Table Talk, Chapter 5

Plutarch

  1. Chapter 1
  2. Chapter 2
  3. Chapter 3
  4. Chapter 4
  5. Chapter 5
  6. Chapter 6
  7. Chapter 7
  8. Chapter 8
  9. Chapter 9
.
.

περὶ τῶν τῆς ψυχῆς καὶ σώματος ἡδονῶν, Σόσσιε Σενεκίων, ἣν σὺ νῦν ἔχεις γνώμην, ἐμοὶ γοῦν ἄδηλόν ἐστιν, ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεάτε σκιόεντα θάλασσάτε ἠχήεσσα · πάλαι γε μὴν ἐδόκεις μὴ πάνυ τι συμφέρεσθαι μη δ’ἐπαινεῖν τοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐ δὲ χαρτὸν οὐ δ’αἱρετὸν ὅλως ἀλλ’ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους τοῖς ἐκείνου συνεπιμειδιᾶν πάθεσι καὶ πάλιν αὖ συνεπισκυθρωπάζειν, ὥσπερ ἐκμαγεῖον κάτοπτρον εἰκόνας καὶ εἴδωλα τῶν ἐν σαρκὶ γινομένων αἰσθήσεων ἀναδεχομένην. ἄλλοιςτε γὰρ πολλοῖς ἁλίσκεται ψεύδους τὸ ἀφιλόκαλον τοῦ δόγματος, ἔντε τοῖς πότοις οἱ ἀστεῖοι καὶ χαρίεντες εὐθὺς μετὰ τὸ δεῖπνον ἐπὶ τοὺς λόγους ὥσπερ δευτέρας τραπέζας φερόμενοι καὶ διὰ λόγων εὐφραίνοντες ἀλλήλους, ὧν σώματι μέτεστιν οὐδὲν βραχὺ παντάπασιν, ἴδιόν τι τοῦτο τῇ ψυχῇ ταμιεῖον εὐπαθειῶν ἀποκεῖσθαι μαρτυροῦσι καὶ ταύτας ἡδονὰς μόνας εἶναι τῆς ψυχῆς, ἐκείνας δ’ἀλλοτρίας, προσαναχρωννυμένας τῷ σώματι. ὥσπερ οὖν αἱ τὰ βρέφη ψωμίζουσαι τροφοὶ μικρὰ μετέχουσι τῆς ἡδονῆς, ὅταν δ’ἐκεῖνα κορέσωσι καὶ κοιμίσωσι παυσάμενα κλαυθμυρισμῶν, τηνικαῦτα καθ’ἑαυτὰς γινόμεναι τὰ πρόσφορα σιτία καὶ ποτὰ λαμβάνουσι καὶ ἀπολαύουσιν, οὕτως ψυχὴ τῶν περὶ πόσιν καὶ βρῶσιν ἡδονῶν μετέχει ταῖς τοῦ σώματος ὀρέξεσι δίκην τίτθης ὑπηρετοῦσα καὶ χαριζομένη δεομένῳ καὶ πραΰνουσα τὰς ἐπιθυμίας, ὅταν δ’ἐκεῖνο μετρίως ἔχῃ καὶ ἡσυχάσῃ, πραγμάτων ἀπαλλαγεῖσα καὶ λατρείας ἤδη τὸ λοιπὸν ἐπὶ τὰς αὑτῆς ἡδονὰς τρέπεται, λόγοις εὐωχουμένη καὶ μαθήμασι καὶ ἱστορίαις καὶ τῷ ζητεῖν τι ἀκούειν τῶν περιττῶν. καὶ τί ἄν τις λέγοι περὶ τούτων, ὁρῶν ὅτι καὶ οἱ φορτικοὶ καὶ ἀφιλόλογοι μετὰ τὸ δεῖπνον ἐφ’ἡδονὰς ἑτέρας τοῦ σώματος ἀπωτάτω τὴν διάνοιαν ἀπαίρουσιν, αἰνίγματα καὶ γρίφους καὶ θέσεις ὀνομάτων ἐν ἀριθμοῖς ὑποσύμβολα προβάλλοντες; ἐκ τούτου δὲ καὶ μίμοις καὶ ἠθολόγοις καὶ Μενάνδρῳ καὶ τοῖς Μένανδρον ὑποκρινομένοις τὰ συμπόσια χώραν ἔδωκεν, οὐδεμίαν ἀλγηδόνα τοῦ σώματος ὑπεξαιρουμένοις οὐ δὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλ’ὅτι τὸ φύσει φιλοθέαμον ἐν ἑκάστῳ καὶ φιλόσοφον τῆς ψυχῆς ἰδίαν χάριν ζητεῖ καὶ τέρψιν, ὅταν τῆς περὶ τὸ σῶμα θεραπείας καὶ ἀσχολίας ἀπαλλαγῶμεν. διὰ τί τῶν μιμουμένων τοὺς ὀργιζομένους καὶ λυπουμένους ἡδέως ἀκούομεν, αὐτῶν δὲ τῶν ἐν τοῖς πάθεσιν ὄντων ἀηδῶς. περὶ ὧν ἐγένοντο λόγοι καὶ σοῦ παρόντος ἐν Ἀθήναις ἡμῖν, ὅτε Στράτων κωμῳδὸς εὐημέρησεν (ἦν γὰρ αὐτοῦ πολὺς λόγος), ἑστιωμένων ἡμῶν παρὰ Βοήθῳ τῷ Ἐπικουρείῳ · συνεδείπνουν δ’οὐκ ὀλίγοι τῶν ἀπὸ τῆς αἱρέσεως. εἶθ’οἷον ἐν φιλολόγοις περιέστησεν τῆς κωμῳδίας μνήμη τὸν λόγον εἰς ζήτησιν αἰτίας, δι’ἣν ὀργιζομένων λυπουμένων δεδιότων φωνὰς ἀκούοντες ἀχθόμεθα καὶ δυσκολαίνομεν, οἱ δ’ὑποκρινόμενοι ταῦτα τὰ πάθη καὶ μιμούμενοι τὰς φωνὰς αὐτῶν καὶ τὰς διαθέσεις εὐφραίνουσιν ἡμᾶς. ἐκείνων μὲν οὖν ἁπάντων σχεδὸν εἷς ἦν λόγος · ἔφασαν γάρ, ἐπειδὴ κρείττων μιμούμενός ἐστι τοῦ πάσχοντος ἀληθῶς καὶ τῷ μὴ πεπονθέναι διαφέρει, συνιέντας ἡμᾶς τοῦτο τέρπεσθαι καὶ χαίρειν. ἐγὼ δέ, καίπερ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθείς, εἶπον ὅτι φύσει λογικοὶ καὶ φιλότεχνοι γεγονότες πρὸς τὸ λογικῶς καὶ τεχνικῶς πραττόμενον οἰκείως διακείμεθα καὶ θαυμάζομεν, ἂν ἐπιτυγχάνηται. καθάπερ γὰρ μέλιττα τῷ φιλόγλυκυς εἶναι πᾶσαν ὕλην, τι μελιτῶδες ἐγκέκραται, περιέπει καὶ διώκει, οὕτως ἄνθρωπος, γεγονὼς φιλότεχνος καὶ φιλόκαλος, πᾶν ἀποτέλεσμα καὶ πρᾶγμα νοῦ καὶ λόγου μετέχον ἀσπάζεσθαι καὶ ἀγαπᾶν πέφυκεν. εἰ γοῦν παιδίῳ μικρῷ προθείη τις ὁμοῦ μικρὸν μὲν ἄρτον, ὁμοῦ δὲ πεπλασμένον ἐκ τῶν ἀλεύρων κυνίδιον βοΐδιον, ἐπὶ τοῦτ’ἂν ἴδοις φερόμενον · καὶ ὁμοίως εἴ τις ἀργύριον ἄσημον, ἕτερος δὲ ζῴδιον ἀργυροῦν ἔκπωμα παρασταίη διδούς, τοῦτ’ἂν λάβοι μᾶλλον, τὸ τεχνικὸν καὶ λογικὸν ἐνορᾷ καταμεμιγμένον. ὅθεν καὶ τῶν λόγων τοῖς ᾐνιγμένοις χαίρουσι μᾶλλον οἱ τηλικοῦτοι καὶ τῶν παιδιῶν ταῖς περιπλοκήν τινα καὶ δυσκολίαν ἐχούσαις · ἕλκει γὰρ ὡς οἰκεῖον ἀδιδάκτως τὴν φύσιν τὸ γλαφυρὸν καὶ πανοῦργον. ἐπεὶ τοίνυν μὲν ἀληθῶς ὀργιζόμενος λυπούμενος ἔν τισι κοινοῖς πάθεσι καὶ κινήμασιν ὁρᾶται, τῇ δὲ μιμήσει πανουργία τις ἐμφαίνεται καὶ πιθανότης ἄνπερ ἐπιτυγχάνηται, τούτοις μὲν ἥδεσθαι πεφύκαμεν ἐκείνοις δ’ἀχθόμεθα. καὶ γὰρ ἐπὶ τῶν θεαμάτων ὅμοια πεπόνθαμεν · ἀνθρώπους μὲν γὰρ ἀποθνήσκοντας καὶ νοσοῦντας ἀνιαρῶς ὁρῶμεν · τὸν δὲ γεγραμμένον Φιλοκτήτην καὶ τὴν πεπλασμένην Ἰοκάστην, ἧς φασιν εἰς τὸ πρόσωπον ἀργύρου τι συμμῖξαι τὸν τεχνίτην, ὅπως ἐκλείποντος ἀνθρώπου καὶ μαραινομένου λάβῃ περιφάνειαν χαλκός, ἰδόντες ἡδόμεθα καὶ θαυμάζομεν. τοῦτο δ’ εἶπον, ἄνδρες Ἐπικούρειοι, καὶ τεκμήριόν ἐστι μέγα τοῖς Κυρηναϊκοῖς πρὸς ὑμᾶς τοῦ μὴ περὶ τὴν ὄψιν εἶναι μη δὲ περὶ τὴν ἀκοὴν ἀλλὰ περὶ τὴν διάνοιαν ἡμῶν τὸ ἡδόμενον ἐπὶ τοῖς ἀκούσμασι καὶ θεάμασιν. ἀλεκτορὶς γὰρ βοῶσα συνεχῶς καὶ κορώνη λυπηρὸν ἄκουσμα καὶ ἀηδές ἐστιν, δὲ μιμούμενος ἀλεκτορίδα βοῶσαν καὶ κορώνην εὐφραίνει · καὶ φθισικοὺς μὲν ὁρῶντες δυσχεραίνομεν, ἀνδριάντας δὲ καὶ γραφὰς φθισικῶν ἡδέως θεώμεθα τῷ τὴν διάνοιαν ὑπὸ τῶν μιμημάτων ἄγεσθαι καὶ κατὰ τὸ οἰκεῖον. ἐπεὶ τί πάσχοντες τίνος ἔξωθεν γενομένου πάθους τὴν ὗν τὴν Παρμένοντος οὕτως ἐθαύμασαν, ὥστε παροιμιώδη γενέσθαι; καίτοι φασὶ τοῦ Παρμένοντος εὐδοκιμοῦντος ἐπὶ τῇ μιμήσει, ζηλοῦντας ἑτέρους ἀντεπιδείκνυσθαι · προκατειλημμένων δὲ τῶν ἀνθρώπων καὶ λεγόντων εὖ μὲν ἀλλ’οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν , ἕνα λαβόντα δελφάκιον ὑπὸ μάλης προσελθεῖν · ἐπεὶ δὲ καὶ τῆς ἀληθινῆς φωνῆς ἀκούοντες ὑπεφθέγγοντο τί οὖν αὕτη πρὸς τὴν Παρμένοντος ὗν ; ἀφεῖναι τὸ δελφάκιον εἰς τὸ μέσον, ἐξελέγχοντα τῆς κρίσεως τὸ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν. μάλιστα δῆλόν ἐστιν, ὅτι τὸ αὐτὸ τῆς αἰσθήσεως πάθος οὐχ ὁμοίως διατίθησι τὴν ψυχήν, ὅταν μὴ προσῇ δόξα τοῦ λογικῶς φιλοτίμως περαίνεσθαι τὸ γινόμενον. ὅτι παλαιὸν ἦν ἀγώνισμα τὸ τῆς ποιητικῆς. ἐν Πυθίοις ἐγίνοντο λόγοι περὶ τῶν ἐπιθέτων ἀγωνισμάτων, ὡς ἀναιρετέα. παραδεξάμενοι γὰρ ἐπὶ τρισὶ τοῖς καθεστῶσιν ἐξ ἀρχῆς, αὐλητῇ Πυθικῷ καὶ κιθαριστῇ καὶ κιθαρῳδῷ, τὸν τραγῳδόν, ὥσπερ πύλης ἀνοιχθείσης οὐκ ἀντέσχον ἀθρόοις συνεπιτιθεμένοις καὶ συνεισιοῦσι παντοδαποῖς ἀκροάμασιν · ὑφ’ὧν ποικιλίαν μὲν ἔσχεν οὐκ ἀηδῆ καὶ πανηγυρισμὸν ἀγών, τὸ δ’αὐστηρὸν καὶ μουσικὸν οὐ διεφύλαξεν, ἀλλὰ καὶ πράγματα τοῖς κρίνουσιν παρέσχεν καὶ πολλὰς ὡς εἰκὸς ἡττωμένων πολλῶν ἀπεχθείας. οὐχ ἥκιστα δὲ τὸ τῶν λογογράφων καὶ ποιητῶν ἔθνος ᾤοντο δεῖν ἀποσκευάσασθαι τοῦ ἀγῶνος, οὐχ ὑπὸ μισολογίας, ἀλλὰ πολὺ πάντων τῶν ἀγωνιστῶν γνωριμωτάτους ὄντας ἐδυσωποῦντο τούτους καὶ ἤχθοντο, πάντας ἡγούμενοι χαρίεντας, οὐ πάντων δὲ νικᾶν δυναμένων. ἡμεῖς οὖν ἐν τῷ συνεδρίῳ παρεμυθούμεθα τοὺς τὰ καθεστῶτα κινεῖν βουλομένους καὶ τῷ ἀγῶνι καθάπερ ὀργάνῳ πολυχορδίαν καὶ πολυφωνίαν ἐπικαλοῦντας. καὶ παρὰ τὸ δεῖπνον, ἐστιῶντος ἡμᾶς Πετραίου τοῦ ἀγωνοθέτου, πάλιν ὁμοίων λόγων προσπεσόντων, ἠμύνομεν τῇ μουσικῇ · τήντε ποιητικὴν ἀπεφαίνομεν οὐκ ὄψιμον οὐ δὲ νεαρὰν ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἀφιγμένην, ἀλλὰ πρόπαλαι στεφάνων ἐπινικίων τυγχάνουσαν. ἐνίοις μὲν οὖν ἐπίδοξος ἤμην ἕωλα παραθήσειν πράγματα, τὰς Οἰολύκου τοῦ Θετταλοῦ ταφὰς καὶ τὰς Ἀμφιδάμαντος τοῦ Χαλκιδέως ἐν αἷς Ὅμηρον καὶ Ἡσίοδον ἱστοροῦσιν ἔπεσι διαγωνίσασθαι. καταβαλὼν δὲ ταῦτα τῷ διατεθρυλῆσθαι πάνθ’ὑπὸ τῶν γραμματικῶν, καὶ τοὺς ἐπὶ ταῖς Πατρόκλου ταφαῖς ἀναγινωσκομένους ὑπό τινων οὐχ ἥμονας ἀλλὰ ῥήμονας, ὡς δὴ καὶ λόγων ἆθλα τοῦ Ἀχιλλέως προθέντος, ἀφείς, εἶπον ὅτι καὶ Πελίαν θάπτων Ἄκαστος υἱὸς ἀγῶνα ποιήματος παράσχοι καὶ Σίβυλλα νικήσειεν. ἐπιφυομένων δὲ πολλῶν καὶ τὸν βεβαιωτὴν ὡς ἀπίστου καὶ παραλόγου τῆς ἱστορίας ἀπαιτούντων, ἐπιτυχῶς ἀναμνησθεὶς ἀπέφαινον Ἀκέσανδρον ἐν τῷ περὶ Λιβύης ταῦθ’ἱστοροῦντα. καὶ τοῦτο μέν ἔφην τὸ ἀνάγνωσμα τῶν οὐκ ἐν μέσῳ ἐστίν · τοῖς δὲ Πολέμωνος τοῦ Ἀθηναίου περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν οἶμαι ὅτι πολλοῖς ὑμῶν ἐντυγχάνειν ἐπιμελές ἐστι καὶ χρή, πολυμαθοῦς καὶ οὐ νυστάζοντος ἐν τοῖς Ἑλληνικοῖς πράγμασιν ἀνδρός · ἐκεῖ τοίνυν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῷ Σικυωνίων θησαυρῷ χρυσοῦν ἀνέκειτο βιβλίον Ἀριστομάχης ἀνάθημα τῆς Ἐρυθραίας ἐπικῷ […] ποιήματι δὶς Ἴσθμια νενικηκυίας. οὐ μὴν οὐ δὲ τὴν Ὀλυμπίαν ἔφην ἄξιόν ἐστιν ὥσπερ εἱμαρμένην ἀμετάστατον καὶ ἀμετάθετον ἐν τοῖς ἀθλήμασιν ἐκπεπλῆχθαι. τὰ μὲν γὰρ Πύθια τῶν μουσικῶν ἔσχε τρεῖς τέτταρας ἐπεισοδίους ἀγῶνας, δὲ γυμνικὸς ἀπ’ἀρχῆς ὡς ἐπὶ τὸ πλεῖστον οὕτως κατέστη, τοῖς δ’Ὀλυμπίοις πάντα προσθήκη πλὴν τοῦ δρόμου γέγονεν · πολλὰ δὲ καὶ θέντες ἔπειτ’ἀνεῖλον, ὥσπερ τὸν τῆς κάλπης ἀγῶνα καὶ τὸν τῆς ἀπήνης · ἀνῃρέθη δὲ καὶ παισὶ πεντάθλοις στέφανος τεθείς · καὶ ὅλως πολλὰ περὶ τὴν πανήγυριν νενεωτέρισται. δέδια δ’εἰπεῖν ὅτι πάλαι καὶ μονομαχίας ἀγὼν περὶ Πῖσαν ἤγετο μέχρι φόνου καὶ σφαγῆς τῶν ἡττωμένων καὶ ὑποπιπτόντων, μή με πάλιν ἀπαιτῆτε τῆς ἱστορίας βεβαιωτὴν κἂν διαφύγῃ τὴν μνήμην ἐν οἴνῳ τὸ ὄνομα καταγέλαστος γένωμαι. τίς αἰτία δι’ἣν πίτυς ἱερὰ Ποσειδῶνος ἐνομίσθη καὶ Διονύσου · καὶ ὅτι τὸ πρῶτον ἐστεφάνουν τῇ πίτυι τοὺς Ἴσθμια νικῶντας, ἔπειτα σελίνῳ, νυνὶ δὲ πάλιν τῇ πίτυι. πίτυς ἐζητεῖτο καθ’ὃν λόγον ἐν Ἰσθμίοις στέμμα γέγονε · καὶ γὰρ ἦν τὸ δεῖπνον ἐν Κορίνθῳ, Ἰσθμίων ἀγομένων ἑστιῶντος ἡμᾶς Λουκανίου τοῦ ἀρχιερέως. Πραξιτέλης μὲν οὖν περιηγητὴς τὸ μυθῶδες ἐπῆγεν, ὡς λεγόμενον εὑρεθῆναι τὸ σῶμα τοῦ Μελικέρτου πίτυι προσβεβρασμένον ὑπὸ τῆς θαλάττης · καὶ γὰρ οὐ πρόσω Μεγάρων εἶναι τόπον, ὃς καλῆς δρόμος ἐπονομάζεται, δι’οὗ φάναι Μεγαρεῖς τὴν Ἰνὼ τὸ παιδίον ἔχουσαν δραμεῖν ἐπὶ τὴν θάλατταν. κοινῶς δ’ὑπὸ πολλῶν λεγομένου ὡς ἴδιόν ἐστι στέμμα Ποσειδῶνος πίτυς, Λουκανίου δὲ προστιθέντος ὅτι καὶ τῷ Διονύσῳ καθωσιωμένον τὸ φυτὸν οὐκ ἀπὸ τρόπου ταῖς περὶ τὸν Μελικέρτην συνῳκείωται τιμαῖς, αὐτὸ τοῦτο ζήτησιν παρεῖχεν, ᾧτινι λόγῳ Ποσειδῶνι καὶ Διονύσῳ τὴν πίτυν οἱ παλαιοὶ καθωσίωσαν. ἐδόκει δ’ἡμῖν μηδὲν εἶναι παράλογον · ἀμφότεροι γὰρ οἱ θεοὶ τῆς ὑγρᾶς καὶ γονίμου κύριοι δοκοῦσιν ἀρχῆς εἶναι · καὶ Ποσειδῶνί γε Φυταλμίῳ Διονύσῳ δὲ Δενδρίτῃ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες θύουσιν. οὐ μὴν ἀλλὰ κατ’ἰδίαν τῷ Ποσειδῶνι φαίη τις ἂν τὴν πίτυν προσήκειν, οὐχ ὡς Ἀπολλόδωρος οἴεται παράλιον φυτὸν οὖσαν οὐ δ’ὅτι φιλήνεμός ἐστιν ὥσπερ θάλασσα (καὶ γὰρ τοῦτό τινες λέγουσιν), ἀλλὰ διὰ τὰς ναυπηγίας μάλιστα. καὶ γὰρ αὐτὴ καὶ τὰ ἀδελφὰ δένδρα, πεῦκαι καὶ στρόβιλοι, τῶντε ξύλων παρέχει τὰ πλοϊμώτατα πίττηςτε καὶ ῥητίνης ἀλοιφήν, ἧς ἄνευ τῶν συμπαγέντων ὄφελος οὐδὲν ἐν τῇ θαλάττῃ. τῷ δὲ Διονύσῳ τὴν πίτυν ἀνιέρωσαν ὡς ἐφηδύνουσαν τὸν οἶνον · τὰ γὰρ πιτυώδη χωρία λέγουσιν ἡδύοινον τὴν ἄμπελον φέρειν. καὶ τὴν θερμότητα τῆς γῆς Θεόφραστος αἰτιᾶται · καθόλου γὰρ ἐν ἀργιλώδεσι τόποις φύεσθαι τὴν πίτυν, εἶναι δὲ τὴν ἄργιλον θερμήν, διὸ καὶ συνεκπέττειν τὸν οἶνον, ὥσπερ καὶ τὸ ὕδωρ ἐλαφρότατον καὶ ἥδιστον ἄργιλος ἀναδίδωσιν, ἔτι δὲ καὶ καταμιγνυμένη πρὸς σῖτον ἐπίμετρον ποιεῖ δαψιλές, ἁδρύνουσα καὶ διογκοῦσα τῇ θερμότητι τὸν πυρόν. οὐ μὴν ἀλλὰ καὶ τῆς πίτυος αὐτῆς εἰκὸς ἀπολαύειν τὴν ἄμπελον, ἐχούσης ἐπιτηδειότητα πολλὴν πρὸς σωτηρίαν οἴνου καὶ διαμονήν · τῇτε γὰρ πίττῃ πάντες ἐξαλείφουσι τὰ ἀγγεῖα, καὶ τῆς ῥητίνης ὑπομιγνύουσι πολλοὶ τῷ οἴνῳ καθάπερ Εὐβοεῖς τῶν Ἑλλαδικῶν καὶ τῶν Ἰταλικῶν οἱ περὶ τὸν Πάδον οἰκοῦντες, ἐκ δὲ τῆς περὶ Βίενναν Γαλατίας πισσίτης οἶνος κατακομίζεται, διαφερόντως τιμώμενος ὑπὸ Ῥωμαίων. οὐ γὰρ μόνον εὐωδίαν τινὰ τὰ τοιαῦτα προσδίδωσιν, ἀλλὰ καὶ τὸν οἶνον ἐμποιεῖ παρίστησι ταχέως ἐξαιροῦντα τῇ θερμότητι τοῦ οἴνου τὸ νεαρὸν καὶ ὑδατῶδες. ὡς δὲ ταῦτ’ἐρρήθη, τῶν ῥητόρων μάλιστα δοκῶν ἀναγνώσμασιν ἐντυγχάνειν ἐλευθερίοις πρὸς θεῶν εἶπεν, οὐ γὰρ ἐχθὲς πίτυς ἐνταῦθα καὶ πρῴην στέμμα γέγονε τῶν Ἰσθμίων, πρότερον δὲ τοῖς σελίνοις ἐστέφοντο; καὶ τοῦτ’ἔστι μὲν ἐν τῇ κωμῳδίᾳ φιλαργύρου τινὸς ἀκοῦσαι λέγοντος τὰ δ’Ἴσθμι’ἀποδοίμην ἂν ἡδέως ὅσου τῶν σελίνων στέφανός ἐστιν ὤνιος . ἱστορεῖ δὲ καὶ Τίμαιος συγγραφεύς, ὅτι Κορινθίοις, ὁπηνίκα μαχούμενοι πρὸς Καρχηδονίους ἐβάδιζον ὑπὲρ τῆς Σικελίας, ἐνέβαλόν τινες ὄνοι σέλινα κομίζοντες · οἰωνισαμένων δὲ τῶν πολλῶν τὸ σύμβολον ὡς οὐ χρηστόν, ὅτι δοκεῖ τὸ σέλινον ἐπικήδειον εἶναι καὶ τοὺς ἐπισφαλῶς νοσοῦντας δεῖσθαι τοῦ σελίνου φαμέν, ἄλλωςθ’ Τιμολέων ἐθάρρυνεν αὐτοὺς καὶ ἀνεμίμνησκε τῶν Ἰσθμοῖ σελίνων, οἷς ἀναστέφουσι Κορίνθιοι τοὺς νικῶντας. ἔτι τοίνυν Ἀντιγόνου ναυαρχὶς ἀναφύσασα περὶ πρύμναν αὐτομάτως σέλινον Ἰσθμία ἐπωνομάσθη. καὶ τοῦτο δὴ τὸ σκολιὸν ἐπίγραμμα δῆλον κεραμέα νομίζει διαβεβυσμένην σελίνῳ · σύγκειται δ’οὕτω χθὼν παλὰς γῆ πυρὶ κατῃθαλωμένη κεύθει κελαινὸν αἷμα Διονύσου θοοῦ, ἔχουσα κλῶνας Ἰσθμικοὺς ἀνὰ στόμα . ταῦτ’ εἶπεν οὐκ ἀνεγνώκαθ’ὑμεῖς οἱ τὴν πίτυν ὡς οὐκ ἐπείσακτον οὐ δὲ νέον ἀλλὰ πάτριον καὶ παλαιὸν δὴ στέμμα τῶν Ἰσθμίων σεμνύνοντες; ἐκίνησεν οὖν τοὺς νέους ὡς ἂν πολυμαθὴς ἀνὴρ καὶ πολυγράμματος. μέντοι Λουκάνιος εἰς ἐμὲ βλέψας ἅμα καὶ μειδιῶν Πόσειδον ἔφη τοῦ πλήθους τῶν γραμμάτων · ἕτεροι δ’ἡμῶν τῆς ἀμαθίας ὡς ἔοικε καὶ τῆς ἀνηκοΐας ἀπέλαυον ἀναπείθοντες τοὐναντίον, ὡς μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον τοῦ σελίνου ξένος ὢν ἐπεισῆλθε δι’Ἡρακλέα καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειον · εἶτα μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον γέρας πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγοντα κλαίοντες δέτε κοῦρον ἐπ’ αἰλίσι πιτύεσσι κάτθεσαν, ὁκκότε δὴ στεφάνωμ’ἄθλοις φορέονται. οὐ γάρ πω τρηχεῖα λαβὴ κατεμήσατο χειρῶν Μήνης παῖδα χάρωνα παρ’Ἀσωποῦ γενετείρῃ, ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο · Καλλίμαχον δὲ μᾶλλον διασαφοῦντα · λέγει δ’ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου καί μιν Ἀλητιάδαι, πουλὺ γεγειότερον τοῦδε παρ’Αἰγαίωνι θεῷ τελέοντες ἀγῶνα, θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος, ζήλῳ τῶν Νεμέηθε · πίτυν δ’ἀποτιμήσουσιν, πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ . ἔτι δ’οἶμαι Προκλέους ἐντετυχηκέναι γραφῇ περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶν’ἔθεσαν περὶ στεφάνου πιτυΐνου · ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου στέφανον. δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν Ἀκαδημίᾳ Ξενοκράτει συσχολασάντων. περὶ τοῦ ζωρότερον δὲ κέραιε. γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων Ἀχιλλεὺς ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτ’αἰτίαν τοιαύτην ἐπιλέγων οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. Νικήρατος μὲν οὖν ἑταῖρος ἡμῶν Μακεδὼν ἄντικρυς ἀπισχυρίζετο μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸ ζωρὸν ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα · καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα ποιεῖν. Σωσικλῆς δ’ ποιητὴς τοῦ Ἐμπεδοκλέους ἐπιμνησθεὶς εἰρηκότος ἐν τῇ καθόλου μεταβολῇ γίνεσθαι ζωράτε τὰ πρὶν ἄκρητα μᾶλλον ἔφη τὸ εὔκρατον τὸ ἄκρατον ὑπὸ τοῦ ἀνδρὸς ζωρὸν λέγεσθαι καὶ μηδέν γε κωλύειν ἐπικελεύεσθαι τῷ Πατρόκλῳ τὸν Ἀχιλλέα παρασκευάζειν εὔκρατον εἰς πόσιν τὸν οἶνον · εἰ δ’ἀντὶ τοῦ ζωροῦ ζωρότερον εἶπεν, ὥσπερ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ καί θηλύτερον ἀντὶ τοῦ θήλεος, οὐκ ἄτοπον εἶναι · χρῆσθαι γὰρ ἐπιεικῶς ἀντὶ τῶν ἁπλῶν τοῖς συγκριτικοῖς. Ἀντίπατρος δ’ ἑταῖρος ἔφη τοὺς μὲν ἐνιαυτοὺς ἀρχαϊκῶς ὥρους λέγεσθαι, τὸ δὲ ζα μέγαθος εἰωθέναι σημαίνειν · ὅθεν τὸν πολυετῆ καὶ παλαιὸν οἶνον ὑπὸ τοῦ Ἀχιλλέως ζωρὸν ὠνομάσθαι. ἐγὼ δ’ἀνεμίμνησκον αὐτούς, ὅτι τῷ ζωρότερον τὸ θερμὸν ἔνιοι σημαίνεσθαι λέγουσι τῷ δὲ θερμοτέρῳ τὸ τάχιον · ὥσπερ ἡμεῖς ἐγκελευόμεθα πολλάκις τοῖς διακονοῦσι θερμότερον ἅπτεσθαι τῆς διακονίας. ἀλλὰ μειρακιώδη τὴν φιλοτιμίαν αὐτῶν ἀπέφαινον, δεδιότων ὁμολογεῖν ἀκρατότερον εἰρῆσθαι τὸ ζωρότερον, ὡς ἐν ἀτόπῳ τινὶ τοῦ Ἀχιλλέως ἐσομένου · καθάπερ Ἀμφιπολίτης Ζωίλος ὑπελάμβανεν, ἀγνοῶν ὅτι πρῶτον μὲν Ἀχιλλεὺς τὸν Φοίνικα καὶ τὸν Ὀδυσσέα πρεσβυτέρους ὄντας εἰδὼς οὐχ ὑδαρεῖ χαίροντας ἀλλ’ἀκρατοτέρῳ, καθάπερ οἱ ἄλλοι γέροντες, ἐπιτεῖναι κελεύει τὴν κρᾶσιν. ἔπειτα Χείρωνος ὢν μαθητὴς καὶ τῆς περὶ τὸ σῶμα διαίτης οὐκ ἄπειρος ἐλογίζετο δήπουθεν, ὅτι τοῖς ἀργοῦσι καὶ σχολάζουσι παρὰ τὸ εἰωθὸς σώμασιν ἀνειμένη καὶ μαλακωτέρα κρᾶσις ἁρμόζει · καὶ γὰρ τοῖς ἵπποις ἐμβάλλει μετὰ τῶν ἄλλων χορτασμάτων τὸ σέλινον οὐκ ἀλόγως, ἀλλ’ὅτι βλάπτονται μὲν οἱ σχολάζοντες ἀσυνήθως ἵπποι τοὺς πόδας, ἔστι δὲ τούτου μάλιστ’ἴαμα τὸ σέλινον · ἄλλοις γοῦν οὐκ ἂν εὕροις παραβαλλόμενον ἵπποις ἐν Ἰλιάδι σέλινον τινα τοιοῦτον χιλόν · ἀλλ’ἰατρὸς ὢν Ἀχιλλεὺς τῶνθ’ἵππων πρὸς τὸν καιρὸν οἰκείως ἐπεμελεῖτο καὶ τῷ σώματι τὴν ἐλαφροτάτην δίαιταν, ὡς ὑγιεινοτάτην ἐν τῷ σχολάζειν, παρεσκεύαζεν · ἄνδρας δ’ἐν μάχῃ καὶ ἀγῶνι δι’ἡμέρας γεγενημένους οὐχ ὁμοίως ἀξιῶν διαιτᾶν τοῖς ἀργοῦσιν ἐπιτεῖναι τὴν κρᾶσιν ἐκέλευσε. καὶ μὴν οὐ δὲ φύσει φαίνεται φίλοινος ἀλλ’ἀπηνὴς Ἀχιλλεύς · οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐ δ’ἀγανόφρων, ἀλλὰ μάλ’ἐμμεμαώς · καί που παρρησιαζόμενος ὑπὲρ αὑτοῦ πολλάς φησίν ἀύπνους νύκτας ἰαῦσαι · βραχὺς δ’ὕπνος οὐκ ἐξαρκεῖ τοῖς χρωμένοις ἀκράτῳ. λοιδορούμενος δὲ τῷ Ἀγαμέμνονι πρῶτον αὐτὸν οἰνοβαρῆ προσείρηκεν, ὡς μάλιστα τῶν νοσημάτων τὴν οἰνοφλυγίαν προβαλλόμενος. διὰ ταῦτα δὴ πάντα λόγον εἶχεν αὐτὸν ἐννοῆσαι, τῶν ἀνδρῶν ἐπιφανέντων, μή ποθ’ συνήθης κρᾶσις αὐτῷ τοῦ οἴνου πρὸς ἐκείνους ἀνειμένη καὶ ἀνάρμοστός ἐστιν. περὶ τῶν πολλοὺς ἐπὶ δεῖπνον καλούντων. τὸ περὶ τὰς κατακλίσεις φαινόμενον ἄτοπον πλείονα λόγον παρέσχεν ἐν ταῖς ὑποδοχαῖς, ἃς ἐποιεῖτο τῶν φίλων ἕκαστος ἑστιῶν ἡμᾶς ἥκοντας ἀπὸ τῆς Ἀλεξανδρείας · ἐκαλοῦντο γὰρ ἀεὶ πολλοὶ τῶν ὁπωσοῦν προσήκειν δοκούντων, καὶ τὰ συμπόσια θορυβώδεις εἶχε τὰς συμπεριφορὰς καὶ τὰς διαλύσεις ταχείας. ἐπειδὴ δ’Ὀνησικράτης ἰατρὸς οὐ πολλοὺς ἀλλὰ τοὺς σφόδρα συνήθεις καὶ οἰκειοτάτους παρέλαβεν ἐπὶ τὸ δεῖπνον, ἐφάνη μοι τὸ λεγόμενον ὑπὸ Πλάτωνος αὐξομένην πόλιν πόλεις οὐ πόλιν συμποσίω δεδόσθαι. καὶ γὰρ συμποσίου μέγεθος ἱκανόν ἐστιν, ἄχρι οὗ συμπόσιον ἐθέλει μένειν · ἐὰν δ’ὑπερβάλῃ διὰ πλῆθος, ὡς μηκέτι προσήγορον ἑαυτῷ μη δὲ συμπαθὲς εἶναι ταῖς φιλοφροσύναις μη δὲ γνώριμον, οὐ δὲ συμπόσιόν ἐστι. δεῖ γὰρ οὐχ ὥσπερ ἐν στρατοπέδῳ διαγγέλοις οὐ δ’ὥσπερ ἐν τριήρει χρῆσθαι κελευσταῖς, αὐτοὺς δὲ δι’ἑαυτῶν ἐντυγχάνειν ἀλλήλοις, ὥσπερ χοροῦ τοῦ συμποσίου τὸν κρασπεδίτην τῷ κορυφαίῳ συνήκοον ἔχοντος. ἐμοῦ δὲ ταῦτ’εἰπόντος, εἰς μέσον ἤδη φθεγξάμενος πάππος ἡμῶν Λαμπρίας ἆρ’οὖν εἶπεν οὐ περὶ τὰ δεῖπνα μόνον, ἀλλὰ καὶ περὶ τὰς κλήσεις δεόμεθα τῆς ἐγκρατείας; ἔστι γάρ τις οἶμαι καὶ φιλανθρωπίας ἀκρασία, μηδένα παρερχομένης τῶν συμποτῶν ἀλλὰ πάντας ἑλκούσης ὡς ἐπὶ θέαν ἀκρόασιν. ἔμοιγ’οὖν οὔτ’ἄρτος οὔτ’οἶνος ἐπιλείπων τοῖς κεκλημένοις οὕτω δοκεῖ τὸν κεκληκότα ποιεῖν γελοῖον, ὡς χώρα καὶ τόπος · ὧν καὶ μὴ κεκλημένοις ἀλλ’ἐπελθοῦσιν αὐτομάτως ξένοις καὶ ἀλλοτρίοις ἀεὶ παρεσκευασμένην ἀφθονίαν ὑπάρχειν δεῖ. ἔτι δ’ἄρτου μὲν καὶ οἴνου ἐπιλειπόντων ἔστι καὶ τοὺς οἰκέτας ὡς κλέπτοντας αἰτιᾶσθαι, τόπου δὲ πενία καὶ κατανάλωσις εἰς πλῆθος ὀλιγωρία τίς ἐστι τοῦ καλοῦντος. εὐδοκιμεῖ δὲ θαυμαστῶς καὶ Ἡσίοδος εἰπών ἤτοι μὲν πρώτιστα χάος γένετ’· χώραν γὰρ ἔδει καὶ τόπον προϋποκεῖσθαι τοῖς γινομένοις, οὐχ ὡς χθὲς οὑμὸς υἱός ἔφη τὸ Ἀναξαγόρειον ἦν ὁμοῦ πάντα χρήματα τὸ σύνδειπνον ἐποίησεν. οὐ μὴν ἀλλὰ κἂν τόπος ὑπάρχῃ καὶ παρασκευή, τὸ πλῆθος αὐτὸ φυλακτέον ὡς ἄμικτον τὴν συνουσίαν ποιοῦν καὶ ἀπροσήγορον · οἴνου γὰρ ἀνελεῖν ἧττόν ἐστι κακὸν λόγου κοινωνίαν ἐκ δείπνου · διὸ καὶ Θεόφραστος ἄοινα συμπόσια παίζων ἐκάλει τὰ κουρεῖα διὰ τὴν λαλιὰν τῶν προσκαθιζόντων. λόγων δὲ κοινωνίαν ἀναιροῦσιν οἱ πολλοὺς εἰς ταὐτὸ συμφοροῦντες, μᾶλλον δ’ὀλίγους ποιοῦσιν ἀλλήλοις συνεῖναι · καὶ κατὰ δύο γὰρ τρεῖς ἀπολαμβάνοντες ἐντυγχάνουσι καὶ προσδιαλέγονται, τοὺς δὲ πόρρω κατακειμένους οὐ δ’ἴσασιν οὐ δὲ προσορῶσιν ἵππου δρόμον ἀπέχοντας ἠμὲν ἐπ’Αἴαντος κλισίας Τελαμωνιάδαο ἠδ’ἐπ’Ἀχιλλῆος . ὅθεν οὐκ ὀρθῶς οἱ πλούσιοι νεανιεύονται κατασκευάζοντες οἴκους τριακοντακλίνους καὶ μείζους · ἀμίκτων γὰρ αὕτη καὶ ἀφίλων δείπνων παρασκευὴ καὶ πανηγυριάρχου μᾶλλον συμποσιάρχου δεομένων. ἀλλ’ἐκείνοις μὲν ταῦτα συγγνώμη ποιεῖν · ἄπλουτον γὰρ οἴονται τὸν πλοῦτον καὶ τυφλὸν ἀληθῶς καὶ ἀνέξοδον, ἂν μὴ μάρτυρας ἔχῃ καὶ καθάπερ τραγῳδία θεατάς · ἡμῖν δ’ἂν ἴαμα γένοιτο τοῦ πολλοὺς ὁμοῦ συνάγειν τὸ πολλάκις κατ’ὀλίγους παραλαμβάνειν. οἱ γὰρ σπανίως καὶ δι’Ἅρματος ὥς φασιν ἑστιῶντες ἀναγκάζονται τὸν ὁπωσοῦν ἐπιτήδειον γνώριμον καταγράφειν · οἱ δὲ συνεχέστερον κατὰ τρεῖς τέτταρας ἀναλαμβάνοντες ὥσπερ πορθμεῖα τὰ συμπόσια κουφότερα ποιοῦσι. ποιεῖ δέ τινα τοῦ πολλοῦ τῶν φίλων πλήθους διάκρισιν καὶ τῆς αἰτίας διηνεκὴς ἐπιλογισμός · ὡς γὰρ ἐπὶ τὰς χρείας οὐ πάντας ἀλλὰ τοὺς ἁρμόττοντας ἑκάστῃ παρακαλοῦμεν, βουλευόμενοι μὲν τοὺς φρονίμους δικαζόμενοι δὲ τοὺς λέγοντας ἀποδημοῦντες δὲ τοὺς ἐλαφροὺς μάλιστα τοῖς βιωτικοῖς καὶ σχολὴν ἄγοντας, οὕτως ἐν ταῖς ὑποδοχαῖς ἑκάστοτε τοὺς ἐπιτηδείους παραληπτέον. ἐπιτήδειοι δὲ τῷ μὲν ἡγεμόνα δειπνίζοντι συνδειπνεῖν οἵτ’ἄρχοντες, ἐὰν ὦσι φίλοι, καὶ οἱ πρῶτοι τῆς πόλεως · ἐν δὲ γάμοις καὶ γενεθλίοις οἱ κατὰ γένος προσήκοντες καὶ Διὸς ὁμογνίου κοινωνοῦντες · ἐν δὲ ταῖς τοιαύταις ὑποδοχαῖς προπομπαῖς τοὺς ἐκείνοις μάλιστα κεχαρισμένους εἰς ταὐτὸ συνακτέον. οὐ δὲ γὰρ θεῷ θύοντες πᾶσι τοῖς ἄλλοις θεοῖς, ἀλλὰ μάλιστα καὶ συννάοις καὶ συμβώμοις κατευχόμεθα, καὶ τριῶν κρατήρων κιρναμένων τοῖς μὲν ἀπὸ τοῦ πρώτου σπένδομεν τοῖς δ’ἀπὸ τοῦ δευτέρου τοῖς δ’ἀπὸ τοῦ τελευταίου · φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται · θεῖος δέ που καὶ τῶν φίλων χορὸς εὐγνωμόνως διανεμόμενος ἐν ταῖς συμπεριφοραῖς. τίς αἰτία τῆς ἐν ἀρχῇ στενοχωρίας τῶν δειπνούντων εἶθ’ὕστερον εὐρυχωρίας. ῥηθέντων δὲ τούτων, εὐθὺς ἐζητεῖτο περὶ τῆς ἐν ἀρχῇ στενοχωρίας τῶν κατακειμένων εἶτ’ἀνέσεως · οὗ τοὐναντίον εἰκὸς ἦν συμβαίνειν διὰ τὴν ἐπὶ τοῦ δείπνου πλήρωσιν. ἔνιοι μὲν οὖν ἡμῶν τὸ σχῆμα τῆς κατακλίσεως ᾐτιῶντο · πλατεῖς γὰρ ὡς ἐπίπαν κατακειμένους δειπνεῖν, ἅτε δὴ τὴν δεξιὰν προτείνοντας ἐπὶ τὰς τραπέζας · δειπνήσαντας δ’ἀναστρέφειν αὑτοὺς μᾶλλον ἐπὶ πλευράν, ὀξὺ τὸ σχῆμα ποιοῦντας τοῦ σώματος καὶ οὐκέθ’ὡς εἰπεῖν κατ’ἐπίπεδον, ἀλλὰ κατὰ γραμμὴν τῆς χώρας ἁπτομένους · ὥσπερ οὖν οἱ ἀστράγαλοι τόπον ἐλάττω κατέχουσιν ὀρθοὶ πίπτοντες πρημεῖς, οὕτως ἡμῶν ἕκαστον ἐν ἀρχῇ μὲν ἐπὶ στόμα προνεύειν ἀποβλέποντα πρὸς τὴν τράπεζαν ὕστερον δὲ μετασχηματίζειν ἐπὶ βάθος ἐκ πλάτους τὴν κατάκλισιν. οἱ δὲ πολλοὶ τὴν συνένδοσιν τῆς στρωμνῆς προεφέροντο · θλιβομένην γὰρ ἐν τῇ κατακλίσει πλατύνεσθαι καὶ διαχωρεῖν, ὥσπερ τῶν ὑποδημάτων τὰ τριβόμενα, κατὰ μικρὸν ἐπιδιδόντα καὶ χαλῶντα τοῖς πόροις, εὐρυχωρίαν τῷ ποδὶ καὶ ἀναστροφὴν παρέχει. δὲ πρεσβύτης ἅμα παίζων δύ’ἔφη τὸ αὐτὸ συμπόσιον ἀνομοίους ἔχειν ἐπιστάταςτε καὶ ἡγεμόνας, ἐν ἀρχῇ μὲν τὸν λιμὸν τῶν τακτικῶν οὐδὲν μέτεστιν, ὕστερον δὲ τὸν Διόνυσον ὃν πάντες ἄριστον γεγονέναι στρατηγὸν ὁμολογοῦσιν · ὥσπερ οὖν Ἐπαμεινώνδας, εἴς τινα δυσχωρίαν τῶν στρατηγῶν ὑπ’ἀπειρίας εἰσβαλλόντων τὴν φάλαγγα περιπίπτουσαν ἑαυτῇ καὶ ταρασσομένην ὑπολαβών, ἐξέλυσε καὶ κατέστησεν εἰς τάξιν, οὕτως ἡμᾶς ἐν ἀρχῇ συμπεφορημένους ὑπὸ τοῦ λιμοῦ κυνηδὸν ἄρτι παραλαμβάνων Λυαῖος θεὸς καὶ Χορεῖος εἰς τάξιν ἱλαρὰν καὶ φιλάνθρωπον καθίστησιν. περὶ τῶν καταβασκαίνειν λεγομένων. περὶ τῶν καταβασκαίνειν λεγομένων καὶ βάσκανον ἔχειν ὀφθαλμὸν ἐμπεσόντος λόγου παρὰ δεῖπνον οἱ μὲν ἄλλοι παντάπασιν ἐξεφλαύριζον τὸ πρᾶγμα καὶ κατεγέλων · δ’ἑστιῶν ἡμᾶς Μέστριος Φλῶρος ἔφη τὰ μὲν γινόμενα τῇ φήμῃ θαυμαστῶς βοηθεῖν, τῷ δ’αἰτίας ἀπορεῖν ἀπιστεῖσθαι τὴν ἱστορίαν, οὐ δικαίως, ὅπου μυρίων ἐμφανῆ τὴν οὐσίαν ἐχόντων τῆς αἰτίας λόγος ἡμᾶς διαπέφευγεν · ὅλως δ’ εἶπεν ζητῶν ἐν ἑκάστῳ τὸ εὔλογον ἐκ πάντων ἀναιρεῖ τὸ θαυμάσιον · ὅπου γὰρ τῆς αἰτίας ἐπιλείπει λόγος, ἐκεῖθεν ἄρχεται τὸ ἀπορεῖν, τουτέστι τὸ φιλοσοφεῖν · ὥστε τρόπον τινὰ φιλοσοφίαν ἀναιροῦσιν οἱ τοῖς θαυμασίοις ἀπιστοῦντες. δεῖ δ’ ἔφη τὸ μὲν διὰ τί γίνεται τῷ λόγῳ μετιέναι, τὸ δ’ὅτι γίνεται παρὰ τῆς ἱστορίας λαμβάνειν. ἱστορεῖται δὲ πολλὰ τοιαῦτα · γινώσκομεν γὰρ ἀνθρώπους τῷ καταβλέπειν τὰ παιδία μάλιστα βλάπτοντας, ὑγρότητι τῆς ἕξεως καὶ ἀσθενείᾳ τρεπομένης ὑπ’αὐτῶν καὶ κινουμένης ἐπὶ τὸ χεῖρον, ἧττον δὲ τῶν στερεῶν καὶ πεπηγότων ἤδη τοῦτο πασχόντων. καίτοι τούς γε περὶ τὸν Πόντον οἰκοῦντας πάλαι Θιβεῖς προσαγορευομένους ἱστορεῖ Φύλαρχος οὐ παιδίοις μόνον ἀλλὰ καὶ τελείοις ὀλεθρίους εἶναι · καὶ γὰρ τὸ βλέμμα καὶ τὴν ἀναπνοὴν καὶ τὴν διάλεκτον αὐτῶν παραδεχομένους τήκεσθαι καὶ νοσεῖν · ᾔσθοντο δ’ὡς ἔοικε τὸ γινόμενον οἱ μιγάδες οἰκέτας ἐκεῖθεν ὠνίους ἐξάγοντες. ἀλλὰ τούτων τὸ μὲν ἴσως ἧττόν ἐστι θαυμαστόν · γὰρ ἐπαφὴ καὶ συνανάχρωσις ἔχει τινὰ φαινομένην πάθους ἀρχήν, καὶ καθάπερ τὰ τῶν ἄλλων ὀρνέων πτερὰ τοῖς τοῦ ἀετοῦ συντεθέντα διόλλυται ψηχόμενα καὶ ἀπανθεῖ τῶν πτίλων μυδώντων, οὕτως οὐδὲν ἀπέχει καὶ ἀνθρώπου ψαῦσιν τὴν μὲν ὠφέλιμον εἶναι τὴν δ’ἀπηνῆ καὶ βλαβεράν · τὸ δὲ καὶ προσβλεφθέντας ἀδικεῖσθαι συμβαίνει μὲν ὥσπερ εἴρηκα, τῷ δὲ τὴν αἰτίαν ἔχειν δυσθήρατον ἀπιστεῖται. καὶ μήν ἔφην ἐγώ τρόπον τινὰ τῆς αἰτίας αὐτὸς ἴχνος τι καὶ τρίβον ἀνεύρηκας, ἐπὶ τὰς ἀπορροίας τῶν σωμάτων ἀφικόμενος · καὶ γὰρ ὀσμὴ καὶ φωνὴ καὶ τὸ ῥεῦμα τῆς ἀναπνοῆς ἀποφοραί τινές εἰσι τῶν ζῴων καὶ μέρη κινοῦντα τὰς αἰσθήσεις, ὅταν ὑπ’αὐτῶν προσπεσόντων πάθωσι. πολὺ δὲ μᾶλλον εἰκός ἐστι τῶν ζῴων ἀποφέρεσθαι τὰ τοιαῦτα διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν, οἱονεί τινα σφυγμὸν καὶ κλόνον ἔχοντος τοῦ πνεύματος, ὑφ’οὗ τὸ σῶμα κρουόμενον ἐνδελεχῶς ἐκπέμπει τινὰς ἀπορροίας. μάλιστα δὲ τοῦτο γίνεσθαι διὰ τῶν ὀφθαλμῶν εἰκός ἐστι · πολυκίνητος γὰρ ὄψις οὖσα μετὰ πνεύματος αὐγὴν ἀφιέντος πυρώδη θαυμαστήν τινα διασπείρει δύναμιν, ὥστε πολλὰ καὶ πάσχειν καὶ ποιεῖν δι’αὐτῆς τὸν ἄνθρωπον. ἡδοναῖςτε γὰρ συμμέτροις καὶ ἀηδίαις ὑπὸ τῶν ὁρατῶν τρεπόμενος συνέχεται · καὶ τῶν ἐρωτικῶν, δὴ μέγιστα καὶ σφοδρότατα παθήματα τῆς ψυχῆς ἐστιν, ἀρχὴν ὄψις ἐνδίδωσιν, ὥστε ῥεῖν καὶ λείβεσθαι τὸν ἐρωτικόν, ὅταν ἐμβλέπῃ τοῖς καλοῖς, οἷον ἐκχεόμενον εἰς αὐτούς. διὸ καὶ θαυμάσειεν ἄν τις οἶμαι μάλιστα τῶν πάσχειν μὲν καὶ κακοῦσθαι τὸν ἄνθρωπον διὰ τῆς ὄψεως οἰομένων, οὐκέτι δὲ δρᾶν καὶ βλάπτειν. αἱ γὰρ ἀντιβλέψεις τῶν ἐν ὥρᾳ καὶ τὸ διὰ τῶν ὀμμάτων ἐκπῖπτον, εἴτ’ἄρα φῶς εἴτε ῥεῦμα, τοὺς ἐρῶντας ἐκτήκει καὶ ἀπόλλυσι μεθ’ἡδονῆς ἀλγηδόνι μεμιγμένης, ἣν αὐτοὶ γλυκύπικρον ὀνομάζουσιν · οὔτε γὰρ ἁπτομένοις οὔτ’ἀκούουσιν οὕτω τιτρώσκεσθαι συμβαίνει καὶ πάσχειν, ὡς προσβλεπομένοις καὶ προσβλέπουσι. τοιαύτη γὰρ γίνεται διάδοσις καὶ ἀνάφλεξις ἀπὸ τῆς ὄψεως, ὥστε παντελῶς ἀπειράτους ἔρωτος ἡγεῖσθαι τοὺς τὸν Μηδικὸν νάφθαν θαυμάζοντας ἐκ διαστήματος ὑπὸ τοῦ πυρὸς ἀναφλεγόμενον · αἱ γὰρ τῶν καλῶν ὄψεις, κἂν πάνυ πόρρωθεν ἀντιβλέπωσι, πῦρ ἐν ταῖς τῶν ἐρωτικῶν ψυχαῖς ἀνάπτουσιν. καὶ μὴν τό γε τῶν ἰκτερικῶν βοήθημα πολλάκις ἱστοροῦμεν · ἐμβλέποντες γὰρ τῷ χαραδριῷ θεραπεύονται · τοιαύτην ἔοικε τὸ ζῷον φύσιν καὶ κρᾶσιν ἔχειν, ὥσθ’ἕλκειν καὶ δέχεσθαι τὸ πάθος ἐκπῖπτον, ὥσπερ ῥεῦμα, διὰ τῆς ὄψεως · ὅθεν οὐ προσβλέπουσιν οἱ χαραδριοὶ τοὺς τὸν ἴκτερον ἔχοντας οὐ δὲ καρτεροῦσιν, ἀλλ’ἀποστρέφονται καὶ τὰ ὄμματα συγκλείσαντες ἔχουσιν, οὐ φθονοῦντες, ὡς ἔνιοι νομίζουσι, τῆς ἀπ’αὐτῶν ἰάσεως ἀλλ’ὥσπερ ὑπὸ πληγῆς τιτρωσκόμενοι. τῶν δ’ἄλλων νοσημάτων μάλιστα καὶ τάχιστα τὰς ὀφθαλμίας ἀναλαμβάνουσιν οἱ συνόντες · οὕτω δύναμιν ἔχει ὀξεῖαν ὄψις ἐνδοῦναι καὶ προσβαλεῖν ἑτέρῳ πάθους ἀρχήν. καὶ μάλ’ ἔφη λέγεις ὀρθῶς Πατροκλέας ἐπί γε τῶν σωματικῶν · τὰ δὲ τῆς ψυχῆς, ὧν ἐστι καὶ τὸ βασκαίνειν, τίνα τρόπον καὶ πῶς διὰ τῆς ὄψεως τὴν βλάβην εἰς τοὺς ὁρωμένους διαδίδωσιν; οὐκ οἶσθ’ ἔφην ὅτι πάσχουσ’ ψυχὴ τὸ σῶμα συνδιατίθησιν; ἐπίνοιαι γὰρ ἀφροδισίων ἐγείρουσιν αἰδοῖα, καὶ θυμοὶ κυνῶν ἐν ταῖς πρὸς τὰ θηρία γινομέναις ἁμίλλαις ἀποσβεννύουσι τὰς ὁράσεις πολλάκις καὶ τυφλοῦσι, λῦπαι δὲ καὶ φιλαργυρίαι καὶ ζηλοτυπίαι τὰ χρώματα τρέπουσιν καὶ καταξαίνουσι τὰς ἕξεις · ὧν οὐδενὸς φθόνος ἧττον ἐνδύεσθαι τῇ ψυχῇ πεφυκὼς ἀναπίμπλησι καὶ τὸ σῶμα πονηρίας, ἣν οἱ ζωγράφοι καλῶς ἐπιχειροῦσιν ἀπομιμεῖσθαι τὸ τοῦ φθόνου πρόσωπον ὑπογράφοντες. ὅταν οὖν οὕτως ὑπὸ τοῦ φθονεῖν διατεθέντες ἀπερείδωσι τὰς ὄψεις, αἱ δ’ἔγγιστα τεταγμέναι τῆς ψυχῆς σπάσασαι τὴν κακίαν ὥσπερ πεφαρμαγμένα βέλη προσπίπτωσιν, οὐδὲν οἶμαι συμβαίνει παράλογον οὐ δ’ἄπιστον, εἰ κινοῦσι τοὺς προσορωμένους · καὶ γὰρ τὰ δήγματα τῶν κυνῶν χαλεπώτερα γίνεται μετ’ὀργῆς δακνόντων, καὶ τὰ σπέρματα τῶν ἀνθρώπων μᾶλλον ἅπτεσθαί φασιν ὅταν ἐρῶντες πλησιάζωσι, καὶ ὅλως τὰ πάθη τὰ τῆς ψυχῆς ἐπιρρώννυσι καὶ ποιεῖ σφοδροτέρας τὰς τοῦ σώματος δυνάμεις. διὸ καὶ τὸ τῶν λεγομένων προβασκανίων γένος οἴονται πρὸς τὸν φθόνον ὠφελεῖν ἑλκομένης διὰ τὴν ἀτοπίαν τῆς ὄψεως, ὥσθ’ἧττον ἐπερείδειν τοῖς πάσχουσιν. αὗταί σοι εἶπον Φλῶρε, συμβολαὶ τῆς εὐωχίας ἀπηριθμήσθωσαν. καὶ Σώκλαρος ἄν γ’ ἔφη πρότερον ἡμεῖς αὐτὰ δοκιμάσωμεν · ἔστι γὰρ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μη δὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι · πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος εἶναι; τί δ’, πρὸς τοῦ Διός, ἐρεῖς περὶ τῶν ἑαυτοὺς καταβασκαίνειν λεγομένων; καὶ γὰρ τοῦτ’ἀκήκοας · εἰ δὲ μή, πάντως ταῦτ’ἀνέγνωκας καλαὶ μέν ποτ’ἔσαν, καλαὶ φόβαι Εὐτελίδαο · ἀλλ’αὑτὸν βάσκαινεν ἰδὼν ὀλοφώιος ἀνὴρ δίνῃ ἐν τι ποταμοῦ · τὸν δ’αὐτίκα νοῦσος ἀεικής γὰρ Εὐτελίδας λέγεται, καλὸς ἑαυτῷ φανεὶς καὶ παθών τι πρὸς τὴν ὄψιν, ἐκ τούτου νοσῆσαι καὶ τὴν εὐεξίαν μετὰ τῆς ὥρας ἀποβαλεῖν. ἀλλ’ὅρα πῶς ἔχεις εὑρησιλογίας πρὸς τὰς τοιαύτας ἀτοπίας. ἄλλως μέν ἔφην οὐ μάλ’ἱκανῶς · πίνων δ’ὡς ὁρᾷς ἐκ τῆς τηλικαύτης κύλικος, οὐκ ἀτόλμως λέγω διότι τὰ μὲν πάθη πάντα, ταῖς ψυχαῖς ἐμμείναντα πολὺν χρόνον, ἕξεις ἐνεργάζεται πονηράς · αὗται δ’, ὅταν ἰσχὺν φύσεως λάβωσιν, ὑπὸ τῆς τυχούσης κινούμεναι προφάσεως, πολλάκις καὶ ἄκοντας ἐπὶ τὰ οἰκεῖα καὶ συνήθη καταφέρουσι πάθη. σκόπει δὲ τοὺς δειλοὺς ὅτι καὶ τὰ σῴζοντα φοβοῦνται, καὶ τοὺς ὀργίλους ὅτι καὶ τοῖς φιλτάτοις δυσκολαίνουσι, καὶ τοὺς ἐρωτικοὺς καὶ ἀκολάστους ὅτι τελευτῶντες οὐ δὲ τῶν ἁγιωτάτων ἀπέχεσθαι δύνανται σωμάτων. γὰρ συνήθεια δεινὴ πρὸς τὸ οἰκεῖον ἐξάγειν τὴν διάθεσιν, καὶ τὸν ἀκροσφαλῶς ἔχοντα πᾶσι προσπταίειν ἀνάγκη τοῖς ὑποπίπτουσιν. ὥστ’οὐκ ἄξιον θαυμάζειν τοὺς τὴν φθονητικὴν καὶ βασκαντικὴν ἀπειργασμένους ἐν ἑαυτοῖς ἕξιν, εἰ καὶ πρὸς τὰ οἰκεῖα κατὰ τὴν τοῦ πάθους ἰδιότητα κινοῦνται · κινούμενοι δ’οὕτως πεφύκασιν οὐχ βούλονται ποιοῦσιν. ὡς γὰρ σφαῖρα κινεῖσθαι σφαιρικῶς καὶ κυλινδρικῶς κύλινδρος ἀναγκάζεται κατὰ τὴν τοῦ σχήματος διαφοράν, οὕτως τὸν οὕτω φθονερὸν διάθεσις φθονητικῶς πρὸς ἅπαντα κινεῖ. οὐ μὴν ἀλλὰ καὶ καταβλέπειν εἰκός ἐστιν αὐτοὺς τὰ οἰκεῖα καὶ ποθούμενα μᾶλλον · διὸ καὶ βλάπτουσι μᾶλλον. δὲ βέλτιστος Εὐτελίδας καὶ ὅσοι λέγονται καταβασκαίνειν ἑαυτοὺς οὐκ ἀλόγως μοι δοκοῦσι τοῦτο πάσχειν. σφαλερὸν γὰρ ἐπ’ἄκρον εὐεξία κατὰ τὸν Ἱπποκράτην, καὶ τὰ σώματα προελθόντα μέχρι τῆς ἄκρας ἀκμῆς οὐχ ἕστηκεν, ἀλλὰ ῥέπει καὶ ταλαντεύεται πρὸς τοὐναντίον · ὅταν οὖν ἐπίδοσιν ἀθρόαν λάβωσι καὶ βέλτιον προσεδόκων ἔχοντας ἑαυτοὺς ἐπιβλέπωσιν, ὥστε θαυμάζειν καὶ κατασκοπεῖν τὸ σῶμα, τῆς μεταβολῆς ἐγγύς εἰσι καὶ φερόμενοι ταῖς ἕξεσι πρὸς τὸ χεῖρον ἑαυτοὺς δοκοῦσι καταβασκαίνειν. τοῦτο δὲ γίνεται μᾶλλον ἀπὸ τῶν πρὸς ὕδασιν τισιν ἄλλοις ἐσόπτροις ὑφισταμένων ῥευμάτων · ἀναπνεῖ γὰρ ἐπ’αὐτοὺς τοὺς ὁρῶντας, ὥσθ’οἷς ἑτέρους ἔβλαπτον, αὐτοὺς κακοῦσθαι. τοῦτο δ’ἴσως καὶ περὶ τὰ παιδία γινόμενον καταψεύδεται πολλάκις τὴν αἰτίαν τῶν ἐνορώντων. ἐμοῦ δὲ παυσαμένου, Γάιος Φλώρου γαμβρός τῶν δὲ Δημοκρίτου ἔφη εἰδώλων, ὥσπερ Αἰγιέων Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐ δὲ λόγος; φησιν ἐκεῖνος ἐξιέναι τοὺς φθονοῦντας, οὔτ’αἰσθήσεως ἄμοιρα παντάπασιν οὔθ’ὁρμῆς, ἀνάπλεάτε τῆς ἀπὸ τῶν προϊεμένων μοχθηρίας καὶ βασκανίας, μεθ’ἧς ἐμπλασσόμενα καὶ παραμένοντα καὶ συνοικοῦντα τοῖς βασκαινομένοις ἐπιταράττειν καὶ κακοῦν αὐτῶν τότε σῶμα καὶ τὴν διάνοιαν · οὕτως γὰρ οἶμαί πως τὸν ἄνδρα τῇ δόξῃ, τῇ δὲ λέξει δαιμονίως λέγειν καὶ μεγαλοπρεπῶς. πάνυ μὲν οὖν ἔφην ἀλλὰ θαυμάζω, πῶς ἔλαθον ὑμᾶς οὐδὲν ἄλλο τῶν ῥευμάτων τούτων τὸ ἔμψυχον ἀφελὼν καὶ προαιρετικόν · ἵνα μή με δόξητε πόρρω νυκτῶν οὖσιν ὑμῖν ἐπάγοντα φάσματα καὶ εἴδωλα πεπνυμένα καὶ φρονοῦντα μορμολύττεσθαι καὶ διαταράττειν. ἕωθεν οὖν, ἐὰν δοκῇ, περὶ τούτων σκεψώμεθα. διὰ τί τὴν μηλέαν ἀγλαόκαρπον ποιητὴς εἶπεν, Ἐμπεδοκλῆς δ’ὑπέρφλοια τὰ μῆλα. ἑστιωμένων ἡμῶν ποτ’ἐν Χαιρωνείᾳ καὶ παρατεθείσης παντοδαπῆς ὀπώρας, ἐπῆλθέ τινι τῶν κατακειμένων ἀναφθέγξασθαι τὸν στίχον ἐκεῖνον συκέαιτε γλυκεραὶ καὶ μηλέαι ἀγλαόκαρποι καὶ ἐλαῖαι τηλεθόωσαι. ζήτησις οὖν ἦν, διὰ τί τὰς μηλέας ποιητὴς ἀγλαοκάρπους ἐξαιρέτως προσεῖπεν. καὶ Τρύφων μὲν ἰατρὸς ἔλεγε κατὰ τὴν πρὸς τὸ δένδρον εἰρῆσθαι σύγκρισιν, ὅτι μικρὸν ὂν κομιδῇ καὶ τὴν ὄψιν εὐτελὲς καλὸν καὶ μέγαν ἐκφέρει τὸν καρπόν. ἄλλος δέ τις ἔφη τὸ καλὸν ἐκ πάντων συντεθὲν μόνῳ τούτῳ τῶν ἀκροδρύων ὁρᾶν ὑπάρχον · καὶ γὰρ τὴν ψαῦσιν ἔχει καθάριον, ὥστε μὴ μολύνειν ἀλλ’εὐωδίας ἀναπιμπλάναι τὸν ἁπτόμενον, καὶ τὴν γεῦσιν ἡδεῖαν, ὀσφραίνεσθαίτε καὶ ἰδεῖν ἐπιτερπέστατόν ἐστι · διὸ καὶ πάσας ὁμοῦ τι τὰς αἰσθήσεις προσαγόμενον εἰκότως ἐπαινεῖσθαι. ταῦτα μὲν οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι · τοῦ δ’Ἐμπεδοκλέους εἰρηκότος οὕνεκεν ὀψίγονοίτε σίδαι καὶ ὑπέρφλοια μῆλα, τὸ μὲν τῶν σιδῶν ἐπίθετον νοεῖν ὅτι τοῦ φθινοπώρου λήγοντος ἤδη καὶ τῶν καυμάτων μαραινομένων ἐκπέττουσι τὸν καρπόν · ἀσθενῆ γὰρ αὐτῶν τὴν ὑγρότητα καὶ γλίσχραν οὖσαν οὐκ ἐᾷ λαβεῖν σύστασιν ἥλιος, ἂν μὴ μεταβάλλειν ἀὴρ ἐπὶ τὸ ψυχρότερον ἄρχηται · διὸ καὶ μόνον τοῦτό φησιν Θεόφραστος τὸ δένδρον ἐν τῇ σκιᾷ βέλτιον ἐκπέττειν τὸν καρπὸν καὶ τάχιον. τὰ δὲ μῆλα καθ’ἥντινα διάνοιαν σοφὸς ὑπέρφλοια προσειρήκοι, διαπορεῖν, καὶ μάλιστα τοῦ ἀνδρὸς οὐ καλλιγραφίας ἕνεκα τοῖς εὐπροσωποτάτοις τῶν ἐπιθέτων, ὥσπερ ἀνθηροῖς χρώμασι, τὰ πράγματα γανοῦν εἰωθότος, ἀλλ’ἕκαστον οὐσίας τινὸς δυνάμεως δήλωμα ποιοῦντος, οἷον ἀμφιβρότην χθόνα τὸ τῇ ψυχῇ περικείμενον σῶμα, καὶ νεφεληγερέτην τὸν ἀέρα καὶ πολυαίματον τὸ ἧπαρ. εἰπόντος οὖν ἐμοῦ ταῦτα, γραμματικοί τινες ἔφασαν ὑπέρφλοια λελέχθαι τὰ μῆλα διὰ τὴν ἀκμήν · τὸ γὰρ ἄγαν ἀκμάζειν καὶ τεθηλέναι φλύειν ὑπὸ τῶν ποιητῶν λέγεσθαι. καὶ τὸν Ἀντίμαχον οὕτω πως φλείουσαν ὀπώραις εἰρηκέναι τὴν τῶν Καδμείων πόλιν · ὁμοίως τὸν Ἄρατον ἐπὶ τοῦ Σειρίου λέγοντα καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα τὴν χλωρότητα καὶ τὸ ἄνθος τῶν καρπῶν φλόον προσαγορεύειν · εἶναι δὲ καὶ τῶν Ἑλλήνων τινάς, οἳ Φλείῳ Διονύσῳ θύουσιν. ἐπεὶ τοίνυν μάλιστα τῶν καρπῶν χλωρότης καὶ τὸ τεθηλέναι τῷ μήλῳ παραμένει, ὑπέρφλοιον αὐτὸ τὸν φιλόσοφον προσαγορεῦσαι. Λαμπρίας δ’ πάππος ἡμῶν ἔφη τὴν ὑπὲρ φωνὴν οὐ μόνον τὸ ἄγαν καὶ τὸ σφοδρὸν δηλοῦν, ἀλλὰ καὶ τὸ ἔξωθεν καὶ τὸ ἄνωθεν · οὕτω γὰρ ὑπέρθυρον καὶ ὑπερῷον καλεῖν ἡμᾶς, τὸν δὲ ποιητὴν καὶ κρέ’ὑπέρτερα τὰ ἔξω τοῦ ἱερείου, ὥσπερ ἔγκατα τὰ ἐντός. ὅρα τοίνυν ἔφη μὴ πρὸς τοῦτο μᾶλλον Ἐμπεδοκλῆς πεποίηκε τὸ ἐπίθετον, ὅτι, τῶν ἄλλων καρπῶν τὸ ἔξωθεν ὑπὸ τοῦ φλοιοῦ περιεχομένων καὶ τὰ καλούμενα λεπύχανα καὶ κελύφη καὶ ὑμένας καὶ λοβοὺς ἐπιπολῆς ἐχόντων, τοῦ μήλου φλοιὸς ἐντός ἐστι κολλώδης χιτὼν καὶ λιπαρός, προσίσχεται τὸ σπέρμα · τὸ δ’ἐδώδιμον, ἔξωθεν αὐτῷ περικείμενον, εἰκότως ὑπέρφλοιον ὠνόμασται. τίς αἰτία, δι’ἣν συκῆ δριμύτατον οὖσα δένδρον γλυκύτατον παρέχει τὸν καρπόν. μετὰ δὲ ταῦτα περὶ τῶν σύκων διηπορήθη, τί δήποτε πίων καὶ γλυκὺς οὕτως καρπὸς ἀπὸ δένδρου φύεται πικροτάτου · τῆς γὰρ συκῆς καὶ τὸ φύλλον διὰ τὴν τραχύτητα θρῖον ὠνόμασται, καὶ τὸ ξύλον ὀπῶδές ἐστιν, ὥστε καιόμενον μὲν ἐκδιδόναι δριμύτατον καπνὸν κατακαυθὲν δὲ τὴν ἐκ τῆς τέφρας κονίαν ῥυπτικωτάτην παρέχειν ὑπὸ δριμύτητος. δ’ἐστὶ θαυμασιώτατον, ἀνθούντων ἁπάντων ὅσα βεβλάστηκε καὶ καρπογονεῖ, μόνον ἀνανθές ἐστι τὸ τῆς συκῆς φυτόν · εἰ δ’, ὥς φασιν, οὐ κεραυνοῦνται, καὶ τοῦτ’ἄν τις ἀναθείη τῇ πικρότητι καὶ καχεξίᾳ τοῦ στελέχους · τῶν γὰρ τοιούτων οὐ δοκοῦσιν ἐπιθιγγάνειν οἱ κεραυνοί, καθάπερ οὐ δὲ τῆς φώκης τοῦ δέρματος οὐ δὲ τῆς ὑαίνης. ὑπολαβὼν οὖν πρεσβύτης ἔφη, ὅσον ἂν ἐνῇ τῷ φυτῷ γλυκύτητος, ἅπαν τοῦτο συνθλιβόμενον εἰς τὸν καρπὸν εἰκότως δριμὺ ποιεῖν καὶ ἄκρατον τὸ λειπόμενον · ὥσπερ γὰρ τὸ ἧπαρ, εἰς ἕνα τόπον τοῦ χολώδους ἀποκριθέντος, αὐτὸ γίνεται γλυκύτατον, οὕτω τὴν συκῆν εἰς τὸ σῦκον ἅπαν τὸ λιπαρὸν καὶ νόστιμον ἀφιεῖσαν αὐτὴν ἄμοιρον εἶναι γλυκύτητος. ἐπεί, ὅτι γε μετέχει τινὸς εὐχυμίας τὸ ξύλον, ἐκεῖν’ ἔφη ποιοῦμαι σημεῖον, λέγουσιν οἱ κηπουροί · λέγουσι δὲ τοῦ πηγάνου τὸ φυόμενον ὑπ’αὐτῇ καὶ παραφυτευόμενον ἥδιον εἶναι καὶ τῷ χυμῷ μαλακώτερον, ὡς ἂν ἀπολαῦόν τινος γλυκύτητος, κατασβέννυται τὸ ἄγαν βαρὺ καὶ κατάκορον, εἰ μὴ νὴ Δία τοὐναντίον συκῆ περισπῶσα τὴν τροφὴν ἐξαιρεῖ τι τῆς δριμύτητος. τίνες οἱ περὶ ἅλα καὶ κύαμον · ἐν καὶ διὰ τί τὸν ἅλα θεῖον ποιητὴς εἶπεν. ἐζήτει Φλῶρος, ἑστιωμένων ἡμῶν παρ’αὐτῷ, τίνες ἂν εἶεν οἱ περὶ ἅλα καὶ κύαμον ἐν τῇ παροιμίᾳ λεγόμενοι. καὶ τοῦτο μὲν ἐκ προχείρου διέλυσεν Ἀπολλοφάνης γραμματικός · οἱ γὰρ οὕτω συνήθεις ἔφη τῶν φίλων, ὥστε καὶ πρὸς ἅλα δειπνεῖν καὶ κύαμον, ὑπὸ τῆς παροιμίας προβάλλονται. τὴν δὲ τῶν ἁλῶν τιμὴν ἀφ’ὅτου γένοιτο διηποροῦμεν, Ὁμήρου μὲν ἄντικρυς λέγοντος πάσσε δ’ἁλὸς θείοιο, Πλάτωνος δὲ τῶν ἁλῶν σῶμα κατὰ νόμον ἀνθρώπων θεοφιλέστατον εἶναι φάσκοντος · ἐπέτεινε δὲ τὴν ἀπορίαν τὸ τοὺς Αἰγυπτίους ἱερέας ἁγνεύοντας ἀπέχεσθαι τὸ πάμπαν ἁλῶν, ὥστε καὶ τὸν ἄρτον ἄναλον προσφέρεσθαι · πῶς γάρ, εἰ θεοφιλὲς καὶ θεῖον, ἀφωσιώσαντο; Φλῶρος μὲν οὖν ἐᾶν ἐκέλευε τοὺς Αἰγυπτίους, Ἑλληνιστὶ δ’αὐτοὺς εἰπεῖν τι πρὸς τὸ ὑποκείμενον. ἐγὼ δ’ἔφην οὐ δὲ τοὺς Αἰγυπτίους μάχεσθαι τοῖς Ἕλλησιν · αἱ γὰρ ἁγνεῖαι καὶ παιδοποιίαν καὶ γέλωτα καὶ οἶνον καὶ πολλὰ τῶν ἄλλως ἀξίων σπουδῆς ἀφαιροῦσι · τοὺς δ’ἅλας τάχα μὲν ὡς ἐπὶ συνουσίαν ἄγοντας ὑπὸ θερμότητος, ὡς ἔνιοι λέγουσι, φυλάττονται καθαρεύοντες · εἰκὸς δὲ καὶ ὡς ὄψον ἥδιστον παραιτεῖσθαι · κινδυνεύουσι γὰρ οἱ ἅλες τῶν ἄλλων ὄψων ὄψον εἶναι καὶ ἥδυσμα, διὸ καὶ χάριτας ἔνιοι προσαγορεύουσιν αὐτούς, ὅτι τῆς τροφῆς τὸ ἀναγκαῖον ἡδὺ ποιοῦσιν. ἆρ’οὖν Φλῶρος ἔφη διὰ τοῦτο θεῖον εἰρῆσθαι τὸν ἅλα φῶμεν; ἔστι μὲν δή εἶπον οὐ δὲ τοῦτ’ἐλάχιστον. οἱ γὰρ ἄνθρωποι τὰ κοινὰ καὶ διήκοντα ταῖς χρείαις ἐπὶ τὸ πλεῖστον ἐκθειάζουσιν, ὡς τὸ ὕδωρ, τὸ φῶς, τὰς ὥρας · τὴν δὲ γῆν οὐ μόνον θεῖον, ἀλλὰ καὶ θεὸν ὑπολαμβάνουσιν · ὧν οὐδενὸς λείπεται χρείᾳ τὸ τῶν ἁλῶν, θρίγκωμα τῆς τροφῆς γινόμενον εἰς τὸ σῶμα καὶ παρέχον εὐαρμοστίαν αὐτῇ πρὸς τὴν ὄρεξιν. οὐ μὴν ἀλλὰ καὶ σκόπει, μὴ κἀκεῖνο θεῖον αὐτῷ συμβέβηκεν, ὅτι τῶν σωμάτων τὰ νεκρὰ διατηροῦν ἄσηπτα καὶ μόνιμα πολὺν χρόνον ἀντιτάττεται τῷ θανάτῳ καὶ οὐκ ἐᾷ παντελῶς ἐξολέσθαι καὶ ἀφανισθῆναι τὸ θνητόν · ἀλλ’ὥσπερ ψυχή, θειότατον οὖσα τῶν ἡμετέρων, τὰ ζῷα συνέχει καὶ ῥεῖν οὐκ ἐᾷ τὸν ὄγκον, οὕτως τῶν ἁλῶν φύσις τὰ νεκρὰ παραλαμβάνουσα καὶ μιμουμένη τὸ τῆς ψυχῆς ἔργον ἀντιλαμβάνεται φερομένων ἐπὶ τὴν φθορὰν καὶ κρατεῖ καὶ ἵστησιν, ἁρμονίαν παρέχουσα καὶ φιλίαν πρὸς ἄλληλα τοῖς μέρεσι. διὸ καὶ τῶν Στωικῶν ἔνιοι τὴν ὗν σάρκα νεκρὰν γεγονέναι λέγουσι, τῆς ψυχῆς, ὥσπερ ἁλῶν, παρεσπαρμένης ὑπὲρ τοῦ διαμένειν. ὁρᾷς δ’ὅτι καὶ τὸ κεραύνιον πῦρ ἱερὸν ἡγούμεθα καὶ θεῖον, ὅτι τὰ σώματα τῶν διοβλήτων ἄσηπτα πρὸς πολὺν ἀντέχοντα χρόνον ὁρῶμεν. τί οὖν θαυμαστόν, εἰ καὶ τὸν ἅλα, τὴν αὐτὴν ἔχοντα τῷ θείῳ δύναμιν πυρί, θεῖον ὑπέλαβον οἱ παλαιοί; σιωπήσαντος δ’ἐμοῦ, Φιλῖνος ὑπολαβών τὸ δὲ γόνιμον οὐ δοκεῖ σοι ἔφη θεῖον εἶναι, εἴπερ ἀρχὴ θεὸς πάντων; ὁμολογήσαντος δ’ἐμοῦ καὶ μήν ἔφη τὸν ἅλ’οὐκ ὀλίγον πρὸς γένεσιν συνεργεῖν οἴονται, καθάπερ αὐτὸς ἐμνήσθης τῶν Αἰγυπτίων. οἱ γοῦν τὰς κύνας φιλοτροφοῦντες, ὅταν ἀργότεραι πρὸς συνουσίαν ὦσιν, ἄλλοιςτε βρώμασιν ἁλμυροῖς καὶ ταριχευτοῖς κρέασι κινοῦσι καὶ παροξύνουσιν τὸ σπερματικὸν αὐτῶν ἡσυχάζον. τὰ δ’ἁληγὰ πλοῖα πλῆθος ἐκφύει μυῶν ἄπλετον, ὡς μὲν ἔνιοι λέγουσι, τῶν θηλειῶν καὶ δίχα συνουσίας κυουσῶν, ὅταν τὸν ἅλα λείχωσιν · εἰκὸς δὲ μᾶλλον ἐμποιεῖν τὴν ἁλμυρίδα τοῖς μορίοις ὀδαξησμοὺς καὶ συνεξορμᾶν τὰ ζῷα πρὸς τοὺς συνδυασμούς. διὰ τοῦτο δ’ἴσως καὶ κάλλος γυναικὸς τὸ μήτ’ἀργὸν μήτ’ἀπίθανον, ἀλλὰ μεμιγμένον χάριτι καὶ κινητικὸν ἁλμυρὸν καὶ δριμὺ καλοῦσιν. οἶμαι δὲ καὶ τὴν Ἀφροδίτην ἁλιγενῆ τοὺς ποιητὰς προσαγορεύειν καὶ μῦθον ἐπ’αὐτῇ πεπλασμένον ἐξενεγκεῖν, ὡς ἀπὸ θαλάσσης ἐχούσῃ τὴν γένεσιν, εἰς τὸ τῶν ἁλῶν γόνιμον αἰνιττομένους. καὶ γὰρ αὐτὸν τὸν Ποσειδῶνα ἀλλὰ καὶ ὅλως τοὺς πελαγίους θεοὺς πολυτέκνους καὶ πολυγόνους ἀποφαίνουσιν · αὐτῶν δὲ τῶν ζῴων οὐδὲν ἂν χερσαῖον πτηνὸν εἰπεῖν ἔχοις οὕτω γόνιμον, ὡς πάντα τὰ θαλάττια · πρὸς καὶ πεποίηκεν Ἐμπεδοκλῆς φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων .