53εἷς ἔτι μοι καταλείπεται λόγος ὁ περὶ τῆς ὑποκρίσεως, ὡς κεκόσμηκε τὴν λέξιν ἁνήρ, ἀναγκαίας ἀρετῆς οὔσης περὶ λόγους καὶ μάλιστα τοὺς πολιτικούς. ἧς παρούσης μὲν καὶ ταῖς ἄλλαις ἀρεταῖς γίνεται χώρα καὶ τόπος, ἀπούσης δὲ οὐ δὲ ὁτιοῦν ὄφελος οὐ δ’ἐκείνων οὐδεμιᾶς. τεκμήραιτο δ’ἄν τις, ἡλίκην ἰσχὺν τοῦτο τὸ στοιχεῖον ἔχει, καταμαθών, ὅσον ἀλλήλων ἀλλάττουσιν οἱ τραγῳδίαςτε καὶ κωμῳδίας ὑποκρινόμενοι. τὰ γὰρ αὐτὰ ποιήματα λέγοντες οὐχ ὡσαύτως ἡμᾶς κηλοῦσιν ἅπαντες, ἀλλ’ἐνίοις ἐπαχθόμεθα καὶ ὥσπερ ἀδικούμενοί τι καθυποκρινομένοις καὶ διαφθείρουσι τὰς βουλήσεις τῶν ποιημάτων χαλεπαίνομεν. ταύτης δή φημι τῆς ἀρετῆς πάνυ δεῖν τοῖς ἐναγωνίοις λόγοις, εἰ μέλλουσιν ἕξειν πολὺ τὸ ἀληθινὸν καὶ ἔμψυχον. ἧς πλείστην ὥσπερ καὶ τῶν ἄλλων πρόνοιαν ἔσχεν οὗτος ὁ ἀνήρ. διττὴν δὲ τὴν φύσιν αὐτῆς οὖσαν ὁρῶν, περὶ ἄμφω τὰ μέρη σφόδρα ἐσπούδασε. καὶ γὰρ τὰ πάθη τὰ τῆς φωνῆς καὶ τὰ σχήματα τοῦ σώματος, ὡς κράτιστα ἕξειν ἔμελλεν, οὐ μικρῷ πόνῳ κατειργάσατο, καίτοι φύσει πρὸς ταῦτα οὐ πάνυ εὐτυχεῖ χρησάμενος, ὡς Δημήτριόςτε ὁ Φαληρεύς φησι καὶ οἱ ἄλλοι πάντες οἱ τὸν βίον αὐτοῦ συγγράψαντες. τί δὴ ταῦτα πρὸς τὴν λέξιν αὐτοῦ συντείνει; φαίη τις ἄν. ἡ λέξις μὲν οὖν, εἴποιμ’ἄν, οἰκείως κατεσκεύασται πρὸς ταῦτα, μεστὴ πολλῶν οὖσα ἠθῶν καὶ παθῶν καὶ διδάσκουσα, οἵας ὑποκρίσεως αὐτῇ δεῖ. ὥστε τοὺς ἀναγινώσκοντας τὸν ῥήτορα τοῦτον ἐπιμελῶς χρὴ παρατηρεῖν, ἵνα τοῦτον ἕκαστα λέγηται τὸν τρόπον, ᾗ ἐκεῖνος ἐβούλετο. αὐτὴ γὰρ ἡ λέξις διδάσκει τοὺς ἔχοντας ψυχὴν εὐκίνητον, μεθ’οἵας αὐτὴν ὑποκρίσεως ἐκφέρεσθαι δεήσει. ὃ δὴ ἐγὼ σαφὲς ἐπὶ τῶν παραδειγμάτων ποιήσω.