On the Powers and Mixtures of Simple Drugs, 8
προοίμιον. ὅσον μὲν οὖν ὑπόλοιπον ἐστι τῆς κατὰ φυτὰ δυνάμεως ἐν τῷδε λεχθήσεται, οὐ δὲ τοῦτο ἅπαν, ἀλλ’αἱ τῶν δραστικῶν ποιοτήτων ἐνέργειαι μόναι. τὰ γὰρ ὅλης ἔργα τῆς οὐσίας τῶν φυτῶν ὕστερον αὐτὰ καθ’αὑτὰ διέξιμεν. ἀναμνήσαντες οὖν πάλιν κατ’αὐτὰ τοὺς ἀνεγνωκότας τὰ πρόσθεν, ὡς καθ’ἑκάστην δύναμιν ἁπλῆν εἰς τάξεις τέτταρας ἐποιησάμεθα τὴν ἐν τῷ μᾶλλόντε καὶ ἧττον διαίρεσιν, ὅτιτε σαφέσιν ὅροις ἑκάστης τάξεως τὸ πλάτος ἀφωρισάμεθα καὶ αὐτῆς τῶν δυνάμεων εὑρέσεως ἐδιδάξαμέν τινα μέθοδον, ἁπάντωντε τούτων ἀποδείξεις ἐποιησάμεθα καὶ σκοποὺς ἐθέμεθα καὶ κριτήρια καθ’ἑκάστην δύναμιν ἴδιάτε καὶ κοινὰ, προσθήσομεν οὕτως ἤδη τὰ λείποντα, παρακαλέσαντες, εἴ τις οὐχ ὡμίλησε τοῖς ἔμπροσθεν, ἤτοι καὶ τούτων ἀφίστασθαι παντάπασιν, ἢ εἴπερ ἦν φιλόπονος ἐξ ἀρχῆς πρότερον ἀναλέξασθαι τὴν πραγματείαν. ἀσαφῆτε γὰρ ἅμα καὶ ἀναπόδεικτα πάντ’αὐτῷ φανεῖται τὰ λεχθησόμενα, πρὶν ἐν ἐκείνοις γυμνάσασθαι.
8.13.3νάρδου στάχυς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν συμπληρουμένην. σύγκειται δὲ ἔκτε στυφούσης αὐτάρκως οὐσίας καὶ δριμείας θερμῆς οὐ πολλῆς καί τινος ὑποπίκρου βραχείας. ἐκ τοιούτων δ’ἡ ῥίζα συγκειμένη δυνάμεων καὶ πρὸς ἧπαρ καὶ πρὸς στόμαχον εὐλόγως ἁρμόζει. πινομένητε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ οὖρα κινεῖ καὶ δήξεις ἰᾶται στομάχου καὶ τὰ κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα ῥεύματα ξηραίνει καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα. ἰσχυροτέρα δ’ἐστὶν ἡ Ἰνδικὴ προσαγορευομένη, μελαντέρα τῆς Συριακῆς καλουμένης ὑπάρχουσα. νάρδος Κελτικὴ παραπλησίας πώς ἐστι κατὰ γένος δυνάμεως ταῖς προειρημέναις, ἀσθενεστέρα δ’εἰς ἅπαντα πλὴν εἰς οὖρα. θερμοτέρα μὲν γὰρ ἐκείνων ἐστὶν, ἧττον δὲ στύφει. νάρδος ὀρεία, ἥτις καὶ θυλακῖτις καὶ πυρῖτις ὀνομάζεται, γεννᾶται μὲν ἐν Κιλικίᾳ πλείστη, ἔστι δ’ἀσθενεστέρα τῶν προειρημένων.
8.13.4νάρθηκος τὸ μὲν σπέρμα θερμαίνει καὶ λεπτύνει, τὸ δ’ἐντὸς ἔτι χλωρὸν, τὸ λεγόμενον ἐντεριώνη, στυπτικῆς τινος μετέχει ποιότητος, δι’ἣν αἱμοπτυϊκοῖςτε καὶ κοιλιακοῖς ἁρμόττει.
8.13.5νᾶπυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην τάξιν.
8.13.6ναρκίσσου ἡ ῥίζα ξηραντικῆς ἐστι δυνάμεως εἰς τοσοῦτον ὡς κολλᾷν τραύματα μέγιστα, μέχρι καὶ τῶν περὶ τοὺς τένοντας διακοπῶν. ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπισπαστικόν.
8.13.7νευρὰς, ἔνιοι δὲ ποτήριον ὀνομάζουσι, ξηραντικῆς ἀδήκτου δυνάμεώς ἐστιν, ὡς καὶ νεῦρα διακοπέντα πιστεύεσθαι κολλᾷν. αἱ ῥίζαι δ’αὐτῆς μάλιστα τοιαῦται. καὶ μὲν δὴ καὶ τὸ ἀφέψημά τινες αὐτῶν διδόασι τοῖς τὰ νεῦρα πεπονθόσιν.
8.13.8νήριον, ἢ ῥοδοδάφνη, γνώριμος ἅπασι θάμνος. ἔξωθεν μὲν τοῦ σώματος εἰ καταπλασθείη, διαφορητικῆς ἐστι δυνάμεως, εἴσω δὲ λαμβανομένη ὀλέθριόςτε καὶ δηλητήριος οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν βοσκημάτων.
8.13.9νυμφαίας ἥτε ῥίζα καὶ τὸ σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἄδηκτον. ἐπέχει τοιγαροῦν καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ σπέρμα κατάτε τοὺς ὀνειρωγμοὺς καὶ ἄλλως ἀμετρότερον φερόμενον, ὀνίνησι δὲ καὶ δυσεντερικούς. ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν νυμφαία σφοδροτέρας ἐστὶ δυνάμεως, ὥστε ῥοῦν γυναικεῖον ἰᾶσθαι. πίνεται δὲ καὶ αὕτη καὶ ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν ἐν οἴνῳ μέλανι αὐστηρῷ. μετέχουσι δέ τι καὶ ῥυπτικῆς δυνάμεως, ὥστε καὶ ἀλφοὺς ἰῶνται καὶ ἀλωπεκίας. ἀναδεύονται δὲ πρὸς μὲν τοὺς ἀλφοὺς ὕδατι, πρὸς δὲ τὰς ἀλωπεκίας ὑγρᾷ πίττῃ. κρείτ των δ’εἰς ταῦτα ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν, ὥσπερ ἐς τα- θάτερα ἡ τὴν λευκήν.
8.14.2ξανθίον. καλεῖται δὲ καὶ φασγάνιον, ὁ καρπὸς διαφορητικῆς ἐστι δυνάμεως. ξυρὶς, ἔνιοι δὲ ξυρίδα, λεπτομεροῦς, ἑλκτικῆςτε καὶ διαφορητικῆς καὶ δηλονότι καὶ ξηραντικῆς ἐστι δυνάμεως, ἥτε ῥίζα καὶ πολὺ μᾶλλον αὐτῆς ὁ καρπὸς, ὅς γε καὶ οὐρητικόςτε καὶ σπληνῶν σκιρρουμένων ἐστὶν ἰατικός.
8.14.3ξιφίου ἡ ῥίζα, καὶ μάλιστα ἡ ἑτέρα ἡ ἄνωθεν, ἑλκτικῆςτ’ἐστὶ καὶ διαφορητικῆς καὶ δηλονότι καὶ ξηραντικῆς δυνάμεως.
8.15.1ὄη τὸ δένδρον, ἧς ὁ καρπὸς ὄα καλεῖται, ὑπὸ δὲ τῶν πολλῶν οὖα μετὰ τοῦ υ, στυπτικῆς μετέχει ποιότητος, ἀλλ’ἀσθενεστέρας πολὺ μεσπίλου. διὸ δὴ καὶ ἡδὺς ἐσθιομένη ἐστὶ καὶ ἧττον ἢ κατὰ μέσπιλον στεγνωτικὴ τῆς γαστρός.
8.15.2οἶνος ἐκ τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ὁ δ’ἱκανῶς παλαιὸς τῆς τρίτης, ὥσπερ ὁ γλεῦκος ὀνομαζόμενος τῆς πρώτης τάξεως. ἀνάλογον δὲ ταῖς θερμότησιν καὶ αἱ ξηρότητες αὐτοῦ.
8.15.3ὄλυνθοι δριμείας εἰσὶ καὶ διαφορητικῆς δυνάμεως, διὰ τὸν ἐμφερόμενον αὐτοῖς ὀπὸν, παντὸς τοῦ δένδρου κοινόν. ἑψηθέντες μὲν οὖν τοὺς σκληροὺς ὄγκους διαφοροῦσιν, ὠμοὶ δὲ καὶ μυρμηκίας καὶ θύμους ἐκβάλλουσιν.
8.15.4ὀλόστιον ξηραντικῆς ἐστι δυνάμεως μετὰ τοῦ στύφειν, ὅθεν αὐτὸ καὶ πρὸς τὰ ῥήγματα ποτίζουσιν Ὀλύρα μεταξὺ πυροῦτε καὶ κριθῆς φύσεώς ἐστι καὶ ὡς τροφὴ καὶ ὡς φάρμακον.
8.15.5ἐξ ἐκείνων οὖν καὶ περὶ τῆσδε λογίζου.
8.15.8ὄναγρον ἢ ὀνόθηρα ἢ ὀνοθουρίς. τούτου ἡ ῥίζα ξηραινομένη οἰνῶδές τι ὄζει. ἔστι δὲ καὶ τῇ δυνάμει κατ’οἶνον μάλιστα. ὄνοσμα ἢ ὀσμὰς ἢ φλονῖτις ἢ ὄνωνις ἐκ δριμείας καὶ πικρᾶς οὐσίας σύγκειται. διὸ καὶ πεπίστευται κτείνειντε καὶ ἐκβάλλειν ἔμβρυα, τῶν φύλλων αὐτοῦ σὺν οἴνῳ πινομένων. ὀνοβρυχὶς ἀραιωτικῆςτε καὶ διαφορητικῆς ἐστι δυνάμεως. ταῦτ’ἄρα καὶ χλωρᾶς μὲν αὐτῆς τὰ φύλλα καταπλασσόμενα διαφορεῖ φύματα · ξηρᾶς δὲ μετ’οἴνου πινόμενα στραγγουρίας ἰᾶται. καὶ μὲν δὴ καὶ ἱδρῶτας προκαλεῖται σὺν ἐλαίῳ ἀλειφομένη.
8.15.9ὄνωνις ῥίζαν ἔχει θερμαντικὴν ἤδη που κατὰ τὴν τρίτην τάξιν. ὁ δὲ φλοιὸς αὐτῆς μάλιστ’ἐστὶ χρήσιμος, ἔχων τι καὶ ῥυπτικὸν καὶ τμητικὸν, ὅθεν οὐκ οὐρητικὸς μόνον ἐστὶν, ἀλλὰ καὶ λίθων θρυπτικός. τῇ δ’αὐτῇ δυνάμει καὶ τὰς ἐσχάρας ταχέως ἀφίστησιν. χρῶνται δ’αὐτῷ καὶ πρὸς ὀδόντων ἀλγήματα καθέψοντες ἐν ὀξυκράτῳ καὶ διακλύζεσθαι κελεύοντες.
8.15.10ὄξος ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων δέδεικται μικτῆς οὐσίας ὑπάρχον ψυχρᾶς καὶ θερμῆς ἀμφοῖν λεπτομερῶν. ἐπικρατεῖ δὲ τῆς θερμῆς ἡ ψυχρά. ξηραντικὸν δ’ἱκανῶς ἐστι τὸ φάρμακον, ὡς τρίτης εἶναι τάξεως ἤδη συμπληρουμένης, ὅτ’ἂν δ’ἰσχυρὸν ὑπάρχῃ.
8.15.11ὀξυάκανθος. τοῦτο γὰρ τὸ δένδρον, ὥσπερ ἀχράδι παραπλήσιόν ἐστι τὴν ἰδέαν, οὕτω καὶ τὴν δύναμιν. καὶ μέν γε καὶ οἱ καρποὶ, ὁ μὲν τῆς ἀχράδος ἁπλῶς στρυφνὸς, ὁ δὲ τῆς ὀξυακάνθης καὶ λεπτομερής ἐστι καὶ τμητικὸν ὀλίγον ἔχει. ὁ δὲ καρπὸς τοῦ δένδρου τῷ μὲν τῆς ἀχράδος οὐκ ἔοικεν, ὅμοιος δ’ἐστὶ τοῖς μύρτοις, ἐρυθρόςτε καὶ ἀραιὸς ὑπάρχων. ἔχει δὲ καὶ πυρῆνας. οὐ μόνον δ’ἐσθιόμενος, ἀλλὰ καὶ πινόμενος ἐφεκτικός ἐστιν ἁπάντων τῶν ῥοωδῶν παθῶν.
8.15.12ὀπὸς, ὁ μὲν Κυρηναῖος ἁπάντων ἐστὶ θερμότατόςτε καὶ λεπτομερέστατος καὶ διὰ τοῦτο καὶ διαφορητικώτατος. οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοίτ’εἰσὶν ἱκανῶς καὶ πνευματώδεις. τὸ πλεῖστον γὰρ ἐν αὐτοῖς ἀερώδουςτε καὶ πυρώδους οὐσίας ἐστὶν. εἰσὶ δὲ πάμπολλοι μὲν ὀποί. ῥίζης γὰρ ἡστινοσοῦν ἢ καυλοῦ τμηθέντος τὸ ῥέον ἐκ τῆς τομῆς παχὺ καὶ γλίσχρον ὀπός ἐστιν. εἰδικώτερον δὲ οἷον καθ’ὑπεροχήν τινα τὸν Κυρηναῖον οὕτως ὀνομάζουσιν καὶ τὸν Μηδικὸν καὶ τὸν Συριακόν.
8.15.14ὀρίγανος ἡ μὲν Ἡρακλεωτικὴ δραστικωτέρα τῆς ὀνίτιδος, ἀμφοῖν δὲ ἀγρία, ἣν πάνακες Ἡράκλειον, οἱ δὲ κονύλην καλοῦσιν. ἅπασαι δὲ τμητικῆςτε καὶ λεπτυντικῆς καὶ θερμαντικῆς εἰσι δυνάμεως κατὰ τὴν τρίτην ἀπόστασιν ἔχουσαι ταῦτα. ἡ δὲ τραγορίγανος ὀνομαζομένη προσείληφέ τι καὶ στύψεως. ὄροβος ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόστασιν ἐπιτεταμένην, θερμαίνει δὲ κατὰ τὴν πρώτην, εἰς ὅσον δὲ πικρότητος μετείληφεν, εἰς τοσοῦτον τέμνει καὶ ῥύπτει καὶ ἐκφράττει. πλέον δὲ ληφθεὶς αἷμα δι’οὔρων ἄγει.
8.15.17ὀροβάκχη ξηρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως κατὰ τὴν πρώτην τάξιν. ὄρυζα ἔχει τι στυπτικὸν, διὸ καὶ τὴν γαστέρα μετρίως ἐπέχει. ὄρχις. ὀνομάζεται καὶ κυνὸς ὄρχις ἡ αὐτὴ βοτάνη. δύναμις δὲ τῆς ῥίζης αὐτοῦ βολβοειδοῦς οὔσης καὶ διπλῆς ὑγρὰ καὶ θερμή. διὸ καὶ γευομένοις γλυκύτερος φαίνεται. ἀλλ’ἡ μὲν μείζων ῥίζα πολλὴν ἔοικεν ἔχειν ὑγρότητα περιττωματικήντε καὶ φυσώδη, διὰ τοῦτο καὶ πρὸς ἀφροδίσια πινομένη προτρέπει. ἡ δ’ἑτέρα ἡ ἐλάττων ἔμπαλιν κατειργασμένη ἱκανῶς, ὡς εἶναι τὴν κρᾶσιν αὐτῆς ἐπὶ τὸ θερμότερόντε καὶ ξηρότερον ῥέπουσαν, ὅθεν οὐ μόνον οὐ προτρέπει τὰς πρὸς συνουσίας ὁρμὰς ἥδε ἡ ῥίζα, ἀλλὰ καὶ το- τοὐναντίον ἅπαν ἐπέχειτε καὶ καταστέλλει. ἐσθίονται δὲ δίκην βολβῶν ὀπτώμεναι.
8.15.18ὄρχις, ὃν καὶ σεραπιάδα καλοῦσιν, ξηροτέρας δυνάμεώς ἐστιν ἢ κατὰ τὴν προτέραν, ὅθεν εἰς τὰ ἀφροδίσια μὲν οὐχ ὁμοίως ἐπιτήδειός ἐστιν. οἰδήματα δὲ καταπλασσόμενος διαφορεῖ καὶ ἕλκη ῥυπαρὰ καθαίρει καὶ ἕρπητας ἰᾶται. ξηρανθεῖσα δὲ πολὺ δὴ μᾶλλον ἔτι ξηραίνει, ὥστε καὶ τὰ σηπεδονώδη καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται. καὶ γάρ τι καὶ ὑποστῦφον ἔχει καὶ διὰ τοῦτο κοιλίαν ἐπέχει μετ’οἴνου πινομένη.
8.15.19ὀσίριδος τῆς πόας, ἐξ ἧς καὶ τὰ κορήματα γίνεται, πικρὰ μὲν ἡ ποιότης, ἐκφρακτικὴ δὲ ἡ δύναμις, ὅθεν καὶ τὰς καθ’ἧπαρ ἐμφράξεις ὠφελεῖ.
8.16.3παγκράτιον. ἡ ῥίζα τούτου σκίλλῃ κατάτε τὴν γεῦσιν ἔοικεν καὶ κατὰ τὴν δύναμιν, ὥστε καὶ χρῶνταί. τινες αὐτῷ μὴ παρούσης σκίλλης. ἐνεργεῖ γὰρ ἅπαντα κατὰ γένος μὲν ὡσαύτως, ἀσθενεστέρα δὲ μακρῷ. παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα στυπτικῆς μὲν οὐκ ἀσαφῶς μετείληφε δυνάμεως, ὡς καὶ τὴν ῥέουσαν ἐπέχειν γαστέρα, διαφορητικῆς δ’εἰς τοσοῦτον, ὡς καὶ τὰ φύματα θεραπεύειν, ὅσα γε μὴ λίαν ὑπάρχει φλεγμονώδητε καὶ θερμά. ὁ δὲ καρπὸς τμητικῆς ἐπὶ τοσοῦτο μετέχει δυνάμεως, ὡς καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν καὶ ταῖς ἐκ θώρακόςτε καὶ πνεύμονος ἀναπτύσεσι βοηθεῖν. πάπυρος αὐτὴ μὲν καθ’ἑαυτὴν οὐ δ’εἰς χρείαν ἰατρικὴν ἥκει. βραχεῖσα δὲ ἢ καυθεῖσα χρησίμη γίνεται. ὀξυκράτῳ μὲν οὖν ἢ οἴνῳ βραχεῖσα κολλᾷ τὰ πρόσφατα τῶν ἑλκῶν καὶ μάλιστα ἐν κύκλῳ περικειμένη. ἀλλ’ἐνταῦθα μὲν οἷον ὕλη τίς ἐστι δεκτικὴ τῶν ἰωμένων φαρμάκων. ἐπειδὰν δὲ καυθῇ, φάρμακον ἤδη γίνεται ξηραντικὸν, ὥσπερ καὶ ἡ τέφρα τοῦ κεκαυμένου χάρτου, πλὴν ὅσον ἀσθενεστέρα ἐστὶν ἡ τῆς παπύρου.
8.16.4πάνακες Ἡράκλειον · ἐκ τούτου καὶ ὁ καλούμενος ὀποπάναξ γίνεται τῶν ῥιζῶν αὐτοῦ καὶ τῶν καυλῶν ἐκτεμνομένων. ἔστι δὲ ὁ μὲν ὀποπάναξ αὐτὸς πολυχρηστότατος, θερμαίνων καὶ μαλάττων καὶ διαφορῶν. καὶ θείη ἄν τις αὐτὸν κατὰ μὲν τὸ θερμαίνειν ἐκ τῆς τρίτης τάξεως, κατὰ δὲ τὸ ξηραίνειν ἐκ τῆς δευτέρας. ὁ δὲ φλοιὸς τῆς ῥίζης ξηραντικόντε ἅμα καὶ θερμαντικόν ἐστι φάρμακον, ἀλλ’ἧττον τοῦ ὀποῦ. καὶ μέντοι τι καὶ ῥυπτικὸν ἔχει. διὸ καὶ χρώμεθ’αὐτῷ πρόςτε τὰ γυμνὰ τῶν ὀστῶν καὶ τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ἱκανῶς γάρ ἐστι τὰ τοιαῦτα σαρκοῦντα, κα- κᾀν τῷ ῥύπτειντε ἅμα καὶ ξηραίνειν καὶ μὴ πάνυ σφοδρῶς θερμαίνειν, ὧν ἁπάντων δεῖ τῷ μέλλοντι σαρκοῦν, ὡς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἐπιδείκνυμεν. ὁ δὲ καρπὸς αὐτοῦ, θερμὸς ὢν καὶ αὐτὸς, ἐμμήνων ἀγωγόν ἐστι φάρμακον. εἴθισται δ’οὐκ οἶδ’ὅπως ἤδη σχεδὸν ἅπασιν οὐ πάνακες, ἀλλὰ πάνακα προσαγορεύειν τὴν πόαν ταύτην.
8.16.5πάνακες Ἀσκλήπειον. ἧττόν ἐστι τοῦτο θερμὸν τοῦ προγεγραμμένου πάνακος, ὅθεν αὐτῷ καὶ τοῖς ἄνθεσι καὶ τῷ καρπῷ πρὸς ἕλκη καὶ φύματα καὶ φαγεδαίνας χρῶνται μέλιτι μιγνύντες.
8.16.6πάνακες χειρώνειον. καὶ τοῦτο παραπλησίας ἐστὶ τῷ προγεγραμμένῳ δυνάμεως.
8.16.7παρωνυχία ὠνόμασται μὲν ἀπὸ τῆς ἐνεργείας, ἰᾶται γὰρ παρωνυχίας · ὡς δὲ Διοσκορίδης φησὶ, καὶ κηρία. δύναμις δ’αὐτοῦ λεπτομερήςτ’ἐστὶ καὶ ξηραντικὴ καὶ ἄδηκτος. τοιαῦτα γὰρ εἶναι χρὴ ταὶ τὰ τῆς παρωνυχίας φάρμακα. δῆλον δ’ὅτι τό γε τοιοῦτον καὶ διαφορεῖν ἱκανόν ἐστιν ἅπανθ’ὅσα παθήματα διαφορεῖσθαι δεῖται. τοιαῦτα γάρ ἐστιν ὅσα τῆς τρίτης τάξεως ὑπάρχοντα κατάτε τὸ θερμαίνειν καὶ ξηραίνειν, ὥσπερ καὶ τοῦτο λεπτομεροῦς οὐσίας ἐστίν.
8.16.8πεντάφυλλον. ἡ ῥίζα ξηραίνει μὲν ἰσχυρῶς, ἥκιστα δ’ἐστὶ δριμεῖα. διὸ καὶ πολύχρηστος ὑπάρχει, καθάπερ καὶ τα- τἄλλα πάνθ’ὅσα λεπτομεροῦς ὄντα ξηραίνει χωρὶς δήξεως. ἔστι γὰρ καὶ ἥδε ἡ ῥίζα ξηραντικὴ μὲν ἐκ τῆς τρίτης ἤδη που τάξεως, ἥκιστα δὲ θερμότητος ἐπιφανοῦς μετέχουσα.
8.16.9πέπλος, ἔνιοι δὲ μήκωνα ἀφρώδη. καὶ οὗτος ὁ θαμνίσκος ὀπὸν ἔχει παραπλησίως τοῖς τιθυμάλλοις, τῇτε ἄλλῃ καὶ ὅτι καθαίρει, καθάπερ ἐκεῖνοι.
8.16.11πέπλιον. ὀπὸν ἔχει καὶ οὗτος ὁ θαμνίσκος, ὥσπερ καὶ οἱ τιθύμαλλοι, καὶ φύεται τὰ πολλὰ παρὰ τῇ θαλάττῃ, τὴν μὲν ῥίζαν ἄχρηστον ἔχων ὥσπερ καὶ ἡ πέπλος. ὀπὸν δὲ ἰσχυρὸν, οὐ πάνυ τι χρήσιμον οὐ δ’αὐτόν, ἀλλὰ τό γε σπέρμα χρήσιμον καὶ φυσῶδες ὁμοίως τῷ τοῦ πέπλου σπέρματι καθαῖρον. πεπέρεως ἡ μὲν ῥίζα κόστῳ μάλιστα κατὰ τὴν δύναμιν ἔοικεν. ὁ δὲ καρπὸς ὁ μὲν ἄρτι βλαστάνοντος αὐτοῦ τὸ μακρόν ἐστι πέπερι, διὸ καὶ ὑγρότερον ὑπάρχει τοῦ πεπείρου. σημεῖον δὲ τῆς ὑγρότητος αὐτοῦ τότε ῥᾳδίως ἀποτιθέμενον τιτρῶσθαι καὶ τὸ μὴ παραχρῆμα δάκνειν, ἀλλὰ μετ’ὀλίγον μὲν ἄρχεσθαι, παραμένειν δὲ ἐπιπλέον. ὁ δ’οἷον ὄμφαξ καρπὸς τὸ λευκόν ἐστι πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος. ἐκεῖνο γὰρ οἷον ὑπερωπτημένον ἐστὶν ἤδη καὶ ὑπερεξηραμμένον. ἀμφότερα δὲ ἰσχυρῶς θερμαίνειτε καὶ ξηραίνει.
8.16.12περσέας τὰ φύλλα στυπτικῆς μετείληφε συμμέτρως δυνάμεως, ὡς δύνασθαί ποτε καὶ τοῖς αἱμορραγοῦσι μορίοις ἐπιτίθεσθαι συμφερόντως.
8.16.15περικλυμένου χρήσιμος ὅτε καρπός ἐστι καὶ τὰ φύλλα, τμητικῆςτε ἅμα καὶ θερμαινούσης ὑπάρχοντα δυνάμεως εἰς τοσοῦτον, ὥστε καὶ τὸ οὖρον αἱματῶδες ἐργάζεσθαι, πινόμενα μέχρι πλείονος. ἐν ἀρχῇ μέντοι οὐρητικὸν μόνον ἐστὶν, ἔξωθεν δὲ μετ’ἐλαίου συναλειφόμενον θερμαίνει. ὠφελεῖ δὲ καὶ σπληνώδεις καὶ δυσπνοοῦντας. ἡ δὲ συμμετρία τῆς πόσεως δραχμῆς μιᾶς πλῆθος σὺν οἴνῳ. ξηραίνει δὲ καὶ σπέρμα, καί τινές φασιν εἰ ἐπὶ πλέον πίνοιτο, παντάπασιν ἀγόνους γίνεσθαι τοὺς πίνοντας. ὁρίζουσι δ’ἔνιοι καὶ προθεσμίαν ἡμερῶν ἐπὶ τῇ τοιαύτῃ πόσει, καθάπερ καὶ Διοσκορίδης ἑπτὰ καὶ τριάκοντα λέγων ἱστορεῖσθαι αὐτάς. οὗτος δὲ καὶ τὸ οὖρον αἱματῶδες γίνεσθαί φησιν ἀπὸ τῆς ἕκτης τῶν ἡμερῶν. περιστερεὼν, ὠνόμασται μὲν ἀπὸ τοῦ τὰς περιστερὰς διατρίβειν ἐν αὐτῷ. δύναμιν δ’εἰς τοσοῦτον ἔχει ξηραντικὴν, ὡς κολλᾷν τραύματα. πετασίτης ἐκ τῆς τρίτης τάξεώς ἐστι τῶν ξηραινόντων, ὅθεν ἐπίτε τῶν κακοήθων καὶ φαγεδαινικῶν ἑλκῶν αὐτῇ χρῶνται.
8.16.16πετροσελίνου τὸ σπέρμα μάλιστ’ἐστὶ χρήσιμον, οὔσης καὶ ὅλης τῆς πόας ἅμα ταῖς ῥίζαις ὁμοίας μὲν, ἀσθενεστέρας δὲ δυνάμεως. ἔστι δ’ὥσπερ ἐν τῇ γεύσει δριμὺ μετὰ πικρότητος, οὕτω κα- κᾀν τοῖς ἔργοις θερμὸν ἅμα τῷ τέμνειν, καὶ διὰ ταῦτα καταμήνιάτε καὶ οὖρα προτρέπει δαψιλῶς. ἔστι δὲ καὶ ἄφυσον. εἴη ἂν οὖν καὶ αὐτὸ τῆς τρίτης τάξεως τῶν θερμαινόντωντε καὶ ξηραινόντων. οἱ δ’ἐν Κιλικίᾳ πετροσέλινον μόνον ὀνομάζουσιν τὸ ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι δὲ σμύρνιον μᾶλλον ἢ πετροσέλινον, οὐ μὴν παραλλάττει γε πολὺ τὴν πετροσελίνου δύναμιν.
8.16.17πευκεδάνου τῇ ῥίζῃ μὲν μάλιστα, χρώμεθα δὲ καὶ τῷ ὀπῷ καὶ τῷ χυλῷ. ἔστι δὲ πάντα μὲν ταῦτα τῆς αὐτῆς τῷ εἴδει δυνάμεως. ἰσχυρότερος δ’αὐτῶν ὁ ὀπὸς ἱκανῶς θερμαίνων καὶ διαφορῶν, ὅθεν καὶ τοῖς κατὰ τὰ νεῦρα πάθεσιν ἅπασιν ἁρμόττειν πεπίστευται. καὶ τὰ κατὰ πνεύμονάτε καὶ θώρακα νοσήματα τὰ διὰ πάχος ἢ γλισχρότητα χυμῶν γινόμενα. καὶ εἴσω μὲν τοῦ σώματος λαμβανόμενος, ἀλλὰ καὶ ὀσμώμενος ὠφελεῖ. τῷ δὲ λεπτύνειν καὶ τέμνειν καὶ ὀδόντων τετρημένων ἐνίοτε παραχρῆμα τὰς ὀδύνας ἔπαυσεν, ἐντεθεὶς τῷ βρώματι, διότι λεπτομερήςτ’ἐστὶ καὶ θερμαντικός. καὶ μὲν δὴ καὶ σπλῆνας ἐσκιρρωμένους ὠφελεῖ τῷ τέμνειν καὶ διαφορεῖν καὶ λεπτύνειν τοὺς παχεῖς χυμούς. τῇ δὲ ῥίζῃ πρὸς ταῦτα μὲν ἔστι χρῆσθαι. καὶ λεπίδας δὲ ὀστῶν ἀφίστησι τάχιστα, διότι ξηραίνει σφοδρῶς, ἔλαττον δὲ ἢ κατὰ τὸν ὀπὸν θερμαίνουσα. καὶ τοῖς κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπλαττομένη ξηρά. αὐτὴ γὰρ καθαίρει καὶ σαρκοῖ καὶ μέχρι τῶν ἐπουλώσεων ἄγει, θερμαίνουσα μὲν κατὰ τὴν δευτέραν τάξιν ἤδη που συμπληρουμένην, ξηραίνουσα δὲ κατὰ τὴν τρίτην ἀρχομένην.
8.16.22πήγανον τὸ μὲν ἄγριον ἐκ τῆς τετάρτης ἐστὶν ἤδη τάξεως τῶν θερμαινόντων, τὸ δ’ἥμερον ἐκ τῆς τρίτης. ἔστι δ’οὐ μόνον δριμὺ γευόμενον, ἀλλὰ καὶ πικρὸν, ᾧ καὶ τὸ τέμνειντε καὶ διαφορεῖν ἔχει τοὺς παχεῖς καὶ γλίσχρους χυμούς. διὰ δὲ τὴν αὐτὴν δύναμιν καὶ δι’οὔρων κινεῖ. καὶ μὲν δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον, καὶ διὰ τοῦτο πρόςτε τὰς ἐμπνευματώσεις ἁρμόττει καὶ τὰς πρὸς ἀφροδίσια προθυμίας ἐπέχει καὶ διαφορεῖ καὶ ξηραίνει γενναίως. ἔστι γὰρ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων. ὃ δ’ἐν τοῖς ἔμπροσθεν λόγοις μῶλυ καὶ βήσασαν ἔφαμεν ὀνομάζεσθαι, εἴη ἂν καὶ αὐτὸ πήγανον ἄγριον. πίσσα ἡ μὲν ξηρὰ ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν ἀπὸ τῶν συμμέτρων καὶ πλέον γε ξηραίνειν πέφυκεν ἢ θερμαίνειν. ἡ δ’ὑγρὰ το- τοὔμπαλιν θερμαίνει πλέον ἢ ξηραίνει. ἔχει δέ τι καὶ λεπτομερὲς, ᾧ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἐμπυϊκοὺς ὠφελεῖ. πλῆθος δ’ἐκλαβεῖν ἀρκεῖ κύαθον μέλιτος μιγνύντας, ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμπεπτικὸν καὶ διαφορητικὸν, ὥσπερ γε καὶ κατὰ τὴν γεῦσιν ὑπόπικρόντε καὶ δριμύ. οὕτως γέ τοι καὶ λεπροὺς ὄνυχας ἐξάγουσιν μιγνύμεναι κηρῷ καὶ λειχῆνας ἀπορρύπτουσι. συμπέπτουσι δὲ καὶ τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐπεμβαλλόμεναι τοῖς καταπλάσμασιν, ἰσχυρότερα δ’εἰς ἅπαντα τὰ τοιαῦτα ἡ ὑγρά. ἡ δὲ ξηρὰ πίττα πρὸς μὲν ταῦτα χείρων, εἰς δὲ τὰς κολλήσεις τῶν τραυμάτων ἐπιτηδειοτέρα. δῆλον οὖν ἐκ τούτων ὡς ὑγρότητος θερμῆς ἀναμέμικταί τι δαψιλὲς τῇ ὑγρᾷ πίττῃ. πισσέλαιον ἐκ τῆς ὑγρᾶς γίνεται πίττης, ὅμοιον μὲν ὑπάρχον αὐτῇ τῷ γένει, λεπτομερέστερον δὲ κατὰ τὴν οὐσίαν. πιστάκιον. ἐν Συρίᾳ πλεῖστον γεννᾶται τοῦτο τὸ φυτόν. ὁ καρπὸς δ’αὐτοῦ λεπτομερεστέρας πώς ἐστιν οὐσίας, ὑπόπικρόν τι καὶ ἀρωματίζον ἐχούσης. ἐκφράττει τοιγαροῦν καὶ διακαθαίρει μάλιστα μὲν τὰ καθ’ἧπαρ, ἤδη δὲ καὶ τὰ κατὰ τὸν θώρακα καὶ πνεύμονα. πιτυΐδες. ὀνομάζεται δ’οὕτως ὁ καρπὸς τῶν πιτύων. ἔνιοι δὲ καταχρώμενοι καὶ τὸν τῆς πεύκης ὡσαύτως προσαγορεύουσιν, μικτῆς εἰσι δυνάμεως ὡς ἂν καὶ στύφουσαι καὶ δριμύτητά τινα κεκτημέναι μετὰ πικρότητος. ὅθεν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν συναίρονται.
8.16.23πίτυος ὁ φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν δύναμιν εἰς τοσοῦτον ὡς παρατρίμματάτε καταπλαττόμενα ἰᾶσθαι κάλλιστα καὶ κοιλίαν ἐπέχειν, εἰ ποθείη. καὶ τὰ κατακαύματα δὲ ἐπουλοῖ. καὶ ὁ τῆς πεύκης δὲ φλοιὸς ὅμοιος μὲν αὐτῷ, μετριώτερος δὲ κατὰ τὴν δύναμιν. ἐν δὲ τοῖς φύλλοις ἀμφοτέρων τῶν δένδρων ὡς ἂν ὑγροτέροις οὖσι πολὺ τοῦ φλοιοῦ δύναμίς ἐστι κολλητικὴ τραυμάτων. ἐν μέντοι τῷ κώνῳ, κα- κᾂν εἰ παραπλησία τούτοις, ἀλλ’ἰσχυροτέρατε ἡ δύναμίς ἐστιν, ἔντε τῷ φλοιῷ καὶ τοῖς φύλλοις, ὡς μηδὲν ἔτι τῶν προειρημένων καλῶς δύνασθαι ποιεῖν, ἀλλ’ἤδη τι δακνῶδες ἔχειν ἀνιαρόν. ἡ δὲ λιγνὺς ἡ ἐκ τῶν εἰρημένων πρὸς πτίλα βλέφαρα καὶ μυδρῶντας κανθοὺς καὶ περιβεβρωμένους καὶ δακρύοντάς ἐστι χρήσιμος.
8.16.26Πιτυοῦσα. καὶ ταύτην τινὲς εἶδος εἶναι τιθυμάλλου νομίζουσιν, ὅτι τὸν ὀπὸν ἔχει καθάπερ ἐκεῖνοι καὶ ὅτι καθαίρει παραπλησίως ἐκείνοις καὶ τὰ ἄλλα πάντα κατὰ τὴν δύναμιν ἔοικεν αὐτοῖς. ʹ Πλάτανος ὑγροτέρας ἐστὶ καὶ ψυχροτέρας οὐσίας οὐ πολλῷ τινι τῶν συμμέτρων. διὰ τοῦτο καὶ τὰ φύλλα τὰ χλωρὰ λειωθέντα καὶ καταπλασθέντα τὰς ἐν γενέσει φλεγμονὰς ὀνίνησιν οὐκ ἀσαφῶς. ὁ δὲ φλοιὸς αὐτοῦ καὶ τὰ σφαιρία ξηραντικωτέρας ἤδη δυνάμεώς ἐστιν, ὡς τὸν μὲν ἐν ὄξει καθεψόμενον εἰς ὀδόντων ἀλγήματα παραλαμβάνεσθαι, τὰ δὲ σφαιρία μετὰ στέατος ἐπὶ τῶν πυρικαύτων ἑλκῶν. εἰσὶ δ’οἳ καὶ καύσαντες τὸν φλοιὸν ξηραντικόντε καὶ ῥυπτικὸν ἀπεργάζονται φάρμακον, ὡς μεθ’ὕδατος μὲν ἰᾶσθαι λέπρας, αὐτὸ δὲ καθ’ἑαυτὸ ἐπιπλαττόμενον τὰ δι’ὑγρότητα πολλὴν ἕλκη παλαιὰ καὶ ῥυπαρά. φυλάττεσθαι δὲ τὸν ἐπὶ τοῖς φύλλοις τοῦ δένδρου χνοῦν · καὶ γὰρ τὴν ἀρτηρίαν εἰσπνευσθεὶς ἀδικεῖ, ξηραίνωντε καὶ τραχύνων σφοδρῶς, καὶ κακοῖ τὴν φωνὴν, ὥσπερ γε καὶ τὴν ὄψιν καὶ τὴν ἀκοὴν ὀφθαλμοῖς καὶ ὠσὶν ἐμπεσών. πολύγονον ἔχει μέν τι καὶ στῦφον, ἐπικρατεῖ δ’ἐν αὐτῷ τὸ ὑδατῶδες ψυχρὸν, ὡς εἶναι κατὰ τὴν δευτέραν τάξιν ἐν τοῖς ψύχουσι φαρμάκοις, ἢ καὶ τῆς τρίτης που κατὰ τὴν ἀρχήν. ὀνίνησι γοῦν τοὺς ἐγκαιομένους τὸν στόμαχον ἔξωθεν ἐπιπλασσόμενον ψυχρὸν, ὥσπερ καὶ τὰ ἐρυσιπέλατα καὶ τὰς θερμὰς φλεγμονάς. ἅτε δὲ τοιοῦτον ὑπάρχον καὶ ἀποκρούεται ῥεύματα καὶ ταύτῃ δοκεῖ ξηραντικὸν ὑπάρχειν. διὸ καὶ τῶν ἑρπήτων ἀγαθόν ἐστιν φάρμακον, ἑλκῶντε καὶ τῶν ἄλλων, ἐναργέστατα δὲ τῶν φλεγμονωδῶντε καὶ ῥευματικῶν. ἔστι δὲ καὶ τῶν ἐναίμων τραυμάτων κολλητικόν. ὀνίνησι δὲ καὶ τὰ ἐν τοῖς ὠσὶν ἕλκη, κα- κᾂν πῦον ἱκανὸν ἐν αὐτοῖς ᾖ, καὶ τοῦτο ξηραίνει. διὰ δὲ τὰς αὐτὰς δυνάμεις καὶ ῥοῦν γυναικεῖον ἵστησι καὶ δυσεντερίαν καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς καὶ ὁποθενοῦν ἑτέρωθεν ἀμετροτέρας φοράς. φησὶ δὲ Διοσκορίδης καὶ οὖρα προκαλεῖσθαι αὐτὸ τοῖς στραγγουριῶσιν διδόμενον, οὐ μὴν διαιρεῖταί γε τὴν διάθεσιν ἀκριβῶς ἐφ’ἧς χρὴ διδόναι. ἔστι δὲ εἰς ἅπαντα τὰ εἰρημένα τὸ ἄρρεν τοῦ θήλεος ἰσχυρότερον.
8.16.27πολύγαλον αὐστηρὰ μετρίως ἔχει τὰ φύλλα. δοκεῖ δὲ πινόμενα γάλα γεννᾷν, ὥστ’ἐπικρατοίη ἂν ἐν αὐτῷ τὸ θερμὸν καὶ ὑγρόν.
8.16.28πολυγόνατον μικτῆς ἐστι δυνάμεώςτε καὶ ποιότητος. ἔχει γάρ τι καὶ στύψεως καὶ δριμύτητος καὶ πικρότητος καί τινος ἀηδίας ἀρρήτου. ταῦτ’ἄρα οὐ δὲ πολύχρηστόν ἐστιν ἀλλ’ἢ μόνον ὅτι τὴν ῥίζαν ἐπιπλάττουσι τραύμασιν ἔνιοι. εἰσὶ δ’οἳ τοὺς ἐν προσώπῳ σπίλους ἀπορρύπτουσιν δι’αὐτοῦ.
8.16.31πολεμώνιον, οἱ δὲ φιλεταίριον, ἔνιοι δὲ ὥσπερ καὶ Καππαδόκαι χιλιοδύναμιν, λεπτομεροῦςτ’ἐστὶ καὶ ξηραντικῆς δυνάμεως, ὅθεν ἔνιοι πρὸς ἰσχιάδας καὶ δυσεντερίαν καὶ σκιρρούμενον σπλῆνα διδόασι πίνειν τὴν ῥίζαν αὐτοῦ μετ’οἴνου. πόλιον πικρὸν γευομένοις ἐστὶ καὶ μετρίως δριμύ. ἐκφράττει τοιγαροῦν ἅπαντα τὰ σπλάγχνα καὶ οὖρα καὶ ἔμμηνα κινεῖ, καὶ χλωρὸν μὲν ὑπάρχον ἔτι κολλᾷ τὰ μεγάλα τραύματα καὶ μάλιστα τὸ θαμνῶδες εἶδος αὐτοῦ. ξηρὸν δὲ γενόμενον ἰᾶται τὰ κακοήθη τῶν ἑλκῶν ἐπιπαττόμενον καὶ μᾶλλον τοῦτο δρᾷ τὸ μικρότερον. πόλιον τὸ μικρὸν, ᾧ καὶ εἰς τὰς ἀντιδότους χρώμεθα · καὶ γὰρ καὶ δριμύτερον καὶ πικρότερόν ἐστι τοῦτο τοῦ μείζονος, ὡς ἐκ μὲν τῆς τρίτης τάξεως εἶναι τῶν ξηραινόντων, ἐκ δὲ τῆς δευτέρας συμπεπληρωμένης τῶν θερμαινόντων.
8.16.32πολύκνημον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, ὥστε καὶ διὰ τοῦτο τραυμάτων ἐστὶ κολλητικόν.
8.16.35ποταμογείτων στύφει καὶ ψύχει παραπλησίως πολυγόνῳ. παχυμερεστέρα δ’ἐστὶν ἡ οὐσία αὐτοῦ τῆς πολυγόνου. πολυπόδιον τὴν γλυκεῖαν ἅμα καὶ αὐστηρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα, ὡς εἶναι δυνάμεως ξηραντικῆς ἱκανῶς ἀδήκτου. πράσιον ὥσπερ τῇ γεύσει πικρόν ἐστιν, οὕτω καὶ χρωμένοις ὁμολογοῦσαν ἔχει τῷ τοιούτῳ χυμῷ τὴν ἐνέργειαν, ἐκφράττον καὶ ἧπαρ καὶ σπλῆνα καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαῖρον, ἔμμηνάτε προτρέπον. ἀλλὰ καὶ καταπλασσόμενον ῥύπτειτε καὶ διαφορεῖ. καὶ θείη ἄν τις αὐτὸ κατὰ μὲν τὴν θερμότητα τῆς δευτέρας που τάξεως ἤδη συμπληρουμένης, κατὰ δὲ τὴν ξηρότητα τῆς τρίτης, ἤτοι μεσούσης καὶ συμπληρουμένης. τῷ χυλῷ δ’αὐτοῦ καὶ πρὸς ὀξυδερκίαν μὲν χρῶνται μετὰ μέλιτος, οὐ μὴν ἀλλὰ καὶ διὰ ῥινῶν ἰκτέρους καθαίρουσι, καὶ πρὸς ὤτων ὀδύνας ἤδη κεχρονισμένας αὐτὸ παραλαμβάνουσι, ἐφ’ὅσον ἐκφράξαι καὶ διακαθῆραι τόντε πόρον αὐτὸν καὶ τὰς τῶν μηνίγγων ἀποφύσεις ἐστὶ χρεία.
8.16.36πρόπολις ῥυπτικῆς μέν ἐστιν οὐκ ἰσχυρᾶς δυνάμεως, ἑλκτικῆς δ’ἱκανῶς ἰσχυρᾶς. ἔστι γὰρ λεπτομερὴς τὴν οὐσίαν. θερμαίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν ἤδη συμπληρουμένην καὶ τρίτην ἀρχομένην.
8.16.37πταρμικῆς τὰ μὲν ἄνθη πταρμικῆς ἐστι δυνάμεως, ὅθεν περ καὶ τῇ πόᾳ το- τοὔνομα. ὅλον τὸ θαμνίον ὑπώπιάτε καὶ τὰς ἄλλας ἐκχυμώσεις διαφορεῖ. ἔστι γὰρ ἡ κρᾶσις αὐτοῦ θερμὴ καὶ ξηρὰ, χλωρὰ μὲν ἔτι κατὰ τὴν δευτέραν τάξιν, εἰ δὲ ξηρανθείη, κατὰ τὴν τρίτην.
8.16.38πτελέας τοῖς φύλλοις ἐκολλήσαμέν ποτε πρόσφατον τραῦμα, θαρρήσαντες τῷ στυπτικήντε ἅμα καὶ ῥυπτικὴν δύναμιν ἐμφέρεσθαι αὐτοῖς. ὁ δὲ φλοιὸς ἔτι καὶ μᾶλλον ὑπόπικρόςτέ ἐστι καὶ στυπτικὸς, ὥστε καὶ λέπραν ἰᾶται σὺν ὄξει καὶ χλωρὸς δὲ ὢν ἔτι καὶ πρόσφατος, ἐὰν ὡς ἐπίδεσμος περιελιχθῇ τοῖς τραύμασιν, κολλᾷν αὐτὰ δύναται. καὶ αἱ ῥίζαι δὲ τῆς αὐτῆς εἰσι δυνάμεως, ὥστε καὶ τῷ ἀφεψήματι καταντλοῦσίν τινες, ὅσα πωρώσεως δεῖται κατάγματα.
8.16.39πτέρις ῥίζαν μάλιστ’ἔχει χρήσιμον. ἀναιρεῖ γὰρ ἕλμινθα πλατεῖαν, εἰ τεσσάρων δραχμῶν ὁλκήν τις αὐτῆς ἐν μελικράτῳ λάβοι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ νεκρὰ δ’ἐκβάλλειν οὐδὲν θαυμαστόν. ἔστι γὰρ πικρὰ βραχύ τι στύψεως μετέχουσα. διὸ καὶ κατὰ τῶν ἑλκῶν ἐπιτιθεμένη δυνάμεώς ἐστιν ἰσχυρῶς ξηραντικῆς, οὐ μέντοι δακνώδης. ὁμοίαν δ’αὐτῇ καὶ ἡ θηλυπτερὶς ὀνομαζομένη τὴν δύναμιν ἔχει.
8.16.40πυκνοκόμου καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς ἐστι καὶ ἑλκτικῆς δυνάμεως, ὄντα καὶ πρὸς τὴν γεῦσιν δριμέα. τὰ μὲν οὖν φύλλα φύματάτε καὶ δοθιῆνας διαφορεῖ, ὁ δὲ καρπὸς ἰσχυρότερος ὑπάρχει, καὶ ταῦτα μὲν ἐργάζεσθαι πέφυκε, μιγνύμενός τινι τῶν διαφορητικῶν καταπλάσματι, οἷόν πέρ ἐστι καὶ τὸ διὰ τοῦ κριθίνου · καὶ σκόλοπας δὲ καὶ ὅσα τοιαῦτα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπισπᾶται. ἡ δὲ ῥίζα πρὸς τὰ μὲν προειρημένα χείρων ἐστὶ καὶ ἀσθενεστέρα, χολῆς μέντοι τῆς ξανθῆς καθαρτική.
8.16.41πυρέθρου τῇ ῥίζῃ χρώμεθα μάλιστα καυστικὴν ἐχούσῃ δύναμιν, καθ’ἣν ὀδόντωντε ἐψυγμένων ὀδύνας πραΰνει καὶ πρὸ τῶν κατὰ περίοδον ῥιγῶν ἀνατρίβεται μετ’ἐλαίου καὶ τοὺς ναρκώδεις καὶ παρειμένους ὠφελεῖ.
8.16.42πυρὸς ὡς τροφὴ μὲν ὁποίας ἐστὶ φύσεως οὐ τῆς νῦν ἔνεστι πραγματείας, ὡς φάρμακον δ’ἔξωθεν ἐπιτιθέμενος ἐκ τῆς πρώτης ἐστὶ τάξεως τῶν θερμαινόντων, οὐ μὴν οὔτε ξηραίνειν οὔθ’ὑγραίνειν ἐπιφανῶς πέφυκεν. ἔχει δέ τι καὶ γλίσχρον καὶ ἐμφρακτικόν. τὸ δ’ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόντε καὶ ξηραντικώτερον αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν, ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προειληφότος τοῦ ἄρτου. δυνάμεως γὰρ ἐπισπαστικῆςτε καὶ διαφορητικῆς τῶν ἐκ τοῦ βάθους ἐστὶν ἡ ζύμη.
8.17.2ῥάμνος ξηραίνει μὲν καὶ διαφορεῖ κατὰ τὴν δευτέραν ἀπόστασιν, ψύχει δὲ κατὰ τὴν πρώτην συμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην. διὰ τοῦτο καὶ ἕρπητας ἰᾶται καὶ ἐρυσιπέλατα μὴ σφόδρα θερμά. χρηστέον δ’αὐτῆς τοῖς ἁπαλοῖς φύλλοις εἰς ταῦτα. ῥαφανὶς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν. ἡ δ’ἀγρία δραστικωτέρα κατ’ἄμφω · καὶ μὲν δὴ καὶ τὸ σπέρμα δραστικώτερον αὐτοῦ τοῦ φυτοῦ. διαφορητικὴ δ’ἐστὶν ἐν αὐτῷ ἡ δύναμις, ὥστε καὶ πρὸς ὑπώπια καὶ τα- τἄλλα τὰ πελιδνὰ διὰ τὴν τοιαύτην δύναμιν ὠφέλιμα τετύχηκεν ὄντα.
8.17.6ῥῆον, ἔνιοι δὲ προσαγορεύουσιν αὐτὸ ῥᾶ, μικτῆς ἐστι κράσεώςτε καὶ δυνάμεως. ἔχει μὲν γάρ τι καὶ γεῶδες ψυχρὸν, ὡς ἡ στύψις δηλοῦ σύνεστι δέ τις αὐτῷ καὶ θερμότης, ὑπόδριμυ γὰρ ἐπιπλέον διαμασώμενον φαίνεται. καὶ μὴν ὡς ἀερώδους τινὸς οὐσίας μετέχει λεπτομεροῦς δηλοῖ μὲν καὶ ἡ χαυνότηςτε καὶ ἡ κουφότης, ἀτὰρ οὐχ ἥκιστα καὶ τὰ ἔργα. δι’αὐτὸ γάρ τοι τοῦτο καί τοι στῦφον ὅμως οὐ σπάσματα μόνον, ἀλλὰ καὶ ῥήγματα καὶ ὀρθόπνοιαν ὠφελεῖ. οὕτω δὴ καὶ πελιώματα καὶ λειχῆνας ἰᾶται μετ’ὄξους ἐπαλειφόμενον. ὅτι δὲ καὶ τὰ τῆς στύψεως ἔργα γενναῖα, καταμαθεῖν ἔστιν ἐξ ὧν ὀνίνησιν αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς καὶ δυσεντερικούς. οὐ γὰρ ἀντιπράττει τῷ γεώδει ψυχρῷ τὸ λεπτομερὲς ἀερῶδες. ἀλλ’οὖν τὸ ποδηγοῦντε καὶ πρὸς βάθος ἄγον αἴτιον ἰσχυροτέρας ἐνεργείας γίνεται. ῥητίναι πᾶσαι ξηραίνουσι καὶ θερμαίνουσι. διαφέρουσι δ’ἀλλήλων τῷτε πλέον ἢ ἔλαττον ἔχειν ἔντε τῇ γεύσει δριμὺ κα- κᾀν τῇ δυνάμει θερμαῖνον καὶ τῷ τὰς μὲν ἧττον αὐτῶν εἶναι λεπτομερεῖς, τὰς δὲ μᾶλλον, καὶ τῷ τὰς μὲν στύψεως μετέχειν, τὰς δ’οὔ. προκέκριται δ’εἰκότως ἐξ ἁπασῶν ἡ σχινίνη, μαστίχην δ’αὐτὴν ὀνομάζουσι. πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν, ὡς καὶ ταῖς κατὰ τὸν στόμαχον καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ ἀτονίαις καὶ φλεγμοναῖς ἁρμόττειν, ἔτι καὶ τὸ ξηραίνειν καὶ ἀλύπως αὐτῇ πάρεστιν. ἥκιστα γάρ ἐστι δριμεῖα καὶ μάλιστα λεπτομερής. τῶν δ’ἄλλων ἡ τερμινθίνη πρωτεύει, σαφῆ μὲν οὐχ ὁμοίως τῇ μαστίχῃ τὴν στύψιν ἔχουσα, πικρότητα δέ τινα κεκτημένη, δι’ἣν καὶ μᾶλλον τῆς μαστίχης διαφορεῖ. διὰ δὲ τὴν αὐτὴν ταύτην ποιότητα καὶ τὸ ῥύπτειν αὐτῇ πάρεστιν ἐπὶ τοσοῦτον, ὥστε καὶ ψώρας ἰᾶσθαι. καὶ μὲν δὴ καὶ τὰ ἐκ βάθους ἕλκει μᾶλλον τῶν ἄλλων ῥητινῶν, ὅτι καὶ λεπτομερὴς ἐκείνων μᾶλλόν ἐστι. ἥ γέ τοι πευκίνη, καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη, δριμύτεραι μὲν αὐτῆς εἰσιν, οὐ μὴν οὔτε διαφοροῦσι μᾶλλον οὔτ’ἐπισπῶνται. μέσαι δ’αὐτῶν εἰσιν ἡ πιτυΐνη καὶ ἐλατίνη, δριμύτεραι μὲν οὖσαι τῆς τερμινθίνης, ἧττον δὲ δριμεῖαι τῆς πευκίνηςτε καὶ στροβιλίνης. ἔχει δὲ καὶ μαλακτικὸν ἡ τερμινθίνη ῥητίνη. δευτέρα δ’ἐστὶν ἐν τῷ μαλάσσειν ἡ σχινίνη, καθάπερ ἡ κυπαρισσίνη δριμεῖα. ῥόδων ἡ δύναμις ἐν τοῖς ἔμπροσθεν εἴρηται διὰ πλειόνων, ὡς ἐξ ὑδατώδους οὐσίας θερμῆς ἀναμεμιγμένης δύο ποιότησιν ἑτέραις, τῇτε στυφούσῃ καὶ τῇ πικρᾷ, σύγκειται. καὶ μὲν δὴ καὶ ὁποία τις ἑκατέρα τὴν φύσιν ἐστὶν, ἥτε πικρὰ καὶ ἡ στύφουσα, λέλεκταί μοι κατὰ τὸ τέταρτον τῶνδε τῶν ὑπομνημάτων. τὸ δὲ ἄνθος αὐτῶν ἔτι καὶ μᾶλλον αὐτῶν τῶν ῥόδων στυπτικόν ἐστι καὶ δηλονότι διὰ τοῦτο ξηραντικόν. Ῥοδία ῥίζα ἡ ἐν Μακεδονίᾳ γεννωμένη λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως. ἐν δὲ τῷ θερμαίνειν κατὰ τὴν δευτέραν που θετέον ἀπόστασιν αὐτὴν, ἢ καὶ τὴν τρίτην ἀρχομένην.
8.17.7ῥοδοδάφνη κατὰ μὲν τὴν ὅλην οὐσίαν δηλητήριός ἐστιν οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν πλείστων βοσκημάτων, κατὰ δὲ τὴν κρᾶσιν τῆς τρίτης μέν ἐστι κράσεως τῶν θερμαινόντων ἀρχομένης, τῆς πρώτης δὲ τῶν ξηραινόντων.
8.17.8ῥοιὰ πᾶσα τῆς στυφούσης μετέχει ποιότητος, οὐ μὴν ἐπικρατούσης γε πάντων. ἔνιαι μὲν γὰρ αὐτῶν εἰσιν ὀξεῖαι, τινὲς δὲ γλυκεῖαι πλέον ἢ αὐστηραί. καὶ δὴ καὶ τὰς ὠφελείας ἑκάστης αὐτῶν κατὰ τὴν ἐπικρατοῦσαν ἀνάγκη γίνεσθαι ποιότητα. λέλεκται δ’ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ὑπὲρ τοῦ γλυκέος χυμοῦ καὶ αὐστηροῦ καὶ ὀξέος, ὥστ’ἐξ ἐκείνων ἔστι σοι καὶ περὶ τῆς τῶν ῥοιῶν διαφορᾶς συλλογίσασθαι. ἔστι δὲ τὰ μὲν γίγαρτα τοῦ χυλοῦ στυπτικώτερα καὶ ξηραντικώτερα. τούτων δ’ἔτι τὰ λέμματα, καλεῖται δὲ σίδια. παραπλησίας δ’αὐτοῖς εἰσι δυνάμεως οἱ κυτῖνοι.
8.17.9ῥοῦς τὸ θαμνῶδες Φυτὸν στύφει καὶ ξηραίνει, ὥσπερ καὶ οἱ βυρσοδέψαι πρὸς τὸ ξηρᾶναι καὶ στῦψαι τὰ δέρματα χρῶνται τῷ φυτῷ, καὶ διὰ τοῦτο ὀνομάζεται βυρσοδεψικὴ τοῖς ἰατροῖς. ὅτε καρπὸς αὐτῆς μάλιστα καὶ ὁ χυλὸς εἰς χρείαν ἥκουσιν, ἱκανῶς αὐστηρᾶς ὄντες ποιότητος. ὁμολογεῖ δὲ καὶ ἡ κατὰ μέρος ἅπασα χρῆσις τῇ κατὰ τὴν γεῦσιν αἰσθήσει. εἴη ἂν οὖν καὶ τοῦτο τὸ φάρμακον ξηραντικὸν μὲν ἐκ τῆς τρίτης τάξεως, ψυκτικὸν δὲ ἐκ τῆς δευτέρας.
ῥύπος ὁ μὲν ἀπὸ τῶν ἐν τοῖς γυμνασίοις ἀνδριάντων, ἐν οἷς ἂν ἄφθονον ἔλαιον κεῖται, διαφορητικόςτέ ἐστι καὶ μαλακτικός. ὁ δ’ἐν ταῖς παλαίστραις ἐφ’ὅσον τῆς κόνεως μετείληφε, ἐπὶ τοσοῦτον διενήνοχεν. ὀνομάζουσι δὲ τοῦτον τὸν ῥύπον πάτον. ὁ μὲν δὴ πρότερος ἀπέπτων φυμάτων ἐστὶ διαφορητικὸς, ὁ δὲ δεύτερος ἄριστον ἴαμα φλεγμονῆς τιτθῶν ἐστι. καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιρρέον ἀναστέλλει καὶ τὸ περιεχόμενον διαφορεῖ · σύγκειται γὰρ ἐκ κόνεως καὶ ἐλαίου καὶ ἀνθρωπείου ῥύπου καὶ ἱδρῶτος. ἡ μὲν οὖν κόνις ἐμπλα στικόντέ ἐστι καὶ ψυκτικὸν καὶ ἀποκρουστικὸν, τὸ δ’ἔλαιον μαλακτικὸν, ὁ δ’ἱδρὼς καὶ ὁ ῥύπος διαφορητικά. ὁ δ’ἀπὸ τῶν ἀνδριάντων οὔτε τὴν κόνιν ἔχων καὶ τοῦ χαλκοῦ τινα προσειληφὼς ἰὸν εἰκότως δριμύτερός ἐστιν. ἐμνημονεύσαμεν δὲ τούτου καὶ νῦν, ὅτι τὸ πλεῖστον ἐν αὐτῷ τῆς ἐλαιώδους οὐσίας ἐστὶν, ἐκ φυτοῦ τὴν γένεσιν ἐχούσης. ἀναγκαῖον δ’ἔσται κα- κᾀν τοῖς ἀπὸ ζώων αὐτοῦ μνημονεῦσαι διὰ τὸν ἱδρῶτα.
8.18.1σαγαπηνὸν ὀπός ἐστι θερμὸς καὶ λεπτομερὴς, ὡσαύτως τοῖς ἄλλοις ὀποῖς. ἔχει δέ τι καὶ ῥυπτικὸν, ᾧ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ἀποκαθαίρειτε καὶ λεπτύνει. οὐ μὴν ἀλλὰ καὶ ὑποχύσεσι καὶ ἀμβλυωπίαις ταῖς διὰ πάχος ὑγρῶν γινομέναις ἀγαθόν ἐστι φάρμακον. αὐτὸ δὲ τὸ φυτὸν ἐξ οὗ γίνεται νάρθηκι παραπλήσιον ὑπάρχον ἀσθενέςτε καὶ ἄχρηστόν ἐστιν, ὀνομάζεται δὲ δηλονότι πρότερον ἐκεῖνο σαγαπηνόν. ὁ γὰρ ὀπὸς αὐτοῦ καταχρωμένοις οὕτω προσαγορεύεται, καθάπερ καὶ ἄλλα πολλὰ δι’ἐλλιποῦς λέξεως ὀνομάζομεν ἐκ καταχρήσεως. τελεώτερον γὰρ ἦν λέγειν αὐτὸν οὐ σαγαπηνὸν, ἀλλ’ὀπὸν σαγαπηνοῦ.
8.18.2σάμψυχον λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως. ξηραίνειτε γὰρ καὶ θερμαίνει κατὰ τὴν τρίτην τάξιν.
8.18.5σαπρότης ξύλων, καὶ μάλιστα ὅσα μετέχει στύψεώςτε ἅμα καὶ ῥύψεως, ὥσπερ καὶ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ ὑγρὰ τῶν ἑλκῶν. σαρκοκόλλα δάκρυόν ἐστι δένδρου περσικοῦ, μικτὴν ἔχουσα δύναμιν ἐξ ἐμπλαστικῆςτέ τινος οὐσίας καὶ βραχείας πικρᾶς, ὅθεν ἀδήκτως ξηραίνει καὶ διὰ τοῦτο τραύματα δύναται κολλᾷν. σατύριον ἢ τρίφυλλον ὑγρόν ἐστι καὶ θερμὸν τὴν κρᾶσιν, διὸ καὶ γευόμενον φαίνεται γλυκύ. περιττωματικὴν μέντοι καὶ φυσώδη τὴν ὑγρότητα κέκτηται καὶ διὰ τοῦτο παρορμᾷ πρὸς ἀφροδίσια. ταῦτα δὲ καὶ ἡ ῥίζα τῆς βοτάνης δρᾷν πέφυκεν. ὡς δέ τινες γράφουσι, καὶ ὀπισθότονον ἰᾶται, μετ’οἴνου μέλανος αὐστηροῦ πινόμενον.
8.18.6σέλινον εἰς τοσοῦτον θερμόν ἐστιν, ὡς οὖράτε καὶ καταμήνια κινεῖν. ἔστι δὲ καὶ ἄφυσον καὶ μᾶλλον τῆς πόας τὸ σπέρμα. καὶ τοῦ ὀρεοσελίνου δὲ καὶ τοῦ ἱπποσελίνου παραπλήσιος ἡ δύναμις. ἀσθενέστερον δὲ τὸ ἱπποσέλινον, ὥσπερ ἰσχυρότερον τὸ ὀρεοσέλινον.
8.18.7σέρις ὑπόπικρόν ἐστι λάχανον καὶ μᾶλλον τὸ ἄγριον. ὅπερ καὶ δι’αὐτὸ τοῦτο πικρίδα προσαγορεύουσιν ἔνιοι, τινὲς δὲ κιχώριον ὀνομάζουσιν. ἔστι δ’αὐτὴ ξηρᾶς μὲν καὶ ψυχρᾶς κράσεως ἀμφότερα κατὰ τὴν πρώτην ἀπόστασιν ἔχουσα. ἡ δ’ἥμερος ἐπὶ μᾶλλον μὲν ψύχει τῆς ἀγρίας, ἐπιμιξίᾳ δὲ πολλῆς ὀθνίας ὑγρότητος ἀπόλλυσι τὸ ξηραίνειν. ἀμφότεραι δὲ μετέχουσι τῆς στυφούσης ποιότητος, ὥσπερ καὶ ἡ χονδρίλη · καὶ γὰρ αὐτὸ σέρεως εἶδός ἐστιν.
8.18.8σέριφον. εἴρηται μὲν περὶ τούτου κατὰ τὸ ἕκτον βιβλίον ἐν τῷ περὶ ἀψινθίου λόγῳ. παραπλήσιον μὲν γάρ ἐστιν ἀψινθίῳ κατὰ τὴν ἰδέαν καὶ τὴν γεῦσιν, ὅμως μὴν διαλλάττει, κατὰ μὲν τὴν γεῦσιν τῷ μήθ’ὁμοίως ἐκείνῳ στύφειν καὶ μᾶλλον θερμαίνειντε καὶ πικράζειν μετά τινος ἁλυκότητος · ἐν δὲ τῇ δυνάμει τῷ κακοστόμαχον εἶναι καὶ μᾶλλον ἀψινθίου κτείνειν ἕλμινθας, ἔξωθέντε ἐπιτιθέμενον καὶ εἴσω τοῦ σώματος λαμβανόμενον. καὶ δὴ καὶ θερμαίνειν μὲν ἐκ τῆς δευτέρας τάξεως ἐπιτεταμένης θετέον αὐτὸ, ξηραίνειν δὲ κατὰ τὴν τρίτην.
8.18.9σέσελι. καὶ ἡ ῥίζα μὲν, ἔτι δὲ καὶ ὁ καρπὸς τῶν θερμαινόντων εἰς τοσοῦτόν ἐστιν ὡς ἱκανῶς οὐρητικὸν ὑπάρχειν φάρμακον. ἔστι δὲ καὶ λεπτομερὲς, ὡς καὶ πρὸς ἐπιληψίαςτε καὶ ὀρθοπνοίας ἁρμόττειν.
8.18.10σήσαμον οὐκ ὀλίγον ἔχει τὸ γλίσχρον ἐν αὑτῷ καὶ λιπαρὸν, ὅθεν ἐμπλαστικόντ’ἐστὶν ἅμα καὶ μαλακτικὸν καὶ μετρίως θερμόν. τῆς δ’αὐτῆς δυνάμεώς ἐστι καὶ τὸ ἔλαιον τὸ ἐξ αὐτοῦ. καὶ τῆς πόας δὲ τὸ ἀφέψημα παραπλησίας ἐστὶ δυνάμεως.
8.18.11σηταμοειδὲς τὸ μέγα, ὅπερ καὶ Ἀντικυρικὸς ἐλλέβορος ὠνόμασται διὰ τὸ καθαίρειν αὐτοῦ τὸ σπέρμα παραπλησίως ἐλλεβόρῳ. τοῦτο καὶ τῇ ἄλλῃ δυνάμει παραπλήσιόν ἐστιν ἐλλεβόρῳ. καὶ μέντοι καὶ κατὰ τὸ ῥύπτειντε καὶ θερμαίνειν καὶ ξηραίνειν ὅμοιον ἐκείνῳ τὴν δύναμίν ἐστιν.
8.18.12σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα μετέχει μέν τινος καὶ δριμείας ποιότητος. πικρὸν δ’ἱκανῶς ἐστι. θερμαίνει τοιγαροῦν καὶ ῥήσσει καὶ ῥύπτει.
8.18.14σιδηρῖτις ἔχει μέν τι καὶ ῥυπτικὸν, ἀλλὰ τό γε πλέον αὐτῆς ὑγρόν ἐστι καὶ μετρίως ψυχρὸν, ὀλίγης δέ τινος μετείληφε στύψεως, ὅθεν ἀφλέγμαντόςτ’ἐστὶ καὶ κολλητικός. καλοῦσι δ’ἔνιοι καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν ἐμφερῆ μὲν τῇ προειρημένῃ κατὰ τὴν δύναμιν οὖσαν, εἴς γε τὰ νῦν εἰρημένα, πλεονεκτούσης δ’αὐτῆς τῇ στύψει. διὸ καὶ πρὸς αἱμορραγίαςτε καὶ δυσεντερίας καὶ τοὺς γυναικείους ἁρμόττει ῥοῦς. σίκυος ἐδώδιμος ὁ μὲν ἤδη πέπων λεπτομερεστέρας ἐστὶν οὐσίας, ὁ δὲ μὴ τοιοῦτος παχυμερεστέρας. οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆςτε καὶ τμητικῆς μετειλήφασι δυνάμεως, ὅθεν οὐρητικοίτ’εἰσὶ καὶ λαμπρύνουσι τὸ σῶμα, καὶ μᾶλλον εἰ ξηράνας τις τὸ σπέρμα, κα- κᾄπειτα κόψαςτε καὶ σήσας ῥύμματι χρῷτο. κρατεῖ δ’ἐν αὐτοῖς ὑγρὰ καὶ ψυχρὰ κρᾶσις, οὐ μὴν ἰσχυρῶς, ἀλλ’ὡς ἐν τῇ δευτέρᾳ που τάξει τίθεται. εἰ μέντοι τις τὸ σπέρμα ξηραίνειεν ἢ τὴν ῥίζαν, οὐκέτ’οὐ δὲ τῆς ὑγρᾶς ἐστι φύσεως, ἀλλ’ἤδη τῆς ξηραινούσης κατὰ τὴν πρώτην που τάξιν, ἢ καὶ τὴν δευτέραν ἀρχομένην. ἔστι δὲ καὶ τὸ ῥυπτικὸν ἐν τούτοις πλέον ἢ ἐν τῇ σαρκὶ τοῦ καρποῦ.
8.18.17σικύου ἀγρίου καὶ ὁ τοῦ καρποῦ χυλὸς, ὃν ἐλατήριον ὀνομάζουσιν, οὐχ ἥκιστα δὲ καὶ ὁ τῆς ῥίζηςτε καὶ τῶν φύλλων, ἐπιτήδειοι τυγχάνουσιν ὄντες εἰς τὰς ἰάσεις. τὸ μὲν οὖν ἐλατήριον ἔμμηνα προκαλεῖται καὶ τὰ κυούμενα διαφθείρει προστιθέμενον, ὥσπερ καὶ τὰ ἄλλα τὰ πικράτε ἅμα καὶ λεπτομερῆ, μάλιστα εἰ καὶ θερμότητός τινος μετέχει, καθάπερ οὖν καὶ τὸ ἐλατήριον. ἄκρως μὲν γάρ ἐστι πικρὸν, ἐπ’ὀλίγον δὲ θερμὸν, ὡς ἐκ τῆς δευτέρας τάξεως εἶναι κατὰ θερμότητα. εὐθὺς δὲ τὸ τοιοῦτον καὶ διαφορητικῆς ἐστι δυνάμεως · οὕτω γοῦν αὐτῷ καὶ συναγχικοὺς διαχρίουσιν ἔνιοι μετὰ μέλιτος, ἢ ἐλαίου παλαιοῦ. ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον μετὰ γάλακτος ταῖς ῥισίν. οὕτω δὲ χρώμενον καὶ κεφαλαλγίας ἰᾶται. τὸ μὲν οὖν ἐλατήριον τοιοῦτον, ὁ δὲ τῆς ῥίζης χυλὸς, ὥσπερ γε καὶ ὁ τῶν φύλλων, ὅμοιοι μὲν ἐλατηρίῳ τὴν δύναμιν, ἀσθενέστεροι δέ. καὶ αὐτὴ δὲ ἡ ῥίζα παραπλησίας ἐστὶ δυνάμεως. καὶ γὰρ ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει, ξηραντικώτερος δ’αὐτῆς ἐστιν ὁ φλοιός. σιλφίου θερμότατος μέν ἐστιν ὁ ὀπὸς, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς καὶ ἡ ῥίζα θερμαίνει γενναίως. ἔστι δὲ φυσωδεστέρας οὐσίας ἅπαντα καὶ κατὰ τοῦτο δύσπεπτα. ἔξωθεν μέντοι κατὰ τοῦ σώματος ἐπιτιθέμενα δραστηριωδέστερα, καὶ μάλιστα πάντων ὁ ὀπὸς ἑλκτικῆς ἱκανῶς ὑπάρχων δυνάμεως. καὶ μὲν δὴ καὶ καθαιρετικὸν καὶ ἀποτηκτικόν τι ἔχει διὰ τὴν προειρημένην αὐτοῦ κρᾶσιν. σίσων θερμὸς καὶ ὑπόπικρός ἐστι τὴν γεῦσιν. ὅθεν οὐρητικόςτ’ἐστὶ καὶ πεπτικὸς, ἐμμήνωντε προκλητικὸς ἐκφρακτικόςτε τῶν κατὰ τὰ σπλάγχνα πασῶν ἐμφράξεων.
8.18.20σίον, εἰς ὅσον ἀρωματίζει πως κατὰ τὴν γεῦσιν, εἰς τοσοῦτον καὶ θερμαινούσης πως μετείληφε δυνάμεως. ἔστι δὲ διαφορητικόντε καὶ διουρητικὸν καὶ λίθων τῶν ἐν νεφροῖς θρυπτικὸν καὶ ἐμμήνων ἀγωγόν. σισάρου ἡ ῥίζα ἑφθεῖσα εὐστόμαχόςτέ ἐστι καὶ οὐρητικὴ, θερμαίνουσα κατὰ τὴν δευτέραν τάξιν, ἔχουσα δέ τι καὶ πικρότητος καί τι στύψεως βραχείας. σισύμβριον λεπτομεροῦς διαφορητικῆς, θερμαινούσης καὶ ξηραινούσης κατὰ τὴν τρίτην τάξιν ἐστὶ δυνάμεώςτε καὶ κράσεως. καὶ τὸ σπέρμα δ’αὐτοῦ λεπτομερέςτε καὶ θερμόν ἐστιν, ὅθεν σὺν οἴνῳ τινὲς αὐτὴν διδόασι τοῖςτε λύζουσιν καὶ τοῖς στροφουμένοις.
8.18.21σισύμβριον, ὅπερ ἔνιοι καρδαμίνην ὀνομάζουσιν, ἐπειδὴ καρδαμώμου τι παραπλήσιον ἔχει κατὰ τὴν γεῦσιν, ὅταν μὲν ξηρὸν ᾖ, τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντωντε ἅμα καὶ θερμαινόντων, ὅταν δ’ὑγρόντε καὶ χλωρὸν, τῆς δευτέρας.
8.18.22σκάνδιξ τῶν ἀγρίων ἐστὶ λαχάνων, ὑπόδριμύτε καὶ πικρὸν, ὡς εἶναι ἐν τῷ ξηραίνειντε καὶ τῷ θερμαίνειν ἤτοι τῆς δευτέρας τάξεως ἐπιτεταμένης ἢ τρίτης ἀρχομένης. οὐρητικὸν δ’ἱκανῶς ἐστι καὶ τῶν σπλάγχνων ἐκφρακτικὸν, ἐκ τῶν εἰρημένων ποιοτήτων συγκείμενον.
8.18.23σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε θερμῆς, ἀλλὰ κατά γε τοῦτο θείη ἄν τις αὐτὴν ἐν τῇ δευτέρᾳ τάξει τῶν θερμαινόντων. ἄμεινον δ’ὀπτῶντας ἢ ἑψοῦντας λαμβάνειν · ἐκλύεται γὰρ οὕτως αὐτῆς τὸ σφοδρὸν τῆς δυνάμεως.
8.18.24σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι. καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶντε μασχαλῶν καὶ ὅλου τοῦ σώματος. τοῦτο μὲν οὖν ὡς καθαρτικῷ τοιούτου χυμοῦ τῷ φαρμάκῳ καθ’ὅλην ὑπάρχει τὴν οὐσίαν. ἡ δὲ κατὰ τὰς ποιότητας ἐνέργεια θερμὸν μὲν κατὰ τὴν δευτέραν τάξιν ἤδη πληρουμένην ἢ τρίτην ἀρχομένην ἐνδείκνυται τὸ φάρμακον, ξηρὸν δὲ κατὰ τὴν δευτέραν.
8.18.27σκόρδιον. ἐκ πολυειδῶν τοῦτο καὶ χυμῶν καὶ δυνάμεων σύγκειται. καὶ γὰρ καὶ πικρὸν ἔχει τι καὶ στρυφνὸν καὶ δριμὺ, καὶ μάλιστά γε σκορόδῳ προσέοικεν αὐτοῦ τὸ δριμὺ, ὅθεν, οἶμαι, καὶ τὴν προσηγορίαν ἀπηνέγκατο. διακαθαίρει τοιγαροῦν ἅμα καὶ θερμαίνει τὰ σπλάγχνα καὶ καταμήνια καὶ οὖρα κινεῖ καὶ σπάσματα καὶ ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατ’ἔμφραξιν καὶ ψύξιν ἰᾶται πινόμενον, κολλᾷ μὲν τὰ μεγάλα τραύματα χλωρὸν ἐπιπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ, καὶ εἰς οὐλὴν ἄγει τὰ κακοήθη ξηρὸν ἐπιπασσόμενον. σκόροδον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τετάρτην ἀπόστασιν. τὸ δ’ὀφιοσκόροδον ὀνομαζόμενον ἄγριόν ἐστι σκόροδον ἰσχυρότερον τοῦ ἡμέρου, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἄγρια. σκορδόπρασον ὥσπερ ἐν τῇ γεύσειτε καὶ τῇ ὀσμῇ μικτὴν σκόρδουτε καὶ πράσου κέκτηται ποιότητα, κατὰ τὸν αὐτὸν τρόπον κα- κᾀν τῇ δυνάμει.
8.18.28σκορπιοειδὲς θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν.
8.18.29σμῖλαξ ἢ τάξος δένδρον ἐστὶ δηλητηρίου δυνάμεως.
8.18.30σμύρνα τῆς δευτέρας ἐστὶ τάξεως τῶν θερμαινόντωντε καὶ ξηραινόντων. ἐπιπλαττομένη γοῦν τοῖς ἐν κεφαλῇ τραύμασιν κολλᾷν αὐτὰ δύναται. μετέχει δὲ καὶ πικρότητος οὐκ ὀλίγης, δι’ἣν ἔμβρυα καὶ ἕλμινθας κτείνειτε καὶ ἐκβάλλει. ὑπάρχει δ’αὐτῇ καὶ τὸ ῥυπτικὸν ἐντεῦθεν. οὕτω γοῦν καὶ ταῖς ὀφθαλμικαῖς μίγνυται δυνάμεσιν, ὅσαι πρὸς ἕλκη καὶ οὐλὰς παχείας συντίθενται. κατὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐπιμίγνυται τοῖς πρὸς βῆχα χρονίαν καὶ ἆσθμα διδομένοις φαρμάκοις, οὐ μὴν τραχύνει γε τὴν ἀρτηρίαν ὡς ἔνια τῶν ῥυπτόντων, ἀλλ’οὕτως ἔχει μετρίαν τὴν ῥύψιν, ὥστ’ἔνιοι καὶ τοῖς ἀρτηριακοῖς ὀνομαζομένοις φαρμάκοις μιγνύουσιν αὐτὴν ὡς θερμαῖνόντε καὶ ξηραῖνον αὐτάρκως φάρμακον, οὐδὲν εὐλαβούμενοι · τὴν ἐκ τῆς πικρότητος ῥύψιν.
8.18.34σμύρνα βοϊκὴ δύναμιν ἔχει θερμαντικὴν, διαχυτικὴν, μαλακτικήν. σμύρνιον, οἱ δ’ἱπποσέλινον ὀνομάζουσιν ἄγριον, ἐκ τα- ταὐτοῦ γένους ἐστὶ καὶ τοῦτο τῷ σελίνῳτε καὶ πετροσελίνῳ. καὶ εἴη ἂν σελίνου μὲν ἰσχυρότερον, πετροσελίνου δὲ ἀσθενέστερον. ἐμμήνωντε οὖν ἀγωγόν ἐστι καὶ οὐρητικὸν καὶ θερμὸν καὶ ξηρὸν κατὰ τὴν τρίτην τάξιν. οἱ δ’ἐν Κιλικίᾳ πετροσέλινον ὀνομάζουσιν ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι μέντοι καὶ αὐτὸ σμύρνιον, ἧττον δ’ἐστὶν δριμὺ πετροσελίνου καὶ σμυρνίου, καὶ διὰ τοῦτο καὶ κατὰ τραυμάτων ἐπιτίθεσθαι δύναται τῷ ξηραίνειν ἀλύπως. ἀλλὰ καὶ διαφορητικόν ἐστι τῶν ἐσκληρυσμένων. ἡ δ’ἄλλη δύναμις αὐτοῦ παραπλησία σελίνῳτ’ἐστὶ καὶ πετροσελίνῳ, διὸ καὶ τῷ σπέρματι χρώμεθα πρὸς τὰ καταμήνιάτε καὶ οὖρα καὶ ἄσθματα. σόγχος ἐπειδὰν μὲν τελειωθῇ, τῶν ἀκανθωδῶν ἐστιν φυτῶν, χλωρὸς δ’ἔτι καὶ ἁπαλὸς ἐσθίεται τοῖς ἄλλοις ἀγρίοις λαχάνοις ὡσαύτως. ἡ κρᾶσις δ’αὐτοῦ μικτή πώς ἐστι, σύγκειται γὰρ ἐξ ὑδατώδουςτε καὶ γεώδους οὐσίας, ἀμφοῖν ἀτρέμα ψυχρῶν. καὶ γὰρ στύψεώς τι μετέχει καὶ σαφῶς ἐμψύχει, καταπλασσόμενόςτε καὶ ἐσθιόμενος. ἐπειδὴ δὲ τελέως ξηρανθῇ, γεώδης ἡ κρᾶσις αὐτοῦ γίνεται μετρίως θερμότητα ἔχουσα. σπαργάνιον ξηραντικῆς καὶ τοῦτο δυνάμεώς ἐστι.
8.18.35σπάρτη, ᾧ τὰς ἀμπέλους παρ’ἡμῖν δεσμοῦσιν, ὅτε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς ἑλκτικῆς οὐκ ἀγεννῶς ἐστι δυνάμεως.
8.18.36σταφυλῖνος ὁ μὲν ἥμερος ἀσθενέστερος, ὁ δ’ἄγριος ἰσχυρότερος εἰς ἅπαντα. οὖρα δὲ κινεῖ καὶ καταμήνια προτρέπει καὶ σύμπασα μὲν ἡ πόα, μάλιστα δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν ἑαυτῷ, διὸ καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἔνιοι τοῖς φύλλοις αὐτοῦ χλωροῖς μετὰ μέλιτος καταπλάττουσι ὑπὲρ τοῦ καθαρὰ ποιῆσαι.
8.18.37στάχυς, ὁ παραπλήσιος τῷ πρασίῳ θάμνος, δριμὺς γευόμενός ἐστι καὶ πικρὸς τῆς τρίτης τάξεως ὑπάρχων τῶν θερμαινόντων, ὥστ’εὐλόγως οὐ καταμήνια κινεῖ μόνον, ἀλλὰ καὶ ἀμβλωθρίδιόν ἐστι φάρμακον, ἐκβάλλειτε χόρια.
8.18.38στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα μάλιστ’ἐστὶ χρήσιμα, στυπτικὴν ἔχοντα δύναμιν ἄδηκτον. ἔστι δὲ κα- κᾀν τῷ ξηραίνειν ἐναργῶς κατὰ τὴν τρίτην που τάξιν ἀρχομένην, ὅθεν αὐτῶν τὸ ἀφέψημα καὶ δυσεντερικοῖς ἐνίεται καὶ ὠσὶ πυοροῦσι καὶ κολλητικὸς ὑπάρχει μεγάλων τραυμάτων. ἐναργέστερον δὲ ταῦτα ποιεῖ μετ’οἴνου μέλανος αὐστηροῦ, ξηραίνει γὰρ ἰσχυρῶς ἁπάσας τὰς παρὰ φύσιν ὑγρότητας. ἔτι δὲ χλωρὰ τὰ φύλλα καταπλασσόμενα δύναμιν ἐφεκτικὴν αἱμορραγίας ἔχει καὶ τὰς ἐκ πληγῆς δὲ συγχύσεις τῶν ὀφθαλμῶν ὀνίνησι καταπλασσόμενος.
8.18.41στοιχάδος ἡ μὲν πρὸς τὴν γεῦσιν ποιότης πικράτ’ἐστὶ καὶ ὑποστύφουσα μετρίως. ἡ δὲ κρᾶσις σύνθετος ἔκτε ψυχρᾶς γεώδους οὐσίας ὀλίγης, ἀφ’ἧς στύφει, καὶ λελεπτυσμένης ἑτέρας γεώδους πλείονος, ἀφ’ἧς πικράζει. διὰ δὲ τὴν ἀμφοτέρων σύνοδον ἐκφράττειν καὶ λεπτύνειν καὶ ἀπορρύπτειν καὶ ῥωννύναι πέφυκε τάτε σπλάγχνα πάντα καὶ ὅλου τοῦ ζώου τὴν ἕξιν. ἐδείχθη γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ὅσα σύγκειται φάρμακα πρὸς τῶν τοιούτων οὐσιῶν τὰς εἰρημένας ἐνεργείας ἐνεργεῖ. στρατιώτης ὁ μὲν ἔνυδρος ὑγρὸς καὶ ψυχρὸς τὴν δύναμιν, ὁ δὲ χερσαῖος ἔχει τι καὶ στύψεως, ὥστε διὰ τοῦτο καὶ τραύματα δύνασθαι κολλᾷν καὶ τοῖς ἕλκεσιν εἶναι χρήσιμος. ἔνιοι δ’αὐτῷ καὶ πρὸς αἱμορραγίαν χρῶνται καὶ πρὸς σύριγγας. στρουθίου τῇ ῥίζῃ μάλιστα χρώμεθα δριμείᾳ μὲν οὔσῃ κατὰ τὴν γεῦσιν, θερμῇ δὲ καὶ ξηρᾷ κατὰ τὴν κρᾶσιν, ἐκ τῆς τετάρτης δήπου τάξεως. ἔστι δὲ καὶ ῥυπτικὴ καὶ ἐρεθιστικὴ, διὰ τοῦτο καὶ πταρμοὺς κινεῖ τοῖς ἄλλοις ὡσαύτως, ὅσα δριμέατ’ἐστὶ γευόμενα καὶ θερμὰ ταῖς κράσεσιν.
8.18.42στύραξ θερμαίνει, μαλάττει, συμπέπτει, διὸ καὶ βῆχας καὶ κατάρρους καὶ κορύζας καὶ βράγχους ὀνίνησιν, ἔμμηνάτε προτρέπει πινόμενόντε καὶ προστιθέμενον, ἡ δὲ λιγνὺς καυθέντος αὐτοῦ παραπλησία πώς ἐστι τῇ τοῦ λιβάνου.
8.18.46σῦκα τὰ μὲν ξηρὰ θερμὰ τὴν δύναμίν ἐστι, κατὰ τὴν πρώτην που τάξιν ἤδη συμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην, ἔχει δέ τι καὶ λεπτομερές. ἐξ ἀμφοῖν τούτων ἱκανὰ συμπέπτειν ἐστὶ τοὺς σκληροὺς τῶν ὄγκων, εὐθὺς δ’αὐτοὺς διαφορεῖ. καὶ αὐτὰ μὲν οὖν καθ’ἑαυτὰ καταπλασσόμενα τοιαύτης ἐστὶ δυνάμεως. καὶ τὸ ἀφέψημα δ’αὐτῶν ὁμοίας ὑπάρχει φύσεως. χρὴ δὲ ὅπου καὶ συμπέψαι βούλει μᾶλλον, πύρινον ἄλευρον μιγνύειν, ὅπου δὲ διαφορῆσαι, κρίθινον. ὁ δὲ ἄρτος ἐν τῷ μέσῳ τούτων ἐστίν. ἀλλὰ μὲν τοιαῦτα τῆς περὶ φαρμάκων συνθέσεώς ἐστι καὶ τῆς θεραπευτικῆς οἰκειότερα μεθόδου. πρὸς δὲ τὸ παρὸν ἀρκεῖ καὶ ταῦτα γινώσκειν ὑπὲρ ἰσχάδων. εἰδέναι δὲ καὶ ὡς αἱ μὲν ῥυπαρώτεραι πέπτειν μᾶλλον, αἱ δριμύτεραι δ’ἐν τῷ γεύεσθαι ῥύπτειντε καὶ διαφορεῖν πεφύκασι, τὸ δ’ἐπιπλεῖστον αὐτῶν ἑψηθεισῶν ἐν ὕδατι γιγνόμενον ὅμοιόν ἐστιν οὐ τὴν σύστασιν μόνον, ἀλλὰ καὶ τὴν δύναμιν. μέλιτι. τὰ δὲ χλωρὰ σῦκα ἐσθιόμενα διὰ τὴν ἐπιμιξίαν τῆς ὑγρότητος ἀσθενεστέρας ἐστὶ δυνάμεως, ὑπάγει μέντοι κοιλίαν ἄμφω, καὶ τὰ ὑγρὰ καὶ τὰ ξηρά. τὰ δὲ τῶν ἐρινεῶν σῦκα δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως. οὕτω δὲ καὶ τῶν ἡμέρων οἱ ὄλυνθοι, μετέχουσι γὰρ ἔτι τοῦ τῆς συκῆς ὀποῦ. συκῆ θερμῆς καὶ λεπτομεροῦς ἐστι κράσεως, ὡς ὅτε ὀπὸς αὐτῆς δηλοῖ καὶ τῶν φύλλων ὁ χυλός. ἰσχυρῶς γὰρ ἑκάτερον αὐτῶν ἐστι θερμὸν, ὥστε οὐ δὲ δάκνει μόνον ἢ ῥύπτει σφοδρῶς, ἀλλὰ καὶ ἑλκοῖ καὶ ἀναστομοῖ καὶ μυρμηκίας ἐκβάλλει. ἔστι δὲ καὶ καθαρτικόν. ὁ δὲ τῆς ἀγρίας συκῆς, ἣν ἐρινεὸν ὀνομάζουσιν, ὀπόςτε καὶ χυλὸς ἰσχυρότερος εἰς ἅπαντα τοῦ τῆς ἡμέρου. καὶ αἱ κράδαι δ’αὐτῶν οὕτως εἰσὶ θερμαὶ καὶ λεπτομερεῖς τὴν κρᾶσιν ὥστε καὶ τοῖς βοείοις κρέασι τοῖς σκληροῖς ἑψομένοις ἐμβαλλόμεναι τακερὰ ποιοῦσιν αὐτά. σύμφυτον πετραῖον ἐξ ἐναντίων σύγκειται δυνάμεων. ἔχει μὲν γάρ τι καὶ τμητικὸν, ᾧ καὶ τὸ περιεχόμενον ἐν θώρακι καὶ πνεύμονι πῦον ἐκκαθαίρειν πέφυκεν. ἔχει δέ τι καὶ συνακτικὸν, ᾧ καὶ πρὸς τὰς τοῦ αἵματος ἀναγωγὰς ἐπιβοηθεῖ, καὶ τρίτην ἐπ’αὐτοῖς ὑγρότητά τινα θερμὴν οὐκ ἀμέτρως, δι’ἣν καὶ γλυκὺ φαίνεται γευομένοις καὶ ἡδὺ πρὸς τὴν ὄσφρησιν. ἄδιψον δ’ἐστὶ διαμασώμενον καὶ τὰς ἐν ἀρτηρίᾳ τραχύτητας ἰᾶται. κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν εἰρημένων δυνάμεων μίξιν ἅματε καὶ διαφορεῖν ἱκανόν ἐστιν καὶ συνάγειν καὶ σφίγγειν τὰ σώματα. καὶ διὰ τοῦτο καὶ ταῖς ἐντεροκήλαις ἐπιτίθεται καὶ πρὸς σπάσματα καὶ ῥήγματα σὺν ὀξυμέλιτι πίνεται. ὅσοι δ’αὐτὸ καὶ πρὸς δυσεντερίαν καὶ ῥοῦν ἐρυθρὸν, ἕψοντες ἐν οἴνῳ διδόασιν, ὡς ξηραίνοντίτε καὶ συνάγοντι χρῶνται, καὶ ὅσοι πρὸς νεφρῖτιν, ὡς ἐκκαθαίροντι καὶ τέμνοντι. σύμφυτον ἕτερον τὸ μέγα παραπλησίας ἐστὶ τῷ προειρημένῳ δυνάμεως, οὐ μὴν γλυκὺ γευομένοις οὐ δὲ εὐῶδες ὀσμωμένοις φαίνεται, ἀλλὰ κατὰ ταῦτα μὲν ἀποκεχώρηκεν τοῦ προγεγραμμένου · καθὸ δὲ γλίσχρον τι καὶ δακνῶδες ἔχει, σκίλλῃ παραπλήσιον ὑπάρχει. χρῶνται δ’αὐτῷ πρὸς ὅσα τῷ προειρημένῳ.
8.18.47σφονδύλου ὁ μὲν καρπὸς δριμείας ἐστὶ καὶ τμητικῆς δυνάμεως, ὥστε καὶ πρὸς ἆσθμα καὶ πρὸς ἐπίληψιν ἀγαθόν ἐστι φάρμακον. ὀνίνησι δὲ καὶ τοὺς ἰκτερικούς. καὶ ἡ ῥίζα δὲ παραπλησίας ὑπάρχουσα δυνάμεως ἐπὶ τῶν αὐτῶν ἁρμόττει, προσέτι δὲ καὶ τοὺς ἐκ συρίγγων τύλους ἀφαιρεῖ. χρὴ δὲ περιξύσαντας ἐντιθέναι. καὶ τοῦ ἄνθους δὲ ὁ χυλὸς ἀποτίθεται, τοῖς κατὰ τὰ ὦτα χρονιωτέροις ἕλκεσιν ἁρμόττων.
8.18.48σχῖνος, ὁ θάμνος οὗτος ἐξ ὑδατώδους οὐσίας ἀτρέμα θερμῆς τῇ δυνάμει καὶ γεώδους ψυχρᾶς, οὐ πολλῆς σύγκειται, δι’ἣν καὶ στύφει μετρίως. ξηραίνει μὲν οὖν κατὰ τὴν δευτέραν τάξιν ἤδη συμπληρουμένην, ἢ τὴν τρίτην ἀρχομένην. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μέσος πώς ἐστι καὶ σύμμετρος. ὁμοίαν δὲ ἐν ἅπασιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι · τὴν στύψιν, ἐν ῥίζαις, ἐν κλάδοις, ἐν ἀκρέμοσιν, ἐν βλαστοῖς, ἐν φύλλοις, ἔτι δὲ καρπῷτε καὶ φλοιῷ. καὶ εἰ χυλὸν δ’ἐκ τῶν φύλλων αὐτοῦ χλωρῶν ἐκθλίψαις, ὁμοίας μὲν καὶ οὗτός ἐστι τάξεως στύφων μετρίως, ὅθεν καὶ πίνεται καθ’ἑαυτήντε καὶ σὺν τοῖς ἄλλοις φαρμάκοις, ὅσα δυσεντερίαςτε καὶ κοιλιακὰς διαθέσεις ἰᾶται. καὶ μὲν δὴ καὶ πρὸς τὰς τοῦ αἵματος πτύσεις καὶ τὰς ἐκ μήτρας αἱμορραγίας καὶ προπτώσεις ἕδραςτε καὶ ὑστέρας ἐπιτήδειός ἐστιν ἐγγύς τι τῆς ὑποκυστίδος ὑπάρχων.
8.18.50σχίνου ἄνθος θερμαίνει μετρίως καὶ στύφει μετρίως ἔτι καὶ τῆς λεπτομεροῦς φύσεως οὐκ ἀπήλλακται. τοιγάρτοι διὰ ταῦτα καὶ οὐρητικόν ἐστι τὸ φάρμακον καὶ καταμηνίων ἀγωγὸν, ἐν πυρίαιςτε καὶ πόμασι παραλαμβανόμενον. ὠφελεῖ δὲ καὶ τὰς καθ’ἧπαρ καὶ στόμαχον καὶ κοιλίαν φλεγμονάς. ἔστι δ’αὐτοῦ στυπτικωτέρα μὲν ἡ ῥίζα, τὸ δὲ καλούμενον ἄνθος θερμότερον. ἐν ἅπασι δὲ τοῖς μορίοις αὐτοῦ, τοῖς μὲν μᾶλλον, τοῖς δ’ἧττον, ἐμφαίνεταί τι γευόμενον στύψεως, δι’ἣν καὶ πρὸς τοῖς αἱμοπτυϊκοῖς διδομένοις μίγνυται φαρμάκοις. σχοίνου ἡ μὲν λεία, ἡ δ’ὀξύσχοινος, ἡ δ’ὁλόσχοινος ὀνομάζεται. ἰσχνοτέρα μὲν καὶ σκληροτέρα ἡ ὀξύσχοινος, παχυτέρα δὲ καὶ χαυνοτέρα ἡ ὁλόσχοινος. ὁ καρπὸς δὲ τῆς ὁλοσχοίνου μὲν ὑπνωτικὸς, τῆς δ’ὀξυσχοίνου δύο εἰσὶν εἴδη · τὸ μὲν ἄκαρπον, οὗ χρῆσις οὐδεμία πρὸς τὰς ἰάσεις, τὸ δ’ἕτερον καρποφόρον · ὑπνώδης δὲ καὶ ταύτης ὁ καρπὸς, ἀλλ’ἧττον ἢ τῆς ὁλοσχοίνου. ἔστι μὴν οὗτος καὶ κεφαλαλγής. ἀμφότεροι δὲ εἰ φρυγέντες μετ’οἴνου πίνοιντο, τὰ κατὰ τὴν γαστέρα ξηραίνουσι ῥεύματα καὶ ῥοῦν τὸν ἐρυθρὸν ἐπέχουσιν. ἐξ ὧν δῆλον ὡς ἡ κρᾶσις αὐτῶν ἐστι σύνθετος ἐκ γεώδους οὐσίας ἀτρέμα ψυχρᾶς καὶ ὑδατώδους ἀτρέμα θερμῆς, ἵνα ξηραίνειντε τὰ κάτω δύνωνται καὶ πρὸς τὴν κεφαλὴν ἀτμοὺς ἀναπέμπειν ἠρέμα ψυχροὺς, οἷς καὶ ὑπνώδεις ἐργάζονται.
8.19.1τερμίνθου καὶ ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν. ἀλλὰ καὶ θερμαίνουσι κατὰ τὴν δευτέραν τάξιν, ὥστ’ἤδη δῆλον ὡς καὶ ξηραίνουσι πρόσφατοι μὲν ὑπάρχοντες ἔτι καὶ ὑγροὶ μετρίως, ξηρανθέντες δὲ κατὰ τὴν δευτέραν τάξιν. ὁ δὲ καρπὸς ὁ ξηρὸς ἐγγὺς καὶ τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων. ἔστι γὰρ οὕτω θερμὸς ὡς καὶ τοῖς μασωμένοις εὐθὺς εὔδηλον γίνεσθαι τὴν θερμότητα. ταῦτ’ἄρα καὶ οὐρητικά ἐστι καὶ σπλῆνας ὀνίνησι.
8.19.2τεῦτλον νιτρώδους τινὸς μετείληφε δυνάμεως, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ ῥινῶν καθαίρει. ἑψηθὲν δὲ τὸ μὲν νιτρῶδέςτε καὶ δριμὺ πᾶν ἀποτίθεται, γίγνεται δ’ἀφλεγμάντου δυνάμεως καὶ ἀτρέμα διαφορητικῆς. ἰσχυρότερον δ’εἴςτε τὸ ῥύπτειν καὶ διαφορεῖν ἐστι τὸ λευκὸν τεῦτλον, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως καὶ μᾶλλον κατὰ τὴν ῥίζαν ἤπερ τὰ ἄλλα μόρια.
8.19.5τεύκριον τμητικῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως, ὅθεν καὶ σπλῆνας ἰᾶται. καὶ θείη ἄν τις αὐτὴν ἐν τρίτῃ μὲν τάξει τῶν ξηραινόντων, τῇ δευτέρᾳ δὲ τῶν θερμαινόντων. τέφρα. τῶν κεκαυμένων ξύλων τὸ λείψανον οὕτω προσαγορεύεται, σύνθετον ὑπάρχον ἐξ ἐναντίων οὐσιῶντε καὶ ποιοτήτων. ἔχει γὰρ ἐν αὑτῷ τὸ μέν τι γεῶδες, τὸ δ’οἷον αἰθαλῶδες ἢ λιγνυῶδες ἢ ὅπως ἂν ἐθέλῃ τις καλεῖν. ταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆτ’ἐστὶ καὶ βρεχομένης ὕδατι τῆς τέφρας καὶ διηθουμένης συναποφέρεται. ὅσον δ’ὑπολείπεται γεῶδες, ἀσθενὲς καὶ ἄδηκτον γίγνεται ἐν τῇ κονίᾳ τὴν θερμὴν δύναμιν ἀποτιθέμενον. οὐχ ἅπασα δὲ τέφρα τὴν αὐτὴν ἀκριβῶς ἔχει κρᾶσιν, ἀλλὰ κατὰ τὴν τῆς καυθείσης ὕλης διαφορὰν ὑπαλλάττεται. Διοσκορίδης δὲ οὐκ οἶδ’ὅπως στυπτικὴν αὐτὴν ἔχειν φησὶ τὴν δύναμιν. καίτοι γε ἡ συκίνη πάσης ἀπήλλακται τοιαύτης ποιότητος, ὅτι καὶ αὐτὸ τὸ δένδρον οὐχ ὥσπερ δρῦς καὶ πρῖνος καὶ κόμαρος καὶ φηγὸς καὶ σχῖνος καὶ κισσὸς, ὅσατ’ἄλλα τοιαῦτα, τὴν στρυφνὴν ἐπιφαίνει ποιότητα κατ’οὐδὲν ἑαυτοῦ μέρος, ἀλλ’ἔστιν ὀποῦ πλῆρες ὅλον ἰσχυροῦ καὶ θερμοῦ καὶ δριμέος. ἐκ μὲν δὴ τῶν στρυφνῶν ξύλων ἡ τέφρα στυπτικὸν οὐκ ὀλίγον ἔχει, καὶ ἔγωγέ ποτε δι’αὐτῆς ἐπισχὼν αἱμορραγίας οἶδα, μηδενὸς ἑτέρου παρόντος φαρμάκου. τῇ συκίνῃ δ’οὐκ ἄν τις εἰς τοῦτο χρήσαιτό ποτε, πολὺ γὰρ αὕτη γε τὸ δριμὺ καὶ τὸ καυστικὸν ἔχει τῷ ῥυπτικῷ μεμιγμένον καὶ κατ’ἄμφω διενήνοχε τῆς ἐκ τῶν δρυΐνων ξύλων, ὅτιτε τὸ αἰθαλῶδες ἐν αὐτῇ πολλῷ δριμύτερόν ἐστι καὶ ὅτι τὸ οἷον γεῶδες, ἐν ἐκείναις μὲν ὑποστῦφόν πώς ἐστιν, ἐν ταύτῃ δὲ ῥυπτικὸν, ὥσπερ ἐν τῇ τῶν τιθυμάλλων. ἔστι δὲ καὶ ἡ τίτανος εἶδός τι τέφρας, λεπτομερεστέρα μὲν οὖσα τῆς ἐκ τῶν ξύλων, παρ’ὅσον ἀκριβέστερον οἱ λίθοι κατοπτᾶσθαι δέονται πρὸς τὸ γενέσθαι τέφραν, ὅμως μὴν ἔχουσα καὶ αὐτὴ τὸ οἷον ἐμπύρευμα πολύ. καὶ διὰ τοῦτο πλυθεῖσα ξηραντικὸν ἀδήκτως γίνεται φάρμακον, καὶ μᾶλλον, εἰ δὶς ἢ καὶ τρὶς πλυθείη. διαφορητικὴ δ’ἱκανῶς γίνεται θαλάσσῃ πλυθεῖσα. λεχθήσεται δὲ ὑπὲρ αὐτῆς κα- κᾀπειδὰν περὶ τῶν μεταλλευομένων ὁ λόγος ἡμῖν γίγνηται. τηλέφιον ξηραντικῆς ἐστι καὶ ῥυπτικῆς δυνάμεως, οὐ μὴν ἐπιφανῶς γε θερμῆς, ἀλλὰ κατὰ τοῦτ’ἄν τις ἴσως αὐτὸ θείη τῆς πρώτης τάξεως. ξηραίνει μέντοι κατὰ τὴν δευτέραν ἐπιτεταμένην, ἢ τὰ πρῶτα τῆς τρίτης. καὶ διὰ τοῦτο πρόςτε τὰ σηπεδονώδη τῶν ἑλκῶν ἁρμόττει καὶ λεύκας καὶ ἀλφοὺς ἰᾶται σὺν ὄξει.
8.19.6τῆλις θερμὴ μέν ἐστιν ἐκ τῆς δευτέρας τάξεως, ξηρὰ δ’ἐκ τῆς πρώτης, καὶ διὰ τοῦτο τὰς μὲν ζεούσας φλεγμονὰς παροξύνει, τὰς δ’ἧττον θερμὰς καὶ ὅσαι σκιρρωδέστεραι διαφοροῦσα θεραπεύει.
8.19.8τιθύμαλλοι πάντες ἐπικρατοῦσαν μὲν ἔχουσι τὴν δριμεῖαν καὶ θερμὴν δύναμιν. ὑπάρχει δ’αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν αὐτῆς ὁ ὀπὸς, ἐφεξῆς δὲ ὅτε καρπὸς καὶ τὰ φύλλα. μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων, ἀλλ’οὐκ ἐπίσης. αὐτὴ μὲν οὖν ἑψομένη σὺν ὄξει τὰ τῶν ὀδόντων ἀλγήματα καὶ μάλισθ’ὅσα βεβρωμένοις αὐτοῖς γίνεται θεραπεύει. οἱ δὲ ὀποὶ σφοδροτέραν ἔχοντες δύναμιν εἰς μὲν τὸ τρῆμα τῶν ὀδόντων ἐντίθενται · τῶν δ’ἄλλων τοῦ σώματος εἰ ἅψαιντο μορίων εὐθὺς ἐπικαίουσίτε καὶ ἕλκουσι, διόπερ ἔξωθεν αὐτοῖς περιπλάσσεται κηρός. εἰσὶ γὰρ ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων, ἣν δὴ τῶν καυστικῶν ἔφαμεν ὑπάρχειν. οὕτως δὲ καὶ τὰς τρίχας ἀφαιρεῖ περιχριόμενος ὁ ὀπός. ἐπεὶ δὲ σφοδρότερός ἐστιν, ἐλαίῳ μίγνυται · καὶ εἰ πολλάκις τοῦτο γένοιτο, τελέως αἱ ῥίζαι τῶν τριχῶν ἀπόλλυνται καυθεῖσαι καὶ ψιλὸν αὐτῶν γίγνεται τὸ σῶμα. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ἀκροχορδόνας καὶ μυρμηκίας καὶ πτερύγια καὶ θύμους ἀφαιροῦσιν. ἀπορρύπτουσι δὲ καὶ λειχῆνας καὶ ψώρας, ὅτι καὶ τῆς ῥυπτικῆς αὐτοῖς μέτεστι δυνάμεως διὰ τὴν πικρότητα καὶ τὰ φαγεδαινικάτε τῶν ἑλκῶν καὶ τὰ ἀνθρακώδη καὶ τὰ γαγγραινώδη, διότι θερμαίνουσίτε σφοδρῶς καὶ ῥύπτουσιν, ὠφελεῖν πεφύκασιν, ἄν τις ἐν καιρῷ καὶ μέτρῳ χρώμενος αὐτοῖς τύχῃ. καὶ γὰρ οὖν καὶ συρίγγων τοὺς τύλους κατὰ τὴν αὐτὴν δύναμιν ἐξαίρουσιν. ἅπαντα δὲ ταῦτα κατὰ γένος μὲν ὁμοίως, ἀσθενέστερον δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἐργάζεσθαι πεφύκασιν. οἷς δὴ καὶ πρὸς τοὺς ἐν τοῖς στασίμοις ὕδασιν ἰχθύας εἰώθασι χρῆσθαι. τάχιστα γὰρ ὑπ’αὐτῶν σκοτωθέντεςτε καὶ ἡμίθνητοι γενόμενοι, πρὸς τὴν ἐπιφάνειαν ἀναφέρονται τοῦ ὕδατος. ἑπτὰ δὲ ὄντων αὐτῶν ἰσχυρότατος μὲν ὅτε χαρακίας ὀνομαζόμενος, ὃν δὴ καὶ ἄρρενα προσαγορεύουσιν ἔνιοι καὶ ὁ θῆλυς ὁ μυρσινίτης καλούμενος καὶ ὁ ἐν ταῖς πέτραις ὁ δενδροειδής. ἐφεξῆς δὲ ὅτε τῇ φλόμῳ προσεοικὼς καὶ ὁ κυπαρισσίας, εἶθ’οὕτως ὁ παράλιος, εἶτα ὁ ἡλιοσκόπος. κατὰ ἀναλογίαν δὲ τῆς εἰρημένης αὐτῶν δυνάμεως ἡ τέφρα καὶ ἡ ἀπ’αὐτῆς κονία. τραγάκανθα παραπλησίαν ἔχει τῷ κόμμι δύναμιν, ἐμπλαστικήντέ τινα καὶ δριμύτητα ἀμβλυωτέραν. καὶ δὴ καὶ ξηραίνει παραπλησίως ἐκείνῳ.
8.19.9τραγίου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον ἑλκτικῆςτε καὶ διαφορητικῆς ἐστι δυνάμεως. ἔστι δὲ καὶ λεπτομερὲς καὶ θερμὸν τὴν δύναμιν ἐκ τῆς τρίτης ἤδη που τάξεως κατ’ἀρχάς. σκόλοπάςτε συνάγει καὶ λίθους θρύπτει καὶ καταμήνια κινεῖ δραχμῆς ὁλκῇ πινόμενον. γεννᾶται δ’ἐν Κρήτῃ μόνῃ τοῦτο τὸ τράγιον ἐοικὸς σχίνῳ. τὸ δ’ἕτερον τράγιον τὸ τούτου μικρότερον, οὗ τὰ φύλλα τῷ σκολοπενδρίῳ προσέοικε, φαίνεται μὲν πολλαχόθι, στυπτικῆς δ’οὐκ ὀλίγης μετέχον δυνάμεως, ὡς καὶ πρὸς τὰ ῥοώδη τῶν παθημάτων ἁρμόττειν.
8.19.10τραγορίγανος. ἐν τῷ περὶ ὀριγάνου λόγῳ πρόσθεν εἴρηται.
8.19.14τρίβολος ἐξ ὑγρᾶς οὐσίας μετρίως ψυχρᾶς καὶ ξηρᾶς, οὐ μετρίως καὶ ταύτης ψυχρᾶς συνέστηκεν. ἐπικρατεῖ δ’ἐν μὲν τῷ χερσαίῳ τὸ γεῶδες ψυχρὸν, ὅπερ καὶ στῦφον ἐδείξαμεν, ἐν δὲ τῷ ἐνύγρῳ, τὸ ὑδατῶδες καὶ διὰ τοῦτο ἀμφότερον καὶ πρὸς τὰς γενέσεις τῶν φλεγμονῶν καὶ ὅλως πρὸς ἁπάσας τὰς ἐπιρροὰς ἁρμόττουσι. τοῦ δὲ χερσαίου λεπτομερὴς ὁ καρπὸς ὑπάρχων, τοὺς ἐν νεφροῖς λίθους θρύπτει πινόμενος. τριπόλιον. ἡ ῥίζα δριμεῖα γευομένῳ καὶ θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην ἀπόστασιν. τρίφυλλον, οἱ δὲ ἀσφάλτιον, οἱ δ’ὀξύφυλλον, ἔνιοι δὲ μινυανθὲς, εἰσὶ δ’οἳ κνίκιον ὀνομάζουσιν · ἀπὸ μὲν τῶν συμβεβηκότων τῷ θάμνῳ τὰ πρῶτα τρία, τὰ δὲ ὑπόλοιπα δύο οὐκ οἶδ’ὁπόθεν. ἔστι δὲ ἡ δύναμις τοῦ φυτοῦ θερμὴ καὶ ξηρὰ κατὰ τὴν ἄσφαλτον, ᾗ παραπλήσιόν ἐστι κατὰ τὴν ὀσμὴν, τῆς τρίτης τάξεως κατ’ἄμφω. καὶ διὰ τοῦτο πινόμενον καὶ πλευρῶν ἀλγήματα ἐπ’ἐμφράξεσιν ὀνίνησι καὶ οὖρα κινεῖ καὶ καταμήνια. τριχομανὲς ὅσα περ ἀδίαντον δύναται.
8.19.15τρύχνον, ἔνιοι δὲ μετὰ τοῦ σίγμα στρύχνον ὀνομάζουσι. τὸ μὲν ἐδώδιμον ἐν τοῖς κήποις φυόμενον ἅπαντες γινώσκουσι καὶ χρῶνται πρὸς ὅσα ψῦξαίτε καὶ στῦψαι δέονται. δύναται γὰρ ἄμφω ταῦτα κατὰ τὴν δευτέραν τάξιν. τῶν δ’ἄλλων τῶν οὐκ ἐδωδίμων τὸ μὲν ἁλικάκαβον ὀνομάζεται, πυρρὸν ἔχον τὸν καρπὸν ἐοικότα ῥαγὶ σταφυλῆς κατὰ τὸ σχῆμα καὶ τὸ μέγεθος, ᾧ καὶ πρὸς τοὺς στεφάνους χρῶνται. τὸ δ’ἕτερον τὸ θαμνῶδες τὸ ὑπνωτικὸν καὶ τρίτον ἐστὶν ἐπ’αὐτοῖς τὸ μανικόν. τὸ μὲν οὖν ἁλικάκαβον ἐν τῇ τῶν φύλλων δυνάμει παραπλήσιον ὑπάρχει τῷ κηπευομένῳ τρύχνῳ, τὸν καρπὸν οὐρητικὸν ἔχον. διὸ καὶ πολλαῖς τῶν συνθέτων δυνάμεων, ὅσαι πρὸς ἧπαρ ἢ κύστιν ἢ νεφροὺς ἁρμόττουσι, μίγνυται. τοῦ δ’ὑπνωτικοῦ στρύχνου τῆς ῥίζης ὁ φλοιὸς μετ’οἴνου πινόμενος ὑπνωτικὸς ὑπάρχει, δραχμῆς σταθμῷ λαμβανόμενος. ἔστι δὲ καὶ εἰς τὰ ἄλλα τῷ τοῦ μήκωνος ὀπῷ παραπλήσιος, ἀσθενέστερος δ’εἰς τοσοῦτον ὡς τῆς τρίτης εἶναι τάξεως τῶν ψυχόντων, ἐκείνου κατὰ τὴν τετάρτην τεταγμένου. τὸ σπέρμα τούτου τοῦ τρύχνου δύναμιν οὐρητικὴν ἔχει. μανιῶδες δ’ἐστὶ, πλέον τῶν δώδεκα κορύμβων πινόμενον. τὸ δ’ὑπόλοιπον τῶν εἰρημένων τρύχνων ἄχρηστόν ἐστιν εἰς τὰς τῶν ἔνδον ἰάσεις. εἰ μὲν γὰρ τέτταρες δραχμαὶ ληφθεῖεν αὐτῶν, θάνατον ἐπιφέρουσιν, εἰ δ’ἐλάττους, μανίαν. ἄλυπος δ’ἡ μία, πλὴν οὐ δ’αὐτή τι χρηστὸν ἔχουσα. ἔξωθεν δὲ τοῦ σώματος ἐπιπλασσομένου ἕλκη κακοήθη καὶ νομώδη θεραπεύει. ἄριστος δ’εἰς τοσοῦτον τῆς ῥίζης ὁ φλοιὸς, ξηραίνων μὲν κατὰ τὴν δευτέραν που τάξιν ἤδη συμπληρουμένην καὶ τρίτην ἀρχομένην, ψύχων δὲ κατὰ τὴν δευτέραν ἀρχομένην.
8.20.3ὑακίνθου ἡ μὲν ῥίζα βολβοειδὴς ὑπάρχουσα τάξεώς ἐστι τῆς πρώτης μὲν ἐν τῷ ξηραίνειν, δευτέρας δὲ ἐν τῷ ψύχειν ἤδη που συμπληρουμένης ἢ καὶ τρίτης ἀρχομένης. ἀνήβους γοῦν ἐπιπλεῖστον πεπίστευται διαφυλάττειν τοὺς παῖδας ἐν οἴνῳ καταπλασσομένη. ὁ δὲ καρπὸς ἀτρέματε ῥύπτει καὶ στύφει, καὶ διὰ τοῦτο καὶ αὐτὸς ἰκτερικοῖς δίδοται σὺν οἴνῳ, ξηραίνων μὲν ἤδη που κατὰ τὴν τρίτην τάξιν, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθέστηκε. ὕδνα πᾶσι γνώριμα γεωδεστέραν οὐσίαν ἐπικρατοῦσαν, ἐν τῇ συστάσει κέκτηται βραχέος τινὸς αὐτῇ μεμιγμένου τοῦ λεπτομεροῦς. ὑδροπέπερι κέκληται μὲν ἀπὸ τῶν χωρίων ἐν οἷς φύεται καὶ τῆς κατὰ τὴν γεῦσιν ὁμοιότητος πρὸς τὸ πέπερι. ἔστι δὲ θερμὸν, ἀλλ’οὐκ εἰς ὅσον πέπερι καὶ μέντοι καὶ χλωρὸν ἔτι τὸ βοτάνιον, ἅμα τῷ καρπῷ καταπλασθὲν, ὑπώπιάτε καὶ τοὺς σκιρρουμένους ὄγκους διαφορεῖ.
8.20.4ὑοσκύαμος, ὁ μὲν τὸ μέλαν ἔχων σπέρμα μανιώδηςτε καὶ καρωτικὸς ὑπάρχων. πλησίον δ’αὐτοῦ τὴν δύναμίν ἐστι καὶ οὗ τὸ σπέρμα μετρίως ξανθόν ἐστι, φεύγειν δ’ἀμφοτέρους ὡς ἀχρήστουςτε καὶ δηλητηρίους. ἐπιτηδειότατος δὲ πρὸς τὰς ἰάσεις οὗ καὶ τὸ σπέρμα καὶ τὸ ἄνθος λευκὸν, ἐκ τῆς τρίτης που τάξεως ὑπάρχων τῶν ψυχόντων. ἄνθος δὲ τοῦ μὲν τὸ μέλαν ἔχοντος σπέρμα μετρίως πορφυρίζον, τοῦ δὲ τὸ ὑπόξανθον ἀτρέμα μηλίζον.
8.20.5ὑπερικὸν θερμαίνει καὶ ξηραίνει λεπτομεροῦς οὐσίας ὑπάρχον, ὡς καταμήνιάτε καὶ οὖρα προκαλεῖσθαι. χρὴ δὲ ὅλον εἰς ταῦτα λαμβάνειν τὸν καρπὸν οὐ τὸ σπέρμα μόνον, ἀλλὰ μετὰ τῶν φύλλων ἐπιπλασσόμενος χλωρὸς, εἰς οὐλὴν ἄγειν δύναται τάτ’ἄλλα καὶ πυρίκαυτα. ξηρανθέντα δ’εἰ κόψας ἐπιπάττοις, ἰάσῃ τὰ πλαδαρὰ καὶ σηπεδονώδη τῶν ἑλκῶν. ἔνιοι δὲ καὶ τοῖς ἰσχιαδικοῖς πίνειν αὐτὴν διδόασιν.
8.20.6ὑπήκοον ψυκτικῆς ἐστι δυνάμεώς, ἐκ τῆς τρίτης που τάξεως τῶν ψυχόντων, ὡς μήκωνος ὀλίγον ἀποδεῖν.
8.20.7ὑπόγλωσσον ὠνόμασται μὲν οὕτως, ὅτι παραφύσεις ὑπ’ἄκροις τοῖς κορύμβοις ποιεῖται γλωσσαρίων. ἔστι δ’ἡ ῥίζα καὶ ὁ χυλὸς τοῦ θαμνίσκου μαλακτικῆς δυνάμεως.
8.20.8ὕσσωπον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔστι δὲ καὶ λεπτομερές.
8.21.4φακοὶ στύφουσι μὲν ἰσχυρῶς, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθεστήκασι. καὶ μέντοι καὶ ξηραίνουσι κατὰ τὴν δευτέραν τάξιν. αὐτὸ μὲν οὖν αὐτῶν τὸ σῶμα ξηραίνει καὶ ἵστησι γαστέρα, τὸ δ’ἀφέψημα προτρέπει, διὸ καὶ ἀποχεῖται τὸ πρότερον ὕδωρ, ὅταν ἐπισχέσεως ἕνεκα λαμβάνωνται. φακὸς ὁ ἐπὶ τῶν τελμάτων ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως, ἐκ τῆς δευτέρας που τάξεως ὑπάρχων κατ’ἄμφω. φαληρίδος τῆς πόας καὶ ὁ χυλὸς καὶ τὸ σπέρμα καὶ τὰ φύλλα πινόμενα πρὸς τὰ τῆς κύστεως ἀλγήματα πεπίστευται βοηθεῖν, ὡς ἐχούσης τι λεπτομερὲς καὶ θερμόν. φαλαγγίτης. ὠνόμασται μὲν οὕτως ἐκ τοῦ βοηθεῖν τοῖς ὑπὸ φαλαγγίων δακνομένοις. ἔστι δὲ λεπτομεροῦς δυνάμεως ξηραντικῆς, ὅθεν καὶ στροφουμένοις ἀρήγειν δοκεῖ.
8.21.5φλόμος, ἔνιοι δὲ διὰ τοῦ π γράφουσίτε καὶ λέγουσιν. ἡ μέν τίς ἐστι τοῖς φύλλοις λευκὴ, ἡ δὲ μέλαινα. καὶ τῆς λευκῆς ἡ μὲν ἄρρην, ἧς τὰ φύλλα στενώτερα, ἡ δὲ θῆλυς, ἧς μείζω. καὶ πρὸς ταύταις ἑτέρα φλόμος ἀγρία προσαγορευομένη, χρυσοειδὴς δ’ἐστὶ καὶ μηλίζουσα τοῖς ἄνθεσιν. ἄλλη δέ τις ἐπὶ ταύταις, ἣν ἰδίως φλομίδα καὶ θρυαλλίδα προσαγορεύουσι. τῶν μὲν οὖν πρώτων δυοῖν ἡ ῥίζα στρυφνὴ γευομένη οὖσα τοῖς ῥοώδεσι πάθεσιν ἀρήγει. διακλύζονται δ’αὐτὴν ἔνιοι καὶ πρὸς ὀδόντων ἀλγήματα. τὰ μέντοι φύλλα διαφορητικῆς ἐστι δυνάμεως. οὕτω δὲ καὶ τὰ τῶν ἄλλων φύλλα καὶ μάλιστα τῆς χρυσιζούσης τοῖς ἄνθεσιν, ᾗ καὶ τὰς τρίχας ξανθίζουσιν. ἁπασῶν γὰρ τὰ φύλλα ξηραντικῆςτε καὶ μετρίως ῥυπτικῆς ἐστι δυνάμεως.
8.21.8φοῖνιξ τὸ δένδρον στυπτικῆς μετέχει δυνάμεως ἐν ἅπασι τοῖς ἑαυτοῦ μέρεσιν. ὁ μὲν οὖν τῶν κλάδων χυλὸς αὐστηρός ἐστιν ἐξ ὑδατώδους οὐσίας χλιαρᾶς καὶ γεώδους ψυχρᾶς συγκείμενος. ὁμοίας δὲ τούτου · φύσεώς ἐστι καὶ ὁ καλούμενος ἐγκέφαλος ἐδώδιμος ὑπάρχων. ὁ δὲ καρπὸς αὐτοῦ καὶ μάλισθ’ὁ γλυκὺς οὐκ ὀλίγης μετείληφε θερμότητος. ἐδώδιμος δ’ὢν εἰς πολλὴν ἔρχεται χρῆσιν, οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἵνα τονῶσαί τι καὶ ξηρᾶναι καὶ συναγαγεῖν καὶ πιλῆσαι καὶ πυκνῶσαι χρῄζομεν, ἀλλὰ καὶ ὡς σιτίον λαμβανόμενος ἅματε τοῖς ἄλλοις καὶ αὐτὸς καθ’ἑαυτόν. ὃ δὲ καλοῦσιν ἐλάτην, τὸ ἁπαλὸν ἐκβλάστημα τοῦ φοίνικος, τὴν αὐτὴν τῷ κατ’αὐτὴν ἐγκεφάλῳ δύναμιν ἔχει. τὸ δ’οἷον ἀμφίεσμα αὐτοῦ στυπτικὴν μὲν καὶ αὐτὸ κέκτηται ποιότητα, ξηραίνει δ’ἐπὶ πλέον ἁπάντων τῶν εἰρημένων, ὡς ἂν καὶ τῇ τῆς οὐσίας συστάσει ξηρότερον αὐτῶν ὑπάρχον καὶ ἥκιστα μετέχον ὑγρότητος, ὥστε δεόντως ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν αὐτῷ χρῶνται. καὶ τοῖς συνάγουσι τὰ κεχαλασμένα τῶν ἄρθρων φαρμάκοις μιγνύουσι καὶ ταῖς ἡπατικαῖςτε καὶ στομαχικαῖς δυνάμεσιν, ἔξωθέντε καὶ ἔσωθεν. ἔστι δὲ καὶ ἡ ῥίζα τοῦ φυτοῦ ξηραντικῆς ἀδήκτως δυνάμεως, ἔχουσά τι καὶ αὐτὴ στύψεως. φορβίου τῷ σπέρματι πρὸς λευκώματα χρῶνται μετὰ μέλιτος, ἀλλὰ καὶ σκόλοπας ἐξάγειν πεπίστευται. καὶ ἡ πόα δὲ τα- ταὐτὸν τούτῳ δοκεῖ δύνασθαι, ἐξ ὧν δῆλον ὡς λεπτομεροῦςτε καὶ ἑλκτικῆς καὶ ῥυπτικῆς μετέχει δυνάμεως. φοῦ. ἀρωματώδης πώς ἐστιν ἡ τῆσδε τῆς πόας ῥίζα, νάρδῳ παραπλησία τὴν δύναμιν, ἀλλ’εἰς μὲν τὰ πλεῖστα καταδεεστέρα, προτρέπει δ’οὖρα τῆς μὲν Ἰνδικῆς καὶ Συριακῆς νάρδου μᾶλλον, ὁμοίως δὲ τῇ Κελτικῇ.
8.21.9φῦκος ὑγρὸν ἔτι καὶ χλωρὸν ἐξαιρούμενον τῆς θαλάττης, καὶ ψύχει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν, ἔχει γάρ τι καὶ στρυφνὸν μετρίως.
8.21.10φυλλῖτις, στρυφνῆς οὖσα ποιότητος, οὐκ ἀπὸ τρόπου διαρροίαςτε καὶ δυσεντερίας ὀνίνησι πινομένη.
8.21.11φύλλον μαλαβάθρου νάρδῳ παραπλήσιόν ἐστι τὴν δύναμιν.
8.22.1χαλβάνη ὀπός ἐστι ναρθηκώδους φυτοῦ, μαλακτικῆςτε καὶ διαφορητικῆς ὑπάρχουσα δυνάμεως. καὶ εἴη ἂν ἐν μὲν τῷ θερμαίνειν ἐκ τῆς τρίτης που τάξεως ἀρχομένης ἢ τῆς δευτέρας συμπληρουμένης, ἐν δὲ τῷ ξηραίνειν ἐκ τῆς δευτέρας ἀρχομένης.
8.22.2χαμαίδρυς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, ἔστι δὲ καὶ δριμεῖά πως. ἐξ ὧν δηλονότι δεόντως σπλῆνα τήκει καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ πάχος χυμῶν τέμνει, καὶ τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις ἐκκαθαίρει. καὶ θείη ἄν τις αὐτὴν ἐν τῇ τρίτῃ τάξει κατὰ τὸ ξηραίνειν καὶ θερμαίνειν, καὶ πλέον γε κατὰ τὸ ξηραίνειν ἢ θερμαίνειν.
8.22.3χαμαικισσοῦ τὸ ἄνθος πικρὸν ἱκανῶς ὑπάρχον ἐκφράττει τὰ καθ’ἧπαρ. ἔνιοι δὲ καὶ τοῖς ἰσχιαδικοῖς αὐτὸ διδόασιν.
8.22.7χαμελαίας τὴν πικρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα. διὸ καὶ τὰ ῥυπαρὰ λίαν ἕλκη καὶ ὅσα μεγίστας ἐσχάρας ἔχει, μετὰ μέλιτος ἀνακαθαίρειν δύναται. χαμαιλεύκη θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην που τάξιν καὶ ξηρὰ κατὰ τὴν πρώτην. χαμαιλέοντος ἡ ῥίζα τοῦ μὲν μέλανος, ἔχει τι δηλητήριον, ὅθεν ἔξωθεν ἡ χρῆσις αὐτοῦ πρὸς ψώρας καὶ λειχῆνας καὶ ἀλφοὺς καὶ ὅλως ὅσα ῥύψεως δεῖται καὶ τοῖς μαλακτικοῖς καὶ διαφορητικοῖς μίγνυται φαρμάκοις. καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἰᾶται καταπλασθεῖσα. ἔστι γὰρ ξηρὰ κατὰ τὴν τρίτην ἤδη που τάξιν. ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς δευτέρας συμπληρουμένης. ἡ δὲ τοῦ λευκοῦ χαμαιλέοντος ῥίζα πρὸς ἕλμινθας πλατείας δίδοται πλῆ θος ὀξυβάφου μετ’οἴνου αὐστηροῦ. προσφέρουσι δ’αὐτὴν καὶ τοῖς ὑδερικοῖς παραπλησίαν οὖσαν καὶ αὐτὴν τῇ κράσει τῇ τοῦ μέλανος ῥίζῃ, πλὴν ὅσα πικροτέρα ἐκείνης ἐστίν. χαμαιπίτυς κατὰ τὴν γεῦσιν μὲν ἰσχυρότερον ἔχει τὸν πικρὸν χυμὸν τοῦ δριμέος, κατὰ τὴν ἐνέργειαν δὲ διακαθαίρει καὶ ῥύπτει τὰ σπλάγχνα πλέον ἢ θερμαίνει. διὰ τοῦτο καὶ τοῖς ἰκτεριῶσι καὶ ὅλως οἷς ἐμφράττεται ῥᾳδίως τὸ ἧπαρ ἀγαθόν ἐστι φάρμακον. ἄγει δὲ καὶ καταμήνια πινομένητε καὶ μετὰ μέλιτος προστιθεμένη. ἔστι δὲ καὶ οὐρητικὸν φάρμακον. ἔνιοι δὲ καὶ ἰσχιαδικοῖς αὐτὴν διδόασιν, ἀφέψοντες ἐν μελικράτῳ. χλωρὰ δ’ἡ πόα καὶ τὰ μεγάλα τραύματα κολλᾷν δύναται καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ἰᾶται καὶ τὰς ἐν μαστοῖς σκληρότητας διαφορεῖ. ἔστι γὰρ ἐν τῷ ξηραίνειν τῆς τρίτης τάξεως, ἐν δὲ τῷ θερμαίνειν τῆς δευτέρας.
8.22.8χαμαισύκη ῥυπτικήντε ἅμα καὶ δριμεῖαν ἔχει δύναμιν, ὥστε καὶ ἀκροχορδόνας καὶ μυρμηκίας, οἵτε κλῶνες αὐτῆς καταπλαττόμενοι καὶ ὁ ἐξ αὐτῶν ὀπὸς ἀφαιροῦσιν. ἀπορρύπτουσι δὲ σὺν μέλιτι καὶ τὰς ἐν ὀφθαλμοῖς παχείας οὐλάς. ὠφελοῦσι δὲ καὶ τὰς διὰ πάχος ἀμβλυωπίας, ὥσπερ οὖν καὶ ἀρχὰς ὑποχύσεων.
8.22.11χελιδόνιον ῥυπτικῆς ἰσχυρῶς ἐστι καὶ θερμῆς δυνάμεως · καὶ μέντοι καὶ ὁ χυλὸς αὐτῆς εἰς ὀξυωπίας ἐστὶ χρήσιμος ἐφ’ὧν ἀθροίζεται παχύ τι κατὰ τὴν κόρην, διαψορεῖσθαι δεόμενον. ἐχρήσαντο δ’ἔνιοι τῇ ῥίζῃ καὶ πρὸς τοὺς ὑπ’ἐμφράξεως ἥπατος ἰκτεριῶντας, ἐν οἴνῳ λευκῷ διδόντες πίνειν σὺν ἀνίσῳ. διαμασωμένη χρήσιμός ἐστιν ὀδόντων ἀλγήμασι. τὸ δὲ μικρότερον χελιδόνιον, δριμύτερον ὑπάρχον τοῦ μείζονος, ἑλκοῖ ταχέως τὸ δέρμα καταπλασσόμενον, ὄνυχάςτε λεπροὺς ἐκβάλλει. καθαίρει δ’ὁ χυλὸς αὐτοῦ διὰ ῥινῶν ἰσχυρῶς ὑπάρχων δριμὺς, ὥστε εἴη ἂν καὶ ἥδε ἡ πόα τῆς τετάρτης ἤδη που τάξεως συμπληρουμένης ἤδη καὶ κατὰ τὸ θερμαίνειν καὶ ξηραίνειν. χονδρίλη. καὶ ταύτην ἔνιοι σέριν ὀνομάζουσιν. ἔστι γάρ πω τῆς αὐτῆς ἐκείνης δυνάμεως, πλὴν ὅσον πλέον ἔχει τὸ ὑπόπικρον ἐν τῇ γεύσει, καὶ διὰ τοῦτο ξηροτέρα τὴν δύναμίν ἐστιν. χόνδρος ἐστὶ μὲν δήπου καὶ τροφὴ βελτίστη, καθάπερ καὶ πυρὸς, ἀλλ’οὐ τῆς νῦν πραγματείας ἐστὶ περὶ τροφῆς διαιρεῖσθαι, ὡς φάρμακον δὲ τῆς ἐμπλαστικῆς ἐστι δυνάμεως. ἐν δὲ τῇ κράσει παραπλήσιός ἐστι πυρῷ, πλέον ἐκείνου τὸ γλίσχρον ἔχων, ᾧ καὶ τρόφιμος αὐτοῦ μᾶλλόν ἐστι καὶ οἷον ὕλη τις εἰς ὑποδοχὴν ἐπιτήδειος ὄξουςτε γίγνεται καὶ θαλάττης καὶ ἅλμης, ὅσατ’ἄλλα τοιαῦτα σφοδρῶς ξηραίνοντα · καὶ διὰ τοῦτό τινες ἐκ τῶν ἱκανῶς ξηραινόντων ἐνόμισαν εἶναι καὶ τοῦτο τὸ σπέρμα. ἔστι δ’αὐτὸς ὁ χόνδρος ἐκ τῶν συμπέττειν δυναμένων μᾶλλον, ὥσπερ καὶ ὁ πυρὸς, ἅπερ ἥκιστα ξηραίνει. διὰ δὲ τὴν τῶν ξηραινόντων φαρμάκων μίξιν τὸ σύνθετον ἐξ αὐτῶν ξηραντικὸν γινόμενον ἐξαπατᾷ τοὺς πολλοὺς τῶν ἰατρῶν, ὡς αὐτῷ τῷ χόνδρῳ τὴν τοῦ ξηραίνειν αἰτίαν ἀνατιθέναι παρέντας τὰ μιγνύμενα.
8.22.12χρυσοκόμη, καλεῖται δὲ καὶ χρυσίτης · τὴν δριμεῖαν ἅμα καὶ στύφουσαν ἐπικρατούσας ἔχει ποιότητας ἡ ῥίζα, διὸ μη δὲ πολύχρηστός ἐστιν. ἥ γε μὴν χρῆσις αὐτῆς ἐν μελικράτῳ καθεψηθείσης ἐν περιπνευμονίαιςτε καὶ ἡπατικοῖς νοσήμασιν. ἔχει δέ τι καὶ τῆς ἐμμήνου καθάρσεως προτρεπτικόν.
8.23.1ψευδοδίκταμνον ἀσθενοῦς δικτάμνου δύναμιν ἔχει.
8.23.2ψυλλίου τὸ σπέρμα μάλιστ’ἐστὶ χρήσιμον, ἐκ τῆς δευτέρας ὑπάρχον τάξεως τῶν ψυχόντων · ἐκ τῆς κατὰ τὸ ξηραίνειν καὶ ὑγραίνειν συζυγίας μέσον πώς ἐστι καὶ σύμμετρον.
8.24.1ὤκιμον ἐκ τῆς δευτέρας μέν ἐστι τάξεως τῶν θερμαινόντων, ἔχει δ’ὑγρότητα περιττωματικήν. ὅθεν οὔτε χρήσιμόν ἐστιν εἴσω τοῦ σώματος λαμβανόμενον, καταπλασσόμενον δ’ἔξωθεν εἰς τὸ διαφορεῖν καὶ συμπέπτειν ἐστὶ χρήσιμον.
8.24.2ὠκιμοειδές · ἔνιοι δὲ φιλεταίριον ὀνομάζουσιν · ἄχρηστος μὲν ἡ ῥίζα, τὸ δὲ σπέρμα λεπτομεροῦςτε καὶ ξηραντικῆς ἀδήκτως ὑπάρχει δυνάμεως.