37τρεῖς γὰρ δὴ συνθέσεως σπουδαίας χαρακτῆρες οὗτοι οἱ γενικώτατοι, οἱ δ’ἄλλοι παρὰ τούτουςτε καὶ ἀπὸ τούτων εἰσὶ κατεσκευασμένοι, πολλοὶ σφόδρα ὄντες, ἐπιτάσειτε καὶ ἀνέσει διαφέροντες ἀλλήλων. εἰλικρινὴς μὲν οὖν ἁρμονία καὶ ἀκραιφνὴς χαρακτὴρ κατὰ πᾶν οὐκ ἂν εὑρεθείη παρ’οὐδενὶ οὔτε ἐμμέτρων οὔτε πεζῶν ποιητῇ λόγων, οὐ δὲ χρὴ μαρτύρια τοιαῦτα παρ’οὐδενὸς ἀπαιτεῖν. ὅπου γὰρ οὐ δὲ τῶν στοιχείων τῶν πρώτων, ἐξ ὧν ἡ τοῦ παντὸς συνέστη φύσις, γῆςτε καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, οὐδὲν εἰλικρινές ἐστιν, ἀλλὰ πάντα μετέχει πάντων, ὠνόμασται δ’ἕκαστον αὐτῶν κατὰ τὸ πλεονάζον, τί θαυμαστόν, εἰ αἱ τῆς λέξεως ἁρμονίαι τρεῖς οὖσαι τὸν ἀριθμὸν οὐκ ἔχουσιν εἰλικρινῆ τὴν φύσιν οὐ δ’ἀνεπίμικτον, ἀλλ’ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων αὐτοῖς ὀνόματόςτε ἠξίωνται καὶ χαρακτῆρος ἰδίου; ὥσθ’, ὅταν παρέχωμαι δείγματα ἑκάστης καὶ μαρτύρια φέρω, λέξεις τινὰς παρατιθεὶς τῶν χρησαμένων αὐταῖς ποιητῶντε καὶ συγγραφέων, μηδεὶς συκοφαντείτω τὰς ἐπιπλοκὰς καὶ τὰς κατὰ μόρια ποιότητας αὐτῶν, ἀλλὰ κατὰ τὸ πλεονάζον ἕκαστον τῶν παραλαμβανομένων σκοπείτω, τεκμαιρόμενος, εἰ πολλαχῇ τοιοῦτόν ἐστι τὸ δεικνύμενον, οὐκ εἰ ἁπανταχῇ.