Galen

On the Powers and Mixtures of Simple Drugs, 9

9.prooemium

προοίμιον. ὅσα μὲν τῶν φυτῶν ἐστι μόρια καὶ καρποὶ καὶ χυλοὶ καὶ ὀποὶ πρόσθεν εἴρηται · νυνὶ δὲ τῶν ὑπολοίπων φαρμάκων ὅσα μεταλλεύεται καὶ ὅσα τῆς γῆς αὐτῆς ἐστιν εἴδη πρόκειται διελθεῖν. ἐφεξῆς δ’αὐτῷ εἰρήσεταί τι καὶ περὶ τῶν ἐν τοῖς ζώοις μορίων, οἷς ἐν λόγῳ φαρμάκων χρώμεθα πρὸς τὰς ἰάσεις. κοινὸν δὲ τινα περὶ πάντων αὐτῶν λόγον ἄμεινον εἶναί μοι δοκεῖ προτάξαι σαφηνείαςτε ἅμα καὶ τοῦ διηρθρωμένως ἀκούειν ἕνεκα τῶν εἰρημένων. ἐὰν γὰρ ἕποιτό τις τὰ πάντα τοῖς γεγραφόσιν ἤτοι τὰς περὶ τῶν φαρμάκων πραγματείας τὰς περὶ ὕλης τὰς περὶ σκευασίας αὐτῶν, ἐν πολλοῖς σφαλήσεται μέγιστα καὶ παρακούσει τῶν ὑπ’ἐμοῦ διωρισμένως λεγομένων. δυοῖν δ’ὄντων κεφαλαίων τοῦ μέλλοντος λεχθήσεσθαι λόγου κοινοῦ, τὸ μὲν ἕτερόν ἐστιν εἰ τῶν αὐτοφυῶν φαρμάκων τὰ κεκαυμένα θερμότερα χρὴ νομίζειν ψυχρότερα, τὸ δ’ἕτερον ὑπὲρ τῶν στυφόντων φαρμάκων, ὧν ἐν εἴδει πρόσθεν ἐδείχθη τὰ αὐστηρὰ καὶ τὰ στρυφνά. λέλεκται μὲν οὖν ἤδη περὶ τούτων ἐν τῷ τετάρτῳ τῶνδε τῶν βιβλίων, ἀναμνῆσαι δὲ καὶ νῦν ἄμεινον ὡς ἐναντιωτάτη φαίνεται ποιότης καὶ δύναμις εἶναι τοῖς στύφουσι φαρμάκοις πρὸς τὰ δριμέα. στύφει μὲν γὰρ ἀκακία καὶ βαλαύστιον, ὑπόκυστίςτε καὶ κύτινοι καὶ κηκὶς καὶ ῥῆον καὶ ῥοῦς, ὀμφάκιόντε καὶ μέσπιλα, καὶ κρανία καὶ ῥοιᾶς λέμματα καὶ μύρτα. δριμέα δ’ἐστὶν εὐφόρβιον καὶ σκόροδα καὶ κρόμμυα καὶ πράσα καὶ νᾶπυ καὶ πέπερι καὶ γιγγίβερι καὶ σμύρνιον, ὀρίγανόντε καὶ γλήχων, καὶ καλαμίνθη καὶ θύμος. χρὴ τοίνυν ἀναμνησθῆναι μόνον ἡμᾶς ὁποίαν αἴσθησιν ἔχομεν ἑκάστου τῶν εἰρημένων. ἀκολουθήσει γὰρ εὐθέως διαφορὰ τῆς ποιότητος αὐτῶν, ἣν ἐν τῷ τετάρτῳ λόγῳ διῆλθον ἅμα ταῖς ἄλλαις γευσταῖς ἁπάσαις διαφοραῖς. συνάγει μὲν οὖν καὶ σφίγγει καὶ πιλεῖ τὴν οὐσίαν ἡμῶν τὰ στύφοντα, καὶ διὰ τοῦτο ἐπιτιθέμενα, καθ’ τι ἂν ἐθελήσῃς μέλος ἔξωθεν, εὐθέως ἀποδείκνυσιν αὐτὸ ῥυσόντε καὶ προσεσταλμένον. ἔμπαλιν δὲ τούτοις τὰ δριμέα κατὰ τοῦ δέρματος ἐπιτιθέμενα θερμαίνειτε σαφῶς αὐτὸ καὶ εἰς ὄγκον συναίρει σὺν ἐρυθρῷ χρώματι, καὶ εἰ χρονίσειεν, ἑλκοῖ. ταῦτα μὲν οὖν ἐναργῶς φαίνεται τέμνοντάτε καὶ θερμαίνοντα, καὶ διὰ τοῦθ’ἕλκοντα πρὸς ἑαυτὰ τὸ ἐκ τῶν πλησιαζόντων μορίων αἷμα. τὰ στύφοντα δ’ἀποκρουόμενα τὸ περιεχόμενον ἐν αὐτοῖς τῷ ψύχειντε καὶ συνάγειν καὶ πιλεῖν πέφυκεν. δύναμίςτε οὖν ἐναντιωτάτη τοῖς στύφουσίν ἐστι πρὸς τὰ δριμέα, καὶ κατὰ τὴν γεῦσιν ποιότης οὐδὲν ὅμοιον ἔχουσα. πῶς οὖν ἔνιοι καὶ τὸ πέπερι καὶ τὰ σκόροδα καὶ πάντα τὰ δριμέα στύφειν λέγουσιν οὐ δ’ἐπινοῆσαι δυνατόν. εἰ μὲν γὰρ ὥσπερ ταῦτα στύφειν, οὕτω καὶ ῥοῦν καὶ βαλαύστιον ὀμφάκιόντε καὶ μέσπιλον ὅσατ’ἄλλα τοιαῦτα δριμέα προσηγόρευον, ὑπαλλάττοντες τὸ τῶν Ἑλλήνων ἔθος ἐν τοῖς ὀνόμασιν, ἀγνοεῖν μὲν ἂν αὐτοὺς ὑπολάβοιμεν τὰς φωνὰς τῶν Ἑλλήνων ἅμα τοῖς ὑπ’αὐτῶν σημαινομένοις, οὐ μὴν ἀναισθήτους γε κατὰ τὴν γευστικὴν εἶναι δύναμιν, τὴν ὀσφρητικήν · ἐπεὶ δ’ἑνὶ προσαγορεύουσιν ὀνόματι πράγματα δύο, καὶ τῇ κατὰ τὴν ὄσφρησιν αἰσθήσει καὶ τῇ κατὰ τὴν γεῦσιν, οἷςτε φαίνονται πράττοντα φύσιν ἐναντιωτάτην ἀλλήλοις ἔχοντα, θαυμάσαι προσήκει τοὺς ἀνθρώπους ἕνεκεν τῆς ἀναισθησίας τῆς ἀνοίας καὶ ἀμφοτέρου ἅμα. παραπλήσιον γάρ τοι ποιοῦσιν τῷ λέγοντι τὴν χιόνα τῷ πυρὶ τὴν αὐτὴν αἴσθησιν ἐργάζεσθαι, καί τις ὑπὸ συνηθείας τῆς εἰς τοσοῦτον ἀλλοκότου χρήσεως τῶν ὀνομάτων, ἔφη μοί ποτε μηδὲν κωλύειν φάναι τὴν αὐτὴν ἔχειν ποιότητάτε καὶ δύναμιν τῷ πυρὶ τὴν χιόνα · καὶ γὰρ καὶ ταύτην ὦφθαι πολλάκις ἀποκαίουσαν τοὺς πόδας τῶν δι’αὐτῆς ἐπιπολὺ βαδισάντων · τῶν μὲν δὴ τοιούτων ἀνθρώπων οὐ σμικροῦ χρόνου χρεία τὸν ῥύπον ἀποκαθῆραι τῆς ψυχῆς. ὅσοι δ’οὐχ οὕτως ἠτύχησαν ὡς ἐν ἀμαθίᾳ τελέᾳ διαβιῶναι, προανεγνωκόσι τὸ τέταρτον τῶνδε τῶν ὑπομνημάτων, ἀρκεῖ τούτοις ἀναμνήσεως ἕνεκα τὰ μέχρι δεῦρο λελεγμένα, χάριν τοῦ διηρθρωμένως ἀκούειν τῶν ὀνομάτων ἐφ’ἑκάστου τῶν οἰκείων πραγμάτων, ὡς ἅπαντες Ἕλληνες εἰώθασιν χρῆσθαι. μεταβήσομαι δ’ἐπὶ τὸ δεύτερον ἤδη σκέμμα, μηκέθ’ὑπὲρ ὀνόματόςτε καὶ τοῦ κατ’αὐτὸ σημαινομένου γιγνόμενον, ἀλλὰ περὶ φύσεως πράγματος. οἱ μὲν γὰρ πλεῖστοι νομίζουσι τὰ καυθέντα πάντα ψυχρότερα γίγνεσθαι σφῶν αὐτῶν, ἔνιοι δ’ἔμπαλιν αὐξάνεσθαι τὴν θερμασίαν οἴονται τῶν καυθέντων ἁπάντων, ἁμαρτάνοντες ἑκάτεροι. φανίονται γὰρ ἐναργῶς ἔνια μὲν θερμότερα γινόμενα, κατάτε τὴν γεῦσιν καὶ τὴν ἁφὴν καὶ τὴν ἐν τῇ χρήσει θεωρουμένην δύναμιν, ὡς ἔμπροσθεν εἶπον ἐπίτε τῶν δριμέων καὶ τῶν στυφόντων, ἔνια δ’ἔμπαλιν ἧττον θερμὰ φαινόμενα μετὰ τὸ καυθῆναι · καὶ τοῦτο διαγινώσκομεν σαφῶς τῇτε αἰσθήσει καὶ τῇ χρήσει. λέγω δὲ χρῆσιν, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν εἶπον, ὅταν ἐπιτιθέντα τῷ δέρματι τὰ μὲν ἐρυθρότεράτε καὶ θερμότερα αὐτὰ ποιῇ, τὰ δὲ ἄναιμάτε καὶ ψυχρὰ, καὶ τὰ μὲν εἰς ὄγκον ἐξαίρῃ, τὰ δὲ προστέλλῃ. τὰ μὲν οὖν δριμέα πολὺ τῆς θερμότητος ἀπόλλυσι καυθέντα, τὰ δὲ μὴ τοιαῦτα προσλαμβάνει, τελέως δὲ ψυχρὸν οὐδὲν τῶν καυθέντων ἐστίν. ἐγκαταλείπεται γὰρ αὐτοῖς οἷον ἐμπύρευμά τι · καὶ γὰρ προσηγόρευεν οὕτως Ἀριστοτέλης αὐτὸ, καὶ τοῦτ’ἔστι τὸ κατὰ τὰς πλύσεις ἀπορρυπτόμενον. ἔστι δὲ τὸ λεπτομερέστατον τῆς τῶν καυθέντων οὐσίας, οὗ συναπελθόντος τῷ ὕδατι τὸ λοιπὸν τοῦ καυθέντος οὐσία γεώδης ἐστί. τὸ μὲν γὰρ ὑγρὸν ἅπαν καῦσις ἐκδαπανᾷ, τὸ δ’ὑπολειπόμενον γεῶδές ἐστιν ἅμα τῷ πρὸς Ἀριστοτέλους ἐμπυρεύματι κληθέντι. τοῦτ’οὖν ὅταν τις ἀφέληται καὶ χωρίσῃ τῇ πλύσει, τὸ μὲν ὕδωρ, τὸ φάρμακον ἐπλύθη, θερμὴν δύναμιν ἐπεκτήσατο λεπτομερῆ, τὸ δ’ὑπόλοιπον γίνεται γεῶδες ψυχρὸν, ξηραίνειν ἀδήκτως δυνάμενον. εἴρηται μὲν οὖν μοι καὶ περὶ τούτων ἔμπροσθεν, ἀλλ’οὐδὲν χεῖρον ἀναμνῆσαι καὶ νῦν, ἵνα τις ὑπόγυον ἐσχηκὼς τὴν ἀνάμνησιν αὐτῶν ἕπηται τοῖς λεχθησομένοις ἀκριβέστερον.

9.1

9.1.3περὶ τῶν γῶν. δυοῖν σημαινομένων πραγμάτων ἐκ τοῦ τῆς γῆς ὀνόματος ἀναγκαῖόν ἐστιν διαστεῖλαι πρότερον αὐτὰ σαφηνείας ἕνεκα τῶν λεχθησομένων. τὸ μὲν οὖν ἕτερον αὐτῶν σύνηθές ἐστιν ἅπασι τοῖς Ἕλλησιν. ὅταντε γὰρ σπείρουσιν πυροὺς κριθὰς τι τῶν ἄλλων σπερμάτων, δημήτρια καλεῖται, μετρίως ὑγρὰν εἶναι χρῆναί φασι τὴν γῆν. ὅταντε φυτεύουσιν ἀμπέλους συκὰς ἐλαίας τι τῶν ἄλλων δένδρων, φυλάττεσθαι κελεύουσι τήντ’ἄνικμον ἐσχάτως καὶ ξηρὰν τήνθ’ὑγρὰν καὶ πηλώδη. καὶ γὰρ οὖν ὀνομάζουσι πηλὸν τὴν γῆν ὑγρῷ φυραθεῖσαν, οἵτε τὰ γεωργικὰ γράψαντες ἐν ταῖς τῶν χωρίων διαφοραῖς τάτε μελάγγαια καὶ ἀργιλώδη καὶ ψαμμώδη διαστελλόμενα λέγουσιν. καλοῦσι δὲ καὶ λιπαρὰν γῆν, ἐξ ἧς πηλὸς γίνεται γλίσχρος. ἑτέραντε κατὰ τοὐναντίον τῇδε διακειμένην, ἀλιπῆ καὶ ψαθυρὸν, ὡς ἂν εἴποι τις, ἐργαζομένη τὸν πηλόν. ἓν μὲν δὴ τοῦτο σημαινόμενόν ἐστι τοῦ τῆς γῆς ὀνόματος ἅπασι σύνηθες. ἕτερον δὲ μόνον τοῖς φιλοσόφοις, ἐπειδὴ λέγωσι τῶν σωμάτων στοιχεῖα γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ. τὸ γὰρ ξηρὸν ἐσχάτως σῶμα καὶ ψυχρὸν ὀνομάζουσι γῆν. κατὰ τούτους οὖν οὐδὲν μὲν τῶν συνθέτων τούτων σωμάτων ἐστὶν στοιχειώδης γῆ, πλεῖστον μέντοι τῆς γῆς ἔχειν αὐτά φασιν, οἷον τόντε ἀδάμαντα καὶ τὰς πέτρας, καὶ ὅσῳ γ’ἂν ὦσι σκληρότερα τὸ σῶμα, τοσούτῳ μᾶλλον αὐτὰ εἶναί φασι γεωδέστερα ἔμπαλιν τοῖς γεωργοῖς. οὐ γὰρ τὴν σκληροτέραν σύστασιν τῶν σωμάτων ὀνομάζουσιν οὗτοι γεωδεστέραν, ἀλλὰ λίθους μὲν καὶ πέτρας τὰ τοιαῦτα καλοῦσιν ἀνεπιτηδειότατα πρὸς γεωργίαν. ἀκριβεστάτην δὲ γῆν εἶναί φασι τὴν πορρωτάτην τῇ συ στάσει τῆς πέτρας, ὅπου γε καὶ τὴν ἀργιλώδητε καὶ τὴν ψαμμώδη μέμφονται πρὸς τὰ πλεῖστα. κατὰ μὲν οὖν τὸ παρὰ τοῖς φιλοσόφοις σημαινόμενον αἱ τῆς γῆς διαφοραὶ τρισὶν ὁρισθήσονται γένεσιν. ἔστι γὰρ τὸ μέν τι λίθος αὐτῆς, τὸ δὲ μεταλλευτόν τι σῶμα, τὸ δὲ τρίτον γεωργουμένη γῆ, διαφωνίας γεγονυίας παρ’αὐτοῖς περὶ τῶν χεομένων μεταλλευτῶν σωμάτων, οἷον χαλκοῦ καὶ κασσιτέρου καὶ μολύβδου. ταῦτα γὰρ ἔνιοί φασιν οὐ γῆς, ἀλλ’ὕδατος ἔχειν τὸ πλέον. οἵ γε μὴν ἄλλοι πάντες ἄνθρωποι γῆν ὀνομάζουσιν ἐκείνην μόνην τὴν οὐσίαν, ἥτις ὑγρῷ φυραθεῖσα πηλὸς γίνεται. περὶ ἧς κᾀγὼ νῦν ἔγνωκα τὰς διαφορὰς εἰπεῖν, ἐκεῖνο μόνον ἔτι προσθεὶς, ὡς προειρημένη τομὴ τῶν γεωδῶν σωμάτων εἴςτε λίθους καὶ τὰ μεταλλευόμενα καὶ τὴν γεωργουμένην γῆν ἄνευ τῶν φυσικῶν ἰδίως ὀνομαζομένων σωμάτων εἴρηται. τούτων δὲ προσιόντων καὶ τὰ ξύλα πάντα καὶ καρπῶν μόρια πολλὰ, καθάπερ καὶ ζώων, ὀνομασθήσεται γεώδη τὴν οὐσίαν εἶναι. καρπῶν μὲν μόρια, πυρῆνες ἐλαιῶν καὶ γίγαρτα σταφυλῶν καὶ καρύων λέμματα καὶ κώνων, ἕτεράτε πολλὰ τοιαῦτα, τῶν ζώων δὲ τάτ’ὀστέα καὶ τὰ κέρατα καὶ οἱ ὀδόντες. ἀλλὰ περὶ μὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὅσα γεώδη καὶ σκληρὰ, τὸ μέν πού τι καὶ πρόσθεν εἴρηται, τὸ δ’ἂν καὶ νῦν ῥηθείη · περὶ δὲ τῶν ἐν τοῖς ζώοις ἐφεξῆς εἰρήσεται, πρότερον διελθόντος μου τὰ κατὰ τὴν γῆν εἴδη. καλεῖν μὲν γὰρ ἔξεστί σοι καὶ διαφορὰς αὐτὰ καὶ εἴδη καὶ γένη. λέγω δὴ ταῦτα λίθουςτε καὶ τὰ μεταλλευτὰ σώματα, καὶ τὴν εἰς πηλὸν λυομένην γῆν, καὶ πρῶτόν γε τὰς διαφορὰς ἐρῶ τῆς ὑπὸ πάντων Ἑλλήνων ὀνομαζομένης γῆς, ἥτις ἔχει κοινὸν ὕδατι πλησιάσασα, διαλύεσθαι παραχρῆμα καὶ πηλὸν γίνεσθαι. τὸ γὰρ τῆς παρὰ τοῖς φιλοσόφοις οὕτω καλούμενον οὐ κοινὸν ἅπασιν, ἀλλ’ἐκείνοις μόνοις σύνηθες ἔχει τοὶ σημαινόμενον. γῆν ἔφην ὀνομάζεσθαι σύνηθες ἅπασιν Ἕλλησιν, ἥτις ἂν εἰς τὸ ὑγρὸν ἐμβληθεῖσα παραχρῆμα διαλύεταίτε καὶ πηλὸς γίνεται. ταύτης οὖν μέν τίς ἐστιν ἣν γεωργοῦσιν οἱ ἄνθρωποι, διαφορὰς ἔχουσά τινας μὲν κατὰ τὸν ἴδιον λόγον ἐν τῷ λιπαράτε εἶναι καὶ γλίσχρος, ἥτις πάντως ἐστὶ καὶ μέλαινα τὴν χρόαν. δὲ ψαθυρωτέρατε καὶ ἀλιπὴς, ἣν καλοῦσιν ἄργιλον, οὖσα καὶ ἥδε λευκοτέρα πως. ἐναντιώταται μὲν αὗται διαφοραί · αἱ δ’ἄλλαι μεταξὺ τούτων, ἤτοι τῇ ἑτέρᾳ πλησιάζουσαι μᾶλλον τῇ ἑτέρᾳ, τινὲς δὲ κᾀν τῷ μέσῳ δοκεῖν ἀκριβῶς εἶναι, τὴν ἴσην ἀμφοῖν ἀφεστηκυῖαι διάστασιν. αἱ δ’ἐξ ἐπιμιξίας ἑτερογενῶν σωμάτων διαφοραὶ τῆς γῆς εἰσι, καθὸ λιθώδειςτε καὶ ψαμμώδεις ὑπάρχουσιν, καὶ χωρίζουσί γε τῶν τοιούτων τὴν μεμιγμένην οὐσίαν, ἀναδεύσαντες καὶ ἀναφυράσαντες ὕδατι πολλῷ, μέχρι τοῦ πᾶν ὑγρὸν ἐργάσασθαι. καθισταμένου γὰρ τούτου τὸ μὲν τῆς λιθώδουςτε καὶ ψαμμώδους ἐμφερόμενον ὑφιζάνει πᾶν, ἐποχεῖται δὲ ἀκριβὴς γῆ. τοιοῦτον γάρ τι καὶ κατὰ τὴν Λημνίαν γίνεται γῆν, ἣν μίλτον ὀνομάζουσιν ἔνιοι Λημνίαν καί τινες ἄλλοι σφραγῖδα Λημνίαν, διὰ τὴν ἐπιβαλλομένην αὐτῇ σφραγῖδα τῆς Ἀρτέμιδος ἱεράν. ταύτην γάρ τοι τὴν γῆν ἱέρεια λαμβάνουσα μετά τινος ἐπιχωρίου τιμῆς, οὐ ζώων θυομένων, ἀλλὰ πυρῶν καὶ κριθῶν ἀντιδιδομένων τῷ χωρίῳ, κομίζει μὲν εἰς τὴν πόλιν ἀναφυράσασα ὕδατι καὶ πηλὸν ὑγρὸν ἐργασαμένη καὶ τοῦτον ταράξασα σφοδρῶς, εἶτ’ἐάσασα καταστῆναι, πρῶτον μὲν ἀφαιρεῖ τὸ ἐπιπολῆς ὕδωρ, εἶθ’ὑπ’αὐτῷ τὸ λιπαρὸν τῆς γῆς λαβοῦσα καὶ μόνον ἀπολιποῦσα τὸ ὑφιζηκὸς λιθῶδέςτε καὶ ψαμμῶδες, ὅπερ καὶ ἄχρηστόν ἐστιν, ἄχρι τοσούτου ξηραίνει τὸν λιπαρὸν πηλὸν, ἄχρις ἂν εἰς σύστασιν ἀφίκηται μαλακοῦ κηροῦ, καὶ τούτου λαμβάνουσα μόρια σμικρὰ τὴν ἱερὰν τῆς Ἀρτέμιδος ἐπιβάλλει σφραγῖδα, κἄπειτα πάλιν ἐν σκιᾷ ξηραίνει, μέχρις ἂν ἀκριβῶς ἄνικμος ἀποτελεσθῇ, καὶ γένηται τοῦτο δὴ τὸ γινωσκόμενον ἰατροῖς ἅπασι φάρμακον Λημνία σφραγίς. οὕτω γὰρ αὐτὴν ὀνομάζουσιν, ὡς ἔφην, ἔνιοι διὰ τὴν ἐπιβαλλομένην αὐτῇ σφραγῖδα, καθάπερ γε καὶ διὰ τὴν χρόαν ἔνιοι Λημνίαν μίλτον. ἔχει μὲν οὖν τὴν χρόαν τὴν αὐτὴν τῇ μίλτῳ, διαφέρει δ’αὐτῆς τῷ μὴ μολύνειν ἁπτομένην, καθάπερ ἐκείνην, καὶ κατά γε τὸν λόφον ἐν τῇ Λήμνῳ τὸν ὅλον ὄντα κιρρὸν τῇ χρόᾳ, καθ’ὃν οὔτε δένδρον ἐστὶν οὔτε πέτρα οὔτε φυτὸν, μόνη δ’ τοιαύτη γῆ. τρεῖς δ’αὐτῆς εὑρίσκονται διαφοραί · μία μὲν προειρημένη τῆς ἱερᾶς γῆς, ἧς οὐδεὶς ἄλλος ἅπτεται πλὴν τῆς ἱερείας. δευτέρα δ’ἑτέρα τῆς ὄντως μίλτου, χρῶνται δ’οἱ τέκτονες αὐτῇ μάλιστα. τρίτη δ’ τῆς ῥυπούσης, χρῶνται τῶν πλυνόντων ὀθόναςτε καὶ ἐσθῆτας οἱ βουληθέντες. ἀνεγνωκὼς δὲ ἐγὼ παράτε Διοσκορίδῃ καὶ ἄλλοις τισὶ μίγνυσθαι τράγειον αἷμα τῇ Λημνίᾳ γῇ, κᾀκ τοῦ διὰ μίξεως ταύτης γενομένου πηλοῦ τὴν ἱέρειαν ἀναπλάττειντε καὶ σφραγίζειν ἃς ὀνομάζουσι Λημνίας σφραγῖδας, ὠρέχθην αὐτὸς ἱστορῆσαι τὴν συμμετρίαν τῆς μίξεως. ὥσπερ οὖν εἰς Κύπρον ἕνεκα τῶν ἐν αὐτῇ μετάλλων, εἴςτε τὴν κοίλην Συρίαν, μόριον οὖσαν τῆς Παλαιστίνης, ἕνεκεν ἀσφάλτου καί τινων ἄλλων κατ’αὐτὴν ἀξίων ἱστορίας ἐπορεύθην, οὕτως καὶ εἰς Λῆμνον οὐκ ὤκνησα πλεῦσαι, θεασόμενος ὁπόσον μίγνυται τοῦ αἵματος τῇ γῇ. καὶ τό γε δεύτερον ἐξ Ἀσίας εἰς Ῥώμην ἀφικέσθαι πεζῇ πορευόμενος διὰ Θρᾴκηςτε καὶ Μακεδονίας, ἔπλευσα πρότερον ἀπὸ Τρῳάδος Ἀλεξανδρείας εἰς Λῆμνον, ἐπιτυχὼν εἰς Θεσσαλονίκην ἀναγομένου πλοίου, συνθεμένῳ τῷ ναυκλήρῳ παραβάλλειν πρότερον τῇ Λήμνῳ · δὲ προσέσχε μὲν, οὐ μὴν γ’ἐχρῆν πόλει. τὴν ἀρχὴν γὰρ οὐ δ’ἠπιστάμην δύο πόλεις εἶναι κατὰ τὴν νῆσον, ἀλλὰ ᾤμην, ὡς Σάμον καὶ Χίον καὶ Κῶ Ἄνδροντε καὶ Τῆνον καὶ πάσας τὰς κατὰ τὸ Αἰγαῖον, οὕτω καὶ τὴν Λῆμνον ὁμώνυμον ἔχειν πόλιν ὅλῃ τῇ νήσῳ μίαν. ὡς δὲ ἀποβὰς τῆς νεὼς, ἔγνων Μυρίναν μὲν ὀνομάζεσθαι τὴν πόλιν, εἶναι δ’οὔτε κατὰ Φιλοκτήτην οὔτε κατὰ τὸ ἱερὸν τοῦ Ἡφαίστου λόφον ἐν τῇ χώρᾳ τῆς πόλεως ἐκείνης, ἀλλ’ἐν ἑτέρᾳ τῇ Ἡφαιστιάδι καλουμένῃ, καὶ οὐ δ’ἐγγὺς εἶναι τὴν πόλιν ἐκείνην τῆς Μυρίνης, τε ναύκληρος οὐκ ἠδύνατό με περιμένειν, ἀνεβαλλόμην εἰσαῦθις, ὅταν ἀπὸ Ῥώμης εἰς Ἀσίαν ἀφίκωμαι, θεάσασθαι τὴν Ἡφαιστιάδα. καί μοι τοῦτ’ἐπράχθη, καθάπερ ἤλπισάτε καὶ προὐθέμην. ὡς γὰρ ἀπὸ τῆς Ἰταλίας διαβαλὼν εἰς τὴν Μακεδονίαν καὶ σχεδὸν ὅλην αὐτὴν ὁδοιπορήσας ἐν Φιλίπποις ἐγενόμην, ἥπερ ἐστὶν ὅμορος τῇ Θρᾴκῃ πόλις, ἐντεῦθεν ἐπὶ τὴν πλησίον θάλατταν εἴκοσιν ἐπὶ τοῖς ἑκατὸν ἀπέχουσαν στάδια κατελθὼν, ἔπλευσα πρότερον μὲν εἰς Θάσον ἐγγύς που διακοσίους σταδίους, ἐκεῖθεν δὲ εἰς Λῆμνον ἑπτακοσίους, εἶτ’αὖθις ἀπὸ Λήμνου τοὺς ἴσους ἑπτακοσίους εἰς Ἀλεξανδρείαν Τρῳάδα. καὶ διὰ τοῦτ’ἐξεπίτηδες ἔγραψα περίτε τοῦ πλοῦ καὶ τῶν σταδίων, ὅπως εἴ τις ἐθέλῃ θεάσασθαι καὶ αὐτὸς ὁμοίως ἐμοὶ τὴν Ἡφαιστιάδα διαγινώσκων τὴν θέσιν αὐτῆς, οὕτως παρασκευάζοιτο πρὸς τὸν πλοῦν. ἐν γάρ τοι τῇ ὅλῃ νήσῳ τῇ Λήμνῳ, κατὰ μὲν τὸ πρὸς ταῖς ἀνατολαῖς μέρος αὐτῆς ἐστιν Ἡφαιστιὰς, κατὰ δὲ τὸ πρὸς ταῖς δυσμαῖς Μυρίνα. καὶ τό γε ὑπὸ τοῦ ποιητοῦ λεγόμενον ἐπὶ τοῦ Ἡφαίστου, κάππεσεν ἐν Λήμνῳ, διὰ τὴν φύσιν τοῦ λόφου δοκεῖ μοι τὸν μῦθον ἐπίστασθαι. φαίνεται γὰρ ὁμοιότατος κεκαυμένῳ κατά γε τὴν χρόαν καὶ διὰ τὸ μηδὲν ἐν αὐτῷ φύεσθαι. εἰς τοῦτον οὖν τὸν λόφον τε ἱέρεια παραγενομένη, καθ’ὃν ἐγὼ καιρὸν ἐπέβην τῆς νήσου, καί τινα πυρῶντε καὶ κριθῶν ἀριθμὸν ἐμβάλλουσα τῇ γῇ καὶ ἄλλα τινὰ ποιήσασα κατὰ τὸν ἐπιχώριον σεβασμὸν, ἐπλήρωσεν μὲν ὅλην ἅμαξαν τῆς γῆς. κομίσασα δ’εἰς τὴν πόλιν, ὡς εἶπον ἀρτίως, ἐσκεύασε τὰς πολυθρυλήτους Λημνίας σφραγῖδας. ἔδοξεν οὖν μοι πυθέσθαι μή τι πρότερόν ποτε τράγειον αἴγειον αἷμα τῇ γῇ ταύτῃ μιγνύμενον ἐν ἱστορίᾳ παρειλήφασιν. ἐφ’ πεύσει πάντες οἱ ἀκούσαντες ἐγέλασαν, οὐχ οἱ τυχόντες ἄνδρες ὄντες, ἀλλὰ καὶ πάνυ πεπαιδευμένοι τάτ’ἄλλα καὶ τὴν ἐπιχώριον ἱστορίαν ἅπασαν. ἀλλὰ καὶ βιβλίον ἔλαβον. παρά τινος αὐτῶν, γεγραμμένον ὑπό τινος τῶν ἐπιχωρίων ἀνδρῶν ἔμπροσθεν, ἐν τὴν χρῆσιν ἅπασαν ἐδίδασκε τῆς Λημνίας γῆς, ὅθεν οὐκ ὤκνησα κᾀγὼ πειραθῆναι τοῦ φαρμάκου, δισμυρίας λαβὼν σφραγῖδας. ἐχρῆτο δὲ καὶ αὐτὸς δοὺς τὸ βιβλίον, ἐν τοῖς πρώτοις ἀριθμούμενος τῆς Ἡφαιστιάδος, εἰς πολλὰ τῷ φαρμάκῳ. καὶ γὰρ ἐπὶ τραυμάτων καὶ παλαιῶν καὶ δυσεπουλώτων ἐχεοδήκτωντε καὶ ὅλως θηριοδήκτων, ἐπίτε τῶν θανασίμων φαρμάκων, οὐ προδιδοὺς μόνον, ἀλλὰ καὶ ἐπιδιδοὺς, ἐχρῆτο τῇ σφραγῖδι. ἔφασκε δὲ καὶ τοῦ διὰ τῶν ἀρκευθίδων φαρμάκου πεῖραν ἔχειν, εἰς καὶ τῆς Λημνίας ἐμβάλλεται κινοῦντος ἔμετον, εἴ τις ἔτι κατὰ τὴν κοιλίαν ὄντος τοῦ θανασίμου φαρμάκου πίοι τὸ ἀλεξητήριον. ἀλλὰ τούτου μὲν καὶ ἡμεῖς ἔχομεν πεῖραν ἐπίτε λαγωοῦ θαλαττίου καὶ κανθαρίδων, ὑποπτευσάντων μὲν εἰληφέναι τι τοιοῦτον τῶν ἀνθρώπων, ἐμεσάντων δ’αὐτίκα πᾶν ἐπὶ τῷ διὰ τῆς Λημνίας σφραγῖδος φαρμάκῳ, καὶ μηδὲν μετὰ ταῦτα παθόντων σύμπτωμα τῶν ἑπομένων λαγωῷτε καὶ κανθαρίσι, καίτοι τῆς δόσεως τῶν ὀλεθρίων φαρμάκων ἐλεγχθείσης. εἰ δὲ καὶ πρὸς τἄλλα θανάσιμα φάρμακα, ταῦτα δὴ τὰ δηλητήρια καλούμενα, τὴν αὐτὴν δύναμιν ἔχει τὸ διὰ τῶν ἀρκευθίδων καὶ τῆς Λημνίας φάρμακον, ἐμοὶ μὲν ἄδηλον. δ’ἐκ τῆς Ἡφαιστιάδος ἐπηγγείλατο μέχρι τοῦ καὶ λυττῶντος κυνὸς ἰᾶσθαι δῆγμα φάσκειν αὐτὴν, πινομένην δι’οἴνου κεκραμένου, κατὰ δὲ τοῦ ἕλκους ἐπιτιθεμένην δι’ὄξους πάνυ δριμέος. ἀλλὰ δι’ὄξους μὲν καὶ τὰ τῶν ἄλλων θηρίων ἔλεγεν αὐτὴν ἰᾶσθαι δήγματα, φύλλων βοτανῶν ἔξωθεν ἐπιτιθεμένων, ἃς ἐμάθομεν ἀντιπεπονθέναι σηπεδόσιν. μάλιστα δ’ἐπῄνει σκόρδιον, εἶτα κενταύριον τὸ λεπτὸν, εἶτα πράσιον. ἐπί γε μὴν κακοήθων καὶ σηπεδονωδῶν ἑλκῶν εἴ ποτ’ἐχρησάμην τῇ Λημνίᾳ, μεγάλως ὠφέλησε. δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας. τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδαρόντε καὶ ῥυπαρὸν, ἀνέχεται δι’ὄξους δριμυτάτου τῆς Λημνίας λελυμένης εἰς πηλώδη σύστασιν ὁμοίως τοῖς τροχίσκοις, ὧν ἄλλος ἄλλῳ χρῆται, Πολυείδου λέγω καὶ Πασίωνος καὶ Ἄνδρωνος, καὶ τούτῳ τῷ νῦν εἰρημένῳ, προσαγορευομένῳ δὲ Βητινῷ. καὶ γὰρ οὗτοι πάντες ἰσχυρῶς ξηραίνοντες ὠφελοῦσι τὰ κακοήθη τῶν ἑλκῶν, ἀνιέμενοι ποτὲ μὲν οἴνῳ γλυκεῖ, ποτὲ δὲ σιραίῳ, ποτὲ δ’οἰνομέλιτι, ποτὲ δὲ τῶν λευκῶν οἴνων ἐνίοις τῶν κιρρῶν ξανθῶν, ὡς ἂν χρεία κελεύῃ. διορισθήσεται γὰρ ὑπὲρ τούτων ἐν ἑτέροις. ὡσαύτως δὲ καὶ δι’ὄξους ἀνίενταί ποτε, καὶ δι’οἴνου ὕδατος ὀξυμέλιτος, ὀξυκράτουτε καὶ μελικράτου. καὶ Λημνία δὲ γῆ δι’ἑκάστου τῶν εἰρημένων ἀνιεμένη φάρμακον ἐπιτήδειόν ἐστιν εἴςτε τὴν τῶν προσφάτων τραυμάτων κόλλησιν εἴςτε τὴν τῶν χρονίων δυσεπουλώτων κακοήθων ἴασιν. ὡσαύτως δὲ καὶ ἄλλη πᾶσα φαρμακώδης γῆ. διελέσθαι γὰρ δεήσει, καθάπερ ἔμπροσθεν ἀπὸ τῆς στοιχειώδους γῆς, ἐν καὶ οἱ λίθοι περιείχοντο τὴν εἰς πηλὸν λυομένην, οὕτω νῦν ἀπὸ τῆς γεωργουμένης τὴν φαρμακώδη. καλέσαι γὰρ οὐδὲν χεῖρον οὕτως πρὸς τὰς θεραπείας χρώμεθα, καίτοι καὶ τῆς γεωργουμένης λιπαρὰ χρήσιμος εἰς θεραπείαν ἐστὶν ἁπάντων τῶν ξηρανθῆναι δεομένων μορίων, ὅθεν αὐτῇ κατὰ Ἀλεξάνδρειάντε καὶ Αἴγυπτον χρῶνται πολλοὶ μὲν ἰδίᾳ προαιρέσει, πολλοὶ δ’ἐξ ὀνειράτων. εἶδον γοῦν ἐπὶ τῆς Ἀλεξανδρείας ὑδερώδειςτε καὶ σπληνώδεις ἐνίους χρωμένους τῷ πηλῷ τῆς Αἰγυπτίας γῆς. πολλοὶ δὲ καὶ κνήμας καὶ μηροὺς καὶ πήχεις καὶ βραχίονας καὶ νῶτα καὶ πλευρὰς καὶ στέρνα τῷ πηλῷ τῆς γῆς ταύτης χριόμενοι σαφῶς ὠφε λοῦντο. κατὰ δὲ τὸν αὐτὸν τρόπον τάςτε παλαιὰς φλεγμονὰς καὶ τὰ χαῦνα τῶν οἰδημάτων ὀνίνησιν πηλὸς οὗτος, ὥστ’ἐνίους οἶδα καὶ ὅλην τὴν ἕξιν οἰδαλέους ἐξ αἱμορροΐδων ἀμέτρου κενώσεως γενομένους, ὠφεληθέντας ἐναργῶς. καί τινες ἀλγήματα χρόνια κατά τι μόριον ἐστηριγμένα τῷ πηλῷ τούτῳ τελέως ἐξιάσαντο, ξηραντικὴν γὰρ ἔχει πᾶσα γῆ δύναμιν. ἐπεὶ καὶ φύσει ξηρὸν αὐτῆς ἐστι τὸ σῶμα, καὶ ὅτε γε ἀκριβῶς πυρώδους ἄμικτος οὐσίας, ἀδηκτότατα ξηραίνει, συντελεῖ δὲ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι. πλύνεται δὲ κατὰ τὸν αὐτὸν τρόπον ἅπασα γῆ τῷ προειρημένῳ περὶ τῆς Λημνίας, ὕδατι μὲν πρῶτον ἀναφυραθεῖσα μηδεμιᾶς φαρμακώδους ποιότητος ἔμφασιν ἔχοντι. καταστάντος δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντος ἄνωθεν τοῦ ὕδατος, εἶτα τοῦ μετ’αὐτὸ χωρισθέντος ἀπὸ τῶν ὑφισταμένων κάτω λιθωδῶντε καὶ ψαμμωδῶν. εἰ δὲ καὶ γεγυμνασμένην ἔχεις τὴν γευστικὴν αἴσθησιν, αὐτὸς ἔσῃ κριτὴς ἀκριβὴς ἧςτε δεῖ πλύνειν γῆς ἧςτε μή. τίνες μὲν γὰρ οὐ δέονται πλύσεως, τινὲς δὲ δὶς τρὶς δέονται πλυθῆναι. τὴν μὲν οὖν Λημνίαν ἑτοίμην λαμβάνεις ἅπαξ πεπλυμένην ὑπὸ τῆς ἱερείας, ἐκ δευτέρου δὲ πλυθῆναι μὴ δεομένην.

Σαμία δ’οὐ δὲ δεῖται πλυθῆναι. χρώμεθα δ’αὐτῆς θατέρῳ τῶν εἰδῶν μᾶλλον, δὴ καὶ Σάμιον ἀστέρα καλοῦσιν, εἰς τὰς τοῦ αἵματος πτύσεις, ὁπόθεν ἂν γιγνόμεναι τύχωσιν, ὥσπερ καὶ τῇ Λημνίᾳ σφραγῖδι. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ὠφελοῦσι καὶ τὰς ἐκ μήτρας αἱμορραγίας καὶ τὸν ὀνομαζόμενον ῥοῦν γυναικεῖον, καὶ μέντοι καὶ τὰς δυσεντερικὰς ἑλκώσεις πρὸ τοῦ σηπεδονώδη γενέσθαι τὰ ἕλκη, καλεῖν δ’ἔθος ἐστὶν τοῖς ἰατροῖς τὰς τοιαύτας διαθέσεις νομὰς ἀπὸ τοῦ νέμεσθαι τὴν σηπεδόνα πρὸς τὰ πλησιάσαντα μόρια, συνδιαφθείρουσαν αὐτὰ τῷ πρώτῳ κακωθέντι. τῇ γε μὴν Λημνίᾳ κᾀπὶ τοιούτων ἐχρησάμην ἐνίοτε καὶ σαφῶς ὤνησεν ἐνεθεῖσάτε δι’ἕδρας καὶ ποθεῖσα, προαποκλυσθέντων τῶν ἑλκῶν, ὡς εἰώθαμεν πράττειν, μελικράτῳ μὲν ἀκρατεστέρῳ προτέρῳ, δευτέρῳ δ’ἅλμῃ. ἐνέθη μὲν οὖν δι’ἀρνογλώσσου χυλοῦ, δι’ὀξυκράτου δ’ὑδαροῦς ἐπόθη. φαίνεται δ’οὐκ ὀλίγῳ τινὶ δραστικωτέραν δύναμιν ἔχειν Λημνία γῆ τῆς Σαμίας, ὅθεν οὐ δὲ τὰ φλεγμῆναι φθάσαντα φέρει τὴν δύναμιν αὐτῆς, ἀλλὰ τραχύνεται σαφῶς καὶ μάλισθ’ὅταν ἄνθρωπος μαλακόσαρκος. ὑπὸ δὲ τῆς Σαμίας οὐ μόνον οὐ παροξύνεταί τι τῶν οὕτως ἐχόντων μορίων, ἀλλὰ καὶ παρηγορεῖται, καὶ μάλιστά γε τὰ θερμότερα καὶ χαυνότερα, καθάπερ οἵτε τιτθοὶ καὶ οἱ ὄρχεις καὶ οἱ ἀδένες. ἐπιτηδείως δ’ἂν χρῶ τηνικαῦτα τῇ τοιαύτῃ γῇ, μετὰ τὸ λειῶσαι δι’ὕδατος, ἐπιμιγνὺς ῥοδίνου καλοῦ τοσοῦτον, ὅσον τὸ μιχθὲν οὐκ ἐάσει ξηρανθῆναι τὸ φάρμακον. ἀγαθὸν δὲ τὸ οὕτως σκευασθέν ἐστι καὶ πρὸς τὰς ἄλλας φλεγμονὰς ὅσαι θερμαὶ καὶ βουβῶνας ἀρχομένους καὶ ποδαγρικὰ ῥεύματα καὶ ὅλως ὅπου ψῦξαι βουλόμεθα μετρίως μετὰ τοῦ παρηγορεῖν, ὥστ’ἐναργῶς φαίνεσθαι τῆς Σαμίας τὴν δύναμιν μετρίως ψυκτικήν. ἔστι δὲ καὶ ἀερωδεστέρα πως αὐτῆς οὐσία παραβαλλομένη τῇ Λημνίᾳ, δηλοῖ δ’ κουφότης. ἐκ τούτων οὖν τῶν γνωρισμάτων καὶ πᾶσαν ἄλλην φαρ μακώδη γῆν δοκίμαζε. λέγω δὲ γνωρίσματα τήντε ἐν τῇ συστάσει κουφότητάτε καὶ βαρύτητα καὶ τὴν ἐν τῇ γεύσει τραχύτητα καὶ λειότητα καὶ προσέτι τὸ κολλῶδέςτε καὶ ῥυπτικόν. ἐχέκολλος μὲν γάρ ἐστι καὶ γλίσχρος Σάμιος ἀστὴρ, ἐχούσης τι καὶ τῆς Λημνίας σφραγῖδος ὀλίγον τοιοῦτον. ῥυπτικήντε δύναμιν ἔχει καὶ μετρίαν Σελινουσίατε γῆ καὶ Χία, διὸ καί τινες τῶν γυναικῶν ἐπὶ τὸ πρόσωπον αὐταῖς χρῶνται. δέδεικται δὲ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου τὸ βραχέως ῥυπτικὸν ἅπαν εἰς σάρκωσιν ἑλκῶν ἐπιτήδειον, ἐὰν δὲ ξηραίνῃ, καὶ πρὸς ἐπούλωσιν ἀγαθόν · ἐπιτηδειότατα δ’ἐξ αὐτῶν ἐστι τοῖςτε ἐπιπολῆς ἕλκεσι καὶ πυρικαύτοις ὅσα πρὸς τῷ ξηραίνειν ἀδήκτως οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. ὅθεν τε Σελινουσία καὶ Χία γῆ κάλλιστα φάρμακα πρὸς τὰ πυρίκαυτα τῶν ἑλκῶν ἐστι · δεῖται γὰρ ταῦτα μετριώτατα ῥυπτόντων φαρμάκων ἄνευ θάλψεως ψύξεως ἐπιφανοῦς, ὅπερ ὑπάρχει καὶ τῇ Σελινουσίᾳ καὶ τῇ Χίᾳ καὶ τῇ Σαμίᾳ γῇ. λέλεκται δὲ ὅτι καὶ ταύτης εἶδός ἐστιν ἀστὴρ ὀνομαζόμενος, ὑπερέχων τῆς ἄλλης γῆς τῷ γλίσχρον τι καὶ κολλῶδες ἔχειν, ὅθεν οὔτε πρὸς τὰ ἄλλα τῶν ἑλκῶν οὔτε πρὸς τὰ πυρίκαυτα ταῖς ἄλλαις ἐνάμιλλός ἐστιν, ὅσαιτε κολλῶδες οὐκ ἔχουσιν. ἐμπλαστικωτέραν γὰρ ἐργάζεται τὴν οὐσίαν τὸ κολλῶδες, ὡς μὴ ῥύπτειν, ὅταν γε δηλονότι μηδεμία δριμύτης ἄλλη προσῇ τῷ γλίσχρῳτε καὶ κολλώδει σώματι, καθάπερ ἐν τοῖς ἰξοῖς ἐστιν. γε μὴν Χία καὶ Σελινουσία γῆ τῆς μὲν Σαμίας λείπονται πρὸς τὰς περὶ τιτθοὺς καὶ ὄρχεις καὶ βουβῶνας ἀρχομένας φλεγμονάς. ὅμως δ’οὐκ ἀνάρμοστοι τυγχάνουσιν οὖσαι, μηδενὸς ἄλλου τῶν ἄκρως ποιούντων παρόντος. δὲ Κιμωλία μικτῆς οὖσα δυνάμεως, ἔχει μέν τι καὶ ψυκτικὸν, ἔχει δέ τι καὶ διαφορητικὸν βραχὺ, διό πλυθεῖσα μὲν ἀποτίθεται τοῦτο, χωρὶς δὲ τοῦ πλυθῆναι κατ’ἀμφοτέρας ἐνεργεῖ τὰς δυνάμεις, καθάπερ καὶ ἄλλα πολλὰ τῶν συνθέτων φαρμάκων διαφοροῦντάτε καὶ ἀποκρουόμενα. παρὰ δὲ τὴν τῶν μιγνυμένων ὑγρῶν αὐτῇ φύσιν ἐναργῶς ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν. τοῖς μὲν γὰρ ἀποκρουομένοις καὶ ψύχουσι μιχθεῖσα τὸν γενόμενον ἐξ αὐτῆςτε κᾀκείνων πηλὸν ἐργάζεται ψύχοντάτε καὶ ἀποκρουόμενον, τοῖς δὲ διαφορητικοῖς διαφοροῦντα καὶ αὐτόν. οὕτω γοῦν καὶ τοῖς πυρικαύτοις ἁρμόττει, καί τινες τῶν ἰδιωτῶν ἐπιχρίουσιν αὐτὴν, παραχρῆμα φυράσαντες ὄξει. χρὴ δ’ἐν τῇ τοιαύτῃ χρήσει μὴ λίαν εἶναι δριμὺ τὸ ὄξος. εἰ δὲ τοιοῦτον εἴη, βέλτιον ὕδατος αὐτῷ μιγνύναι. μέμνησό γε μὴν τοῦτο κοινὸν ἐπὶ πάσης γῆς εἶναι τῆς κούφης. ἅπασαι γὰρ ὀνίνασι τὰ πυρίκαυτα παραχρῆμα παραχριόμεναι δι’ὄξους, ὀξυκράτου, κωλύουσαι φλυκταινοῦσθαι. προσεπιβλέπειν δ’ἐν τούτῳ καὶ τὴν φύσιν τοῦ θεραπευομένου σώματος, εἰ μαλακὸν σκληρὸν, εἰδὼς ἀεὶ καθόλου τοῦτο, τὰ μὲν μαλακὰ σώματα μὴ φέρειν τὴν δύναμιν τῶν ἰσχυρῶν φαρμάκων, τὰ δὲ σκληρὰ φέρειν. οὐ μὴν τῆς γ’ἐνεστώσης πραγματείας ἴδια ταῦτα. ῥηθήσεται γὰρ ἐπιπλέον ἔντε τοῖς περὶ συνθέσεως φαρμάκων κᾀν τοῖς περὶ τῶν εὐπορίστων. δὲ παροῦσα διέξοδος ἀπ’ἀρχῆς ἐσπούδακε τὰς καθόλου δυνάμεις τῶν φαρμάκων εὑρεῖν, αἷς προσέχων τις τὸν νοῦν εἰς τὴν τῶν κατὰ μέρος χρῆσιν εὐπορίαν ἕξει παμπόλλην ἐπιμαθὼν δηλονότι τὴν μέθοδον τῆς χρήσεως αὐτῶν, ὥστ’οὐκέτι προσήκει μηκύνειν, ἀλλ’ὅπερ εἴρηται καὶ πρόσθεν ἀναμνῆσαι καὶ νῦν αὐτὴν μὲν τὴν ἄμικτον γῆν ἄλλῃ τινὶ τῶν ἑτερογενῶν οὐσιῶν ξηραντικῆς ἀδήκτως εἶναι δυνάμεως. ἐπεὶ δ’ἀδύνατόν ἐστιν ἄμικτον εὑρεῖν ἀκριβῶς τι σῶμα, προσεπισκέπτεσθαι προσήκει τὴν μίξιν τῶν συμβεβηκότων αὐτῇ κατάτε τὰς ἐν κουφότητι καὶ βαρύτητι διαφορὰς καὶ τὰς ἐν τῇ γεύσει. στύψεως μὲν γάρ τινος ἔμφασιν ἔχουσα τοσοῦτον προσείληφε ψύξεως, ὅσον καὶ στύψεως. εἰ δὲ δριμύτητος ἐμφαίνοιτό τι, τοσοῦτον ἔχει θερμότητος, ὅσον δριμύτητος. ὡσαύτως δ’ἐπὶ τῆς κούφης καὶ βαρείας σκοπεῖσθαι. τῆς μὲν κούφης τοιαύτης γινομένης, ὅταν ἀερώδους οὐσίας μετέχῃ δαψιλοῦς ἐν τῇ δι’ὅλης ἑαυτῆς κράσει, τῆς δὲ βαρείας, ὅσῳ περ ἂν μᾶλλον τοιαύτη, τοσούτῳ μᾶλλον εἰλικρινεστέρας γῆς ὑπαρχούσης. ἴδιον δὲ γῆς ἐστι τὸ μὴ χεῖσθαι πυρὶ πλησιάζουσαν, ὅπερ τε μόλυβδος καὶ καττίτερος, ἄργυρόςτε καὶ χρυσὸς ἔχουσιν, ὥσθ’ὅταν ἀργυρῖτιν χρυσῖτιν σιδηρῖτιν ἀκούσῃς γῆν, ὀνομάζουσι γὰρ οὕτως ἔνιοι τὰς ἐκ τῶν μετάλλων λαμβανομένας, μὴ νόμιζε δι’ὅλου κεκρᾶσθαι τὸν ἄργυρον τὸν χρυσὸν τὸν σίδηρον τῇ γῇ · πλησιάζειν δὲ μορίοις μικροῖς τῆς γῆς ἀναμεμιγμένα μόρια μικρὰ, κατὰ μὲν τὴν χρυσῖτιν χρυσοῦ, κατὰ δὲ τὴν ἀργυρῖτιν ἀργύρου, κατὰ δὲ τὴν σιδηρῖτιν σιδήρου, καὶ ταῦτ’ἐν ταῖς καμίνοις ὑπὸ τοῦ πυρὸς χεόμενα συνέρχεσθαι πρὸς ἄλληλα. κατὰ δὲ τὸν αὐτὸν τρόπον τὴν ὕαλον ἔχουσα ψάμμιός ἐστιν, ἐν ψάμμῳ γὰρ μάλιστα τῆς τοιαύτης οὐσίας εὑρίσκεται ψήγματα πολλάκις μικρά. καὶ ὅσοι τούτων ἔμπειροι θεασάμενοι τὰς τοιαύτας ψάμμους γνωρίζουσιν ὁπόσον ἐξ αὐτῶν ἀθροῖσαι δύνανται τῆς ὑάλου, καὶ χρυσοῦ δὲ ψήγματα μικρὰ πολλὰ κατά τινας εὑρίσκεται ψάμμους, ἀλλ’οὐκ ἐξ ἁπάσης ψάμμου τὸν χρυσὸν ἐξαίρουσι καὶ τὴν ὕαλον οἱ περὶ ταῦτ’ἔχοντες, ἐκλεγόμενοι δηλονότι τὰς μετ’ὀλίγης δαπάνης ἀθροι ζούσας πλεῖστον, ὡς τό γ’ἐν ταῖς καμίνοις ἀναλώσαντας πολλὰ βραχύ τι σχεῖν τῆς διαθροιζομένης οὐσίας ἀκερδὲς αὐτοῖς εἶναι δοκεῖ. διὰ τοῦτο μὲν οὖν καίτοι γε πολλαῖς ψάμμοις χρυσοῦ καὶ ὑάλου ψηγμάτων περιεχομένων οὐκ ἐπὶ πάσας οἱ περὶ ταῦτα δεινοὶ παραγίνονται. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐ δὲ χαλκὸν ἄργυρον σίδηρον κασσίτερον μόλυβδον ἐκ πάσης γῆς ἐκλέγουσιν. οὐ μὴν οὐ δ’ὅταν χωρίσωσιν ἑκάστην τῶν εἰρημένων ἀπὸ τῆς ἀναμεμιγμένης γῆς, καταλειπομένη παραπλησία ταῖς ἄλλαις γαῖς ἐστιν, ἃς συνήθως ἔφην ὀνομάζεσθαι πᾶσιν Ἕλλησιν, ἐχούσαις γνώρισμα κοινὸν τὸ τέγγεσθαίτε καὶ διαλύεσθαι ῥᾳδίως εἰς πηλόν. τῆς γὰρ ἐν τοῖς μετάλλοις γῆς ὑπόλειμμα λιθῶδες γίγνεται, ἄτηκτόντε καὶ ἄτεγκτον. λέγω δὲ τέγγεσθαι μὲν τὸ δι’ὅλης τῆς οὐσίας ὑγραίνεσθαι, βρέχεσθαι δὲ τὸ κατὰ τὴν ἔξωθεν ἐπιφάνειαν μόνην, οὐ διικνουμένης εἰς τὸ βάθος αὐτῆς τῆς ὑγρότητος. οὕτως οὖν καὶ μεταλλευομένη Καδμεία γεννᾶται, λιθώδης οὖσα καὶ ἄτεγκτος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων σωμάτων ἐφεξῆς εἰρήσεται · νυνὶ δ’ἐπανήξω πάλιν ἐπὶ τὴν φαρμακώδη γῆν, ἥτις, ὅτι μὲν εἰς πηλὸν λύεται ῥᾳδίως ἐν ὕδατι τεγγομένη, διὰ τοῦτ’ὀνομάζεται γῆ, διότι δὲ χρῄζομεν αὐτῆς ὥσπερ καὶ ἄλλων φαρμάκων, διὰ τοῦτο φαρμακῖτις εἰκότως ἂν λέγοιτο. καίτοι τήν γ’ἀμπελῖτιν ὀνομαζομένην γῆν ἔνιοι φαρμακῖτιν ὀνομάζουσιν μόνην, ἤτοι γ’ὡς μόνην τοιαύτην οὖσαν ὡς ἐνεργεστέραν τὴν φαρμακώδη δύναμιν ἔχουσαν, ὅπερ καὶ ἀληθές ἐστιν. ὀνομάζεται δ’ἀμπελῖτις οὐχ ὅτι φυτεύειν ἀμπέλους ἐν ταύτῃ βέλτιον, ἀλλ’ὅτι περιχριομένη ταῖς ἀμπέλοις φθείρει τοὺς γεννωμένους ἐπ’αὐτῶν σκώληκας, οὓς σκνῖπας ὀνομάζουσιν οἱ παρ’ἡμῖν ἀμπελουργοί. γεννῶνται δὲ οὗτοι τοῦ ἦρος εἰσβάλλοντος, ἡνίκα βλαστάνουσιν οἱ ἄμπελοι καὶ τό γ’ἐνοιδισκόμενον αὐτῶν μέρος, ὅθεν βλαστὸς φύεται, καλοῦσιν ὀφθαλμόν. τούτους οὖν τοὺς ὀφθαλμοὺς διεσθίοντες οἱ σκνῖπες οὐ μικρὰ βλάπτουσιν τὰς ἀμπέλους, διὸ καὶ τὰς ῥίζας τῶν ὀφθαλμῶν τούτων περιχρίουσιν οἱ περὶ ταῦτα δεινοί. κατὰ τοῦτο μὲν οὖν ἀμπελῖτίςτε καὶ φαρμακῖτις τοιαύτη γῆ προσαγορεύεται, δηλοῦσα κᾀκ τοῦ φθείρειν τοὺς σκνῖπας ὅσον αὐτῇ μέτεστι δυνάμεως φαρμακώδους. ἀφέστηκεν δὲ πολὺ καὶ τῶν ἄλλων εἰδῶν τῆς γῆς, οἷς χρώμεθα πρὸς τὰς ἰάσεις, ἐγγὺς ἤδη τῆς λιθώδους ἥκουσα. διὸ καὶ μιγνυμένην αὐτὴν ἐν ταῖς τῶν φαρμάκων γραφαῖς εὑρήσεις, ἔνθα ξηρᾶναί τι καὶ διαφορῆσαι προσήκει. τὸ γὰρ ἄδηκτον καὶ μέτριον καὶ παρηγορικὸν οὐκ ἔχει καθάπερ Χίατε καὶ Σαμία καὶ Σελινουσία. καὶ περὶ τῆς Κιμωλίας δὲ προείρηται βραχὺ τούτων οὔσης ἰσχυροτέρας, ἀδήκτου δ’ἔτι καὶ αὐτῆς, καὶ μάλιστα εἰ πλυθείη. καὶ Κρητικὴ δὲ γῆ παραπλησία πώς ἐστι ταύταις, ἀλλ’ἱκανῶς ἀσθενὴς ὑπάρχει, πολὺ τὸ ἀερῶδες ἔχουσα, τὸ μέντοι ῥυπτικὸν ἔχει, διὸ καὶ οἱ ἄνθρωποι λαμπρύνουσιν αὐτῇ τὰ ῥυπαρὰ τῶν ἀργυρωμάτων, ὥστ’ἔχοις ἂν καὶ ταύτην ἐς ὅπερ καὶ τὰς ἄλλας τὰς ἀδήκτως ῥυπτούσας προειρήκαμεν ἐπιτηδείους εἶναι. τούτων δ’ἁπασῶν Λημνία δύναμιν ἰσχυροτέραν ἔχει, πρόσεστι γὰρ αὐτῇ τι καὶ στύψεως, δ’Ἐρετριὰς ἔτι καὶ ταύτης ἰσχυροτέραν, οὐ μὴν ὥστ’ἤδη δάκνειν. ἐὰν δὲ καὶ πλυθῇ, πάνυ μετρία γίνεται παραπλησίως ταῖς προειρημέναις. ἐγχωρεῖ δὲ τὴν γῆν ταύτην οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς τρὶς πλυθῆναι, καθάπερ καὶ τὴν Κιμωλίαν. καὶ μέντοι καὶ καίουσιν αὐτὴν ἔνιοι ποιοῦντες δηλονότι λεπτομερεστέραντε καὶ δριμυτέραν, ὥστ’εἰς τὴν διαφορητικὴν μεταπίπτειν δύναμιν. εἰ δὲ πλυθείη καυθεῖσα, τὸ μὲν δριμὺ καταλιποῦσα τῷ ὕδατι, τὸ δ’ἐκ τῆς ὀπτήσεως λεπτομερὲς ἔχουσα, ξηραντικωτέρα γίνεται. διὸ τῆς ἀκαύστου τῷ κοινῷ λόγῳ γῆς ἁπάσης ἐπὶ τῶν ἑλκῶν οὔσης χρησίμης, ἔτι μᾶλλον μετὰ τὸ καυθῆναι πλυθεῖσα, καὶ πρὸς τὰ δυσσάρκωτάτε καὶ δυσεπούλωτα χρήσιμός ἐστιν. ὄντων δ’αὐτῆς δυοῖν εἰδῶν τεφρώδης κατὰ τὴν χρόαν ἀμείνων ἐστὶ τῆς πάνυ λευκῆς. ἔστι δὲ καὶ ἄλλη γῆ πνιγῖτις ὀνομαζομένη, κατὰ μὲν τὴν ὅλην δύναμιν ἐοικυῖα τῇ Κιμωλίᾳ, κατὰ δὲ τὴν χρόαν ἀφεστηκυῖα. μέλαινα γάρ ἐστιν ὁμοίως τῇ ἀμπελίτιδι, τὸ δὲ γλίσχρον καὶ κολλῶδες οὐχ ἧττον ἔχει Σαμίας γῆς, ἀλλ’ἔστιν ὅτε καὶ μᾶλλον. ἐδόθη δ’ἡμῖν ἐν τῷ μεγάλῳ τούτῳ λοιμῷ, καὶ ἄλλη τις ἐξ Ἀρμενίας τῆς ὁμόρου Καππαδοκίας γῆ ξηραντικωτέρα, τὴν χρόαν ὠχρά · λίθον δ’αὐτὴν ὠνόμαζεν, οὐ γῆν, δοὺς, καὶ ἔστιν εὐλειοτάτη, καθάπερ καὶ τίτανος. ὀνομάζω δ’οὕτω δηλονότι τὴν κεκαυμένην πέτραν. ἀλλὰ καὶ ὥσπερ ἐκείνης οὐδὲν ἐμφέρεται ψαμμῶδες, οὕτως οὐ δὲ τῆς Ἀρμενίας. μετὰ γὰρ τὸ θραυσθῆναι τῷ δοίδυκι κατὰ τὴν θυίαν, οὕτως ἐστὶ λεία καὶ ἄλιθος ὥσπερ τίτανος καὶ Σάμιος ἀστὴρ, οὐ μὴν ὁμοίως γε κούφη τῷ ἀστέρι. διὸ καὶ πεπύκνωται μᾶλλον αὐτοῦ καὶ ἧττον ἀερώδης ἐστὶν, καὶ διὰ τοῦτο φαντασίαν ἀποφαίνει τοῖς ἀμελέστερον ὁρῶσι λίθος εἶναι. διαφέρει δ’οὐδὲν ὡς πρὸς τὰ παρόντα λίθον γῆν αὐτὴν ὀνομάζειν, εἰδότας ἄκρως ξηραίνουσαν. ἐπίτε γὰρ δυσεντεριῶν καὶ τῶν κατὰ γαστέρα ῥευμάτων, αἵματόςτε πτύσεως καὶ κατάρρου καὶ προσέτι τῶν κατὰ τὸ στόμα σηπεδονωδῶν ἑλκῶν ἁρμόττει μάλιστα. καὶ μέντοι καὶ τοὺς ἀπὸ κεφαλῆς εἰς θώρακα ῥευματιζομένους ὀνίνησι μεγάλως, ὥστε καὶ τοὺς διὰ τὴν τοιαύτην αἰτίαν συνεχῶς δυσπνοοῦντας ἰσχυρῶς ὠφελεῖ. καὶ μέντοι καὶ ὅσοι φθόῃ κάμνουσιν, καὶ τούτους ὀνίνησιν. ξηραίνει γὰρ αὐτῶν τὸ ἕλκος, ὡς μη δὲ βήττειν ἔτι, πλὴν εἰ κατὰ τὴν δίαιταν ἁμαρτάνοιεν ἀξιολόγως τὸ περιέχον ἐξαιφνίδιον εἰς δυσκρασίαν μεταπέσοι. καί μοι δοκεῖ, καθάπερ ἐπὶ τῶν συρίγγων ἐθεασάμεθα πολλάκις, οὐ μόνον ἐν ἄλλοις μορίοις, ἀλλὰ καὶ κατὰ τὴν ἕδραν ἄνευ τοῦ κολλύριον καθεῖναι τὸν ῥύπον τὸν τύλον ἐξαιροῦν τῆς σύριγγος, αὐτῷ μόνῳ τῷ ξηραίνοντι φαρμάκῳ προστελλομέναςτε καὶ κλειομένας αὐτὰς, οὕτω κᾀπὶ τοῦ κατὰ τὸν πνεύμονα συμβαίνειν ἕλκους. φαίνεται γὰρ καὶ τοῦτο διὰ τῶν ξηραινόντων φαρμάκων ὁμοίως ὀνινάμενον, ὅταντε μέτριον καὶ μὴ μέγα λίαν, ὥστ’ἔδοξαν ἔνιοι τῶν ἐχόντων αὐτὰ τελείως ἀπηλλάχθαι, καὶ τῶν γ’εἰς τὴν Λιβύην ἀπὸ Ῥώμης διὰ τοιαύτην αἰτίαν πορευθέντων ἔνιοι τελείως ἐπείσθησαν ὑγιεῖς εἶναι, καὶ μέχρι γέ τινων ἐτῶν ἀμέμπτως διήγαγον, εἶθ’ὕστερόν ποτε πάλιν ἀφυλακτότερον αὐτοῖς διαιτηθεῖσιν ὑποστροφὴ τοῦ νοσήματος ἐγένετο. τούτους οὖν, ὡς ἔφην, ἐκ τῆς Ἀρμενίας βῶλος ἐναργῶς ὠφέλησε καίτοι γ’ἐν Ῥώμῃ διατρίβοντας, ἔτιτε μᾶλλον τοὺς δυσπνοοῦντας συνεχῶς. ἐν δὲ τῷ μεγάλῳ τούτῳ λοιμῷ παραπλησίῳ τὴν ἰδέαν ὄντι τῷ κατὰ Θουκυδίδην γενομένῳ πάντες οἱ πιόντες τούτου τοῦ φαρμάκου διὰ ταχέων ἐθεραπεύθησαν, ὅσους δ’οὐδὲν ὤνησεν ἀπέ θανον πάντες, οὐ δ’ὑπ’ἄλλου τινὸς ὠφελήθησαν, καὶ δῆλον ὅτι μόνους τοὺς ἀνιάτως ἔχοντας οὐκ ὠφέλησε. πίνεται δὲ μετ’οἴνου λεπτοῦ τὴν σύστασιν, κεραμένου μετρίως μὲν, εἰ ἀπύρετος εἴη παντάπασιν ἄνθρωπος βραχὺ πυρεταίνοι, πάνυ δ’ὑδαροῦς, εἰ πυρέττοι μειζόνως. οὐ μὴν οὐ δὲ σφοδροὶ κατὰ τὴν θερμασίαν εἰσὶν οἱ λοιμώδεις πυρετοί. περὶ δὲ τῶν ξηρανθῆναι δεομένων ἑλκῶν τί δεῖ καὶ λέγειν ὁπηλίκην ἔχει δύναμιν Ἀρμενικὴ βῶλος αὕτη; καλεῖν δ’ἔξεστί σοι, καθάπερ ἔφην, καὶ λίθον αὐτὴν, ὡς δοὺς ὠνόμαζεν, καὶ γῆν, ὡς ἂν ἐγὼ φαίην, ἐπειδὴ καὶ τέγγεται τοῖς ὑγροῖς.

9.2

9.2.4περὶ λίθων. τῶν αὐτοφυῶν σωμάτων εἰσὶ καὶ αἱ λίθοι, διαφέρουσαι τῆς συνήθως ὀνομαζομένης γῆς τῷ μὴ τέγγεσθαι. δυνάμεις δ’ἔχουσι τὰς μὲν κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας, τὰς δὲ κατὰ τὰς δραστικὰς ποιότητας. ὅπως δ’ἀλλήλων διαφέρει ταῦτα πρόσθεν εἴρηται. νῦν οὖν λόγος ἡμῖν ἔστω περὶ τῶν κατὰ τὰς δραστικὰς ποιότητας ἐνεργουσῶν, ἐν αἷς ἐστι καὶ τῆς χρήσεως αὐτῆς μέθοδος. ἐδείκνυντο γὰρ αἱ κατὰ τὴν ἰδιότητα τῆς ὅλης. οὐσίας δυνάμεις ἀμέθοδοίτ’εἶναι καὶ ἄλογοι καὶ δι’ἐμπειρίας μόνης γινωσκόμεναι. διὰ τί γὰρ ἥδε λίθος ἁψαμένη τραύματος αἱμορραγοῦντος ἐπέχει τὴν φορὰν οὐκ ἴσμεν · διὰ τὶ μέντοι τὸν αἱματίτην καλούμενον λίθον ἐμβάλλουσιν ὀφθαλμικαῖς δυνάμεσιν ἴσμεν, ἔστι γὰρ εὕρημα λόγου τὸ τοιοῦτον. ἐὰν γοῦν ἐπ’ἀκόνης ὀφθαλμικῆς ἀποτρίψας μεθ’ὕδατος αὐτὸν εἰς πάχος μέλιτος ἐθελήσῃς γεύσασθαι, στυφούσης αἰσθήσῃ δυνάμεως. ἔμαθες δ’ὅτι τὰς αὐξανομένας ἔτι φλεγμονὰς, καὶ μάλιστα ἐν νευρώδεσι μορίοις, ἀποκρούεσθαι δεῖ τοῖς στύφουσι φαρμάκοις. ὅταν δὲ μηκέτ’ἐπιρρέῃ τὸ αἷμα τῷ μέρει, προσμιγνύναι τοῖς στύφουσιν τὰ διαφοροῦντα, καὶ κατὰ βραχύ γε μεταβαίνειν ἐπ’αὐτὰ μόνα. περὶ μὲν οὖν τῶν τοιούτων δυνάμεων ἐν ταῖς λίθοις ἐροῦμεν, ἀναμνήσαντες πρότερον ὧν ἐπὶ πλεῖστον διήλθομεν ἐν τοῖς πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσιν τῇ φωνῇ. τούτων γὰρ ἔνιοι λίθον ἀρρενικῶς οὐκ ἐπιτρέπουσι λέγειν, ἀλλ’ἐὰν εἴπῃς, ἔμβαλλον τὸν λίθον ἐπὶ τὸν κύνα, κεκράγασιν ὡς αὐτοὶ πεπληγμένοι λίθῳ τὴν κεφαλήν · ὥσπερ γε καὶ ἂν τὸν δρῦν εἴπῃ τις, ὡς ξύλῳ πεπληγότος ἐκβοῶσιν. ἐὰν οὖν ἐκείνοις τις πειθόμενος τὰ συνήθη τοῖς ἰατροῖς ὀνόματα μεταρρυθμίζῃ, τὴν λίθον λέγων τὴν αἱματῖτιν καὶ τὴν πυρῖτιν καὶ τὴν γαλακτῖτιν καὶ τὴν σχιστὴν, ὡς περίεργόςτε καὶ παράσημος καταγνωσθήσεται, πάντων ἐξ ἔθους ἤδη παλαιῶν λεγόντων ἀρρενικῶς τὰς διαφορὰς αὐτῶν, αἱματίτην, πυρίτην, γαλακτῖτην, μελιτίτην, γαγάτην, σχιστὸν, Φρύγιον, Ἀράβιον, Μεμφίτην. ἔμπαλιν δὲ τὴν πέτραν λέγουσιν θηλυκῶς, οὐ τὸν πέτρον ἀρρενικῶς. Ἀσίαν οὖν πέτραν ὀνομάζουσιν, οὐκ Ἄσιον πέτρον, τὸν λίθον Ἄσιον. οὕτως δὲ καὶ Ἀσίας πέτρας ἄνθος, ἐκ πέτρας δὲ κεκαυμένης φασὶ γίνεσθαι τὴν τίτανον. γε μὴν Ταραντῖνος Ἡρακλείδης καὶ ἄλλοι τινὲς οὐκ ἐκ πάσης λίθου φασὶ γίγνεσθαι τὴν τίτανον, ἀλλ’ἐκ μόνης γε τῆς πέτρας, ὀνομάζοντες οὕτως κατ’ἐξοχὴν τῶν λίθων μίαν τὴν σκληροτάτην. ἐγὼ γοῦν ἐξεπίτηδες εἴωθα, μεταβάλλων τὰ ὀνόματα, λέγειν ἑκατέρως ἅπαντα τὰ τοιαῦτα, περὶ ὧν ἀχρήστως ἐρίζουσιν ἔνιοι, δεικνὺς ἔργῳ μηδὲν βλαπτομένην τὴν σαφήνειαν τῆς ἑρμηνείας, ὁποτέρως ἄν τις εἴπῃ. θαυμαστὸν δ’οὐδὲν τοὺς ἀγνοοῦντας ὅτι τῆς κατὰ φύσιν ἑρμηνείας ἤτοι μίαν μόνην ἀρετὴν θετέον εἶναι τὴν σαφήνειαν, πρώτην γε τῶν ἄλλων ἁπασῶν καὶ ἀρίστην, εἰς τοσούτους λήρους ἐκτρέπεσθαι. περὶ πρώτων οὖν ἐρῶ λίθων ὅσοι παρατριβόμενοι θυίαις ἀκόναις εἰς χυλὸν ἀναλύονται. εἷς δέ τίς ἐστι τῶν τοιούτων καὶ καλούμενος αἱματίτης, ἀπὸ τῆς κατὰ τὴν χρόαν ὁμοιότητος οὕτως ὠνομασμένος, ὥσπερ γε καὶ γαλακτίτης, ἐπειδὴ κᾀκεῖνος εἰς χυλὸν λυθεὶς ὅμοιος φαίνεται γάλακτι. παραπλήσιον δ’αὐτῷ κατὰ τὴν χρόαν τὸν χυλὸν ἐργαζόμενος μελιτίτης, ἀπὸ τῆς κατὰ τὴν γεῦσιν ὁμοιότητος οὕτως ὠνόμασται. δέδεικται δ’ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων μὲν γλυκὺς ἅπας χυλὸς ὑπὸ συμμέτρου θερμασίας τοιοῦτος γινόμενος, δὲ στύφων ὑπὸ ψύξεως. ἕξει τοιγαροῦν μὲν αἱματίτης λίθος τοσοῦτον τῆς ψύξεως, ὅσον καὶ τῆς στύψεως, δὲ μελιτίτης σύμμετρον θερμότητα, μέσην δ’ἀμφοῖν κρᾶσιν γαλακτίτης. εἰκότως οὖν ἐτόλμησαν οἱ ἰατροὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν μιγνύναι τὸν αἱματίτην λίθον. καὶ μόνῳ δ’ἂν αὐτῷ χρήσαιο τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμονὴ τοιαῦτ’εἴη γεγονότα, δι’ὠοῦ τὴν ἄνεσιν ποιούμενος, μᾶλλον ἔτι διὰ τήλεως ἀφεψήματος · εἰ δὲ χωρὶς φλεγμονῆς, δι’ὕδατος. ἄρχου δ’ἀεὶ μὲν ἀπὸ μετρίως ὑγροῦ διὰ τῆς μήλης ἐγχέων, ὅταν δ’ὅτι φέρει τὴν δύναμιν αὐτοῦ θεάσῃ, παχύτερον ἀεὶ καὶ μᾶλλον ἐργάζου. καὶ τελευτῶν οὕτω παχὺ ποιήσεις ὡς διὰ μήλης πυρῆνος ὑπαλείφεν καθ’ὑποβολὴν ἐκτροπὴν τοῦ βλεφάρου. δ’αὐτὸς οὗτος λίθος ὁμοίως ἐπ’ἀκόνης ἀποτριβόμενος αἵματος πτύσεσιν ἁρμόττει καὶ πᾶσιν ἕλκεσιν. ξηρὸς δὲ λειωθεὶς ὡς χνοώδης γενέσθαι καταστέλλει τὰ ὑπερσαρκοῦντα. χρῆται μὲν οὖν οὐδεὶς αὐτῷ μόνῳ καθ’αὑτόν. ἐγὼ δ’ἐφ’ὧν εἶπον ἐχρησάμην, ἐκ τῆς κατὰ τὴν γεῦσιν ποιότητος εὑρὼν τὴν δύναμιν, εἶτα τῇ πείρᾳ βασανίσαι βουληθεὶς εἰ καλῶς ἐτεκμηράμην. καὶ αὐτὰ δὲ τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη συνουλοῖ μόνος αὐτὸς, ἀποτριβόμενος μὲν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἤτοι δ’ἐγχυματιζόμενος ὑπαλειφόμενος. ἐβασάνισα γὰρ καὶ τοῦτο τῇ πείρᾳ. τούτῳ δὲ τῷ λίθῳ παραπλησίαν μὲν, ἀσθενεστέραν δὲ τὴν δύναμιν σχιστὸς καλούμενος ἔχει, καὶ μετ’αὐτὸν γαλακτίτης. δὲ μελιτίτης, ὡς ἔφην, ἤδη τι καὶ θερμότητος προσείληφεν. ἕκαστος οὖν αὐτῶν ἀποχωρῶν κατὰ βραχὺ τῆς τοῦ αἱματίτου δυνάμεως ἐπὶ μὲν τῶν ὀφθαλμῶν ὁμοίως εἰς χρῆσιν ἄγεται, πρᾳότερος δέ ἐστιν · ἀεὶ δὲ τὰ πρᾳότερα φάρμακα τοῖς μὲν ἔτι φλεγμαίνουσι μορίοις ἐστὶ προσηνέστερα, τοῖς δ’ἀποφλεγμήνασιν μορίοις ἀσθενέστερα πρὸς τὸ τέλος ἐξυγιάσαι. κοινοῦ δὲ τοῦ ξηραίνειν ἅπασι τοῖς λίθοις ὑπάρχοντος, ὅσοι μὲν αὐτῶν εἰς χυλὸν λυθέντες ἄλλως λειωθέντες οὐδεμίαν ἐν ἀρχῇ κατὰ τὴν γεῦσιν ἔχουσι ποιότητα, τούτους μὲν ἡγητέον ἀσθενεστάτουςτ’εἶναι καὶ προσηνεστάτους καὶ ἀδηκτοτάτους. ὅσοι δὲ φαίνονταί τινα σαφῆ ποιό τητα κατὰ γεῦσιν ἐνδεικνύμενοι, τῆς ποιότητος ἀνάλογον ἔχουσι τὴν ἰσχύν · εἰ μὲν στύφοιεν, εἰς τὸ καταστεῖλαι καὶ σφίγξαι καὶ πιλῆσαι καὶ συναγαγεῖν, εἰ δὲ δάκνοιεν, εἰς τὸ θερμῆναίτε καὶ διαφορῆσαι καὶ τῆξαι, μέσοι δ’αὐτῶν εἰσὶν οἱ ῥύπτοντες μόνον ἄνευ τοῦ στύφειν δάκνειν. μὲν οὖν αἱματίτης καὶ σχιστὸς, τε γαλακτίτης καὶ μελιτίτης εἰς χυλὸν ἀναλύονται, παρατριβόμενοι, καθάπερ εἶπον, ἀκόναιςτε καὶ θυίαις, ὄντων καὶ ἄλλων εἰς χυλὸν λυομένων λίθων, ὥσπερ οὗτος κατ’Αἴγυπτον γεννώμενος, χρῶνται στιλπνοῦντες τὰς ὀθόνας. ἔστι δ’ἀποιότερος τῶν εἰρημένων, οὔτε στύψιν οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων. ὅθεν αὐτὸ δὴ τοῦτο μόνον ὑπάρχει τῷ λίθῳ τούτῳ τὸ ξηραίνειν, καὶ διὰ τοῦτο κηρωτῇ μιγνύντες αὐτὸν εἰς ἐπούλωσιν ἑλκῶν ἐπὶ τῶν μαλακῶν σωμάτων χρῶνται. μίγνυνται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν ὁμοίως τοῖς προειρημένοις. ὅσῳ δ’ἐστὶ μαλακτικώτερος αὐτῶν διὰ τὸ μηδεμίαν ἔχειν δραστικὴν ποιότητα, τοσούτῳ μετριώτερόςτε καὶ ἀναισθητότερος ὑπάρχει. τοῦτον τὸν λίθον ἔνιοι μὲν μόροξον, ἔνιοι δὲ γραφίδα καλοῦσιν. ἁπάντων δὲ τῶν εἰρημένων λίθων ἰσχυροτέραν ἔχει δύναμιν ἐκ τῆς Αἰθιοπίας κομιζόμενος, ὑπόχλωρός πως, ὡς ἴασπις ὀνομαζόμενος. ἀνιέμενος οὗτος λίθος εἰς χυλὸν γαλακτώδη κατὰ τὴν χρόαν δακνώδη τοῖς γενομένοις, καὶ διὰ τοῦτ’αὐτὴν οὐδεὶς ἔμιξεν ὀφθαλμικαῖς δυνάμεσιν, οὔτ’ἀποκρουστικαῖς ῥευμάτων οὔθ’ἑλκῶν ἰατικαῖς, ἀλλὰ μόνον εἰς τὸ καθῆραίτε καὶ ῥύψαι τὰ χωρὶς φλεγμονῆς ἐπισκοτοῦντα ταῖς κόραις, ἐξ ὧν εἰσι καὶ αἱ πρόσφατοι τῶν οὐλῶν, ἃς λεπτύνειν πέφυκεν. ἀπορρύπτει δὲ καὶ τὰ μὴ πάνυ σκληρὰ τῶν πτερυγίων.

9.2.6ἔστι δὲ καὶ ἄλλος λίθος ἰσχυρότερος τὴν δύναμιν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ γινόμενος, λευκὸς μὲν τὴν χρόαν, εὔρυθμος δὲ κατὰ τὸ σχῆμα καὶ γραμμὰς ἔχων ὡς ἀπὸ τόρνου γεγονυίας. ὀνομάζουσι δ’αὐτὸν ἀπὸ τῆς χώρας ἐν γεννᾶσθαι πέφυκεν Ἰουδαϊκὸν, καὶ χρῶνται πρὸς τοὺς ἐν τῇ κύστει λίθους, ἀνιέντες μὲν ἐπ’ἀκόνης, ποτίζοντες δὲ δι’ὕδατος θερμοῦ κυάθων τριῶν. ἡμεῖς δ’ἐφ’ὧν ἐπειράθημεν οὐδὲν ἤνυσεν ὡς πρὸς τοὺς ἐν κύστει λίθους, ἐπὶ δὲ τῶν ἐν νεφροῖς συνιμένων ἐστὶ δραστήριος. εἷς τῶν ἰσχυρὰν δύναμιν ἐχόντων ἐστὶν καὶ πυρίτης ὀνομαζόμενος, χρώμεθα μιγνύντες ἐμπλάστρῳ διαφορητικῷ. προσεμβάλλεται δ’αὐτῇ καὶ σχιστός. ὑπὸ τούτου τοῦ φαρμάκου καὶ πτύον μὲν πολλάκις, ἀλλὰ καὶ θρομβώδης σύστασις ἐν ταῖς μεταξὺ χώραις τῶν μυῶν γενομένη διεφορήθη. κεκόφθαι δὲ καὶ λελειῶσθαι πάνυ σφόδρα χρὴ τοὺς λίθους ἅπαντας ὅταν εἰς χρῆσιν ἄγωνται, παραπλησίως τοῖς εἰς τὰς ὀφθαλμικὰς δυνάμεις μιγνυμένοις. εἰ μὴ γὰρ χνοώδεις γεννηθεῖεν ὡς εἰς τὸ βάθος καταδύεσθαι τῶν σωμάτων οἷς προσφέρονται, παραπλήσιοι μενοῦσι ταύταις ταῖς θαλαττίαιςτε καὶ ποταμίαις ψάμμοις, αἵτινες καὶ αὐταὶ τὴν μὲν κοινὴν ἁπάντων λίθων δύναμιν ἔχουσιν. ξηραίνουσι γοῦν τὴν ὕποιδόντε καὶ ὑδερώδη σάρκα, κατακλινομένων ἐν αὐταῖς τεθερμασμέναις τῶν καμνόντων. οὐ μὴν εἰς ἄλλο γέ τι χρώμεθα αὐταῖς, ὥσπερ τοῖς προειρημένοις εἰς ὀφθαλμικάςτε καὶ σταλτικὰς αἵματος καὶ ῥοῦ γυναικείου δυνάμεις, ἔτιτε κολλητικὸν ἑλκῶν, ἐπουλωτικόντε καὶ σαρκωτικόν. ὅσοι γὰρ αὐτῶν οὐκ εἰσὶ δριμεῖς, εἰς ταῦτα πάντες εἰσὶ χρήσιμοι, καθάπερ οἱ δριμεῖς, ὧν ὕστερον ἐμνημόνευσα, πρὸς τὸ ῥύψαιτε καὶ ἀποσμῆξαι καὶ ἀφελεῖν, λεπτῦναίτε καὶ διαφορῆσαι καὶ σφοδρῶς ξηρᾶναι καὶ τῆξαι.

9.2.7ταύτης τῆς δυνάμεως ἔχεται καὶ φρύγιος καλούμενος. ἀεὶ δ’αὐτῷ κεκαυμένῳ κέχρημαι, καὶ πρὸς μὲν τὰ σηπεδονώδη τῶν ἑλκῶν αὐτὸν καθ’ἑαυτὸν δι’ὄξους δι’οἰνομέλιτος δι’ὀξυκράτου. πρὸς ὀφθαλμοὺς δὲ ξηρὸν ποιῶν φάρμακον, πολλοὶ λαβόντες ἔχουσιν ἤδη παρ’ἐμοῦ. μίγνυμι δὲ αὐτῷ καὶ ἄλλα τινά. λεχθήσεται δὲ περὶ αὐτοῦ κατὰ τὴν περὶ συνθέσεως τῶν φαρμάκων πραγματείαν. νυνὶ δ’ἀρκεῖ περὶ τῆς καθόλου δεδηλῶσθαι δυνάμεως αὐτοῦ. ξηραίνει γὰρ ἰσχυρῶς, ἔχων τι καὶ στύψεως ἅμα καὶ δήξεως. εἴρηται δέ μοι κᾀν τοῖς ἔμπροσθεν ἄριστάτε καὶ πολύχρηστα φάρμακα εἶναι πάντα τὰ μεμιγμένα, ἐν αὑτοῖς ἔχοντα τὰς δύο δυνάμεις, τήντε ἀποκρουστικὴν καὶ διαφορητικήν.

9.2.8ἔστι δὲ καὶ ἀγήρατος καλούμενος λίθος, τοὺς σκυτοτόμους ὁρῶμεν χρωμένους, μικτῆς δ’ἐστὶ δυνάμεως στυπτικῆςτε καὶ διαφορητικῆς, ἀλλὰ περὶ μόνης τῆς στυπτικῆς σκεπτέον. ὠφελεῖ μὲν ἐναργῶς γαργαρεῶνας φλεγμαίνοντας, οὐ μὴν γευομένοις γε σαφῆ στύψιν ἔχων δριμύτητα φαίνεται.

9.2.11ἔστι δὲ καὶ ἄλλος λίθος ἐν Ἀσσῷ γεννώμενος, ὃν καὶ δι’αὐτὸ τοῦτο καλοῦσιν Ἄσσιον, οὐ σκληρὸς ὡς αἱ πέτραι · πωροειδὴς γάρ ἐστι κατάτε χρόαν καὶ σύστασιν, εὔθρυπτόςτε καὶ χαῦνος, ἐπιτρέφεται δ’αὐτῷ παραπλήσιόν τι ἀλεύρῳ λεπτοτάτῳ, τῷ προσιζάνοντι τοῖς τοίχοις τῶν ἐν τοῖς μύλωσι διαττομένων ἀλεύρων. καλοῦσι μὲν οὖν τὸ φάρμακον τοῦτο πέτρας Ἀσίας ἄνθος. ἔστι δὲ λεπτομερὲς, ὡς ἀδήκτως τὰς πλαδαρὰς σάρκας ἐκτήκειν. ὁμοίαν δ’αὐτῷ δύναμιν ἔχουσα καὶ πέτρα καθ’ἣν γεννᾶται τῷ σφοδρῷ τῆς ἐνεργείας ἀπολείπεται. πλεονεκτεῖ γὰρ αὐτῆς τὸ ἄνθος οὐ μόνον τῷ μᾶλλον ἐκτήκειν καὶ διαφορεῖν καὶ ταριχεύειν, ἀλλὰ καὶ τῷ χωρὶς δήξεως ἰσχυρῶς ταῦτα ποιεῖν. ἔχει δέ τι καὶ ἁλμυρὸν ἐν τῇ γεύσει τουτὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος, ὡς εἰκάσαι τὴν γένεσιν ἴσχειν αὐτὸ, δρόσου τινὸς ἐκ θαλάττης ἐφιζούσης τῇ πέτρᾳ, κᾄπειτα ξηραινομένης ὑπὸ τοῦ ἡλίου. ἔστι δὲ καὶ ἄλλος λίθος μέλας τὴν χρόαν, ὅταν ὁμιλήσῃ πυρὶ, παραπλησίαν ὀσμὴν ἀσφάλτου ποιῶν, ὃν Διοσκορίδης καὶ ἄλλοι τινὲς ἐν Λυκίᾳ φασὶν εὑρίσκεσθαι, κατὰ τὸν ποταμὸν ὄνομα Γαγάτην, ὅθεν περ καὶ αὐτῷ τῷ λίθῳ τὴν προσηγορίαν εἶναι φαμέν. οὐ μὴν ἐγὼ εἶδον ἐκεῖνον τὸν ποταμὸν, καίτοι παραπλεύσας ὅλην Λυκίαν μικρῷ πλοίῳ τῆς ἱστορίας ἕνεκα τῶν ἐν αὐτῇ. πλακώδεις δὲ λίθους μελαίνας, εἰ κατὰ πυρὸς ἐπιτεθεῖεν, ἀσθενῆ φλόγα γεννῶντας ἐκόμισα πολλὰς ἐκ τῆς κοίλης Συρίας, ἐν τῷ λόφῳ γεννωμένας τῷ περιέχοντι τὴν νεκρὰν ὀνομαζομένην θάλασσαν, ἐν τοῖς ἀνατολικοῖς αὐτῆς μέρεσιν, ἔνθα καὶ ἄσφαλτος γίνεται. καὶ ἦν ὀσμὴ τῶν λίθων τῇ ἀσφάλτῳ παραπλησία. ἐχρησάμην δ’αὐτοῖς εἰς ἐμφυσήματα χρόνια κατὰ γόνυ γινόμενα δυσθεράπευτα, μιγνὺς ταῖς πρὸς τοῦτο τὸ σύμπτωμα πεπειρασμέναις δυνάμεσιν, καὶ σαφῶς ἔδοξεν ἡμῖν ἐναργεστέραν αὐτῶν πεποιηκέναι τὴν δύναμιν. ἔμιξα δ’αὐτὸν καὶ τῇ βαρβάρῳ καλουμένῃ καὶ σαφῶς ἐγένετο ξηραντικώτερον τὸ φάρμακον, ὡς καὶ κόλπους προστέλλειν, οὐ μόνον ἔναιμα τραύματα κολλᾷν ἐφ’ὧν ἡρμοκέναι μάλιστα πεπίστευται. ἔστι δὲ καὶ ἄλλη τις λίθος, ἧς καὶ Νίκανδρος μέμνηται γράφων οὕτως. ἠέ σύ γε Θρήϊσσαν ἐνὶ φλέξαις πυρὶ λίαν · εἶθ’ὕδατι ῥανθεῖσα ἐλάσεται, ἔσβεσε δ’αὐτὴν Τυτθὸν, ὅτ’ὀσμήσηται, ἐπιρρανθέντος ἐλαίου, Τὴν ἀπὸ Θρηϊκίου νομέες ποταμοῖο φέρουσιν, Ὃν Πόντον καλέουσιν. ἀλλ’οὐδὲν ἐξ αὐτῆς ὤφελος ἐς ἰατρικὴν οὐ δ’ Νίκανδρος γράφει παρὰ τὴν δυσωδίαν, τὰ θηρία θυμιώμενα διώκει. τῶν λίθων δ’ἐστὶ μία καὶ μαγνῖτιςτε καὶ Ἡρακλεία καλουμένη, παραπλησίαν ἔχουσα τῷ αἱματίτῃ τὴν δύναμιν.

9.2.12 γε μὴν Ἀράβιος καλούμενος λίθος, ἐοικὼς ἐλέφαντι, ξηραντικῆςτε καὶ ῥυπτικῆς ἐστι δυνάμεως.

9.2.13καὶ ἀλαβαστρίτης δὲ καλούμενος ὄνυξ εἰς χρείαν ἰατρικὴν ἔρχεται καυθείς. ἔνιοι δὲ καὶ ποτίζουσι τοὺς στομαχικοὺς αὐτήν.

9.2.14καὶ καλουμένη δὲ σμυρὶς, ὅτι μὲν ἱκανῶς ῥυπτικῆς ἐστι δυνάμεως, δῆλόν ἐστιν κᾀκ τῶν χρωμένων αὐτῇ δακτυλιογλύφων, εἰς τὴν τοιαύτην χρείαν, ἀλλ’ὅτι καὶ τοὺς ὀδόντας ἐργάζεται καθαροὺς ἐπειράθημεν.

9.2.15εἰ δὲ καὶ κίσσηρις ἐν τοῖς λίθοις ἀριθμεῖτο καὶ αὕτη τῆς αὐτῆς ἐστι δυνάμεως ὅσον ἐπὶ τῷ ῥύπτειν, ὥσπερ γε καὶ τὸ ἐκ τῶν κεραμίδων ὄστρακον, ἔτιτε μᾶλλον αὐτοῦ τὸ ἐκ τῶν κλιβάνων, ἀλλ’ γε σμυρὶς ἔχει τι δριμὺ, καὶ διὰ τοῦτο τινὲς αὐτὴν μιγνύουσιν καυστικαῖςτε καὶ ξηραντικαῖς δυνάμεσιν καὶ ταῖς θεραπευούσαις οὖλα πλαδαρά. καυθεῖσα δ’ κίσσηρις οὐκ ἀπολείπεται σμίρεως εἰς τὰς αὐτὰς χρείας.

9.2.16εἰσὶ δὲ καὶ οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι λίθοι θρυπτικῆς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρᾶς ὥστε τοὺς ἐν τῇ κύστει λίθους θρύπτειν, ἀλλ’οἱ τοῦτο γράψαντες ἐψεύσαντο, τοὺς δ’ἐν νεφροῖς ὄντας θρύπτουσιν, ὥσπερ καὶ οἱ ἐκ τῆς Καππαδόκης, οὓς ἐν τῷ Ἀργαίῳ φασὶ γεννᾶσθαι. λύονται δ’εἰς χυλὸν οὗτοι γαλακτώδη κατὰ τὴν χρόαν, ὥστ’εὔδηλον ὅτι λεπτυντικῆς εἰσι δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς.

9.2.17τὸν δὲ ὀστρακίτην ὀνομαζόμενον λίθον ἐπαινούντων ἀκούω τινῶν ὡς ξηραντικὴν ἱκανῶς ἔχοντα δύναμιν ἐκ στύψεώςτε καὶ δριμύτητος ἐπιμεμιγμένην, ὥσπερ γε καὶ τὸν γεώδη καλούμενον ἀποκαθαίρειντε τὰς κόρας καὶ τιτθῶν καὶ ὄρχεων ἰᾶσθαι φλεγμονὰς, ἐνιέμενοι ὕδατι. τό γε μὴν τῆς Ναξίας ἀκόνης ἀπότριμμα καὶ τιτθοὺς παρθένων κωλύει πρὸς ὥρας ἐμφυσᾶσθαι καὶ παίδων ὄρχεις, ὡς μετέχον δηλονότι καὶ καὶ ψυκτικῆς δυνάμεως.

9.2.18καὶ ὀφίτης δὲ καλούμενος λίθος καυθεὶς ῥυπτικῆςτε καὶ θρυπτικῆς ἐστι δυνάμεως, ὥσπερ γε καὶ ὕαλος. ἱκανῶς γὰρ καὶ αὐτὴ θρύπτει πινομένη μετ’οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει λίθους, ἀλλ’οὐκ ἄν τις αὐτὴν ἐν τοῖς λίθους ἀριθμοίη.

9.2.21ἰδιότητα δέ τινες ἐνίοις λίθους μαρτυροῦσι τοιαύτην, οἵαν ὄντως ἔχει καὶ χλωρὸς ἴασπις, ὠφελῶν τόντε στόμαχον καὶ τὸ τῆς γαστρὸς στόμα περιαπτόμενον. ἐντιθέασίτε καὶ δακτυλίῳ αὐτὸν ἔνιοι καὶ γλύφουσιν ἐν αὐτῷ τὸν τὰς ἀκτῖνας ἔχοντα δράκοντα, καθάπερ καὶ βασιλεὺς Νεχεψὼς ἔγραψεν ἐν τῇ τεσσαρακαιδεκάτῃ βίβλῳ. τούτου μὲν οὖν τοῦ λίθου κᾀγὼ πεῖραν ἱκανὴν ἔχω, καὶ ὁρμάθιόν γέ τι ποιήσας ἐκ λιθιδίων τοιούτων ἐξῆπτον τοῦ τραχήλου σύμμετρον οὕτως, ὡς ψαύειν τοὺς λίθους τοῦ στόματος τῆς γαστρός. ἐφαίνοντο δὲ μηδὲν ἧττον ὠφελοῦντες εἰ τὴν γλυφὴν οὐκ ἔχοιεν, ἣν Νεχεψὼς ἔγραψε. τὸν δ’ὀμφατίτην λίθον ἀνὴρ ἀξιόπιστος ὄντως ἔφη τοὺς ἐχεοδήκτους ὠφελεῖν περιαπτόμενον. ἀλλ’ἔξω τῆς κατὰ μέθοδον χρήσεως αἱ τοιαῦται δυνάμεις εἰσὶν, ὥσπερ γε καὶ τοῦ ἱερακίτουτε καὶ Ἰνδικοῦ τὸ ἐκ τῶν αἱμορροΐδων ἱστῶντος αἷμα. καὶ γὰρ οὖν καὶ σάπφυρος πεπίστευται πινόμενος ὠφελεῖν τοὺς ὑπὸ σκορπίου πληγέντας. καὶ ἀφροσέλινος καλούμενος καὶ τοὺς ἐπιλήπτους, οὐ μὴν ἡμεῖς ἐπειράθημεν. εἰσὶ δὲ καὶ ἄλλοι τινὲς λίθοι περιαπτόμενοι πρός τινων, ἔνιοι δὲ καὶ χαρακτῆράς τινας ἐγγραφομένους ἔχοντες καὶ γράμματα, καθάπερ καὶ πρὸς τὰς αἱμορροΐδας ἥρμοκεν ἱερακίτης, οὗ καὶ ἡμεῖς ἐπειράθημεν. ἀλλ’οὐ νῦν περὶ τῶν τοιούτων λέγειν καιρὸς ἐξ ἐμπειρίας μόνης ἐχόντων τὴν πίστιν, οὐ κατὰ μέθοδόν τινα λογικὴν εἰς χρῆσιν ἠγμένων. ἄλλος οὖν περὶ τούτων ἔσται καιρόςτε καὶ τόπος. νυνὶ δ’ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς ἡμῖν ἐν ὅλῃ τῇ πραγματείᾳ πάλιν ἀνέλθωμεν.

9.3

9.3.3περὶ τῶν μεταλλικῶν φαρμάκων. μεταλλικὰ φάρμακα προσαγορεύειν ἔθος ἐστὶν τοῖς ἰατροῖς ὧν γένεσις ἐν τοῖς μετάλλοις ἐστὶν, ἤτοι γε αὐτοφυὴς διὰ καμίνου γινομένη. καὶ τρίτα γε πρὸς αὐτοῖς ἐστιν ὅσα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι συσκευάζουσιν καθ’ὁντιναοῦν τρόπον, οἷον ψιμμύθιον, ψωρικὸν, σάνδικα, φύκον. ἐφεξῆς οὖν ὑπὲρ ἁπάντων εἰρήσεται κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφ’ὧν ἄρχεται τῶν ὀνομάτων ἕκαστον, ἐκεῖνο πρότερον ὑπὲρ ἁπάντων αὐτῶν κοινῇ προειποῦσιν ἡμῖν, ὥσπερ ἐπίτε τῶν λίθων ἐποιήσαμεν ὀλίγον ἔμπροσθεν ἐπίτε τούτων ἀνώτερον περὶ τῆς φαρμακώδους γῆς. ὥσπερ γὰρ ἐκεῖνα, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ μεταλλικὰ πάντα φάρμακα κοινὸν ἔχει τὸ ξηραίνειν. γεώδης γὰρ αὐτῶν ἐστιν οὐσία, κατὰ τὸ τῆς στοιχειώδους γῆς σημαινόμενον ὀνομάζοντός μου νῦν. ἀλλ’ὥσπερ ὑφ’ἡμῶν ἐκ τῆς κεραμίτιδος γῆς οἱ πίθοιτε καὶ αἱ κεραμίδες αἵτε χύτραι καὶ τἄλλα τὰ τοιαῦτα γίνεται, διὰ πυρὸς ἐκφρυγέντος αὐτῆς τοῦ νοτεροῦ σκληρυνθέντας, τὸν αὐτὸν τρόπον ἐν τῇ γῇ θερμασίας πολυχρονίου τὴν μικτὴν οὐσίαν ἐκ γῆς καὶ ὕδατος, ἐνίοτε δὲ καὶ ἀέρος ἑνοῦντόςτε καὶ κεραννύντος, εἶτα ξηραίνοντος, αἱ συστάσεις γίνονται τῶν μεταλλικῶν φαρμάκων. δὲ τῶν χωρίων φύσις ἐν οἷς ταῦτα συνίσταται παρὰ τὸ μᾶλλόντε καὶ ἧττον εἶναι ψυχρὰ τὰ μὲν μᾶλλον πήγνυσι, τὰ δ’ἧττον. ὥσπερ οὖν ἐν ταῖς τῆς γῆς διαφοραῖς πλείστη μὲν οὐσία τῆς στοιχειώδους γῆς, ὀλίγη δὲ τοῦ ἀερώδους, οὕτως ἐν τοῖς μεταλλευτοῖς πολὺ τῆς πυρώδους ἐγκέκραται. μεταξὺ δ’αὐτῶν εἰσιν αἱ λίθοι, διὸ καὶ τὰ πλεῖστα τῶν μεταλλικῶν φαρμάκων πλυνόμενα τὰ μὲν ἅπαξ δὶς, τὰ δὲ πλεονάκις, εἰς τὰς ἀδήκτως ξηραινούσας δυνάμεις γίγνεται χρήσιμα. οὕτω μὲν οὖν οἱ κοινοὶ λόγοι, οὓς περὶ πάντων αὐτῶν ἀναγκαῖον προεγνῶσθαι · λεχθήσονται δ’ἐφεξῆς οἱ καθ’ἕκαστον ἴδιον κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφ’ὧν αἱ προσηγορίαι τῶν φαρμάκων ἄρχονται. ἅλες. εἰσὶ μὲν καὶ οὗτοι ἐκ τῆς θαλάσσης γενόμενοι κατὰ τὰς καλουμένας ἅλας, ὧν κᾀν τοῖς θαλαττίοις φαρμάκοις μνημονεύσομεν. εἰσὶ δὲ καὶ οἱ ὀρυκτοὶ καλούμενοι τῷ τῶν μεταλλικῶν φαρμάκων περιλαμβανόμενοι γένει. δύναμιν δ’ἔχουσι παραπλησίαν ἀλλήλοις ἅπαντες οἵτ’ὀρυκτοὶ καὶ οἱ ἀπὸ τῆς θαλάττης, ὑπὲρ ὧν εἴρηται μὲν πρόσθεν ἐν τῷ τετάρτῳ γράμματι κατ’ἐκεῖνον τὸν λόγον ἡνίκα τὸν ἁλυκόντε καὶ ἁλμυρὸν χυμὸν ἀπὸ πικροῦ διωρίζομεν. εἰρήσεται δὲ καὶ νῦν ὡς μὲν ἐν τοῖς ἀφρονίτροις πικρόςτέ ἐστι καὶ ῥυπτικὸς, δ’ἐν τοῖς ἁλσὶ τοσοῦτον ἀπολείπεται κατὰ τὸ ῥύπτειν, ὅσον πλεονεκτεῖ κατὰ τὴν στύψιν. ἔστι γὰρ μικτὸς ἐκ δυοῖν ποιοτήτων, ῥυπτικῆςτε καὶ στυπτικῆς. ὅτι δ’ἱκανῶς ἀμφότεροι ξηραίνουσιν ἐδέδεικτο καὶ πρόσθεν. ἐν τῷ μέσῳ δ’ἀμφοῖν ἐστιν τοῦ λίτρου. Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. μίγνυται τοιγαροῦν ὡς τοιοῦτο καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, καὶ αὐτὸ δὲ καθ’αὑτὸ λειώσαντες καὶ χνοῶδες ἐργασάμενοι χρῶνται ξηρῷ πρὸς αὔξησιν τῶν ἐν τοῖς βλεφάροις τριχῶν, ὅταν ὑπὸ δριμύτητος χυμῶν τινὲς μὲν ἐκπίπτοντες αὐτῶν, τινὲς δὲ ἀναυξεῖς καὶ ἄτροφοι γίγνωνται. τὰς γὰρ δριμύτητας ταύτας ἐπιδαπανῆσαν εἰς τὴν κατὰ φύσιν εὐεξίαν ἐπανάγειν τὸ μόριον, οὗ τάτ’ἄλλα καὶ τὸ φύειν καὶ αὔξειν καὶ ῥωννύναι τὰς τρίχας τῶν βλεφάρων ὑπάρχει. τινὰ μὲν γὰρ αὐτῶν ἐστιν ἄντικρυς τῶν φαρμάκων ἔργα, τινὰ δὲ διὰ μέσης τῆς τῶν ζώων σωμάτων διοικούσης φύσεως, καθάπερ καὶ τὰ τούτων αὐτῶν καλλιβλέφαρα προσαγορεύουσιν · αὐτὰ μὲν γὰρ ξηραίνει μετρίως τὰ μετρίως βεβλαμμένα μόρια, τὴν φθείρουσαν τὰς τρίχας ὑγρότητα δαπανῶντα. ταύτης δὲ ἀπολομένης φύσις ἐπὶ τὰς ἰδίας ἐνεργείας ἀφικνεῖται τῶν τέως αὐτὴν ἐμποδιζόντων οὐκέτ’ἐνόντων.

9.3.4ἀρρενικὴ ἀρρενικὸν, ἑκατέρως γὰρ ὀνομάζεται, καυστικῆς ἐστι δυνάμεως, ἄκαυτόντε καὶ κεκαυμένον. εὔδηλον δ’ὅτι καὶ λεπτομερέστερον γίγνεται καυθέν. χρῶνται δ’αὐτῷ καὶ εἰς τὰς ψιλώσεις τῶν τριχῶν ὡς ἀποκαίοντι · εἰ χρονίσειέ γε, καὶ αὐτοῦ τοῦ δέρματος ἅπτεται.

9.3.6ἀφρόλιτρον ἀφρονίτρου διαφέρει. νίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι. καὶ γὰρ καὶ λευκός ἐστιν, οὐχ ὥσπερ τὸ τῆς Ἀσίας πέτρας ἄνθος τεφρώδης. ἀφρόνιτρον δ’οὐκ ἀλευρῶδες οὐ δὲ διαλελυμένον, ἀλλὰ πεπηγός ἐστιν καὶ συνεστὸς, πάντες οἱ ῥυπῶντες ἐν τοῖς βαλανείοις ὁσημέραι χρῶνται, ῥυπτικὴν ἔχοντι δύναμιν, ὡς μὴ μόνον ἀποσμῆξαι ῥύπον, ἀλλὰ καὶ κνησμὸν ἰάσασθαι, διαφορουμένων ὑπ’αὐτοῦ τῶν ἐργαζομένων αὐτὸν ἰχώρων. εἰκότως οὖν δι’αὐτοῦ σκευάζουσιν ἰατροὶ πολλὰ τῶν διαφορούντων φαρμάκων. δ’ἀφρὸς τοῦ νίτρου τῆς αὐτῆς μέν ἐστι φύσεως καὶ δυνάμεως τῷ νίτρῳ, λεπτομερεστέραν δ’ἔχει τὴν οὐσίαν. ἐρρέθη γε μὴν ὀλίγον ἔμπροσθεν ἐν τῷ μεταξὺ κατὰ τὴν δύναμιν εἶναι τὸ ἀφρόλιτρον ἀφρο νίτρουτε καὶ ἁλῶν. ἀφρολίτρῳ μὲν γὰρ ῥυπτικὴ δύναμις ὑπάρχει μόνη, τοῖς δ’ἁλσὶ καὶ στυπτικὴ, πολὺ πλείων δὲ ῥυπτική. γύψος καὶ αὐτὴ πρὸς τῇ κοινῇ πάντων τῶν γεωδῶν σωμάτων καὶ λιθωδῶν δυνάμει, καθ’ἣν ἐλέγετο ξηραίνειν, ἔτι καὶ τοῦτο προσείληφεν, ὅτι ἐμπλαστικῆςτ’ἐστὶ δυνάμεως. ἑνοῦται γὰρ αὐτὴ πρὸς αὑτὴν καὶ πήγνυται καὶ λιθοῦται βρεχεῖσα, διὸ καὶ τοῖς πρὸς αἱμορραγίαν ἁρμόττουσι φαρμάκοις ξηροῖς μίγνυται χρησίμως. αὐτὴ γὰρ μόνη καθ’αὑτὴν λιθώδης γίγνεται καὶ σκληρὰ πηγνυμένη, καὶ διὰ τοῦτο ἐπενόησα δεύειν αὐτὴν ὠοῦ τῷ λεπτῷ καὶ λευκῷ, τῷ πρὸς τὰς ὀφθαλμίας χρησίμῳ, μιγνὺς ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, προσίζει τοῖς τοίχοις κατὰ τοὺς μύλωνας. ἀναλαμβάνειν δὲ χρὴ τὸ οὕτως φυραθὲν ἁπαλαῖς ταῖς θριξὶν λαγῴαις, καί τισι τῶν ὁμοίως μαλακῶν.

9.3.7καυθεῖσα δὲ γύψος τὸ μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτομερεστέρα δὲ καὶ ξηραντικωτέρα γίγνεται, καὶ μέντοι καὶ ἀποκρουστικὴ, καὶ μάλισθ’ὅταν ὀξυκράτῳ δευθῇ.

9.3.9διφρυγὲς μικτῆς ἐστι ποιότητος καὶ δυνάμεως. ἔχει γάρ τι καὶ μετρίως στῦφον ἐν αὑτῷ καὶ δριμὺ μετρίως, διὸ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν ἐστι φάρμακον. ἐκόμισα δὲ καὶ τούτου τοῦ φαρμάκου πολύ τι πλῆθος ἐκ τῶν ἐν Κύπρῳ Σόλων, ἔνθα τὸ μέταλλόν ἐστιν, ὡς ἀπὸ σταδίων τῆς πόλεως τριάκοντα. ἔρριπτο γὰρ ἐν τῷ μεταξὺ τόπῳ τοῦτε προκειμένου κατὰ τὸ μέταλλον οἴκου καὶ τῆς ὑποκειμένης αὐτῷ κώμης. δὲ προεστὼς ἐπίτροπος τοῦ μετάλλου τὸ μετὰ τὴν. καδμείαν εὑρισκόμενον ἄχρηστον ἔλεγεν ὑπάρχειν αὐτὸ, διὸ καὶ ῥίπτεσθαι παραπλησίως τῇ κατὰ τὰς ἑστίας τέφρᾳ τῶν καόντων ξύλων. πολύχρηστον δ’ἱκανῶς ἐγένετό μοι τὸ φάρμακον τοῦτο πρόςτε τὰ κατὰ τὸ στόμα σηπεδονώδη τῶν ἑλκῶν, αὐτότε καθ’αὑτὸ καὶ μετὰ μέλιτος ἀπηφρισμένον καὶ πρὸς συνάγχην, ὅταν ἤδη φθάνῃ διὰ τῶν στυφόντων ἀνεσταλμένον τὸ ἐπιρρέον. καὶ γαργαρεῶνα δὲ ἀποτεμὼν αὐτῷ μόνῳ παραχρῆμάτε καὶ μέχρι συνουλώσεως ἐχρησάμην, πολλάκις ἐσφραγισμένην ἀκριβῶς οὐλὴν ἐργαζομένῳ καὶ τούτου τοῦ μορίου καὶ πάντων τῶν ἑλκωθέντων. οὕτω δὲ καὶ κατὰ τῶν ἐν αἰδοίοιςτε καὶ ἕδρᾳ πάντων ἑλκῶν. δὲ χρῆσις ὁμοία τοῖς κατὰ τὸ στόμα. καὶ γὰρ καὶ χαίρει πως τοῖς αὐτοῖς φαρμάκοις τὰ μέρη θερμὰ καὶ ὑγρὰ παραπλησίως ὄντα. προσάπτεται δὲ τοιοῦτος λόγος ἤδη καὶ τῆς περὶ συνθέσεως φαρμάκων πραγματείας. ἐάσαντες οὖν αὐτὸν ἐπὶ τὸ προσκείμενον ἴωμεν, αὐτὴν τὴν καθόλου δύναμιν ἑκάστου λέγοντες φαρμάκου, ὥσπερ καὶ τοῦ διφρυγοῦς εἴπομεν. προσθήσω δή τι τῷ κατ’αὐτὸ λόγῳ χρήσιμον οὐ περὶ διφρυγοῦς μόνον γινώσκειν, ἀλλὰ καὶ περὶ Λημνίας σφραγῖδος καὶ πομφόλυγος καὶ ὀποβαλσάμου καὶ λυκίου τοῦ Ἰνδικοῦ. τούτων γὰρ ἔμαθον ἔτι μειράκιον ὢν σκευασίας, ἀδιά γνωστον τὸ σκευασθὲν ἐργαζόμενος τῶν ἀληθινῶν. ἦν δὲ διδάξας ἄνθρωπος ἐπὶ μισθῷ μεγάλῳ περιεργότατος οὐκ ἐς ταῦτα μόνον, ἀλλὰ καὶ ἄλλα παραπλήσια. διὰ τοῦτο τοιγαροῦν ἔςτε Λῆμνον καὶ Κύπρον καὶ τὴν Παλαιστίνην Συρίαν ἐσπούδασα πορευθεὶς ἑκάστου · τῶν φαρμάκων τούτων πολὺ πλῆθος εἰς ὅλον ἐμαυτοῦ παραθέσθαι τὸν βίον, ἀλλὰ καὶ τὸ λύκιον τὸ Ἰνδικὸν ἀρτίως ἐνηνεγμένον ἐς Φοινίκην ἅμα τῇ Ἰνδικῇ ἀλόῃ κατ’ἐκεῖνον τὸν χρόνον εὐτύχησα λαβεῖν, ἡνίκα τὴν ἀπὸ τῆς Παλαιστίνης ὁδὸν ἐπανῄειν, αὐτῷτε τῷ κεκομίσθαι διὰ τῶν καμήλων, σὺν τῷ παντὶ φορτίῳ, πεισθεὶς Ἰνδικὸν ὑπάρχειν αὐτὸ καὶ τῷ τὸ νοθευόμενον οὐ δύνασθαι πρὸς τῶν κομιζόντων γινώσκεσθαι, τῆς ὕλης ἐξ ἧς σκευάζεται κατὰ τοὺς τόπους ἐκείνους μὴ γεννωμένης. ἄμεινον δ’ἔδοξέ μοι οὐδαμῶς γράφειν τὰς τῶν νόθων συνθέσεις, τῶν πονηρῶν ἀνθρώπων ἕρμαιον ἡγουμένων τὰ τοιαῦτα μανθάνειν. οὐ δὲ γὰρ ἀναγκαῖον ἅμα τοῖς διαγνώσεσιν τῶν ἀληθινῶν καὶ γνησίων τὰς τῶν νόθων συνθέσεις γινώσκειν, μηδέν γε συντελούσας εἰς τὴν διάγνωσιν αὐτῶν. ἐβουλόμην δ’ἂν, εἴ μοι δυνατὸν ἦν, καὶ τὰς παρὰ τοῖς ἐμοῦ πρεσβυτέροις τῶν παραπεποιημένων φαρμάκων σκευασίας ἀπαλεῖψαι. ἅπαν μὲν θεῖον ἑλκτικῆς ἐστι δυνάμεως, θερμὸν μὲν τῇ κράσει, λεπτομερὲς δὲ κατὰ τὴν οὐσίαν ὑπάρχον, ὡς καὶ πρὸς πολλὰ τῶν ἰοβόλων ἀνθίστασθαι. ἔγωγ’οὖν ἐπίτε τρυγόνος θαλασσίας καὶ δράκοντος ἐχρησάμην αὐτῷ πολλάκις, ἁλιεῖςτέ τινας διδάξας ἤκουσα μετὰ χρόνον αὐτῶν ἐπαινούντων μεγάλα τὸ φάρμακον. δὲ χρῆσις γίνεται καὶ ξηροῦ κατὰ τοῦ νύγματος ἐπιπαττομένου τοῦ φαρμάκου καὶ σιάλου μεμιγμένου. καὶ γὰρ καὶ τοῦτο ἐπινοήσας εὗρον ὑπὸ τῆς πείρας μαρτυρούμενον, ἐπενόησα δὲ καὶ δι’οὔρου δευθὲν αὐτὸ ποιήσειν. εὐπόριστα γὰρ ἁλιεῖς ὅλως ἐδίδασκον φάρμακα, καὶ σὺν ἐλαίῳ δὲ παλαιῷ καὶ σὺν μέλιτι καὶ σὺν ῥητίνῃ τερμινθίνῃ καλῶς ἂν ἔφην αὐτοὺς χρήσασθαι. καὶ μέντοι καὶ πάντων τούτων πεῖρα τὴν κρίσιν ἐποιήσατο. καὶ ψώρας δὲ καὶ λειχῆνας καὶ λέπρας οὐκ ὀλιγάκις ἰασάμην τῷ φαρμάκῳ τῷδε, μετὰ ῥητίνῃ τερμινθίνῃ. ἀπορρύπτει γὰρ τὰ τοιαῦτα πάντα πάθη χωρὶς τοῦ πρὸς τὸ βάθος ἀποκρούεσθαι, πολλῶν ἄλλων φαρμάκων τῶν ἰωμένων αὐτὰ μικτὴν ἐχόντων δύναμιν ὡς διαφορεῖντε καὶ ἀποκρούεσθαι.

9.3.13ἰὸς δριμεῖαν ἔχει γευομένοις ποιότητα διαφορητικόςτε καὶ καθαιρετικὸς καὶ τηκτικὸς ὢν οὐχ ἁπαλῆς μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός. εἴρηται δ’ἐν τοῖς ἔμπροσθεν ὡς ἔνιοι πολλὰ τῶν τοιούτων φαρμάκων ἐπουλωτικὰ καλοῦσιν, ἐπειδὴ λειώσαντες αὐτὸν καὶ χνοώδη ποιήσαντες, ἅπτονται τῶν ὑπερσαρκούντων ἑλκῶν διὰ μήλης πυρῆνος. εἶτα καὶ τὴν ὑστεραίαν εὑρίσκουσιν προσεσταλμένα, καίτοι γε γινώσκοντες ὡς εἰ βραχεῖ πλέον ἐπιθεῖεν, οὐ κατεσταλμένον, ἀλλὰ καὶ καταβιβρωσκόμενον εὑρήσουσι τὸ ἕλκος · τήκει γὰρ καὶ διαφορεῖ τὴν σάρκα, τῶν ἐπουλωτικῶν φαρμάκων συναγόντωντε καὶ πιλούντων καὶ σφιγγόντων καὶ τυλούντων αὐτήν. ἔστι δὲ καὶ τῇ γεύσει δακνώδης, οὐ μόνον τοῖς ἕλκεσιν ἰός. εἰ δέ τις μίξειεν ὀλίγον κηρωτῇ πολλῇ, ῥυπτικὸν ἀδήκτως γίνεται τὸ μικτὸν ἐξ ἀμφοῖν. εἴρηται δ’ἔμπροσθεν ὑπὲρ τῆς φύσεως τῶν τοιούτων φαρμάκων, ὅπωςτε παραλογίζονταί τινες ἑαυτοὺς ἐκ τῶν τοιούτων συνθέσεων, ἤτοι σαρκωτικὴν ἐπουλωτικὴν δύναμιν οἷς οὐ χρὴ προσάπτοντες φαρμάκοις, οὐκ αὐτοῖς τοῦτο ποιεῖν πεφυκόσιν, ἀλλὰ τοῖς ἐξ αὐτῶν συντελοῦσιν συγκειμένοις. καδμεία γίνεται μὲν καὶ κατὰ τὴν ἐν ταῖς καμίνοις γένεσιν τοῦ χαλκοῦ, τῆς γῆς ὅλης ἐκείνης ἐξ ἧς χαλκὸς γεννᾶται κατὰ τὴν καμινείαν ἀναπεμπούσης εἰς ὕψος οἷον αἴθαλόν τινα ἄσβολον, αἰθάλην γε καὶ ἀσβόλην, ὡς ἂν ἐθέλῃ τις καλεῖν. εἰ δ’οὐ γῆν, ἀλλὰ λίθον ἐθέλεις καλεῖν, ἐξ οὗ διακρινομένου κατὰ τὰς καμίνους τὸ μέν τι χαλκὸς γίνεται, τὸ δὲ καδμεία, τὸ δὲ διφρυγὲς, διαφερέτω μηδέν. γίγνεται δὲ καὶ ἐν τοῖς ἀργυρίοις μετάλλοις κατὰ τὴν ὁμοίαν διάκρισιν γένεσιν ὅπως ἂν ἐθέλῃς ὀνομάζειν. ἀλλὰ καὶ τοῦ πυρίτου λίθου καμινευομένου γίγνεται καδμεία. καὶ χωρὶς δὲ καμίνου καδμεία κατὰ Κύπρον εὑρίσκεται, καὶ δικαίως ἄν τις τὴν τοιαύτην ὀνομάζοι λίθον. ἐν γοῦν τοῖς Σόλοις τῆς ἐν ταῖς καμινείαις γεννωμένης καδμείας ὀλίγιστον ἦν ἔτι καθ’ὃν ἐγὼ χρόνον ἐπεδήμησα τῇ νήσῳ. λίθους δὲ λαβὼν παρὰ τοῦ τοῖς μετάλλοις ἐπιτεταγμένου κατάτε τὰ ὄρη καὶ τοὺς ῥύακας εὑρισκομένους, οὓς εἰς Ἀσίαντε καὶ Ἰταλίαν κομίσαντός μου, μέγιστον δῶρον ἐδόκουν οἱ φίλοι λαμβάνειν, ὡς τῆς ἄλλης καδμείας ἐκείνην οὖσαν ἀμείνονα. τὴν τοιαύτην μὲν οὖν εἰκότως ἄν τις ὀνομάζοι λιθώδη καδμείαν, τῆς δὲ καμινευομένης μέν τις βοτρυῗτις, δὲ πλακῖτις ὑπὸ τῶν ἰατρῶν καλεῖται · βοτρυῗτις μὲν ἐν τοῖς ὑψηλοτέροις μέρεσι τῶν οἴκων ἀθροιζομένη κατὰ τὰς καμινείας, πλακῖτις δὲ ἐν τοῖς ταπεινοτέροις. καὶ πρόδηλον ὅτι λεπτομερεστέρα μὲν βοτρυῗτίς ἐστι, παχυμερεστέρα δὲ πλακῖτις, ἀμφότεραι δὲ ξηραντικῆς δυνάμεως, ὥσπερ καὶ τἄλλα τὰ μεταλλευόμενάτε καὶ λιθώδη καὶ γεώδη. πρὸς δὲ τῇ ξηραντικῇ καὶ τὴν ῥυπτικὴν μετρίως ἔχει. γε μὴν ἐκ τῶν καμίνων ἐξ ἀνάγκης ἔχει τι καὶ τῆς τοῦ πυρὸς δυνάμεως. εἰκότως οὖν πλύνοντες αὐτὴν φάρμακον ἐργάζονται ξηραῖνόντε καὶ ῥύπτον μετρίως ἄνευ δήξεως ὡς εἰς τὰ πληρώσεως ἕλκη δεόμενα κατάτε τοὺς ὀφθαλμοὺς καὶ τὸ πᾶν σῶμα χρήσιμον. τὰ δὲ λίαν ὑγρὰ τῶν ἑλκῶν σηπεδονώδη κατὰ μὲν τὰ πάνυ μαλακὰ τῶν σωμάτων, οἷα τὰ τῶν εὐνούχωντε καὶ παίδων καὶ γυναικῶν ἐστιν, ὀνίνησιν τοιαύτη καδμεία · κατὰ δὲ τὰ σκληρὰ καὶ σύντονα τῶν εὐτονώτερον ξηραινόντων ἐστὶ χρεία φαρμάκων. ἀεὶ τοίνυν χρὴ μεμνῆσθαι πρὸς τὴν εὔκρατόντε καὶ μέσην τῶν ὑπερβολῶν φύσιν ἀναφέρεσθαι τὸν λόγον ἐν ἅπασι τοῖς ἁπλῶς λεγομένοις, οἷον ὅτε εἴπωμεν ἤτοι πληρωτικὸν ἑλκῶν ἐπουλωτικὸν εἶναι φάρμακον, ἄλλο ὁτιοῦν ἄλλο ποιοῦν, πρὸς ἣν καὶ ἡμεῖς νῦν ἀναφέροντες ξηραντικὴν καὶ βραχέως ῥυπτικὴν τῇ καδμείᾳ τὴν δύναμιν εἶναί φαμεν, ἐν δὲ τῇ κατὰ θερμότητάτε καὶ ψύξιν διαφορᾷ σύμμετρός πώς ἐστιν οὐδέτερον ἐπιφανῶς ἐργαζομένη. κιννάβαρι δριμείας μετρίως δυνάμεώς ἐστιν, ἔχει δέ τι καὶ στύψεως. κίσσηρις ἐάντ’ἐν τοῖς μεταλλευτοῖς τάξῃς αὐτὴν, ἐγκαλέσουσιν οἱ φιλεγκλήμονες, ἄντ’ἐν τοῖς λίθοις, οὐ συγχωρήσουσι λίθον εἶναι, πολὺ δὲ μᾶλλον οὐ δὲ γῆν, οὐ δὲ τῶν ἐκ θαλάττης τι. καὶ μὴν δεῖ ποτε περὶ αὐτῆς εἰπεῖν, ἐμβαλλομένης εἴςτε τὰ σαρκωτικὰ φάρμακα καὶ τὰ τῶν ὀδόντων ῥυπτικά. τοῦτο μὲν οὖν ἀκαύτου, τοῦτο δὲ κεκαυμένης, ἡνίκα καὶ λεπτομερεστέρα γίνεται τοῖς ἄλλοις τοῖς κεκαυμένοις ἅπασι παραπλησίως, ἀλλ’ἐν τῇ καύσει προσλαμβάνει τι δριμὺ, καὶ ἀποτίθεταί γε πάλιν αὐτὸ πλυνομένη. δόξειε δ’ἂν τοὺς ὀδόντας λαμπρύνειν οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῇ τραχύτητι, καθάπερ εἰ καὶ σμύριν ὄστρακον τι τοιοῦτον λειώσας προσφέροις, ἅτινα καὶ αὐτὰ λαμπρύνει τάχα κατ’ἄμφω, διότιτε ῥυπτικὸν ἔχει τι καὶ τῇ τραχύτητι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ κεκαυμένα κέρατα λαμπρυντικὰ τῶν ὀδόντων ἐστίν.

9.3.14κονία. τῆς τέφρας πλυθείσης κονία γίνεται, τέφραν δὲ τὸ ὑπόλειμμα τῶν κεκαυμένων σωμάτων ὀνομάζουσιν οἱ Ἕλληνες, ἐάντε λιθώδη τὴν φύσιν, ἐάντε δένδρων ζώων μόρια. κατὰ τὴν φύσιν οὖν τοῦ πλυνομένου καὶ κονία γίνεται, τοῦ μὲν ἐμπύρευμα δριμύτατον ἔχοντος δριμυτάτη, τοῦ δὲ μὴ τοιούτου μετριωτέρα, διὸ καὶ ταῖς σηπταῖς λεγομέναις δυνάμεσι μίγνυται καυστικὴν ἔχουσα θερμότητα, τῷ λεπτομερεῖ τῆς οὐσίας ἀνωδύνως κάουσα.

9.3.15κυανὸς εἴτ’ἀρσενικῶς εἴτε θηλυκῶς ἐθέλεις ὀνομάζειν τὸ φάρμακον τοῦτο, δριμείας ἐστὶν δυνάμεως, καθαιρετικῆςτε καὶ διαφορητικῆς πλέονος κατὰ τὸ κιννάβαρι · μετέχει δὲ καὶ στύψεως.

9.3.17λεπὶς μέν τίς ἐστι. χαλκοῦ πολύχρηστον φάρμακον, δέ τις σιδήρουτε καὶ στομώματος. ὀνομάζουσι δέ τινες καὶ ἡλῖτιν λεπίδα. ξηραίνουσι μὲν οὖν ἰσχυρῶς ἅπασαι, διαφέρουσι δ’ἀλλήλων αὐτῷτε τῷ ξηραίνειν ἧττόντε καὶ μᾶλλον καὶ τῷ παχυμερεστέρας λεπτομερεστέρας οὐσίας εἶναι καὶ τῷ στύψεως μετέχειν ἧττόντε καὶ μᾶλλον. μὲν οὖν ἡλῖτις ἐν τῷ ξηραίνειν πρωτεύει. καὶ γὰρ καὶ λεπτομερεστέρα τῶν ἄλλων ἐστὶν, προσειληφυῖά τι καὶ ἰοῦ, στύψεως δὲ πλείονος τοῦ σιδήρου μετέχει λεπὶς, καὶ ταῦτ’ἔτι μᾶλλον τοῦ στομώματος, διὸ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἀμείνους εἰσὶ τῆς τοῦ χαλκοῦ. καθαιρεῖ δὲ καὶ τήκει σάρκα μᾶλλον τοῦ χαλκοῦ, ταύτης δ’ἔτι μᾶλλον ἡλῖτις. ἅπασαι δὲ λεπίδες δακνώδεις εἰσὶν οὐκ ἀγγεννῶς, καὶ δῆλον ὡς τῆς οὐσίας αὐτῶν σύστασις οὐ πάνυ τι λεπτομερής ἐστιν, ἀλλὰ παχυμερὴς μᾶλλον. ἀδηκτότερον γὰρ ἀεὶ τῶν τὴν αὐτὴν δύναμιν ἐχόντων ἐστὶ τὸ λεπτομερέστερον, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐδείχθη. λιθάργυρος ξηραίνει μὲν ὥσπερ καὶ τἄλλα πάντα τὰ μεταλλικάτε καὶ γεώδη καὶ λιθώδη φάρμακα, μετριώτατά γε μὴν τοῦτο ποιεῖ. καὶ κατὰ τὰς ἄλλας δὲ ποιότητάςτε καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς ἐστιν, οὔτε θερμαίνουσα σαφῶς οὔτε ψύχουσα καὶ τοῦ στύφειντε καὶ ἀπορρύπτειν μετρίως μετέχει. διὸ καὶ τῶν σαρκωτικῶν φαρμάκων, μετρίως ἐδείχθη ῥυπτικὰ, λείπεται καὶ τῶν συναγόντων δὲ καὶ στυφόντων. πρὸς δὲ τὰ κατὰ μηροὺς παρατρίμματα χρήσιμόν ἐστι φάρμακον, ἐπειδὴ βραχέως ἀμφοτέρων τῶν εἰρημένων μετέχει δυνάμεων. τῆς μέσης οὖν τάξεως εἰκότως ἂν ἐν τοῖς μεταλλικοῖς νομίζοιτο. διὸ καὶ ὡς ὕλῃ χρώμεθα πολλάκις αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν ἔχουσι δύναμιν δάκνουσαν στύφουσαν τι ἄλλο ποιοῦσαν, ὥσπερ κᾀν τοῖς τηκτοῖς τῷ κηρῷ χρώμεθα πρὸς τὰ πλεῖστα τῶν φαρμάκων ὥσπερ ὕλῃ τινί. διότι καὶ αὐτὸς ἐν τῷ μέσῳ πως τέτακται τῶν ἰσχυρὰν ἐχόντων δύναμιν.

9.3.18νίτρον εἴρηται καὶ πρόσθεν ἐν τῷ μεταξὺ τοῦ ἀφρονίτρουτε καὶ ἁλῶν δυνάμεως εἶναι, καυθὲν δ’ἐγγυτέρω γίγνεται τῷ ἀφρονίτρῳ, λεπτομερέστερον δ’ἐκ τῆς καύσεως ἀποτελούμενον. ξηραίνει τοιγαροῦν καὶ διαφορεῖ καὶ, εἰ εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς πολὺ μᾶλλον τῶν ἁλῶν. ἀφρόνιτρον δ’εἰ μὴ μεγάλης ἀνάγκης οὔσης οὐ δὲ καταπίνει τις ὡς ἂν κακοστόμαχον ὂν, ἐπεί τοι μᾶλλόν ἐστι νίτρου τμητικόν. ἐπὶ γοῦν μυκήτων πνιγόντων ἐχρῆτό τις ἀγροῖκος αὐτῷ καὶ διὰ παντὸς εὐδοκίμει. νίτρῳ δὲ κεκαυμένῳτε καὶ ἀκαύστῳ καὶ ἔτι μᾶλλον αὐτοῦ τῷ ἀφρῷ καὶ ἡμεῖς ἐπὶ τοιούτων χρώμεθα.

9.3.19μελαντηρία τῶν στυφόντων ἱκανῶς ἐστι φαρμάκων, μετὰ τοῦ καὶ λεπτομερὴς εἶναι σχεδὸν ἁπάντων τῶν στυφόντων μάλιστα.

9.3.24μέλαν γράφομεν, ἱκανῶς καὶ τοῦτο ξηραίνει λυόμενον ὕδατι. καὶ τὰ πυρίκαυτα δὲ τῶν ἑλκῶν πα ραχρῆμα καταχριόμενον ὀνίνησιν. εἰ δὲ καὶ ὄξους ἔχει, πολὺ μᾶλλον. μίσυ. κατὰ τὸ μέταλλον ἐν Κύπρῳ τὸ προειρημένον ἐν τοῖς τῶν Σόλων ὄρεσι μέγας τις ἦν οἶκος, οὗ κατὰ τὸν δεξιὸν τοῖχον, ὡς πρὸς ἡμᾶς δὲ τοὺς εἰσιόντας ἀριστερὸν, εἴσοδος ἦν εἰς αὐτὸ τὸ μέταλλον, ἐν τινας ἐθεασάμην ἐπὶ πλεῖστον ἐκτεταμένας οἷον ζώνας ἐπ’ἀλλήλαις τρεῖς, ταπεινοτάτην μὲν τὴν τοῦ σώρεως, ἐπ’αὐτῇ δὲ τὴν τῆς χαλκίτεως, εἶτα τοῦ μίσυος. δὲ κατ’ἐκεῖνον τὸν καιρὸν ἐπίτροπος τοῦ μετάλλου, δεικνύς μοι ταῦτα, καθάπερ, ἔφη, νῦν ἥκεις ἐν πενίᾳ τῆς καμινευομένης καδμείας ὄντων ἡμῶν, οὕτω ἐν πλούτῳ θαυμαστῷ τὰ τρία ταῦτα ὁρᾷς καθεστηκότα. καὶ τοίνυν καὶ λαβὼν ἐξ αὐτοῦ πάμπολυ πρῶτον μὲν εἰς τὴν Ἀσίαν, ἐκεῖθεν δ’εἰς τὴν Ῥώμην ἐκόμισα καὶ μέχρι νῦν ἔσχον ἐτῶν μεταξὺ γενομένων ὡς λʹ. καὶ κατά τινα τύχην προκειμένη πραγματεία μέχρι μὲν τῆς ὀγδόης βίβλου προῆλθεν, ὡς πρὸ ἐτῶν εἴκοσιν, οὐ προστεθέντος αὐτῇ τοῦ ἐννάτου τούτου, διὰ τὸ τινὰς μὲν τῶν λίθων μηδέπω τεθεᾶσθαι. καὶ μέντοι καὶ τὰς μεταξὺ γενομένας ἀσχολίας ἑτέρων ἕνεκα. νυνὶ δὲ προστεθέντος μου τὸ ἔννατον τοῦτο βιβλίον, ἐν τῷ μεταξὺ συνέβη τι θέαμα κατὰ τύχην κάλλιστον, ὅπερ ἐξεπίτηδες ἄν τις αὐτὸς ἐτεχνήσατο. δεηθεὶς γὰρ εἴς τι φάρμακον σκευαζόμενον μίσυος, ἀνειλόμην ὡς χειροπληθῆ βῶλον, οὐ πάνυ τι τοιαύτην σύστασιν ἴσχοντος τοῦ μίσυος, ἀλλὰ κατὰ μικρὰς ἑνώσεις διαλυομένου. θαυμάσας οὖν τὴν ἀήθη πύκνωσιν αὐτοῦ καὶ θλάσας τὴν βῶλον, εὗρον ἐπιπολῆς μὲν ἐν κύκλῳ τὸ μίσυ καθάπερ ἐπάνθισμά τι τοῦ ἔνδον. ἐπ’αὐτῷ δὲ μεταξὺ χαλκίτεώςτε καὶ μίσυος οἷον ἡμίρροπός τις ἐκ χαλκίτεως εἰς μίσυ μεταβολή. τὸ γὰρ ἐξ ἀρχῆς βῶλος ἦν χαλκίτεως. ὅσον δ’ἐν τῷ βάθει χαλκῖτις ἀκριβὴς ἦν, ἔτι μηδεμίαν ἀλλοίωσιν ἐσχηκυῖα. τοῦτ’οὖν θεασάμενος, ἐννοήσαςτε καὶ κατὰ τὸ μέταλλον, οὕτως ἐπὶ τῇ χαλκίτιδι γεννᾶσθαι τὸ μίσυ, καθάπερ τὸν ἰὸν ἐπὶ τῷ χαλκῷ, τὸ διασωζόμενον ἔτι παρ’ἐμοὶ τοῦ σώρεως, ἐσκοπούμην εἴ τινα μεταβολὴν εἰς χαλκῖτιν λαμβάνοι καὶ βραχεῖά τις ὑπόφασις ἐφάνη τάχα καὶ αὐτὴ χρόνῳ πολλῷ δυνησομένη τὴν μεταβολὴν εἰς χαλκῖτιν ἔχειν, ὥστ’οὐδὲν θαυμαστὸν ὁμογενοῦς εἶναι δυνάμεως τὰ τρία φάρμακα, τὸ σῶρυ λέγω καὶ τὴν χαλκῖτιν καὶ τὸ μίσυ, διαφέροντα λεπτομερείᾳτε καὶ παχυμερείᾳ. παχυμερέστατον μὲν γὰρ ἐν αὐτοῖς τὸ σῶρυ, λεπτομερέστατον δὲ τὸ μίσυ, μέσην δ’ἀμφοῖν δύναμιν χαλκῖτις ἔχει. καίονται πάντα τὰ τρία καὶ τὰς καλουμένας ἐσχάρας ἐργαζόμενα, μετέχει γε μὴν καίτοι καίοντα στύψεως. ἧττον δ’ἐν τῷ προσφέρεσθαι ταῖς σκληραῖς σαρξὶ δάκνει τὸ μίσυ τῆς χαλκίτεως, καίτοι γε οὐχ ἧττον αὐτῆς ὂν θερμὸν, ἀλλ’ἐκ τοῦ κατὰ τὴν οὐσίαν λεπτομεροῦς ἔχει τοῦτο. χυτῶν δ’ὄντων ἀμφοτέρων ἐν ταῖς ἑψήσεσιν, καὶ μᾶλλόν γε τῆς χαλκίτεως τοῦ μίσυος, οὐ τήκεται τὸ σῶρυ, διὰ τὸ λιθωδεστέραντε καὶ σφοδροτέραν ἔχειν τὴν πῆξιν, ὥσπερ αὖ πάλιν τὸ μίσυ τῷ κατειργάσθαι διὰ τῆς συμφύτου θερμότητος, ξηρότερον ὂν τῆς χαλκίτεως, εἰκότως δὲ καὶ δυστηκτότερόν ἐστιν. μολύβδαινα λιθαργύρῳ παραπλησίαν ἔχει δύναμιν, ἀποκεχωρηκυῖα βραχύ τι τῆς μέσης κράσεως ἐπὶ τὸ ψυχρότερον, ἀλλ’οὐ δὲ ῥυπτικῆς μετέχει δυνάμεως, ἔστι δ’ἄμφω τὰ φάρμακα τηκτὰ καὶ οὐχ ὥσπερ οἱ λίθοι καὶ καδμεία καὶ ψάμμος ἄτηκτα. ταχίστη δ’αὐτῶν τῆξις γίνεται προσλαβόντος ὄξους τοῦ ἐλαίου. τήκεταί γε μὴν καὶ εἰ ὕδωρ μίξας ἐπιπλεῖστον ἑψήσαις. ὥσπερ δ’ἐν Κύπρῳ τὴν ἐν τοῖς ὄρεσιν καὶ ῥύαξι γεννωμένην καδμείαν ἔλαβον οὖσαν, ὡς ἔφην, εἶδός τι λίθου, κατὰ τὸν αὐτὸν τρόπον καὶ μολύβδαιναν, ἐρριμμένην παμπόλλοις ἅμα τοῖς ἄλλοις λίθοις ἐθεασάμην κατὰ τὴν εἰς Ἐργαστήρια φέρουσαν ὁδὸν ἀπὸ Περγάμου. καλεῖται δ’Ἐργαστήρια κώμη τις, ἐν καὶ μέταλλά ἐστι, μεταξὺ Περγάμου καὶ Κυζίκου, σταδίους ἀπέχουσα Περγάμου τετρακοσίους τεσσαράκοντα. μόλυβδος δυνάμεώς ἐστι ψυκτικῆς. ἔχει γὰρ οὐ μόνον ὑγρὰν οὐσίαν πολλὴν ὑπὸ ψύξεως πεπηγυῖαν, ἀλλὰ καὶ ἀερώδη, τῆς γεώδους ὀλίγης μετέχων. ὅτι μὲν οὖν ὑγρὰν οὐσίαν ἔχει πλείστην ὑπὸ ψύξεως πεπηγυῖαν γινομένη διὰ ταχέων, ἐπειδὰν ὁμιλήσῃ πυρὶ, χύσιςτε καὶ ῥύσις αὐτῷ γινέσθω σοι τεκμήριον. ὅτι δὲ καὶ ἀερώδη, σημεῖον τόδ’ἐστίν. μόλυβδος μόνος μόνος ὧν ἴσμεν αὐξάνεται καὶ ὄγκῳ καὶ σταθμῷ, κατατιθέμενος ἐν οἴκοις καταγείοις ἀέρα θολερὸν ἔχουσιν, ὡς εὐρῶτος πληροῦσθαι ταχέως τὰ κατ’αὐτοὺς κείμενα · καὶ οἱ τοὺς πόδας δὲ τῶν ἀνδριάντων συνδοῦντες τοῖς λίθοις μόλυβδοι πολλάκις ὤφθησαν ηὐξημένοι. καί τινες εἰς τοσοῦτον ᾔρθησαν ὄγκον, ὡς. ἀποκρεμάννυσθαι τῶν λίθων ὁμοίως κρυστάλλῳ. ταῦτα μὲν οὖν πιθανὰ πρὸ τῆς πείρας γνωρίσματα τῆς ὑγρότητός τι καὶ ψύξεως αὐτοῦ. τὰ δ’ἐπιστημονικάτε καὶ βέβαια διὰ τῆς πείρας γινώσκεται. θυίαν γοῦν σκευάσας ἐκ μολύβδου, μετὰ δοίδυκος μολυβδίνου βαλὼν εἰς αὐτὴν, τι ἂν ἐθέλοις ὑγρὸν, εἰ τρίβοις, ὡς ἀνεῖναι χυλόν τινα τόντε δοίδυκα καὶ τὸν μόλυβδον, τὸ γεννώμενον ἐξ ἀμφοῖν εὑρήσεις πολὺ ψυχρότερον τὴν δύναμιν τὸ ὑγρὸν ἐτύγχανεν ὄν. ἔξεστι δ’ἐμβάλλειν σοι καὶ ὕδωρ καὶ οἶνον λεπτὸν ὑδατώδη καὶ ἔλαιον καὶ πᾶν ὁτιοῦν τοιοῦτον. εἰ δὲ καὶ μᾶλλον βούλοιο τὸν χυλὸν ἐμψυκτικὸν ποιῆσαι, τὸ ἔλαιον ὀμφάκινον ῥόδινον μήλινον μύρσινον ἔστω. τῷ δὲ γεννωμένῳ χυλῷ χρώμενος εἴςτε τὰς ἐν ἕδρᾳ μεθ’ἑλκῶν στολίδων ἀνεχομένας φλεγμονὰς, εἴςτε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσιν καὶ τιτθοῖς, ἄριστον ἕξεις φάρμακον. ὁμοίως δὲ καὶ κατὰ τῶν ἄλλων ἁπάντων ῥευμάτων ἀρχομένων, ὅσατε βουβῶσιν ποσὶν τοῖς ἄλλοις ἄρθροις ἐγκατασκήπτει, καὶ μέντοι καὶ τοῖς ἕλκεσι τοῖς κακοήθεσιν, ὡς καὶ πρὸς τὰ καρκινώδη χρησάμενος αὐτῷ θαυμάσεις τὸ φάρμακον. εἰ δὲ βούλει διὰ ταχέων πλεῖστον ἀθροῖσαι τοῦ μολύβδου χυλὸν, ἐν ἡλίῳ πειρῶ τρίβειν ὁπωσοῦν ἀέρι θερμῷ γεγονότι. πολύχρηστον δ’ἔσται σοι τὸ φάρμακον, εἰ καὶ τῶν ψυκτικῶν χυλῶν ἐμβαλὼν τρίβοις, οἷον ἀειζώου, κοτυληδόνος καὶ σέρεως καὶ θριδακίνης καὶ χονδρίλης καὶ ψυλλίου καὶ ὄμφακος καὶ ἀνδράχνης. ὅσα δὲ τούτων οὐ μεθίησι ῥᾳδίως χυλὸν, ὥσπερ καὶ ἀνδράχνη, μιγνύειν αὐτοῖς τινα τῶν ἄλλων ὑγρῶν, οἷος καὶ τῆς ὄμφακός ἐστιν, ὃς καὶ αὐτὸς καθ’ἑαυτὸν ἐμβαλλόμενος τῇ προειρημένῃ θυίᾳ, κάλλιστον ἐμψυκτικὸν ἐργάζεται φάρμακον. ἀλλὰ καὶ πλατυνθεὶς μόλυβδος ἄνευ τῶν ἄλλων τινὸς, αὐτὸς καθ’ἑαυτὸν μόνος, ὑποστόρεσμα γίνεται ταῖς ψόαις τῶν ἀσκούντων ἀθλητῶν, ὅταν ὀνειρώττωσιν, φανερῶς ἐμψύχων αὐτούς. καί που λεπὶς ἐκ μολύβδου λεπτὴ γενομένη καλῶς ἐπιδεθεῖσα κατὰ γαγγλίου τελέως ἠφάνισιν αὐτό. καλῶς δ’ἐπιδήσει πᾶς μεμαθηκὼς ὑφ’Ἱπποκράτους κατὰ τὸ σῖνος ἐρείδειν μᾶλλον ἔνθεν καὶ ἔνθεν. οὐδὲν οὖν θαυμαστόν ἐστιν οὐ δὲ τὸν κεκαυμένον μόλυβδον, ὅταν πλυθῇ, ψυκτικῆς γίνεσθαι δυνάμεως, πρὸ πλυθῆναι δὲ μικτῆς ἐστιν δηλονότι. καὶ τοῦτο μὲν οὖν αὐτὸ τὸ φάρμακον κεκαυμένος μόλυβδος ἀγαθόν ἐστιν πρὸς τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ὅταν δὲ πλυθῇ, πολὺ μᾶλλον εἴςτε πλήρωσιν αὐτῶν καὶ συνούλωσιν ἄριστον γίνεται φάρμακον. ἁρμόττει δὲ καὶ τοῖς χειρωνείοις καλουμένοις καὶ καρκινώδεσιν ἅπασιν αὐτόςτε καθ’ἑαυτὸν καί τισι τῶν ἀπουλωτικῶν φαρμάκων μιγνύμενος, οἷόν ἐστι καὶ τὸ διὰ τῆς καδμείας. χρὴ δὲ λύειν μὲν ἐν ἀρχῇ, εἰ πολὺς ἰχὼρ εἴη, καθ’ἑκάστην ἡμέραν · εἰ δὲ μὴ, διὰ τρίτης καὶ διὰ τετάρτης. ἐπικείσθω δὲ ἔξωθεν ἐξ ὕδατος ψυχροῦ σπόγγος, ὃς ὅταν ξηραίνηται, βρεχέσθω. ταῦτα μὲν οὖν ἐπὶ πλέον κατὰ τὴν προκειμένην πραγματείαν εἴρηται, διὰ τὴν οἰκειότητα τοῦ λόγου προαχθέντος μου. καιρὸς δ’ἤδη πρὸς τὰ συνεχῆ μετιέναι. ὄστρακον ξηραντικῆςτ’ἐστὶ καὶ ῥυπτικῆς δυνάμεως, μάλιστα δὲ τὸ ἐκ τῶν κλιβάνων, τῷ κατωπτῆσθαι. διὸ καὶ τῶν ἐμπλάστρων ἣν ὀνομάζουσιν ἡφαιστιάδα, διὰ τούτου σκευαζομένη κάλλιστον ἐπουλωτικὸν γίνεται φάρμακον.

9.3.26πομφόλυξ γίνεται μὲν καὶ κατὰ τὴν τοῦ χαλκοῦ καμινείαν, ὥσπερ καὶ καδμεία. γίνεται δὲ καὶ αὐτῆς τῆς καδμείας καμινευομένης καὶ κατάτε τὴν Κύπρον, ἐπειδὴ τὴν παρασκευὴν οὐκ εἶχεν εἰς τὴν τοῦ χαλκοῦ καμινείαν ἐπίτροπος, ἐκέλευσεν ἐξ αὐτῆς τῆς καδμείας σκευασθῆναι παρόντι καὶ θεωμένῳ πομφόλυγα, κατὰ σμικρὰ θραύματα τῆς καδμείας ἐπιβαλλομένης τῷ πυρὶ, προσκειμένῳ αὐτῷ δηλονότι χαλκευτικῆς φύσεως. ὄροφος δ’ἦν τις στεγανὸς ὑποδεχόμενος τὸν ἀναφερόμενον αἴθαλον, καμινευομένης τῆς καδμείας, ὃν ἀθροίσας ἔσχον πομφόλυγα. τὸ δ’ἀντικαταφερόμενον κάτω καὶ πῖπτον ἐπὶ τοὔδαφος καλουμένη σποδός ἐστι, πλείων ἀθροιζομένη κατὰ τὰς τοῦ χαλκοῦ καμινείας. ἔνιοι δὲ σπόδιον οὐδετέρως αὐτὴν ὀνομάζουσιν, δοκεῖ παραπλησίαν δύναμιν ἔχειν τὸ καλούμενον ἀντισπόδιον. ἐγὼ δ’οὐδέποτε ἐχρησάμην αὐτῷ διὰ τὸ δαψιλῆ ἔχειν ἀεί τις πομφόλυγα. ταύτην γὰρ ἔχων τις οὐ δ’ἂν τῷ σποδίῳ χρήσαιτο, μήτοι γε τῷ ἀντισποδίῳ. φάρμακον δ’ἔστιν πομφόλυξ, εἰ πλυθείη, σχεδὸν ἁπάντων ὅσα ξηραίνειν ἀδήκτως πέφυκε προφερέστατον, ὅθεν εἴςτε τὰ καρκινώδη τῶν ἑλκῶν ἐστιν ἐπιτήδειος καὶ τἄλλα τὰ κακοήθη πάντα. μίγνυται τοιγαροῦν εἴςτε τὰ κατὰ τοὺς ὀφθαλμοὺς ῥεύματα συντιθέμενα κολλύρια καὶ ὅσα φλυκταίνας τὰς ἐν αὐτοῖς ἕλκη θεραπεύει, καὶ πρὸς τὰ κατὰ τὴν ἕδραντε καὶ αἰδοῖον ἕλκη. καὶ κάλλιστόν ἐστι φάρμακον ἀδήκτως, ὡς ἔφην, ξηραῖνον. ἀλλ’οὐ τῇς προκειμένης πραγματείας τὸ χρονίζειν ἐν τούτοις. σανδαράκη καυστικῆς ἐστι δυνάμεως, ὥσπερ τὸ ἀρρενικὸν ὀνομαζόμενον. εἰκότως οὖν εἴςτε τὰς διαφορητικὰς δυνάμεις αὐτὴν μιγνύουσιν καὶ τὰς ῥυπτικάς.

9.3.27σάνδιξ ὁποίας ἐστὶν δυνάμεως τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.

9.3.28σκωρία πᾶσα ξηραντικὸν ἱκανῶς ἐστι φάρμακον, δὲ τοῦ σιδήρου μάλιστα. καὶ λειοτάτην γε ποιῶν αὐτὴν ἐν ὄξει δριμυτάτῳ, καὶ μετὰ ταῦθ’ἑψῶν εἴςτε τὰ πυορροῦντα τῶν ὤτων χρονίως χρῶμαι φαρμάκῳ ξηραντικωτάτῳ, ὥστε θαυμάζειν τοὺς ἰδόντας σκευαζόμενον αὐτὸ καὶ ἀπιστεῖν αὐτῷ πρὸ τῆς πείρας, εἰ ἀναδέχεσθαι δύναται τὰ ὦτα τοιούτου φαρμάκου. τὴν δὲ τοῦ ἀργυρίου σκωρίαν ἰδίως προσαγορεύουσιν ἕλκυσμα, καὶ μίγνυται δὲ καὶ ἐμπλάστροις τισὶ ξηραντικῆς δηλονότι δυνάμεως οὖσιν.

9.3.29στίμμι. πρὸς τῇ δυνάμει τῇ ξηραντικῇ καὶ στύψιν ἔχει τὸ φάρμακον τοῦτο, διὸ καὶ τοῖς ὀφθαλμικοῖς φαρμάκοις μίγνυται τοῖςτ’ἀναπλαττομένοις εἰς τὰ καλούμενα κολλύρια καὶ τοῖς ξηροῖς, δὴ ξηρὰ κολλύρια προσαγορεύουσιν.

9.3.30στυπτηρία. τούτου τοῦ φαρμάκου καὶ τοὔνομα παρωνόμασται τῇ στύψει, σφοδροτάτην γὰρ αὐτὴν ἔχει. παχυμεροῦς δ’ὄντος αὐτοῦ, λεπτομερεστέρα πώς ἐστιν τῶν ἄλλων στυπτηριῶν σχιστὴ καλουμένη. μετ’αὐτὴν δ’ στρογγύλη καὶ ἀστραγαλωτή. παχυμερὴς δ’ἱκανῶς θ’ὑγρὰ καὶ πλακῖτίςτε καὶ πλινθῖτις ὀνομαζομένη.

9.3.33τίτανος, μὲν ἄσβεστος καίει σφοδρῶς, ὡς ἐσχάραν ποιεῖν, σβεσθεῖσα δὲ παραχρῆμα μὲν ἐσχαροῖ καὶ αὐτὴ, μεθ’ἡμέραν δὲ μίαν δευτέραν ἧττον καίει καὶ ἧττον ἐσχαροῖ, μετὰ δὲ χρόνον οὐ δ’ὅλως ἐσχάρας ἐργάζεται. θερμαίνει δ’ἔτι καὶ διατήκει τὰς σάρκας. εἰ δὲ πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ τὴν καλουμένην κονίαν, αὐτὴ δ’ἀδήκτως ξηραίνει. καὶ εἰ δίς γε τρὶς πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίγνεται καὶ ξηραίνει γενναίως ἄνευ δήξεως. ὑδράργυρος οὐκ ἔστι τῶν αὐτοφυῶν φαρμάκων, ἀλλὰ τῶν σκευαζομένων, ὥσπερ ψιμμύθιόντε καὶ ἰὸς καὶ ψωρικὸν καὶ λιθάργυρος. ἔχω δ’αὐτῆς οὐδεμίαν πεῖραν οὔθ’ὡς ἀναιρούσης, εἰ καταποθείη, οὔτ’ἔξωθεν ἐπιτιθεμένης. φῦκος ὁποίας ἐστὶ δυνάμεως ἐν τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.

9.3.35χάλκανθος. ἱστόρηταί μοι καὶ περὶ χαλκάνθου κατὰ τύχην εἰς χαλκῖτιν μεταβάλλοντι. ἐκόμισα γὰρ καὶ τοῦτο τὸ φάρμακον ἐκ τῆς Κύπρου πάμπολυ. τὸ δ’ἔξωθεν αὐτοῦ πᾶν, ὡς μετὰ ἔτη σχεδὸν κʹ χαλκῖτις ἐγένετο, τοῦ ἔνδον ὄντος ἔτι χαλκάνθου. διὸ καὶ φυλάττω μέχρι νῦν ἔτι τὸ μεταβάλλον οὕτως ἐπιτηρῶν, ὅπως ἄχρι τοῦ βάθους μεταβολὴ προς έρχηται καθ’ἕκαστον ἔτος, ὥσπερ τῆς χαλκίτεως εἰς τὸ μίσυ, ὡς προείρηται. θαυμάσαι δ’ἔστιν ἐπὶ τοῦ φαρμάκου τούτου πῶς ἰσχυροτάτῃ στύψει μέμικται θερμότης οὐκ ἀγεννής. δῆλον οὖν ὅτι ταριχεῦσαι μάλιστα πάντων δύναται τὰς ὑγρὰς σάρκας ἐκδαπανῶν μὲν τῇ θερμότητι τὴν ὑγρότητα, τῇ στύψει δὲ συνάγον καὶ πιλοῦν τὴν οὐσίαν. ἐν τούτῳ γάρ τοι τῷ ἔργῳ προσεκθλίβει μέν τι καὶ αὐτῆς τῆς ὑγρότητος, σφίγγει δὲ καὶ ξηραίνει καὶ συνάγει πρὸς ἑαυτὴν ὅλης τῆς σαρκὸς τὴν οὐσίαν. ἐν δ’οὖν τῇ Κύπρῳ, καθ’ὃν ἐγὼ καιρὸν ἐγενόμην ἐν αὐτῇ, τὸ φάρμακον τοῦτο τόνδε τὸν τρόπον ἐθεασάμην ἀθροιζόμενον. οἶκος ἦν μέγας μὲν, οὐ μὴν ὑψηλός γε προκείμενος τῆς εἰς τὸ μέταλλον εἰσόδου. καὶ τούτου τοῦ οἴκου κατὰ τὸν ἀριστερὸν τοῖχον, ὅστις ἦν τοῖς εἰσιοῦσιν κατὰ χεῖρα δεξιὰν, ἐξεκεκόλαπτο διῶρυξ εἰς τὸν συνεχῆ λόφον, εὖρος μὲν ὡς ψαύειν ἀλλήλων τρεῖς ἄνδρας, ὕψος δὲ ὡς τὸν μακρότατον ἄνθρωπον ὀρθὸν δύνασθαι βαδίζειν. δὲ διῶρυξ αὕτη κατάντης μὲν, οὐ μὴν ὀξεῖά γε καὶ κριμνώδης. ἐπὶ τῷ τέλει δ’αὐτῆς οὔσης ὡς σταδιαίας λάκκος ὕδατος χλωροῦτε καὶ παχέος χλιαροῦ μεστὸς ἦν. ἐν ἁπάσῃ δὲ τῇ καταβάσει θερμασία παραπλησία τῇ κατὰ τοὺς πρώτους οἴκους τῶν βαλανείων, οὓς εἰώθασιν προμαλακτήρια καλεῖν. τὸ δὲ καθ’ἑκάστην ἡμέραν ἀθροιζόμενον ὕδωρ πλῆθος ἦν ἀμφορέων Ῥωμαϊκῶν ὡς ὀκτὼ, κατὰ σταγόνας μικρὰς, ἐν ταῖς τέτταρσιν καὶ εἴκοσιν ὥραις ὅλης τῆς ἡμέρας καὶ νυκτὸς ἐκ τοῦ διατιτραμένου λόφου καταφερόμενον. ἀναφέροντες οὖν τὸ ὕδωρ τοῦτο πεδῆταί τινες ἐνέβαλον πυέλοις τετραγώνοις κατὰ τὸν προκείμενον οἶκον, ἐκ κεραμίων γεγονυίαις, ἐν αἷς πηγνύμενος ἡμέραις ὀλίγαις ἐγίνετο χάλκανθος. ἐμοὶ δ’, ὁπότε κατέβην ἐπὶ τὸ πέρας τοῦ ὀρύγματος, ἔνθα τὸ χλιαρόντε καὶ χλωρὸν ὕδωρ ἠθροίζετο, καὶ ὀδμὴ τοῦ ἀέρος ἐφαίνετο πνιγώδης καὶ δύσφορος, ὄζουσα χαλκίτεώςτε καὶ ἰοῦ. τοιαύτην δ’εἶχε ποιότητα καὶ αὐτὸ τὸ ὕδωρ γευόμενον. ταῦτ’ἄρα καὶ γυμνοὶ καὶ μετὰ σπουδῆς τοὺς ἀμφορέας ἀνεκόμιζον οἱ πεδῆται καὶ πλείω χρόνον οὐχ ὑπέμενον ἐνδιατρίβειν, ἀλλὰ ταχέως ἀνέτρεχον, ἑκατέρωθεν ἐν τοῖς τοίχοις τοῦ ὀρύγματος, λύχνων καιομένων ἐκ συμμέτρου διαστήματος, οἵτινες οὐ δ’αὐτοὶ χρόνον ἐξήρκουν μακρὸν, ἀλλ’ἐσβέννυντο τάχιστα. τὸ δ’οὖν ὄρυγμα τοῦτο κατὰ βραχὺ διωρύχθαι παρ’αὐτῶν ἤκουον σὺν ἔτεσι πολλοῖς. τουτὶ γὰρ ἔφασαν, νῦν ὁρᾷς, ἀπὸ τοῦ λόφου καταφερόμενον εἰς τὸν λάκκον ὕδωρ χλωρὸν ἔλαττον εἴωθεν αὑτοῦ γίγνεσθαι κατὰ βραχὺ, κᾀπειδὰν ἐγγὺς τοῦ παύσασθαι, πάλιν ὑπορύττουσιν οἱ πεδῆται τὸ συνεχὲς τοῦ λόφου. καί ποτε πρόσθεν ἔπεσεν ἀθρόως τὸ διορυττόμενον, ὡς ἀποκτεῖναι μὲν πάντας αὐτοὺς, ὅλην δὲ διαφθεῖραι τὴν ὁδόν. ὅταν οὖν τοῦτο γένηται, πάλιν ἄλλην ὀπὴν ποιησάμενοι διορύττουσιν, ἄχρις ἂν ὑπακούσῃ τὸ ὕδωρ. ταῦτά σοι περὶ χαλκάνθου λέγειν εἶχον, ἴσως μὲν οὖν οὐκ ἀναγκαῖα, γινώσκεσθαι μέντοι μᾶλλον ἀγνοεῖσθαι βελτίω. μέμνησο δ’ὅτι κατὰ τὴν ἀριστερὰν εἰσιόντων χεῖρα τὸ τοῦ σώρεως καὶ χαλκίτεως καὶ μίσυος ἔφην ἑωρᾶσθαί μοι μέταλλον, ὥστ’ἐκ τούτων ἐπινοῆσαί μοι δύνασθαι τὸ διηθούμενον ὕδωρ ὄμβριον ἐν τῷ λόφῳ περικλύζειντε καὶ περιπλύνειν ὅλην ἐκείνην τὴν γῆν, ἐξ ἧς αὐτοφυῶς μὲν ἐγένετο τὸ σῶρυ καὶ μίσυ καὶ χαλκῖτις καὶ καμινευόμενος δὲ χαλκὸς καὶ καδμεία καὶ πομφόλυξ καὶ, σπόδιον καὶ διφρυγές. χαλκῖτις, εἴρηται περὶ αὐτῆς ἐν τῷ περὶ μίσυος λόγῳ, νῦν οὖν ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς μεμιγμένας ἔχει τήντε στυπτικὴν καὶ δριμεῖαν δύναμιν. ἐπικρατεῖ δ’ δριμεῖα σφοδρά τις οὖσα μέχρι τοῦ καίειντε τὴν σάρκα καὶ τὴν καλουμένην ἐσχάραν ἐργάζεσθαι. καυθὲν δὲ τὸ φάρμακον τοῦτο δάκνει μὲν ἧττον, ξηραίνει δ’οὐχ ἧττον, ἀποτίθεται δὲ καὶ τῆς στύψεως οὐκ ὀλίγον, ὥστε πάντῃ κρείττων ἐστὶν κεκαυμένη χαλκῖτις τῆς ἀκαύστου, λεπτομερεστέρα μὲν, ὥσπερ καὶ τἄλλα τὰ κεκαυμένα, γιγνομένη, δριμύτητα δ’οὐ προσλαμβάνουσα, καθάπερ ἄλλα πολλά. μεμάθηκας δὲ καὶ ὅτι πάντα τὰ κεκαυμένα πλυνόμενα μετριώτεράτε καὶ ἀδηκτότερα γίγνεται.

9.3.36χαλκὸς κεκαυμένος ἔχει μέν τι καὶ δριμὺ, καὶ στύψεως δὲ μετέχει, καὶ διὰ τοῦτο, εἰ πλυθείη, κάλλιστόν ἐστι φάρμακον εἰς συνούλωσιν ἑλκῶν, ἐργάζεσθαι δὲ τοῦτο δύναται καὶ πρὶν πλυθῆναι, καὶ μάλιστ’. ἐπὶ τῶν σκληροτέρων σαρκῶν. ταῖς δ’ἁπαλαῖς πεπλυμένος χρησιμώτερος.

9.3.40χαλκοῦ ἄνθος λεπτομερεστέρας ἐστὶ τοῦτο δυνάμεως τοῦτε κεκαυμένου χαλκοῦ καὶ τῆς λεπίδος. εἰκότως οὖν δι’αὐτοῦ σκευάζοντες κολλύρια ῥύπτουσίτε καὶ ἀφαιροῦσιν τῶν βλεφάρων τὰς μεγάλας τραχύτητας, ἃς συκώσεις ὀνομάζουσιν. χρυσοκόλλα. καὶ τοῦτο τὸ φάρμακον ἐκ τῶν τηκόντων σάρκας ἐστὶν, οὐ μὴν ἰσχυρῶς γε δάκνει, διαφορητική γε μὴν ἱκανῶς ἐστιν καὶ ξηραντική. ἔνιοι μὲν οὖν τὸ μεταλλευόμενον μόνον οὕτως ὀνομάζουσιν, ἔνιοι δὲ τὸ σκευαζόμενον ἐν θυίᾳ χαλκῇ καὶ δοίδυκι χαλκῷ δι’οὔρου παιδὸς, ὅπερ ἔνιοι κατὰ τὰς διαφορὰς τῶν ἰῶν ἀριθμοῦσιν. ἄμεινον δὲ θέρους αὐτὸ σκευάζειν, πάντως γε ἐν ἀέρι θερμῷ, τρίβοντας τὸ οὖρον ἐν τῇ θυίᾳ. κάλλιον δὲ ἐρυθρὸν εἶναι τὸ χαλκὸν, ἐξ οὗ κατασκευάζεις αὐτήντε τὴν θυίαν καὶ τὸν δοίδυκα. πλέον γὰρ ἀποτρίβεται περιαγομένου τοῦ δοίδυκος, ὅταν ἁπαλώτερος χαλκὸς . τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστι κακοήθεσιν ἕλκεσιν, αὐτότε καθ’ἑαυτὸ καὶ μιγνύμενον ἑτέροις, ὡς ἐν τοῖς περὶ συνθέσεως φαρμάκων εἰρήσεται. νυνὶ δὲ ἀρκεῖ τό γε γινώσκειν ὡς τῆς μεταλλευτῆς χρυσοκόλλης ὅσον τοι μᾶλλον ξηραίνει ἧττον δάκνει, τοσοῦτον αὐτῆς ὑπερέχει τῇ λεπτομερείᾳ. καὶ αὐτὴν μέντοι αὐτὴν χρυσοκόλλην ἐκείνην καύσας πολὺ λεπτομερεστέραν ἐργάσῃ. ψιμμύθιον. καὶ τοῦτο τὸ φάρμακον μαρτυρεῖ τῇ προειρημένῃ πρὸ τούτου δυνάμει. ὑπὸ γοῦν ὄξους δριμέος αὐτὸ διαλυόμενον γευόμενον ὅμως οὔτε δριμὺ οὔτε δακνῶδές ἐστιν οὔτε διαφορητικὸν, ἀλλ’ἐμπλαστικόντε καὶ ἐμψυκτικὸν, ἐναντιωτάτης ὂν ἰῷ δυνάμεως. καίτοι κᾀκεῖνος ὄξους διαλύοντος τὸν χαλκὸν γίγνεται. καιόμενον δὲ τὸ ψιμμύθιον εἰς τὴν καλουμένην σάνδικα μεταβαλὸν λεπτομερέστερόν γε αὐτοῦ φάρμακον, οὐ μὴν ἤδη γέ πω θερμαῖνον. τὸ δέ γε φῦκος, τὴν ψύξιν τοῦ ψιμμυθίου φυλάττον, λεπτομέρειαν προσείληφε, ὡς δύνασθαι δι’αὐτὴν εἰς τὸ βάθος καταδύεσθαι τῶν ὁμιλούντων σωμάτων τὴν δύναμιν αὐτοῦ. ψωρικόν. λιθαργύρῳ μιγνυμένης διπλασίας χαλκίτεως γίνεται τὸ φάρμακον, ὄξει μὲν πρῶτα δριμυτάτῳ λειωθέντων ἀμφοῖν, εἶτ’εἰς καινὴν χύτραν ἐμβληθέντων, ἣν καταχώσεις ἡμέρας μʹ. μέσου θέρους ἐν κοπρίᾳ τοῦτο τὸ φάρμακον ξηραντικώτερόντε ἅμα καὶ ἀδηκτότερον γίνεται χαλκίτεως καὶ δηλονότι καὶ λεπτομερέστερον.