On the Style of Demosthenes, Chapter 39

Dionysius of Halicarnassus

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 21
  21. 22
  22. 23
  23. 24
  24. 25
  25. 26
  26. 27
  27. 28
  28. 29
  29. 30
  30. 31
  31. 32
  32. 33
  33. 34
  34. 35
  35. 36
  36. 37
  37. 38
  38. 39
  39. 40
  40. 41
  41. 42
  42. 43
  43. 44
  44. 45
  45. 46
  46. 47
  47. 48
  48. 49
  49. 50
  50. 51
  51. 52
  52. 53
  53. 54
  54. 55
  55. 56
  56. 57
  57. 58
39

ἐν μὲν δὴ τοῖς ἐλαχίστοιςτε καὶ στοιχειώδεσι μορίοις τῆς λέξεως ταῦτα χαρακτηρικὰ τῆς πρώτης ἐστὶν ἁρμονίας, ἐν δὲ τοῖς καλουμένοις κώλοις, συντίθεται μὲν ἐκ τῶν ὀνομάτων, συμπληροῖ δὲ τὰς περιόδους, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὸ τοὺς ῥυθμοὺς τοὺς καταμετροῦντας αὐτὰ μὴ ταπεινοὺς μη δὲ μαλθακοὺς μη δ’ἀγεννεῖς εἶναι, ὑψηλοὺς δὲ καὶ ἀνδρώδεις καὶ μεγαλοπρεπεῖς. οὐ γὰρ δὴ φαῦλόν τι πρᾶγμα ῥυθμὸς ἐν λόγοις οὐ δὲ προσθήκης τινὸς μοῖραν ἔχον οὐκ ἀναγκαίας, ἀλλ’εἰ δεῖ τἀληθές, ὡς ἐμὴ δόξα, εἰπεῖν, ἁπάντων κυριώτατον τῶν γοητεύειν δυναμένων καὶ κηλεῖν τὰς ἀκοάς. πρὸς δὲ τοῖς ῥυθμοῖς καὶ τὸ τοὺς σχηματισμοὺς γενναίους εἶναι καὶ ἀξιωματικοὺς οὐ μόνον τοὺς κατὰ τὰς νοήσεις ἀλλὰ καὶ κατ’αὐτὴν τὴν λέξιν συνισταμένους. ἐξαριθμεῖσθαι δὲ νῦν, ὅσα γένη σχηματισμῶν ἐστι τῶντε κατωνομασμένων καὶ τῶν ἀκατονομάστων, καὶ τίσιν αὐτῶν τοιαύτη μάλιστα πέφυκεν ἁρμονία χαίρειν, οὐκ ἔχω καιρόν. ἔτι τῆς ἁρμονίας ταύτης οἰκεῖόν ἐστι καὶ τὸ τὰς περιόδους αὐτουργούς τινας εἶναι καὶ ἀφελεῖς καὶ μήτε συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν μήτε συμμεμετρημένας τῷ πνεύματι τοῦ λέγοντος μη δέ γε παραπληρώμασι τῶν ὀνομάτων οὐκ ἀναγκαίοις ὡς πρὸς τὴν ὑποκειμένην διάνοιαν χρωμένας μη δ’εἰς θεατρικούς τινας καὶ γλαφυροὺς καταληγούσας ῥυθμούς. καθόλου δέ γε οὐ δὲ ἀσπάζεται τὸ ἐμπερίοδον ἥδε σύνθεσις ὡς τὰ πολλά, ἀποιήτως δέ πως καὶ ἀφελῶς καὶ τὰ πλείω κομματικῶς κατεσκευάσθαι βούλεται, παράδειγμα ποιουμένη τὴν ἀκατάσκευον φύσιν. εἰ δέ ποτε ἀκολουθήσειεν τοῖς ἀνεπιτηδεύτως συντιθεμένοις κώλοις περιόδοις βάσεσιν εὔρυθμος, τὸ συμβὰν ἐκ τῆς αὐτομάτου τύχης οὐκ ἀπωθεῖται. καὶ ταῦτα δ’ἔτι τῆς ἀρχαίας καὶ αὐστηρᾶς ἁρμονίας ἐστὶ χαρακτηρικά · τὸ μήτε συνδέσμοις χρῆσθαι πολλοῖς μήτ’ἄρθροις συνεχέσιν ἀλλ’ἔστιν ὅτε καὶ τῶν ἀναγκαίων ἐλάττοσιν, τὸ μὴ χρονίζειν ἐπὶ τῶν αὐτῶν πτώσεων τὸν λόγον ἀλλὰ θαμινὰ μεταπίπτειν, τὸ τῆς ἀκολουθίας τῶν προεξενεχθέντων ὑπεροπτικῶς ἔχειν τὴν φράσιν μη δὲ κατ’ἄλληλα, τὸ περιττῶς καὶ ἰδίως καὶ μὴ κατὰ τὴν ὑπόληψιν βούλησιν τῶν πολλῶν συζεύγνυσθαι τὰ μόρια. καὶ παραδείγματα δὲ αὐτῆς ποιητῶν μὲν καὶ μελοποιῶν τ’Αἰσχύλου λέξις ὀλίγου δεῖν πᾶσα καὶ Πινδάρου, χωρὶς ὅτι μὴ τὰ Παρθένεια καὶ εἴ τινα τούτοις ὁμοίας ἀπαιτεῖ κατασκευάς · διαφαίνεται δέ τις ὁμοία κἀν τούτοις εὐγένεια καὶ σεμνότης ἁρμονίας τὸν ἀρχαῖον φυλάττουσα πίνον. συγγραφέων δὲ λαμπρότατόςτε καὶ μάλιστα τῶν ἄλλων κατορθῶν περὶ ταύτην τὴν ἰδέαν Θουκυδίδης. εἰ δέ τῳ δοκεῖ μαρτυρίων ἔτι δεῖν τῷ λόγῳ, παρελθὼν τοὺς ποιητὰς ἐκ τῆς Θουκυδίδου λέξεως ταυτί […] τούτου δὲ τοῦ πολέμου μῆκόςτε μέγα προὔβη, παθήματάτε ξυνέβη γενέσθαι τῇ Ἑλλάδι πολλὰ οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ. οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν αἳ μὲν ὑπὸ βαρβάρων, αἳ δὲ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων, εἰσὶ δὲ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι, οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος μὲν κατ’αὐτὸν τὸν πόλεμον, δὲ διὰ τὸ στασιάζειν. τάτε πρότερον ἀκοῇ μὲν λεγόμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη σεισμῶντε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίουτ’ἐκλείψεις, αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα συνέβησαν, αὐχμοίτ’ἔστιν παρ’οἷς μεγάλοι καὶ ἀπ’αὐτῶν καὶ λιμοὶ καὶ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα λοιμώδης νόσος. μὲν δὴ πρώτη τῶν ἁρμοντῶν γεννικὴ καὶ αὐστηρὰ καὶ μεγαλόφρων καὶ τὸ ἀρχαιοπρεπὲς διώκουσα τοιάδε τίς ἐστι κατὰ τὸν χαρακτῆρα.