ τὰς ἀπ’αὐτῆς πλαγίας ἁπάσας κοινότερον προηνέγκατο), τήν γε μὴν κτητικὴν ἀκολούθως κλιθεῖσαν κατὰ τὸ τέλος ἀπ’εὐθείας τῆς εἰς ος ληγούσης. ἁπάντοτε γὰρ διὰ τῆς ου προφέρεται καὶ Θεσσαλικώτερόν πως διὰ τοῦ οιο, καθὼς καὶ τὸ καλοῖο, πατρὸς ἐμοῖο πατήρ καὶ πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι · εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ, καὶ τεοῖο, Δωρικώτερον μετατεθέντος τοῦ ς εἰς τ καὶ ἐπενθέσεως τοῦ ε γενομένης, καθὸ παρεπόμενόν ἐστιν μετὰ τὴν μετάθεσιν ἔσθ’ὅτε τὸ ε πλεονάζειν. (οὐκ ἐνὸν γὰρ εὑρέσθαι τὸν πλεονασμὸν σὺν τῷ ς · γοῦν πάλιν σοί, γενομένη τίν παρὰ Δωριεῦσιν, γίνεται καὶ τεΐν, τεῒν τάδε μυθήσασθαι).
2.119ἁπάντοτε μὲν οὖν γενικὴ φερομένη ἐπὶ ῥῆμά ἐστι πρωτότυπος, ἐμοῦ ἀκούει Θέων, σοῦ ἤκουσα, καὶ ἔτι ἐν ταῖς κατὰ διάλεκτον, ἐμεῦ δ’ἕλετο μέγαν ὅρκον, σεῦ δ’ἐπεὶ ἐξέλετο ψυχήν, ἐμεῖο δὲ σύνθεο μῦθον, ἴσως παρὰ Ἰωνικὴν τὴν ἐμέο κατ’ἐπένθεσιν τοῦ ι, καὶ κατὰ μετάθεσιν τοῦ υ εἰς τὸ ι παρὰ τὴν ἐμεῦ, ὡς καὶ παρὰ τὴν ἐμοῦ τὸ ἐμοῖο, ὥστε καὶ κατὰ τὸ τοιοῦτον ἀναλογωτάτην τὴν φωνὴν καθίστασθαι.
2.120οὐχὶ οὖν καὶ ἐπὶ κτῆμα φέρεται γενική; ἀλλ’ἐν διαφόρῳ τάσει, λέγω τῇ ἐγκλιτικῇ, καὶ διαφόροις κτήμασιν, ἐσκάφη μου ἀγρός, ἐνίκησέν μου παῖς. καὶ τὰ ἐπιφερόμενα κτήματα ἀδιαφορεῖ κατὰ γένος, κατὰ πτῶσιν, κατὰ ἀριθμόν · παντὸς γὰρ κτήματος γενικὴ πτῶσις δεκτική ἐστιν. καὶ ἐπὶ τῶν ὀνομάτων ταὐτόν. τά γε μὴν κτητικῶς παραχθέντα ἀντωνυμικὰ καὶ ἔτι ὀνοματικὰ τὸν αὐτὸν ἀριθμὸν ἐπιζητεῖ καὶ τὸ αὐτὸ γένος καὶ τὴν αὐτὴν πτῶσιν, Ἑκτόρειος χιτών Ἑκτορείου χιτῶνος, ἐμὸς φίλος ἐμοῦ φίλου πρόδηλός ἐστιν ἑξῆς ἀκολουθία. τοιοῦτόν ἐστι τὸ πατὴρ δ’ἐμὸς αὐτίκ’ὀϊσθείς καὶ ἔτι πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι καὶ ἔτι τὠμῷ κεχαρισμένε θυμῷ.
2.121οὐχὶ οὖν καὶ τῇ γενικῇ ὀρθοτονουμένῃ, λέγω τῇ πρωτοτύπῳ, συνοισθήσεται γενικὴ πτῶσις, ὥστε κατὰ σύνταξιν καὶ κατὰ φωνὴν ἀμφιβάλλεσθαι, καθότι καὶ παντὶ πτωτικῷ γενομένῳ κατὰ γενικὴν τὸ τοιοῦτο παράκειται; φαμὲν γὰρ Ἀριστάρχου ἀγροῦ καρπός ἐστιν, καὶ οὐδὲν ἐμποδὼν τὸ φάναι, ὡς Ἀριστάρχου ἀγροῦ καρπός, οὕτως ἐμοῦ ἀγροῦ καρπός. ἀλλὰ πάλιν γενόμενον τὸ τοιοῦτον ὑποστρέφει εἰς κτητικὴν ἀντωνυμίαν τὴν ἀπὸ τοῦ ἐμός. οὐ γὰρ ἄλλως ἂν τῆς πρωτοτύπου γένοιτο, λέγω τῆς ἐγώ, εἰ μὴ καὶ ἐγκλιθείη, ὅπερ ἴδιον αὐτῇ παρηκολούθει πρὸς τὴν τῶν κτητικῶν ἀντεξέτασιν, καθὸ αὗται μόνως ὀρθοτονοῦνται · γίνεται γὰρ τοῦ ἀγροῦ μου καρπός ἐστιν.
2.122ἀλλ’ἴσως οἰήσεταί τις τὰ τῆς ἀποδείξεως ἐντελῶς μὴ ἀποχρῆν, ἔτι δὲ ἀμφιβάλλεσθαι τὰ τοῦ λόγου. πρὸς ὃν ἔστιν φάναι ὡς, εἴπερ πρωτότυπος γενικὴ ἦν κατ’ὀρθὴν τάσιν ἐκφερομένη, κἂν πάντως συμπαρείπετο τὰ ταύτης ἰδιώματα. ἔφαμεν γὰρ τὰς γενικὰς περὶ τὰ ἐπιφερόμενα κτήματα ἀδιαφορεῖν, τά γε μὴν κτητικῶς παραχθέντα πρὸς ἑκάστην πτῶσιν καταλλήλως ἐκφέρεσθαι. οὔ φαμεν δέ γε τῶν ἐμοῦ ἀγρῶν καρπός οὐ δὲ τῷ ἐμοῦ ἀγρῷ συνέβη ἐσκάφθαι οὐ δὲ τῆς ἐμοῦ οἰκίας οὐ δὲ ἄλλο τῶν κατὰ διαφορὰν ὡς πρὸς τὸ ἐμοῦ, ἀλλὰ κατὰ σύνταξιν τὴν τῶν ἐπιφερομένων συμμεταλαμβάνομεν τὰς ἀντωνυμίας, τῶν ἐμῶν ἀγρῶν καρπός, τῷ ἐμῷ ἀγρῷ συνέβη ἐσκάφθαι. διὰ τοῦ τοιούτου λύεται ὡς, ἐπὰν φῶμεν τοῦ ἐμοῦ ἀγροῦ καρπός, σύνταξίς ἐστιν τῆς κτητικῆς ἤπερ τῆς γενικῆς ὀρθοτονουμένης. παρὸν γοῦν, ἐγκλίναντα τὴν ἀντωνυμίαν καὶ περιγράψαντα τὴν κτητικὴν σύνταξιν, διὰ τῆς ἐγκλίσεως προσδοῦναι τὰ ἰδιώματα τῆς γενικῆς, καὶ ὅσα μὴ κατάλληλα ἐν τοῖς προκειμένοις, ταῦτα διὰ τῆς ἐγκλίσεως κατάλληλα ποιῆσαι, τῶν ἀγρῶν μου καρπός, τῷ ἀγρῷ μου συνέβη ἐσκάφθαι, καὶ ἐπὶ τῶν ἑξῆς ταὐτόν.
2.123δέδεικται ἄρα ὡς ὁμοφωνήσασα γενικὴ τῇ κτητικῇ ἀντωνυμίᾳ περιγραφήσεται τῆς κτητικῆς συντάξεως διὰ τὸ ἐπικρατεῖν τὴν φύσει κτητικὴν ἀντωνυμίαν, ἰδίωμα ἔχουσαν τὸ κτῆμα, οὐ μόνον διὰ τῆς γενικῆς νοεῖται, ἀλλὰ πολὺ πρότερον ἀπὸ τῆς εὐθείας εἶχεν. γὰρ ἐν πρωτοτύποις κτητικὴ σύνταξις διὰ μιᾶς πτώσεως τὸ τοιοῦτον ἐπαγγέλλεται, τῆς γενικῆς μετατεθείσης καὶ τὰ τῆς κτήσεως συμμετατίθεται. προσθείην δ’ἂν κἀκεῖνο, ὡς οὐ δ’ἂν ἐγκλινομένη γενικὴ πρωτότυπος κτητικὴν σύνταξιν ἀνεδέξατο, εἴπερ αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν ἔγκλισιν ἀνεδέχοντο · κἂν οὕτω γὰρ κατεκράτησεν κτητικὴ ἀντωνυμία. σαφὲς οὖν ὅτι ἀποφυγοῦσα τὴν φωνὴν τὴν κτητικὴν εἰς τὴν ἐγκλιτικὴν μετῆλθεν · καὶ γὰρ ἐν τῷ καθόλου τὸ τοιοῦτον ἐπιδεδείξεται, ἡνίκα κατὰ τὸ εὔκαιρον περὶ αἰτίας καταλλήλου καὶ ἀκαταλλήλου διαληψόμεθα.
2.124ὁμολόγως οὖν τῶν κτητικῶν ἁπάντοτε ἐπὶ κτῆμα φερομένων τὸ ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο ἄλογον καταστήσεται μετὰ καὶ τῶν συμπαρεπομένων τῇ ἀθετήσει τῶν στίχων · αἱ γὰρ συντάξεις αἱ ἐπὶ τὰ ῥήματα καὶ ἐπὶ τὰς μετοχὰς γενικὰς πρωτοτύπους ἐπιζητοῦσιν, καθὼς πρόκειται. διὸ καὶ τὸ Ζηνοδότειον οὐ πάντως ἄλογον, λέγω δ’ἐπὶ τοῦ Πηλείδης δὲ σάκος μὲν ἀπὸ οὗ χειρὶ παχείῃ ἔσχετο ταρβήσας.
2.125εἰ γὰρ καὶ κατὰ τὸ πρῶτον πρόσωπον καὶ δεύτερον ἐπὶ ῥῆμα φέρεται, ἀπ’ἐμοῦ ἔσχετο σάκος, ἀπὸ σοῦ ἔσχετο σάκος, οὐδὲν ἐμποδὼν καὶ ἐπὶ τοῦ τρίτου ταὐτὸν ἐγγενέσθαι, νῦν οὐ κτητικῶς ἀκουομένης τῆς ἀντωνυμίας, ὥς τινες ὑπέλαβον, ὅπου γε καὶ τὸ ἀμφίβολον τῆς γενικῆς ὡς πρὸς τὴν κτητικὴν γενικὴν παραπέμπεται τοῦ ῥήματος σύνταξις, καθάπερ προεκτεθείμεθα. εἰ δὴ οὗ φέρεται ἐπὶ ῥῆμα ἐν τῷ ἔσχετο ἀπὸ οὗ, τί τὸ κωλῦον πρωτότυπον γενικὴν αὐτὴν φάναι, κἂν συνεμπίπτει κτητικῇ; ἔστιν γε μὴν πρὸς τὸ τοιοῦτον φάναι ὡς ἐν ἑτέρᾳ μὲν συντάξει κατώρθωται, οὐ μὴν ἐν τῇ Ὁμηρικῇ, εἴγε τὴν τούτων συνέμπτωσιν ἐφυλάξατο, ὡς ἐδείχθη ἐν τοῖς προκειμένοις. δείκνυται οὖν ὡς οὐ παρὰ τὰς ἀντωνυμίας Ζηνόδοτος ἥμαρτεν, παρὰ δὲ τὸ Ὁμηρικὸν ἔθος. καὶ ἕνεκα τούτου προκέκριται Ἀριστάρχειος ἀνάγνωσις, ἀπὸ ἕο χειρὶ παχείῃ Ἔτι κἀκεῖναι αἱ γραφαὶ εἰς αὐτὸν ἀναφέρονται, μνῆσαι πατρὸς σεῖο, πατρὸς ἐμεῖο πατήρ, ὥστε κατὰ τὸ ἐναντίον τῷ προκειμένῳ λόγῳ γενικαῖς αὐτὸν κεχρῆσθαι πρωτοτύποις ἀντὶ τῶν κτητικῶν.
2.126καὶ ἔστι πως συνηγορῆσαι τῇ πρὸς αὐτοῦ γενομένῃ γραφῇ, ὅτι οὐκ ἀπεμφαῖνον τὰς γενικὰς ἐπὶ κτῆμα φέρεσθαι, ἐπεὶ καί, ὡς ἔφαμεν, αἱ κτητικαὶ εἰς γενικὰς μεταλαμβάνονται. ἔτι καὶ ἄλλαι συντάξεις εἰσὶν ἐν αὐτοῖς τοῖς ποιήμασιν τὸν αὐτὸν ἐπέχουσαι λόγον, πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, σέο δ’ὀστέα πύσει ἄρουρα, εἰ μή τίς σευ μῆλα, οἵθ’αἵματος ἐξ ἐμεῦ εἰσιν · ὥστε μη δὲ κατὰ τὸ Ὁμηρικὸν ἔθος ἀπαραδέκτους εἶναι τὰς γραφάς. πρόδηλον γὰρ ὡς, εἰ αἱ Ζηνοδότειοι μετατεθεῖεν, αἱ τοιαῦται ἀντικείσονται · εἰ δὲ εὐπαράδεκτοι αὗται, οὐ δὲ αἱ Ζηνοδότου ἀπόβλητοι. ῍Η δέον πρὸς τὴν γραφὴν οὕτως ἀντιθεῖναι, ὡς ἀδύνατον παραδέξασθαι ὀρθοτονουμένην ἀντωνυμίαν εἰς κτητικὴν σύνταξιν, ἀλλ’ ἐγκλινομένην κτητικήν, καθάπερ ἀπεδείχθη.
2.127 καὶ προφανὲς ὡς δεόντως ἔχει τὸ εἰ μή τίς σευ μῆλα βροτῶν καὶ τὰ τούτοις ὅμοια, ἐγκλιτικῆς συνούσης ἀντωνυμίας. τὸ γὰρ πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο συνήρπασται εἰς κτητικὴν σύνταξιν · ἄμεινον γὰρ τῷ ῥήματι συντάσσειν Ὁμηρικώτερον λειπούσης τῆς περί προθέσεως, ὡς τὸ τίσασθαι δ’Ἑλένης ὁρμήματάτε στοναχάςτε, ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρείδαο, Κύκλωπος κεχόλωται, καὶ ἄλλα πλεῖστα, ἔχοντος τοῦ λόγου οὕτως · ἐμοῦ ἀκουάζεσθον πρώτω περὶ δαιτός, τῆς ὀρθῆς τάσεως δεόντως ἐχούσης διὰ τὴν τοῦ ι παρένθεσιν. οὐχὶ οὖν ὀρθοτονεῖται τὸ σέο δ’ὀστέα πύσει ἄρουρα, οἵθ’αἵματος ἐξ ἐμεῦ εἰσιν;
2.128ἀλλὰ καὶ πρὸς τὸ τοιοῦτον ἔστιν φάναι ὡς πᾶσα ἀντωνυμία τότε ἄλογος γίνεται κατὰ τάσιν, ὅταν τὸ δισσὸν τοῦ τόνου δυναμένη ἐπιδέξασθαι παρὰ τὸ δέον τοῦ τόνου ἐναλλαγῇ. (τοῦ γὰρ λόγου οὐκ ἀπαιτοῦντος ὀρθὴν τάσιν ἐν τῷ πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα ἄλογον τὸ κατ’ὀρθὴν τάσιν ἀνάγνωσμα · ἐπί γε μὴν τοῦ ὡς σέο νῦν ἔραμαι ἄλογον μὴ ὀρθοτονῆσαι διὰ τὴν ὑποῦσαν διαστολήν. οὐ γὰρ ἐκεῖνο ἄλογον, ὃς σφῶι προΐει Βρισηΐδος εἵνεκα κούρης, ὀρθὴν τάσιν ἀναδεξάμενον τοῦ λόγου ἀπαιτοῦντος ἀπόλυτον ἐκφοράν, εἰς ἣν καὶ μεταλαμβάνεται, ὃς ἐξέπεμψεν ὕμας · τοῦτο γὰρ τῇ φωνῇ συμβέβηκεν, τὸ μὴ δύνασθαι ἐγκλιθῆναι, καὶ οὐκ ἔστιν ὅστις τὴν ἀνάγνωσιν καταμέμψαιτο. ἐπιμένειν τοῖς τοιούτοις ὑποδείγμασι περισσὸν οἰητέον · πρόκεινται γὰρ αἵτε μόνως ἐγκλινόμεναι καὶ μόνως ὀρθοτονούμεναι). ἐδείξαμεν ὡς αἱ ἀρκτικαὶ ἀντωνυμίαι φυσικῶς ὀρθοτονοῦνται · τὸ οὖν σέο δ’ὀστέα πύσει ἄρουρα ἀπανάγνωσμα; δύναται ἐγκλιθῆναι καὶ μὴ ἐγκέκλιται; ὁμοίως ὅτι καὶ αἱ προθέσεις ὀρθοτονοῦσι τὰς ἀντωνυμίας · οὐκ ἄλλην ἄρα τάσιν ἀναδέξεται τὸ ἐξ ἐμεῦ τὴν ὀρθήν. οὐ μὴν τοιαύτη πρόφασίς ἐστιν ἐπὶ τῆς Ζηνοδοτείου γραφῆς τοῦ παραδέξασθαι τὴν ἐμεῖο, καθὸ κυριωτέρα λέξις, λέγω κτητικὴ ἀντωνυμία, δυναμένη καὶ ἕνεκα μέτρου καὶ ἕνεκα λόγου παραλαμβάνεσθαι, πρὸς οὐδὲν χρειῶδες μετετίθετο.
2.129καὶ γὰρ ἐν τῷ καθόλου τὸ ποιοῦν ἀκαταλληλίαν οὐκ ἄλλο τί ἐστιν κυριωτέρου σχήματος παρεκτροπὴ κατὰ τὴν αὐτῷ ἐπιβάλλουσαν σύνταξιν. ἐπεὶ οὖν προήλθομεν εἰς τὰς ἀντωνυμικὰς γραφὰς τοῦ Ζηνοδότου, οὐ παρέλκει καὶ περὶ τοῦ τίς τάρ σφωι διαλαβεῖν ·
2.130τὴν γὰρ τοιαύτην γραφὴν καὶ Σέλευκος προκρίνει καὶ ἄλλοι πλεῖστοι, παρατιθέμενοι καὶ ἐκδόσεις Ὁμηρικάς. καθιστᾶσίτε τὸν λόγον οὕτως. εἴπερ γενικὴ πτῶσις καὶ δοτικὴ κατὰ δεύτερον πρόσωπον μεταθεῖσα τὸν τόνον, τουτέστιν ἐγκλιθεῖσα, μενούσης τῆς γραφῆς τὸ τρίτον πρόσωπον παρίστησιν, ἐν τῷ γυιώσει μὲν σφῶιν ὑφ’ἅρμασιν ὠκέας ἵππους, καὶ κατ’ἔγκλισιν ἐπὶ τοῦ τρίτου προσώπου γυιώσω μέν σφωιν ὑφ’ἅρμασι, πᾶσα ἀνάγκη καὶ τὴν σφῶι, ὀρθοτονουμένην κατὰ δεύτερον πρόσωπον, τὸν τόνον μεταθεῖσαν κατὰ τὴν αὐτὴν γραφὴν τὸ τρίτον παραστῆσαι. ἔστιν καθολικώτερον φάναι κἀκεῖνο, ὡς τὸ ἐν πρώτῳ καὶ δευτέρῳ προσώπῳ ἀνομοιοκατάληκτον πάντως κἀν τρίτῳ. πρόσκειται ἐν πρώτῳ καὶ δευτέρῳ διὰ τὸ ἐγώ, σύ, · ἰδοὺ γὰρ ἀναλόγως καὶ τὸ τρίτον διήλλαξεν τοῦ δευτέρου, καθὸ καὶ αὐτὸ τὴν τοῦ πρώτου κατάληξιν οὐκ ἐνεδέξατο. καὶ κατὰ τοῦτο ἄρα ἀναλογωτέρα σφωί διὰ τοῦ ι γραφομένη.
2.131ἀλλ’ἔστι γε καὶ ὑπὲρ τῆς παραδεδομένης γραφῆς ἐκεῖνο φάναι, ὡς μᾶλλον κατώρθωται, ἵνα μὴ αὐτὴ οὖσα φωνὴ παρὰ τὴν ἔγκλισιν προσώπου μεταβατικὴ γίγνηται, ὅπερ οὐκ ἔστιν ἐπινοῆσαι ἐν ἀντωνυμίαις παρεπόμενον · αὐτὸ γὰρ μόνον ἀνίεται τὰ πρόσωπα καὶ ἐπιτείνεται, οὐ μὴν ἐναλλάσσεται. τάτε ὁμοιοκατάληκτα κατὰ τρίτα πρόσωπα οὔποτε συνάρχεται, ἡμῶν ὑμῶν σφῶν, ἐμέ σέ , καὶ ἐπὶ τῶν ἄλλων αὐτὸς λόγος. ἀσύστατον οὖν καὶ συνάρξασθαι καὶ συλλῆξαι τὴν κατὰ τὸ τρίτον τῷ δευτέρῳ, καὶ δῆλον ὅτι, εἰ τὰ ὁμοιοκατάληκτα οὐ συνήρξατο, οὐ δὲ τὰ συναρξάμενα λήξεως τῆς αὐτῆς τεύξεται. κατὰ τοῦτο οὖν σφωέ κατώρθωται. κἀκεῖνο δὲ δείκνυται, ὡς ἐν μὲν ῥήμασιν τὰ δεύτερα πρόσωπα πρὸς τὰ τρίτα συμπάθειαν ἔχει, καὶ περισσὸν εἰς τὸ τοιοῦτο παρατίθεσθαι · ἐν μέντοι ἀντωνυμίαις τὸ πρῶτον πρὸς τὸ δεύτερον, τῶν τρίτων ἔσθ’ὅτε καὶ ἐκλειπόντων καὶ πλεοναζόντων καὶ ἐν ἰδίοις θέμασι καταγινομένων, ὡς ἐκεῖνος, οὗτος, μίν, ἄλλαι πλεῖσται · οὔσης γε μὴν τῆς κατὰ τὸ πρῶτον καὶ δεύτερον δυϊκῆς εὐθείας οὐ πάντως καὶ κατὰ τὸ τρίτον συνυπάρχει · συνθέτων γινομένων πληθυντικῶν κατὰ τὸ τρίτον οὐ συνυπάρχει καὶ κατὰ τὸ πρῶτον καὶ δεύτερον · ἔστι πλεῖστα παραθέσθαι. οὐκ ἄρα κατηνάγκασται οὔτε διὰ τὸ σφωέ κατὰ τὸ πρῶτον εἰς ε λῆξαι, οὔτε διὰ τῆν νῶϊ κατὰ τὸ τρίτον εἰς ι καταλήγειν.
2.132σαφές ἐστιν ὡς τὰ συνηγοροῦντα τῇ σφωέ ἀντωνυμίᾳ μάχεται τῇ κατὰ τὸ τρίτον σφωίν. ὑπὲρ ἧς ἐκεῖνο ἔστιν φάναι, ὡς ἀσύστατον ταύτην δοτικὴν οὖσαν ἐκστῆναι τοῦ ἰδιώματος, λέγω τῆς τοῦ ι γραφῆς μετὰ τοῦ ν, ὅτι δυϊκὴ δοτική. καὶ εἰ τἀκριβές τις ἐπιστήσειεν, εἴσεται ὡς ἐπὶ τοῦ δευτέρου προσώπου δυϊκαὶ δεόντως ἐξέλιπον, αἱ δὲ τοῦ τρίτου δεόντως καὶ εἰς τὸ δεύτερον μετατιθέμεναί εἰσιν, εἴγε πᾶσα ἀντωνυμία διὰ τοῦ σφ ἐκφερομένη μόνως τρίτου ἐστὶν προσώπου, σφέας σφίσι σφέτερος σφός. καὶ οὕτω καὶ τὰ τῆς τάσεως ἐπεμερίσθη, ὥστε τὰ μὲν τῆς ὀρθῆς τάσεως μετατεθῆναι εἰς τὸ δεύτερον, τάχα οὐκ ἀπιθάνως, ἐπεὶ τὰ δεύτερα ὑπὸ δεῖξίν ἐστιν συντρέχει ὀρθὴ τάσις · τὰ μέντοι κατὰ τὸ τρίτον ἀποστάντα τῆς δείξεως εὐθέτισται εἰς ἔγκλισιν. διὰ τοῦτο καὶ μοναδικαὶ τρίτου προσώπου ἐγκλιτικαὶ ἐπενοήθησαν, σφέ, μίν. οὐ μέντοι ἀπεμφαῖνον τὴν σφωέ ἀντωνυμίαν διὰ τοῦ ε λέγεσθαι, συνεκδραμοῦσαν τῇ ἑνικῇ αἰτιατικῇ πτώσει.
2.133ἀκολούθως ῥητέον καὶ περὶ τῆς ἐμαυτοῦ, καὶ συντεθεῖσα, καθά φησι Τρύφων, τὴν αὐτὴν ἔχει ἀμφιβολίαν, ἐκ κτητικῆς συντεθεῖσα καὶ πρωτοτύπου. τὴν γὰρ ἀπαράδεκτον τοῦ ἄρθρου οἴεται ἐκ πρωτοτύπου συντεθεῖσθαι, ἐμαυτοῦ ἀκούω, σαυτοῦ φείδῃ, τὴν δὲ ἐν προσλήψει τοῦ ἄρθρου ἐκ συνάρθρου τῆς ἐμοῦ, τοῦ ἐμαυτοῦ φίλου ἤκουσα, τοῦ ἐμαυτοῦ οἴκου δεσπόζω. φαίνεται δὲ ὅτι παρῆξεν αὐτὸν κτητικὴ σύνταξις καὶ πρόσθεσις τοῦ ἄρθρου, ἅπερ οὐκ ἐξαίρετά ἐστιν τῆς κτητικῆς ἀντωνυμίας. παρὸν γοῦν ἐξ ὧν ὑπενόησεν, ἀποδεῖξαι ὡς οὐκ ἔγκειται κτητικὴ ἀντωνυμία ἐν τῇ τοιαύτῃ συνθέσει, καὶ πρῶτόν γε ἐξ αὐτῶν τῶν ἄρθρων.
2.134πρόκειται ὅτι ἑκάστη τῶν κτητικῶν ἀντωνυμιῶν ἄρθρον ἐπιπαραδέχεται ὁμοιόπτωτον καὶ ἰσάριθμον γένουςτε τοῦ αὐτοῦ · πῶς οὖν ἔγκειται κτητικὴ ἀδιαφόρως συνόντων τῶν ἄρθρων, τὸν ἐμαυτοῦ, τοὺς ἐμαυτοῦ, τὰς ἐμαυτοῦ, καὶ ἅπαντα σχεδὸν τὰ γένη μετὰ τῶν συνόντων διαφόρων ἀριθμῶν; εἰ δὲ αἱ γενικαὶ ἐπὶ κτῆμα φερόμεναι διαφόρων κτημάτων εἰσὶν δεκτικαί, πῶς οὐχὶ γενική ἐστιν ἐγκειμένη ἤπερ κτητικὴ ἀντωνυμία; ἀλλ’εἰ, καθὸ ἄρθρον προσέλαβεν, σύναρθρος ἔγκειται, οὐδὲν κωλύει σύναρθρον ἐκδέχεσθαι καὶ τὴν ἐγκλιτικὴν ἀντωνυμίαν, τοὺς φίλους μου, τοῦ φίλου μου ὡς οὖν δικαίως εὔηθες τὸ τοιοῦτον, εὔηθες καὶ τὸ διὰ τῆς παραθέσεως τοῦ ἄρθρου ἐκδέξασθαι συνάρθρου σύνθεσιν.
2.135οὐ γὰρ δή γε τὰ παρατιθέμενα ἄρθρα τῆς ἀντωνυμίας ἐστίν, τῶν δὲ ὑπακουομένων κτημάτων πρὸς καὶ τὰ ἄρθρα ᾠκείωται. ἀλλ’εἰ, καθὸ ἐπὶ κτῆμα φέρεται, κτητικὴ ἔγκειται, οὐδὲν κωλύει καὶ πᾶσαν γενικὴν παντὸς πτωτικοῦ ἐπὶ κτῆμα φερομένην κτητικὴν καλεῖν ἀντὶ γενικῆς.
2.136καθὸ οὖν γενική ἐστιν ἐμαυτοῦ, παρεδέξατο καὶ κτῆσιν · καὶ δῆλον ὡς τῆς πτώσεώς ἐστιν σύνταξις, οὐχὶ τῆς συνθέσεως. μετελθοῦσα γοῦν εἰς αἰτιατικὴν δοτικὴν κτήματός ἐστιν ἀπαράδεκτος, ὅπερ ἐπὶ τῶν κτητικῶς παρηγμένων οὐκ ἐνὸν ἐπινοῆσαι · κατὰ γὰρ πᾶσαν πτῶσιν τῆς κτητικῆς παραγωγῆς ἐγκειμένη σύνεστιν κτητικὴ σύνταξις, ἐμός ἐμοῦ ἐμῷ ἐμόν, Ἀριστάρχειος Ἀρισταρχείου Ἀρισταρχείῳ. καὶ ἐν μὲν τῷ Ἀρίσταρχος οὐδὲν ὑπακούεται κατὰ κτῆσιν, οὐ δὲ μὴν ἐν τῷ Ἀρίσταρχον, ἔν γε μὴν τῇ Ἀριστάρχου γενικῇ. αὐτὸς λόγος καὶ ἐπὶ τῆς ἐγώ καὶ ἐμέ · πάλιν γὰρ ἐν γενικῇ μόνῃ τῇ ἐμοῦ, οἶκός μου, φίλος μου. ὅπερ παρακολουθεῖ καὶ τῇ ἐμαυτοῦ, οὐκ οὔσης κτητικῆς ἐννοίας ἐν τῇ ἐμαυτῷ ἐμαυτόν. (διὰ γοῦν τὸ τοιοῦτο τὸ μὲν Νέα πόλις, ἀγαθὸς δαίμων, τὰ παραπλήσια οὐ κτῆσιν ὑπαγορεύοντα ἀκώλυτον ἔχει τὴν ἐν ἀμφοτέροις τοῖς ὀνόμασι κλίσιν · τὸ δὲ Κόρακος πέτρα ὑὸς κύαμος τι τῶν παραπλησίων συνέβη μοναδικῶς κλίνεσθαι κατὰ τὴν συνοῦσαν εὐθεῖαν. κλιθεῖσα γὰρ γενικὴ ἀποτίθεται τὴν κτητικὴν σύνταξιν, καὶ ἄσημα τὰ τοῦ ὑποκειμένου γίνεται). ἔτι εἴπερ κτητικὴ ἐνέκειτο ἐν τῷ ἐμαυτοῦ, κἂν ἐπεδέχετό ποτε τὸ σχῆμα δισσὰς κτήσεις, μίαν μὲν τὴν ἐγκειμένην ἐν τοῖς κτητικοῖς, ὥσπερ καὶ ἐμός ἔχει καὶ ἐμόν, ἑτέραν δὲ τὴν ἐκ τῆς γενικῆς ἐγγινομένην, καθὸ ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τῶν ἄλλων κτητικῶν, Ἀρισταρχείου ἀγροῦ πρόσοδος, κτῆμα γὰρ καὶ ἀγρὸς καὶ πρόσοδος (ἁπλῆ γὰρ νοεῖται ἐκ γενικῆς κτῆσις, Ἀριστάρχου ἀγρός, Ἀριστάρχου πρόσοδος).
2.137καὶ πάλιν ἐπὶ τῆς κτητικῆς ἀντωνυμίας, ἐμὸς ἀγρός, τοῦ ἐμοῦ ἀγροῦ πρόσοδος · κτῆμα γὰρ καὶ ἀγρὸς καὶ πρόσοδος. οὐ δὴ ἐπὶ τοῦ ἐμαυτοῦ δισσή ποτε κτῆσις νοεῖται, ἀλλὰ μία ἁπάντοτε.
2.138τοῦτό γε δὴ ἀπεδείχθη ἐπὶ τῆς γενικῆς, ἐμαυτοῦ ἀγρὸν ἔσκαψα, ἐμαυτοῦ φίλῳ ἀνεθέμην · τὴν μέντοι τῶν τοιούτων γενικῶν εὐθεῖαν οὐκ ἔστιν εὑρεῖν οὔτε ἐν λόγῳ οὔτε ἐν χρήσει δυναμένην συνίστασθαι, οὐ καθάπερ ἄλλα ἀτριβῆ σχήματα (ἐν ἀγνοίᾳ γὰρ τοῦ λόγου τινὲς γενόμενοι ὡς ἀτριβεῖς τὰς τοιαύτας εὐθείας παραδέξονται), οὐ δὲ μὴν ἐν συντάξει τῇ κατ’εὐθεῖαν, εἴγε οὐ ῥητὸν τὸ ἐμαυτός σαυτός, ἀλλ’οὐ δὲ τοιαύτη σύνταξις, ἐμαυτοῦ δοῦλος ἔτυψεν, ἐμαυτοῦ δοῦλος ἔτυψα, τῆς ἀσυνθέτου γενικῆς τὴν σύνταξιν τῆς εὐθείας παραδεχομένης ὁμοίως ἁπάσαις γενικαῖς, ὡς ἐν τῷ δοῦλός μου ἔτυψεν. καὶ συμφανὲς ὅτι οὐχ πτῶσίς ἐστιν ἀπαράδεκτος, τὸ δὲ ἐν αὐτῇ γενόμενον σχῆμα σύνθετον, ὅπερ ἐπενοήθη εἰς διάκρισιν τῆς ἐκ προσώπου γενομένης διαθέσεως εἰς τὸ αὐτὸ πρόσωπον.
2.139 γὰρ οὕτω λέγων, ἐμαυτὸν ἔτυψα, διάθεσιν ὁμολογεῖ τὴν ἐξ αὑτοῦ γενομένην εἰς αὑτόν, ὡς εἰ καὶ ἔλεγεν οὕτως, ἐγὼ ἐμὲ αὐτὸν ἔτυψα. τοῦ οὖν ῥήματος συνόντος τῇ πλαγίᾳ πτώσει κατὰ τὸ αὐτὸ πρόσωπον ἀνέφικτον ἦν τι ἕτερον πρόσωπον ἐν εὐθείᾳ πτώσει ἐπινοῆσαι, οὐ λέγω κατ’αἰτιατικὴν δοτικήν · οὐ δὲ γὰρ αὗταί τι ἔξωθεν πρόσωπον ἐπιζητοῦσιν · μέντοι ἐπὶ κτῆμα φερομένη γενική, πρόσωπον ἔχουσα τοῦ κτήτορος, ἐπιζητοῦσα δὲ τὸ τοῦ κτήματος, ἀπαράδεκτος ἐγίνετο εἰς τὸ ἐπιδέξασθαι τὴν τούτου ὀνομαστικήν, καθὸ ἔμελλεν ἐκ τοῦ κτήματος εὐθεῖα ἀνθέλκειν εἰς αὑτὴν τὸ ῥῆμα, ὥς γε καὶ ἐπὶ τῶν ἄλλων συντάξεων προφανές ἐστιν, Ἀριστάρχου γνώριμος ἀνέγνω, φίλος μου διαλέγεται. οὐ δὴ οὖν ἐδύνατο τὸ μεταξὺ πῖπτον ῥῆμα ἐπαρκέσαι ἀμφοτέροις τοῖς προσώποις, διαφόροις οὖσιν, εἴγε δὴ τὸ ἐμαυτοῦ ἐστιν πρώτου προσώπου, δὴ πάντως ὀφείλει συντετάχθαι τοῦ αὐτοῦ προσώπου ῥῆμα, ἐμαυτοῦ ἔτυψα παῖδα. ἀλλ’εἰ καὶ συντασσομένη αἰτιατικὴ μετέλθοι εἰς εὐθεῖαν, οὐκ ἄλλο τι προσλήψεται ῥῆμα τὸ τοῦ τρίτου προσώπου, παῖς ἔτυψε. καὶ ἔνθεν οὔτε τὸ ἐμαυτοῦ ἔτυψα παῖς συστατόν, οὔτε μὴν τὸ παῖς ἔτυψεν ἐμαυτοῦ ἐμαυG? τόν. ὅτι δὲ τὸ διάφορον πρόσωπον αἴτιόν ἐστι τοῦ ἀκαταλλήλου, σαφὲς ἂν γένοιτο, εἰ ἐν τρίτῳ νοουμένη εὐθεῖα κατὰ τὴν ὑπαρκτικὴν σύνταξιν τῶν ῥημάτων ἐπινοηθείη καὶ ἐν πρώτῳ προσώπῳ, εἰμὶ δοῦλος ·
2.140ἐφ’οὗ εἰ καὶ προσθείημεν τὸ ἐμαυτοῦ, κατάλληλα ἂν γένοιτο τὰ τοῦ λόγου, καθὸ τὸ ῥῆμα οὐκέτι ἀνθέλκεται ὑπὸ διαφόρων προσώπων. καὶ ἔτι ἐπὶ δευτέρου, σαυτοῦ εἶ ὑπηρέτης, καὶ ἐπὶ τρίτου, ἑαυτοῦ ἐστιν ἐπίβολος. ἐφ’ἧς συντάξεως εἴ τις πάλιν παραλάβοι τὰς ἁπλᾶς ἀντωνυμίας, προσχωρήσει εὐθεῖα ἐν ἑτέρῳ προσώπῳ νοουμένη μετὰ τοῦ συνόντος ῥήματος, ἐπίβολος αὐτοῦ ἐστι, δοῦλός μου εἶ. καὶ τοσαῦτα μὲν περὶ τῆς συντάξεως.
2.141περὶ δὲ τῆς ἀνυποστάτου εὐθείας ἀπόδειξις πάλιν ἂν γένοιτο τῇδε. ἔφαμεν ἐν τοῖς προκειμένοις τὰς μὲν πλαγίας πτώσεις ἀναφέρεσθαι ἐπ’εὐθείας τῶν μεταξὺ ῥημάτων τὴν μὲν ἐνέργειαν ταῖς εὐθείαις ἀναπεμπόντων, τὸ δὲ πάθος ταῖς πλαγίαις, ὡς Διονύσιος ἔτυψεν Θέωνα, ἐγώ σε ἐτίμησα. (τὸ δὲ πάθος ἐγγενόμενον κατὰ τὰς πλαγίας μεθίστησιν αὐτὰς εἰς εὐθεῖαν, τῆς προκατειλεγμένης εὐθείας τρεπομένης εἰς γενικὴν μετὰ τῆς ὑπό προθέσεως, ἐγώ σε ἔδειρα, σὺ ἐδάρης ὑπ’ἐμοῦ). ἦν μέντοι καὶ τοῦτο ὁμόλογον, τό τινα διάθεσιν ἐμποιῆσαι οὐ μόνον εἰς ἕτερον πρόσωπον ἀλλὰ καὶ εἰς τὸ ἑαυτοῦ. ἐξ ἧς συντάξεως ἐπενοεῖτο τὸ δισσὸν σχῆμα τῆς ἀντωνυμίας, λέγω τὸ ἁπλοῦν, ὅπερ ἐστὶν ἐν μεταβάσει ἑτέρου προσώπου, καὶ τὸ σύνθετον, ὅπερ τὴν ἐκ τοῦ αὐτοῦ προσώπου διάθεσιν ὑποστρέφουσαν εἶχεν εἰς ταὐτό, τὸ διατεθὲν καὶ διατιθὲν πρόσωπον (ἔνθεν καὶ ἀντανακλώμενον ἐκλήθη, ἀπὸ μεταφορᾶς τῶν εἰς αὑτὰ ἀντανακλωμένων σωμάτων, αὐτοπαθές · τὰ γὰρ ἁπλᾶ τῶν προσώπων ἐδείχθη ἀλλοπαθῆ, τουτέστιν ὑπὸ ἄλλου προσώπου διατιθέμενα), πάνυ καὶ τῶν φωνῶν συνῳκειωμένων τῇ τοῦ συμφραζομένου ἑνώσει · ἐπεὶ γὰρ ἓν πρόσωπον τὸ διατιθὲν καὶ τὸ διατιθέμενον, μία καὶ φωνὴ κατὰ σύνθεσιν ἐγένετο, ἐμαυτὸν ἔπαισα, ὑπ’ἐμαυτοῦ ἐπλήγην.
2.142εἴπερ οὖν αἱ πλάγιοι ἐπιζητοῦσιν εὐθείας, ἵν’ διάθεσις προφανὴς γένηται ἔκ τινος γινομένη, πῶς σαυτοῦ γενήσεται […] σαυτός; γενομένη γὰρ πλαγίαν ἐπιζητήσει ἐφ’ἣν τὰ τῆς συντάξεως ἐρείσειεν φήσει τις, πῶς δὴ πλαγία οὖσα ἐν τῇ σαυτόν οὐκ ἐπιζητήσει εὐθεῖαν ἐξ ἧς διάθεσις; πρὸς ὃν φαίημεν ὡς ἔνεστιν εὐθεῖα διὰ τοῦ ῥήματος, σαυτὸν ἔπαισας, τουτέστιν σύ. γενομένη γὰρ ἐν τῷ σαυτὸς ἔπαισας δύο συνέξει εὐθείας, τήντε ἐκ τῆς ἀντωνυμίας καὶ τὴν ἐκ τοῦ ῥήματος, δι’ λόγον καταστῆσαι οὐκ ἂν δύναιντο, εἰ μὴ ἑτέρα αὐτῶν πλαγία γένοιτο. καὶ μὲν ἐκ τοῦ ῥήματος παρυφισταμένη ἄκλιτος, καθὸ ἄπτωτα τὰ ῥήματα · μέντοι ἐκ τῆς ἀντωνυμίας ἐφικτὴ εἰς τὸ κλιθῆναι. ἔτι κἀκεῖνό τις ἐπιζητήσει, ὡς, εἴπερ ἐκ τοῦ ῥήματος παρυφίσταται εὐθεῖα, οὕτως καὶ ἐκ τῆς ἐμαυτός καὶ σαυτός ὑποστήσεται πλαγία κατὰ τὸ ἄρχον μέρος τῆς ἀντωνυμίας, ἐμαυτὸς ἔπαισα, τοιούτου ὄντος τοῦ λόγου, ἐμὲ αὐτὸς ἔπαισα, ὡς εἰ καὶ χωρὶς τῆς ἐπιταγματικῆς φαίημεν ἐμέ φημι, καὶ οὐδὲν ἐμποδὼν τὸ συστῆναι τὸ ἐμαυτὸς ἔπαισα.
2.143ἀλλ’ἔστι γε πρὸς τὸ τοιοῦτο φάναι, ὡς οὐ μία πλαγία ἐστὶν παρυφισταμένη, αἱ τρεῖς δέ · τί γὰρ μᾶλλον ἐν τῷ ἐμαυτός ἔγκειται ἐμέ ἐμοῦ ἐμοί; καὶ ἦν χρεία τῶν τοιούτων πτώσεων ὑπὲρ τοῦ τὸ κατάλληλον προφανὲς γίνεσθαι, ἄδηλον δὲ γίνεται κατὰ τὴν σύνθεσιν · περισσὸν ἡγητέον τὸ ἄδηλον προκρῖναι τοῦ προφανοῦς καὶ συνήθους. ἀλλ’ἴσως πρὸς τὸ τοιοῦτόν τις πάλιν ἐνστήσεται, ὡς τὰ ἀμφίβολα πρὸς τῶν συντασσομένων ἐκλύεται ·
2.144εἴπερ οὖν τὰ συνιόντα τῶν ῥημάτων οὐ πρὸς πᾶσαν πλαγίαν πτῶσιν εὐθέτισται συνίστασθαι, ἀλλ’ μὲν γενικὴν αἰτεῖ, δὲ αἰτιατικήν, τινὰ δὲ δοτικήν, διὰ τῆς συντάξεως τοῦ ῥήματος τὸ ἄδηλον τῆς πτώσεως προφανὲς γενήσεται. φέρε γὰρ εἶναι τὸ τοιοῦτον, ἐμαυτὸς ἀκούω · τὸ ἀκούω γενικὴν μηνύει ἐγκειμένην, ἐφ’ἣν φέρεται · ἐμαυτὸς τύπτω · διὰ τοῦ τύπτω ἐμέ αἰτιατικὴ δηλωθήσεται. ἀλλ’ἐκεῖνο πάλιν ἀνακύψει, ὡς ἔνια ἐπὶ δύο πτώσεις φέρεται, τέμνω σέ τέμνω σοί, γυμνάζω σέ γυμνάζω σοί · καὶ πῶς ἐπὶ τῶν τοιούτων τὸ ἐμαυτὸς τέμνω διάκρισιν τῆς πτώσεως ποιήσεται; οὐ δὲ γὰρ ἐκ παραθέσεως ἄρθρων τὸ τοιοῦτο βοηθεῖται. μένον μέντοι τὸ σύνθετον σχῆμα τῇ συνηθεστέρᾳ παραδόσει διακρίνει τὸ ἐμαυτὸν τέμνω καὶ ἐμαυτῷ τέμνω. τὸ δὲ μεῖζον, εἰ καί τις ἀποσταίη τῆς τοιαύτης ἀποδείξεως, πάλιν μάτην τὰ τῆς ζητήσεως καταστήσεται ·
2.145παραδεχθεῖσα γὰρ ἐμαυτός ἄκλιτος γενήσεται. οὔτε γὰρ κατὰ τὸν λόγον τῆς συνθέσεως δύναται κλίνεσθαι, λέγω ἐν μέσῃ τῇ λέξει, καθὸ ἅπαξ συντεθέντα τὰ πτωτικὰ ἄκλιτά ἐστιν · ἀλλ’οὐ δὲ κατὰ τὸ τέλος · ἀεὶ γὰρ εὐθεῖα ἕστηκεν μετὰ τοῦ ῥήματος, ἐγὼ ἀκούω σου, ἐγὼ ἐτίμων σε, ἐγώ σοι χαρίζομαι. καὶ δὴ ἐν τῷ ἐμαυτὸς ἔτυψα αἰτιατικὴ νοείσθω […] ἐκ τοῦ ἔτυψα. οὐχὶ οὖν γενήσεται ἄκλιτος ἐμαυτός κατὰ μὲν τὸ τέλος διὰ τὸ ῥῆμα, κατὰ δὲ τὸ ἄρχον διὰ τὴν σύνθεσιν; καὶ εἰ τοῦτο ὑγιές, πῶς οὐχὶ μάταιον τῆς ἐμαυτοῦ ζητεῖν εὐθεῖαν; γενομένης γὰρ εὐθεῖα οὐχ ἕξει πλαγίαν, καὶ δῆλον ὡς καὶ πάλιν τῶν πλαγίων οὐσῶν οὐκ ἐγγενήσεται εὐθεῖα.
2.146ἀκολούθως μέντοι προσκείσεται καὶ τὸ αἴτιον τοῦ μὴ συντεθῆναι τὴν εὐθεῖαν. ἔστω γὰρ σύνταξις ἐγὼ αὐτὸς ὕβρισα καὶ παθητικῶς ἐγὼ αὐτὸς ὑβρίσθην, ἐφ’οἷς ὁμόλογόν ἐστιν ὡς ἐν δυσὶ προσώποις αἱ ἐγγενόμεναί εἰσι διαθέσεις, τε τοῦ ὑβρίσαντος τε τοῦ ὑβρισθέντος. (εἰ γὰρ πάλιν μοναδικὴ γένοιτο διάθεσις ἐκ τοῦ αὐτοῦ προσώπου εἰς τὸ αὐτό, ὥστε φάναι ἐγὼ αὐτὸς ὕβρισα ἐμέ, ὑποστρέψει τὰ τῆς συντάξεως εἰς τὴν σύνθετον πλαγίαν ἐν τῷ ἐμαυτὸν ὕβρισα). σαφὲς δὲ κἀκεῖνο, ὡς αἱ συνθέσεις πρὸς ἐξαλλαγὴν τῶν κατὰ παράθεσιν ἐπενοήθησαν. εἰ γὰρ τὴν αὐτὴν σημασίαν εἶχον τοῖς κατὰ παράθεσιν, κἂν πάντως παρέλκοντα ἦν τὰ συντιθέμενα τῶν σχημάτων. διαφέρει τὸ χὴν καὶ ἀλώπηξ τοῦ χηναλώπηξ, τὸ μισῶν γυναῖκα τοῦ μισογύνης, ἄλλα πλεῖστα. εἰ δὴ οὖν τὸ ἐγὼ αὐτός συντεθὲν πλέον τι ἐσήμαινεν τοῦ κατὰ παράθεσιν, ἀναγκαία ἦν σύνθεσις · νυνὶ δὲ οὐχ οὕτως ἔχει. ὅπου γ’οὖν ἐγένετο διαφορά τις ἐκ τῆς συνθέσεως, ἐκεῖσε καὶ προσεχώρησεν τὰ τῆς συνθέσεως. αἱ πλάγιαι ἁπλαῖ οὖσαι σύνταξιν τὴν ἐφ’ἕτερον πρόσωπον ἔχουσιν, συντεθεῖσαί γε μὴν ἠλλοτρίωνται τῆς μεταβάσεως τοῦ προσώπου. ὅπερ οὐκ ἐνεχώρει, ὡς ἔφαμέν γε, καὶ ἐπὶ τῆς εὐθείας. δεόντως ἄρα εὐθεῖα ἀπροσδεὴς ἐγένετο τῆς συνθέσεως.
2.147οὐ μόνον δὲ αἱ ἀντωνυμίαι ἐκ τῶν πλαγίων ἀρχὴν ἔσχον συνθέσεως, ἀλλὰ καὶ τὸ ἀλλήλων · οὐ γὰρ δήτε τούτου εὐθεῖα πάλιν συστατή. γὰρ τοῦ ῥήματος σύνταξις τὴν ἐν τοῖς δύο προσώποις μετάβασιν δηλοῖ · τὸ γὰρ ἀλλήλων ἤκουσαν τοιοῦτόν τί ἐστιν, ἄλλοι ἄλλων, ἀλλήλους ἔπαισαν, ἄλλοι ἄλλους. ἐγγενομένης γὰρ τῆς εὐθείας ἐν τῷ ἄλληλοι νοηθήσεται τὸ ἄλλοι ἄλλοι, ὅπερ ἄλογον · οὐ γὰρ κατακλείει διάνοιαν διὰ τὸ ἐπάλληλον τῶν δύο εὐθειῶν. ἔστιν γε μὴν οὐχ ὅμοιον τῇ ἀντωνυμικῇ συνθέσει.
2.148 μὲν γὰρ τὴν αὐτοπάθειαν σημαίνει, ἑαυτοὺς ἔτυψαν, δὲ τὴν ἐκ προσώπων πρὸς ἕτερα πρόσωπα μετάβασιν. τὸ γὰρ ἀλλήλους τρώσητε οὐ ταὐτόν ἐστιν τῷ ἑαυτοὺς τρώσητε, ὥσπερ καὶ τὸ Πινδαρικὸν οἱ περὶ Τρύφωνα ἐσημειοῦντο ἐπίτε τοῦ Ὤτου καὶ τοῦ Ἐπιάλτου, συγκατατιθέμενοι μὲν τῷ ἀλλαλοφόνους ἐπάξαντο λόγχας, οὐ μὴν ἐν τῷ ἐνὶ σφίσιν αὐτοῖς · οὐ γὰρ ἑαυτοῖς τὰ δόρατα ἐνῆκαν, ἀλλὰ ἀλλήλοις. φαίνεται δ’ὅτι καὶ ἐξ αὐτοῦ σύνταξις, πλαγίαν ἐπιζητοῦσα καὶ εὐθεῖαν, δεόντως τὴν εὐθεῖαν ἐν τῷ ἄρχοντι μέρει ἥνωσεν, ἵνα κατὰ τὸν λόγον τῆς φωνῆς ἀκίνητος μένῃ καὶ κατὰ τὸ δέον τῆς συντάξεως διὰ τὸ συνερχόμενον ῥῆμα ·
2.149τὸ τέλος δὲ κινεῖται κατὰ τὸ δέον τῆς συντάξεως. ἐν γὰρ τῷ ἀλλήλους ἔτυψαν τὸ ἔτυψαν πρὸς τὴν ἀρκτικὴν σύνθεσιν ἀναφέρεται, ἄλλοι ἔτυψαν ἄλλους, καὶ ἐπεὶ χρεία τῶν διαφόρων πλαγίων πτώσεων, ἵνα τὰ συνόντα τῶν ῥημάτων τοῦ καταλλήλου τύχῃ, εἰς τὸ κλιτικὸν μέρος παρελαμβάνοντο, λέγω τὸ τελικόν, ἵνα δεόντως διὰ τὸ ἤκουσα γενικὴν ὁμολογήσῃ, αἰτιατικήντε ἐν τῷ ἀλλήλους διὰ τὸ ἔτυψαν τι τῶν τοιούτων, καὶ ἔτι ἀλλήλοις διὰ τὸ ἐχαρίσαντο. πρόδηλον γὰρ πάλιν ὡς εἰ ἀνέστραπτο σύνθεσις, ἄκλιτον τὸ μόριον καθειστήκει, καθὸ πάλιν οὔτε τὰ ἡνωμένα κινεῖται οὔτε εὐθεῖα μετὰ τῶν ῥημάτων ἀφίσταται τῆς τοιαύτης συντάξεως.
2.150ἐπεὶ δὲ καὶ ταῖς συνθέτοις ἀντωνυμίαις ἀριθμὸς πληθυντικὸς σύνεστιν ἐν τρίτοις προσώποις, οὐ μὴν ἐν πρώτῳ καὶ δευτέρῳ, ἀνάγκη καὶ περὶ τοῦ τοιούτου τὸ δέον παραστῆσαι. τὸν μὲν οὖν Ἀρίσταρχόν φασι μὴ παραδέχεσθαι τὰς ἐγγενομένας τῶν τρίτων προσώπων συνθέσεις, καθὸ ἀνέφικτον τὸ ἑνικῶς συντεθὲν πρόσωπον εἰς πληθυντικὸν μετατίθεσθαι, ὡς ἔχει τὸ ἑαυτόντε καὶ ἑαυτούς, ἔτι ἐπιμαρτυρόμενον τὴν τοῦ πρώτου καὶ δευτέρου προσώπου χρῆσιν, ἥτις οὐ γενομένη διήλεγχε τὴν κατὰ τὸ τρίτον οὐ δεόντως γινομένην σύνθεσιν, καὶ ἐκ τρίτου παρατιθέμενον τὴν Ὁμηρικὴν χρῆσιν · πρὸς γὰρ ἀκολουθίαν τὴν τοῦ ἡμέας αὐτούς καὶ ὑμέας αὐτούς ἦν πάλιν τρίτου προσώπου τὸ σφέας αὐτούς.
2.151 γε μὴν Ἅβρων πειρᾶται τοὺς τοιούτους λόγους ἀνασκευάζειν τὴν χρῆσιν ἐπάγων καὶ ταύτην πιστούμενος ἐκ παραθέσεων Πλατωνικῶν · καὶ ὡς ἔνδεκτον εἶναι ἀπὸ ἑνικῆς συνθέσεως γίνεσθαι πληθυντικὸν ἀριθμόν, ὅπου γε καὶ τὸ ἑνδέκατον συντεθὲν ἀποτελεῖ τὸ ἑνδεκάτους πληθυντικόν. οὐ μήν, φησίν, ἀνάγκη τὸ ἐν τρίτῳ γενόμενον πάντως καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ προσώπῳ γίνεσθαι, τουτέστι τὸ μὴ πάντως ἐξακολουθῆσαι τῷ ἑαυτῶν ἑαυτούς τὸ ἐμαυτῶν ἐμαυτούς, εἴγε καὶ τὰ ἐν τοῖς πρώτοις καὶ δευτέροις γινόμενα οὐ πάντως καὶ ἐν τρίτοις · εἰσὶν γοῦν πρώτου καὶ δευτέρου προσώπου δυϊκαὶ ὀρθῆς πτώσεως, οὐ μὴν τρίτου. εἰ καὶ φαίνεται ὅτι εἰς τὸ τοιοῦτο κἀκεῖνο ἂν προσήγαγεν τὸ ὡς ἐκεῖνός ἐστιν ἐν τρίτοις, οὐ μὴν σύζυγοι ταύτης κατὰ πρῶτον καὶ δεύτερον, αὐτός, οὗτος, μίν. καὶ ὅσαι μὲν ἐν πρώτῳ καὶ δευτέρῳ δυϊκαί, ὀρθοτονοῦνται, αἱ δὲ κατὰ τὸ τρίτον μόνως ἐγκλιτικαί. καὶ κτητικαὶ εἰσὶν πρώτου καὶ δευτέρου δυϊκαί, οὐ μὴν τρίτου. φησὶ δέ που κἀκεῖνο, ὡς κατὰ τύχην τινὰ χρῆσις παρεώσατο, καὶ οὐδὲν ἐμποδὼν ταὐτὸν παρηκολουθηκέναι ταῖς συνθέτοις ἀντωνυμίαις.
2.152ὑπέρ γε μὴν τοῦ Ἀριστάρχου ἔστιν φάναι ὡς οὐ συνεῖδε τὸ πρὸς αὐτοῦ εἰρημένον. οὐ γὰρ ἐν ἀγνοίᾳ ἦν τοῦ ἑνδέκατοι, οὐ δ’ὅτι ἀπὸ ἑνικῆς συνθέσεως πληθυντικὸν γίνεται. ἔστι γὰρ ἐπινοῆσαι τὸ πρὸς αὐτοῦ διαπορηθὲν οὕτως. εἴπερ ἐκ δύο ἑνικῶν συνέστηκεν τὸ ἑαυτόν, καὶ δύο ἑνικὰ ἐπὶ ἓν πρόσωπον συντείνει διάθεσιν δηλοῦν τὴν ἐξ ἑαυτοῦ εἰς ἑαυτό, πῶς ἐκ τοῦ τοιούτου πλήθους παρέμφασις ἂν γένοιτο, τῆς μὲν κατ’ἀρχὴν συνθέσεως ἑνικὸν ἀριθμὸν ὑπαγορευούσης, τῆς δὲ κατὰ τὸ τέλος πληθυντικόν; οὐ γάρ ἐστιν ὅμοιον τὸ ἑνδέκατος καὶ ἑνδέκατοι ·
2.153δύο γὰρ ὑποκειμένων παρέμπτωσίς ἐστιν ἐν τῷ ἕνδεκα · μετὰ γὰρ δέκα εἷς. οὕτως ἔχει καὶ τὸ ἑνδέκατοι · πάλιν γὰρ μετὰ δέκα οἱ πλείους ὑπὸ τάξιν τὴν τοῦ ἕνδεκα ἐξαριθμούμενοι μετέσχον τοῦ καλεῖσθαι ἑνδέκατοι. ἀλλά, φήσει τις, πῶς τοῦ ἑνὸς ἐγκειμένου ἔμφασις δευτέρου πληθυντικοῦ γίνεται; πρόσκειται ὅτι τάξεως ὀνόματά ἐστιν. ἄλλωςτε αἱ δύο προσώπων ἐμφατικαὶ συνθέσεις καὶ ἐξ ἑνικῆς συνθέσεως πλῆθος ὑπαγορεύουσιν καὶ ἐκ πληθυντικῶν ἓν παρεμφαίνουσιν · τὸ γὰρ φιλάνθρωπος ἑνικῶς συντεθὲν πλῆθος ὑπαγορεύει, καὶ ἐκ τῶν ἐναντίων πληθυντικῶς λεγόμενον τὸ φιλοπλάτωνες ἕνα τὸν Πλάτωνα σημαίνει. οὐ δὴ οὖν παρηλλαγμένον καὶ τὸ ἑνδέκατοι ἐξ ἑνικῆς συνθέσεως πλέον τι παραστῆσαι · διάφορα γὰρ τὰ πρόσωπα. ὅπερ οὐκ ἐνεχώρει ἐπὶ τῆς ἑαυτόν · ὡς γὰρ εἴπομεν, ἓν καὶ τὸ αὐτὸ πρόσωπον.
2.154πῶς δ’οὐχὶ εὔηθες φάναι ἔλλειψιν κατὰ τύχην γεγενῆσθαι τοῦ τρίτου προσώπου κατ’εὐθεῖαν πτῶσιν; λέγω ἐπὶ τοῦ δυϊκοῦ ἀριθμοῦ. φυσικώτερον γὰρ ἀντωνυμία ἀπέστη, εἴγε οὐδέτερος τῶν τόνων αὐτῆς παρεδέχετο, οὔτε ὀρθοτονούμενος, ὅτι τρίτου προσώπου δυϊκαῖς παρείπετο τὸ μόνως ἐγκλίνεσθαι, οὔτε ἐγκλιτικός, εἴγε ἀδύνατον εὐθείας πτώσεως ἐγκλιτικὴν εὑρέσθαι ἀντωνυμίαν. ( γοῦν βιασθεῖσα πρὸς Δωριέων, ἅμα τῷ ἐγκλιθῆναι παρεῖσα τὴν οὐ δυναμένην ἐγκλιθῆναι πτῶσιν, μεταπίπτει εἰς τὴν συγγενῆ αἰτιατικήν). κτητική γε μὴν τρίτου προσώπου δυϊκὴ οὐκ ἐγένετο, οὐχ, ὥς τινες ᾠήθησαν, ὅτι οὐ δὲ τρίτου προσώπου δυϊκὴ ἔστι γενικῆς πτώσεως, ἀφ’ἧς ἔδει παρῆχθαι τὴν κτητικήν, ἀλλ’αἱ παρειλημμέναι δοτικαί εἰσιν ἀντὶ γενικῶν ·
2.155ἔστιν γὰρ καὶ ἕνεκα τῆς φωνῆς καὶ ἕνεκα τοῦ σημαινομένου. οὐ μὴν παρήχθη ἐξ αὐτῆς κτητικόν, καθότι ὑπεδείξαμεν ἐξ ὀρθοτονουμένων τὰς παραγωγὰς γίνεσθαι.
2.156ἀλλὰ μὴν καὶ ἐν τοῖς προειρημένοις εἴρηται ὡς δεόντως πλείονες ἐκ πρώτων καὶ δευτέρων ἐκ τρίτων προσώπων ἐγένοντο ἀντωνυμίαι. πῶς δ’οὐ δοθήσεται τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος διελέγχεσθαι, οὐ μόνον ἐν παραθέσει τῶν λέξεων, ἀλλὰ καὶ ὅτε συμπεφωνημένη παρὰ πᾶσιν ἱστορία τὴν παρηλλαγμένην πρός τινος οὐ προσίεται, καὶ σχεδὸν ἐπὶ ἁπάντων τὸ τοιοῦτον συμφωνεῖν; οὐ δὴ κατὰ τύχην πλείονα σχήματα δύναται σεσιγῆσθαι τῶν ὄντων · ὡς γὰρ πρόκειται, ἐκ τῶν ἐναντίων δύναται. ἀλλ’οὐ δ’ὑπ’ἀκολουθίαν τὰ ὁπωσδήποτε ἐκλιπόντα ἐστίν.
2.157γυνῆς γοῦν οὔ φαμεν, καὶ οὐ πάντως τὰ τοιαῦτα συνεκλείπει · ἀλλ’οὐ δ’ μεγάλος, καὶ οὐ πάντα εἰς λος λήγοντα συνεξέλιπεν, ἄλλα πλεῖστα. πρὸς οἷς ἀντὶ τούτων ἑτέρα θέσις ἔστιν ἰσοδυναμοῦσα, γυναικός ἀντὶ τοῦ γυνῆς, μέγας ἀντὶ τοῦ μεγάλος, ὕδωρ ἀντὶ τοῦ ὕδας. πῶς οὖν ἐμαυτῶν καὶ αἱ ἑξῆς μετὰ τῶν συνόντων προσώπων ὡς ἐξ ἐπιτάγματος ἀπεώσθησαν καὶ τοῦ κοινοῦ ἔθους καὶ τοῦ παρὰ ποιηταῖς; οἷς προσφιλὲς μᾶλλον μεταδιώκειν τὸ παρηλλαγμένον τῆς συνήθους χρήσεως. δίδοται γοῦν καὶ ἐν ἀντωνυμίαις σέο φάναι αὐτοὺς καὶ μίν καὶ ἄλλα πλεῖστα.
2.158λείπεταί γ’οὖν ἐκεῖνο προσδιασαφῆσαι, εἴπερ τὸ σφέας αὐτούς ἀναλογώτερον τοῦ ἑαυτούς, τί δή ποτε, καὶ εἰ ἐν ἐλάττονι λόγῳ τὸ ἑαυτούς τετόλμηται κατὰ τρίτον πρόσωπον ἐγγενέσθαι, τί μὴ καὶ κατὰ τὸ αὐτὸ ἀκόλουθον καὶ ἐν τῷ ἡμέας αὐτούς ἐνεχώρησεν, κἂν πάλιν ἐν ἐλάττονι λόγῳ καταγίνηται, τὸ ἐμαυτούς; αὐτὸς λόγος καὶ ἐπὶ τοῦ δευτέρου προσώπου. ἐπιδέδεικται ἐν τοῖς προκειμένοις ὡς ἐπενοήθησαν αἱ σύνθετοι ἀντωνυμίαι εἰς τὸ μὴ παραδέξασθαι διαφόρου προσώπου σύνταξιν, τῶν ἁπλῶν συντασσομένων διαφόροις προσώποις.
2.159 ἦν δὲ κἀκεῖνο ἀληθές, ὡς ἅπαν πληθυντικὸν πρώτου προσώπου καὶ δευτέρου σύλληψιν ἀναδέχεται διαφόρων προσώπων. τὸ γὰρ ἡμᾶς τοιοῦτόν ἐστιν, ἐμὲ καὶ σὲ κἀκεῖνον, ἐμὲ καὶ ὑμᾶς, ἐμὲ καὶ αὐτούς. αὐτὸς λόγος καὶ ἐπὶ τοῦ δευτέρου πάλιν γὰρ τὸ ὑμᾶς σὲ καὶ αὐτούς ἐστιν. πῶς οὖν ἐμαυτοῦ ἀντωνυμία καὶ αἱ σύζυγοι ἐπιδέξονται ἀριθμὸν μαχόμενον τῷ ἰδιώματι τῆς συνθέσεως, καθὸ διάφορα πρόσωπα νοηθήσεται, ἐκ συλλήψεως, γενόμενα δευτέρου καὶ τρίτου καὶ πρώτου; τό γε μὴν τρίτον πρόσωπον, ἀπεωσμένον τῆς προειρημένης τηρήσεως, λέγω τῶν διαφόρων προσώπων, εὐέφικτον ἔσχεν τὴν εἰς τὸ πληθυντικὸν μετάθεσιν · ἦν γὰρ ἐκ τῶν αὐτῶν προσώπων συνεστηκός. φαίνεται δ’ὅτι καὶ κατὰ τὸν προειρημένον λόγον οὐκ ἀπορήσει τις δι’ἣν αἰτίαν ἐκ πληθυντικῶν πληθυντικαὶ συνθέσεις οὐκ ἐγένοντο ·
2.160ἐκ γὰρ τῶν ἁπλῶν πληθυντικῶν ἀντωνυμιῶν ἔστιν ἐπινοῆσαι τὸ μαχόμενον ὡς πρὸς τὴν σύνθετον ἀντωνυμίαν. εἴπομεν γὰρ ὅτι ἐπιμιξίαι διαφόρων προσώπων εἰσὶν ἐν πληθυντικοῖς · περισσὸν οὖν τὸ τὰς πληθυντικὰς ἀντωνυμίας συντίθεσθαι, ὅπου γε αἱ ἑνικαὶ ἀντωνυμίαι συντεθεῖσαι παρέμειναν τῷ ἑνικῷ ἀριθμῷ. ἀλλ’οὐ δὲ τὸ σφέας αὐτούς καὶ τὰ τοιαῦτα, οὐκ ὄντα ἐκ διαφόρων προσώπων, συνετέθη, καθὸ τὸ ἐσόμενον ἐξ αὐτῶν εὔχρηστον προειληφυῖα πληθυντικὴ προφορὰ περιέγραψεν, εἰς ἣν καὶ μεταλαμβάνονται · σφέας αὐτοὺς ἀρτύναντες, ἑαυτοὺς παρασκευάσαντες.
2.161ἐπεὶ οὖν ἐδείχθησαν ἀσύνθετοι πληθυντικαὶ ἀντωνυμίαι κατὰ τὸ προειρημένον τήρημα, φέρε καὶ εἰς ἐντέλειαν τοῦ λόγου περὶ τοῦ ἡμεδαπός καὶ ὑμεδαπός διαλάβωμεν, ἐπεί τινες οὐ δὲ κατ’ὀλίγον ἐνδοιάζουσιν ὡς παρὰ τὸ ἡμῶν καὶ τὸ ἔδαφος τὰ τῆς συνθέσεως ἀπετελέσθη. οἷς ἄν τις συνηγορήσειεν μαρτυρόμενος καὶ τὸν ἀπὸ τῆς φωνῆς λόγον καὶ τὸν ἀπὸ τοῦ δηλουμένου, εἴγε παντὶ συνθέτῳ τὸ τοιοῦτο παρακολουθεῖ. ἐν γὰρ τῷ μισογύνης καὶ τὸ μισεῖν ἔγκειται καὶ γυνή, καὶ ἐν τῷ φιλόπονος τὸ φιλεῖν καὶ πόνος. οὐ γὰρ τὰ ἐν μιᾷ λέξει ἁπλῇ πλείονα σημαίνοντα σύνθετα, ὡς ἐπὶ τοῦ τοξότης, σκυτεύς, κἂν ἐνέργειαν σημαίνῃ τὴν τοῦ τέμνειν, εἰ μὴ καὶ τὴν φωνὴν προσλάβοι ἐν τῷ σκυτοτόμος. ἐντεῦθεν τὸ Ἀρίσταρχος καὶ τὰ τούτῳ ὅμοια κύρια ὄντα πρὸς ἐνίων οὐ κατηριθμεῖτο εἰς τὰ σύνθετα, ὅτι μὴ καὶ τοῖς δηλουμένοις ἐκέχρητο. ἀλλ’ἐπί γε τούτων ἐδείκνυτο ὡς πρώτη σύνθεσις ἐπεκράτει, καθὼς ἔχει τὸ ἀρίσταρχος Ζεύς παρὰ τοῖς περὶ Βακχυλίδην, καὶ οὐχ ἐξ ὑστέρου γενομένη συμβολικὴ μετάθεσις. ἐγκειμένων οὖν καὶ τῶν φωνῶν καὶ τῶν σημαινομένων ἀκώλυτον τὸ φάναι σύνθετα τὰ σχήματα.
2.162ἀλλ’ἔδει, φασίν, αὐτὰ βαρύνεσθαι, καθὼς ἔχει τὸ ἄξιφος, δύσριγος, εὔτειχος. τὸ τοιοῦτο δ’οὐ συνεκτικόν · ἰδοὺ γὰρ καὶ ἐπ’ἄλλων συνθέσεων διάφοροι τόνοι ἐγένοντο. ὀξύνεται τὸ εὐτελής, εὐειδής, ἀλλ’οὐκέτι τὸ εὐμήκης, μεγακήτης, καθὸ τὸ η ἔχει παρεδρευόμενον. τί οὖν ἐμποδίζει τὸ φάναι · τὰ παρὰ τὸ ἔδαφος συντιθέμενα ὀξύνεται, καθὸ καὶ τὰ παρὰ τὸ ἔργον ἐν τῷ κακοεργός, ὑπουργός, εἰ μὴ τὰ ῥήματα προϋπέστη, λέγω τὸ ὑπουργῶ καὶ τὰ ὅμοια. ἀλλὰ κοινά, φασίν, αὐτὰ ἔδει εἶναι. πρὸς ἔστιν πάλιν φάναι ὡς ἅπαξ εἰ δέδοται ὀξεῖα τάσις, συνδοθήσεται καὶ τοῦ γένους παραλλαγή, εἴγε τὰ κοινὰ καὶ ἐν βαρείᾳ τάσει ἐστί, κακόπαστος, δύσριγος, κακόπαθος.
2.163εἴη οὖν καὶ τὰ τῆς ἀνασκευῆς ἀκριβέστερα, εἰ τῇδέ τις ἀποφαίνοιτο, ὡς οὐδέποτε ἀντωνυμία πρώτου δευτέρου προσώπου συντίθεται μετὰ ἄλλου μέρους λόγου, καὶ ὡς οὐδέποτε πληθυντικὴ ἀντωνυμία συντίθεται · παράγονται γὰρ μᾶλλον αἱ ἀντωνυμίαι ἤπερ συντίθενται μετὰ ἄλλου μέρους λόγου, καθάπερ παρὰ τὸ ἐμοῦ ἐμός, νῶιν νωίτερος, ἡμῶν ἡμέτερος. εἰ γὰρ δοθείη τὰ τῆς συνθέσεως, οὐ συστήσεται οὔτε ἐν ἀντωνυμίαις τὰ σχήματα οὔτε ἐν ὀνόμασιν. εἰ γὰρ ἐν ταῖς συνθέσεσιν τὰ τέλη ἐπικρατεῖ (εἴγε τὸ μισάνθρωπος ὄνομα κἂν τὸ μισεῖν ῥῆμα ἐνυπάρχει, καὶ τὸ εὐσεβῶ ῥῆμα κἂν τὸ εὖ ἐπίρρημα ἔγκειται, ὁμοίως καὶ τὸ χειρογραφῶ κἂν χεὶρ συνυπάρχει · καὶ ἕνεκα τοῦ τοιούτου πᾶν μέρος λόγου ἔστιν ἐπινοῆσαι τὸ αὐτό, καὶ ἁπλοῦν καὶ σύνθετον, λέγω τὸ δυνάμενον συντεθῆναι, οὐ μὴν τὴν πρόθεσιν καίτοι ἀπειράκις τοῦ μορίου συντεθειμένου, καθὸ σύνθεσις ἁπάντοτε αὐτῆς ἐν ἀρχῇ ἐστιν, δὲ ἀρχὴ οὐκ ἐπικρατεῖ) εἰ δὴ τοῦτο ἀληθές, πῶς οὐκ ὄνομα τὸ ἡμεδαπός, εἰ τὸ ἔδαφος ἔγκειται; ἀλλὰ πῶς ὄνομα τὸ ἀντ’ὀνόματος παραλαμβανόμενον; πῶς ὄνομα ὡρισμένου προσώπου διάκρισιν ποιεῖται; φαμὲν γὰρ ἡμεδαπός καὶ ὑμεδαπός, ἑαυτούςτε ἀντονομάζοντες καὶ πρὸς οὓς ἀπότασις.
2.164ἀλλά, φήσει τις, καὶ αἱ παραγωγαὶ ἐπικρατοῦσιν, εἴγε παρὰ τὸ ὀψέ ὀψινός οὐκ ἐπίρρημα, τότε παρὰ τὸ ποιῶ ῥῆμα ὄνομα, τὸ ποιητής. οὕτως εἰ παραγωγὸν τὸ ἡμεδαπός, δοθείη ἂν τὸ πᾶν ὄνομα εἶναι. πρὸς ὃν φήσομεν · τὸ ὀψινός ἀπέστησε τὸ ἐπίρρημα πτῶσιν καὶ γένος ἐπιδεξάμενον, ἐπιθετικῶς ἐπ’ὄνομα φερόμενον καὶ οὐκέτι ἐπὶ ῥῆμα, εἴγε διαφέρει τὸ ὀψὲ ἦλθε τοῦ ὀψινὸς Διονύσιος ἦλθεν · εἴγε τὸ ποιητής οὐκ ἐν ἀκολουθίᾳ ἐνέργειαν καὶ πάθος ἔχει, οὐ προσώπου διάκρισιν, οὐ χρόνου μετασχηματισμόν. τὸ μέντοι ἡμεδαπός, ἐπεὶ ἀντ’ὀνόματός ἐστιν, ἔτι τὰ πρόσωπα διακρίνει · οὐκ ἀπέστη οὖν τοῦ ἰδιώματος, καὶ ἕνεκα τούτου οὐ δὲ τῆς ὀνομασίας συναποστήσεται, λόγῳ καὶ τὸ ἡμέτερος μένει ἔτι ἀντωνυμία, κἂν κατὰ τὸ τέλος παραγωγὴ ὀνοματικὴ καθειστήκει · ἅπαντα γὰρ πάλιν διασῴζει τὰ τῆς ἀντωνυμίας.
2.165τοῦ τοιούτου δὲ ἀποδειχθέντος καὶ τὰ προειρημένα συλλήψεται τῷ λόγῳ, οὐ μὴν συνεκτικὰ γενήσεται, καθὼς πρόκειται, ἔτι καὶ τῆς γραφῆς ὁμολογούσης τὸ μὴ ἔχειν τὸ ἔδαφος. ψευδὴς οὖν ὑπόληψις ἐγένετο ἐκ τοῦ τὴν παραγωγὴν ὁμοίαν καθίστασθαι τῇ τοῦ ἐδάφους φωνῇ, καθότι καὶ ἄλλαι πλεῖσταί εἰσι τοιαῦται δόξαι, εἴγε τὸ χαλκήρης οὐ τὸ ἀρηρέναι ἔχει, ὅμοιον δέ ἐστιν τῷ […] […] Φανίας καὶ Ἀρχίας καὶ Γοργίας · οὐ δὲ μὴν ἔχει τὸ τηρεῖν τὸ μελιτηρὸν ἀγγεῖον, ἀπὸ γενικῆς δὲ τῆς μέλιτος, ὡς δείματος δειματηρός, καμάτου καματηρός, ὀλίσθου ὀλισθηρός · ἔστιν εἰς τὸ τοιοῦτο πάμπολλα παραθέσθαι. ὃν οὖν τρόπον καὶ ἄλλαι παραγωγαὶ λέξεως σημαινόμενον ἀποτελοῦσιν εἰς ἣν καὶ μεταλαμβάνονται (Κρονίδης γὰρ τοῦ Κρόνου υἱός, καὶ γοργότερος μᾶλλόν τινος γοργός, καὶ ἐν ἐπιρρήμασιν οἴκοθι ἐν οἴκῳ), τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ἡμεδαπός ἐθνικῶς παραχθὲν μετὰ τῆς παραγωγῆς καὶ τὸ σημαινόμενον ἔσχεν συντρέχον τῇ μεταλήψει τοῦ ὀνόματος.
2.166χρὴ μέντοι κἀκεῖνο ἐπιστῆσαι, δι’ἣν αἰτίαν ἀπὸ μόνων πληθυντικῶν παραγωγὴ ἐγένετο, τῶν κτητικῶν ἀντωνυμιῶν καθ’ἕκαστον ἀριθμὸν παρηγμένων, καὶ δι’ τι μέχρι τρίτου παραγωγὴ οὐ συνέτεινεν. ἀντὶ γὰρ τῆς σφεδαπός τὸ ἀλλοδαπός παρήχθη, καὶ οὐ τολμῶ τοῦτο φάναι, ὡς τὸ ἄλλος ἀντωνυμία ἐστίν, ὅπου γε καὶ μάχεται τῇ ἐννοίᾳ τῶν ἀντωνυμιῶν · γὰρ ὁρίζει ἀντωνυμία, ταῦτα ὑπὸ τοῦ ἄλλος ἀναιρούμενα ἀοριστοῦται, ἄλλος, οὐκ ἐγώ · ἄλλος, οὐ σύ.
2.167πρὸς μὲν οὖν τὸ πρότερον ἔστιν φάναι, ὡς μᾶλλον ἀνέφικτον ἦν ἐξ ἑνικῶν δυϊκῶν ἐθνικὴν παραγωγὴν γενέσθαι · οὐ γὰρ δή τις ἐπινοήσει ἔθνος ἐν ἑνὶ ἀνθρώπῳ δυσίν, ἐν μέντοι ἀπείροις, οἷον φάμενος οὗτος ἡμεδαπός ἐστι συλλαμβάνει ἑαυτόντε καὶ τοὺς σὺν αὐτῷ πολίτας. τό γε μὴν ἐμός, ἡμέτερος, φερόμενα ἐπὶ πάντα τὰ δυνάμενα ὑπὸ κτῆσιν πίπτειν, ἀδιάφορον ἔσχε τὸ ἀπὸ παντὸς ἀριθμοῦ τὴν παραγωγὴν ἀναδέξασθαι. (δι’ τῷ μὲν ἡμέτερος ὑπακούεται τὸ πολίτης, οὐ μὴν τῷ ἡμεδαπός · εἰς γὰρ τὸ τοιοῦτον παραγωγὴ ἐμόνασεν).
2.168ὑπὲρ δὲ τοῦ τὴν ἐν τῷ τρίτῳ προσώπῳ μὴ παραδεδέχθαι οἰήσεταί τις αἴτιον τὸ ἀσύνηθες τῆς ἀντωνυμίας · ὅπερ οὐ πιθανόν. ἔστι γοῦν καὶ τὸ σφετερίζεσθαι παρηγμένον ἀπὸ ἀσυνήθους τῆς σφῶν (καὶ ἔτι τὸ μὲν μῆλον ἀσύνηθες ὡς πρὸς τὴν ὀνομασίαν τὴν τοῦ προβάτου, οὐ μὴν τὸ ἀπ’αὐτοῦ παραγωγόν, λέγω τὸ μηλωτή · καὶ ἔτι τὸ δέρκεσθαι, οὐ μὴν τὸ δορκάς σύνθετον τὸ ὀξυδορκεῖν). φαίνεται γὰρ ὅτι φυσικώτερόν πως τὰ τῆς ἐλλείψεως ἐγένετο.
2.169ὃν γὰρ τρόπον οὐκ ἀπίθανος ἀφορμὴ ἐγένετο τῆς ἐν τρίτοις συνθέσεως, λέγω κατὰ τὸ πληθυντικόν, τῆς ἐν πρώτῳ καὶ δευτέρῳ προσώπῳ οὐκ ἐγγενομένης, τὸν αὐτὸν τρόπον ἐγγενομένων κατὰ τὴν παραγωγὴν τῶν κατὰ τὸ πρῶτον καὶ δεύτερον οὐκ ἐξακολουθήσει τὸ πάντως καὶ κατὰ τὸ τρίτον τὴν παραγωγὴν γενέσθαι. καὶ δῆλον ὅτι αἰτίας ὑπούσης ὁμόλογόν ἐστιν ὡς τὰ πρῶτα καὶ δεύτερα πληθυντικὰ σύλληψιν εἰς ἑαυτὰ ποιεῖται τῶν κατὰ τὸ τρίτον διαφόρων προσώπων. γὰρ λέγων ἡμᾶς ἑαυτόντε λέγει καὶ τὰ συνόντα ἔξωθεν αὐτῷ πρόσωπα, καὶ ἀποτεινόμενός τις ἐρεῖ πρός τινα ὑμᾶς, συλλαμβάνων πάλιν καὶ τὸ παρὸν πρόσωπον καὶ τὰ ἀπόντα. ἀπὸ δὴ τούτων ἐθνικὴ παραγωγὴ γινομένη τῇ ἐπικρατείᾳ τῶν ἐγκειμένων ἑνικῶν κατὰ τὸ πρῶτον καὶ δεύτερον ἓν καὶ τὸ αὐτὸ ἔθνος παραστήσει. τό γε μὴν τρίτον ἐκ πλειόνων τρίτων νοούμενον οὐ ποιήσεται ἐθνικὴν παραγωγήν · δηλώσει γὰρ οὐχ ἓν ἔθνος, ἀλλὰ πάντα τὰ δυνάμενα ἐμπεριλαμβάνεσθαι κατὰ τὸ τρίτον πληθυντικόν. οὐ γάρ, ὡς ἔφαμεν, ἓν ἐξ ἑνικῆς ἐπικρατείας τρίτον ἐστίν, ἵν’οὕτως καὶ ἐθνικὴ παραγωγὴ μία νοηθῇ ὡς ἐπὶ τοῦ ἡμεδαπός.
2.170ἄλλωςτε ἐγχωρούντων τῶν ἐθνικῶν ὀνομάτων κατὰ τὸ τρίτον παραλαμβάνεσθαι τὰ τοῦ ἐπιμερισμοῦ τῶν ἐθνικῶν γίνεται, ὅτε φαμὲν Περγαμηνός, Ἐδεσσηνός, Ἀλεξανδρεύς. ὅπερ οὐκ ἐνεχώρει ἐπὶ πρώτου καὶ δευτέρου, λέγω τὰ ὀνόματα παραλαμβάνεσθαι. εἰ γοῦν Ἀθηναῖος ἀφορῶν εἰς Ἀθηναῖον εἴποι ὅδε Ἀθηναίων πολίτης ἐστίν, ἑαυτὸν ἀποστήσει τοῦ ἔθνους, καθὸ οὐ συνείληπται τοῖς Ἀθηναίοις · συλλαμβανόμενος δὲ ἐν πρώτῳ γενήσεται προσώπῳ, καθότι αὐτὸς ἀποφαίνεται. καὶ εἰ τὸ ἐν πρώτῳ προσώπῳ παραλαμβανόμενον ὄνομα μὲν οὐ δύναται εἶναι, ἀντωνυμία δέ, σαφὲς ὅτι ἀντονομάσει ἑαυτόν. καὶ εἰ τὸ πρῶτον ἐπικρατεῖ τῶν διαφόρων προσώπων, οὐκ ἄλλο τι ἐγγενήσεται τὸ ἡμεδαπός, ὅπερ τὴν ἀνάλυσιν ἕξει εἰς τὸ ἡμῶν πολίτης, καθότι καὶ τὸ Κρονίδης εἰς τὸ τοῦ Κρόνου υἱός, καὶ τὰ τούτοις ὅμοια. αὐτὸς λόγος καὶ ἐπὶ τοῦ δευτέρου προσώπου. ἐπὶ γὰρ τρίτου γινωσκόμενα μὲν τὰ ἔθνη παραληφθήσεται αὐτοῖς τοῖς ὀνόμασιν, καθὼς ἔφαμεν, οὐ μὴν γινωσκόμενα παραγωγὴν ἀναδέξεται ἐξ ὀνόματος τοῦ ἀναιροῦντος τὰς θέσεις τῶν ὀνομάτων, λέγω τοῦ ἄλλων. τὸ γὰρ ἀλλοδαπός ἀποφάσκει τὸ οὐχ ἡμεδαπός ἐστιν, οὐχ ὑμεδαπός, οὐκ Ἀθηναίων πολίτης. κατ’οὐδένα λόγον ἄρα τοῖς ἀντωνυμικοῖς συζυγεῖ τῷ ἡμεδαπός καὶ ὑμεδαπός, κατὰ δὲ ἀναίρεσιν τῶν προειρημένων ἐθνῶν.