.
.
τὸ ἔνατον τῶν Συμποσιακῶν, ὦ Σόσσιε Σενεκίων, περιέχει λόγους τοὺς Ἀθήνησιν ἐν τοῖς Μουσείοις γενομένους τῷ καὶ μάλιστα τὴν ἐννεάδα ταῖς Μούσαις προσήκειν. ὁ δ’ἀριθμὸς ἂν ὑπερβάλλῃ τὴν συνήθη δεκάδα τῶν ζητημάτων, οὐ θαυμαστέον · ἔδει γὰρ πάντα ταῖς Μούσαις ἀποδοῦναι τὰ τῶν Μουσῶν καὶ μηδὲν ἀφελεῖν ὥσπερ ἀφ’ἱερῶν, πλείονα καὶ καλλίονα τούτων ὀφείλοντας αὐταῖς. περὶ στίχων εὐκαίρως ἀναπεφωνημένων καὶ ἀκαίρως. Ἀμμώνιος Ἀθήνησι στρατηγῶν ἀπόδειξιν ἔλαβεν ἐν τῷ Διογενείῳ τῶν γράμματα καὶ γεωμετρίαν καὶ τὰ ῥητορικὰ καὶ μουσικὴν μανθανόντων ἐφήβων, καὶ τοὺς εὐδοκιμήσαντας τῶν διδασκάλων ἐπὶ δεῖπνον ἐκάλεσεν. παρῆσαν δὲ καὶ τῶν ἄλλων φιλολόγων συχνοὶ καὶ πάντες ἐπιεικῶς οἱ συνήθεις. ὁ μὲν οὖν Ἀχιλλεὺς μόνοις τῶν ἀγωνισαμένων τοῖς μονομαχήσασι δεῖπνον κατήγγειλεν, βουλόμενος, ὥς φασιν, εἴ τις ἐν τοῖς ὅπλοις ὀργὴ πρὸς ἀλλήλους καὶ χαλεπότης γένοιτο, ταύτην ἀφεῖναι καὶ καταθέσθαι τοὺς ἄνδρας ἑστιάσεως κοινῆς καὶ τραπέζης μετασχόντας · τῷ δ’Ἀμμωνίῳ συνέβαινε το- τοὐναντίον · ἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων · ἤδη δὲ καὶ προτάσεις καὶ προκλήσεις ἦσαν ἄκριτοι καὶ ἄτακτοι. διὸ πρῶτον μὲν ἐκέλευσεν ᾆσαι τὸν Ἐράτωνα πρὸς τὴν λύραν · ᾄσαντος δὲ τὰ πρῶτα τῶν Ἔργων “οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος”, ἐπῄνεσεν ὡς τῷ καιρῷ πρεπόντως ἁρμοσάμενον · ἔπειτα περὶ στίχων εὐκαιρίας ἐνέβαλεν λόγον, ὡς μὴ μόνον χάριν ἀλλὰ καὶ χρείαν ἔστιν ὅτε μεγάλην ἐχούσης. καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς ἦν διὰ στόματος πᾶσιν, ἐν τοῖς Πτολεμαίου γάμοις ἀγομένου τὴν ἀδελφὴν καὶ πρᾶγμα δρᾶν ἀλλόκοτον νομιζομένου καὶ ἄθεσμον ἀρξάμενος ἀπὸ τῶν ἐπῶν ἐκείνων “Ζεὺς δ’Ἥρην ἐκάλεσσε κασιγνήτην ἄλοχόντε” · καὶ ὁ παρὰ Δημητρίῳ τῷ βασιλεῖ ἀπρόθυμος ὢν ᾄδειν μετὰ τὸ δεῖπνον, ὡς δὲ προσέπεμψεν αὐτῷ τὸν υἱὸν ἔτι παιδάριον ὄντα τὸν Φίλιππον, ἐπιβαλὼν εὐθύς “τὸν παῖδά μοι τόνδ’ἀξίως Ἡρακλέους ἡμῶντε θρέψαι” · καὶ Ἀνάξαρχος ὑπ’Ἀλεξάνδρου μήλοις βαλλόμενος παρὰ δεῖπνον ἐπαναστὰς καὶ εἰπών “βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί”. πάντων δ’ἄριστος Κορίνθιος παῖς αἰχμάλωτος, ὅθ’ἡ πόλις ἀπώλετο καὶ Μόμμιος ἐκ τῶν ἐλευθέρων τοὺς ἐπισταμένους γράμματα παῖδας † εὐσυσκόπων ἐκέλευσε γράψαι στίχον, ἔγραψε “τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ’ὄλοντο” · καὶ γὰρ παθεῖν τι τὸν Μόμμιόν φασι καὶ δακρῦσαι καὶ πάντας ἀφεῖναι ἐλευθέρους τοὺς τῷ παιδὶ προσήκοντας. ἐμνήσθη δὲ καὶ τῆς Θεοδώρου τοῦ τραγῳδοῦ γυναικὸς οὐ προσδεξαμένης αὐτὸν ἐν τῷ συγκαθεύδειν ὑπογύου τοῦ ἀγῶνος ὄντος, ἐπεὶ δὲ νικήσας εἰσῆλθεν πρὸς αὐτήν, ἀσπασαμένης καὶ εἰπούσης “Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν’ἔξεστί σοι”. ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι. οἷον Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν “ἤλυθες ἐκ πολέμου · ὡς ὤφελες αὐτόθ’ὀλέσθαι”. Κασσίῳ δὲ Λογγίνῳ λόγου προσπεσόντος ἀδεσπότου, τὸν υἱὸν ἐπὶ ξένης τεθνάναι, καὶ τὸ ἀληθὲς ἔχοντος εἰπεῖν οὐδενὸς οὐ δ’ἀνελεῖν τὸ ὕποπτον, εἰσελθὼν συγκλητικὸς ἀνὴρ πρὸς αὐτὸν ἤδη πρεσβύτερος “οὐ καταφρονήσεις” ἔφη, “Λογγῖνε, λαλιᾶς ἀπίστου καὶ κακοήθους φήμης, ὥσπερ οὐκ εἰδὼς οὐ δ’ἀνεγνωκὼς τὸ” φήμη δ’οὔ τις πάμπαν ἀπόλλυται “”; ὁ δ’ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν ἐν τῷ θεάτρῳ προτείνας “ἔρρ’ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων” ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτ’ἄκων ἠστόχησεν. ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον. τίς αἰτία, δι’ἣν τὸ ἄλφα προτέτακται τῶν στοιχείων. ἔθους δ’ὄντος ἐν τοῖς Μουσείοις κλήρους περιφέρεσθαι καὶ τοὺς συλλαχόντας ἀλλήλοις προτείνειν φιλόλογα ζητήματα, φοβούμενος ὁ Ἀμμώνιος μὴ τῶν ὁμοτέχνων τινὲς ἀλλήλοις συλλάχωσι, προσέταξεν ἄνευ κλήρου γεωμέτρην γραμματικῷ προτεῖναι καὶ ῥητορικῷ μουσικόν, εἶτ’ἔμπαλιν ἀναστρέφειν τὰς ἀνταποδόσεις. προὔτεινεν οὖν ὁ Ἑρμείας ὁ γεωμέτρης Πρωτογένει τῷ γραμματικῷ πρῶτος αἰτίαν εἰπεῖν, δι’ἣν τὸ ἄλφα προτάττεται τῶν γραμμάτων ἁπάντων. ὁ δὲ τὴν ἐν ταῖς σχολαῖς λεγομένην ἀπέδωκε. τὰ μὲν γὰρ φωνήεντα τῷ δικαιοτάτῳ λόγῳ πρωτεύειν τῶν ἀφώνων καὶ ἡμιφώνων · ἐν δὲ τούτοις τῶν μὲν μακρῶν ὄντων τῶν δὲ βραχέων τῶν δ’ἀμφότερα καὶ διχρόνων λεγομένων, ταῦτ’εἰκότως τῇ δυνάμει διαφέρειν. αὐτῶν δὲ τούτων πάλιν ἡγεμονικωτάτην ἔχειν τάξιν τὸ προτάττεσθαι τῶν ἄλλων δυεῖν ὑποτάττεσθαι δὲ μηδετέρῳ πεφυκός, οἷόν ἐστι τὸ ἄλφα · τουτὶ γὰρ οὔτε τοῦ ἰῶτα δεύτερον οὔτε τοῦ υ ταττόμενον ἐθέλειν ὁμολογεῖν οὐ δ’ὁμοπαθεῖν ὥστε συλλαβὴν μίαν ἐξ ἀμφοῖν γενέσθαι, ἀλλ’ὥσπερ ἀγανακτοῦν καὶ ἀποπηδῶν ἰδίαν ἀρχὴν ζητεῖν ἀεί · ἐκείνων δ’ὁποτέρου βούλῃ προταττόμενον ἀκολουθοῦντι καὶ συμφωνοῦντι χρῆσθαι καὶ συλλαβὰς ὀνομάτων ποιεῖν, ὥσπερ τοῦ “αὔριον” καὶ τοῦ “αὐλεῖν” καὶ τοῦ “Αἴαντος” καὶ τοῦ “αἰδεῖσθαι” καὶ μυρίων ἄλλων. διὸ τοῖς τρισίν, ὥσπερ οἱ πένταθλοι, περίεστι καὶ νικᾷ τὰ μὲν πολλὰ τῷ φωνᾶεν εἶναι, τὰ δ’αὖ φωνάεντα ἐν τῷ δίχρονον, ταῦτα δ’αὐτὰ τῷ πεφυκέναι καθηγεῖσθαι δευτερεύειν δὲ μηδέποτε μη δ’ἀκολουθεῖν. παυσαμένου δὲ τοῦ Πρωτογένους, καλέσας ἔμ’ὁ Ἀμμώνιος “οὐδέν” ἔφη “σὺ τῷ Κάδμῳ βοηθεῖς ὁ Βοιώτιος, ὅν φασι τὸ ἄλφα πάντων προτάξαι διὰ τὸ Φοίνικας οὕτω καλεῖν τὸν βοῦν, ὃν οὐ δεύτερον οὐ δὲ τρίτον, ὥσπερ Ἡσίοδος, ἀλλὰ πρῶτον τίθεσθαι τῶν ἀναγκαίων”; “οὐδέν” ἔφην ἐγώ · “τῷ γὰρ ἐμῷ πάππῳ βοηθεῖν, εἴ τι δύναμαι, δίκαιός εἰμι μᾶλλον ἢ τῷ τοῦ Διονύσου. Λαμπρίας γὰρ ὁ ἐμὸς πάππος ἔλεγεν πρώτην φύσει φωνὴν τῶν ἐνάρθρων ἐκφέρεσθαι διὰ τῆς τοῦ ἄλφα δυνάμεως · τὸ γὰρ ἐν τῷ στόματι πνεῦμα ταῖς περὶ τὰ χείλη μάλιστα πλάττεσθαι κινήσεσιν, ὧν πρώτην ἀνοιγομένων τὴν ἄνω διάστασιν οὖσαν ἐξιέναι τοῦτον τὸν ἦχον, ἁπλοῦν ὄντα κομιδῇ καὶ μηδεμιᾶς δεόμενον πραγματείας, μη δὲ τὴν γλῶτταν παρακαλοῦντα μη δ’ὑπομένοντ’, ἀλλὰ κατὰ χώραν ἀποκειμένης ἐσκειμένης ἐκείνης ἐκπεμπόμενον · ᾗ καὶ τὰ νήπια ταύτην πρώτην ἀφιέναι φωνήν, ὠνομάσθαι δὲ καὶ τὸ” ἀίειν “ἐπὶ τῷ φωνῆς αἰσθάνεσθαι καὶ πολλὰ τῶν ὁμοίων, ὥσπερ καὶ τὸ” ᾄδειν “καὶ τὸ” αὐλεῖν “καὶ τὸ” ἀλαλάζειν “· οἶμαι δὲ καὶ τὸ” αἴρειν “καὶ τὸ” ἀνοίγειν “οὐκ ἀπὸ τρόπου τῇ τῶν χειλῶν ἀνοίξει καὶ ἄρσει, καθ’ἣν οὗτος ἐκπίπτει τοῦ στόματος ὁ φθόγγος, ὠνομάσθαι. διὸ καὶ τὰ τῶν ἀφώνων γραμμάτων ὀνόματα πλὴν ἑνὸς ἅπαντα προσχρῆται τῷ ἄλφα καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος · τοῦ δὲ πῖ μόνον ἄπεστιν ἡ δύναμις αὕτη · τὸ γὰρ φῖ καὶ τὸ χῖ τὸ μέν ἐστι πῖ τὸ δὲ κάππα δασυνόμενον”. κατὰ ποίαν ἀναλογίαν ὁ τῶν φωνηέντων καὶ ἡμιφώνων ἀριθμὸς συντέτακται. πρὸς ταῦτα τοῦ Ἑρμείου φήσαντος ἀμφοτέρους ἀποδέχεσθαι τοὺς λόγους “τί οὖν” ἔφην “οὐ καὶ σὺ διῆλθες ἡμῖν, εἴ τις ἔστι λόγος τοῦ ἀριθμοῦ τῶν στοιχείων, ὥς γ’ἐμοὶ δοκεῖ; τεκμήριον δὲ ποιοῦμαι τὸ μὴ κατὰ τύχην τῶν ἀφώνων καὶ ἡμιφώνων πρόςτ’ἄλληλα καὶ πρὸς τὰ φωνήεντα γεγονέναι τὸ πλῆθος, ἀλλὰ κατὰ τὴν πρώτην ἀναλογίαν ἀριθμητικὴν δὲ καλουμένην ὑφ’ἡμῶν · ἐννέα γὰρ ὄντων καὶ ὀκτὼ καὶ ἑπτά, τα- ταὐτῷ τὸν μέσον ἀριθμὸν ὑπερέχειν καὶ ὑπερέχεσθαι συμβέβηκε. τῶν δ’ἄκρων ὁ μέγιστος πρὸς τὸν ἐλάχιστον ἔχει λόγον, ὃν ὁ τῶν Μουσῶν πρὸς τὸν τοῦ Ἀπόλλωνος · ἡ γὰρ ἐννεὰς δήπου ταῖς Μούσαις ἡ δ’ἑβδομὰς τῷ Μουσηγέτῃ προσκεκλήρωται · συντεθέντα δ’ἀλλήλοις διπλασιάζει τὸν μέσον εἰκότως, ἐπεὶ καὶ τὰ ἡμίφωνα τῆς ἀμφοῖν τρόπον τινὰ κοινωνεῖ δυνάμεως”. καὶ ὁ Ἑρμείας “Ἑρμῆς” ἔφη “λέγεται θεῶν ἐν Αἰγύπτῳ γράμματα πρῶτος εὑρεῖν · διὸ καὶ τὸ τῶν γραμμάτων Αἰγύπτιοι πρῶτον ἶβιν γράφουσιν, ὡς Ἑρμῇ προσήκουσαν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν δόξαν ἀναύδῳ καὶ ἀφθόγγῳ προεδρίαν ἐν γράμμασιν ἀποδόντες. Ἑρμῇ δὲ μάλιστα τῶν ἀριθμῶν ἡ τετρὰς ἀνάκειται, πολλοὶ δὲ καὶ τετράδι μηνὸς ἱσταμένου γενέσθαι τὸν θεὸν ἱστοροῦσιν · τάτε δὴ πρῶτα καὶ Φοινίκεια διὰ Κάδμον ὀνομασθέντα τετράκις ἡ τετρὰς γενομένη παρέσχεν, καὶ τῶν αὖθις ἐφευρεθέντων δὲ Παλαμήδηςτε πρότερος τέτταρα καὶ Σιμωνίδης αὖθις ἄλλα τοσαῦτα προσέθηκεν. καὶ μὴν ὅτι πάντων ἀριθμῶν πρῶτος τέλειος ἡ μὲν τριὰς ὡς ἀρχὴν καὶ μέσον ἔχουσα καὶ τέλος, ἡ δ’ἑξὰς ὡς ἴση τοῖς αὑτῆς μέρεσι γινομένη, δῆλόν ἐστι · τούτων τοίνυν ἡ μὲν ἑξὰς ὑπὸ τῆς τετράδος, ἡ δὲ τριὰς ὑπὸ τῆς ὀγδοάδος πολλαπλασιασθεῖσα, πρώτου κύβου πρῶτος τέλειος, τὸ τῶν τεττάρων καὶ εἴκοσι παρέσχηκε πλῆθος”. ἔτι δ’αὐτοῦ λέγοντος ὁ γραμματιστὴς Ζωπυρίων δῆλος ἦν καταγελῶν καὶ παρεφθέγγετο · παυσαμένου δ’οὐ κατέσχεν ἀλλὰ φλυαρίαν τὰ τοιαῦτα πολλὴν ἀπεκάλει · μηδενὶ γὰρ λόγῳ συντυχίᾳ δέ τινι καὶ τὸ πλῆθος τῶν γραμμάτων γεγονέναι τοσοῦτον καὶ τὴν τάξιν οὕτως ἔχουσαν, ὥσπερ, ἔφη, καὶ τὸ τῆς Ἰλιάδος τὸν πρῶτον στίχον τῷ τῆς Ὀδυσσείας ἰσοσύλλαβον εἶναι καὶ πάλιν τῷ τελευταίῳ τὸν τελευταῖον ἐκ τύχης καὶ αὐτομάτως ἐπηκολουθηκέναι. ποτέραν χεῖρα τῆς Ἀφροδίτης ἔτρωσεν ὁ Διομήδης. μετὰ δὲ ταῦτα τὸν μὲν Ἑρμείαν βουλόμενόν τι προβαλεῖν τῷ Ζωπυρίωνι ἀπεκωλύσαμεν · ὁ δὲ ῥήτωρ Μάξιμος ἄπωθεν ἠρώτησεν αὐτὸν ἐκ τῶν Ὁμήρου, ποτέραν χεῖρα τρώσειεν τῆς Ἀφροδίτης ὁ Διομήδης. ταχὺ δὲ τοῦ Ζωπυρίωνος ἀντερομένου ποτέρῳ σκέλει χωλὸς ἦν ὁ Φίλιππος, “οὐχ ὅμοιον” εἶπεν ὁ Μάξιμος · “οὐ δὲ γὰρ ὁ Δημοσθένης ὑπόλογον περὶ τούτου δέδωκεν · σὺ δ’ἐὰν ἀπορεῖν ὁμολογήσῃς, ἕτεροι δείξουσιν ὅπου τὴν τετρωμένην χεῖρα φράζει τοῖς νοῦν ἔχουσιν ὁ ποιητής”. ἔδοξεν οὖν ἡμῖν ὁ Ζωπυρίων διηπορῆσθαι, καὶ τὸν Μάξιμον, ἐκείνου σιωπῶντος, ἠξιοῦμεν ἐπιδεικνύναι. “πρῶτον οὖν” ὁ Μάξιμος ἔφη “τῶν ἐπῶν οὕτως ἐχόντων” ἔνθ’ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς ἄκρην οὔτασε χεῖρα, μετάλμενος ὀξέι δουρί “δῆλόν ἐστιν, ὅτι τὴν ἀριστερὰν πατάξαι βουλόμενος οὐκ ἐδεῖτο μεταπηδήσεως, ἐπεὶ κατὰ τὴν ἀριστερὰν τὴν δεξιὰν εἶχεν ἐξ ἐναντίου προσφερόμενος · καὶ γὰρ εὔλογον ἦν τὴν ἐρρωμενεστέραν χεῖρα καὶ μᾶλλον τοῦ Αἰνείου φερομένου περιεχομένην ἐκεῖνόντε τρῶσαι καὶ αὐτὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα”. δεύτερον, εἰς τὸν οὐρανὸν αὐτῆς ἀνακομισθείσης, καὶ τὴν Ἀθηνᾶν ἀναγελάσαι λέγουσαν “ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων ἀνιεῖσα Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησεν, τῶν τινα καρρέζουσα Ἀχαιιάδων βαθυκόλπων, πρὸς χρυσῇ περόνῃ κατεμύξατο χεῖρα ἀραιήν” · “οἶμαι δὲ καὶ σέ” εἶπεν, “ὦ βέλτιστε διδασκάλων, ὅταν τινὰ τῶν μαθητῶν φιλοφρονούμενος καταψᾷς καὶ καταρρέζῃς, μὴ τῇ ἀριστερᾷ χειρὶ τοῦτο ποιεῖν ἀλλὰ τῇ δεξιᾷ · καθάπερ εἰκός ἐστι καὶ τὴν Ἀφροδίτην, ἐπιδεξιωτάτην θεῶν οὖσαν, οὕτω φιλοφρονεῖσθαι τὰς ἡρωίδας”. διὰ τί Πλάτων εἰκοστὴν ἔφη τὴν Αἴαντος ψυχὴν ἐπὶ τὸν κλῆρον ἐλθεῖν. ταῦτα τοὺς ἄλλους ἅπαντας ἡδίους ἐποίησεν, μόνον δὲ τὸν γραμματικὸν Ὕλαν ὁ ῥήτωρ Σῶσπις ὁρῶν ἀποσιωπῶντα καὶ βαρυθυμούμενον (οὐ πάνυ γὰρ εὐημέρησεν ἐν ταῖς ἐπιδείξεσιν) ἀνεφώνησεν “οἴη δ’Αἴαντος ψυχὴ Τελαμωνιάδαο” · τὰ δὲ λοιπὰ μεῖζον ἢ φθεγγόμενος ἤδη πρὸς ἐκεῖνον ἐπέραινεν “ἀλλ’ἴθι δεῦρο, ἄναξ, ἵν’ἔπος καὶ μῦθον ἀκούσῃς ἡμέτερον · δάμασον δὲ μένος καὶ ἀτειρέα θυμόν”. ἔτι δ’ἀνώμαλος ὢν ὑπ’ὀργῆς ὁ Ὕλας ἀπεκρίνατο σκαιῶς · τὴν μὲν Αἴαντος ἔφη ψυχὴν εἰκοστὴν λαχοῦσαν ἐν Ἅιδου διαμείψασθαι κατὰ τὸν Πλάτωνα φύσιν λέοντος, αὑτῷ δὲ πολλάκις παρίστασθαι καὶ τὰ τοῦ κωμικοῦ γέροντος “ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον”. καὶ ὁ Σῶσπις γελάσας “ἀλλ’ἕως μέλλομεν ἐνδύεσθαι τὸ κανθήλιον, εἴ τι κήδει Πλάτωνος, δίδαξον ἡμᾶς, ᾧτινι λόγῳ τὴν τοῦ Τελαμωνίου ψυχὴν πεποίηκεν ἀπὸ κλήρου βαδίζουσαν εἰκοστὴν ἐπὶ τὴν αἵρεσιν”. ἀποσκορακίσαντος δὲ τοῦ Ὕλα (χλευάζεσθαι γὰρ ᾤετο δυσημερῶν) ὑπολαβὼν ὁ ἀδελφὸς ἡμῶν “τί οὖν”; εἶπεν “οὐ δευτερεῖα μὲν ὁ Αἴας κάλλους καὶ μεγέθους καὶ ἀνδρείας ἀεὶ φέρεται” μετ’ἀμύμονα Πηλείωνα “, τὰ δ’εἴκοσι δευτέρα δεκάς, ἡ δὲ δεκὰς ἐν τοῖς ἀριθμοῖς κράτιστος, ὡς ἐν τοῖς Ἀχαιοῖς ὁ Ἀχιλλεύς”; γελασάντων δ’ἡμῶν “ταῦτα μέν” ὁ Ἀμμώνιος εἶπεν, “ὦ Λαμπρία, κείσθω σοι πεπαιγμένα πρὸς Ὕλαν · ἡμῖν δὲ μὴ παίζων ἀλλ’ἀπὸ σπουδῆς, ἐπεὶ τὸν λόγον ἑκὼν ἐξεδέξω, δίελθε περὶ τῆς αἰτίας”. θορυβηθεὶς οὖν ὁ Λαμπρίας, εἶτα χρόνον οὐ πολὺν ἐπισχὼν ἔφη πολλαχοῦ μὲν ἡμῖν τὸν Πλάτωνα προσπαίζειν διὰ τῶν ὀνομάτων · ὅπου δὲ μῦθόν τινα τῷ περὶ ψυχῆς λόγῳ μίγνυσι, χρῆσθαι μάλιστα τῷ νῷ. τοῦτε γὰρ οὐρανοῦ τὴν νοητὴν φύσιν ἅρμα καλεῖν πτηνὸν διὰ τὴν ἐναρμόνιον τοῦ κόσμου περιφοράν, ἐνταῦθάτε τὸν αὐτάγγελον τῶν ἐν Ἅιδου Πάμφυλον γένος Ἁρμονίου πατρὸς Ἦρα δ’αὐτὸν ὀνομάζειν, αἰνιττόμενον ὅτι γεννῶνται μὲν αἱ ψυχαὶ καθ’ἁρμονίαν καὶ συναρμόττονται τοῖς σώμασιν, ἀπαλλαγεῖσαι δὲ συμφέρονται πανταχόθεν εἰς τὸν ἀέρα κα- κἀκεῖθεν αὖθις ἐπὶ τὰς δευτέρας γενέσεις τρέπονται. “τί δὴ κωλύει καὶ τὸ” εἰκοστὸν “εἰρῆσθαι πρὸς τὸ μὴ ἀληθὲς ἀλλ’” εἰκὸς “τοῦ λόγου καὶ πλαττόμενον, ἢ πρὸς τὸν κλῆρον ὡς” εἰκῆ “καὶ κατὰ τύχην γινόμενον; ἀεὶ μὲν γὰρ ἅπτεται τῶν τριῶν αἰτιῶν, ἅτε δὴ πρῶτος ἢ μάλιστα συνιδών, ὅπη τὸ καθ’εἱμαρμένην τῷ κατὰ τύχην αὖθίςτε τὸ ἐφ’ἡμῖν ἑκατέρῳ καὶ συναμφοτέροις ἐπιμίγνυσθαι καὶ συμπλέκεσθαι πέφυκε. νῦν δὲ θαυμαστῶς, ἣν ἔχει δύναμιν ἐν τοῖς ἡμετέροις πράγμασιν ἕκαστον, ὑποδεδήλωκεν, τὴν μὲν αἵρεσιν τῶν βίων τῷ ἐφ’ἡμῖν ἀποδιδούς (ἀρετὴ γὰρ ἀδέσποτον καὶ κακία), τὸ δ’εὖ βιοῦν τοὺς ὀρθῶς ἑλομένους καὶ τα- τἀναντία τοὺς κακῶς εἱμαρμένης ἀνάγκῃ συνάπτων · αἱ δὲ τῶν κλήρων ἀτάκτως διασπειρομένων ἐπιπτώσεις τὴν τύχην παρεισάγουσιν καὶ τροφαῖς καὶ πολιτείαις, ὧν ἕκαστοι λαγχάνουσι, πολλὰ τῶν ἡμετέρων προκαταλαμβάνουσαν. ὅρα δή, μὴ τῶν κατὰ τύχην αἰτίαν ζητεῖν ἄλογόν ἐστιν · ἂν γὰρ ἔν τινι λόγῳ φαίνηται γεγονὼς ὁ κλῆρος, οὐκέτι γίνεται κατὰ τύχην οὐ δ’αὐτομάτως ἀλλ’ἔκ τινος εἱμαρμένης καὶ προνοίας”. ἔτι δὲ τοῦ Λαμπρίου λέγοντος ὁ γραμματικὸς ἤδη Μᾶρκος ἐδόκει τι συλλογίζεσθαι καὶ διαριθμεῖν πρὸς αὑτόν · ἔπειτα παυσαμένου “τῶν Ὁμηρικῶν” ἔφη “ψυχῶν, ὅσας ἐν Νεκυίᾳ κατωνόμακεν, ἡ μὲν Ἐλπήνορος οὔπω καταμεμιγμένη ταῖς ἐν Ἅιδου διὰ τὸ μὴ τεθάφθαι τὸν νεκρὸν ὥσπερ ἐν μεθορίοις πλανᾶται · τὴν δὲ Τειρεσίου ταῖς ἄλλαις οὐκ ἄξιον δήπου συγκαταριθμεῖν,” ᾧ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια οἴῳ πεπνῦσθαι “καὶ διαλέγεσθαι καὶ ξυνιέναι τῶν ζώντων, πρὶν ἢ πιεῖν τοῦ αἵματος. ἂν οὖν ταύτας ὑπεξελόμενος, ὦ Λαμπρία, τὰς ἄλλας διαριθμῇς, αὐτὸ συμβαίνει, τὴν Αἴαντος εἰκοστὴν εἰς ὄψιν ἀφῖχθαι τοῦ Ὀδυσσέως · καὶ πρὸς τοῦτο παίζειν τὸν Πλάτωνα τῇ Ὁμηρικῇ Νεκυίᾳ προσαναχρωννύμενον”. τί αἰνίττεται ὁ περὶ τῆς ἥττης τοῦ Ποσειδῶνος μῦθος · ἐν ᾧ καὶ διὰ τί τὴν δευτέραν Ἀθηναῖοι τοῦ Βοηδρομιῶνος ἐξαιροῦσιν. θορυβησάντων δὲ πάντων, Μενέφυλος ὁ Περιπατητικὸς προσαγορεύσας τὸν Ὕλαν “ὁρᾷς” εἶπεν “ὡς οὐκ ἦν τὸ ἐρώτημα χλευασμὸς οὐ δ’ὕβρις · ἀλλ’ἀφείς, ὦ μακάριε, τὸν δυστράπελον Αἴαντα καὶ δυσώνυμον, ὥς φησι Σοφοκλῆς, γενοῦ μετὰ τοῦ Ποσειδῶνος, ὃν αὐτὸς εἴωθας ἱστορεῖν ἡμῖν ἡττώμενον πολλάκις, ἐνταῦθα μὲν ὑπ’Ἀθηνᾶς ἐν Δελφοῖς δ’ὑπὸ τοῦ Ἀπόλλωνος ἐν Ἄργει δ’ὑπὸ τῆς Ἥρας ἐν Αἰγίνῃ δ’ὑπὸ τοῦ Διὸς ἐν Νάξῳ δ’ὑπὸ τοῦ Διονύσου, πρᾶον δὲ πανταχοῦ καὶ ἀμήνιτον ὄντα περὶ τὰς δυσημερίας · ἐνταῦθα γοῦν καὶ νεὼ κοινωνεῖ μετὰ τῆς Ἀθηνᾶς, ἐν ᾧ καὶ βωμός ἐστιν Λήθης ἱδρυμένος”. καὶ ὁ Ὕλας ὥσπερ ἡδίων γενόμενος “ἐκεῖνο δέ σ’” εἶπεν, “ὦ Μενέφυλε, λέληθεν, ὅτι καὶ τὴν δευτέραν τοῦ Βοηδρομιῶνος ἡμέραν ἐξαιροῦμεν οὐ πρὸς τὴν σελήνην, ἀλλ’ὅτι ταύτῃ δοκοῦσιν ἐρίσαι περὶ τῆς χώρας οἱ θεοί”. “παπαί” εἶπεν ὁ Λαμπρίας, “ὅσῳ τοῦ Θρασυβούλου γέγονεν Ποσειδῶν πολιτικώτερος, εἰ μὴ κρατῶν ὡς ἐκεῖνος, ἀλλ’ἡττώG?”. τίς αἰτία τῆς εἰς τριάδα διαιρέσεως τῶν μελῶν. τίνι διαφέρει τὰ ἐμμελῆ διαστήματα τῶν συμφώνων. τίς αἰτία συμφωνήσεως · ἐν ᾧ καὶ διὰ τί, τῶν συμφώνων ὁμοῦ κρουομένων, τοῦ βαρυτέρου γίνεται τὸ μέλος. διὰ τί, τῶν ἐκλειπτικῶν περιόδων ἡλίου καὶ σελήνης ἰσαρίθμων οὐσῶν, ἡ σελήνη φαίνεται πλεονάκις ἐκλείπουσα τοῦ ἡλίου. περὶ τοῦ μὴ τοὺς αὐτοὺς διαμένειν ἡμᾶς, ἀεὶ τῆς οὐσίας ῥεούσης. πότερόν ἐστι πιθανώτερον τὸ ἀρτίους εἶναι τοὺς σύμπαντας ἀστέρας ἢ περιττούς. ὅρκοις δ’ἄνδρας ἐξαπατητέον “; καὶ ὁ Γλαυκίας” ἐγὼ μέν “ἔφη” κατὰ Πολυκράτους ἀκήκοα τοῦ τυράννου λεγόμενον τὸν λόγον τοῦτον · εἰκὸς δὲ καὶ καθ’ἑτέρων λέγεσθαι · σὺ δὲ πρὸς τί τοῦτ’ἐρωτᾷς “; ” ὅτι νὴ Δί’“ὁ Σῶσπις ἔφη” τοὺς μὲν παῖδας ἀστραγάλοις ὁρῶ τοὺς δ’Ἀκαδημαϊκοὺς λόγοις ἀρτιάζοντας · οὐδὲν γὰρ οἱ τοιοῦτοι στοχασμοὶ διαφέρουσιν τῶν ἐρωτώντων, πότερον ἄρτια τῇ χειρὶ συνειληφότες ἢ περιττὰ προτείνουσιν “. ἐπαναστὰς οὖν ὁ Πρωτογένης καί με καλέσας ἐξ ὀνόματος” τί παθόντες “εἶπεν” τοὺς ῥήτορας τούτους τρυφᾶν ἐῶμεν, ἑτέρων καταγελῶντας, αὐτοὺς δὲ μηδὲν ἐρωτωμένους μη δὲ συμβολὰς λόγων τιθέντας; εἰ μὴ νὴ Δία φήσουσι μηδὲν αὐτοῖς μετεῖναι τῆς ἐν οἴνῳ κοινωνίας, Δημοσθένους ἐπαινέταις καὶ ζηλωταῖς οὖσιν, ἀνδρὸς ἐν ἅπαντι τῷ βίῳ μηδέποτε πιόντος οἶνον “. ” οὐκ αἴτιον “ἔφην ἐγώ” τοῦτο τούτων, ἀλλ’ἡμεῖς οὐδὲν αὐτοὺς ἠρωτήκαμεν · εἰ δὲ μή τι σὺ χρησιμώτερον ἔχεις, ἐγώ μοι δοκῶ προβαλεῖν αὐτοῖς ἐκ τῶν Ὁμήρου ῥητορικῶν θέσεων μίαν ἀντινομικήν “. περὶ τοῦ ἐν τῇ τρίτῃ ῥαψῳδίᾳ τῆς Ἰλιάδος ἀντινομικοῦ ζητήματος. ” τίν’“ἔφη” ταύτην “; ” ἐγώ σοι φράσω “εἶπον” ἅμα καὶ τούτοις προβάλλων · διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. ὁ γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως · “αὐτὰρ ἔμ’ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον συμβάλετ’ἀμφ’Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ὁππότερος δέ κε νικήσῃ κρείσσωντε γένηται, κτήμαθ’ἑλὼν εὖ πάντα γυναῖκάτε οἴκαδ’ἀγέσθω” · καὶ πάλιν ὁ Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασιν κέχρηται · “ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλ’ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δ’ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον οἴους ἀμφ’Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ἕποιτο”. δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δ’ὁ Ἀγαμέμνων · “εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ, αὐτὸς ἔπειθ’Ἑλένην ἀγέτω καὶ κτήματα πάντα. εἰ δέ κ’Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, κτήμαθ’ἑλὼν εὖ πάντα γυναῖκάτε οἴκαδ’ἀγέσθω”. ἐπεὶ τοίνυν ἐνίκησεν μὲν οὐκ ἀνεῖλεν δ’ὁ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δ’ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. πῶς οὖν “ἔφην” τὴν δίκην ταύτην “ἰθύντατα εἴποι” καὶ διαιτήσειεν τὴν ἀντινομίαν, οὐ φιλοσόφων οὐ δὲ γραμματικῶν, ἀλλὰ ῥητόρων ἔργον ἐστὶ φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων “. ὁ μὲν οὖν Σῶσπις ἔφη κυριώτερον εἶναι τὸν τοῦ προκεκλημένου λόγον, ὥσπερ νόμον · ” ἐκεῖνος γὰρ ἐφ’οἷς διαγωνιοῦνται κατήγγειλεν, οἱ δὲ δεξάμενοι καὶ ὑπακούσαντες οὐκέτι κύριοι προστιθέντες. ἡ δὲ πρόκλησις οὐ περὶ φόνου καὶ θανάτου γέγονεν, ἀλλὰ περὶ νίκης καὶ ἥττης · καὶ μάλα δικαίως. ἔδει γὰρ τὴν γυναῖκα τοῦ κρείττονος εἶναι, κρείττων δ’ὁ νικῶν, ἀποθνήσκειν δὲ πολλάκις συμβαίνει καὶ ἀγαθοῖς ὑπὸ κακῶν, ὡς ὕστερον Ἀχιλλεὺς ἀπέθανεν τοξευθεὶς ὑπὸ Πάριδος · καὶ οὐκ ἂν οἶμαι φαίημεν Ἀχιλλέως ἧτταν γεγονέναι τὸν θάνατον οὐ δὲ νίκην ἀλλ’ἄδικον εὐτυχίαν τοῦ βάλλοντος. ἀλλ’ὁ Ἕκτωρ ἥττητο καὶ πρὶν ἀποθνήσκειν, μὴ δεξάμενος ἀλλὰ δείσας καὶ φυγὼν ἐπερχομένου τοῦ Ἀχιλλέως · ὁ γὰρ ἀπειπάμενος καὶ φυγὼν ἧτταν ἀπροφάσιστον ἥττηται καὶ συγκεχώρηκε κρείττονα τὸν ἀντίπαλον εἶναι. διὸ πρῶτον μὲν ἡ Ἶρις ἐξαγγέλλουσα τῇ Ἑλένῃ φησί “μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο · τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις” · ἔπειθ’ὁ Ζεὺς τῷ Μενελάῳ τῆς μάχης τὸ βραβεῖον ἀπέδωκεν εἰπών “νίκη μὲν δὴ φαίνετ’ἀρηιφίλου Μενελάου”. γελοῖον γάρ, εἰ τὸν μὲν Ποδῆν ἐνίκησεν πόρρωθεν ἀκοντίσας μὴ προσδοκήσαντα μη δὲ φυλαξάμενον, τοῦ δ’ἀπειπαμένου καὶ δραπετεύσαντος καὶ καταδύντος εἰς τοὺς κόλπους τῆς γυναικὸς ἐσκυλευμένου ζῶντος οὐκ ἄξιος ἦν τὰ νικητήρια φέρεσθαι, κατὰ τὴν αὐτοῦ πρόκλησιν ἐκείνου κρείττων φανεὶς καὶ περιγενόμενος “. ὑπολαβὼν δ’ὁ Γλαυκίας ἔφη πρῶτον μὲν ἔντε δόγμασι καὶ νόμοις ἔντε συνθήκαις καὶ ὁμολογίαις κυριώτερα τὰ δεύτερα νομίζεσθαι καὶ βεβαιότερα τῶν πρώτων · ” δεύτεραι δ’ἦσαν αἱ δι’Ἀγαμέμνονος ὁμολογίαι τέλος ἔχουσαι θάνατον οὐχὶ ἧτταν τοῦ κρατηθέντος. ἔπειτ’ἐκεῖναι μὲν λόγοις, αὗται δὲ καὶ μεθ’ὅρκων εἵποντο καὶ προσῆσαν ἀραὶ τοῖς παραβαίνουσιν, οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ πάντων ἀποδεχομένων καὶ συνομολογούντων · ὥστε ταύτας γεγονέναι κυρίως ὁμολογίας, ἐκείνας δὲ μόνας προκλήσεις. μαρτυρεῖ δ’ὁ Πρίαμος μετὰ τὰ ὅρκια τοῦ ἀγῶνος ἀπιὼν καί “Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν” · ᾔδει γὰρ ἐπὶ τούτοις τὰς ὁμολογίας γεγενημένας · διὸ καὶ μετὰ μικρὸν ὁ Ἕκτωρ φησίν “ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν”. ἀτελὴς γὰρ ἔμεινεν ὁ ἀγὼν καὶ πέρας ἀναμφισβήτητον οὐκ εἶχεν μηδετέρου πεσόντος. ὅθεν ἔμοιγε δοκεῖ μη δ’ἀντινομικὸν γεγονέναι τὸ ζήτημα, ταῖς δευτέραις ὁμολογίαις τῶν πρώτων ἐμπεριεχομένων · ὁ γὰρ ἀποκτείνας νενίκηκεν, οὐ μὴν ὁ νικήσας ἔκτεινεν. συνελόντι δ’εἰπεῖν, Ἀγαμέμνων οὐκ ἔλυσε τὴν τοῦ Ἕκτορος πρόκλησιν ἀλλ’ἐσαφήνισεν, οὐ δὲ μετέθηκεν ἀλλὰ προσέθηκεν τὸ κυριώτατον, ἐν τῷ κτεῖναι τὸ νικῆσαι θέμενος · αὕτη γάρ ἐστι νίκη παντελής, αἱ δ’ἄλλαι προφάσεις καὶ ἀντιλογίας ἔχουσιν, ὡς ἡ παρὰ Μενελάου μήτε τρώσαντος μήτε διώξαντος. ὥσπερ οὖν ἐν ταῖς ἀληθιναῖς ἀντινομίαις οἱ δικασταὶ τῷ μηδὲν ἀμφισβητήσιμον ἔχοντι προστίθενται, τὸν ἀσαφέστερον ἐάσαντες, οὕτως ἐνταῦθα τὴν ἀπροφάσιστον καὶ γνώριμον τέλος ἄγουσαν ὁμολογίαν βεβαιοτέραν χρὴ καὶ κυριωτέραν νομίζειν. ὃ δὲ μέγιστόν ἐστιν, αὐτὸς ὁ δοκῶν κρατεῖν, οὐκ ἀποστὰς φυγόντος οὐ δὲ παυσάμενος, ἀλλὰ πανταχόσε “φοιτῶν ἀν’ὅμιλον” “εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα,” μεμαρτύρηκεν ἄκυρον εἶναι καὶ ἀτελῆ τὴν νίκην, ἐκείνου διαπεφευγότος · οὐ δ’ἠμνημόνει τῶν ὑπ’αὐτοῦ διειρημένων · “ἡμέων δ’ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται, τεθναίη, ἄλλοι δὲ διακρινθεῖτε τάχιστα”. διὸ ζητεῖν μὲν ἀναγκαῖον ἦν αὐτῷ τὸν Ἀλέξανδρον, ὅπως ἀποκτείνας συντελέσῃ τὸ τοῦ ἀγῶνος ἔργον, μὴ κτείνας δὲ μη δὲ λαβὼν οὐ δικαίως ἀπῄτει τὸ νικητήριον. οὐ δὲ γὰρ ἐνίκησεν, εἰ δεῖ τεκμήρασθαι τοῖς ὑπ’αὐτοῦ λεγομένοις, ἐγκαλοῦντος τῷ Διὶ καὶ τὰς ἀποτεύξεις ὀδυρομένου · “Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος · ἦτ’ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος, νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος ἠίχθη παλάμηφιν ἐτώσιον, οὐ δ’ἔβαλόν μιν” · αὐτὸς γὰρ ὁμολογεῖ μηδὲν εἶναι τὸ διακόψαι τὸ ἀσπίδιον καὶ λαβεῖν ἀπορρυὲν τὸ κράνος, εἰ μὴ βάλοι μη δ’ἀποκτείνειε τὸν πολέμιον “. περὶ τοῦ ἀριθμοῦ τῶν Μουσῶν ὅσα λέγεται μὴ κοινῶς. ἐκ τούτου σπονδὰς ἐποιησάμεθα ταῖς Μούσαις, καὶ τῷ Μουσηγέτῃ Ἀπόλλωνι παιανίσαντες συνῄσαμεν τῷ Ἐράτωνι πρὸς τὴν λύραν ἐκ τῶν Ἡσιόδου τὰ περὶ τὴν τῶν Μουσῶν γένεσιν. μετὰ δὲ τὴν ᾠδὴν Ἡρώδης ὁ ῥήτωρ” ἀκούετ’“ἔφη” ὑμεῖς οἱ τὴν Καλλιόπην ἀποσπῶντες ἡμῶν, ὡς τοῖς βασιλεῦσιν αὐτὴν παρεῖναί φησιν, οὐκ ἀναλύουσι δήπου συλλογισμοὺς οὐ δ’ἐρωτῶσι μεταλλάττοντας, ἀλλὰ ταῦτα πράττουσιν ἃ ῥητόρων ἐστὶ καὶ πολιτικῶν ἔργα. τῶν δ’ἄλλων ἥτε Κλειὼ τὸ ἐγκωμιαστικὸν προσάγεται · “κλέα” γὰρ ἐκάλουν τοὺς ἐπαίνους · ἥτε Πολύμνια τὸ ἱστορικόν · ἔστι γὰρ μνήμη πολλῶν · ἐνιαχοῦ δὲ καὶ πάσας, ὥσπερ ἐν Χίῳ, τὰς Μούσας Μνείας καλεῖσθαι λέγουσιν. ἐγὼ δὲ μεταποιοῦμαί τι καὶ τῆς Εὐτέρπης, εἴπερ, ὥς φησι Χρύσιππος, αὕτη τὸ περὶ τὰς ὁμιλίας ἐπιτερπὲς εἴληχε καὶ κεχαρισμένον · ὁμιλητικὸς γὰρ οὐδὲν ἧττον ἢ δικανικὸς ὁ ῥήτωρ καὶ συμβουλευτικός · αἱ γὰρ † ἕξεις ἔχουσι καὶ εὐμενείας καὶ συνηγορίας καὶ ἀπολογίας · πλείστῳ δὲ τῷ ἐπαινεῖν χρώμεθα καὶ τῷ ψέγειν ἐν τούτοις, οὐ φαύλων οὐ δὲ μικρῶν τυγχάνοντες, ἂν τεχνικῶς τοῦτο πράττωμεν, ἂν δ’ἀπείρως καὶ ἀτέχνως, ἀστοχοῦντες · τὸ γάρ “ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις” […] δὲ μᾶλλον, ὡς τὸ περὶ τὰς ὁμιλίας εὐάρμοστον ἔχουσι, πειθὼ καὶ χάριν, οἶμαι προσήκειν “. καὶ ὁ Ἀμμώνιος” οὐκ ἄξιον “ἔφη” σοι νεμεσᾶν, ὦ Ἡρώδη, καὶ “παχείῃ” χειρὶ τῶν Μουσῶν ἐπιδραττομένῳ · κοινὰ γὰρ τὰ φίλων, καὶ διὰ τοῦτο πολλὰς ἐγέννησε Μούσας ὁ Ζεύς, ὅπως ᾖ πᾶσιν ἀρύσασθαι τῶν καλῶν ἀφθόνως · οὔτε γὰρ κυνηγίας πάντες οὔτε στρατείας οὔτε ναυτιλίας οὔτε βαναυσουργίας, παιδείας δὲ καὶ λόγου δεόμεθα πάντες “εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός” · ὅθεν Ἀθηνᾶν μίαν καὶ Ἄρτεμιν καὶ Ἥφαιστον ἕνα, Μούσας δὲ πολλὰς ἐποίησεν. ὅ τι δ’ἐννέα καὶ οὐκ ἐλάττους οὐ δὲ πλείους, ἆρ’ἂν ἡμῖν φράσειας; οἶμαι δέ σε πεφροντικέναι φιλόμουσον οὕτω καὶ πολύμουσον ὄντα “. ” τί δὲ τοῦτο σοφόν “; εἶπεν ὁ Ἡρώδης · ” πᾶσι γὰρ διὰ στόματός ἐστι καὶ πάσαις ὑμνούμενος ὁ τῆς ἐννεάδος ἀριθμός, ὡς πρῶτος ἀπὸ πρώτου περισσοῦ τετράγωνος ὢν καὶ περισσάκις περισσός, ἅτε δὴ τὴν διανομὴν εἰς τρεῖς ἴσους λαμβάνων περισσούς “. καὶ ὁ Ἀμμώνιος ἐπιμειδιάσας” ἀνδρικῶς ταυτὶ διεμνημόνευσας · καὶ πρόσθες αὐτοῖς ἔτι τοσοῦτον, τὸν ἀριθμὸν ἐκ δυεῖν τῶν πρώτων κύβων συνηρμόσθαι μονάδος καὶ ὀγδοάδος, καὶ καθ’ἑτέραν αὖ πάλιν σύνθεσιν ἐκ δυεῖν τριγώνων, τριάδος καὶ ἑξάδος, ὧν ἑκάτερος καὶ τέλειός ἐστιν. ἀλλὰ τί ταῦτα ταῖς Μούσαις μᾶλλον ἢ τοῖς ἄλλοις θεοῖς προσῆκεν, ὥστε Μούσας ἔχομεν ἐννέα, Δήμητρας δὲ καὶ Ἀθηνᾶς καὶ Ἀρτέμιδας οὐκ ἔχομεν; οὐ γὰρ δήπου καὶ σὲ πείθει τὸ Μούσας γεγονέναι τοσαύτας, ὅτι το- τοὔνομα τῆς μητρὸς αὐτῶν ἐκ τοσούτων γραμμάτων ἐστίν “. γελάσαντος δὲ τοῦ Ἡρώδου καὶ σιωπῆς γενομένης,” προὔτρεπεν ἡμᾶς ἐπιχειρεῖν ὁ Ἀμμώνιος “, εἶπεν οὖν ὁ ἀδελφός,” ὅτι τρεῖς ᾔδεσαν οἱ παλαιοὶ Μούσας “· ” καὶ τούτου λέγειν ἀπόδειξιν ὀψιμαθές ἐστι καὶ ἄγροικον ἐν τοσούτοις καὶ τοιούτοις ἀνδράσιν. αἰτία δ’οὐχ ὡς ἔνιοι λέγουσι τὰ μελῳδούμενα γένη, τὸ διάτονον καὶ τὸ χρωματικὸν καὶ τὸ ἐναρμόνιον · οὐ δ’οἱ τὰ διαστήματα παρέχοντες ὅροι, νήτη καὶ μέση καὶ ὑπάτη · καίτοι Δελφοί γε τὰς Μούσας οὕτως ὠνόμαζον, οὐκ ὀρθῶς ἑνὶ μαθήματι, μᾶλλον δὲ μορίῳ μαθήματος ἑνὸς τοῦ μουσικοῦ, τῷ γ’ἁρμονικῷ, προστιθέντες. ἁπάσας δ’ὡς ἐγὼ νομίζω τὰς διὰ λόγου περαινομένας ἐπιστήμας καὶ τέχνας οἱ παλαιοὶ καταμαθόντες ἐν τρισὶ γένεσιν οὔσας, τῷ φιλοσόφῳ καὶ τῷ ῥητορικῷ καὶ τῷ μαθηματικῷ, τριῶν ἐποιοῦντο δῶρα καὶ χάριτας θεῶν ἃς Μούσας ὠνόμαζον. ὕστερον δὲ καὶ καθ’Ἡσίοδον ἤδη μᾶλλον ἐκκαλυπτομένων τῶν δυνάμεων, διαιροῦντες εἰς μέρη καὶ εἴδη τρεῖς πάλιν ἑκάστην ἔχουσαν ἐν αὑτῇ διαφορὰς ἑώρων · ἐν μὲν γὰρ τῷ μαθηματικῷ τὸ περὶ μουσικήν ἐστιν καὶ τὸ περὶ ἀριθμητικὴν καὶ τὸ περὶ γεωμετρίαν, ἐν δὲ τῷ φιλοσόφῳ τὸ λογικὸν καὶ τὸ ἠθικὸν καὶ τὸ φυσικόν, ἐν δὲ τῷ ῥητορικῷ τὸ ἐγκωμιαστικὸν πρῶτον γεγονέναι λέγουσιν δεύτερον δὲ τὸ συμβουλευτικὸν ἔσχατον δὲ τὸ δικανικόν. ὧν μηδὲν ἄθεον μη δ’ἄμουσον εἶναι μη δ’ἄμοιρον ἀρχῆς κρείττονος καὶ ἡγεμονίας ἀξιοῦντες, εἰκότως ἰσαρίθμους τὰς Μούσας οὐκ ἐποίησαν ἀλλ’οὔσας ἀνεῦρον. ὥσπερ οὖν τὰ ἐννέα διαίρεσιν εἰς τρεῖς λαμβάνει τριάδας, ὧν ἑκάστη πάλιν εἰς μονάδας διαιρεῖται τοσαύτας, οὕτως ἓν μέν ἐστι καὶ κοινὸν ἡ τοῦ λόγου περὶ τὸ κύριον ὀρθότης, νενέμηνται δὲ σύντρεις τῶν τριῶν γενῶν ἕκαστον, εἶτα πάλιν αὖ μοναδικῶς ἑκάστη μίαν περιέπει λαχοῦσα καὶ κοσμεῖ δύναμιν. οὐ γὰρ οἶμαι τοὺς ποιηματικοὺς καὶ τοὺς ἀστρολογικοὺς ἐγκαλεῖν ἡμῖν ὡς παραλείπουσι τὰς τέχνας αὐτῶν, εἰδότας οὐδὲν ἧττον ἡμῶν ἀστρολογίαν γεωμετρίᾳ ποιητικὴν δὲ μουσικῇ συνεπομένην “. ὡς δὲ ταῦτ’ἐρρήθη, τοῦ ἰατροῦ Τρύφωνος εἰπόντος” τῇ δ’ἡμετέρᾳ τέχνῃ τί παθὼν τὸ Μουσεῖον ἀποκέκλεικας “; ὑπολαβὼν Διονύσιος ὁ Μελιτεύς” πολλούς “ἔφη” συμπαρακαλεῖς ἐπὶ τὴν κατηγορίαν · καὶ γὰρ ἡμεῖς οἱ γεωργοὶ τὴν Θάλειαν οἰκειούμεθα, φυτῶν καὶ σπερμάτων εὐθαλούντων καὶ βλαστανόντων ἐπιμέλειαν αὐτῇ καὶ σωτηρίαν ἀποδιδόντες “. ” ἀλλ’οὐ δίκαι’“ἔφην ἐγώ” ποιεῖτε · καὶ γὰρ ὑμῖν ἔστι Δημήτηρ ἀνησιδώρα καὶ Διόνυσος “δενδρέων νομὸν πολυγαθὴς αὐξάνων, ἁγνὸν φέγγος ὀπώρας”, ὡς Πίνδαρός φησιν, καὶ τοὺς ἰατροὺς Ἀσκληπιὸν ἔχοντας ἴσμεν ἡγεμόνα καὶ Ἀπόλλωνι Παιᾶνι χρωμένους πάντα, Μουσηγέτῃ μηθέν · πάντες γὰρ “ἄνθρωποι θεῶν χατέουσι” καθ’Ὅμηρον, οὐ πάντες δὲ πάντων. ἀλλ’ἐκεῖνο θαυμάζω, πῶς ἔλαθε Λαμπρίαν τὸ λεγόμενον ὑπὸ Δελφῶν. λέγουσι γὰρ οὐ φθόγγων οὐ δὲ χορδῶν ἐπωνύμους γεγονέναι τὰς Μούσας παρ’αὐτοῖς, ἀλλὰ τοῦ κόσμου τριχῇ πάντα νενεμημένου πρώτην μὲν εἶναι τὴν τῶν ἀπλανῶν μερίδα, δευτέραν δὲ τὴν τῶν πλανωμένων, ἐσχάτην δὲ τὴν τῶν ὑπὸ σελήνην, συνηρτῆσθαι δὲ πάσας καὶ συντετάχθαι κατὰ λόγους ἐναρμονίους, ὧν ἑκάστης φύλακα Μοῦσαν εἶναι, τῆς μὲν πρώτης Ὑπάτην, τῆς δ’ἐσχάτης Νεάτην, Μέσην δὲ τῆς μεταξύ, συνέχουσαν ἅμα καὶ συνεπιστρέφουσαν, ὡς ἀνυστόν ἐστι, τὰ θνητὰ τοῖς θείοις καὶ τὰ περίγεια τοῖς οὐρανίοις · ὡς καὶ Πλάτων ᾐνίξατο τοῖς τῶν Μοιρῶν ὀνόμασιν τὴν μὲν Ἄτροπον τὴν δὲ Κλωθὼ τὴν δὲ Λάχεσιν προσαγορεύσας · ἐπεὶ ταῖς γε τῶν ὀκτὼ σφαιρῶν περιφοραῖς Σειρῆνας οὐ Μούσας ἰσαρίθμους ἐπέστησεν “. ὑπολαβὼν δὲ Μενέφυλος ὁ Περιπατητικός” τὰ μὲν Δελφῶν “εἶπεν” ἁμωσγέπως μετέχει πιθανότητος · ὁ δὲ Πλάτων ἄτοπος, ταῖς μὲν ἀιδίοις καὶ θείαις περιφοραῖς ἀντὶ τῶν Μουσῶν τὰς Σειρῆνας ἐνιδρύων, οὐ πάνυ φιλανθρώπους οὐ δὲ χρηστὰς δαίμονας, τὰς δὲ Μούσας ἢ παραλείπων παντάπασιν ἢ τοῖς τῶν Μοιρῶν ὀνόμασι προσαγορεύων καὶ καλῶν θυγατέρας Ἀνάγκης · ἄμουσον γὰρ ἡ Ἀνάγκη μουσικὸν δ’ἡ Πειθώ, καὶ Μούσαις † φιλοδαμοῦσα πολὺ μᾶλλον οἶμαι τῆς Ἐμπεδοκλέους Χάριτος “στυγέει δύστλητον Ἀνάγκην” “. ” πάνυ μὲν οὖν “ὁ Ἀμμώνιος ἔφη” τὴν ἐν ἡμῖν ἀκούσιον αἰτίαν καὶ ἀπροαίρετον · ἡ δ’ἐν θεοῖς ἀνάγκη δύστλητος οὔκ ἐστ’, οἶμαι δ’οὐ δὲ δυσπειθὴς οὐ δὲ βιαία, πλὴν τοῖς κακοῖς, ὥς ἐστι νόμος ἐν πόλει τοῖς βελτίστοις ὡς τὸ βέλτιστον αὐτῆς ἀπαρέκτρεπτον καὶ ἀπαράβατον οὐ τῷ μὲν ἀδυνάτῳ τῷ δ’ἀβουλήτῳ τῆς μεταβολῆς. αἵ γε μὲν δὴ Ὁμήρου Σειρῆνες οὐ κατὰ λόγον ἡμᾶς τῷ μύθῳ φοβοῦσιν, ἀλλὰ κα- κἀκεῖνος ὀρθῶς ᾐνίξατο τὴν τῆς μουσικῆς αὐτῶν δύναμιν οὐκ ἀπάνθρωπον οὐ δ’ὀλέθριον οὖσαν ἀλλὰ ταῖς ἐντεῦθεν ἀπιούσαις ἐκεῖ ψυχαῖς, ὡς ἔοικε, καὶ πλανωμέναις μετὰ τὴν τελευτὴν ἔρωτα πρὸς τὰ οὐράνια καὶ θεῖα λήθην δὲ τῶν θνητῶν ἐμποιοῦσαν κατέχειν καὶ κατᾴδειν θελγομένας, αἱ δ’ὑπὸ χαρᾶς ἕπονται καὶ συμπεριπολοῦσιν. ἐνταῦθα δὲ πρὸς ἡμᾶς ἀμυδρά τις οἷον ἠχὼ τῆς μουσικῆς ἐκείνης ἐξικνουμένη διὰ λόγων ἐκκαλεῖται καὶ ἀναμιμνήσκει τὰς ψυχὰς τῶν τότε · τὰ δ’ὦτα τῶν μὲν πλείστων περιαλήλιπται καὶ καταπέπλασται σαρκίνοις ἐμφράγμασι καὶ πάθεσιν, οὐ κηρίνοις · ἣ δὲ δι’εὐφυΐαν αἰσθάνεται καὶ μνημονεύει, καὶ τῶν ἐμμανεστάτων ἐρώτων οὐδὲν ἀποδεῖ τὸ πάθος αὐτῆς, γλιχομένης καὶ ποθούσης λῦσαίτε μὴ δυναμένης ἑαυτὴν ἀπὸ τοῦ σώματος. οὐ μὴν ἔγωγε παντάπασι συμφέρομαι τούτοις · ἀλλά μοι δοκεῖ Πλάτων ὡς ἀτράκτους καὶ ἠλακάτας τοὺς ἄξονας σφονδύλους δὲ τοὺς ἀστέρας, ἐξηλλαγμένως ἐνταῦθα καὶ τὰς Μούσας Σειρῆνας ὀνομάζειν “εἰρούσας” τὰ θεῖα καὶ λεγούσας ἐν Ἅιδου, καθάπερ ὁ Σοφοκλέους Ὀδυσσεύς φησι “Σειρῆνας εἰσαφικέσθαι Φόρκου κόρας, θροοῦντε τοὺς Ἅιδου νόμους”. Μοῦσαι δ’εἰσὶν ὀκτὼ μὲν αἱ συμπεριπολοῦσαι ταῖς ὀκτὼ σφαίραις, μία δὲ τὸν περὶ γῆν εἴληχε τόπον. αἱ μὲν οὖν ὀκτὼ περιόδοις ἐφεστῶσαι τὴν τῶν πλανωμένων ἄστρων πρὸς τὰ ἀπλανῆ καὶ πρὸς ἄλληλα συνέχουσι καὶ διασῴζουσιν ἁρμονίαν · μία δὲ τὸν μεταξὺ γῆς καὶ σελήνης τόπον ἐπισκοποῦσα καὶ περιπολοῦσα, τοῖς θνητοῖς, ὅσον αἰσθάνεσθαι καὶ δέχεσθαι πέφυκε χαρίτων καὶ ῥυθμοῦ καὶ ἁρμονίας, ἐνδίδωσι διὰ λόγου καὶ ᾠδῆς, πειθὼ πολιτικῆς καὶ κοινωνητικῆς συνεργὸν ἐπάγουσα παραμυθουμένην καὶ κηλοῦσαν ἡμῶν τὸ ταραχῶδες καὶ τὸ πλανώμενον ὥσπερ ἐξ ἀνοδίας ἀνακαλουμένην ἐπιεικῶς καὶ καθιστᾶσαν. “ὅσσα δὲ μὴ πεφίληκεν Ζεύς, ἀτύζονται βοὰν Πιερίδων ἀίοντα” κατὰ Πίνδαρον “. τούτοις ἐπιφωνήσαντος τοῦ Ἀμμωνίου τὰ τοῦ Ξενοφάνους ὥσπερ εἰώθει” ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι “καὶ παρακαλοῦντος ἀποφαίνεσθαι καὶ λέγειν τὸ δοκοῦν ἕκαστον, ἐγὼ μικρὸν διασιωπήσας ἔφην ὅτι” καὶ Πλάτων αὐτὸς ὥσπερ ἴχνεσι τοῖς ὀνόμασι τῶν θεῶν ἀνευρίσκειν οἴεται τὰς δυνάμεις, καὶ ἡμεῖς ὁμοίως μὲν τιθῶμεν ἐν οὐρανῷ καὶ περὶ τὰ οὐράνια μίαν τῶν Μουσῶν, ἣ Οὐρανία φαίνεται · καὶ εἰκὸς ἐκεῖνα μὴ πολλῆς μη δὲ ποικίλης κυβερνήσεως δεῖσθαι, μίαν ἔχοντα καὶ ἁπλῆν αἴτιον φύσιν · ὅπου δὲ πολλαὶ πλημμέλειαι πολλαὶ δ’ἀμετρίαι καὶ παραβάσεις, ἐνταῦθα τὰς ὀκτὼ μετοικιστέον, ἄλλην ἄλλο κακίας καὶ ἀναρμοστίας εἶδος ἐπανορθουμένας. ἐπεὶ δὲ τοῦ βίου τὸ μὲν σπουδῇ τὸ δὲ παιδιᾷ μέρος † ἐστί, καὶ δεῖται τοῦ μουσικῶς καὶ μετρίως, τὸ μὲν σπουδάζον ἡμῶν ἥτε Καλλιόπη καὶ ἡ Κλειὼ καὶ ἡ Θάλεια, τῆς περὶ θεοὺς ἐπιστήμης καὶ θέας ἡγεμὼν οὖσα, δόξουσιν ἐπιστρέφειν καὶ συγκατορθοῦν, αἱ δὲ λοιπαὶ τὸ μεταβάλλον ἐφ’ἡδονὴν καὶ παιδιὰν ὑπ’ἀσθενείας μὴ περιορᾶν ἀνιέμενον ἀκολάστως καὶ θηριωδῶς, ἀλλ’ὀρχήσει καὶ ᾠδῇ καὶ χορείᾳ ῥυθμὸν ἐχούσῃ καὶ ἁρμονίᾳ καὶ λόγῳ κεραννύμενον εὐσχημόνως καὶ κοσμίως ἐκδέχεσθαι καὶ παραπέμπειν. ἐγὼ μέντοι, τοῦ Πλάτωνος ἐν ἑκάστῳ δύο πράξεων ἀπολείποντος ἀρχάς, τὴν μὲν ἔμφυτον ἐπιθυμίαν ἡδονῶν τὴν δ’ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου, καὶ τὸ μὲν λόγον τὸ δὲ πάθος ἔστιν ὅτε καλοῦντος, ἑτέρας δ’αὖ πάλιν τούτων ἑκατέρου διαφορὰς ἔχοντος, ἑκάστην ὁρῶ μεγάλης καὶ θείας ὡς ἀληθῶς παιδαγωγίας δεομένην αὐτίκα τοῦ λόγου τὸ μέν ἐστι πολιτικὸν καὶ βασιλικόν, ἐφ’ᾧ τὴν Καλλιόπην τετάχθαι φησὶν ὁ Ἡσίοδος · τὸ φιλότιμον δ’ἡ Κλειὼ μάλιστα κυδαίνειν καὶ συνεπιγαυροῦν εἴληχεν · ἡ δὲ Πολύμνια τοῦ φιλομαθοῦς ἐστι καὶ μνημονικοῦ τῆς ψυχῆς, διὸ καὶ Σικυώνιοι τῶν τριῶν Μουσῶν μίαν Πολυμάθειαν καλοῦσιν · Εὐτέρπῃ δὲ πᾶς ἄν τις ἀποδοίη τὸ θεωρητικὸν τῆς περὶ φύσιν ἀληθείας, οὔτε καθαρωτέρας οὔτε καλλίους ἑτέρῳ γένει παραλιπὼν εὐπαθείας καὶ τέρψεις. τῆς δ’ἐπιθυμίας τὸ μὲν περὶ ἐδωδὴν καὶ πόσιν ἡ Θάλεια κοινωνητικὸν ποιεῖ καὶ συμποτικὸν ἐξ ἀπανθρώπου καὶ θηριώδους, διὸ τοὺς φιλοφρόνως καὶ ἱλαρῶς συνόντας ἀλλήλοις ἐν οἴνῳ “θαλιάζειν” λέγομεν, οὐ τοὺς ὑβρίζοντας καὶ παροινοῦντας · ταῖς δὲ περὶ συνουσίαν σπουδαῖς ἡ Ἐρατὼ παροῦσα μετὰ πειθοῦς ὡς λόγον ἐχούσης καὶ καιρὸν ἐξαιρεῖ καὶ κατασβέννυσι τὸ μανικὸν τῆς ἡδονῆς καὶ οἰστρῶδες, εἰς φιλίαν καὶ πίστιν οὐχ ὕβριν οὐ δ’ἀκολασίαν τελευτώσης. τὸ δὲ δι’ὤτων καὶ ὀφθαλμῶν ἡδονῆς εἶδος, εἴτε τῷ λόγῳ μᾶλλον εἴτε τῷ πάθει προσῆκον εἴτε κοινὸν ἀμφοῖν ἐστιν, αἱ λοιπαὶ δύο, Μελπομένη καὶ Τερψιχόρη, παραλαβοῦσαι κοσμοῦσιν · ὥστε τὸ μὲν εὐφροσύνην μὴ κήλησιν εἶναι, τὸ δὲ μὴ γοητείαν ἀλλὰ τέρψιν “. ὅτι τρία μέρη τῆς ὀρχήσεως, φορὰ καὶ σχῆμα καὶ δεῖξις · καὶ τί ἕκαστον αὐτῶν, καὶ τίνα κοινὰ ποιητικῆς καὶ ὀρχηστικῆς. ἐκ τούτου πυραμοῦντες ἐπήγοντο τοῖς παισὶ νικητήριον ὀρχήσεως · ἀπεδείχθη δὲ κριτὴς μετὰ Μενίσκου τοῦ παιδοτρίβου Λαμπρίας ὁ ἀδελφός · ὠρχήσατο γὰρ πιθανῶς τὴν πυρρίχην καὶ χειρονομῶν ἐν ταῖς παλαίστραις ἐδόκει διαφέρειν τῶν παίδων. ὀρχουμένων δὲ πολλῶν προθυμότερον ἢ μουσικώτερον, δύο τοὺς εὐδοκίμους καὶ βουλομένους ἀνασῴζειν τὴν ἐμμέλειαν ἠξίουν τινὲς ὀρχεῖσθαι φορὰν παρὰ φοράν. ἐπεζήτησεν οὖν ὁ Θρασύβουλος, Ἀμμωνίου τί βούλεται το- τοὔνομα τῆς φορᾶς, καὶ παρέσχε τῷ Ἀμμωνίῳ περὶ τῶν μερῶν τῆς ὀρχήσεως πλείονα διελθεῖν. ἔφη δὲ τρί’εἶναι, τὴν φορὰν καὶ τὸ σχῆμα καὶ τὴν δεῖξιν. ” ἡ γὰρ ὄρχησις ἔκτε κινήσεων καὶ σχέσεων συνέστηκεν, ὡς τὸ μέλος τῶν φθόγγων καὶ τῶν διαστημάτων · ἐνταῦθα δ’αἱ μοναὶ πέρατα τῶν κινήσεών εἰσιν. φορὰς μὲν οὖν τὰς κινήσεις ὀνομάζουσι, σχήματα δὲ τὰς σχέσεις καὶ διαθέσεις, εἰς ἃς φερόμεναι τελευτῶσιν αἱ κινήσεις, ὅταν Ἀπόλλωνος ἢ Πανὸς ἤ τινος Βάκχης σχῆμα διαθέντες ἐπὶ τοῦ σώματος γραφικῶς τοῖς εἴδεσιν ἐπιμένωσι. τὸ δὲ τρίτον, ἡ δεῖξις, οὐ μιμητικόν ἐστιν, ἀλλὰ δηλωτικὸν ἀληθῶς τῶν ὑποκειμένων · ὡς γὰρ οἱ ποιηταὶ τοῖς κυρίοις ὀνόμασι δεικτικῶς χρῶνται, τὸν Ἀχιλλέα καὶ τὸν Ὀδυσσέα καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν ὀνομάζοντες ὡς ὑπὸ τῶν πολλῶν λέγονται, πρὸς δὲ τὰς ἐμφάσεις καὶ τὰς μιμήσεις ὀνοματοποιίαις χρῶνται καὶ μεταφοραῖς, “κελαρύζειν” καὶ “καχλάζειν” τὰ κλώμενα τῶν ῥευμάτων λέγοντες, καὶ τὰ βέλη φέρεσθαι “λιλαιόμενα χροὸς ἆσαι”, καὶ τὴν ἰσόρροπον μάχην “ἴσας ὑσμίνη κεφαλὰς ἔχεν”, πολλὰς δὲ καὶ συνθέσεις τῶν ὀνομάτων κατὰ μέλη μιμητικῶς σχηματίζουσιν, ὡς Εὐριπίδης “ὁ πετόμενος ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος,” καὶ περὶ τοῦ ἵππου Πίνδαρος “ὅτε παρ’Ἀλφεῷ σύτο δέμας ἀκέντητον ἐν δρόμοισι παρέχων,” καὶ Ὅμηρος ἐπὶ τῆς ἱπποδρομίας “ἅρματα δ’αὖ χαλκῷ πεπυκασμένα κασσιτέρῳτε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον”, οὕτως ἐν ὀρχήσει τὸ μὲν σχῆμα μιμητικόν ἐστι μορφῆς καὶ ἰδέας, καὶ πάλιν ἡ φορὰ πάθους τινὸς ἐμφαντικὸν ἢ πράξεως ἢ δυνάμεως · ταῖς δὲ δείξεσι κυρίως αὐτὰ δηλοῦσι τὰ πράγματα, τὴν γῆν, τὸν οὐρανόν, αὐτοὺς τοὺς πλησίον · ὃ δὴ τάξει μέν τινι καὶ ἀριθμῷ γινόμενον ἔοικεν τοῖς ἐν ποιητικῇ κυρίοις ὀνόμασιν μετά τινος κόσμου καὶ λειότητος ἐκφερομένοις, ὡς τὰ τοιαῦτα. “καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόντ’Ἀφροδίτην Ἥρηντε χρυσοστέφανον καλήντε Διώνην”, καὶ “Ἕλληνος δ’ἐγένοντο θεμιστοπόλοι βασιλῆες, Δῶρόςτε Ξοῦθόςτε καὶ Αἴολος ἱππιοχάρμης” · εἰ δὲ μή, τοῖς ἄγαν πεζοῖς καὶ κακομέτροις, ὡς τὰ τοιαῦτα · “ἐγένοντο τοῦ μὲν Ἡρακλῆς τοῦ δ’Ἴφικλος” · “τῆσδε πατὴρ καὶ ἀνὴρ καὶ παῖς βασιλεῖς, καὶ ἀδελφοί, καὶ πρόγονοι. κλῄζει δ’Ἑλλὰς Ὀλυμπιάδα” · τοιαῦτα γὰρ ἁμαρτάνεται καὶ περὶ τὴν ὄρχησιν ἐν ταῖς δείξεσιν, ἂν μὴ πιθανότητα μη δὲ χάριν μετ’εὐπρεπείας καὶ ἀφελείας ἔχωσι. καὶ ὅλως “ἔφη” μεταθετέον τὸ Σιμωνίδειον ἀπὸ τῆς ζωγραφίας ἐπὶ τὴν ὄρχησιν · σιωπῶσαν, καὶ φθεγγομένην ὄρχησιν δὲ πάλιν τὴν ποίησιν · † ὅθεν εἶπεν οὔτε γραφικὴν εἶναι ποιητικῆς οὔτε ποιητικὴν γραφικῆς, οὐ δὲ χρῶνται τὸ παράπαν ἀλλήλαις · ὀρχηστικῇ δὲ καὶ ποιητικῇ κοινωνία πᾶσα καὶ μέθεξις ἀλλήλων ἐστί, καὶ μάλιστα μιμούμεναι περὶ τὸ τῶν ὑπορχημάτων γένος ἓν ἔργον ἀμφότεραι τὴν διὰ τῶν σχημάτων καὶ τῶν ὀνομάτων μίμησιν ἀποτελοῦσι. δόξειε δ’ἂν ὥσπερ ἐν γραφικῇ τὰ μὲν ποιήματα ταῖς γραμμαῖς, ὑφ’ὧν ὁρίζεται τὰ εἴδη. δηλοῖ δ’ὁ μάλιστα κατωρθωκέναι δόξας ἐν ὑπορχήμασι καὶ γεγονέναι πιθανώτατος ἑαυτοῦ τὸ δεῖσθαι τὴν ἑτέραν τῆς ἑτέρας · τὸ γὰρ “Πελασγὸν ἵππον ἢ κύνα Ἀμυκλαίαν ἀγωνίῳ ἐλελιζόμενος ποδὶ μίμεο καμπύλον μέλος διώκων,” † τὸν μὲν “οἷ’ἀνὰ Δώτιον ἀνθεμόεν πεδίον πέτεται θάνατον κεροέσσᾳ εὑρέμεν ματεῖσ’ἐλάφῳ τὰν δ’ἐπ’αὐχένι στρέφοισαν ἕτερον κάρα πάντ’ἐπ’οἶμον” καὶ τὰ ἑξῆς μόνον οὐ † λειόθεν τὴν ἐν ὀρχήσει διάθεσιν τὰ ποιήματα καὶ παρακαλεῖν τὼ χεῖρε καὶ τὼ πόδε, μᾶλλον δ’ὅλον ὥσπερ τισὶ μηρίνθοις ἕλκειν τὸ σῶμα τοῖς μέλεσι καὶ ἐντείνειν, τούτων δὲ λεγομένων καὶ ᾀδομένων ἡσυχίαν ἄγειν μὴ δυνάμενον. αὐτὸς γοῦν ἑαυτὸν οὐκ αἰσχύνεται περὶ τὴν ὄρχησιν οὐχ ἧττον ἢ τὴν ποίησιν ἐγκωμιάζων, ὅταν λέγῃ ῥῶσαι † νῦν “ἐλαφρὸν ὄρχημ’ἀοιδᾷ ποδῶν μειγνύμεν · Κρῆτα μὲν καλέουσι τρόπον”. ἀλλ’οὐδὲν οὕτως τὸ νῦν ἀπολέλαυκε τῆς κακομουσίας ὡς ἡ ὄρχησις. διὸ καὶ πέπονθεν ὃ φοβηθεὶς Ἴβυκος ἐποίησε “δέδοικα μή τι παρὰ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω”. καὶ γὰρ αὕτη καὶ πάνδημόν τινα ποιητικὴν προσεταιρισαμένη τῆς δ’οὐρανίας ἐκπεσοῦσ’ἐκείνης, τῶν μὲν ἐμπλήκτων καὶ ἀνοήτων κρατεῖ θεάτρων, ὥσπερ τύραννος ὑπήκοον ἑαυτῇ πεποιημένη μουσικὴν ὀλίγου τὴν ἅπασαν, τὴν δὲ παρὰ τοῖς νοῦν ἔχουσι καὶ θείοις ἀνδράσιν ὡς ἀληθῶς τιμὴν ἀπολώλεκε “. ταῦτα σχεδόν, ὦ Σόσσιε Σενεκίων, τελευταῖα τῶν ἐν τοῖς Μουσείοις τότε παρ’Ἀμμωνίῳ τῷ ἀγαθῷ φιλολογηθέντων.