Galen

On the Powers and Mixtures of Simple Drugs, 5

5.1

πέμπτον τοῦτον ἐνστησάμενος λόγον ὑπὲρ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἀναμνήσω πρῶτον ὧν ἐν τοῖς ἔμπροσθεν ἀπέδειξα χρησίμων εἰς τὰ παρόντα, ποιησάμενος τὴν ἀρχὴν ἀπὸ τῶν στοιχείων, ὕδατόςτε καὶ πυρὸς, ἀέροςτε καὶ γῆς, ἅπερ ἔνιοι παρονομάζοντες ἀπὸ τῶν ποιοτήτων ὑγρὸν καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν εἶναί φασιν. αὗται μὲν οὖν αἱ ποιότητες, ὑγρότηςτε καὶ ξηρότης, θερμότηςτε καὶ ψυχρότης εἰσί. τὰ δ’ἀπ’αὐτῶν παρονομαζόμενα σώματα τάτε κοινὰ πάντων ἐστὶ στοιχεῖα καὶ τὰ κατ’ἐπικράτησίν τινος τούτων, ὑγρὰ καὶ ξηρὰ καὶ ψυχρὰ καὶ θερμὰ προσαγορευόμενα, καὶ τὰ πρὸς τὸ σύμμετρον ὁμογενὲς, ὁμοειδὲς παραβαλλόμενα καὶ τὰ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν. περὶ μὲν δὴ τῆς ἐν τούτοις διαφορᾶς εἴρηται πολλάκις, εἴρηται δ’οὐδὲν ἧττον καὶ ὅπῃ διαφέρει τροφὴ φαρμάκου, καὶ ὡς μὲν τροφὴ κρατεῖταίτε καὶ νικᾶται πρὸς τοῦ τρεφομένου. τὸ φάρμακον δὲ ἔμπαλιν αὐτὸ νικᾷ καὶ κρατεῖ τοῦ σώματος οὗπερ ἂν ὑπάρχῃ φάρμακον · ἐν τῷ πρός τι γὰρ ἑκατέρων εἶναι τὴν νόησιν. ἐδείχθη δὲ καὶ ὡς ἤτοι κατὰ μίαν ἡντιναοῦν ποιότητα τὸ φάρμακον ἀλλοιοῦν πέφυκεν, θερμαῖνον ψῦχον ξηραῖνον ὑγραῖνον κατὰ συζυγίαν τινὰ τῶν εἰρημένων, καθ’ὅλην αὐτοῦ τὴν οὐσίαν, ὥσπερ τῶντε δηλητηρίων ἔνια καὶ τῶν ἀλεξητηρίων οὐκ ὀλίγα καὶ τὰ καθαίροντα πάντα καὶ τῶν ἐπισπαστικῶν ὀνομαζομένων πολλά. περὶ δὲ τούτων ἔτι μοι δοκῶ προσθήσειν ἐν τοῖς ἑξῆς τὰ λείποντα. τὰ δὲ κατὰ μίαν δύο ποιότητας ἐνεργοῦντα περὶ τὸ σύμπαν ἡμῶν σῶμα κατὰ τόδε τὸ γράμμα δίειμι, λαβὼν κᾀνταῦθα πάλιν ὑπόθεσιν ἀποδε δειγμένην ἐν τοῖς ἔμπροσθεν, ὡς τὰ πλεῖστα τῶν ἁπλῶν φαρμάκων ἀνομοιομερῆτε καὶ σύνθετα κατά γε τὴν ἀλήθειάν ἐστιν, ὀνομάζεται δὲ ἁπλᾶ τῷ φύσει τοιαῦτα ὑπάρχειν οἷάπερ ἐστὶν, οὐδὲν ἐξ ἐπιτεχνήσεως ἡμετέρας προσειληφότα. καὶ μὲν δὴ καὶ ὡς τὰ μέν τινα παχυμερῆ καὶ γεώδη ταῖς οὐσίαις ἐστὶν, τὰ δὲ λεπτομερῆ καὶ ἀερώδη, τὰ δ’οἷον ὑδατώδητε καὶ μέσα τῶν εἰρημένων, ἐπιδεδειγμένα καὶ ταῦτ’ἐν τοῖς ἔμπροσθεν λόγοις ὑποθέσεις ἔστωσάν μοι πρὸς τὰ μέλλοντα λεχθήσεσθαι. τούτων οὖν ὑποκειμένων ἀρκτέον ἤδη τοῦ λόγου.

5.2

χρεία τῶν φαρμάκων τοῖς ἀνθρώποις γίγνεται πολλάκις μὲν ὡς αὐτὸ τοῦτο μόνον, ἤτοι θερμαινόντων ψυχόντων ὑγραινόντων ξηραινόντων, κατὰ συζυγίαν τινὰ τούτων ἐνεργούντων, ἐνίοτε δὲ ὡς ἤδη τὸ πέρας τοῦ μετρίου κεχαλασμένον, ἐπιτεινόντωντε καὶ συναγόντων, τὸ συντεταμένον χαλώντων, ἀραιούντων τὸ πεπυκνωμένον πυκνούντων τὸ μανὸν, μαλαττόντων τὸ σκληρὸν σκληρυνόντων ἀμέτρους μαλακότητας, κενούντων τὸ πλῆρες πληρούντων τὸ κενὸν, τι τοιοῦτον ἕτερον ἐργαζομένων. μὲν γὰρ ἐψυγμένος οὐκ ἰατρὸς μόνον, ἀλλὰ καὶ ἰδιώτης ὁστισοῦν, ὑπ’αὐτῆς τοῦ πράγματος τῆς φύσεως ἀγόμενος, ἐξευρεῖν ἐπιθυμεῖ θερμαῖνον φάρμακον, οὕτως ὑπὸ καυσώδους πυρετοῦ διακαιόμενος ἐμψῦχον. οὕτω δὲ καὶ πλαδαρὸν ἕλκος ἔχων ἰδιώτης ὁστισοῦν ξηρᾶναι κελεύει τὸν ἰατρὸν αὐτὸ, καὶ εἰ ξηρὸν εἴη καὶ ἄνικμον, ὑγρᾶναι. καὶ δὴ καὶ ξηρότητος ἅμα θερμότητι καθ’ὅλον αἰσθανόμενοι τὸ σῶμα, ὥσπερ καὶ οἵτε ἐγκαυθέντες καὶ κοπωθέντες λούεσθαίτε ποθοῦσι καὶ πίνουσιν ὕδατος ψυχροῦ, καὶ πᾶν τι περ ἂν ὑγραίνειντε ἅμα καὶ ψύχειν ἱκανὸν , τοῦτο ἐξευρίσκειν μηχανῶνται, καὶ πορίζονταί γε πολλάκις ὑπ’αὐτῆς τῆς φύσεως ἀγόμενοι πολλοὶ τῶν ἰδιωτῶν τὰ τούτων ἰάματα. φλεγμονῆς μέντοι καὶ σκίρρου καὶ οἰδήματος, ἐρυσιπέλατόςτε καὶ σηπεδόνος, ἕρπητόςτε καὶ γαγγραίνης, οὐκέτ’οὐδεὶς αὐτῶν ἐπιχειρεῖ ζητεῖν τὴν ἴασιν ἑαυτῷ, ὡς μείζονος ἤδη τῶν τοιούτων ἑκάστου ὑπάρχοντος κατὰ γνώμην ἰδιώτου καί τινος ἐπιστήμης σεμνοτέρας δεομένου ὀνομάζουσι δὲ τὴν τοιαύτην ἐπιστήμην ἰατρικὴν καὶ τὸν ἐργαζόμενον αὐτὴν ἰατρόν. καὶ μέχρι μὲν τοσούτου καὶ αὐτοὶ προΐασιν ὡς γινώσκειν ὅτι τὸ μὲν κοῖλον ἕλκος δεῖται σαρκώσεος, τὸ δὲ ῥυπαρὸν καθάρσεως, τὸ δ’ὁμαλὸν ἐπουλώσεως · οὐ μὴν τό γε σαρκοῦν καθαῖρον ἐπουλοῦν φάρμακον ἴσασιν. οὕτω δὲ κᾂν εἰ μῦν τένοντα σκληρὸν τεταμένον χαλαρὸν ἔχοιεν, ὅτι τῷ μὲν σκληρῷ χρεία τῶν μαλαττόντων ἐστὶν, τῷ δὲ τεταμένῳ τῶν χαλώντων, τῷ δὲ χαλαρῷ τῶν συντεινόντων, ἀκριβῶς ἴσασιν, οὐ μὴν τό γε μαλάττον χαλῶν συντεῖνον ἐπίστανται φάρμακον, ἀλλ’ἰατροῦ μόνου τὰ τοιαῦτα εὑρίσκειν ἔργον. ἄχρι μὲν γὰρ τῶν θερμαινόντων καὶ ψυχόντων, ὑγραινόντωντε καὶ ξηραινόντων, ἐστὶν εὑρεῖν ἐνίους τῶν ἰδιωτῶν κοινωνοῦντας τῆς τῶν φαρμάκων εὑρέσεως τοῖς ἰατροῖς, ἐν οἷς δ’εἴρηται νῦν, ἤδη πάντας ἀπείρως ἔχοντας. ἔστι μὲν οὖν, ὡς καὶ πρόσθεν ἐδείκνυτο, καὶ αὐτῶν τῶν θερμαινόντωντε καὶ ψυχόντων, ὑγραινόντωντε καὶ ξηραινόντων εὕρεσις οὐχ ὡσαύτως ἁπάντων ἑτοίμη. νᾶπυ μὲν γὰρ καὶ πύρεθρον ὅτι θερμαίνει, καὶ ἀνδράχνη καὶ στρύχνον ὅτι ἐμψύχει, καὶ τὸ μὲν ὕδωρ καὶ τοὔλαιον ὑγραίνει, τὸ δ’ὄξος καὶ θάλαττα ξηραίνει, σχεδὸν ἅπασιν οὐχὶ ἰατροῖς μόνον, ἀλλὰ καὶ τοῖς ἰδιώταις ὁμολογεῖται. τὸ μέντοι ῥόδινον, εἴτε θερμαίνειν εἴτε ψύχειν φατέον, ὡσαύτως δὲ καὶ ὄξος καὶ ἔλαιον, ἕτεράτε πολλὰ τοιαῦτα συχνὴν ἀμφισβήτησιν ἔσχηκεν. ὑπὲρ μὲν δὴ τῶν τοιούτων τῆς δυνάμεως ἐν τοῖς πρὸ τούτου τέσσαρσιν ὑπομνήμασι διῆλθον · ἐν μὲν τῷ πρώτῳ καὶ δευτέρῳ τὰ τῶν σοφιστῶν ἐξελέγχων ἐπιχειρήματα καὶ δεικνὺς τὴν ἀληθῆ μέθοδον, χρώμενος ἄν τις εὑρίσκοι τὰς τῶν φαρμάκων δυνάμεις, ἐν δὲ τῷ τρίτῳ τῶν σοφιστῶν ἀποχωρήσας, ἅπαντα διῆλθον ἐξ ἀρχῆς τὰ λογικὰ ζητήματα, δι’ὧν ἄν τις μάλιστα διελθὼν καὶ ὡς ἄν τις εἴποι τεχνωθεὶς ἱκανὸς ἔσται πάντων τῶν φαρμάκων εὑρίσκειν τὰς δυνάμεις · ἐν δὲ τῷ δʹ περὶ τῶν τῆς γλώττης ἰδίων αἰσθητῶν ἐποιησάμην τὸν λόγον, δὴ χυμοὺς ὀνομάζουσιν, ἐπιδεικνύων ὡς ἄν τις ἐντεῦθεν ὁρμώμενος εὑρίσκοι τὰς πρώτας ποιότητάςτε καὶ δυνάμεις. ἡψάμην δ’εἰς ὅσον χρεία προὐκαλεῖτο καὶ τῶν ὀσφρητῶν ποιοτήτων ἐπὶ τελευτῇ τοῦ βιβλίου, δεικνύων ὁπόσον τι κᾀντεῦθεν ἐγχωρεῖ λαβεῖν εἰς τὴν τῶν πρώτων δυνάμεων εὕρεσιν, ἐν δὲ δὴ τῷδε τῷ λόγῳ τῷ γένος ἄλλο μοι πρόκειται δυνάμεων ἐξηγήσασθαι, δευτέρων ὡς ἂν εἴποι τις καὶ τρίτων ἐπὶ ταῖς πρώταιςτε καὶ κοιναῖς ἁπάντων. ἐπειδὴ γὰρ ἕκαστον τῶν κατὰ μέρος οὐχ ὡσαύτως ἐξ ἐκείνων κέκραται, τὸ μὲν, οἶμαι, χαλαστικὸν αὐτῶν ἐγένετο, τὸ δὲ συντατικὸν μαλακτικὸν σκληρυντικὸν ἀραιωτικὸν πυκνωτικόν. ἔτι δὲ ἐκ τῶν ἔργων πέφυκε δρᾷν ἐλέχθη δυνάμεις ἔχειν ἐν αὐτοῖς ἀραιωτικάςτε καὶ πυκνωτικὰς, μαλακτικάςτε καὶ σκληρυντικὰς, ἐμπλαστικάςτε καὶ ῥυπτικὰς, ἑλκτικάςτε καὶ ἀποκρουστικὰς, ἔτιτε πρὸς τούτοις χαλαστικὰς, συντατικὰς, ἀναστομωτικὰς, συνακτικὰς, παχυντικὰς, λεπτυντικὰς, ἀνωδύνους, ὀδυνηρὰς, πεπτικὰς, ἐκπυητικὰς, διαφορητικὰς, ἱδρωτικὰς, καρωτικὰς, ναρκωτικὰς, ὑπνωτικὰς, ἐκστατικὰς, σηπτικὰς, καυστικὰς, διαβρωτικὰς, ἐσχαρωτικὰς, χυτικὰς, πιλητικὰς, κακοχύμους, ἐπικεραστικὰς, καθαρτικὰς, σταλτικὰς, τραχυνούσας, λειαινούσας, ἐμφρακτικὰς καὶ ἐκφρακτικάς. καὶ πορρωτέρω προϊόντων ἔτι καὶ οἷον κατὰ μέρος ἐφ’ἑκάστῳ τῶν ἔργων ὀνομαζόντων, οὐρητικὰς, ἐμετικὰς, ὑπακτικὰς, λαπακτικὰς, ἐρρίνους, ἀποφλεγματικὰς, ἐμμήνων ἀγωγοὺς ἐπισχετικάς. ὡσαύτως δὲ καὶ γάλακτος καὶ σπέρματος ἤτοι γεννητικὰς σβεστικὰς προκλητικὰς ἐπισχετικάς. ἔτι δὲ μᾶλλον ὅταν ἡπατικάς τινας σπληνικὰς ὠτικὰς ὀφθαλμικὰς ὀδοντικὰς ἰσχιαδικὰς νεφριτικὰς ποδαγρικὰς ἀρθριτικὰς πλευριτικὰς βηχικὰς λίθων θρυπτικὰς ὀνομάζουσι δυνάμεις, ἐπὶ τὰς κατὰ μέρος ἀφικνοῦνται. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴρηται καὶ σαρκωτική τις ἕλκους εἶναι δύναμις καὶ ἐπουλωτικὴ καὶ κολλητικήτε καὶ καθαιρετικὴ καὶ σχεδὸν οὐ δ’ἀριθμεῖσθαι δυνατὸν ἁπάσας τὰς κατὰ μέρος δυνάμεις, ἐὰν ἑκάστου τῶν ἀποτελουμένων ἐπιχειρῶμεν αὐτὰς παρονομάζειν. ἀλλὰ καὶ κάλλιον οἶμαι καὶ μεθοδικώτερον ἀποχωρήσαντα τοῦ μακροῦ λόγου καὶ ἀτάκτου χρησίμοις εἴδεσιν ἀφορίζεσθαι τὰς συνθέτους τῶν φαρμάκων δυνάμεις, οὐ διαπυητικὴν λέγοντας παρηγορικὴν ἀνώδυνον διαφορητικὴν χαλαστικὴν ἐν τῷ δι’ἀλεύρου πυρίνου καταπλάσματι δύναμιν ὑπάρχειν, ἀλλὰ συμμέτρως ὑγρὰν καὶ θερμήν. ἐρρέθη γὰρ ἐν τοῖς πρόσθεν ἐπὶ τίνος σημαινομένου τὴν τοιαύτην ἐπιφέρομεν λέξιν. οὕτω δὲ καὶ ἴριν οὐκ οὔρων, οὐκ ἐμμήνων κινητικὸν βηχικὸν εἶναι φάρμακον πλευριτικοῖς περιπνευμονικοῖς ἐμπύοις ἁρμόττειν ἐπιληψίαις καὶ σπασμοῖς καὶ παλμοῖς καὶ τρόμοις καὶ ῥήγμασι καὶ σπάσμασιν ἀρήγειν, οὐ δὲ σαρκοῦν καὶ καθαίρειν ἕλκη καὶ κόλπους καὶ πλευρὰς καὶ ἥπατος καὶ σπληνὸς ἀλγήματα παύειν, οὐ δὲ χοιράδας διαφορεῖν ἐξ ὀστῶν ἄγειν σάρκας. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐ δ’ἐπὶ γονορροίας ἁρμόττειν εἰς ὑστερῶν πυρίας ὠφελίμως μίγνυσθαι, μαλάττουσάντε καὶ ἀναστομοῦσαν, οὐ μὴν οὐ δ’ὅτι φακοὺς ἐφήλεις ἀποκαθαίρει καὶ κεφαλαλγίαν ἰᾶται χρονίαν διαφθείρειν ἔμβρυα καὶ κατασπᾷν πεφύκειν. ἀλλ’ἀρκεῖ θερμὴν εἰς τοσόνδε καὶ ξηρὰν εἰς τοσόνδε καὶ λεπτομερῆ μέχρι τοσοῦδε τὴν κρᾶσιν αὐτῆς εἰπόντα τάτε νῦν εἰρημένα πάντα ἐνδεδεῖχθαι καὶ τούτων ἄλλα πλείω. καθ’ἕτερον δ’αὖ τρόπον ἀρκεῖ περὶ αὐτῆς εἰπεῖν, ὡς πικρὰ μέν ἐστιν, οὐ μὴν ἐσχάτως, ἀλλ’ὥστε δοκεῖν ἐπιμεμίχθαι τινὰ γλυκύτητα. μὲν οὖν πρῶτος τρόπος τῆς διδασκαλίας ἐμπειρικῶν ἴδιός ἐστιν, δὲ δεύτερος ἀνδρὶ λογικῷ προσήκει μάλιστα, καὶ τοῦτον ἡμῖν πρόκειται νῦν διελθεῖν.

5.3

ἔστι δὲ τὰ μὲν ἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα διὰ τῶν δʹ ὑπομνημάτων αὐτῆς τῆς περὶ τῶν φαρμάκων θεωρίας ἴδια, πλὴν εἴ που κατὰ κοινωνίαν λόγος ἥψατο μεθόδου θεραπευτικῆς. δὲ νῦν ἐνεστὼς ἐκείνης μᾶλλον οἰκεῖός ἐστιν, ὥστ’ἐγὼ πολλάκις ἐβουλευσάμην ὑπερβῆναι τελέως αὐτόν. ἀλλ’ὅτιτε προγυμνάζειν ἔδοξέ μοι τοὺς μέλλοντας ἀκολουθήσειν τοῖς τῆς θεραπευτικῆς μεθόδου λογισμοῖς, οἵτε πλεῖστοι τῶν ἑταίρων καὶ μάλιστα οἷς χαριζόμενος ἐπὶ τήνδε τὴν πραγματείαν ἧκον, οὕτως ἠξίωσάν με διαπρᾶξαι, διὰ τοῦτο μεταχειριοῦμαι τὸν λόγον ἐν τῷδε τῷ γράμματι, τὴν ἀρχὴν ἀπὸ τῶν διαπυϊσκόντωντε καὶ μαλαττόντων ποιησάμενος. ἐπειδὴ θερμὰ μέν ἐστιν ἀμφότερα καὶ ὑγρὰ, καθ’ἕτερον μὴν ἑκάτερον τρόπον. τὰ μὲν γὰρ ὡς ὁμοιοτάτην τῷ διαπυϊσκομένῳ σώματι θερμότητα γεννῶντα πρὸς τῷ μήτ’ἀφαιρεῖν τι τῆς οὔσης ἐν αὐτῷ ὑγρότητος μήτε προστιθέναι, τὰ δ’ὡς καὶ πλέονα τῆς κατὰ φύσιν ἀνάπτοντα καὶ συνάγοντά τι τῆς ὑγρότητος. ἀλλ’ μὲν τῶν διαπυϊσκόντων ἔννοια σαφήςτε ἅμα καὶ γνώριμος ὑπάρχει πᾶσιν. εἰς πῦον γάρ ἐστιν διαπύησις μεταβολή.

5.4

περὶ δὲ τῶν μαλαττόντων φαρμάκων καὶ αὐτῆς τῆς διαμαλάξεως οὐκέθ’ἁπλῶς οὕτως εἰπεῖν ἐγχωρεῖ, διότι μη δὲ περὶ τοῦ σκληροῦ καὶ μαλακοῦ σώματος. εἴ γε δὴ τὸ μὲν ἁπλῶς σκληρὸν λέγεται καθάπερ γῆ, τὸ δὲ κατ’ἐπικράτειαν, ὡς ὄνυξ καὶ πλῆκτρον καὶ κέρας, τὸ δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς ὁμοειδὲς, παραβαλόντα ὡς τόδε τι ζῶον, οἷον ἐλέφας, ὅδε τις ἄνθρωπος, οἷον Ἡρακλῆς, τὸ δὲ πρὸς ὁτιοῦν παραβαλλόμενον, ὡς Διογένης πρὸς τὸν Ἀριστοτέλη. κατὰ δὲ τὸν αὐτὸν τρόπον λέγεται καὶ τὸ μαλακὸν ὡς ἄκρως τοιοῦτον κατ’ἐπικράτειαν πρὸς τὸ σύμμετρον ὁμογενὲς ὁμοειδὲς πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν. ὅτι δὲ καὶ τριχῶς ἐγχωρεῖ λέγειν τὰ τοιαῦτα πάντα, τὰ μὲν ὡς ἀμίκτουςτε καὶ ἄκρας ἔχοντα τὰς ποιότητας, ἀφ’ὧν παρονομάζεται, τὰ δὲ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ὁμοειδὲς, τὰ δ’ὡς πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν παραβαλλόμενα, καὶ ὡς οὐδέν διήνεγκεν ἐκείνως οὕτως εἰπεῖν, ἔτι ἐπιδέδεικταί μοι πολλάκις. ἐάσαντες οὖν τὰ λοιπὰ πάντα σημαινόμενα περὶ τῶν πρὸς τὸν ἄριστα κατεσκευασμένον ἄνθρωπον ἐπισκεψώμεθα μαλακῶν καὶ σκληρῶν, ὃν δὴ κανόνα καὶ μέτρον ἐποιησάμεθα τῶν οὕτω λεγομένων ἁπάντων, οὐ δὲ τούτου πρὸς τὸ ἐπιτυχὸν μόριον, οἷον ὀστοῦν πιμελὴν, ἀλλὰ τὸ μέσον τῇ κράσει, τὸ δέρμα καὶ τούτου μάλιστα τὸ κατὰ τὰς χεῖρας, ἵνα περ ἁπτικὴ δύναμις ἀκριβοῦται · συμβαίνει δ’εἰς ταὐτὸ καὶ τὸ κατ’ἐπικράτησιν, ὡς πρὸς τὴν ὅλην οὐσίαν, οὕτως ὀνομάζεσθαι μαλακὸν σκληρὸν, ἐπειδὴ μεσότης τίς ἐστιν ἡμῶν ἁφὴ, καθ’ καὶ Ἀριστοτέλης ἐδίδασκεν. οὕτω δέ πως καὶ Πλάτων ἔοικε γιγνώσκειν ὅταν ἔφη · σκληρὰ μὲν ὅσοις ἂν ἡμῶν σὰρξ ὑπείκῃ, μαλακὰ δ’ὅσα ἂν ὑπείκῃ τῇ σαρκί. τὸ γὰρ δέρμα τοῦ ἀνθρώπου κατ’αὐτὸ τοῦτο τὸ σύγγραμμα τὸν Τίμαιον ἐδείκνυεν εἶναι τῷ γένει σάρκα. καὶ μὲν δὴ καὶ Ἀριστοτέλης, ὅταν εἶπε μαλακὸν μὲν εἶναι τὸ ὑπεῖκον εἰς αὐτὸ, σκληρὸν δὲ τὸ μὴ ὑπεῖκον, ὡσαύτως ἔοικεν ἀποφαίνεσθαι τῷ Πλάτωνι, καὶ μάλιστα ὅτι πρὸς τὴν ἁφὴν τὰ τοιαῦτα κρίνεσθαί φησιν, ὡς πρὸς μεσότητα. τὸ δὲ ἐν τῇ πρὸς ὁτιοῦν παραβολῇ σκληρὸν μαλακὸν ἐν τῷ μᾶλλον ἧττον ὑπείκειν μὴ ὑπείκειν φαίνεται κρίνεσθαι. καὶ δὴ καὶ αὐτὸ τὸ δέρμα τὸ ἡμέτερον τὸν μῦν τι μόριον ἕτερον, ὅταν εἴπωμεν ἐσκληρύνθαι, τῇ κατὰ φύσιν αὐτοῦ καταστάσει τὴν ἐπίκτητον διάθεσιν παραβάλλοντες οὕτως ὀνομάζομεν. ἔστι δὲ δήπου τῶν οὕτως ἐχόντων σωμάτων εἰς τὸ κατὰ φύσιν ἐπάνοδος μάλαξις.

5.5

ἐπεὶ δὲ πολυειδῶς ἕκαστον γίνεται σκληρότερον ξηραινόμενον πηγνύμενον ὑπερπληρούμενον, ὡς διατετάσθαι σφοδρῶς κατὰ συζυγίαν τινὰ πάσχον κατ’αὐτὰ καὶ τὸ μαλάττεσθαι καθ’ἕκαστον αὐτῶν ἴδιον ἔσται · διελώμεθα οὖν ὑπὲρ ἁπάντων ἑξῆς, ἀναμνήσαντες πρότερον ὡς τὸ τῶν ὀνομάτωντε καὶ ῥημάτων εὐχερὲς τὰ μὲν πολλὰ οὐκ ἀγεννὲς, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερόν ἐστιν, ὅτε μὴ ἀναγκαῖον γίγνεται διαστέλλεσθαι περὶ αὐτῶν. οὕτω γὰρ τε Πλάτων ἔλεγεν, ἡμῖντε νῦν εἰς τὸν παρόντα, διελέσθαι περὶ τῶν τοῦ σκληροῦ σημαινομένων ἀναγκαῖόν ἐστιν, αὖθις ἀπὸ τῶν αὐτῶν ὧν ἀρτίως εἰρήκαμεν ἐπαρξαμένοις. τὸ μὲν γὰρ ὑπεῖκον εἰς ἑαυτὸ μαλακόν ἐστιν, ἐάν γε ἁπλοῦν ὑπάρχῃ σῶμα · τὸ δ’ἐκ πλειόνων συγκείμενον ἤτοι ψαυόντων, ὡς τῶν πυρῶν σωρὸς, ἐπιπεπλεγμένων πως, ὡς πόκος τὰ πλόκαμα, δύναιτ’ἂν ὑπείκειντε ἅμα καὶ μὴ εἶναι μαλακόν. ἔμπαλιν δ’ἐπὶ τῶν πεπληρωμένων ἀκριβῶς, οἷον ἀσκῶν κύστεων, οὐχ ὑπείκει μὲν εἰς αὐτὸ τὸ συναμφότερον, οὐ μὴν σκληρόν γέ ἐστι τὸ περιεχόμενον, ἀλλ’οὐ δὲ τὸ περιέχον, ὁπότε πεπλήρωται, σκληρότερον ἑαυτοῦ γέγονεν, τινα ἐπίκτητον ἑτέραν εἴληφε διάθεσιν, ὅτι μὴ τέταται μόνον ἐκ τοῦ τέως κεχαλασμένου. τὸ μὲν οὖν τοιοῦτον ἀντίτυπον ἔγωγε καλῶ καὶ οὐ σκληρὸν, ὅταν ἀκριβολογεῖσθαι προέλωμαι. συγχωρῶ μὴν εἴ τις ἐθέλοι καὶ σκληρὸν ὀνομάζειν καὶ αὐτὸς οὕτω καλῶ πολλάκις, ἐκεῖνο μόνον ἀναμιμνήσκων, ὅτι μήτε μία φύσις ἐστὶ τῶν ἐσκληρυμμένων μήθ’ἓν ἴαμα. τὸ μὲν γὰρ ὑπὸ ξηρότητος σκληρυνθὲν ὑγρανθῆναι δεῖται, τὸ δ’ὑπὸ πήξεως θερμανθῆναι, τὸ δ’ὑπὸ πληρώσεως κενωθῆναι, τὸ δ’ὑπὸ ξηρότητος ἅμα καὶ πήξεως ὑγρανθῆναίτε καὶ θερμανθῆναι, τὸ δ’ὑπὸ πήξεως ἅμα καὶ πληρώσεως θερμανθῆναίτε καὶ κενωθῆναι. ξηραίνεται μὲν οὖν ἄνευ πήξεως ἔντε γυμνασίοις ἀμέτροις τὰ σώματα καὶ ἡλίῳ σφοδρῷ καὶ ἐνδείαις ἰσχυραῖς καὶ πυρετῷ καυσώδει καὶ φαρμάκοις τισὶν, ὅσα ξηραίνει μὴ ψύχοντα. πήγνυται δὲ ὑπὸ μόνης ψύξεως ἰσχυρᾶς, ὥσπερ καὶ πληροῦται δι’ἐπιρροὴν ὑγρότητος δαψιλοῦς. ξηραίνεται δὲ ἅμα καὶ πήγνυται, συνδραμόντων ἐς ταὐτὸ τῶν συνυπάρξαι δυναμέων αἰτίων, οἷον εἴ τις ὑπερπονήσειεν ἐν κρύει. οὕτω δὲ καὶ πληροῦται καὶ πήγνυται διὰ ῥεῦμα ψυχρὸν τινα ψύξιν τοῦ μορίου. τῆς ψύξεως δ’αὖ πάλιν αἰτία τριττὴ, μία μὲν ἐκ τῶν ἔξωθεν προσπιπτόντων, οἷον ἀέρος, ὕδατος, φαρμάκου, καθάπερ ἐπὶ τῶν ἐρυσιπελάτων ἐργάζονται πολλάκις, ἑτέρα δὲ τοῦ πάσχοντος μέρους οἰκεία κρᾶσις, ἄλλη δ’ἐπ’αὐταῖς τρίτη παρὰ τοῦ ῥυέντος εἰς αὐτὸ χυμοῦ γιγνομένη, πολλάκις γὰρ ἐκεῖνος μὲν ἤδη θερμότερος ἑαυτοῦ γέγονεν, ἤτοι σηπόμενος ἐκ τῶν ψαυόντων αὐτῷ μορίων τῶν φύσει θερμῶν μεταβαλλόμενος, ἢν δὲ προσετρίψατό τινι μορίῳ τῶν φύσει ψυχροτέρων ψύξιν, ἕως πολλοῦ παραμένει. κατὰ τοσούτους μὲν τρόπους σκληρύνεταίτε καὶ μαλάττεται τὰ σώματα. τὸ μέντοι μαλακτικὸν φάρμακον οὐκ ἐπὶ πάντας ἔοικε φέρειν τοὺς τρόπους, ἀλλ’ἐξαιρέτως ἐπὶ τοὺς διὰ πῆξιν ἐσκληρυμμένους, ἔτι δὲ μᾶλλον, εἰ καὶ περιεχομένη τις ὑγρότης ἐν αὐτοῖς εἴη παρὰ φύσιν, ὡς ἐπὶ τῶν ἐσκιρρωμένων. εἰ γὰρ διὰ ξηρότητα σκληρὸν εἴη γεγονὸς, ὑγραίνειν μᾶλλον, οὐ μαλάττειν τὸν τοιοῦτον κελεύουσιν, ὥσπερ γε καὶ τὰ πεπληρωμένα κενοῦν, οὐ μαλάττειν. ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὔτ’ἐρίζειν καλὸν οὔτ’ἀκριβοῦν ἀναγκαῖον. ἐπὶ δὲ τὰς ἐν τοῖς πράγμασι διαφορὰς ἰέναι βέλτιον, ἐν αἷς καὶ τὸ σφάλμα μεγάλην τοῖς ἀρρωστοῦσι φέρει τὴν βλάβην. τὸ μὲν οὖν ἐξηρασμένον τῶν ὑγραινόντων δεῖται φαρμάκων, ὑπὲρ ὧν καὶ ἤδη μοι πρόσθεν αὐτάρκως εἴρηται, τὸ δὲ πεπηγὸς ὑπὸ ψύξεως θερμαινόντων. οὐκ ἀγνοεῖται δὲ οὐ δὲ ταῦτα, τὸ μέντοι γε πεπληρωμένον ψυχόντων θερμαινόντων τῶν ἰδίως ὀνομαζομένων ξηραινόντων. ἐκκενοῖ γὰρ τὴν περιττὴν ὑγρότητα ταῦτα σύμπαντα, κατ’ἴδιον ἕκαστον λόγον. ὅσα μὲν ψύχει κατὰ διττὸν τρόπον, ἀποκρουόμενάτε ἅμα καὶ συνεξάγοντα τῷ θερμῷ νοτίδα πολλὴν, ὡς Ἀριστοτέλης ἐδίδασκεν. ὅσα δὲ θερμαίνει, τῷ λύειν εἰς ἀτμοὺς μὲν τὸ περιεχόμενον ὑγρὸν ἐν τοῖς θερμαινομένοις σώμασιν, ὅσα δὲ ξηραίνει, καθάπερ τὰ διαφορητικὰ προσαγορευόμενα, κατὰ διττὸν καὶ ταῦτα τρόπον, ἀναπίνοντα τὰς ὑγρότητας, ὅταν ἐν πόροις τισὶν ὑπάρχωσιν, ὅλον ἀλλοιοῦντα τὸ μόριον. ὅστις δ’ἑκάστου καιρὸς τῆς χρήσεως οὐ τῆς ἐνεστώσης πραγματείας, ἀλλὰ τῆς θεραπευτικῆς ἐστι μεθόδου. ὅσα δ’ὑπὸ ψύξεώςτε ἅμα καὶ ξηρότητος ἐσκλήρυνται, θερμαίνειν ὁμοῦ ταῦτα καὶ ὑγραίνειν προσῆκεν, οὐχ οἷάπερ τὰ διαπυήσαντα, θερμότητι ἅμα καὶ ὑγρότητι συμμέτρῳ κατὰ φύσιν, ἀλλ’ἐπὶ τοσοῦτον μὲν εἶναι χρὴ τὸ φάρμακον θερμότερον, ἐφ’ὅσον ψύξις ἐκράτησεν, ἐπὶ τοσοῦτον δ’ὑγρότερον, ἐφ’ὅσον ξηρότης · ἔστι δὲ καὶ τούτων μέτρον ὁρίσαι τῆς θεραπευτικῆς μεθόδου. τύπον δ’ἀρκέσει τινὰ τῆς τῶν φαρμάκων ἰδέας ἐνταυθοῖ διελθεῖν ἐπὶ παραδειγμάτων ὀλίγων. ὑγραίνει τοίνυν καὶ θερμαίνει τὸ ὕδωρ τὸ θερμὸν καὶ τοὔλαιον. εἰ δὲ καὶ μιχθεῖεν εἰς ταὐτὸ ἀμφότερα, πολὺ δὴ μᾶλλον ὑγραῖνον ἅμα καὶ θερμαῖνον ἔσται τὸ μικτὸν ἐξ αὐτῶν, ὥσπερ καὶ λουτρὰ τῶν ποτίμων ὑδάτων σὺν ἐλαίῳ δαψιλεῖ. ταὐτὸ δὲ τοῦτο ἐργάζεται καὶ τῶν ἐδεσμάτων ποιότης ὡσαύτως ἔχουσα, διὰ τοῦτο καὶ τῶν βουλιμιῶν ἰάματα τοιαῦτα τετύχηκεν ὄντα. ψύξιν γὰρ ἅμα ξηρότητι τὸ πάθος ἔχει, καὶ ἴασις αὐτῶν διὰ τῶν ἐναντίων. τὸ μέντοι δι’ἀλεύρου πυρίνου κατάπλασμα, τὰς εὐκράτους φύσεις διαπυΐσκον, οὔτ’ἀπάγει τι τῆς κατὰ φύσιν ἐν τοῖς μορίοις ὑγρότητος τι καὶ ἄξιον λόγου, καὶ πολὺ μᾶλλον οὐ δὲ προστίθησιν, ὥσπερ οὐ δὲ τὴν θερμασίαν, οὔτε ἐπιτείνειν πέφυκεν οὔτ’ἀμβλύνειν, ἀλλὰ κατὰ μόνην αὐξάνειν τὴν οὐσίαν. ἔστι δὲ οὐ ταὐτὸ ἐπιτεῖναι τὴν ποιότητα καὶ τὴν οὐσίαν αὐξῆσαι. δειχθήσεται δὲ καὶ ταῦτα ἀκριβέστερον ὀλίγον ὕστερον. τὰ μὲν δὴ τοιαῦτα τῶν φαρμάκων ὑγρὰ καὶ θερμὰ λέγομεν, οὐχ ὡς ὑγρότερα καὶ θερμότερα τῆς ἡμετέρας οὐσίας, ἀλλ’ὡς παραπλησίας ἡμῖν ὑπάρχοντα κράσεως, ὑγρᾶς καὶ θερμῆς οὔσης κατὰ τὸν παλαιὸν λόγον, ὡς ἐν τῷ περὶ κράσεων εἴπομεν. οὐ μὴν οὕτως τὸ ὕδωρ ὑγρὸν τὴν χαλβάνην θερμὴν εἶναί φαμεν, ἀλλὰ τὸ μὲν ὡς τέγγοντε καὶ διαβρέχον ἡμῶν τὴν σάρκα, τὴν δὲ ὡς θερμαίνουσαν. εἰ γὰρ καὶ θερμὸν εἴη τὸ ὕδωρ, ὡς κενοῦν ἐνίοτε δύνασθαι τὰ κατ’ἐπιρροὴν ὑγρῶν εἰς ὄγκον ἐξῃρμένα, τὰ γοῦν ὁμοιομερῆ πάντως ὑγραίνει, καθότι κᾀν τῷ πρώτῳ μοι δέδεικται λόγῳ.

5.6

τὰ τοίνυν ἐκπυΐσκοντα φάρμακα τῷ μὲν θερμαίνειν ὁμοίως ὕδατι θερμῷ διαφορεῖ τὴν περιττὴν ὑγρότητα, τὴν ἐν ταῖς κεναῖς χώραις περιεχομένην, ὡς ἐν τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας ἐπιδέδεικται γράμματι. τοῖς μέντοι κατὰ φύσιν ἔχουσι σώμασιν αὐτοῖς τοῖς ὁμοιομερέσιν οὐδὲν προστίθησιν ὑγρότητος, ὥσπερ οὐ δ’ἀφαιρεῖ τι σαφὲς, οὐ δ’αἰσθητόν. ἶσα γὰρ ὑπάρχοντα ταῖς κράσεσι φυλακτικὰ τῆς οὐσίας αὐτῶν ἐστιν, ὡς κατὰ μηδὲν ἀλλοιοῦν. ἐν γοῦν ταῖς ἐκπυήσεσιν μὲν ὑγρότης ἀλλοιοῦται, κᾂν εἴ πού τις εἴη σὰρξ τεθλασμένη, τὰ δ’ἄλλα πάντα τὰ κατὰ φύσιν ἔχοντα διασώζει τὴν ἑαυτῶν οὐσίαν. τριῶν γὰρ γινομένων ἀλλοιώσεων ἐν τοῖς τῶν ζώων σώμασιν, μέν τις ἀκριβῶς ἐστι κατὰ φύσιν ἔχουσα, ὅταν ἐν τῇ γαστρὶ πέττηται τὸ σιτίον ἐν τοῖς σπλάγχνοις καὶ ἀγγείοις γεννηθεὶς ἐνταῦθα χυλὸς, ἵνα ἐκ τούτου πάλιν τρέφηται ἕκαστον μέλος · δέ τις ἀκριβῶς παρὰ φύσιν ἐν ἅπασι τοῖς σηπομένοις. αὗται μὲν οὖν ἐναντίαι πως ἀλλήλαις εἰσίν. τρίτη δ’ἐπίμικτος ἐξ ἀμφοῖν καὶ μέση, τὸ μέν τι τῆς πρώτηςτε καὶ κατὰ φύσιν ἔχουσα, τὸ δὲ τῆς ἐναντίας αὐτῆς τῆς παρὰ φύσιν. ὑπάρχει γὰρ τῇ μὲν κατὰ φύσιν δύο ταῦτα, τότε ἐξ οἰκείας ὕλης τῷ ζώῳ τὴν ἀλλοίωσιν γίγνεσθαι, τόθ’ὑπὸ τῆς ἐμφύτου θερμότητος ἀκριβῶς κρατεῖσθαι. τῇ δὲ παρὰ φύσιν ὑπ’ἀλλοτρίαςτε θερμότητος μεταβολὴ καὶ εἰς οὐδὲν χρηστόν · μέση δ’αὐτῶν κατὰ τὰς ἐμπυήσεις ἑπομένη ὑπὸ μὲν τῆς ἐμφύτου γίνεται θερμότητος, οὐ μὴν ἀκριβῶς γε κρατούσης · οὐ δὲ γὰρ ἐξ ὕλης ἀκριβῶς χρηστῆς οὔσης ἐπιτελεῖται, ὥσπερ οὐ δὲ παντάπασιν ἀλλοτρίας. ὡς οὖν αἱ κατὰ φύσιν ἀλλοιώσεις ὑπὸ τῆς ἐμφύτου γιγνόμεναι θερμότητος ὑπὸ τῆς ὁμοίας ἔξωθεν ἐπικουροῦνται, κατὰ τὸν αὐτὸν τρόπον καὶ περὶ τὰς διαπυήσεις. ἴσμεν γοῦν οὐδὲν οὕτως τῇ κατὰ γαστέρα πέψει συντελοῦν ὡς ἀνθρώπειον σῶμα ψαῦον αὐτῆς. καί τινες παιδία προστιθέμενοι νύκτωρ ἐναργεστάτης ὠφελείας αἰσθάνονται ἀναπαυόμενοι. συμφυλοτέρα γὰρ ἥδε καὶ οἰκειοτέρα πολὺ τῆς διὰ τῶν πυριάσεών ἐστιν. ἔνιοι δὲ καὶ κυνίδια σμικρὰ τῆς αὐτῆς ἕνεκεν ὠφελείας ἀναπαυόμενοι προστίθενται τῇ γαστρὶ, τὸ πλῆθος αὔξοντες τῆς πεττούσης τὰ σιτία θερμότητος, οὐ τὴν ποιότητα. τοιοῦτον οὖν εἶναι χρὴ καὶ τὸ τῇ διαπυήσει συλληψόμενον φάρμακον, οἷόν περ καὶ αὐτὸ τὸ ἔμφυτον ὑπάρχει θερμὸν ἐν ταῖς εὐκράτοις φύσεσιν · εἰ δὲ θερμοτέρα τοῦ δέοντος φύσις ὑπάρχει, τὸ διαπυΐσκον φάρμακον ἐν ἐκείνῳ τῷ σώματι θερμότερον εἶναι δεήσει, καὶ τοσούτῳ γε τοῦ συμμέτρου θερμότερον, ὅσῳ καὶ φύσις ἐστὶ τῆς εὐκράτου θερμοτέρα, ὥστε καὶ τοῦτο μὲν ἤδη πρόδηλον ἐκ τῆς θεραπευτικῆς ὑπάρχει μεθόδου, τὸ καθ’ἕκαστον ἄνθρωπον ἴδιον εἶναι τὸ διαπυΐσκον φάρμακον. οὐχ ἥκιστα δὲ καὶ τὸ πολλάκις ἡμῖν ἀποδεδειγμένον ὑπὸ τούτων μαρτυρεῖται, τὸ χρῆναι πάσας τῶν φαρμάκων τὰς δυνάμεις πρὸς τὸν ἄριστα κεκραμένον ἄνθρωπον ἐξετάζεσθαι · μη δὲ γὰρ συστῆναι δύνασθαι τέχνην μηδεμίαν, εἰ μὴ πρότερον οἷον κανόνα τινὰ καὶ σκοπὸν τῷ γένει τῆς ὕλης, ἐν καταγίνεται, θέμενος πρὸς ἐκεῖνον ἤδη τὰ κατὰ μέρος ἀπευθύνοι πάντα. πάλιν οὖν ὑποθέμενοι τῷ λόγῳ τὸν ἄριστα κεκραμένον ἄνθρωπον οἷον σκοπόν τινα, πρὸς ἐκεῖνον ἀναφέροντες, ἐκπυΐσκον τι λέγομεν εἶναι φάρμακον ἕτερον τοῦ μαλάττοντος τὰ σκιρρούμενα, τάςτε κράσεις αὐτῶν ὑπάρχειν οἵας ἔμπροσθεν ἔφαμεν εἶναι, τοῦ μὲν εἰς πύου γένεσιν συντελοῦντος τῇ φύσει, σύμμετρόντε καὶ ὁμοίαν προσάγεται σώματι; τῷ δ’εἶναι τὴν φύσιν ἡμῶν ὑγρὰν καὶ θερμὴν, ὑγρὰ καὶ θερμὰ τὰ τοιαῦτα πολλάκις ὀνομάζεσθαι φάρμακα, τοῦ δὲ μαλάττοντος τὸ σκιρρούμενον πολὺ μὲν θερμότερον τῆς εὐκράτου φύσεως, οὐ μὴν ἰσχυρῶς γε ἤδη θερμήν.

5.7

ἄρχεται μὲν γὰρ τῶν σκιρρουμένων διάθεσις ἐκ ῥεύματος γλίσχρουτε καὶ παχέος ἐν μικροῖς πόροις τοῦ μορίου σφηνωθέντος. διαφορηθείσης δὲ τῆς ἐν αὐτῷ λεπτομεροῦς ὑγρότητος, εἶτα τῆς ὑπολοίπου ψυχθείσηςτε καὶ οἷον πῆξίν τινα λαβούσης, καλουμένη σκίρρωσις ἕπεται, καὶ διὰ τοῦτο καὶ ψυχρὸν εἶναι τὸ πάθος φασὶν καὶ ἴασις αὐτοῦ διὰ τῶν θερμαινόντων. ἀλλ’ἐπεὶ μετὰ ψύξεως ἦν ὑγρότης περιττὴ, σύνθετον ἔσται καὶ τὸ ἴαμα, διὰ μὲν τὴν ψύξιν τῶν θερμαινόντων δεομένης τῆς διαθέσεως, διὰ δὲ τὴν ἀλλοτρίαντε καὶ περιττὴν ὑγρότητα τῶν ἐκκενούντων. ὅθεν οὐ δὲ θεραπεύεται τῶν σκιρρουμένων οὐδὲν οὔθ’ὑπὸ τῶν σφοδρῶς ξηραινόντων οὔθ’ὑπὸ τῶν ἰσχυρῶς θερμαινόντων οὔθ’ὑπὸ τῶν ταῦτ’ἄμφω δυναμένων. τὰ μὲν γὰρ σφοδρῶς θερμαίνοντα διαφορήσαντα βιαίως τὸ παρακείμενον καὶ περιεχόμενον ἐν τοῖς μορίοις ὑγρὸν, ἀποξηραίνει τὸ ὑπόλοιπον, ὡς ἀνίατον γενέσθαι · τὰ δὲ σφοδρῶς ξηραίνοντα, κᾂν μὴ θερμαίνῃ ταῦτα, οὐ δὲ διὰ μέσου τοῦ κενοῦντος τὸ λεπτομερὲς, ἀλλ’ἄντικρύςτε καὶ κατὰ τὴν ἑαυτῶν φύσιν εἰς ἄκρον ξηρότητος προσάγει τὸ ἐσφηνωμένον ἐν τοῖς σκιρρουμένοις ῥεῦμα. μόνα τοίνυν ὅσα θερμαίνει μὲν, οὐ μὴν σφοδρῶς, ἅμα τῷ μη δὲ ξηραίνειν ἰσχυρῶς ἰᾶται τὰς τοιαύτας διαθέσεις, καὶ καλεῖται τὰ τοιαῦτα φάρμακα μαλακτικὰ, καθ’ἕνα καιρὸν ἄμφω δρῶντα καὶ χέοντα τὸ πεπηγὸς καὶ κατὰ βραχὺ διαφοροῦντα.

5.8

θερμὰ τοίνυν ἐστὶ καὶ οὐ πάνυ τι ξηρὰ πάντα τὰ τοιαῦτα φάρμακα, διαφέροντα τῶν ἐκπυϊσκόντων, τῷ θερμότερα ὑπάρχειν αὐτῶν καὶ ξηρότερα. τὰ μὲν γὰρ σύμφυλόντε καὶ ὁμοιοτάτην ἔχει τοῖς σώμασιν ἡμῶν τὴν θερμότητα, τὰ δὲ μαλάττοντα σφοδρότερα μὲν, οὐ μὴν ὥστε τῷ βιαίῳ τῆς ὁλκῆς καταξηραίνειν τὸ ὑπόλοιπον. ἔτι δὲ τὰ μὲν ἐκπυΐσκσντα τὴν προϋπάρχουσαν ἐν τοῖς σκιρρουμένοις μορίοις ὑγρότητα φυλάττει, τὰ δὲ μαλακτικὰ βραχύ τι μέρος αὐτῆς ἀναλίσκει. καὶ διὰ τοῦτο μυρίων ὄντων τῶν θερμαινόντων καὶ ξηραινόντων φαρμάκων, ὅσα συμμέτρουτε ἅμα θερμότητος μετέχει ἀνάλογόντε ταύτῃ ξηρότητος εὐτύχησε, ταῦτα μόνα μαλακτικὰ τῶν σκιρρουμένων ἐστὶν, οἷον βδέλλιον καὶ στύραξ καὶ χαλβάνη καὶ ἀμμωνιακὸν θυμίαμα καὶ μυελὸς ἐλάφειόςτε καὶ μόσχειος, καὶ στέαρ αἴγειόντε καὶ ταύρειον, ὅσατ’ἄλλα τοιαῦτα. νῦν γὰρ οὐ πρόκειται τὴν ὕλην ἐπεξιέναι πᾶσαν, ἀλλὰ καθόλου μίαν ὑπὲρ ἁπασῶν τῶν τοιούτων δυνάμεων ποιήσασθαι διδασκαλίαν, τί δὴ τὸ καθόλου, περίτε τῶν ἐκπυϊσκόντων καὶ μαλαττόντων ἐστὶ γνῶναι βέλτιον, ὡς τὰ μὲν ἴσην ἀνάπτει θερμότητα τῇ τοῦ ζώου κατὰ φύσιν, ὅσα δὲ μαλάττει, πολὺ πλέονα, καὶ ὡς τὰ μὲν οὐ τῷ ποιῷ τῆς θερμότητος, ἀλλὰ τῷ ποσῷ μᾶλλον ἐνεργεῖν πέφυκεν, ὅσα δὲ τῶν σκιρρουμένων ἐστὶ μαλακτικὰ, τῷ ποιῷ μᾶλλον. ὥσπερ γὰρ εἰ κατὰ τοῦ τῆς ἐκπυήσεως δεομένου μορίου δυνατὸν ἦν ἐπιβεβλημένας ἔχειν ἀεὶ τὰς χεῖρας τι μέλος ἄλλο, τάχιστα ἂν οὕτως διεπύησε, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὸ φάρμακον ὁμοιότατον εἴη τῇ κράσει τοῦ ἀνθρώπου, τάχιστα συμπέψει τὸ δεόμενον εἰς πῦον μεταβληθῆναι. δεῖται δὲ ποτὲ μὲν σὰρξ ὅταν θλασθῇ, ποτὲ δὲ τὴν φλεγμονὴν ἐργαζόμενος χυμός.

5.9

καὶ μέν γε ὡς ἐμπλαστικὸν εἶναι χρὴ τὸ τοιοῦτον φάρμακον, ἵν’ἀκριβῶς διαπυητικὸν, ἤδη μοι καὶ τοῦτο δοκῶ φαίνεσθαι σαφῶς. εἰ γὰρ τὴν οὐσίαν αὐξῆσαι. τῆς ἐμφύτου θερμότητος, οὐκ ἐπιθεῖναι προσήκει τὴν ποιότητα, πεφράχθαι χρὴ τοὺς πόρους τοῦ σώματος, ἵν’ἔνδον ἀποστέγωσι τὰς ἀτμώδεις διαπνοάς. ὡς ὅσα γε τῶν καταπλασμάτων τῷ ῥύπτειν τῷ θερμαίνειν σφοδρότερον ἐπιτρέπει διαφορεῖσθαι τοὺς ἀτμοὺς, ξηραίνει μὲν, οὐ μὴν ἐμπυΐσκει γε. τοιαῦτα δ’ἐστὶ τότε τῶν κριθῶν καὶ τῶν ἐρεβίνθων καὶ τὸ τῆς τήλεως καὶ τὸ τῶν κυάμων ἄλευρον, ἔτι δὲ μᾶλλον τῶν αἰρῶν, ὀρόβων, ἐλύμου, θέρμων, κέγχρου καὶ πάντων τῶν ξηραινόντων. ὑπότε γὰρ τῶν ῥυπτόντων, εἰ καὶ μὴ θερμαίνει σφοδρῶς, ἐκφραττομένωντε καὶ ἀνοιγνυμένων τῶν πόρων συναπέρχεται καὶ τὸ τοῦ μορίου θερμὸν, ὥστε μὴ σώζεσθαι τὴν κατὰ φύσιν αὐτῷ συμμετρίαν · ὑπότε τῶν σφοδρῶς θερμαινόντων ἐκκενοῦται μέντοι καὶ ταύτης οὐκ ὀλίγον, ὑποθερμαίνεται δὲ λοιπὴ, καὶ οὕτω συμβαίνει τὴν μὲν οὐσίαν τῆς ἐμφύτου θερμότητος ἐλάττονα γίγνεσθαι, τὴν ποιότητα δ’ἐπιτείνεσθαι. χρὴ δὲ οὐδέτερον εἶναι τούτων, ἀλλὰ τὸ μὲν ἀτμῶδες καὶ θερμὸν πνεῦμα περιέχεσθαι πλεῖστον, ἀκριβῶς δ’εἶναι σύμμετρον τῇ θερμότητι, τοῦτο γάρ τοι κᾀν τοῖς παισὶν ὑπάρχον πλεῖστον ἅπαντα συναύξει τὰ φυσικὰ τῶν ἔργων. εἰσὶ μὲν οὖν οἳ μη δ’αὐτὸ τοῦτο γιγνώσκουσιν, καὶ πρὸς τῷ μὴ γιγνώσκειν ἐγκαλοῦσιν Ἱπποκράτει, τὰ αὐξανόμενα πλεῖστον ἔχειν εἰπόντι τὸ ἔμφυτον θερμόν. ἀλλ’ἡμᾶς χρὴ μήτε παρακούειν αὐτοῦ καὶ γιγνώσκειν ἔμφυτον εἰρῆσθαι θερμὸν, ὅπερ καὶ πνεῦμα ἑκάστῳ τῶν ζώων ὀνομάζομεν, ὑπὲρ οὗ καὶ Ἀριστοτέλης ἔγραψεν. οὐδὲν δὲ κωλύει καὶ τὴν αἱματικὴν οὐσίαν καὶ ἀερώδη θερμὸν ἔμφυτον ἀκούειν ἅμα τῷ πνεύματι. οἱ μὲν οὖν Στωϊκοὶ ταὐτὸν τοῦτο τὸ πνεῦμα τὴν οὐσίαν τῆς ψυχῆς εἶναι δοξάζουσιν · ἡμεῖς δὲ περὶ οὐσίας ψυχῆς οὔτε πάνυ τι τολμῶμεν ἀποφαίνεσθαι καὶ πρὸς τὰ παρόντα περιττὸν ὑπολαμβάνομεν. ὅτι μέντοι τὸ σύμφυτον πνεῦμα, κᾂν εἰ μὴ τῆς ψυχῆς ἐστιν οὐσία, ἀλλὰ τὸ πρῶτον αὐτῆς ὄργανον ὑπάρχει, φθάνομεν ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν ἀποδεδειχέναι. καὶ δὴ καὶ περιέχεσθαι μὲν ἐν ἅπασι τοῖς τοῦ ζώου μέλεσι τουτὶ τὸ πνεῦμά φαμεν, οὐχ ὅμοιον δ’εἶναι πανταχόθεν, καθάπερ οὐ δὲ τὸ αἷμα ἀναγκαῖον. περιέχεσθαι δὲ κᾀν ταῖς κεναῖς χώραις οὐκ ὀλίγην οὐσίαν αὐτοῦ, μᾶλλον δὲ οἷον ὕλην τινὰ βραχείας μὲν ἔτι μεταβολῆς δεομένην εἰς γένεσιν ἐμφύτου πνεύματος ἠκριβωμένου κατὰ τὰς οἰκείας ποιότητας, ἤδη μέντοι πρός γε τὰ φυσικὰ τῶν ἔργων ἱκανῶς συντελοῦσαν. ἔστι δὲ δήπου τῶν φυσικῶν ἔργων ἕν τι καὶ εἰς τὸ πῦον μεταβολή. πέψις γάρ τίς ἐστι καὶ κατὰ τόδε. χρὴ δ’, οἶμαι, τὸ πνεῦμα φυλάττειν ἔνδον ὡς ἔστι πλεῖστον, ὁπότε πέττειν τι πρόκειται. διαφορεῖται δὲ ὑπότε τῶν ῥυπτόντων, οἷά πέρ ἐστιν τότε τῶν κριθῶν καὶ τὸ τῶν κυάμων ἄλευ ρον, ὑπότε τῶν ξηραινόντων, οἷον ἐλύμουτε καὶ κέγχρου καὶ θέρμων, ὑπότε τῶν θερμαινόντων, οἵαπερ τῆλίς ἐστιν, ἔτι δὲ δὴ καὶ μᾶλλον ὑπότε τῶν θερμαίνειν καὶ ξηραίνειν ἅμα πεφυκότων, οἷον αἰρῶν καὶ ὀρόβων, ἐρεβίνθωντε καὶ ὤχρων. ἐπιτηδειότατον δὲ εἰς πύου γένεσίν ἐστιν τῶν μὲν καταντλουμένων ὕδωρ εὔκρατον ὑδρέλαιον, τῶν δ’ἐπιβρεχομένων ἔλαιον εὔκρατον, καταπλασμάτων δὲ τότε πύρινον ἄλευρον δι’ὑδρελαίου καὶ ἄρτος αὐτὸς, ἕψεσθαι δὲ καὶ τοῦτο χρὴ συμμέτρως. τὸ μὲν γὰρ ἐπιπλεῖστον ἡψημένον ξηραντικώτερόν πώς ἐστι καὶ ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς, τὸ δ’ἔλαττον ἐπὶ τῶν πάνυ θερμῶν καὶ ὡς ἂν εἴποι τις ζεουσῶν. καὶ τὸ μὲν ἐλαίου πλέον ἔχον ἐπὶ τῶν δυσπεπτοτέρων, τὸ δ’ἧττον ἐπὶ τῶν ζεουσῶν · καὶ δὴ καὶ τὸ μὲν ἐξ ἄρτου κατάπλασμα ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς. ἔχει γάρ τοι καὶ ἁλῶν καὶ ζύμης ἄρτος. τὸ δ’ἐξ ἀλεύρου πυρίνου ταῖς θερμοτέραις. αὐτοῦ δ’αὖ πάλιν τοῦ πυρίνου ἀλεύρου μᾶλλον τὸ καθαρὸν καὶ ἄρτου μᾶλλον καθαρὸς ἐκπυΐσκει. τὸ μὲν γὰρ πίτυρον ἧττόντ’ἐστὶ θερμὸν καὶ μᾶλλον ξηρόν · τὸ δὲ καθαρόντε καὶ τρόφιμον ἄλευρον ὑγρόντ’ἐστὶ καὶ θερμόν. ἐδείχθη δὲ τὰ τοιαῦτα συνεργοῦντα πρὸς τὴν τοῦ πύου γένεσιν. οὕτως οὖν καὶ τῶν φαρμάκων τῶν ἐπιτιθεμένων τοῖς φλεγμαίνουσι μέρεσιν, ὅσα θερμάτ’ἐστὶ καὶ ὑγρὰ, συντελεῖ καὶ ταῦτα πρὸς τὴν ἐκπύησιν, οἷον τότε χοίρειον στέαρ καὶ τὸ μόσχειον. τὸ μὲν γὰρ ταύρου καὶ τῆς αἰγὸς ἐδείχθη δριμύτερα, καὶ διὰ τοῦτο ταῖς ψυχροτέραις καὶ σκιρρωδεστέραις φλεγμοναῖς ἐπιτήδεια, τὸ δὲ χοίρειον καὶ μόσχειον αὐταῖς ταῖς ὀνομαζομέναις κυρίως φλεγμοναῖς οἰκειότατον. ἔστι δὲ καὶ τὸ τῶν ἀλεκτρυόνων στέαρ οἰκειότατον, ἔτι δὲ μᾶλλον τὸ τοῦ χηνὸς ἤδη πως διαφορητικώτερον. λεπτομερέστερα γάρ ἐστι ταῖς οὐσίαις, ὥσπερ καὶ τὸ τῶν βοῶν καὶ αἰγῶν, παχυμερέστεράτε καὶ γεωδέστερα. καὶ μὲν δὴ καὶ τὸ τῶν ἀγρίων ζώων πάντων στέαρ δριμύτερόντέ ἐστι καὶ ξηραντικώτερον πολὺ τῶν ἡμέρων, καὶ μάλιστα τὸ τῶν παρδάλεώντε καὶ λεόντων, ὥστ’οὐδὲν τούτων ἐκπυΐσκειν ἐπιτήδειον, ἀλλ’ὡς εἴρηται, τὸ χοίρειόντε καὶ μόσχειον. ἐκπυΐσκει δὲ πίττα καὶ ῥητίνη διηθεῖσαι δηλονότι μετ’ἐλαίου τινὸς ῥοδίνου. χρὴ δὲ κᾀνταῦθα πρὸς τὰς ζεούσας φλεγμονὰς διὰ ῥοδίνου τήκειν αὐτὰς, πρὸς δὲ τὰς ψυχροτέρας διά τινος τῶν θερμαινόντων, οἷόν ἐστι τὸ κίκινον καὶ τὸ ῥαφάνινον καὶ τὸ παλαιὸν καὶ τὸ σικυώνιον. εἰ δὲ καὶ κηρῷ ποτε μόνῳ χρῷ διαπυήσεως ἕνεκα, τῶν ἄλλων μὴ παρόντων, ἔν τινι τῶν θερμαινόντων ἐλαίων καὶ τοῦτον τήκειν. αὐτὸς μὲν γὰρ καθ’ἑαυτὸν ἧττόν ἐστι θερμὸς ὥστε διαπυΐσκειν, ἐπεὶ τό γε ἐμπλάσσειν ἔχει. μόναις οὖν ταῖς ζεούσαις φλεγμοναῖς ἐπιτήδειος ἔν τινι τῶν θερμαινόντων ἐλαίων διηθείς. ὥσπερ δ’οὗτος ἐνδεῖ τῆς συμμετρίας, ὡς πρὸς τὰς μέσας τῇ κράσει φλεγμονὰς καὶ φύσεις ἀνθρώπωντε καὶ μορίων, οὕτως ὑπερβάλλουσι βραχύ τι ῥητίνη καὶ πίττα. καὶ διὰ τοῦτο μιγνύμενα ταυτὶ πάντα τὰ νῦν εἰρημένα διαπυΐσκει συμμέτρως. ἀλλὰ ταῦτα μὲν ἤδη τῆς περὶ φαρμάκων συνθέσεώς ἐστι πραγματείας, ἧς ἐφάψασθαί πως ἠνάγκασεν ἡμᾶς τῆς θεωρίας ἀκολουθία. πάλιν δ’ἐπὶ τὸ προκείμενον ἐπάνειμι. πρόκειται δὲ ἀφορίσαι τὴν καθόλου φύσιν, ὁποία τίς ἐστι, τῶν ἐκπυϊσκόντων. ἐρρέθη δ’ὅτι συμμέτρως εἶναι χρὴ θερμαίνουσάντε καὶ ὑγραίνουσαν αὐτὴν, ὅπερ ἑτέρως ἑρμηνευόμενόν ἐστι μήθ’ὑπερβάλλειν μήτ’ἐνδεῖν τῆς τοῦ μεταβάλλοντος αὐτὸ σώματος κράσεως, ἀλλ’ὡς οἷόντε μάλιστα παραπλήσιον ὑπάρχειν. τὸ δ’ὅτι δυνάμει μὲν τοιοῦτόν ἐστι τὸ διαπυΐσκον φάρμακον, ἐνεργείᾳ δὲ γίγνεται τοιοῦτον ἐν τῷ πλησιάζειν ἡμῖν, εἴρηται πολλάκις ἔμπροσθεν, ἀναμνήσομέντε καὶ νῦν, ὥστε μνημονεύειν αὐτοῦ διὰ παντός. μὲν δὴ κρᾶσις τοιαύτη τις ὑπάρχει τοῦ διαπυΐσκοντος, δὲ σώματος αὐτοῦ σύστασις ἐμπλαστική τίς ἐστιν. μάλιστα δὲ τοῦτο τοῖς γλίσχροις συμβέβηκεν, ὥσπερ τῷ στέατι τῷ χοιρείῳ καὶ βουτύρῳ καὶ λιβανωτῷ καὶ τῷ δι’ἀλεύρου πυρίνου καταπλάσματι. καὶ γὰρ συμμέτρως θερμὰ ταῦτά ἐστι καὶ συμμέτρως ὑγρὰ καὶ γλίσχρα, καὶ διὰ τοῦτο πρὸς τὰς ἐκπυήσεις ἐπιτήδεια. χόνδρος μέντοι ξηραντικώτερος μέν ἐστιν ἀλεύρου πυρίνου, γλίσχρος δ’οὐδὲν ἧττον ἐστιν, εἰ μή τι ἄρα καὶ μᾶλλον, ὅθεν ἐπὶ μὲν τῶν μέσων φλεγμονῶν ἧττον ἐπιτήδειός ἐστιν εἰς ἐκπύησιν. ἐπὶ δὲ τῶν ὑγροτέρων ἀμείνων ἀλεύρου πυρίνου. προέρχεται δ’οὖν ἐπιπλέον ἤδη καὶ ταῦτα τῆς ἐνεστώσης πραγματείας, ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ τὰ μαλακτικὰ τῶν σκιρρουμένων φάρμακα, τοσοῦτον πάλιν κᾀνταῦθα τῆς θεραπευτικῆς ἐφαψάμενοι πραγματείας, ὅσον εἰς τὸ σαφῆ γενέσθαι τὰ λεχθησόμενα συντελέσει. σκίρρον μὲν οὖν ὀνομάζουσι τὸν παρὰ φύσιν ὄγκον ἀνώδυνόντε καὶ σκληρόν. ἔνιοι δ’αὐτῶν ὅταν ἐπὶ πλεῖστον αὐξηθῶσίτε καὶ σκληρυνθῶσιν, οὐκ ἀνώδυνοι μόνον, ἀλλὰ καὶ δυσαίσθητοι καὶ ἀναίσθητοι γίγνονται. γένεσις δ’αὐτῶν ἐκ παχέος καὶ ψυχροῦ χυμοῦ. τοιοῦτοι δ’εἰσὶν ἐν τοῖς τῶν ζώων σώμασι δύο μόνοι, χολὴ μέλαινα καὶ τὸ ὑπερξηρανθὲν φλέγμα. καὶ διὰ τοῦτο καὶ οἱ σκιρρώδεις ὄγκοι πάντως φλεγματικοὶ τὴν οὐσίαν εἰσὶν, μελαγχολικοὶ, ἐξ ἀμφοῖν μικτοί. περὶ μὲν δὴ τῆς διαγνώσεως αὐτῶν οὐ τοῦ παρόντος καιροῦ διελθεῖν · περὶ δὲ τῶν μαλακτικῶν φαρμάκων ἤδη μοι λέγειν καιρὸς, ὡς ἰδίως ὀνομάζουσι μαλακτικὰ τὰ τῶν γεγονότων ὑπὸ φλέγματος ἐξηρασμένου καὶ παχέος χυλοῦ ὄγκων σκιρρωδῶν ἰατικά. συνίστανται δ’οὗτοι μάλιστα περίτε τὰς κεφαλὰς τῶν μυῶν καὶ τοὺς ἐκφυομένους αὐτῶν τένοντας. ὅσα μὲν γὰρ ὑπὸ μελαγχολικοῦ σκιρ’ροῦται χυλοῦ, καρκινώδητε πάντα ἐστὶν καὶ παροξύνονται ὑπὸ τῶν μαλακτικῶν φαρμάκων. ἀλλὰ τούτων μὲν ὅπως χρὴ μεμνῆσθαι, διὰ τῶν τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται γραμμάτων · ὅσα δ’ὑπὸ γλίσχρου καὶ παχέος χυμοῦ παγέντος ἐσκιρρώθη, θερμαινόντων μὲν δεῖται καὶ ξηραινόντων φαρμάκων, οὐ μὴν ἰσχυρῶντε καὶ βιαίων, ἀλλ’ἀρκεῖ τῆς δευτέρας μὲν καὶ τῆς τρίτης ἐνίοτε τάξεως τῶν θερμαινόντων, τῆς πρώτης δ’εἶναι τῶν ξηραινόντων αὐτά. πλάτους δ’ὑπάρχοντος οὐ μικροῦ κατὰ τὸ μᾶλλόντε καὶ ἧττον ἐν τοῖς ἐσκληρυμμένοις σώμασιν ἀνάγκη δήπου καὶ τῶν ἰωμένων αὐτὰ φαρμάκων οὐκ ὀλίγον εἶναι τὸ πλάτος, οἷον αὐτίκα καὶ τὸ αἴγειόν ποτε στέαρ ὠφέλησε τὰ οὕτως ἐσκληρυμμένα καὶ τὸ τῆς ἀλεκτορίδος. ἀλλὰ ταῦτα μὲν ἀσθενέστερά ἐστι καὶ τὰς μετρίας μαλάττει σκληρότητας, ἰσχυρότερον μέντοι τῶν ἀλεκτορίδωντε καὶ ἀλεκτρυόνων τὸ χήνειόν ἐστι, τοῦ δὲ τῶν αἰγῶν τὸ τράγειον ἰσχυρότερόντε καὶ τὸ ταύρειον, ἀλλ’ἧττον τοῦ τραγείου. καὶ μὲν δὴ καὶ ἐλάφειος μυελὸς ἱκανῶς μαλάττει, καὶ μετ’αὐτὸν μόσχειος. θερμὰ γὰρ ἐστι πάντα τὰ τοιαῦτα φάρμακα καὶ μετρίως ξηρὰ, καὶ πολύ γε μᾶλλον θερμαίνειν πέφυκεν ξηραίνειν. ὅθεν εἰ καί τις αὐτὰ θερμὰ καὶ ὑγρὰ ταῖς δυνάμεσιν εἴποι ποτὲ, συγχωρητέον · ὀλίγον γὰρ ἀφέστηκε μήτε ξηραινόντων μήθ’ὑγραινόντων. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις, ἀλλ’ἰσχυρότερα, τότ’ἀμμωνιακὸν θυμίαμα καὶ στύραξ καὶ χαλβάνη καὶ τὸ βδέλλιον τὸ Σκυθικόν. καλλίω δ’ἐξ αὐτῶν εἰς τὸ μαλάττειν τὰ νέα · παλαιούμενα γὰρ ἰσχυροτέρως χρὴ ξηραίνει. τοῦτο μέν γε καὶ μυελὸς καὶ στέαρ ἔχουσι. καὶ γὰρ καὶ ταῦτα παλαιούμενα δριμύτερα γίγνεται σφῶν αὐτῶν καὶ ξηρότερα. καὶ μὲν δὴ καὶ τὸ Σικυώνιον ἔλαιον ἐκ τοῦ γένους ἐστὶ τούτου, καὶ τὸ παλαιὸν οὐχ ἥκιστα, καὶ τῶν σκευαζομένων τὸ σούσινον. ἀλλὰ γὰρ οὐ περὶ τῶν συνθέτων λέγειν ἐν τῷδε πρόκειται. ἔπειτα καὶ ἀλθαίας ῥίζα καὶ ἀγρίου σικύου καὶ ἄλλα ἄττα φυτὰ καθεψηθέντα τὰ μὲν ἐν ἐλαίῳ, τὰ δὲ ἐν ὕδατι τῆς τῶν φαρμάκων γίγνεται τῶν μαλακτικῶν δυνάμεως, ὥσπερ οὖν καὶ τῆς ἀγρίας μαλάχης τὰ φύλλα, καὶ ὠμὰ καὶ ἑφθά. τοῦτο μὲν οὖν ἐστιν ἁπλοῦν φάρμακον, ὥσπερ τὸ στέαρ τὸ χοίρειον, τὸ παλαιωθέν. οὐ χρὴ δὲ ἔχειν ἁλῶν οὐ δὲ τοῦτο, καθάπερ οὐ δὲ τἄλλα ὅσα μαλάττει · ξηραίνουσι γὰρ σφοδρῶς οἱ ἅλες. ὅσα δ’ἄλλα μαλάττειν πέφυκεν, ἁπλᾶτε καὶ σύνθετα φάρμακα, λεχθήσεται γὰρ αὖθις κἀκεῖνα, θερμὰ μέν ἐστιν ἐκ τῆς δευτέρας τρίτης ἐνίοτε τάξεως, ἀτρέμα δὲ ξηρά. χρὴ μέν τι καὶ τούτοις ἐμπλαστικὸν ὑπάρχειν, ὥσπερ καὶ τοῖς διαπυητικοῖς, ἀλλ’ὅσῳ κενωτικώτερα προσῆκεν ὑπάρχειν αὐτὰ, τοσούτῳ καὶ ἧττον ἐμπλάττεσθαι τοῖς πόροις.

5.10

μὲν δὴ τῶν μαλαττόντων φαρμάκων δύναμις αὐτάρκως μοι δεδήλωται, περὶ δὲ τῶν σκληρυνόντων ἐφεξῆς δίειμι. χρὴ τοίνυν εἶναι ταῦτα ψυχρὰ καὶ ὑγρὰ, καθάπερ ἀείζωόντέ ἐστι καὶ ἀνδράχνη καὶ ψύλλιον τ’ἐπὶ τῶν τελμάτων φακὸς, τὸ στρύχνον, τοῦτο μὲν οὐ δὲ ὑγρόν ἐστι τὴν κρᾶσιν, ἀλλὰ μέσον ὑγραίνοντος ἁπλῶς καὶ ξηραίνοντος ἐξ ἐναντίων συγκείμενον δυνάμεων, ὑγραινούσηςτε καὶ ξηραινούσης, ὅτι καὶ διττῆς οὐσίας μετέχει, γεώδουςτε καὶ ὑδατώδους. ἀλλ’οὐ πρόκειταί μοι νῦν ἐπὶ τὴν κατὰ μέρος ὕλην ἀπάγειν τὸν λόγον, ἀλλὰ τὰς γενικὰς μόνον ἀφορίσασθαι δυνάμεις. εἰ μὲν δή τι καὶ ψύχει καὶ ξηραίνει, σκληρύνει μὲν καὶ τοῦτο πάντως, ἀλλ’οὐκ ἔστι τῶν ἰδίων σκληρυντικῶν. πήξει γὰρ μᾶλλον κενώσει τὸ σκληρὸν γίγνεται σῶμα, καθότι καὶ πρόσθεν ἐλέγομεν. εἴ τι δὲ ἐκ τοῦ τὴν σύμφυτον ὑγρότητα μὴ κατέχειν σκληρυνθῇ, ξηρὸν μᾶλλον τοῦτο προσαγορεύομεν σκληρὸν, καὶ ἴασις αὐτοῦ δίανσίςτε καὶ ὕγρανσίς ἐστι, καὶ οὐ μάλαξις, ὥσπερ καὶ τοῦ συντεταμένου μὲν ἴασις χάλασίς ἐστι, τοῦ κεχαλασμένου δὲ σύντασις.

5.11

ταῦτα δὲ ὁρᾶται σαφῶς πῶς ἐστι καὶ ἐπὶ τοῦ δέρματος μὲν, ὥσπερ καὶ πρὸς Ἱπποκράτους εἴρηται, δέρματος σκληροῦ μάλθαξις, συντεταμένου δὲ χάλασις, οὐ μὴν ἀλλὰ κᾀπὶ τῶν ἄρθρων πολλάκις. μὲν οὖν χάλασις ὑγρανθέντων ἀμέτρως τῶν ἀμφ’αὐτὰ συνδέσμων ἀποτελεῖται καὶ τῶν τενόντων, δὲ σύντασις οὐκέθ’ἁπλῶς, ἀλλ’εἴ τι ξηραινομένων ἐπιπλέον, ψυχομένων, φλεγμαινόντων, σκιρρουμένων. κατ’ἄρθρα μὲν οὕτως · ἐπὶ δὲ τοῦ δέρματος οὐχ οὕτω μόνον, ἀλλὰ καὶ τῶν ἐντὸς αὐτοῦ μυῶν καθ’ὁντιναοῦν τρόπον εἰς ὄγκον αὐξανομένων, ὥστε καὶ διὰ πολυσαρκίαν τισὶν ἐκτείνεται πολλάκις. ὅτι δὲ κᾀν ταῖς φλεγμοναῖς ταὐτὸ τοῦτο πάσχει λέλεκται πρόσθεν, ὅθεν οὔθ’ἁπλῶς ἕν τι τῶν χαλαστικῶν ἐστιν εἶδος βοηθημάτων, ἀλλὰ τὰ μὲν ὑγραίνοντα χαλᾷ, τὰ δὲ θερμαίνοντα, τὰ δὲ μαλάττοντα, τὰ δὲ κενοῦντα, τὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους καθαίροντα, τὰ δέ τινα τούτων κατὰ συζυγίαν ἐργαζόμενα. Θεσσαλὸς δὲ καὶ οἱ ἀπ’αὐτοῦ σχεδὸν ἅπαντες ὥσπερ ἐν ἄλλοις πολλοῖς, οὕτω κᾀν τούτοις συγχέουσι καὶ τὰς προσηγορίας καὶ τὰ πράγματα, τὸ ἐπελθὸν ἀβασανίστως γράφοντες · ὅθεν καὶ ἡμῖν, ἐπειδὰν τὰ προκείμενα συντελέσωμεν, ἀναγκαῖον ἴσως γράψαι ποτὲ πρὸς αὐτούς. ἐν δὲ τῷ παρόντι τὰ συνεχῆ τοῖς εἰρημένοις διερχώμεθα, τὴν ἀρχὴν αὖθις ἀπὸ τῶν ἐμπλαστικῶν ὀνομαζομένων ποιησάμενοι φαρμάκων, ἐπειδὴ καὶ περὶ αὐτῶν εἴρηται συχνάκις. συνελόντι μὲν οὖν εἰπεῖν ἐμπλαστικόν ἐστι φάρμακον ὅπερ ἂν ἐμπλάσσηται δυσαπολύτως τοῖς κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου πόροις. εἴρηται δέ μοι περὶ τῆς φύσεως ὧν ἡμεῖς ὑποτιθέμεθα πόρων αὐτάρκως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν. ἀπεδείχθη δὲ ἐν τῷ πρὸ τοῦδε ὡς καὶ ἄδηκτον εἶναι χρὴ πάντως τὸ ἐμπλαστικὸν φάρμακον. εἰ γάρ τι προσείη δακνῶδες αὐτῷ, μένειν οὐ δυνήσεται κατὰ τοὺς πόρους, ἀλλ’ἐκκριθήσεται ῥᾳδίως, περιτῆξάν τι τῶν μορίων, πάντως ἐπισπασάμενον ἐκ τοῦ βάθους ὑγρότητα. δῆλον δὲ ὡς καὶ τῇ συστάσει γεῶδες, γλίσχρον γε πάντως εἶναι χρὴ τὸ ἐμπλαστικόν.

5.12

ἀλλὰ περὶ μὲν τούτων καὶ πρόσθεν αὐτάρκως εἴρηται. τὸ δ’ἐναντίον αὐτῷ λέγοιτο μὲν ἂν ἐκκαθαρτικὸν, ἐκφρακτικὸν τῶν πόρων, ὥσπερ γε καὶ αὐτὸ τὸ ἐμπλαστικὸν οὐκ ἐμπλαστικὸν μόνον, ἀλλὰ καὶ ἐμφρακτικόν. εἴη δ’ἂν ὥσπερ τοῖς ἔργοις ἐναντίον, οὕτω καὶ τῇ φύσει τοῦ σώματος οὔτε γλίσχρον οὔτε ἄδηκτον, ἀλλὰ νιτρῶδέςτε καὶ λεπτομερές. ἐν γὰρ δὴ τῷ μᾶλλόντε καὶ ἧττον ἀλλήλων διαφέρει, τῷ γένει τῆς οὐσίας οὐ διαφέροντα, τάτ’ἐμπλαστικὰ τῶν ῥύπον ἐπιτρεφόντων καὶ τὰ τῶν πόρων ἀνακαθαρτικὰ τῶν ῥυπτικῶν. ὅσα μὲν γὰρ τὸν ἐπιπολῆς ἀφαιρεῖ ῥύπον, εἴτ’οὖν ἑλκῶν εἴτε καὶ τοῦ δέρματος αὐτοῦ, ῥυπτικὰ προσαγορεύεται · τὰ δὲ καὶ τοὺς πόρους ἐκκαθαίροντα λεπτομερέστεράτέ ἐστιν τούτων καὶ τοῖς ἐμπλαστικοῖς ἐναντία, καὶ διὰ τοῦτο ἐκφρακτικάτε καὶ καθαρτικὰ τῶν πόρων ὀνομάζεται. ἔστι δὲ ταῦτα νιτρώδητε καὶ πικρὰ, καὶ κατὰ μὲν τοῦ δέρματος ἔξωθεν ἐπιτιθέμενα τὴν νιτρώδη ποιότητα μόνον ἀκριβῆ κεκτῆσθαι δεῖται πρὸς τὸ δύνασθαι δρᾷν ἅπερ εἴρηται, εἴσω δὲ τοῦ σώματος λαμβανόμενα, κᾂν εἰ στύψεώς τι μετέχῃ, δύναιτ’ἂν εἶναι καὶ οὕτως ἔτι καθαρτικάτε καὶ διαρρυπτικὰ τῶν μειζόνων πόρων, οἷοίπερ κᾀν τοῖς ἀγγείοις εἰσίν. ἔξωθεν μὲν γὰρ σμικρότης τῶν πόρων ὑπὸ τῆς στύψεως τυφλοῦσθαι φθάνουσα, πρὶν ἐκκαθαρθῆναι καλῶς, οὔτε παραδέχεται τοὐντεῦθεν ἔτι τὴν ῥυπτικὴν οὐσίαν εἰς τὸ βάθος οὔτ’ἐκκαθαίρεται. τὰ δὲ κατὰ τὴν γαστέρα μόρια πάντα καὶ τὰ καθ’ἧπαρ καὶ σπλῆνα καὶ τἄλλα πάντα σπλάγχνα μεγίστους ἔχοντα πόρους ἐν αὑτοῖς εἰς ῥώμην τῶν ἀγγείων ὠφελεῖται πλέον εἰς τὴν τῶν στομάτων σμικρότητα βλάπτεται. καὶ διὰ τοῦτο ἔνδοθεν μὲν ἀψίνθιον διακαθαίρειν πέφυκεν, ἔξωθεν δ’οὔ. σύνθετον δὲ ὑπάρχει, ὡς εἴρηται πρόσθεν, ἐκ πικρᾶς καὶ στρυφνῆς δυνάμεως · οὐκοῦν οὐ δὲ τὰ κατὰ μέρος δέομαι προσγράφειν οὐδὲν τῶν τοιούτων φαρμάκων. ὅσα γὰρ ἂν εὑρίσκῃς νιτρώδη καὶ πικρὰ, ταῦτ’ἐκκαθαίρειν ἴσθι δυνάμενα τοὺς πόρους πάντας · ῥύπον δὲ ἑλκῶν, καὶ τοῦ δέρματος, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ μετριώτερα ταῖς δυνάμεσιν ἀφαιρεῖν πέφυκεν, οἷάπερ ἐστι τὰ λεπτομερῆ γλυκέα, καθάπερ τὸ μέλι καὶ τῶν σιτηρῶν σπερμάτων ἔνια, καθάπερ ὄροβοι καὶ κύαμοι καὶ κριθαὶ καὶ θέρμοι. καίτοι κᾀν τούτοις αὐτοῖς τὸ μὲν τῶν κυάμων καὶ τῶν κριθῶν ἄλευρον ἀπορύπτει μόνον, οὐ μὴν ἐκφράττει γε τοὺς πόρους. τὸ δὲ τῶν ὀρόβωντε καὶ θέρμων, καὶ μάλισθ’ὅταν ὦσι πικροὶ, πρὸς τὸ ῥύπτειν ἤδη τι καὶ τῶν πόρων ἐκκαθαρτικὸν ἔχει. παραπλήσιον δὲ καὶ τοῖς ἀμυγδάλοις συμβέβηκεν. καὶ γὰρ καὶ τούτων ὅσα μέν ἐστι πικρὰ, καὶ ῥύπτει καὶ διακαθαίρει τοὺς πόρους, ὅσα δὲ ἐδώδιμα, ῥύπτει μὲν, οὐκ ἐκφράττει δέ. τὸ μέντοι τῆς ἀκαλήφης σπέρμα καθαίρει τοὺς πόρους ὁμοίως τοῖς πικροῖς ὀρόβοιςτε καὶ ἀμυγδάλοις. ἐκ ταὐτοῦ δ’ἐστὶ γένους δηλονότι καὶ σκίλλα καὶ ἴρις, ὅσατ’ἄλλα, καθάπερ εἴρηται, κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα. καὶ γὰρ καὶ τὸ νίτρον αὐτὸ καθ’ἑαυτὸ καὶ τὸ ἀφρόνιτρον τ’ἀφρὸς τοῦ νίτρου καὶ τὸ σέριφον καὶ τὸ ἀβρότονον, ὅσατ’ἄλλα τοιαῦτα σὺν ἐδέσμασίτε καὶ πόμασι λαμβανόμενα τῆς αὐτῆς ἐστι δυνάμεως. εὐθὺς δὲ τούτοις ὑπάρχει πᾶσι καὶ λεπτυντικοῖς εἶναι παχέωντε καὶ γλίσχρων χυμῶν, ὥσπερ τοῖς ἐμπλαστικοῖς ἅπασι, παχεῖς καὶ γλίσχρους ἐργάζεσθαι τοὺς κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου χυμούς. ὥστ’οὐ δὲ τῶν ἐκ θώρακόςτε καὶ πνεύμονος ἤτοι φλεγματωδῶν, γλίσχρων, πύου τμητικώτερα καὶ λεπτυντικώτερα καὶ πρὸς τὴν ἀναγωγὴν ἐπιτηδειότερα δύναιο ἂν εὑρεῖν ἕτερα πρὸ τούτων φάρμακα. τοῖς δ’αὐτοῖς τούτοις καὶ τὰς καθ’ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν ὑπάρχει καὶ τὰς κατὰ σπλῆνα τὰς μετρίας · αἱ δ’ἰσχυρότεραι σφοδροτέρων φαρμάκων προσδέονται, καππάρεως φλοιοῦ καὶ μυρίκης ῥιζῶν, σκολοπενδρίουτε καὶ σκίλλης καὶ τῆς δι’αὐτὸ δὴ τοῦτο προσαγορευομένης ἀσπλήνου πόας. διαφόρως δὲ καὶ αὐτοῖς τούτοις ἐστὶ χρηστέον ἐφ’ἑκάστου τῶν σπλάγχνων · ἐπὶ μὲν ἥπατος αὐτοῖς καθ’ἑαυτὰ μόνοις, ἐπὶ δὲ σπληνὸς ὄξει μιγνύντας ἐναφέψοντας, ἐπὶ δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα καὶ μελικράτῳ καὶ πτισάνῃ καὶ ὀξυμέλιτι καὶ τῶν οἴνων τοῖς γλυκέσιν. ἔστι δὲ καὶ ταῦτα τῆς θεραπευτικῆς ἤδη μεθόδου · διὸ καὶ παρίημι τό γε νῦν ἔχον τοὺς ὑπὲρ αὐτῶν λογισμούς. ἔντε γὰρ ἐκείνῃ τῇ πραγματείᾳ κᾀν τῇ περὶ συνθέσεως φαρμάκων εἰρήσονται.

5.13

ἅπερ δ’ἐστὶν ἀναγκαῖον ἔτι προσεπισημήνασθαί με τοῖς λεγομένοις εἰρήσεται μόνον, ὡς ἐπειδὰν πλέονα οὔρησιν κινῆσαι βουληθῶμεν, οὐ πάνυ τι τοῖς εἰρημένοις φαρμάκοις χρηστέον ἐστὶν, ἀλλὰ τοῖς δριμυτέροιςτε ἅμα καὶ μᾶλλον θερμαίνουσιν. εἴρηται γὰρ ἔμπροσθεν ὡς τὸ δριμὺ πᾶν θερμόν ἐστιν. ἔστι δὲ τοιαῦτα σελίνου σπέρμα καὶ πετροσελίνου καὶ μαράθρου καὶ δαύκου καὶ ἀγριοσελίνου καὶ σμυρνίου, καὶ δὴ καὶ τὸ σέσελι καὶ τὸ ἄμμι καὶ τὸ φοῦ καὶ τὸ μέον, ἄσαρόντε καὶ ἄκορον, ὑφ’ὧν οὐ λεπτύνεται μόνον, ἀλλὰ καὶ χεῖται καὶ διακρίνεται τὸ αἷμα παραπλησίως τῷ γάλακτι, τοῦ μὲν ὀρρώδους καὶ λεπτοῦ ἀποχωριζομένου καθ’ἑαυτὸ, τοῦ δ’αὖ παχυτέρου συνισταμένουτε πρὸς ἑαυτὸ καὶ ἀκριβῶς ἑνουμένου. πρὸς γὰρ δὴ τὸ ῥᾳδίως ἐπισπᾶσθαι τοὺς νεφροὺς ὅσον ὑδατῶδέςτ’ἐστὶ καὶ λεπτὸν καὶ ὀρρῶδες ἐν αἵματι ταῦτ’ἄμφω συντελεῖ, χύσις μὲν αὐτοῦ τοῦ αἵματος ὅλου τὸ πρῶτον, ἐφεξῆς δ’αὐτῇ διάκρισις, ὧν οὐδὲν ἄνευ θερμότητος ἰσχυρᾶς ἐνδέχεται γενέσθαι. καὶ διὰ τοῦτο ταῖς ἐκ τοῦ θώρακος ἀναπτύσεσιν τοῦ πύου τὰ τοιαῦτα πάντα ἀντιπράττει. φύσις γὰρ αὐτῶν, ὡς εἴρηται νυνὶ, θερμαντικήτε καὶ ξηραντικὴ καὶ προσέτι συνακτικήτε καὶ διακριτικὴ, συναγομένου μὲν εἰς ταὐτὸ τοῦ παχέος, ἀποκρινομένου δὲ καὶ διακρινομένου κατὰ τὴν τοῦδε σύνοδον ὅσον ἂν ὀρρῶδέςτε καὶ λεπτὸν ἐμφέρηται τῷ αἵματι. τοῦτο μὲν οὖν οἱ νεφροὶ φθάνουσιν ἐφ’ἑαυτοὺς ἕλκοντες, τὸ δὲ συνιστάμενόντε καὶ ἀποξηραινόμενον οὐκέτι εὐπετῶς ἀναπτύεται. καὶ διὰ τοῦτο, καθάπερ ἀρτίως ἐλέχθη, τμητικὸν μὲν εἶναι χρὴ τὸ τοιοῦτον φάρμακον, οὐ μὴν ἐπιφανῶς γε θερμὸν, ἵνα μὴ ξηραίνῃ σφοδρῶς, δίδοσθαίτε σὺν τοῖς ὑγραίνουσι ῥοφήμασίτε καὶ πόμασι τῆς αὐτῆς χρείας ἕνεκα. τὰ μέντοι τοὺς νεφροὺς ἐκκαθαίροντα τμητικὰ μὲν ὁμοίως ἐστὶ, δεῖ δ’εἰς οὐδὲν ὑγρότητος δαψιλοῦς. ὅσα δὲ τὰς ἐν αὐτοῖς πωρώδεις συστάσεις ἐπιτήδεια τέμνειν ἐστὶν, τμητικὰ μὲν ἱκανῶς ὑπάρχει καὶ ταῦτα, θερμότητος δ’ἥκιστα μετέχει · συνίστησι γὰρ ἀποξηραίνουσα τὸν πῶρον θερμότης, οὐ τέμνει καὶ διαιρεῖ. τὰ δ’ἧττον θερμὰ μετὰ τοῦ τέμνειν δύνασθαι βελτίω, καθάπερ αἵτε ῥίζαι τῶν βασιλικῶν ὀνομαζομένων ἀσπαράγων, αἵτε τοῦ βάτου, καὶ τὸ κέστρον καὶ τὸ πόλιον, ὦχράτε καὶ ὕαλος κεκαυμένη, καὶ τὸ διὰ τῆς σκίλλης ὄξος, ὅσατ’ἄλλα τοιαῦτα. Θεσσαλὸς δ’ σκαιότατος ὥσπερ εἰς τἄλλα τῆς τέχνης ὑβρίζει πλημμελῶς, οὕτω καὶ ταῦτα διασύρειν ἐπιχειρεῖ, μηδὲν εἶναι νομίζων φάρμακον ἰδίως ἡπατικὸν, νεφριτικὸν, πλευριτικόν.

5.14

ἀλλὰ τὰ μὲν ἐκείνου πλημμελήματα δι’ἑτέρων γραμμάτων ἐπεδείξαμεν · ἐν δὲ τῷ παρόντι λόγῳ τὰς ὑπολοίπους τῶν ἁπλῶν φαρμάκων ἐξηγησόμεθα δυνάμεις, ἀπὸ τῶν ἀραιωτικῶντε καὶ ἀναστομωτικῶν αὖθις ἀρξάμενοι. δοκεῖ γὰρ δὴ καὶ ταῦτα πλησιάζειν μέν πως τοῖς προειρημένοις, ὅσα ῥύπτειν καὶ τέμνειν ἐκφράττειντε καὶ διαιρεῖν ἔφαμεν, οὐ μὴν πάντῃ γε ὡμοιῶσθαι. πρῶτον μὲν οὖν καὶ τούτων τὰς ἐννοίας διοριστέον, εἶθ’οὕτως τὰς οὐσίας ζητητέον. ὅσα μὲν δὴ τοὺς κατὰ τὸ δέρμα πόρους ἀνοίγνυσιν ἀραιωτικὰ προσαγορεύουσιν, ὅσα δὲ τὰ στόματα τῶν ἀγγείων, ἀναστομωτικά. καὶ δὴ καὶ τῶν ἐναντίων αὐτοῖς, εἰ μέν τι συνάγει τοὺς πόρους, πυκνωτικὸν ὀνομάζουσιν, εἰ δέ τι κλείει τὸ στόμιον, ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν ὀνόματι, γενικωτέροις δέ τισι συνάγοντε καὶ κλεῖον καὶ σφίγγον καὶ στεγνοῦν ὀνομάζοντες, δὲ φύσις ἑκατέρων ἐστὶν τῶν μὲν ἀραιωτικῶν μετρίως θερμὴ καὶ ἥκιστα ξηραίνουσα καὶ λεπτομερὴς, τῶν δ’ἀναστομωτικῶν παχυμερὴς, δριμεῖα καὶ δηκτική · τῶν δ’ἐναντίων αὐτοῖς μὲν πυκνωτικὴ ψυκτικὴ μὲν, οὐ μὴν οὔτε γεώδης οὔτε ἀερώδης, ἀλλ’ὑδατώδης μᾶλλον, δὲ τὰς ἀναστομώσεις κλείουσα παχυμερὴς, ψυχρά. παράδειγμα δὲ τούτων · ἀραιωτικῆς μὲν φύσεως χαμαίμηλόντε καὶ ἀλθαία καὶ τὸ δι’αὐτῶν ἔλαιον, οὐχ ἥκιστα δὲ καὶ τὸ διὰ τῶν ἀγρίων σικύων. ἀλλὰ καὶ τὸ παλαιὸν καὶ τὸ κίκινον καὶ τὸ ῥαφάνινον ἔλαιον ἐκ τῆς αὐτῆς ἐστιν ἰδέας. ἀναστομωτικῆς δὲ δυνάμεως ὅσα δριμέατέ ἐστιν καὶ γεώδη πάντα, κυκλάμινος, σκόροδα, κρόμμυα, τῶν ταύρων αἱ χολαί. τῶν μύρων ἁπάντων παχυμερῶντε ἅμα καὶ θερμῶν αἱ ὑποστάσεις, οἷόν περ καὶ τὸ ἴρινόν ἐστιν καὶ τὸ ἀμαράκινον, δὴ καὶ τὰς τυφλωθείσας αἱμορροΐδας ἀναστομοῖ. τὰ δέ γε τὸ τῆς μήτρας στόμιον ὑπὸ φλεγμονῆς τινος ξηρότητος σκίρρου μεμυκὸς ἀναστομοῦν λεγόμενα κατὰ συμβεβηκὸς ἂν, οὐ πρώτως οὐ δὲ καθ’ἑαυτὰ τοιαῦτα ἂν εἴη τινὸς δυνάμεως, ὥσπερ οὐ δ’ὅσα μεμυκότων ὑπὸ φλεγμονῆς ἤτοι χειλῶν βλεφάρων μυκτήρων φάρυγγος πόσθης ἕδρας τινος ἑτέρου τοιούτου στόματος ὀργάνου τὴν φλεγμονὴν ἰασάμενα, καὶ τὴν μύσιν ἐπηνωρθώσαντο. καὶ γὰρ καὶ ταῦτα φλεγμονῆς εἶναι λυτικὰ λέγοιντ’ἂν, ἀναστομωτικὰ δ’οὐδαμῶς ἁμαρτάνει δ’ἐν αὐτοῖς Διοσκουρίδης, ἀναστομωτικῆς ἐνίοτε λέγων εἶναι δυνάμεως ἤτοι χαλαστικόν τι φάρμακον μαλακτικὸν ὑγραντικὸν φλεγμονῆς λυτικόν. αἱ μὲν δὴ τῶν ἀραιωτικῶντε καὶ τῶν ἀναστομωτικῶν οὐσίαι τοιαίδε. τῶν δ’ἐναντίων αὐταῖς μὲν τῶν πυκνωτικῶν ὕδατόςτέ ἐστι τοῦ ψυχροῦ καὶ ἀειζώου καὶ ἀνδράχνης καὶ τριβόλου χλωροῦ καὶ ψυλλίου καὶ τῆς πόας ἣν μυὸς ὦτα προσαγορεύουσιν, καὶ φακοῦ τοῦ ἀπὸ τῶν τελμάτων, καὶ ἁπλῶς εἰπεῖν ὅσα ψύχει μὴ στύφοντα. διὸ καὶ μανδραγόρας καὶ κώνειον, ὑοσκύαμόςτε καὶ μήκων, αὐτὰς δὲ λέγω νῦν τὰς πόας, εἰ μὲν μετρίως τις χρήσαιτο, πυκνωτικαὶ ταῖς δυνάμεσιν ὑπάρχουσιν · εἰ δ’ἐπὶ πλέον, οὐ πυκνωτικαὶ μόνον, ἀλλ’ἤδη καὶ ναρκωτικαί · εἰ δ’ἐπὶ πλεῖστον, οὐκέτι ναρκωτικαὶ μόνον, ἀλλ’ἤδη καὶ νεκρωτικαί. δὲ τῶν ἐναντίων τοῖς ἀναστομωτικοῖς οὐσία, παχυμερὴς οὖσα καὶ ψυχρὰ, τῶν στυφόντων ἁπάντων ἐστὶ χωρὶς ἐπὶ μίκτον δριμύτητος. εἴρηται δὲ τῆς ὕλης αὐτῶν ἱκανὰ παραδείγματα κατὰ τὸ δʹ γράμμα, δι’οὗ καὶ τὴν οὐσίαν ἐξήγημαι τῶν τοιούτων φαρμάκων, γεώδη καὶ ψυχρὰν οὖσαν. οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰ μόνη συνάγειν καὶ κλείειν πέφυκε τὰ παρὰ φύσιν ἀναπεπταμένα τῶν ἀγγείων στόματα · μόνῃ γὰρ αὐτῇ πάνθ’ὅσα δεῖται τὰ συναχθησόμενα πάρεστι, διὰ μὲν τὸ παχυμερὲς τῆς συστάσεως ἔξωθεν μὲν προσπιπτούσῃ, διεξέρχεσθαι δὲ τοὺς λεπτοὺς πόρους ἀδυνατούσῃ, διάτε τὴν ψύξιν εἴσωτε πιλούσῃ καὶ συναγούσῃ πανταχόθεν εἰς ἑαυτὰ τὰ πλησιάζοντα · διότι δὲ ξηραίνει, τοιοῦτον γὰρ ἐδείχθη πᾶν τὸ στῦφον, ἐκβοσκουμένητε τὴν ἰκμάδα καὶ τονοῦσα τὸ μόριον. ἀλλ’εἴπερ ἅπαντα συνέλθῃ ταῦτα, κλεισθήσεται τὸ στόμιον ὡς ὑπὸ δακτύλων τινῶν ἔξωθεν τῶν μορίων τῆς στυφούσης οὐσίας συναγόμενον. ὅσα δὲ τῶν φαρμάκων ψυχρὰ μέν ἐστιν ὁμοίως μᾶλλον, ὑδατώδη δ’ἐστὶ ταῖς οὐσίαις, ἀσθενῶς τὰ τοιαῦτα καὶ συνάγειτε καὶ σφίγγει διὰ μαλακότητα. δεῖται γάρ τινος ἰσχύος ἀντιβατικῆς καὶ σκληρᾶς ἅπαν τὸ μέλλον πιλήσειντε καὶ συνάξειν ὁτιοῦν ἰσχυρῶς, ἣν οὐκ ἔχοντα τὰ ὑδατωδέστερα ταῖς οὐσίαις φάρμακα τοὺς μὲν λεπτοὺς πόρους ἐν ἑκάστῳ σώματι συνάγει καὶ πυκνοῖ, τὸ δ’ὅλον ὄργανον ἀδυνατεῖ σφίγξαι πανταχόθεν, ὥστ’εὐλόγως τὰ τοιαῦτα πυκνωτικὰ μέν ἐστι, στεγνωτικὰ δὲ οὐκ ἔστιν. ἄκουε δέ μου νῦν στεγνωτικὰ λέγοντος ὅσα τὰς αἰσθητικὰς ἐκκρίσεις ἐπέχει. καὶ γὰρ τὸ στεγνωτικὸν σῶμα, τὸ στέγον ἐν αὑτῷ καὶ μηδὲν ἔξω μεθιὲν αἰσθητῶς, ὑπὸ τῶν Ἑλλήνων προσηγόρευται στεγνόν. ταυτὶ μὲν οὖν τοιαῦτα ταῖς κράσεσίτ’ἐστὶ καὶ ταῖς δυνάμεσιν · τὰ δὲ ἀραιωτικὰ θερμαίνει μὲν πάντως · οὐ δὲ γὰρ ἂν ἄλλως δύναιτο διαχέαιτε ἅμα καὶ χαλάσαι τὴν οὐσίαν, οἷς ἕπεται τὸ καὶ τοὺς πόρους εὐρυνθῆναι · χρὴ μέντοι μήτ’ἄγαν αὐτὰ θερμὰ ταῖς κράσεσιν εἶναι, δριμέα γὰρ ἤδη ταῦτα καὶ φρίττειν ἀναγκάζει, μήτε ξηραντικά. καὶ γὰρ καὶ ταῦτα συντηκτικάτ’ἐστὶ καὶ ὀδυνηρὰ τῶν αἰσθητικῶν σωμάτων.

5.15

ὅσα τοίνυν ἀλύπως θερμαίνει, ταῦτα ἀραιωτικὰ μόνον ὑπάρχει τῶν πάντων · εἰ δὲ μὴ θερμὰ μόνον, ἀλλὰ καὶ παχυμερῆ ταῖς συστάσεσιν εἴη, σφοδρὰ μὲν ὑπάρχοντα καὶ καυστικὰ συντήκειτε τὰ σώματα δίκην πυρὸς, ἐσχάραςτε πολλάκις ὁμοίας ταῖς ἀπὸ τῶν καυστήρων ἐργάζεται. ἧττον δ’ ὥστε καίειν θερμαίνοντα τῆς ἀναστομωτικῆς ἐστι δυνάμεως, ὥστ’εἶναι τῶν ἀναστομωτικὸν φάρμακον τῇ μὲν οὐσίᾳ γεῶδέςτε ἅμα καὶ πυρῶδες, εἰς τοσοῦτον δ’ἧκον θερμότητος ὡς μήπω καίειν. εἰ δὲ καυστικόντε ἅμα καὶ μὴ μέντοι σφοδρῶς εἴη, καὶ προσέτι λεπτομερὲς, ἤτοι παντάπασιν ἄδηκτον ἔσται τὸ τοιοῦτον, μετ’ὀλίγης δήξεως καὶ ὀδύνης ἀποτήξει τι τῶν σαρκωδῶν μορίων. τῷ γὰρ μήτ’ἀλλοιοῦν ἀθρόως, ὥσπερ τὰ σφόδρα θερμὰ, μήτε μόλις διεξέρχεσθαι, καθάπερ τὰ παχυμερῆ, λανθάνουσαν ἔχει τὴν ἐνέργειαν, εἴ γε τῶν ἀλλοιώσεων αἱ ἀθρόαι μεταβολαὶ μάλιστα αἰσθητικαὶ καὶ τῶν διεξόδων αἱ βίαιοι. τὸ γὰρ παχυμερὲς καυστικὸν, ᾧπερ ἂν ἐνιζήσῃ μορίῳ, σκόλοπος δίκην ἐμπεπαρμένον ἀνιᾷ. ἀλλ’ἐκεῖνο μὲν ἐσχαρωτικόν ἐστιν ὁμοίως τοῖς καυστικοῖς. ὑπὲρ ὧν δὲ νῦν λόγος ἐνέστηκεν, οὔτε ἐσχάραν ἐργάζεται καὶ καλεῖται σηπτικὰ, οὐκ οἰκείας μὲν τῆς προσηγορίας τετυχηκότα. τὰ γὰρ ὄντως σηπτικὰ ὑγραίνοντα μετὰ τοῦ θερμαίνειν ἐστίν. ὅμως δ’οὖν οὕτω καλοῦμεν τῇ τοῦ συμπτώματος ὁμοιότητι, φθορὰ γὰρ ἀνώδυνος ὑπ’ἀμφοτέρων γίγνεται · πλείους μὲν οὖν εἰσιν οἱ τῶν φθειρομένων τρόποι. τάτε γὰρ ὑπερψυχθέντα καὶ ὑπερθερμανθέντα καὶ ὑπερυγρανθέντα καὶ ὑπερξηρανθέντα φθείρεται, ἀλλ’οὐ πάντα γε τὰ φθειρόμενα σήπεσθαί φαμεν, ἀλλ’ὅσα μετὰ δυσωδίας τοῦτο πάσχει. περὶ μὲν δὴ τῶν ὀνομάτων οὐ πάνυ χρὴ σπουδάζειν. χρὴ δ’εἰδέναι τὰ καλούμενα φάρμακα σηπτὰ καὶ σηπτικὰ, καθάπερ ἀρσενικὸν καὶ σανδαράκη καὶ χρυσοκόλλα, δρυόπτερίςτε καὶ πιτυοκάμπη καὶ ἀκόνιτον τήκειντε καὶ συντήκειν ἅπαντα, καὶ μάλιστα τῆς μαλακῆς σαρκὸς ὀδύνης χωρίς. ἔνια δ’ἐξ αὐτῶν ἰδίως ὀνομάζουσι καθαιρετικὰ, καὶ χρῶνταί γε πρὸς τὰς ἐπουλώσεις τῶν ὑπερσαρκούντων ἑλκῶν. ἔστι δὲ καὶ ταῦτα τῆς μὲν αὐτῆς τῷ γένει τῆς σηπτικῆς ὀνομαζομένης δυνάμεως, ἀσθενεστέρας δ’εἰς τοσοῦτον ὡς τὸ μὲν ἐπιπολῆς μόνον προσπίπτει καθαιρεῖν, εἰς βάθος δ’ἀδυνατεῖν προσέρχεσθαι, καθάπερ καὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος, οὐ μὴν τῆς γε αὐτῆς τῆς ὄντως ἐπουλωτικῆς δυνάμεώς ἐστι τὰ τοιαῦτα. ἐκεῖνα γὰρ οὐ καθαιρεῖν οὐ δ’ἀποτήκειν τι τῆς σαρκὸς, ἀλλὰ σκληρύνειντε καὶ ξηραίνειν πέφυκεν, τε στυπτηρία καὶ κίκις, ἣν ὀμφακῖτιν ὀνομάζουσιν, τε κεκαυμένος χαλκὸς, καὶ μάλισθ’ πεπλυμένος. μὲν γὰρ ἄπλυτος ἔχει τι καθαιρετικὸν, ὥσπερ καὶ τοῦ χαλκοῦ λεπίς. πεπλυμένος δὲ τὸ κάλλιστον τῶν ἐπουλωτικῶν φαρμάκων ἐστί. χρὴ γὰρ καὶ στύφειν μετρίως καὶ ξηραίνειν τὸ μέλλον ἐπουλώσειν καλῶς. ὅθεν καὶ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς, καὶ τὰ τῆς ῥοιᾶς λέμματα ξηρὰ, καὶ πάνθ’ὅσα τοιαῦτα τῶν ἐπουλωτικῶν φαρμάκων ἐστίν.

5.16

συγκέχυται δὲ παρὰ τοῖς πολλοῖς τῶν ἰατρῶν οὐχ προσηγορία μόνον, ἀλλὰ καὶ τῆς δυνάμεως γνῶσις ἁπάντων τῶν τοιούτων φαρμάκων. ἐπουλω τικὰ γὰρ ὀνομάζουσιν ἐνίοτε καὶ τὰ καθαιρετικὰ καὶ συντηκτικὰ τῆς σαρκὸς, ὅτι χρωμένων ἡμῶν καὶ τούτοις πολλάκις εἰς οὐλὴν ἀφικνεῖται τὰ ἕλκη, ἀλλ’οὔτε πρώτως οὔτε κατὰ τὴν οἰκείαν αὑτῶν δύναμιν, οὔτ’ἐπὶ πάσῃ χρήσει τοῦτο γίνεται. χνοώδη γὰρ ἀκριβῶς τὰ τοιαῦτα φάρμακα διὰ τοῦ τῆς μύλης πυρῆνος ἐπικυλιομένου ταῖς σαρξὶν εἰς οὐλὴν ἄγει τὰ ἕλκη. εἰ δὲ βραχεῖ πλείονι χρήσαιο, καὶ δάκνει καὶ συντήκει τὴν σάρκα καὶ κοῖλον ἐργάζεται τὸ ἕλκος ἐναντίον τοῖς ὄντως ἐπουλωτικοῖς. εἰ μὴ γὰρ ἀξιόλογον ἐκείνων ἐπιθείης, οὐδὲν ἀνύσει. πρόκειται μὲν γὰρ ἐν ταῖς τῶν ἰσοπέδων ἑλκῶν ἐπουλώσεσιν ἀλλοιῶσαίτε τὴν σάρκα καὶ δέρμα ποιῆσαι. γίνεται δὲ τοῦτο διὰ τῶν συνάγειν αὐτὴν καὶ σφίγγειν καὶ πιλεῖν καὶ πυκνοῦν καὶ ξηραίνειν καὶ τυλοῦν δυναμένων. οἷον γὰρ τετυλωμένη τις σάρξ ἐστι τὸ δέρμα. τὰ μὲν οὖν οὕτως ἐνεργεῖν δυνάμενα φάρμακα πρώτωςτε καὶ κυρίως ἐπουλωτικὰ λέγεται · τὰ δ’ἄλλα τὰ καθαιρετικὰ δευτέρωςτε καὶ κατὰ συμβεβηκὸς, ὥσπερ καὶ ὅσα χωρὶς τοῦ στύφειν ἀδήκτως ξηραίνει. καὶ γὰρ ταῦτα εἰς οὐλὴν ἄγει κατὰ συμβεβηκὸς, οἷόν τι φάρμακόν ἐστιν καὶ σμύρνα καὶ λιθάργυρος. καὶ εἰ καυθείη τότε ὄστρεον καὶ τὸ διφρυγὲς, ἐπιπαττόμενα γὰρ καὶ ταῦτα ξηρὰ, πολλάκις ἐπούλωσεν. εἰδέναι δὲ χρὴ κᾀν τούτοις τοῖς λόγοις κᾀν τοῖς ἄλλοις ἅπασιν, ἔνθα τὸ πολλάκις προστίθημι, τοῦτό με δηλοῦν ἐθέλειν, ὅτι καὶ ἀποτυγχάνει τῆς ἐπαγγελίας ἐνίοτε τὰ τοιαῦτα, διὰ τὸ μὴ πρώτως αὐτὴν μη δὲ κατὰ τὴν ἑαυτῶν δύναμιν ἐργάζεσθαι. τὰ δ’ἐπουλωτικὰ φάρμακα πᾶν μὲν ἕλκος ἰσόπεδον ἐπουλεῖν τι δύναται, καθάπερ καὶ τὰ ῥυπτικὰ μετρίως καὶ ἀδήκτως τῶν κοίλων ἐστὶ πληρωτικά. λεχθήσεται δ’ἐπὶ πλεῖστον ὑπὲρ τῆς τῶν τοιούτων δυνάμεως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, κεκοινώνηκε πολλαχόθι τουτὶ τὸ βιβλίον, ὡς καὶ κατὰ τὴν ἀρχὴν αὐτοῦ προείρηται. διό μοι δοκῶ καταπαύσας ἤδη τὸν περὶ τούτων λόγον ἐφ’ἕτερόν τι γένος δυνάμεων μεταβήσεσθαι τῶν ἑλκτικῶντε καὶ ἀποκρουστικῶν ὀνομαζομένων.

5.17

ἑλκτικαὶ μὲν οὖν εἰσιν ὅσαι τὰ κατὰ βάθος ἐπισπῶνται σφοδρότερον. ἀποκρουστικαὶ δὲ ὅσαι πρὸς τὸ βάθος ἀπελαύνουσι τοὺς πλησιάζοντας ἐν αὐταῖς χυμούς. δ’οὐσία τῶν μὲν θερμήτ’ἐστὶν καὶ λεπτομερὴς, τῶν δ’ἔμπαλιν ψυχράτε καὶ παχυμερής. ἕλκει μὲν γὰρ ἀεὶ τὸ θερμὸν, ἀποκρούεται δὲ τὸ ψυχρόν. ἀλλὰ τὸ μὲν λεπτομερὲς θερμὸν ἕλκει σφοδρότερον, τὸ δὲ παχυμερὲς ψυχρὸν, οἷόν περ τὸ στῦφον ὠθεῖ βιαιότερον. ἐξ οὖν τοῦ σφοδροῦ τῆς ἐνεργείας ἑκατέρῳ τοὔνομα. μὲν δὴ τῶν στυφόντων ὕλη πρόδηλος · δὲ τῶν ἑλκτικῶν μὲν τις αὐτοφυής ἐστιν, δ’ἐκ σηπεδόνος ὀξυνούσης ἔχει τὴν γένεσιν, αὐτοφυὴς μὲν τε τοῦ δικτάμου καὶ τῆς προπόλεως καὶ θαψίας καὶ τοῦ σαγαπηνοῦ καὶ τῶν ὀπῶν τοῦ Κυρηναίουτε καὶ Μηδικοῦ, καὶ εἰ δή τις ἄλλος ὅμοιος τούτοις ἐστίν. ἐκ σηπεδόνος δὲ τε τῆς ζύμης καὶ τοῦ ψωρικοῦ καλουμένου. ἤδη δὲ καὶ κόπρος ἐκ σηπεδόνος ἅπασι μὲν ἂν οὕτω γε τῆς ἑλκτικῆς εἶεν δυνάμεως, οὐ μικρὰ δ’ἐν αὐταῖς διαφορά. μὲν γὰρ τῆς περιστερᾶς ἱκανῶς ἑλκτικὴ, τὸ δ’ἶσον ἀφ’ἑκατέρας ταύτης ἀφεστήκασιν ἐπὶ μὲν τὸ θερμότερον τοῦ χηνὸς, ἐπὶ δὲ τὸ ψυχρότερον τοῦ ἀλεκτρυόνος. ἀπολείπεται δὲ ταύτης ἔτι μᾶλλον τε τῶν ἀνθρώπων καὶ τῶν ὑῶν. δὲ τῶν κυνῶν οἷά περ τὰ ῥυπτικὰ φάρμακα, καὶ μᾶλλον ὅταν ὀστᾶ κατεσθίωσι. καὶ τῶν κροκοδείλων δὲ τῶν χερσαίων ἔτι καὶ μᾶλλον ἀκριβοῖ τοῦτο. ἔστι δὲ καὶ ἕτερόν τι γένος ἑλκτικῶν φαρμάκων, οἰκειότητι ποιότητος ἐπισπώμενον, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ὁμοιότητι τῆς ὅλης οὐσίας, ὥσπερ καὶ τὰ τρεφόμενα τὰς οἰκείας τροφὰς ἐπισπᾶται. τῶν τοιούτων δ’ἐστὶ φαρμάκων καὶ τὰ καθαίροντα μὲν πάντα καὶ τῶν ἀλεξητηρίων δ’ἔνια. θερμὰ δ’εἶναι χρὴ πάντα τὰ τοιαῦτα. τῶν γὰρ ὁμοίων ταῖς οὐσίαις, τὸ θερμότερον ἑλκτικώτερον ὑπάρχει, καὶ ὡς ἂν προσειληφὸς σύμμαχον τῇ ὁμοιότητι τὴν θερμότητα. δυσὶ γὰρ αἰτίαις ἕλκον τὸ τοιοῦτο πλεονεκτήσει τοῦ κατὰ τὴν ἑτέραν μόνην ἐπισπωμένου. διοίσει δ’οὐδὲν ἐπισπαστικὴν λέγειν ἑλκτικὴν ἑλκυστικὴν δύναμιν.

5.18

ἀλλ’ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, μεταβῶμεν ἐπὶ τὰς ἀλεξητηρίουςτε καὶ ἀλεξιφαρμάκους ὀνομαζομένας δυνάμεις. ἔστι δὲ καὶ τούτων φύσις διττὴ, τῶν μὲν ἀλλοιούντων, τῶν δ’ἐκκενούντων τοῦ πεπονθότος σώματος τὸν φθαρτικὸν ἰὸν τὸ δηλητήριον φάρμακον. ἀλλοιοῖ μὲν οὖν ἤτοι κατά τινα ποιότητα μίαν συζυγίαν ἐκ δυοῖν κατὰ τὰς ὅλας οὐσίας, ἐκκενοῖ δὲ τῇ τῆς ὅλης οὐσίας ὁμοιότητι καὶ τῇ λεπτομερεῖ θερμότητι. τέτταρες οὖν αἱ πᾶσαι διαφοραὶ γενήσονται τῆς ἐξ αὐτῶν ὠφελείας, δύο μὲν ἀλλοιωτικαὶ καὶ δύο κενωτικαί. καὶ μὲν δὴ τῇ τῆς ποιότητος ἐναντιώσει βοηθοῦσα πρόδηλος. εἰ μὲν γὰρ ψυχρὸν εἴη τὸ δηλητήριον φάρμακον, ἰὸς τοῦ ζώου, πρὸς τῶν θερμαινόντων ὠφεληθήσονται φαρμάκων · εἰ δὲ θερμὸν, ὑπὸ τῶν ψυχόντων · καὶ εἰ μὲν ξηρὸν, ὑπὸ τῶν ὑγραινόντων, εἰ δὲ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων · οὕτω δὲ καὶ εἰ μὲν ψυχρὸν ἅμα καὶ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων καὶ θερμαινόντων, εἰ δὲ θερμὸν καὶ ξηρὸν, ὑπὸ τῶν ὑγραινόντων καὶ ψυχόντων, καὶ κατὰ τὰς λοιπὰς δύο συζυγίας ἀνάλογον. οὐκ ἄδηλος δὲ οὐ δὲ διὰ τῆς καθ’ὅλην τὴν οὐσίαν τῶν δυνάμεων ἀλλοίωσίς ἐστιν τοῖς μεμνημένοις τῶν προαποδεδειγμένων ἔντε τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν καὶ προσέτι τοῖς περὶ κράσεων. αἱ γὰρ ἀλλοιοῦσαι τὰ δηλητήρια φάρμακα δυνάμεις ἐν τῷ μέσῳ τὴν φύσιν εἰσὶ τῶντε πασχόντων σωμάτων καὶ ἀδικούντων αὐτὰ φαρμάκων, ὥστ’ἀνάλογον ἔχειν ὡς τὸ σῶμα πρὸς τὴν ἀλεξητήριον δύναμιν, οὕτως ἐκείνην πρὸς τὸ δηλητήριον, ὡσαύτως δὲ καὶ ὡς τὸ δηλητήριον πρὸς τὸ ἀλεξητήριον, οὕτως καὶ τὸ ἀλεξητήριον πρὸς τὸ σῶμα. καὶ διὰ τοῦτο τὰ τοῖς δηλητηρίοις ἐναντιούμενα σχεδὸν ἅπαντα πλείω ληφθέντα μεγάλως ἀδικεῖ τὸ τοῦ ζώου σῶμα. χρὴ τοίνυν ἐν τοσαύτῃ δίδοσθαι συμμετρίᾳ ποσότητος πάσας τὰς τοιαύτας δυνάμεις ὡς μήτε τῷ πλήθει βλάπτειν τὸ σῶμα μήτε δι’ὀλιγότητα νικᾶσθαι πρὸς τῶν δηλητηρίων. ἀλλὰ τοῦτο μὲν ἤδη τῆς θεραπευτικῆς ἐστι μεθόδου, νυνὶ δὲ τῶν ἐφεξῆς ἐχώμεθα. πᾶς δηλητήριος ἰὸς ὑπὸ τῶν ἔξωθεν ἐπιτιθεμένων ἐκκενοῦται φαρμάκων, οἷον ἤτοι θερμότητι τὴν ὁλκὴν ποιουμένων, τῇ τῆς ὅλης οὐσίας ὁμοιότητι. χρὴ δὲ κᾀνταῦθα μέσον ὡς ἔνι μάλιστα τῇ φύσει τὸ ἀλεξητήριον ὑπάρχειν τοῦτε σώματος οὗ θεραπεύει καὶ τοῦ βλάπτοντος ἰοῦ. ἂν γὰρ ἐναντιώτατον τοῦ σώματος, δράσει μᾶλλον εἰς αὐτὸ καθάπερ τι δηλητήριον, οὐ κενώσει τὸν ἰόν. ἵνα γὰρ ἀναλάβωμεν ἕνεκα σαφηνείας αὖθις τὸ σύμπαν, εἰδέναι χρὴ τὰς δηλητηρίας ἁπάσας δυνάμεις ἐναντιωτάτας οὔσας τῇ κράσει τοῖς βλαπτομένοις ὑπ’αὐτῶν σώμασιν. εἴπερ οὖν ὑπὸ τῶν ὁμοίων τῇ κράσει κενοῦνται φαρμάκων, εἴη ἂν δήπου καὶ ταῦτα ταῖς τῶν σωμάτων φύσεσιν ἐναντία. καὶ μὲν δὴ καὶ ἔστιν ἐναντία πως, οὐ μὴν εἰς τοσοῦτόν γε ὡς ἀναιρεῖν, ἀλλ’ἐπαμφοτερίζειν μᾶλλον ἐν τῷ μέσῳ καθεστηκότα τῶντε βλαπτόντων ἄντικρυς τὸ τοῦ ζώου σῶμα καὶ τῶν ὠφελούντων. εἴτε δὲ δηλητηρίους δυνάμεις, εἴτε φθαρτικὰς, εἴτε φθοροποιοὺς, εἴτε ὁπωσοῦν ἐθέλοις ἄλλως καλεῖν, οὐ διοίσει, κατὰ ταὐτὰ δὲ κᾂν ἀλεξητηρίους ἀλεξιφαρμάκους. οὐ μὴν οὐ δ’εἰ τὰς μὲν τῶν ἰοβόλων θηρίων ἰατικὰς ἀλεξητηρίους ἐθέλοι τις ὀνομάζειν, τὰς δὲ τῶν δηλητηρίων ἀλεξιφαρμάκους, ὥσπερ ἤδη τινὲς ἠξίωσαν, οὐ δὲ πρὸς τούτους ἀμφισβητέον ὑπὲρ τῶν ὀνομάτων. οὐ γὰρ ἐκ τούτων τὸ προσηκόντως ἰᾶσθαι τὰς νόσους, ἀλλ’ἐκ τῆς τῶν πραγμάτων παραγίγνεται ἐπιστήμης.

5.19

ἐπεὶ δὲ καὶ περὶ τούτων ὅσον εἰς τὰ παρόντα συμμέτρως εἴρηται, ἤδη μεταβῶμεν ἑξῆς ἐπὶ τὸν τῶν ἀνωδύνωντε καὶ παρηγορικῶν πραϋντικῶν ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι δυνάμεων λόγον. ἀνώδυνος οὖν δύναμις μέν τις ὄντως ἐστὶν, δὲ λέγεται μόνον, ὡς εἰ καὶ τὸν νεκρὸν ἄνθρωπον ἀνώδυνον εἴποι τις. μὲν οὖν ὄντως ἀνώδυνος τῶν θερμαινόντων ἐστὶ κατὰ τὴν πρώτην τάξιν, ὅταν ἐν οὐσίᾳ λεπτομερεῖ περιέχηται. δὲ τῶν λεγομένων ψυχρῶν, ὅταν ἀκραιφνεῖ ψύξει χρώμενα ναρκώσῃ τὸ μόριον · ἔστι δ’ νάρκη μικροῦ δεῖν ἀναισθησία. τὰ δὲ τῷ τὴν διάθεσιν ἰᾶσθαι παύοντα τὰς ὀδύνας οὐκ ἂν εὐλόγως ἀνώδυνα λέγοιτο. κοινὸν γὰρ τοῦτο πᾶσι τοῖς θεραπεύουσιν ὑπάρχει. τὰ τοίνυν ὄντως ἀνώδυνα λεπτομερῆτε εἶναι χρὴ καὶ οὐ πολλῷ θερμότερα τῶν συμμέτρων, ἕνεκα τοῦ κενῶσαίτε καὶ διαφορεῖν καὶ ἀραιῶσαι καὶ λεπτῦναι καὶ συμπέψαι καὶ ὁμαλῦναι πᾶν ὅσον ἐν τοῖς ὀδυνωμένοις μορίοις χυλῶν δριμέων γλίσχρων παχέων, πολλῶν ἐμπεφραγμένων ἐν πόροις λεπτοῖς, καί τινος ἀτμώδουςτε καὶ παχέος ἱκανῶς ψυχροῦ πνεύματος ἐναπείληπταίτε καὶ κατακέκλεισται, διέξοδον οὐκ ἐπιτηδείαν ἔχοντος. οὐδὲν οὖν αὐτοῖς ὅλως χρὴ προσεῖναι στυφούσης δυνάμεως, οὐ δ’ἂν τόπος τὸ πάθος προσδέηται · ἐξ ὧν δῆλον ὡς ἐνίοτε μὲν οὐδὲν ὠφελήσει τὴν διάθεσιν, ἀλλὰ τὴν ὀδύνην παρηγορήσει μόνον, ἡνίκα καὶ ὄντως ἀνώδυνα λεχθήσεται, ἐνίοτε δὲ καὶ τὴν διάθεσιν αὐτὴν ἐπωφελήσει τι καὶ δύναμιν ἕξει διττὴν, ἀνώδυνόντε ἅμα καὶ ἰωμένην φάρμακον. ἐπὶ πλέον δὲ καὶ περὶ τῶν τοιούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται γράμμασιν. ἐν δὲ τῷ παρόντι ἐπαρκεῖ διελθεῖν ὡς τούτων τῶν ἀνωδύνων ἰδίως ὀνομαζομένων φαρμάκων ἔνια μὲν, ὥσπερ εἴρηται, τῆς πρώτης ἐστὶ τῶν θερμαινόντων τάξεως, ἅπερ δὴ καὶ ὄντως ἐστὶν ἀνώδυνα, καθάπερ τὸ ἀνήθινον ἔλαιον, ἔνια δὲ παραπλησίως αὐτῷ τῷ ἡμετέρῳ σώματι, καθάπερ τὰ διαπυητικὰ προσαγορευόμενα, περὶ ὧν τῆς ὕλης ἔμπροσθεν εἴρηται. διορισθήσεται δὲ ὑπὲρ τῆς χρήσεως αὐτῶν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. τὰ δὲ καταφορὰν ἐργαζόμενα ποθέντα, καὶ διὰ τοῦτο ἀνώδυνάτε καὶ ὑπνωτικὰ πρὸς τῶν πολλῶν προσαγορευόμενα τῆς ἐναντιωτάτης ἐστὶ κράσεως τοῖς ὄντως ἀνωδύνοις. ψύχει γὰρ ἅπαντα τὸ σῶμα καὶ ναρκοῖ τὴν αἴσθησιν εἰς τοσοῦτον ὥστ’εἰ βραχεῖ πλείω ποθείη, θάνατον ἐπιφέρει. ἄριστα δ’αὐτῶν ἐστιν εἰς τὴν προκειμένην χρείαν ὅσα ξηραίνει. καὶ ὅσα γε πλῆθος ὑγρότητος ἔχει ψυχρᾶς, ὥσπερ καὶ τὸ κώνειον, οὐκ ἀγαθὰ πινόμενα · τοιοῦτος δ’ἐστὶν καὶ μανδραγόρας, πλὴν τοῦ φλοιοῦ τῆς ῥίζης ξηροῦ, καὶ ὑοσκύαμος, πλὴν τοῦ σπέρματος. ἄμεινον δὲ ἐν τούτοις τὸ λευκὸν σπέρμα τοῦ μέλανος. ἔνια δὲ ὅλαις ταῖς οὐσίαις ἐστὶν ἡμῖν ἐναντία, καὶ διὰ τοῦτο, κᾂν ἐλάχιστα ληφθῇ, βλάπτει πάντως, οἷον τε δρυόπτερις καὶ πιτυοκάμπη καὶ θαψία καὶ τὸ στρύχνον τὸ μανικὸν καὶ ὑδράργυρος, ἔνιοίτε τῶν μυκήτων, καὶ τὸ σίαλον καὶ χολαὶ τῶν ἰοβόλων ζώων. τὰ γὰρ τοιαῦτα πάντα τῷ γένει δηλητήρια καθέστηκεν, οὐ τῷ ποσῷ. καὶ διὰ τοῦτο οὐδὲν ἐξ αὐτῶν εἰς τὰς ἀλεξητηρίους ἀντιδότους ἐμβάλλεται, καθάπερ τοῦ μήκωνος ὀπὸς καὶ σμύρνα καὶ στύραξ καὶ κρόκος. ταῦτα γὰρ, εἰ μὲν πλείω ποθείη, τὰ μὲν ἐκμαίνει, τὰ δὲ θάνατον ἐπιφέρει. μετὰ συμμετρίας δέ τινος ἐπιμιγνύμενα τοῖς ἄλλοις ἀρήγει. ὅσα δ’ἐξ αὐτῶν βλάπτει τὴν διάνοιαν, εὐθὺς μέν ἐστιν τὰ πλεῖστα καρηβαρικὰ, πλήθους ἀτμῶν μοχθηρῶν ἐμπιπλῶντα τὴν κεφαλήν. ἅπτεται δ’ἔνια καὶ τοῦ στόματος τῆς γαστρὸς, ὡς συμπάσχειν τὰ κατὰ τὴν κεφαλήν. κοινῇ δὲ σύμπαντα κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἐγκέφαλον, ταῖς ὅλαις οὐσίαις ἐναντία καθεστῶτα, κατὰ μίαν δύο ποιότητας ὑπαλλάττοντα τὴν κρᾶσιν.

5.20

ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα, καιρὸς ἂν εἴη τὰ κεφάλαια τῶν εἰρημένων ἀναλαβόντα προσθεῖναι τὰ δοκοῦντα λείπειν τῷ λόγῳ. κατὰ μὲν γὰρ αὐτὴν τὴν ἀλήθειαν οὐδὲν ὑπόλοιπόν ἐστι, πασῶν μὲν ἤδη τῶν δευτέρων δυνάμεων εἰρημένων, ὁποῖαί τινές εἰσι κατὰ γένος, οὐκ ὀλίγων δὲ καὶ τῶν κατ’εἶδος αὐταῖς προσκειμένων ὥσπερ παραδείγματα, ἀφ’ὧν ἄν τις ὁρμώμενος ἐπέρχεσθαι δύναιτο τὰς ὑπολοίπους. ἀλλ’ἕνεκα σαφηνείας οὐδὲν ἂν εἴη χεῖρον ἐν κεφαλαίοις βραχέσιν ἀναλαβεῖν ὑπὲρ αὐτῶν. αὐτίκα γέ τι καὶ καθαρτικήν τινα δύναμιν ὀνομάζουσιν ἅπαντες, οὐ μὲν παρακολουθοῦσί γε πάντες ὁμοίως ὅτι δύο σημαίνει τοὔνομα, τὸ μέν τι κοινὸν ἐπὶ πᾶσι τοῖς ὁπωσοῦν ἐκκαθαίρουσι τὰ τοῦ ζώου περιττώματα, τὸ δέ τι κατ’ἐξοχὴν ἐπὶ τοῖς δι’ἐμέτων ὑπαγωγῆς γαστρός · οὐ δ’ὡς ὁμογενής ἐστι ταῖς τοιαύταις καθάρσεσιν, ἤτοι διὰ ῥινῶν καὶ στόματος γιγνομένη. καλοῦσι δὲ τὰ μὲν διὰ τῶν ῥινῶν ἐγχεόμενα φάρμακα, τοῦ καθῆραι τὴν κεφαλὴν ἕνεκεν, ἔρρινα, τὰ δ’ἀνακογχυλιζόμενα καὶ μασώμενα πάνθ’ἑνὶ παραλαβόντες ὀνόματι προσαγορεύουσιν ἀποφλεγματίζοντα, καὶ τὰς δυνάμεις δ’αὐτῶν ἀποφλεγματικὰς ὀνομάζουσιν. ὁμογενῆ δὲ τούτοις ἐστὶν καὶ ὅσα ταῖς μήτραις προστιθέμενα καθαίρει. πάντα γὰρ ὅσα καθαίρειν κατέλεξα δύναμιν ἑλκτικὴν ἔχει, τὰ μὲν ἑνός τινος χυμοῦ, τὰ δὲ δυοῖν καὶ πλειόνων, καὶ τοῦτο αὐτοῖς κοινόν. ὡς ὅσα γε τῷ λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς οὖρα κινεῖν πέφυκεν, ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν ἀρήγειν, ἐκκαθαίρει μὲν καὶ αὐτὰ, καλεῖται δ’οὐχ ὁμοίως τοῖς προειρημένοις, ἀλλὰ τὰ μὲν οὐρητικὰ καὶ βηχικὰ, τὰ δ’ἐμμήνων ἀγωγὰ, διαλλάττοντα τῶν προειρημένων, ὅτι δύναμιν ἑλκτικὴν οἰκείων χυμῶν οὐκ ἔχει καθάπερ ἐκεῖνα. δεῖται δὲ οὖν κᾀν τούτοις λόγος ἑτέρου διορισμοῦ τοιοῦδε. τὰ μὲν ἐν πεσσοῖς, πυρίαις, τινι τοιούτῳ τρόπῳ ταῖς μήτραις προστιθέμενα, κατὰ διττὴν αἰτίαν ἐνεργεῖ, τὰ μὲν τῷ θερμαίνειν μόνον προκαλούμενα, τὰ δὲ ταῖς ὀνομαζομέναις ἑλκτικαῖςτε καὶ καθαρτικαῖς δυνάμεσιν, ἃς ἐπεδείξαμεν οἰκειότητι τῶν ἑλκομένων τὰς κενώσεις ἐργάζεσθαι. ὅσα δὲ πίνεται, τῷ λεπτύνειν μὲν τὸ αἷμα, τοὺς πόρους δ’ἐκφράττειντε καὶ ἀναστομοῦν, οὐ μὴν ἑλκτικῇ γέ τινι δυνάμει τὰς κενώσεις ποιεῖται. τὰ μὲν δὴ πρότερα τοῖς καθαίρουσίν ἐστιν ὁμογενῆ, τὰ δὲ δεύτερα τοῖς γάλα καὶ σπέρμα γεννῶσιν, περὶ ὧν ὀλίγον ὕστερον εἰρήσεται διελθόντων ἡμῶν πρότερον περὶ τῶν βηχικῶν, ἐπειδὴ καὶ ταῦτα διττῶς ὠνόμασται, τὰ μὲν τῷ ποιεῖν βῆχας, τὰ δὲ τῷ παύειν μόνον. δυνάμεις δ’αὐτῶν ἐναντιώταται. τὰ μὲν γὰρ τῆς λεπτυντικῆς ἐστι φύσεως, τὰ δὲ τῆς παχυντικῆς. μὲν οὖν λεπτυντικὴ δύναμις ἐν θερμαῖς καὶ λεπτομερέσιν οὐσίαις, παχυντικὴ δὲ ψυχραῖς καὶ παχυμερέσιν ἐγγίγνεται. οὗτος μὲν οὖν λόγος ἐνταῦθα τελευτάτω. μεταβαίνειν δὲ προσῆκεν ἐπὶ τὸν ὀλίγον ἔμπροσθεν ἀναβληθέντα. κοινωνία γάρ τίς ἐστι καὶ ὁμοιότης ἔργωντε καὶ δυνάμεων ἔντε τοῖς προτρέπουσι καὶ παύουσι καταμήνιάτε καὶ γάλα καὶ. σπέρμα. παράκειται δέ πως αὐτοῖς τάτ’οὐρητικὰ καὶ τὰ βηχικὰ, διὸ καὶ λεκτέον ὑπὲρ ἑκάστων ἐν μέρει.

5.21

γάλακτος καὶ σπέρματος ποιητικαὶ δυνάμεις εἰσὶν αἱ μὲν ἐν φαρμάκοις μόνον, αἱ δὲ καὶ ἐν τροφαῖς. ἐν φαρμάκοις μὲν, ἐπειδὰν τοὺς φλεγματικοὺς χυμοὺς ἐκθερμαίνοντες εἰς αἷμα μεταβάλλωμεν, ἐν τροφαῖς δὲ κατὰ τὴν τῆς ὅλης οὐσίας ὁμοιότητα, κᾀπειδὰν εὔχυμοίτε καὶ ὑγραὶ μετρίως ὦσι καὶ θερμότητος χλιαρᾶς, οἵας πέρ ἐστι καὶ τὸ γάλα. συμμέτρου μὲν γὰρ τῷ ζώῳ θερμότητος τὸ αἷμα μετέχει, πλείονος δὲ κατὰ τὸ μέτρον ξανθὴ χολὴ καθάπερ τὸ φλέγμα ψυχρότητος. ἐν τῷ μέσῳ δ’ἐστὶ φλέγματόςτε καὶ αἵματος ὅσον ἐπὶ τῇ θερμότητι τὸ γάλα, οὐ μὴν ἶσόν γε ἀφέστηκεν ἑκατέρου, ἀλλ’ἔστιν πορρώτερον μὲν τοῦ φλέγματος, ἐγγύτερον δὲ τοῦ αἵματος. ὅταν οὖν ἐνδεῶς ἀθροίζηται τὸ γάλα κατὰ τοὺς μαστοὺς, ἐθέλῃς δὲ πλέον γενέσθαι, διάσκεψαι περὶ τοῦ αἵματος · ἤτοι γὰρ ἔλασσόν ἐστι τοῦ προσήκοντος μοχθηρότερον. τὸ μὲν οὖν ἔλαττον ὑγραινούσηςτε καὶ θερμαινούσης δεῖται τῆς συμπάσης διαίτης, τὸ δὲ μοχθηρότερον, εἰ μὲν χολῶδες ὑπάρχει, καθάρσεως μὲν πρῶτον, εἶθ’οἵας εἴρηται διαίτης · εἰ δὲ φλεγματικὸν, φαρμάκων θερμαινόντων μὲν, ἤτοι κατὰ τὴν πρώτην δευτέραν τάξιν, οὐ μὴν ξηραινόντων. καλλίω δ’αὐτῶν ὅσα μὴ φάρμακα μόνον ἐστὶν, ἀλλὰ καὶ τροφαὶ, εὔζωμα καὶ μάραθρα καὶ ἄνηθα. λέγω δὲ καὶ τὰς πόας αὐτὰς χλωρὰς ἔτι καὶ ὑγράς. καὶ γὰρ ξηραὶ ξηραίνουσίτε καὶ θερμαίνουσι πλέον δεῖ. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ σμύρνιον καὶ σέλινον καὶ σίον καὶ πόλιον, καὶ ταῦτα χλωρὰ, πρὶν ξηρανθῆναι. τὰ γάρ τοι ξηραίνοντα πάντα τὴν ἰκμάδα τοῦ αἵματος ἐκβοσκόμενα παχύτερον ἅμα καὶ ἔλαττον αὐτὸ καθίστησι, καὶ θερμότερον μὲν τοῦ δέοντος, εἰ θερμὰ τὴν φύσιν ὑπάρχει, ψυχρότερον δ’, εἰ ψυχρά. δεῖται δὲ δή που συμμέτρωςτε εἶναι θερμὸν καὶ οὐδαμῶς παχὺ πρὸς τὴν τοῦ γάλακτος γένεσιν, ὅθεν ὅσα μὲν τοιαῦτα σβέννυσι μᾶλλον γεννᾷ τὸ γάλα, τὰ δὲ θερμαίνοντα μὲν, ὡς εἴρηται, ξηρότητος δ’ἐπιφανοῦς μηδεμιᾶς μετέχοντα, γάλακτος ἔχειν γεννητικὰς δυνάμεις εἰκότως ἐλέχθη. ταυτὶ μὲν οὖν ὀλίγα τὸν ἀριθμόν. οὐ δὲ γὰρ οὐ δὲ ῥᾳδίως ἐστὶ τῆς προειρημένης ἐν τῇ κράσει συμμετρίας ἐπιτυχεῖν. ἄπειρα δὲ, ὡς ἂν οὕτω τις εἴποι, καὶ ἀπερίληπτα ὅσα βλάπτει γάλα · καὶ γὰρ ὅσα πλέον χρὴ θερμαίνει, καὶ ὅσα ξηραίνει καὶ ὅσα ψύχει, τὰ μὲν τῇ ποιότητι τοῦ αἵματος λυμαινόμενα, τὰ δὲ τὴν οὐσίαν ὅλην ἐλάττονα ποιοῦντα, κωλύει γενέσθαι τὸ γάλα.

5.22

παραπλησίαν δὲ τοῖς εἰρημένοις ἔχει δύναμιν ὅσα προτρέπειν παύειν ἐπιμήνια πέφυκεν. ὕλη γὰρ ἀμφοῖν κοινὴ τὸ ἐν ταῖς φλεψὶν αἷμα. τοῦτο οὖν ὅταν εὔρουντε ἅμα καὶ τῇ ποσότητι σύμμετρον ὑπάρχῃ, χορηγίαν ἄφθονον ἑκατέρῳ παρέχει. καὶ μὲν δὴ καὶ διότι κοιναὶ μαστοῖςτε καὶ ὑστέραις οὐ μικραὶ φλέβες εἰσὶν, καὶ τίνες αὗται τυγχάνουσιν οὖσαι, λέλεκται δι’ἑτέρων. ταῦτά τοι κᾀπειδὰν ἐπὶ θάτερα τῶν μορίων φέρηται τὸ αἷμα, ξηραίνεται θάτερα. καὶ διὰ τοῦθ’ὅσαις τὰ καταμήνια φέρεται συμμέτρως, οὐκ ἀθροίζουσιν ἐν μαστοῖς τὸ γάλα, καὶ ὅσαις ἄφθονον τοῦτο, τὰ καταμήνια τελέως ἴσχεται. θαυμαστὸν οὖν οὐδὲν, εἰ τὰ διαιτήματα καὶ τὰ φάρμακα παραπλήσια τάτε γεννῶντα καὶ τὰ παύοντα τὴν ἐφ’ἑκάστῳ μηνὶ κάθαρσιν ἐξ ὑστερῶν καὶ τὴν ἐν μαστοῖς τοῦ γάλακτος γένεσιν. τοσόνδε μέντοι διαφέρουσιν καθ’ὅσον θερμοτέρωντε καὶ τμητικωτέρων ἐνίοτε τὰ κατὰ τὰς μήτρας χρῄζει. καὶ γὰρ ἀνεστομῶσθαι δέονται μᾶλλον αἱ τῇδε φλέβες ἤπερ αἱ κατὰ τοὺς μαστοὺς, καὶ τοῦ αἵματος εὐρουστέρου χρῄζουσιν, ὡς ἂν μηδὲν αὐτῆς τῆς μήτρας συντελούσης εἰς τὴν φορὰν αὐτοῦ. πέμπεται γὰρ εἰς τὰς ἐν αὐτῇ φλέβας, οὐχ ἕλκεται τὰ καταμήνια. εἰς μαστοὺς δ’οὐ πέμπεται μόνον, ἀλλὰ καὶ ἕλκεται, καὶ διὰ τοῦτο βραχυτέρας ἐπικουρίας ἐκ φαρμάκων προσδεῖται τὸ μὴ παραγενόμνον αὐτάρκως εἰς μαστοὺς αἷμα. καὶ ὅσα γε τὸ αἷμα ὑπέρχεσθαι προτρέπει, ταῦτα καὶ τὰς ἐλλιπεῖς καθάρσεις ὠφελεῖ. τὰς δ’ἐπὶ πλέον βεβλαμμένας, καὶ παντάπασιν ἰσχομένας, οὐκέτ’οὐδὲν τῶν τοιούτων ἰᾶται, ἀλλὰ βράθυ καὶ μεῖον ἴριςτε καὶ καλαμίνθη, καὶ γλήχων καὶ δίκταμον ἄσαρόντε καὶ κόστος τε κασία και τὸ κιννάμωμον, ἄμωμόντε καὶ ἀριστολοχία, καὶ τὸ βούνιον, ὅσατ’ἄλλα τοιαῦτα, τὰς παντελεῖς ἐπισχέσεις τῶν κατὰ μήτρας καθάρσεων ἰᾶται. τὰ γὰρ τοιαῦτα καὶ τοῖς οὔροις ποδηγεῖ. ἀλλὰ τῶν αὐτῶν δὴ τοῦτο μόνον οὐρητικῶν ὀνομαζομένων φαρμάκων διαλλάττει, τῷ μὴ ξηραίνειν ἰσχυρῶς. τὸ μὲν γὰρ θερμαίνειν ἐν τρισὶ γένεσι τῶν φαρμάκων κοινὸν, ὅσα γε τῇ τοῦ γάλακτος γενέσει συνεργεῖ, καὶ ὅσα ταῖς τῶν καταμηνίωντε καὶ οὔρων φοραῖς. διαφέρει δὲ τῷτε ποσῷ τῆς θερμότητος καὶ τῷ τὰ μὲν ξηραίνειν, τὰ δὲ μή ὅσα μὲν γὰρ οὔτε ξηραίνει καὶ θερμαίνει μετρίως, εἰς γάλακτος γένεσιν χρηστά · τὰ δ’ἐπὶ πλέον θερμαίνοντα, μὴ μέντοι γε ἰσχυρῶς ξηραίνοντα, ταῖς τῶν καταμηνίων φοραῖς ἀγαθά. οὔρησιν δὲ καὶ ταῦτα μὲν ἀμφότερα προτρέπει, καὶ πρὸς τοῦτο δὲ οὐδὲν ἧττον ὅσα θερμαίνει ξηραίνοντα. καὶ διὰ τοῦτο ἐξαιρέτως οὐρητικὰ τὰ τοιαῦτα κέκληται, οὐ διὰ τὸ μόνα κινεῖν τὴν οὔρησιν, ἀλλὰ τὸ μόνην ἄνευ τοῦ καταμήνια καὶ γάλα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐ δὲ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν ἐπιτήδεια τὰ ξηραίνοντα. δεῖται γὰρ κᾀκεῖνα τέμνεσθαι μὲν, μὴ ξηραίνεσθαι δὲ, καθάπερ γε οἱ κατὰ νεφροὺς καὶ κύστιν λίθοι. λέλεκται δὲ ὑπὲρ τῶν τοιούτων φαρμάκων ἔμπροσθεν.

5.23

ὥσπερ δὲ γάλακτος, οὕτω καὶ σπέρματος εἰώθασιν ὀνομάζειν ἔνια μὲν γεννητικὰ, καὶ τούτοις ἐναντία τὰ σβεστικὰ, προκλητικὰ δ’ἕτερα, καὶ τούτοις ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν ἐστι τὰ γεννῶντα τὸ μὴ πρότερον ὑπάρχον, σβεστικὰ δὲ τὰ φθείροντα · προκλητικὰ δὲ τὰ τὸ συνηθροισμένον ἐν βάθει πρὸς τοὐμφανὲς ἄγοντα, καὶ τούτοις ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν σπέρματός ἐστιν ἐδέσματα ὅσα τρόφιμάτε ἅμα καὶ φυσώδη καὶ ταῖς ὅλαις οὐσίαις ἐστὶν οἰκεῖα · φάρμακα δ’ὅσα πνευματώδη καὶ θερμά · σβεστικὰ δὲ τὰ ξηραίνοντα πάντα καὶ τὰ ψύχοντα πάντα καὶ ταῖς οὐσίαις ἐναντία, καὶ μὲν δὴ καὶ προκλητικὰ μὲν ὅσα φυσώδητ’ἐστὶ καὶ θερμὰ χωρὶς τοῦ ξηραίνειν, ἐπισχετικὰ δὲ τὰ ἐναντία. τῆς γὰρ τοῦ σπέρματος οὐσίας ἐκ χρηστοῦ περιττώματος ἐχούσης τὴν γένεσιν, οὔσης δὲ καὶ πνευματώδους, τρόφιμάτε ἅμα καὶ πνευματώδη χρὴ πάνθ’ὑπάρχειν ὅσα γεννᾷν καὶ προκαλεῖσθαι δύνηται σπέρμα. βολβοὶ μὲν οὖν ἐρέβινθοίτε καὶ κύαμοι καὶ πολύποδες καὶ κῶνος ἐδέσματα πολύσπερμα λέγεται καὶ ἔστι · σκίγκος δὲ καὶ σατύριον φάρμακα. τροφαὶ δ’ἅμα καὶ φάρμακα πολύσπερμα τότε τῆς λίνου σπέρμα καὶ τὸ εὔζωμον. ὅσα δὲ ψύχειν πέφυκεν ἐδέσματάτε καὶ φάρμακα, παχύνοντάτε καὶ πηγνύντα, καὶ στάσιμον ἐργαζόμενα τὸ σπέρμα, τὴν τῶν ἐπισχόντων αὐτὰ δύναμιν, οὐ τὴν τῶν φθειρόντων ἔχει. θριδακίναι μὲν γὰρ καὶ βλίτα καὶ ἀτραφάξυες καὶ κολοκυνθὶς καὶ μόρα καὶ μηλοπέπονέςτε καὶ σίκυοι, ἤντε καὶ πέπονες, ἤντε καὶ μὴ πέπονες ὦσιν. ὅσα δὲ ξηραίνει, τὴν ἀρχὴν οὐ δ’ἐπιτρέπει γενέσθαι τὸ σπέρμα, κᾂν θερμὰ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τὸ πήγανον. εἰ δὲ καὶ μὴ θερμαίνει, πολὺ μᾶλλον, ὡς νυμφαία. ταῦτα μέν γε καὶ κατὰ τὴν ἰδιότητα τῆς οὐσίας εὔλογον ἐναντίως ἔχειν σπέρματι. τὴν δ’αὐτὴν ἀναλογίαν ἐδεσμάτωντε καὶ φαρμάκων ἐπίτε γάλακτός ἐστιν εὑρεῖν καὶ καταμηνίων. καθ’ἕτερον δὲ τρόπον ὑπὸ ταὐτὸ πέπτωκε γένος αὐτοῖς ὅσα ταῖς ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναπτύσεσι τιμωρεῖται καὶ ὅσα κινεῖν οὔρησιν πέφυκεν. ἅπαντα γὰρ ταῦτα λεπ τυντικῆς ἐστι δυνάμεως, ὥσπερ οὖν τὰ ἐναντία παχυντικῆς. ἀλλὰ περὶ μὲν τῆς λεπτυντικῆς διαίτης ἰδίᾳ γέγραπται δηλουμένων οὐδὲν ἧττον ἐν ταὐτῷ βιβλίῳ καὶ τῶν παχυνόντων. τὰ δὲ λεπτύνοντα καὶ παχύνοντα φάρμακα τῶν ἐφεξῆς τῶνδε τριῶν βιβλίων ἐκλέγου, ἐπὶ μὲν τῶν λεπτυνόντων σκοπὸν ἔχων τὰ θερμότητα καὶ λεπτομέρειαν ἔχοντα, ἐπὶ δὲ τῶν παχυνόντων τὰ ἐναντία. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς ἔμπροσθεν ὡς ἰδία τίς ἐστιν τῶν λεπτομερῶν φαρμάκων φύσις οὐ μόνον τοῖς θερμαίνουσιν ὑπάρχουσα. κατὰ ταὐτὰ δὲ καὶ τῶν παχυμερῶν οὐ μόνον τοῖς ψύχουσιν · ὥσπερ δὲ καὶ ἐπὶ τῶν τοιούτων ἀναλογία τις ἐν ταῖς δυνάμεσιν ὑπάρχει, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ πάντων ζητεῖν, εἰ καὶ μὴ κείμενον ὄνομα τύχῃ. λέγονται γοῦν τινες ὀξυδορκικαὶ δυνάμεις αἱ τοὺς ὀφθαλμοὺς, ἐπειδὰν μηδὲν ἔχοντες αἰσθητὸν πάθημα φαύλως ἐνεργῶσιν, ἐπανορθούμεναι. καὶ χρὴ δηλονότι καὶ κατὰ τὰ ὦτα καὶ τὰς ῥῖνας ἑκάστηντε τῶν ἄλλων αἰσθήσεων ἀνάλογον ὑπάρχειν τινὰ τοιαύτην δύναμιν, οὐ μὴν ὠνόμασταί γε ὀξυήκοός τις δύναμις, ὥσπερ οὐ δὲ κατὰ τὴν ὄσφρησιν τὴν γεῦσιν τὴν ἁφὴν, καίτοι γε ἐν αὐτοῖς τοῖς αἰσθητοῖς πράγμασιν ἀναλόγως ὑπαρχούσης. εἰ δ’ἐπὶ πλέον ἐκτείνοι τις τὴν ὁμοιότητα, καὶ καθ’ἕκαστον ἡμῶν μόριον ἀναγκαῖον εἶναι τοιαύτην τινὰ δύναμιν φαρμάκων, ὑφ’ἧς δηλονότι βέλτιον γίγνεται τὸ τοῦ μέρους ἔργον, ὥσπερ, εἰ οὕτως ἔτυχε, τὸ τῆς γαστρός. ἔστι γὰρ οὖν κᾀνταῦθα πολλάκις εὑρεῖν ἀτονίαν τινὰ τοιαύτην αὐτῆς, οἵα κατ’ὀφθαλμούς ἐστιν ἀμβλυωπία, μήτε φλεγμαίνοντας μήτε ῥευματιζομένους μήθ’ἡλκωμένους μήτ’ἄλλο τι φανερὸν ἔχοντας κακόν. καὶ δὴ καὶ τὰ φάρμακα τὴν τοιαύτην διάθεσιν τῆς γαστρὸς ἐπανορθούμενα κέκληται πεπτικὰ, τῷ μὲν σχήματι τῆς προσηγορίας οὐκ ἀνάλογον ἔχοντα τοῖς ὀξυδορκικοῖς, τῷ δ’ἔργῳ καὶ τῇ δυνάμει παραπλήσια.

5.24

ἐπεὶ δὲ καὶ ἀπὸ μορίων τοῦ σώματος τινὰς ἐλέγομεν ὠνομάσθαι δυνάμεις, οὐ χεῖρον ἂν εἴη καὶ περὶ τούτων διελθεῖν. οὔτε γὰρ, ὡς ἂν οἰηθείη τις, ἐπὶ πάντων ἁρμόττουσι τῶν παθῶν τοῦ μέρους οὔτ’ἐφ’ἑνὸς οὕτω τινὸς ὡς ἕτερον ὀνῆσαι μηδὲν, ἀλλ’ἤτοι τὸ πλειστάκις, τῷ μάλιστα ἐνεργεῖν ἐπὶ τοῦδέ τινος τοῦ μέρους, ἀπ’αὐτοῦ τὴν προσηγορίαν ἔσχον. ὀφθαλμικαὶ μὲν, ἐπειδὴ καὶ μάλιστα καὶ πλειστάκις ἐπ’ὀφθαλμῶν αὐταῖς χρώμεθα, καθάπερ τῷ γε διὰ ῥόδων κολλυρίῳ καὶ τῷ διὰ πομφόλυγος καὶ τῷ κνίκῳ προσαγορευομένῳ καὶ τῷ λιβανίῳ καὶ τοῖς ἄλλοις ἅπασιν, οἷς ἔνεστι μὲν χρήσασθαι καὶ ὤτων πασχόντων καὶ στομάτων καὶ ῥινὸς αἰδοίουτε καὶ ἕδρας, οὐ μὴν οὔθ’οὕτω πολλάκις οὔθ’οὕτως ὠφελίμως. ἡπατικὰς δ’αὖ καὶ σπληνικὰς καὶ πλευριτικὰς καὶ στομαχικὰς, ἐπειδὴ καὶ ταύτας, ἕκαστον τῶν εἰρημένων ὠφελούσας ὁρῶμεν μάλιστάτε καὶ πλειστάκις. ἥτις δ’αἰτία τῆς ὠφελείας ἐστὶν, ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ ῥηθήσεται, καθ’ἣν καὶ τἄλλα πάντα περὶ τῆς τῶν φαρμάκων χρήσεως ἐπέξιμεν, ὥστ’οὐδὲν ἔτι μηκύνειν ἐνταῦθα, πλὴν εἴπερ ἄρα περὶ τῆς τῶν ὀνομάτων βραχὺ ἐπισημήνασθαι χρήσεως, ἣν ἄλλοιτέ τινες τῶν νεωτέρων ἰατρῶν ἐποιήσαντο καινοτομοῦντες, οὐχ ἥκιστα δὲ καὶ οἱ καλούμενοι μεθοδικοί.

5.25

τὸ μὲν γὰρ σταλτικάς τινας ὑπ’αὐτῶν λέγεσθαι δυνάμεις, σφιγγούσας συναγούσας ἀπωθουμένας, τι τοιοῦτον ἕτερον, οὔτ’ἄτοπον οὔτ’ἀσαφές. ὅταν δὲ μετασυγκριτικάς τινας εἶναι λέγωσιν ὕλας δυνάμεις, οὔτε σαφές ἐστι τὸ λεγόμενον οὔτ’ἀληθὲς οὔτε τῆς αἱρέσεως αὐτῶν οἰκεῖον, οἵγε φεύγειν φασὶν τὴν ἀπὸ τῶν δογματικῶν ὑπολήψεων ἔνδειξιν, ἀρκεῖν γὰρ αὐτοῖς τὰς φαινομένας καινότητας. τὸ δ’ἐκτρεπομένων τῶν πόρων τοῦ σώματος ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐν ἰδιότητι τῆς τροπῆς αὐτῶν συνίστασθαί τινα πάθη δογματική τις ὑπόληψίς ἐστιν. ἕπεται δὲ ταύτῃ καὶ τὸ τῶν τοιούτων παθῶν μετασυγκριτικάς τινας εἶναι δυνάμεις, ἀλλοιούσας δηλονότι τὴν παρὰ φύσιν τῆς συγκρίσεως ἡμῶν ποροποιίαν. οὕτως γὰρ δὴ καὶ χρῶνται τοῖς ὀνόμασιν οἱ περὶ τὸν Θεσσαλὸν, εἶτ’ἐπὶ τῶν χρονίως ῥευματιζομένων παραλαμβάνουσι τὰς τοιούτοις δυνάμεις, οὔθ’ὅτι τῶν πόρων ἀλλοίωσις ἐν τοῖς τοιούτοις γίνεται πάθεσιν ἀποδείξαντες οὔθ’ὅτι τάδε τὰ φάρμακα μετασυγκρίνειν πέφυκεν, τὴν ἡμαρτημένην ποροποιίαν ἐπιδεῖξαι δυνάμενοι. διὰ τί γὰρ, πρὸς θεῶν, τὸ νᾶπυ καὶ θαψία καὶ τὸ πύρεθρον, τε τῆς καππάρεως ῥίζα, καὶ ἁπλῶς ὅσα καίειν πέφυκεν, εἰ χρονίσειεν ὁμιλοῦντα τῷ σώματι, μετασυγκρίνει τὴν ποροποιίαν; ὅτι μὲν γὰρ ὠφελεῖται τὰ ῥευματικὰ μόρια πρὸς τῶν τοιούτων φαρμάκων ἐναργῶς φαίνεται. διὰ τί δ’ὠφελεῖται, πρόβλημά ἐστι τῆς φυσικῆς θεωρίας. ἡμεῖς μὲν οὖν φαμεν ὑγρὰν καὶ ψυχρὰν εἶναι τὴν κρᾶσιν αὐτῶν, καὶ διὰ τοῦτο δεῖσθαι τῶν θερμαινόντωντε καὶ ξηραινόντων. ἄλλοι δ’ἄλλην τὴν αἰτίαν ἐροῦσιν, ὡς ἂν καὶ τύχωσι περὶ τῶν στοιχείων τοῦ σώματος ὑπολαμβάνοντες. οὐ μὴν προσήκει γε φθέγγεσθαι τὸ τῆς μετασυγκρίσεως ὄνομα τῶν ἀφ’ἑτέρας αἱρέσεως ἀγομένων οὐδενὶ, πλὴν ὅσοι τὰ τῶν ζώων σώματα συγκρίματα νομίζουσίτε καὶ ὀνομάζουσιν, ἐξ ὄγκων ἀτόμων ἐλαχίστων ἀμερῶν ὁμοιομερῶν, καὶ οὐ δὲ τούτοις ἅπασι, ἀλλ’ὅσοι, καθάπερ Θεσσαλὸς, ἐν τῷ κανόνι τῆς τῶν πόρων ἀλλοιώσεως τὰ τοιαῦτα τῶν νοσημάτων ἀνατιθέασιν, οὐ γὰρ μεθοδικός ἐστι, τοῦτο λέγων Θεσσαλός. ἀποχωρεῖ γὰρ ὅταν ὡς μεθοδικὸς ἡμῖν διαλέγηται τῆς ἀπὸ τῶν ἀδήλων ἐνδείξεως, ἀλλ’ δογματικὸς, ἀπὸ μὲν τῶν αὐτῶν Ἀσκληπιάδει στοιχείων ἀρχόμενος, οὐ μὴν ἀκολουθῶν γε πάντῃ, ἀλλ’οὐ νῦν γε καιρὸς ὑπὲρ τῶν τοιούτων ἐπὶ πλέον διεξέρχεσθαι. τὰ μὲν γὰρ αὐτῶν ἐστιν οἰκειότερα τῇ θεραπευτικῇ μεθόδῳ, τὰ δ’ἐν τοῖς περὶ τῆς κατὰ Θεμίσωνα καὶ Θεσσαλὸν αἱρέσεως ἀκριβέστερον εἰρήσεται. καιρὸς οὖν ἤδη καταπαύειν ἐνταῦθα καὶ τόνδε τὸν λόγον, ἔτι δύο προσθέντας αὐτῷ κεφάλαια, τὸ μὲν ἕτερον ἐν τῇ τῶν ἔμπροσθεν ἀναβληθέντων ὑπὲρ τῶν ἐναντίων δυνάμεων, τὸ δ’ἕτερον ἀναγκαῖον μὲν εἰς τὸν ἐφεξῆς λόγον, ὁρίζον δὲ τὴν τάξιν ἑκάστου τῶν θερμαινόντωντε καὶ ψυχόντων, ὑγραινόντωντε καὶ ξηραινόντων φαρμάκων.

5.26

τὰς μὲν οὖν ἐναντίας δυνάμεις ἐκ τῶν ἔργων κριτέον, ὥσπερ ἐν ὅλῳ τῷδε τῷ γράμματι πολλάκις ἐδείξαμεν, ἐμπλαστικάςτέ τινας εἰπόντες εἶναι δυνάμεις ἐναντίας ταῖς ῥυπτικαῖς, ἐκφρακτικάςτε ταῖς ἐμφρακτικαῖς, καὶ μαλακτικὰς ταῖς σκληρυνούσαις, καὶ χαλαστικὰς ταῖς συντεινούσαις. στυπτικὰς γὰρ, δριμείας πικρὰς γλυκείας ὀξείας οὐ δυνάμεις φαρμάκων, ἀλλὰ γευστὰς ποιότητας ἐδείκνυμεν οὔσας, ὥστε οὐ ζητητέον ὅλως ἐν ταύταις τὴν ἐναντίωσιν, οὐχ ὡς ἐν δυνάμεσι ζητητέον. σκοπὸς δὲ κᾀν ταύταις διττὸς, αἵτ’ἐνέργειαι καὶ αἱ κράσεις αὐτῶν. ἐνέργειαι μὲν ἐν τῷ πυκνοῦν καὶ ἀραιοῦν ἐπισπᾶσθαί τι τῶν ἐκ τοῦ βάθους, ἀπωθεῖσθαι, παχύνειντε τὰς ὕλας, λεπτύνειν, φράττειντε τοὺς πόρους ἐκφράττεν. αἱ κράσεις δὲ κατὰ τὸ θερμόντε καὶ ψυχρὸν, ὑγρόντε καὶ ξηρὸν, ὑπὲρ ὧν αὐτάρκως ἁπάντων τῷ τετάρτῳ βιβλίῳ διῄρηται, δεικνύντων ἡμῶν ὡς τὸ μὲν στῦφον γεῶδέςτέ ἐστι καὶ ψυχρὸν, τὸ δὲ ὀξὺ λεπτομερὲς ψυχρὸν, τὸ δὲ πικρὸν γεῶδες λεπτομερὲς, τὸ δὲ ἄνευ τινὸς ἐπισήμου ποιότητος ψυχρὸν ὑδατῶδες. οὕτω μὲν καὶ τὸ μὲν δριμὺ πυρῶδες ἐδείκνυτο, τὸ δ’ἁλυκὸν γεῶδες θερμὸν, οὐ μὴν ἤδη γέ πω πυρῶδες. ὡσαύτως δὲ καὶ τὸ γλυκὺ θερμὸν μὲν, ἀλλ’οὐδέπω καυστικόν. ὅσα δ’ἐλαιώδη πάνθ’ὑδατώδητε ἐστι καὶ ἀερώδη, εἵπετο δὲ δήπου καὶ τὰ ἔργα ταῖς κράσεσιν αὐτῶν. τὸ μὲν γὰρ στῦφον συνάγειν καὶ πιλεῖν καὶ πυκνοῦν καὶ ἀποκρούεσθαι καὶ παχύνειν, ἔτιτε πρὸ τούτων ἁπάντων ψύχειν καὶ ξηραίνειν πέφυκεν, τὸ δ’ὀξὺ τέμνειν καὶ διαιρεῖν καὶ λεπτύνειν, ἐκφράττειντε καὶ διακαθαίρειν ἄνευ τοῦ θερμαίνειν, τὸ δὲ δριμὺ παραπλησίως μὲν ὀξεῖ δρᾷν, κατά γε τὸ διαλεπτύνειντε καὶ διακαθαίρειν. διαφέρει δὲ τῷ τὸ μὲν ὀξὺ ψύχειν, τὸ δὲ δριμὺ θερμαίνειν, καὶ προσέτι τῷ τὸ μὲν ἀποκρούεσθαι, τὸ δ’ἐπισπᾶσθαι καὶ διαφορεῖν. οὕτω δὲ καὶ τὸ μὲν πικρὸν διακαθαίρειτε τοὺς πόρους καὶ διαρρύπτει καὶ λεπτύνει καὶ τέμνει τὸ πάχος τῶν χυμῶν ἄνευ φανερᾶς θερμότητος. τὸ δ’ὑδατῶδες ψυχρὸν παχύνει καὶ συνίστησι καὶ συνάγει καὶ πιλεῖ καὶ νεκροῖ καὶ ναρκοῖ. τὸ δὲ δριμὺ λεπτύνει, διακαθαίρει, διαφορεῖ καὶ ἐκρήσσει καὶ ἐπισπᾶται καὶ ἐσχαροῖ. τὸ δὲ ἁλυκὸν συνάγει καὶ σφίγγει, ταριχεύει, ξηραίνει χωρὶς ἐπισήμου θερμότητος ψύξεως. τὸ δὲ γλυκὺ πέττει, χαλᾷ, ἀραιοῖ. τὸ δ’ἐλαιῶδες ὑγραίνει, μαλάττει, χαλᾷ. ῥᾴδιον οὖν ἤδη τοῖς εἰρημένοις σταθμώμενον ἐξευρίσκειν, τῶν χυμῶν ὅσοιτε ταῖς κράσεσιν καὶ ὅσοι τοῖς ἔργοις εἰσὶν ἐναντίοι.

5.27

ἐμοὶ δὲ καιρὸς ἂν εἴη πρέπων ἀφορισαμένῳ τὰς τάξεις τῶν ἐν τοῖς φαρμάκοις κράσεώντε καὶ δυνάμεων ἐνταῦθα καταπαύειν ἤδη τὸν λόγον. τὸ μὲν δὴ σύμμετρον φάρμακον, ὡς ὁμοίας εἶναι κράσεως προσάγεται, κατὰ τὸ μήτε ξηραίνειν μήθ’ὑγραίνειν, μήτε ψύχειν μήτε θερμαίνειν, οὔτε ξηρὸν οὔθ’ὑγρὸν, οὔτε ψυχρὸν οὔτε θερμὸν ὀνομάζειν προσήκει. τὸ δ’ἤτοι ξηρότερον ὑγρότερον, θερμότερον ψυχρότερον, ἀπὸ τῆς ἐπικρατούσης καλεῖται δυνάμεως. ἀρκεῖ δὲ καθ’ἑκάστην ἐπικράτειαν τέσσαρας ὡς πρὸς τὴν χρείαν ποιήσασθαι τάξεις, θερμὸν μὲν ὀνομάζοντας κατὰ τὴν πρώτην τάξιν τι ἂν ἡμᾶς θερμαίνῃ, μὴ μέντοι γε ἐναργῶς, ἀλλὰ μετὰ τοῦ προσδεῖσθαί τινος ἀποδείξεως λογικῆς. οὕτω καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν, τι περ ἂν ἀποδείξεως δέηται, μηδέπω τὴν ἐνέργειαν ἰσχυρὰν μη δ’ἐναργῆ κεκτημένον. ὅσα μέντοι σαφῶς ἤδη θερμαίνειν ψύχειν ξηραίνειν ὑγραίνειν πέφυκε, δευτέρας τὰ τοιαῦτα τάξεως εἶναι λεχθήσεται. τὰ δ’ἤδη μὲν σφοδρῶς, οὐ μὴν εἰς ἄκρον γε, τῆς τρίτης. ὅσα δ’οὕτω θερμαίνειν πέφυκεν, ὡς ἐσχαροῦντε καὶ καίειν, τετάρτης. οὕτω δὴ καὶ ὅσα σφοδρότερον ψύχειν πέφυκεν, ὡς ἤδη νεκροῦν, τετάρτης καὶ ταῦτα. ξηραῖνον δ’οὐδέν ἐστιν εὑρεῖν τετάρτης τάξεως, ἄνευ τοῦ καίειν · τι γὰρ ἄκρως ξηραίνει, πάντως τοῦτο καὶ καίει. τῆς τρίτης μέντοι τάξεως τῶν ξηραινόντων δύναταί τι καὶ μὴ καῖον εἶναι, καθάπερ ὅσα στύφει σφοδρῶς ἅπαντα, ἐξ ὧν ἐστιν ὀμφάκιον καὶ ῥοῦς καὶ στυπτηρία καὶ βαλαύστιον καὶ κικὶς ὀμφακῖτις. ἐν αὐτοῖς δὲ τούτοις τὰ μὲν ἐγγύς ἐστι τῶν καιόντων, οἷον τε λεπὶς τοῦ χαλκοῦ καὶ κεκαυμένος χαλκὸς, ὡς ἐν τῷ ἀσαφεῖ που κεῖσθαι τῆς τρίτηςτε καὶ τετάρτης τάξεως. τὰ δ’ἐν τῷ μέσῳ, καθάπερ κεκαυμένος χαλκὸς, εἰ πλυθείη, τὰ δ’ἐν ἀρχῇ καθάπερ ὑποκυστίς. οὕτω δὲ καὶ κατὰ τὴν δευτέραντε καὶ τετάρτην τάξιν ἔνεστι διαφορὰς ποιεῖσθαι τριττάς. οὐ γὰρ ὡσαύτως δή που τὸ καυτήριον ξηραίνει τῷ νάπυϊ, καίτοι γε ἄμφω τῆς τετάρτης τάξεώς ἐστιν. ὑπὲρ ἁπάντων δὴ τούτων ἐν τοῖς ἑξῆς διορισθήσεται καθ’ἕκαστον ἁπλοῦν φάρμακον ἰδίᾳ.