.
.
χαρίεντος ἀνδρός, ὦ Σόσσιε Σενεκίων, καὶ φιλανθρώπου λόγον ἔχουσι Ῥωμαῖοι διὰ στόματος, ὅστις ἦν ὁ εἰπών, ἐπεὶ μόνος ἐδείπνησεν, “βεβρωκέναι, μὴ δεδειπνηκέναι σήμερον”, ὡς τοῦ δείπνου κοινωνίαν καὶ φιλοφροσύνην ἐφηδύνουσαν ἀεὶ ποθοῦντος. Εὔηνος μὲν γὰρ ἔλεγεν τὸ πῦρ ἥδιστον ἡδυσμάτων εἶναι, καὶ τὸν ἅλα “θεῖον” Ὅμηρος οἱ δὲ πολλοὶ “χάριτας” καλοῦσιν, ὅτι ἐπὶ τὰ πλεῖστα μιγνύμενος εὐάρμοστα τῇ γεύσει καὶ προσφιλῆ ποιεῖ καὶ κεχαρισμένα · δείπνου δὲ καὶ τραπέζης θειότατον ὡς ἀληθῶς ἥδυσμα φίλος ἐστὶ παρὼν καὶ συνήθης καὶ γνώριμος οὐ τῷ συνεσθίειν καὶ συμπίνειν, ἀλλ’ὅτι λόγου μεταλαμβάνει καὶ μεταδίδωσιν, ἄν γε δὴ χρήσιμον ἐνῇ τι καὶ πιθανὸν καὶ οἰκεῖον τοῖς λεγομένοις · ἐπεὶ τούς γε πολλοὺς αἱ παρ’οἶνον ἀδολεσχίαι ληροῦντας ἐμβάλλουσι πρὸς τὰ πάθη καὶ προσδιαστρέφουσιν. ὅθεν ἄξιόν ἐστι μηδὲν ἧττον λόγους ἢ φίλους δεδοκιμασμένους παραλαμβάνειν ἐπὶ τὰ δεῖπνα, το- τοὐναντίον ἢ Λακεδαιμόνιοι φρονοῦντας καὶ λέγοντας · ἐκεῖνοι μὲν γάρ, ὅταν νέον ἢ ξένον εἰς τὸ φιδίτιον παραλάβωσι, τὰς θυρίδας δείξαντες “ταύτῃ” φασίν “οὐκ ἐξέρχεται λόγος” · ἡμεῖς δ’ἑαυτοὺς χρῆσθαι λόγοις συνεθίζωμεν, ὧν πᾶσίν ἐστιν καὶ πρὸς πάντας ἐξαγωγή, διὰ τὰς ὑποθέσεις μηδὲν ἀκόλαστον μη δὲ βλάσφημον μη δὲ κακόηθες ἐχούσας μη δ’ἀνελεύθερον. ἔξεστι δὲ κρίνειν τοῖς παραδείγμασιν, ὧν τὴν ἑβδόμην δεκάδα τουτὶ περιέχει τὸ βιβλίον. πρὸς τοὺς ἐγκαλοῦντας Πλάτωνι τὸ ποτὸν εἰπόντι διὰ τοῦ πλεύμονος ἐξιέναι. εἰσῆλθέ τινι τῶν συμποτῶν ὥρᾳ θέρους τουτὶ τὸ πρόχειρον ἅπασιν ἀναφθέγξασθαι “τέγγε πλεύμονας οἴνῳ · τὸ γὰρ ἄστρον περιτέλλεται” · καὶ Νικίας ὁ Νικοπολίτης ἰατρὸς οὐδὲν ἔφη θαυμαστόν, εἰ ποιητικὸς ἀνὴρ Ἀλκαῖος ἠγνόησεν ὃ καὶ Πλάτων ὁ φιλόσοφος. καίτοι τὸν μὲν Ἀλκαῖον ἁμωσγέπως εὐπορήσειν βοηθείας, ἀπολαύειν γὰρ ἰκμάδος τὸν πλεύμονα, γειτνιῶντα τῷ στομάχῳ, καὶ διὰ τοῦτο τέγγεσθαι πιθανόν ἐστιν · “ὁ δὲ φιλόσοφος οὑτωσὶ σαφῶς” ἔφη “γράψας διεξιέναι τὰ ποτὰ διὰ τοῦ πλεύμονος οὐ δὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπεν. τὸ γὰρ ἀγνόημα μέγα · πρῶτον μὲν ὅτι, τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστιν τα- ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον · ἔπειτα τοῦ πλεύμονος μὴ λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησεν. καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις χρείαν πεποίηκεν βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένης, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα · δεινὰς γὰρ ὑπὸ βηχὸς ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ φερομένου τοῦ πνεύματος · ἡ δὲ μέταυλος αὕτη κλίσιν ἐπ’ἀμφότερα λαμβάνουσα φθεγγομένων μὲν ἐπιπίπτει τῷ στομάχῳ, σιτουμένων δὲ καὶ πινόντων τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι τοίνυν” ἔφη “καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν ὅτι τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν · ὠθεῖται γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν · ἐκεῖνο δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστ’ἀναμίγνυσθαι καὶ παραμένειν. οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν, ἀλλὰ συμπλεκομένων ἡμῶν ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον, οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατος”. τοιαῦτα τοῦ Νικίου διεξιόντος ὁ γραμματικὸς πρωτογένης ἔφη συνεωρακέναι πρῶτον Ὅμηρον, ὅτι τῆς μὲν τροφῆς ὁ στόμαχος ἀγγεῖόν ἐστιν, τοῦ δὲ πνεύματος ὁ βρόγχος, ὃν ἀσφάραγον ἐκάλουν οἱ παλαιοί · διὸ καὶ τοὺς μεγαλοφώνους “ἐρισφαράγους” ἐπονομάζειν εἰώθασιν · εἰπὼν οὖν ὅτι τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἤλασε “λευκανίην, ἵνατε ψυχῆς ὤκιστος ὄλεθρος · οὐ δ’ἄρ’ἀπ’ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν,” ὡς τὸν ἀσφάραγον ὄντα φωνῆς ἴδιον ὀχετὸν καὶ πνεύματος, τὴν δὲ λευκανίην ἐσέθηκα. γενομένης οὖν ἐπὶ τῷ λόγῳ σιωπῆς ὁ Φλῶρος εἶπεν “οὕτως ὑφησόμεθα τοῦ Πλάτωνος ἐρήμην ὀφλισκάνοντος”; “οὐχ ἡμεῖς γ’” ἔφην ἐγώ · “προησόμεθα γὰρ ἅμα τῷ Πλάτωνι καὶ τὸν Ὅμηρον, ὃς τοσοῦτον ἀποδεῖ τοῦ τὸ ὑγρὸν ἀπελαύνειν καὶ ἀποστρέφειν τῆς ἀρτηρίας, ὥστε καὶ τὸ σιτίον ὁμοῦ συνεκβαλεῖν ἐνταῦθα · ” φάρυγος “γάρ φησιν” ἐξέσσυτο οἶνος ψωμοίτ’ἀνδρόμεοι “· χωρὶς εἰ μὴ τὸν Κύκλωπα φήσει τις ὥσπερ ὀφθαλμὸν ἔχειν ἕνα καὶ πόρον τροφῆς καὶ φωνῆς τὸν αὐτόν · ἢ τὸν φάρυγγα φήσει στόμαχον εἰρῆσθαι καὶ μὴ βρόγχον, ὥσπερ ὑπὸ πάντων καὶ πάλαι καὶ νῦν ὠνόμασται. ταῦτα δ’οὐκ ἀπορίᾳ μαρτύρων, ἀλλ’ὑπὸ τῆς ἀληθείας ἐπηγαγόμην · ἐπεὶ μάρτυρές γε τῷ Πλάτωνι πολλοίτε κα- κἀγαθοὶ πάρεισιν. Εὔπολιν μὲν γάρ, εἰ βούλει, πάρες ἐν Κόλαξιν εἰπόντα” πίνειν γὰρ † ὁ Πρωταγόρας ἐκέλευσ’, ἵνα πρὸ τοῦ κυνὸς τὸν πλεύμον’ἔκκλυστον φορῇ “· πάρες δὲ καὶ τὸν κομψὸν Ἐρατοσθένην λέγοντα” καὶ βαθὺν ἀκρήτῳ πλεύμονα τεγγόμενος “· Εὐριπίδης δὲ σαφῶς δήπου λέγων” οἶνος περάσας πλευμόνων διαρροάς “δῆλός ἐστιν Ἐρασιστράτου βλέπων τι ὀξύτερον · εἶδεν γὰρ ὅτι σήραγγας ὁ πλεύμων ἔχει καὶ πόροις κατατέτρηται, δι’ὧν τὸ ὑγρὸν διίησιν. οὐ γὰρ τὸ πνεῦμα πόρων ἐδεῖτο πρὸς τὴν ἐξαγωγήν, ἀλλ’ἕνεκα τῶν ὑγρῶν καὶ τῶν τοῖς ὑγροῖς συμπαρολισθαινόντων γέγονεν ἠθμοειδὴς καὶ πολύπορος. καὶ οὐδὲν ἧττον, ὦ μακάριε, τῷ πλεύμονι προσῆκόν ἐστιν ἢ τῷ στομάχῳ συνεκδιδόναι τὸ ἄλφιτον καὶ τὸ κρίμνον · οὐ δὲ γὰρ ὁ στόμαχος ἡμῶν λεῖος, ὥς τινες, οὐ δ’ὀλισθηρός, ἀλλ’ἔχει τραχύτητας, αἷς εἰκός ἐστι τὰ λεπτὰ καὶ μικρὰ περιπίπτοντα καὶ προσισχόμενα διαφεύγειν τὴν κατάποσιν. ἀλλ’οὔτε τοῦτο λέγειν οὔτ’ἐκεῖνο καλῶς ἔχον ἐστίν · ἡ γὰρ φύσις οὐκ ἐφικτὸν ἔχει τῷ λόγῳ τὸ περὶ τὰς ἐνεργείας εὐμήχανον, οὐ δ’ἔστι τῶν ὀργάνων αὐτῆς τὴν ἀκρίβειαν οἷς χρῆται (λέγω δὲ τὸ πνεῦμα καὶ τὸ θερμόν) ἀξίως διελθεῖν. ἔτι δὴ τῶν μαρτύρων τῷ Πλάτωνι προσκαλοῦμαι Φιλιστίωνάτε τὸν Λοκρόν, εὖ μάλα παλαιὸν ἄνδρα καὶ λαμπρὸν ἀπὸ τῆς τέχνης ὑμῶν γενόμενον, καὶ Ἱπποκράτη καὶ Διώξιππον τὸν Ἱπποκράτειον · οὗτοι γὰρ οὐχ ἑτέραν ὁδόν, ἀλλ’ἣν Πλάτων, ὑφηγοῦνται τοῦ πόματος. ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι · καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι μέρος ὑποδέχεσθαι · πιθανὸν γάρ ἐστι τὴν μὲν γὰρ ἐπιγλωττίδα τῆς ἀρτηρίας προκεῖσθαι διάφραγμα καὶ ταμιεῖον, ὅπως ἀτρέμα καὶ κατ’ὀλίγον διηθῆται τὸ ποτόν, ἀλλὰ μὴ ταχὺ μη δ’ἄθρουν ἐπιρρακτὸν ἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ · διὸ τοῖς ὄρνισιν οὐ γέγονεν ἐπιγλωσσὶς οὐ δ’ἔστιν · οὐ δὲ γὰρ σπῶντες οὐ δὲ λάπτοντες, ἀλλὰ κάπτοντες καὶ κατ’ὀλίγον διιέντες τὸ ποτὸν ἡσυχῆ τὴν ἀρτηρίαν διαίνουσι καὶ τέγγουσι. μαρτύρων μὲν οὖν ἅλις. ὁ δὲ λόγος τῷ Πλάτωνι πρῶτον ἐκ τῆς αἰσθήσεως ἔχει τὴν πίστιν · τῆς γὰρ ἀρτηρίας τρωθείσης οὐ καταπίνεται τὸ ὑγρόν, ἀλλ’ὥσπερ ὀχετοῦ διακοπέντος ἐκπῖπτον ἔξω καὶ ἀποκρουνίζον ὁρᾶται, καίπερ ὑγιοῦς καὶ ἀκεραίου τοῦ στομάχου μένοντος. ἔπειτα πάντες ἴσμεν, ὅτι τοῖς περιπλευμονικοῖς πάθεσι δίψος ἕπεται περιφλεγέστατον ὑπὸ ξηρότητος ἢ θερμότητος ἤ τινος ἄλλης αἰτίας ἅμα τῇ φλεγμονῇ τὴν ὄρεξιν ἐμποιούσης · ὃ δὲ τούτου μεῖζόν ἐστι τεκμήριον, ὅσοις πλεύμων οὐκ ἐμπέφυκε τῶν ζῴων ἢ σφόδρα μικρὸς ἐμπέφυκε, ταῦτ’οὐ δεῖται ποτοῦ τὸ παράπαν οὐ δ’ὀρέγεται, διὰ τὸ τῶν μορίων ἑκάστῳ σύμφυτον ὑπάρχειν τὴν πρὸς το- τοὔργον ἐπιθυμίαν, οἷς δ’οὐκ ἔστι μόρια, μη δὲ χρείαν παρεῖναι μη δὲ προθυμίαν τῆς δι’αὐτῶν ἐνεργείας. ὅλως δὲ δόξει μάτην ἡ κύστις γεγονέναι τοῖς ἔχουσιν · εἰ γὰρ ὁ στόμαχος ἅμα τῷ σιτίῳ τὸ ποτὸν ἀναλαμβάνει καὶ τῇ κοιλίᾳ παραδίδωσιν, οὐθὲν ἰδίου πόρου δεῖται τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς, ἀλλ’εἷς ἀρκεῖ καὶ κοινὸς ὥσπερ εὐδιαῖος ἀμφοτέροις εἰς τα- ταὐτὸ διὰ τα- ταὐτοῦ συνεισκομιζομένοις · νῦν δὲ χωρὶς μὲν ἡ κύστις γέγονεν, χωρὶς δὲ τὸ ἔντερον, ὅτι τὸ μὲν ἐκ τοῦ πλεύμονος βαδίζει, τὸ δ’ἐκ τοῦ στομάχου, διακρινόμενον εὐθὺς περὶ τὴν κατάποσιν. ὅθεν οὐ δ’ἐπιφαίνεται τῷ ὑγρῷ τοῦ ξηροῦ περιττώματος οὐδέν, οὔτε χρόᾳ προσεοικὸς οὔτ’ὀσμῇ τὸ παράπαν · καίτοι φύσιν εἶχεν ἀναμιγνύμενον ἐν τῇ κοιλίᾳ κα- κἀνδυόμενον ἀναπίμπλασθαι τῶν ἐκείνου ποιοτήτων καὶ μὴ καθαρὸν οὕτως ἀπηθεῖσθαι καὶ ἄχραντον. ἀλλ’οὐ δὲ λίθος ἐν κοιλίᾳ πώποτε συνέστη · καίτοι λόγον εἶχεν μηδὲν ἧττον ἢ ἐν κύστει συνίστασθαι καὶ πήγνυσθαι τὸ ὑγρόν, εἴπερ εἰς κοιλίαν ἐχώρει διὰ στομάχου πᾶν τὸ πινόμενον. ἀλλ’ἔοικεν ὁ μὲν στόμαχος ἐκ τῆς ἀρτηρίας εὐθὺς ἕλκων τοῦ παροδεύοντος ὑγροῦ τὸ ἱκανὸν καὶ τὸ μέτριον ἀποχρῆσθαι πρὸς μάλαξιν καὶ χύλωσιν τῆς τροφῆς, διὸ μηδὲν ὑγροῦ περίττωμα ποιεῖν · ὁ δὲ πλεύμων ὡσπερεὶ τὸ πνεῦμα καὶ τὸ ὑγρὸν ἐξ αὑτοῦ διανέμων τοῖς δεομένοις τὸ λοιπὸν ἐκκρίνειν εἰς τὴν κύστιν. εἰκότα γὰρ μακρῷ ταῦτα μᾶλλον ἐκείνων. τὸ δ’ἀληθὲς ἴσως ἄληπτον ἔν γε τούτοις, καὶ οὐκ ἔδει πρὸς φιλόσοφον δόξῃτε καὶ δυνάμει πρῶτον οὕτως ἀπαυθαδίσασθαι περὶ πράγματος ἀδήλου καὶ τοσαύτην ἀντιλογίαν ἔχοντος”. τίς ὁ παρὰ τῷ Πλάτωνι κερασβόλος, καὶ διὰ τί τῶν σπερμάτων ἀτεράμονα γίγνεται τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν. ἐν ταῖς Πλατωνικαῖς συναναγνώσεσιν ὁ λεγόμενος “κερασβόλος” καὶ “ἀτεράμων” ζήτησιν ἀεὶ παρεῖχεν · οὐχ ὅστις εἴη, δῆλον γὰρ ἦν ὅτι τῶν σπερμάτων τὰ προσπίπτοντα τοῖς τῶν βοῶν κέρασιν ἀτεράμονα τὸν καρπὸν ἐκφύειν νομίζοντες οὕτως τὸν αὐθάδη καὶ σκληρὸν ἄνθρωπον ἐκ μεταφορᾶς κερασβόλον καὶ ἀτεράμονα προσηγόρευον · ἀλλὰ περὶ αὐτῆς διηπορεῖτο τῆς αἰτίας καθ’ἣν τοῦτο πάσχει τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν σπέρματα. καὶ πολλάκις ἀπειπάμεθα τοῖς φίλοις, οὐχ ἥκιστα Θεοφράστου δεδιττομένου τὸν λόγον, ἐν οἷς πολλὰ συναγήοχεν καὶ ἱστόρηκεν τῶν τὴν αἰτίαν ἀνεύρετον ἡμῖν ἐχόντων · οἷός ἐστιν ὁ τῶν ἀλεκτορίδων ὅταν τέκωσι περικαρφισμός, ἥτε καταπίνουσα φώκη τὴν πυτίαν ἁλισκομένη, καὶ τὸ κατορυσσόμενον ὑπὸ τῶν ἐλάφων κέρας, καὶ τὸ ἠρύγγιον, ὃ μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης ἅπαν ἐφίσταται τὸ αἰπόλιον · ἐν τούτοις γὰρ καὶ τὰ κερασβόλα τῶν σπερμάτων προτίθεται, πρᾶγμα πίστιν ἔχον ὅτι γίγνεται, τὴν δ’αἰτίαν ἔχον ἄπορον ἢ παγχάλεπον. ἀλλ’ἔν γε Δελφοῖς παρὰ δεῖπνον ἐπέθεντό τινες ἡμῖν τῶν ἑταίρων, ὡς οὐ μόνον “γαστρὸς ἀπὸ πλείης βουλὴν καὶ μῆτιν ἀμείνω” γινομένην ἀλλὰ καὶ τὰς ζητήσεις πολὺ προθυμοτέρας καὶ θρασυτέρας τὰς ἀποφάνσεις τοῦ οἴνου ποιοῦντος, ἀξιοῦντες εἰπεῖν τι περὶ τοῦ προβλήματος. εἶχον μὲν οὖν ἀρνούμενος οὐ φαύλους συνηγόρους, Εὐθύδημον τὸν συνιερέα καὶ Πατροκλέα τὸν γαμβρόν, οὐκ ὀλίγα τοιαῦτα τῶν ἀπὸ γεωργίας καὶ κυνηγίας προφέροντας · οἷον ἐδόκει τὸ περὶ τὴν χάλαζαν εἶναι τὴν ὑπὸ τῶν χαλαζοφυλάκων αἵματι σπάλακος ἢ ῥακίοις γυναικείοις ἀποτρεπομένην · καὶ τὸ τῶν ἀγρίων ἐρινεῶν, ἃ ταῖς ἡμέροις περιαπτόμενα συκαῖς ἀπορρεῖν οὐκ ἐᾷ τὸν καρπὸν ἀλλὰ συνέχει καὶ συνεκπεπαίνει · καὶ τὸ τὰς ἐλάφους ἁλμυρὸν ἀφιέναι, τοὺς δὲ σῦς γλυκὺ τὸ δάκρυον ἁλισκομένους. “ἀλλ’ἐὰν ταῦτ’” ἔφη “ζητῇς” ὁ Εὐθύδημος, “αὐτίκα δεήσει σε καὶ περὶ τοῦ σελίνου καὶ περὶ τοῦ κυμίνου διδόναι λόγον, ὧν τὸ μὲν ἐν τῷ βλαστάνειν καταπατοῦντες καὶ συντρίβοντες οἴονται βέλτιον αὐξάνεσθαι, τὸ δ’ἂν καταρώμενοι σπείρωσι καὶ λοιδοροῦντες”. ἐπεὶ δὲ τοῦτο μὲν ὁ Φλῶρος ᾤετο παιδιὰν εἶναι καὶ φλύαρον, ἐκείνων δ’οὐκ ἄν τινα τῆς αἰτίας ὡς ἀλήπτου προέσθαι τὴν ζήτησιν, “ἐξεύρηκ’” ἔφην “φάρμακον, ᾧ πρὸς τὸν λόγον † ἐφ’ἡμᾶς προσάξεις τοῦτον, ἵνα καὶ σὺ διαλύσῃς ἔνια τῶν ἐκκειμένων. δοκεῖ δή μοι ἡ ψυχρότης τὸ ἀτέραμον ἐμποιεῖν τοῖςτε πυροῖς καὶ τοῖς χέδροψι, πιέζουσα καὶ πηγνύουσα τὴν ἕξιν ἄχρι σκληρότητος, ἡ δὲ θερμότης τὸ εὐδιάλυτον καὶ μαλακόν. ὅθεν οὐκ ὀρθῶς οἱ λέγοντες †” ἔτος φέρει οὔτις ἄρουρα “† τὰ καθ’Ὁμήρου λέγουσιν · τὰ γὰρ ἔνθερμα φύσει χωρία, κρᾶσιν εὐμενῆ τοῦ ἀέρος ἐνδιδόντος, ἐκφέρει μαλακωτέρους τοὺς καρπούς. ὅσα τοίνυν ἐκ τῆς χειρὸς εὐθὺς εἰς τὴν γῆν ἀφιέμεν’ἐμπίπτει τῶν σπερμάτων, ἐνδυόμενα καὶ λοχευόμενα τῇ κρύψει μᾶλλον ἀπολαύει τῆς ἐν τῇ γῇ θερμότητος καὶ ὑγρότητος · τὰ δὲ προσκρούοντα τοῖς κέρασι τῶν βοῶν οὐ τυγχάνει τῆς” ἀρίστης “καθ’Ἡσίοδον” εὐθημοσύνης “, ἀλλὰ σφαλλόμενα καὶ παρολισθαίνοντα ῥιπτομένοις μᾶλλον ἢ σπειρομένοις προσέοικεν · ὅθεν ἢ φθείρουσιν αὐτὰ παντάπασιν αἱ ψυχρότητες ἢ δύστηκτα καὶ ἄχυμα καὶ ξυλώδη τοῖς χιτῶσι γυμνοῖς ἐπισκήπτουσαι ποιοῦσιν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν λίθων τὰ ἔγγαια καὶ ζοφόδυτα μέρη μαλακώτερα τῶν ἐπιπολῆς ἡ ἀλέα φυλάττει · διὸ καὶ κατορύττουσιν οἱ τεχνῖται τοὺς ἐργασίμους λίθους, ὥσπερ ἐκπεπαινομένους ὑπὸ τῆς θερμότητος · οἱ δ’ὕπαιθροι καὶ γυμνοὶ διὰ ψῦχος ἀντίτυποι καὶ δυσμετάβλητοι καὶ ἀτεράμονες ἀπαντῶσι τοῖς ἔργοις. τοὺς δὲ καρπούς, κα- κἂν ἐπὶ τῆς ἅλω διαμείνωσι πλείω χρόνον ὑπαίθριοι καὶ γυμνοί, μᾶλλον ἀτεράμονας γίνεσθαι λέγουσιν τῶν εὐθὺς αἰρομένων. ἐνιαχοῦ δὲ καὶ πνεῦμα λικμωμένοις ἐπιγινόμενον ἀτεράμονας ποιεῖ διὰ τὸ ψῦχος, ὥσπερ ἐν Φιλίπποις τῆς Μακεδονίας ἱστοροῦσι · τοῖς δ’ἀποκειμένοις βοηθεῖ τὸ ἄχυρον. οὐ δεῖ δὲ θαυμάζειν ἀκούοντας τῶν γεωργῶν, ὅτι καὶ δυεῖν αὐλάκων παραλλήλων ἡ μὲν ἀτεράμονας, ἡ δὲ τεράμονας ἐκφέρει τοὺς καρπούς, καὶ ὃ μέγιστόν ἐστι, τοὺς κυάμους τῶν λοβῶν οἱ μὲν τοίους οἱ δὲ τοίους, δηλονότι τοῖς μὲν ἧττον τοῖς δὲ μᾶλλον ἢ πνεύματος ψυχροῦ προσπεσόντος ἢ ὕδατος”. διὰ τί τοῦ μὲν οἴνου τὸ μέσον, τοῦ δ’ἐλαίου τὸ ἐπάνω, τοῦ δὲ μέλιτος τὸ κατώτατον γίνεται βέλτιον. Ἀλεξίων ὁ πενθερὸς κατεγέλα τοῦ Ἡσιόδου παραινοῦντος “ἀρχομένου πίθου καὶ λήγοντος ἐμφορεῖσθαι, μεσσόθι δὲ φείδεσθαι,” ὅπου τὸ χρηστότατον οἰνάριον ἔστιν. “τίς γάρ” ἔφη “οὐκ οἶδεν, ὅτι τοῦ μὲν οἴνου τὸ μέσον γίνεται βέλτιστον, τοῦ δ’ἐλαίου τὸ ἀνωτάτω, τὸ δὲ κατωτάτω τοῦ μέλιτος; ὁ δ’ἐᾶν ἐκέλευεν τὸν ἐν μέσῳ οἶνον καὶ περιμένειν, ἄχρι ἂν μεταβάλῃ πρὸς τὸ χεῖρον, ἀποδεοῦς τοῦ πίθου γενομένου”. ῥηθέντων δὲ τούτων, χαίρειν ἐάσαντες τὸν Ἡσίοδον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν τῆς διαφορᾶς ὡρμήσαμεν. ὁ μὲν οὖν τοῦ μέλιτος λόγος οὐ πάνυ πολλὰ πράγματα παρέσχεν ἡμῖν, πάντων ὡς ἔπος εἰπεῖν ἐπισταμένων, ὅτι τὸ κουφότατον ὑπὸ μανότητος κουφότατόν ἐστιν, τὸ δὲ πυκνὸν καὶ συνεχὲς διὰ βάρος ὑφίσταται τῷ λεπτῷ · κα- κἂν περιστρέψῃς τὸ ἀγγεῖον, αὖθις ὀλίγῳ χρόνῳ τὴν προσήκουσαν ἑκάτερον ἀπολαμβάνει χώραν, τοῦ μὲν κάτω φερομένου τοῦ δ’ἐπιπολάζοντος. οὐ μὴν οὐ δ’ὁ οἶνος ἀπελείφθη πιθανῶν ἐπιχειρημάτων · πρῶτον μὲν γὰρ ἡ δύναμις αὐτοῦ, θερμότης οὖσα, πρὸς τὸ μέσον εὐλόγως δοκεῖ συνῆχθαι μάλιστα καὶ τοῦτο διατηρεῖν βέλτιστον · ἔπειτα τὸ μὲν κάτω διὰ τὴν τρύγα φαῦλον εἶναι, τὸ δ’ἐξ ἐπιπολῆς τοῦ ἀέρος φθείρεσθαι πλησιάζοντος · ὅσων γὰρ ἐξίστησιν ὁ ἀὴρ τῆς ποιότητος τὸν οἶνον ἐπισφαλέστατον ἴσμεν ὄντα · διὸ καὶ κατορύττουσι τοὺς πίθους καὶ σκεπάζουσιν, ὅπως ὅτι σμικρότατος ἀὴρ αὐτῶν ἐπιψαύῃ. τὸ δὲ μέγιστον, οὐ φθείρει πλῆρες ἀγγεῖον οὕτως ῥᾳδίως οἶνον ὡς ἀποδεὲς γενόμενον · πολὺς γὰρ εἰς τὸ κενούμενον ἐπεισρέων ὁ ἀὴρ ἐξίστησι μᾶλλον · ἐν δὲ τοῖς μεστοῖς ὁ οἶνος αὐτὸς ὑφ’αὑτοῦ συνέχεται, πολὺ τοῦ φθείροντος ἔξωθεν μὴ παραδεχόμενος. τὸ δ’ἔλαιον οὐ φαύλην διατριβὴν παρέσχεν. ὁ μὲν γάρ τις ἔφη τὸ κάτω τοῦ ἐλαίου γίνεσθαι χεῖρον ἀπὸ τῆς ἀμόργης ἀναθολούμενον, οὐ τὸ ἄνω βέλτιον, ἀλλὰ δοκεῖν, ὅτι πορρωτάτω τοῦ βλάπτοντός ἐστιν. ἄλλος ᾐτιᾶτο τὴν πυκνότητα, δι’ἣν ἀμικτότατόν ἐστι καὶ τῶν ἄλλων ὑγρῶν οὐδὲν εἰς αὑτὸ δέχεται, πλὴν βίᾳ καὶ ὑπὸ πληγῆς ἀνακοπτόμενον · ὅθεν οὐ δὲ τῷ ἀέρι δίδωσιν ἀνάμιξιν, ἀλλ’ἀποστατεῖ διὰ λεπτότητα τῶν μορίων καὶ συνέχειαν, ὥσθ’ἧττον ὑπ’αὐτοῦ τρέπεσθαι μὴ κρατοῦντος. ἐδόκει δὲ πρὸς τοῦτον ὑπεναντιοῦσθαι τὸν λόγον Ἀριστοτέλης, τετηρηκώς, ὥς φησιν, εὐωδέστερόντε γινόμενον καὶ βέλτιον ὅλως τὸ ἐν τοῖς ἀποκενουμένοις ἀγγείοις ἔλαιον · εἶτα τῷ ἀέρι τὴν αἰτίαν τῆς βελτιώσεως ἀνατίθησιν, πλείων γάρ ἐστι καὶ κρατεῖ μᾶλλον εἰς ἀποδεὲς κατερχόμενος τὸ ἀγγεῖον. “μήποτ’οὖν” ἔφην ἐγώ “καὶ τὸ ἔλαιον ὁ ἀὴρ ὠφελεῖ καὶ βλάπτει τὸν οἶνον ἀπὸ τῆς αὐτῆς δυνάμεως; οἴνῳ μὲν γὰρ ὠφέλιμον, ἐλαίῳ δ’ἀσύμφορον παλαίωσις, ἣν ἑκατέρου προσπίπτων ὁ ἀὴρ ἀφαιρεῖ · τὸ γὰρ ψυχόμενον νεαρὸν διαμένει, τὸ δ’οὐκ ἔχον διαπνοὴν ὑπὸ συνεχείας ταχὺ παλαιοῦται καὶ ἀπογηράσκει λελέχθαι πιθανῶς, ὅτι τοῖς ἐπιπολῆς πλησιάζων ὁ ἀὴρ νεαροποιεῖ. διὸ τοῦ μὲν οἴνου τὸ ἄνω φαυλότατον τοῦ δ’ἐλαίου βέλτιστον · ἡ γὰρ παλαίωσις τῷ μὲν τὴν ἀρίστην τῷ δὲ τὴν κακίστην ἐμποιεῖ διάθεσιν”. διὰ τί τοῖς πάλαι Ῥωμαίοις ἔθος ἦν μήτε τράπεζαν αἰρομένην περιορᾶν κενὴν μήτε λύχνον σβεννύμενον. φιλάρχαιος ὢν ὁ Φλῶρος οὐκ εἴα κενὴν ἀπαίρειν τὴν τράπεζαν, ἀλλ’ἀεὶ τῶν ἐδωδίμων ἐπ’αὐτῆς ὑπέλειπεν · “καὶ οὐ τοῦτο μόνον” ἔφη “οἶδα τὸν πατέρα καὶ τὸν πάππον εὖ μάλα παραφυλάττοντας, ἀλλὰ μη δὲ λύχνον ἐῶντας ἀποσβεννύναι · καὶ γὰρ τοῦτο τοὺς παλαιοὺς Ῥωμαίους ἐξευλαβεῖσθαι · τοὺς δὲ νῦν εὐθὺς ἀποσβεννύναι μετὰ τὸ δεῖπνον, ὅπως μὴ μάτην το- τοὔλαιον ἀναλίσκωσι”. παρὼν οὖν Εὔστροφος ὁ Ἀθηναῖος “εἶτ’” ἔφη “τί πλέον αὐτοῖς, ἂν μὴ τὸ Πολυχάρμου τοῦ ἡμετέρου σοφὸν ἐκμάθωσιν; ὃς πολὺν ἔφη σκεπτόμενος χρόνον, ὅπως οὐ κλέψουσι το- τοὔλαιον οἱ παῖδες, ἐξευρεῖν μόλις · εὐθὺς γὰρ ἀποπληροῦν τοὺς λύχνους ἀποσβεσθέντας, εἶτ’ἐπισκοπεῖν τῇ ὑστεραίᾳ πάλιν, εἰ πλήρεις διαμένουσιν”. γελάσας δ’ὁ Φλῶρος “οὐκοῦν” εἶπεν “ἐπεὶ τοῦτο τὸ πρόβλημα λέλυται, σκεψώμεθα τὸν λόγον, ᾧ τοὺς παλαιοὺς εἰκός ἐστι καὶ περὶ τοὺς λύχνους καὶ περὶ τὰς τραπέζας οὕτως εὐλαβεῖς γεγονέναι”. πρότερον οὖν ἐζητεῖτο περὶ τῶν λύχνων · καὶ ὁ μὲν γαμβρὸς αὐτοῦ Καισέρνιος ᾤετο τῇ πρὸς τὸ ἄσβεστον καὶ ἱερὸν πῦρ συγγενείᾳ παντὸς φθορὰν πυρὸς ἀφοσιώσασθαι τοὺς πρεσβυτέρους · δύο γὰρ εἶναι φθοράς, ὥσπερ ἀνθρώπου, τὴν μὲν βίαιον σβεννυμένου, τὴν δ’ὥσπερ κατὰ φύσιν ἀπομαραινομένου · τῷ μὲν οὖν ἱερῷ πρὸς ἀμφοτέρας ἀρήγειν, ἀεὶ τρέφοντας καὶ φυλάττοντας · τὸ δ’ἄλλο δι’αὑτοῦ περιορᾶν μαραινόμενον, αὐτοὺς δὲ μὴ βιάζεσθαι μη δὲ φθονεῖν ὥσπερ θρέμματος ἀφαιρουμένους τὸ ζῆν ἵνα μὴ μάτην τρέφοιτο. Λεύκιος δ’ὁ τοῦ Φλώρου υἱὸς τα- τἄλλα μὲν ἔφη καλῶς λέγεσθαι, τὸ δ’ἱερὸν πῦρ οὐκ ἄμεινον ἡγουμένους ἑτέρου πυρὸς οὐ δὲ σεμνότερον οὕτω σέβεσθαι καὶ περιέπειν · ἀλλ’ὥσπερ Αἰγυπτίων ἐνίους μὲν τὸ κυνῶν γένος ἅπαν σέβεσθαι καὶ τιμᾶν, ἐνίους δὲ τὸ λύκων ἢ κροκοδείλων, ἕνα μέντοι τρέφειν τοὺς μὲν κύνα τοὺς δὲ κροκόδειλον τοὺς δὲ λύκον (οὐ γὰρ οἷόντ’ἦν ἅπαντας), οὕτως ἐνταῦθα τὴν περὶ ἐκεῖνο θεραπείαν καὶ φυλακὴν τὸ πῦρ τῆς πρὸς ἅπαν εὐλαβείας εἶναι σύμβολον. “οὐδὲν γὰρ ἄλλο μᾶλλον ἐμψύχῳ προσέοικεν ἢ πῦρ, κινούμενόντε καὶ τρεφόμενον δι’αὑτοῦ καὶ τῇ λαμπρότητι δηλοῦν, ὥσπερ ἡ ψυχή, καὶ σαφηνίζον ἅπαντα · μάλιστα δὲ ταῖς σβέσεσιν αὐτοῦ καὶ φθοραῖς ἐμφαίνεται δύναμις οὐκ ἀμοιροῦσα ζωτικῆς ἀρχῆς · βοᾷ γὰρ καὶ φθέγγεται καὶ ἀμύνεται, καθάπερ ἔμψυχον ἀποθνῆσκον βίᾳ καὶ φονευόμενον · εἰ μή τι σὺ λέγεις” ἔφη πρὸς ἐμὲ βλέψας “βέλτιον”. “οὐδέν” εἶπον ἐγώ “τῶν εἰρημένων αἰτιῶμαι · προσθείην δ’ἄν, ὅτι καὶ φιλανθρωπίας διδασκαλία τὸ ἔθος ἐστίν · οὔτε γὰρ τροφὴν ἀφανίζειν ὅσιον αὐτοὺς ἄδην ἔχοντας, οὔτε νάματος ἐμφορηθέντας πηγὴν ἀποτυφλοῦν καὶ ἀποκρύπτειν, οὔτε πλοῦ σημεῖα καὶ ὁδοῦ διαφθείρειν χρησαμένους, ἀλλ’ἐᾶν καὶ ἀπολείπειν τὰ χρήσιμα τοῖς δεησομένοις μεθ’ἡμᾶς. ὅθεν οὐ δὲ φῶς λύχνου μὴ δεομένους ἀπολλύναι διὰ μικρολογίαν καλόν, ἀλλὰ τηρεῖν καὶ ἀπολείπειν, εἴ τις ἔλθοι δεόμενος παρόντος ἔτι καὶ λάμποντος · καὶ γὰρ ὄψιν, εἰ δυνατὸν ἦν, καὶ ἀκοὴν χρῆσαι καλῶς εἶχεν ἑτέρῳ καὶ νὴ Δία τὴν φρόνησιν καὶ τὴν ἀνδρείαν, μέλλοντας αὐτοὺς καθεύδειν καὶ ἡσυχάζειν. ὅρα δ’, εἰ καὶ μελέτης ἕνεκα τοῦ εὐχαρίστου τὰς τοιαύτας ἐφιέντες ὑπερβολὰς οὐκ ἀτόπως οἱ παλαιοὶ καὶ δρῦς ἐσέβοντο καρποφόρους καὶ συκῆν τινα προσηγόρευσαν ἱερὰν Ἀθηναῖοι καὶ μορίαν ἐκκόπτειν ἀπαγορεύουσιν · ταῦτα γὰρ οὐ ποιεῖ πρὸς δεισιδαιμονίαν ἐπιφόρους, ὡς ἔνιοί φασιν, ἀλλὰ προσεθίζει τὸ εὐχάριστον ἡμῶν καὶ κοινωνικὸν ἐν τοῖς ἀναισθήτοις καὶ ἀψύχοις πρὸς ἀλλήλους. ὅθεν ὀρθῶς μὲν Ἡσίοδος οὐ δ’” ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων “ἐᾷ παρατίθεσθαι σῖτον ἢ ὄψον, ἀλλ’ἀπαρχὰς τῷ πυρὶ καὶ γέρα τῆς διακονίας ἀποδιδόντας · εὖ δὲ Ῥωμαῖοι χρησάμενοι τοῖς λύχνοις ἣν ἔδοσαν οὐκ ἀφῃροῦντο τροφήν, ἀλλὰ χρῆσθαι ζῶντας εἴων καὶ λάμποντας”. ἐμοῦ δὲ ταῦτ’εἰπόντος ὁ Εὔστροφος “ἆρ’οὖν” ἔφη “τοῦτο καὶ τῷ περὶ τῆς τραπέζης λόγῳ πάροδον οἰκείαν δίδωσιν, οἰομένων δεῖν ἀεί τι καταλιπεῖν οἰκέταις ἀπὸ δείπνου καὶ παισὶν οἰκετῶν; χαίρουσι γὰρ οὐχ οὕτως λαμβάνοντες ὡς μεταλαμβάνοντες. διὸ καὶ τοὺς Περσῶν βασιλεῖς φασιν οὐ μόνον φίλοις καὶ ἡγεμόσι καὶ σωματοφύλαξιν ἀποπέμπειν ἀεὶ μερίδας, ἀλλὰ καὶ τὸ τῶν δούλων καὶ τὸ τῶν κυνῶν ἀεὶ δεῖπνον ἐπὶ τῆς ἐκείνων προτίθεσθαι τραπέζης, ὡς ἀνυστὸν ἦν, πάντας οἷς ἐχρῶντο ποιουμένων ὁμοτραπέζους καὶ ὁμεστίους. ἡμεροῦται γὰρ τῇ τῆς τροφῆς μεταδόσει καὶ τὰ σκυθρωπότατα τῶν θηρίων”. ἐγὼ δὲ γελάσας “ἐκεῖνον δ’” εἶπον “ὦ ἑταῖρε, τὸν ἐκ τῆς παροιμίας” ἀποκείμενον ἰχθῦν “οὐχ ἕλκομεν εἰς μέσον μετὰ τῆς Πυθαγορικῆς χοίνικος, ἐφ’ἧς ἀπηγόρευεν καθῆσθαι, διδάσκων ἡμᾶς ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολείπειν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν; ἡμῖν μὲν οὖν τοῖς Βοιωτοῖς τὸ” λεῖπέ τι καὶ Μήδοις “διὰ στόματός ἐστιν, ἐξ οὗ Μῆδοι τήντε Φωκίδα καὶ τὰ ἔσχατα τῆς Βοιωτίας ἄγοντες καὶ φέροντες ἐπέτρεχον · ἀεὶ δὲ καὶ πανταχοῦ δεῖ πρόχειρον εἶναι τὸ” λεῖπέ τι καὶ ξένοις ἐπελθοῦσιν “. ὡς ἔγωγε καὶ τοῦ Ἀχιλλέως κενὴν ἀεὶ καὶ λιμώδη καταλαμβανομένην αἰτιῶμαι τὴν τράπεζαν · τῶντε γὰρ περὶ τὸν Αἴαντα καὶ τὸν Ὀδυσσέα πρέσβεων ἀφικομένων, οὐδὲν ἔχων ἕτοιμον ἀναγκάζεται μαγειρεύειν ἐξ ὑπαρχῆς καὶ ὀψοποιεῖν, τόντε Πρίαμον φιλοφρονεῖσθαι βουλόμενος πάλιν” ἀναΐξας ὄιν ἄργυφον “σφάττει καὶ διαιρεῖ καὶ ὀπτᾷ, πολὺ μέρος περὶ ταῦτ’ἀναλίσκων τῆς νυκτός. ὁ δ’Εὔμαιος, ἅτε δὴ θρέμμα γεγονὼς σοφοῦ σοφόν, οὐ πράγματ’εἶχεν τοῦ Τελεμάχου ἐπιφανέντος, ἀλλ’εὐθὺς ἑστιᾷ καθίσαντα, πίνακας κρεῶν παρατιθείς” ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ κατέλειπον ἔδοντες “. εἰ δὲ τοῦτο δόξει μικρόν, ἐκεῖνό γ’οὐ μικρόν, τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως · ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων οἱ ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων”. ὑπολαβὼν δ’ὁ Λεύκιος ἔφη τῆς μάμμης ἀκηκοὼς μνημονεύειν, ὡς ἱερὸν μὲν ἡ τράπεζα, δεῖ δὲ τῶν ἱερῶν μηδὲν εἶναι κενόν. “ἐμοὶ δ’” εἶπεν “ἐδόκει καὶ μίμημα τῆς γῆς ἡ τράπεζ’εἶναι · πρὸς γὰρ τῷ τρέφειν ἡμᾶς καὶ στρογγύλη καὶ μόνιμός ἐστι καὶ καλῶς ὑπ’ἐνίων” ἑστία “καλεῖται. καθάπερ γὰρ τὴν γῆν ἀεί τι χρήσιμον ἔχειν καὶ φέρειν ἡμῖν ἀξιοῦμεν, οὕτως οὐ δὲ τὴν τράπεζαν οἰόμεθα δεῖν κενὴν ὁρᾶν καὶ ἀνερμάτιστον ἀπολειπομένην”. ὅτι δεῖ μάλιστα τὰς διὰ τῆς κακομουσίας ἡδονὰς φυλάττεσθαι, καὶ πῶς φυλακτέον. ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον, ἑστιῶν δ’ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς. καὶ νὴ Δία κομψὸν ἦν ἀκρόαμα τὸ πρῶτον · ἔπειτα διασείσας καὶ διακωδωνίσας τὸ συμπόσιον, ὡς ᾐσθάνετο τοὺς πολλοὺς ἐγκεκλικότας καὶ παρέχοντας ὑφ’ἡδονῆς ὅ τι βούλοιτο χρῆσθαι καὶ καταυλεῖν καὶ ἀκολασταίνειν, ἀποκαλυψάμενος παντάπασιν ἐπεδείξατο τὴν μουσικὴν παντὸς οἴνου μᾶλλον μεθύσκουσαν τοὺς ὅπως ἔτυχεν καὶ ἀνέδην αὐτῆς ἐμφορουμένους · οὐ δὲ γὰρ κατακειμένοις ἔτι βοᾶν ἐξήρκει καὶ κροτεῖν, ἀλλὰ τελευτῶντες ἀνεπήδων οἱ πολλοὶ καὶ συνεκινοῦντο κινήσεις ἀνελευθέρους, πρεπούσας δὲ τοῖς κρούμασιν ἐκείνοις καὶ τοῖς μέλεσιν. ἐπεὶ δ’ἐπαύσαντο καὶ κατάστασιν αὖθις ὥσπερ ἐκ μανίας ὁ πότος ἐλάμβανεν, ἐβούλετο μὲν ὁ Λαμπρίας εἰπεῖν τι καὶ παρρησιάσασθαι πρὸς τοὺς νέους · ὀρρωδοῦντι δ’ὅμως αὐτῷ μὴ λίαν ἀηδὴς γένηται καὶ λυπηρός, αὐτὸς ὁ Καλλίστρατος ὥσπερ ἐνδόσιμον παρέσχε τοιαῦτά τινα διαλεχθείς · “ἀκρασίας μέν” ἔφη “καὶ αὐτὸς ἀπολύω τὸ φιλήκοον καὶ φιλοθέαμον · οὐ μὴν Ἀριστοξένῳ γε συμφέρομαι παντάπασι, ταύταις μόναις φάσκοντι ταῖς ἡδοναῖς τὸ” καλῶς “ἐπιλέγεσθαι · καὶ γὰρ ὄψα καλὰ καὶ μύρα καλοῦσι καὶ καλῶς γεγονέναι λέγουσιν δειπνήσαντες ἡδέως καὶ πολυτελῶς. δοκεῖ δέ μοι μη δ’Ἀριστοτέλης αἰτίᾳ δικαίᾳ τὰς περὶ θέαν καὶ ἀκρόασιν εὐπαθείας ἀπολύειν ἀκρασίας, ὡς μόνας ἀνθρωπικὰς οὔσας, ταῖς δ’ἄλλαις καὶ τὰ θηρία φύσιν ἔχοντα χρῆσθαι καὶ κοινωνεῖν. ὁρῶμεν γὰρ ὅτι καὶ μουσικῇ πολλὰ κηλεῖται τῶν ἀλόγων, ὥσπερ ἔλαφοι σύριγξιν, ἵπποις δὲ μιγνυμέναις ἐπαυλεῖται νόμος, ὃν ἱππόθορον ὀνομάζουσιν · ὁ δὲ Πίνδαρός φησι κεκινῆσθαι πρὸς ᾠδήν” ἁλίου δελφῖνος ὑπόκρισιν · τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει αὐλῶν ἐκίνησ’ἐρατὸν μέλος “· ὀρχούμενοι δὲ τοὺς ὤτους αἱροῦσι, χαίροντας τῇ ὄψει καὶ μιμητικῶς ἅμα δεῦρο κα- κἀκεῖσε τοὺς ὤμους συνδιαφέροντας. οὐδὲν οὖν ὁρῶ τὰς τοιαύτας ἡδονὰς ἴδιον ἐχούσας, ἢ ὅτι μόναι τῆς ψυχῆς εἰσιν, αἱ δ’ἄλλαι τοῦ σώματος καὶ περὶ τὸ σῶμα καταλήγουσιν · μέλος δὲ καὶ ῥυθμὸς καὶ ὄρχησις καὶ ᾠδὴ παραμειψάμεναι τὴν αἴσθησιν ἐν τῷ χαίροντι τῆς ψυχῆς ἀπερείδονται τὸ ἐπιτερπὲς καὶ γαργαλίζον. ὅθεν οὐδεμία τῶν τοιούτων ἡδονῶν ἀπόκρυφός ἐστιν οὐ δὲ σκότους δεομένη καὶ τῶν τοίχων” περιθεόντων “, ὡς οἱ Κυρηναϊκοὶ λέγουσιν, ἀλλὰ καὶ στάδια ταύταις καὶ θέατρα ποιεῖται, καὶ τὸ μετὰ πολλῶν θεάσασθαί τι καὶ ἀκοῦσαι ἐπιτερπέστερόν ἐστι καὶ σεμνότερον, οὐκ ἀκρασίας δήπου καὶ ἡδυπαθείας ἀλλ’ἐλευθερίου διατριβῆς καὶ ἀστείας μάρτυρας ἡμῶν ὅτι πλείστους λαμβανόντων”. ταῦτα τοῦ Καλλιστράτου εἰπόντος ὁ Λαμπρίας ὁρῶν ἔτι μᾶλλον ἐκείνους τοὺς τῶν ἀκροαμάτων χορηγοὺς θρασυνομένους “οὐ τοῦτ’” ἔφη “τὸ αἴτιον, ὦ παῖ Λέοντος, ἀλλά μοι δοκοῦσιν οὐκ ὀρθῶς οἱ παλαιοὶ παῖδα Λήθης τὸν Διόνυσον (ἔδει γὰρ πατέρα) προσαγορεύειν · ὑφ’οὗ καὶ σὺ νῦν ἀμνημονεῖν ἔοικας, ὅτι τῶν περὶ τὰς ἡδονὰς ἁμαρτανομένων τὰ μὲν ἀκρασία τὰ δ’ἄγνοια ποιεῖ καὶ παρόρασις. ὅπου μὲν γὰρ ἡ βλάβη πρόδηλός ἐστι, ταῦτ’ἀκρασίᾳ καταβιαζόμενοι τὸν λογισμὸν ἐξαμαρτάνουσιν · ὅσα δ’οὐκ εὐθὺς οὐ δὲ παραχρῆμα τῆς ἀκολασίας τὸν μισθὸν ἐπιτίθησι, ταῦθ’ὑπ’ἀγνοίας τοῦ βλάπτοντος αἱροῦνται καὶ πράττουσι. διὸ τοὺς μὲν περὶ ἐδωδὰς καὶ ἀφροδίσια καὶ πότους ἀστοχοῦντας, οἷς νόσοιτε πολλαὶ καὶ χρημάτων ὄλεθροι συνακολουθοῦσι καὶ τὸ κακῶς ἀκούειν, ἀκρατεῖς προσαγορεύομεν · ὡς Θεοδέκτην ἐκεῖνον εἰπόντα” χαῖρε φίλον φῶς “ὀφθαλμιῶντα, τῆς ἐρωμένης ἐπιφανείσης · ἢ τὸν Ἀβδηρίτην Ἀνάξαρχον,” ὅς ῥα καὶ εἰδώς, ὡς φάσαν, ἄθλιος ἔσκε · φύσις δέ μιν ἔμπαλιν ἦγεν ἡδονοπλήξ, τῇ πλεῖστοι ὑποτρείουσι σοφιστῶν “. ὅσαι δὲ τῶν ἡδονῶν τοὺς περὶ γαστέρα καὶ αἰδοῖα καὶ γεῦσιν καὶ ὄσφρησιν ἀντιτεταγμένους αὐταῖς καὶ ὅπως οὐχ ἁλώσονται καὶ προσέχοντας ἐκπεριοδεύουσαι περὶ τὰ ὄμματα καὶ τὰ ὦτα λανθάνουσιν ἐνῳκισμέναι καὶ λοχῶσαι, τούτους ἐκείνων οὐδὲν ἧττον ἐμπαθεῖς ὄντας καὶ ἀκολάστους καὶ ἀκρατεῖς ὁμοίως οὐ καλοῦμεν · οὐ γὰρ εἰδότες ἀλλὰ δι’ἀπειρίαν ὑποφέρονται, καὶ νομίζουσι τῶν ἡδονῶν εἶναι κρείττονες, ἂν ἐν θεάτροις ἄσιτοι καὶ ἄποτοι διημερεύσωσιν · ὥσπερ εἰ τῶν κεραμίων μέγα φρονοίη τὸ μὴ ἀπὸ τῆς γαστρὸς αἰρόμενον ἢ τοῦ πυθμένος, ἐκ δὲ τῶν ὤτων ῥᾳδίως μεταφερόμενον · ὅθεν Ἀρκεσίλαος οὐδὲν ἔφη διαφέρειν τοῖς ὄπισθεν εἶναι κίναιδον ἢ τοῖς ἔμπροσθεν. δεῖ δὴ καὶ τὴν ἐν ὄμμασι καὶ τὴν ἐν ὠσὶν γαργαλίζουσαν μαλακίαν καὶ ἡδυπάθειαν φοβεῖσθαι, καὶ μήτε πόλιν ἀνάλωτον νομίζειν τὴν τὰς ἄλλας πύλας βαλανάγραις καὶ μοχλοῖς καὶ καταρράκταις ὀχυρὰς ἔχουσαν, εἰ διὰ μιᾶς οἱ πολέμιοι παρελθόντες ἔνδον εἰσίν, μήθ’ἑαυτὸν ἀήττητον ὑφ’ἡδονῆς, εἰ μὴ κατὰ τὸ Ἀφροδίσιον ἀλλὰ κατὰ τὸ Μουσεῖον ἑάλωκεν ἢ τὸ θέατρον · ὁμοίως γὰρ ἐγκέκλικε καὶ παραδέδωκε ταῖς ἡδοναῖς ἄγειν καὶ φέρειν τὴν ψυχήν. αἱ δὲ παντὸς ὀψοποιοῦ καὶ μυρεψοῦ δριμύτερα καὶ ποικιλώτερα φάρμακα τὰ τῶν μελῶν καὶ τῶν ῥυθμῶν καταχεόμεναι τούτοις ἄγουσιν ἡμᾶς καὶ διαφθείρουσιν, αὑτῶν τρόπον τινὰ καταμαρτυροῦντας. τῶνδε γὰρ” οὔτε τι μεμπτὸν οὔτ’ὦν μεταλλακτόν, “ὡς Πίνδαρος ἔφη, τῶν ἐπὶ ταῖς τραπέζαις,” ὅσσ’ἀγλαὰ χθὼν πόντουτε ῥιπαὶ φέρουσιν, “ἄρτι παρακειμένων · ἀλλ’οὔτ’ὄψον οὐδὲν οὔτε σιτίον οὔθ’ὁ βέλτιστος οὑτοσὶ πινόμενος οἶνος ἐξήγαγεν ὑφ’ἡδονῆς φωνήν, οἷον ἄρτι τὰ αὐλήματα καὶ τὰ κρούματα τὴν οἰκίαν, εἰ μὴ καὶ τὴν πόλιν ἅπασαν, ἐμπέπληκε θορύβων καὶ κρότων καὶ ἀλαλαγμῶν. διὸ δεῖ μάλιστα ταύτας εὐλαβεῖσθαι τὰς ἡδονάς · ἰσχυρόταται γάρ εἰσιν, ἅτε δὴ μή, καθάπερ αἱ περὶ γεῦσιν καὶ ἁφὴν καὶ ὄσφρησιν, εἰς τὸ ἄλογον καὶ φυσικὸν ἀποτελευτῶσαι τῆς ψυχῆς, ἀλλὰ τοῦ κρίνοντος ἁπτόμεναι καὶ τοῦ φρονοῦντος · ἔπειτα ταῖς μὲν ἄλλαις ἡδυπαθείαις κα- κἂν ὁ λογισμὸς ἐλλίπῃ διαμαχόμενος, ἀλλὰ τῶν παθῶν ἔνια πολλάκις ἐμποδών ἐστι · καὶ γὰρ ἐν ἰχθύων ἀγορᾷ μικρολογία καθαιρεῖ δάκτυλον ὀψοφάγου, καὶ πολυτελοῦς ἑταίρας ἀπέστρεψε φιλαργυρία φιλογυνίαν · ὥσπερ ἀμέλει παρὰ τῷ Μενάνδρῳ παρὰ τῶν συμποτῶν ἕκαστος ἐπιβουλευόμενος ὑπὸ τοῦ πορνοβοσκοῦ σοβαράν τινα παιδίσκην ἐπάγοντος αὐτοῖς” κύψας καθ’ἑαυτὸν τῶν τραγημάτων ἔφλα “· χαλεπὸν γὰρ ὁ δανεισμὸς τῆς ἀκρασίας κόλασμα καὶ τὸ λῦσαι βαλάντιον οὐ πάνυ ῥᾴδιον · ταύταις δὲ ταῖς ἐλευθερίαις λεγομέναις περὶ ὦτα καὶ ὄμματα φιλομούσοις καὶ φιλαύλοις μουσομανίαις προῖκα καὶ ἀμισθὶ τῶν ἡδονῶν πάρεστι πολλαχόθεν ἀρύτεσθαι καὶ ἀπολαύειν, ἐν ἀγῶσιν, ἐν θεάτροις, ἐν συμποσίοις, ἑτέρων χορηγούντων · ὅθεν ἕτοιμον τὸ διαφθαρῆναι τοῖς μὴ βοηθοῦντα καὶ παιδαγωγοῦντα τὸν λογισμὸν ἔχουσι”. γενομένης οὖν σιωπῆς “τί οὖν” ἔφην “ποιοῦντα τὸν λογισμὸν ἢ τί λέγοντα βοηθεῖν ἀξιοῦμεν; οὐ γὰρ ἀμφωτίδας γε περιθήσει τὰς Ξενοκράτους ἡμῖν οὐ δ’ἀναστήσει μεταξὺ δειπνοῦντας, ἐὰν αἰσθώμεθα λύρας ἁρμοζομένης ἢ κινουμένων αὐλῶν”. “οὐ γὰρ οὖν” εἶπεν ὁ Λαμπρίας, “ἀλλ’ὁσάκις ἂν εἰς τὰς Σειρῆνας ἐμπέσωμεν, ἐπικαλεῖσθαι δεῖ τὰς Μούσας καὶ καταφεύγειν εἰς τὸν Ἑλικῶνα τὸν τῶν παλαιῶν. ἐρῶντι μὲν γὰρ πολυτελοῦς οὐκ ἔστι τὴν Πηνελόπην προσαγαγεῖν οὐ δὲ συνοικίσαι τὴν Πάνθειαν · ἡδόμενον δὲ μίμοις καὶ μέλεσι καὶ ᾠδαῖς κακοτέχνοις καὶ κακοζήλοις ἔξεστι μετάγειν ἐπὶ τὸν Εὐριπίδην καὶ τὸν Πίνδαρον καὶ τὸν Μένανδρον,” ποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοήν “ὥς φησιν ὁ Πλάτων” ἀποκλυζόμενον “. ὥσπερ γὰρ οἱ μάγοι τοὺς δαιμονιζομένους κελεύουσι τὰ Ἐφέσια γράμματα πρὸς αὑτοὺς καταλέγειν καὶ ὀνομάζειν, οὕτως ἡμεῖς ἐν τοῖς τοιούτοις τερετίσμασι καὶ σκιρτήμασι” μανίαιςτ’ἀλαλαῖςτ’ὀρινόμενοι ῥιψαύχενι σὺν κλόνῳ “τῶν ἱερῶν καὶ σεμνῶν ἐκείνων γραμμάτων ἀναμιμνησκόμενοι καὶ παραβάλλοντες ᾠδὰς καὶ ποιήματα καὶ λόγους † κενοὺς οὐκ ἐκπλαγησόμεθα παντάπασιν ὑπὸ τούτων οὐ δὲ πλαγίους παραδώσομεν ἑαυτοὺς ὥσπερ ὑπὸ ῥεύματος λείου φέρεσθαι”. περὶ τῶν λεγομένων σκιῶν, καὶ εἰ δεῖ βαδίζειν καλούμενον πρὸς ἑτέρους ὑφ’ἑτέρων ἐπὶ δεῖπνον, καὶ πότε, καὶ παρὰ τίνας. τὸν Μενέλαον Ὅμηρος πεποίηκεν αὐτόματον ἑστιῶντι τοὺς ἀριστεῖς τῷ Ἀγαμέμνονι παραγινόμενον · “ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο” · καὶ τὴν ἄγνοιαν οὐ περιεῖδεν αὐτοῦ καταφανῆ γενομένην οὐ δ’ἤλεγξε τῷ μὴ ἐλθεῖν, ὥσπερ οἱ φιλομεμφεῖς καὶ δύσκολοι ταῖς τοιαύταις τῶν φίλων παροράσεσι καὶ ἀγνοίαις ἐπιτίθενται, τῷ ἀμελεῖσθαι μᾶλλον ἢ τῷ τιμᾶσθαι χαίροντες, ὅπως ἐγκαλεῖν ἔχωσιν. τὸ δὲ τῶν ἐπικλήτων ἔθος, οὓς νῦν σκιὰς καλοῦσιν, οὐ κεκλημένους αὐτοὺς ἀλλ’ὑπὸ τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον ἀγομένους, ἐζητεῖτο πόθεν ἔσχε τὴν ἀρχήν · ἐδόκει δ’ἀπὸ Σωκράτους, Ἀριστόδημον ἀναπείσαντος οὐ κεκλημένον εἰς Ἀγάθωνος ἰέναι σὺν αὐτῷ καὶ παθόντα τι γελοῖον · ἔλαθε γὰρ κατὰ τὴν ὁδὸν ὑπολειφθεὶς ὁ Σωκράτης, ὁ δὲ προεισῆλθεν, ἀτεχνῶς σκιὰ προβαδίζουσα σώματος ἐξόπισθεν τὸ φῶς ἔχοντος. ὕστερον μέντοι περὶ τὰς τῶν ξένων ὑποδοχάς, μάλιστα τῶν ἡγεμονικῶν, ἀναγκαῖον ἐγίνετο τοῖς ἀγνοοῦσι τοὺς ἑπομένους καὶ τιμωμένους ἐπὶ τῷ ξένῳ ποιεῖσθαι τὴν κλῆσιν, ἀριθμὸν δ’ὁρίζειν, ὅπως μὴ πάθωσιν ὃ παθεῖν συνέπεσε τῷ δεχομένῳ τὸν βασιλέα Φίλιππον ἐπὶ τῆς χώρας · ἧκε γὰρ ἄγων πολλούς, τὸ δὲ δεῖπνον οὐ πολλοῖς ἦν παρεσκευασμένον · ἰδὼν οὖν θορυβούμενον τὸν ξένον περιέπεμπε πρὸς τοὺς φίλους ἀτρέμα, χώραν πλακοῦντι καταλιπεῖν κελεύων · οἱ δὲ προσδοκῶντες ὑπεφείδοντο τῶν παρακειμένων καὶ πᾶσιν οὕτως ἐξήρκεσε τὸ δεῖπνον. ἐμοῦ δὲ ταῦτα πρὸς τοὺς παρόντας ἀδολεσχοῦντος, ἔδοξε Φλώρῳ καὶ σπουδάσαι τι περὶ τῶν σκιῶν λεγομένων, διαπορήσαντας εἰ προσήκει τοῖς καλουμένοις οὕτω βαδίζειν καὶ συνακολουθεῖν. ὁ μὲν οὖν γαμβρὸς αὐτοῦ Καισέρνιος ὅλως ἀπεδοκίμαζε τὸ πρᾶγμα. μάλιστα μὲν γὰρ τῷ Ἡσιόδῳ πειθομένους ἔφη χρῆναι “τὸν φιλέοντ’ἐπὶ δαῖτα καλεῖν” · εἰ δὲ μή, γνωρίμους αὑτῶν καὶ ἐπιτηδείους παρακαλεῖν ἐπὶ κοινωνίαν σπονδῆς καὶ τραπέζης καὶ λόγων ἐν οἴνῳ γινομένων καὶ φιλοφροσύνης. “νῦν δ’ὥσπερ” εἶπεν “οἱ τὰ πλοῖα ναυλοῦντες, ὅ τι ἂν φέρῃ τις, ἐμβάλλεσθαι παρέχουσιν, οὕτως ἡμεῖς τὰ συμπόσια παραδόντες ἑτέροις πληροῦν ἀφίεμεν ἐκ τῶν προστυχόντων, ἄντε χαρίεντες ὦσιν ἄντε φαῦλοι. θαυμάσαιμι δ’ἄν, εἰ χαρίεις ἀνὴρ ἐπίκλητος ἀφίκοιτο, μᾶλλον δ’ἄκλητος, ὅν γε πολλάκις οὐ δὲ γινώσκει τὸ παράπαν ὁ δειπνίζων · εἰ δὲ γινώσκων καὶ χρώμενος μὴ κέκληκεν, ἔτι γε μᾶλλον αἰσχύνη βαδίζειν πρὸς τοῦτον ὥσπερ ἐξελέγχοντα καὶ μετέχειν τῶν ἐκείνου τρόπον τινὰ βίᾳ καὶ ἄκοντος. ἔτι καὶ προτερεῖν ἢ ἀπολείπεσθαι τοῦ κεκληκότος πρὸς ἕτερον ἔχει τινὰ δυσωπίαν, καὶ οὐκ ἀστεῖόν ἐστι μαρτύρων δεόμενον πρὸς τοὺς ὑποδεχομένους βαδίζειν, ὡς οὐκ ἄκλητος ἀλλὰ σκιὰ τοῦ δεῖνος ἐπὶ τὸ δεῖπνον ἥκει · καὶ πάλιν τὸ παρέπεσθαι καὶ παραφυλάττειν ἄλειμμα καὶ λουτρὸν ἑτέρου καὶ ὥραν βραδύνοντος ἢ ταχύνοντος ἀνελεύθερον εὖ μάλα καὶ Γναθώνειον, εἰ δὴ Γνάθων γέγονε δεινότατος ἀνθρώπων τα- τἀλλότρια δειπνεῖν. ἔτι γε μὴν οὐκ ἔστιν ὅτε μᾶλλον ἀνθρώποις ἐφιᾶσιν εἰπεῖν” ὦ γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις, ἔξειπε, “καὶ παρρησία πλείστη μετὰ παιδιᾶς ἀναμέμικται τοῖς λεγομένοις ἐν οἴνῳ καὶ πραττομένοις · ἐνταῦθα δὴ πῶς ἄν τις ἑαυτὸν μεταχειρίσαιτο μὴ γνήσιος ὢν μη δ’αὐτόκλητος, ἀλλὰ τρόπον τινὰ νόθος καὶ παρεγγεγραμμένος εἰς τὸ συμπόσιον; καὶ γὰρ τὸ χρῆσθαι καὶ τὸ μὴ χρῆσθαι παρρησίᾳ πρὸς τοὺς παρόντας εὐσυκοφάντητον. οὐ μικρὸν δὲ κακὸν οὐ δ’ἡ τῶν ὀνομάτων εὐχέρεια καὶ βωμολοχία τοῖς μὴ δυσχεραίνουσιν ἀλλ’ὑπομένουσι σκιὰς καλεῖσθαι καὶ ὑπακούειν · προσεθίζει γὰρ εἰς τὰ ἔργα † τῷ αἰσχρῷ τὸ ῥᾳδίως ὑπὸ τῶν ῥημάτων ἄγεσθαι. διὸ καλῶν μὲν ἑταίρους ἔδωκα τόπον σκιαῖς, ἰσχυρὰ γὰρ ἡ τῆς πόλεως συνήθεια καὶ δυσπαραίτητος · αὐτὸς δὲ κληθεὶς ὑφ’ἑτέρου πρὸς ἕτερον ἄχρι γε νῦν ἀντέχω μὴ ὑπακοῦσαι”. γενομένης δὲ μετὰ τοὺς λόγους τούτους ἡσυχίας ὁ Φλῶρος “τοῦτ’” ἔφη “τὸ δεύτερον ἔχει μᾶλλον ἀπορίαν · τὸ δὲ καλεῖν οὕτως ἀναγκαῖόν ἐστιν ἐν ταῖς τῶν ξένων ὑποδοχαῖς, ὥσπερ εἴρηται πρότερον · οὔτε γὰρ ἄνευ φίλων ἐστὶ δὴ ἐπιεικὲς οὔτε γινώσκειν οὓς ἔχων ἥκει ῥᾴδιον”. κα- κἀγὼ πρὸς αὐτόν “ὅρα τοίνυν” ἔφην “μὴ οἱ καλεῖν οὕτω δεδωκότες τοῖς ἑστιῶσι καὶ τὸ πείθεσθαι τοῖς καλουμένοις καὶ βαδίζειν δεδώκασιν · οὔτε γὰρ διδόναι καλὸν ὃ αἰτεῖν οὔτ’αἰτεῖν ὃ διδόναι μὴ καθῆκεν, οὔθ’ὅλως παρακαλεῖν ἃ μὴ δεῖ παρακαλεῖσθαι μη δ’ὁμολογεῖν μη δὲ πράττειν. τὰ μὲν οὖν πρὸς ἡγεμόνας ἢ ξένους οὐκ ἔχει κλῆσιν οὐ δ’αἵρεσιν, ἀλλὰ δεῖ δέχεσθαι τοὺς μετ’αὐτῶν παραγινομένους. ἄλλως δὲ φίλον ἑστιῶντα φιλικώτερον μέν ἐστι τὸ καλεῖν αὐτόν, ὡς οὐκ ἀγνοοῦντα τοὺς γνωρίμους αὐτοῦ καὶ συνήθεις ἢ οἰκείους · μείζων γὰρ ἡ τιμὴ καὶ ἡ χάρις, ὡς μὴ λανθάνοντος ὅτι τούτους ἀσπάζεται μάλιστα καὶ τούτοις ἥδιστα σύνεστι καὶ χαίρει τιμωμένοις ὁμοίως καὶ παρακαλουμένοις. οὐ μὴν ἀλλ’ἔστιν ὅτε ποιητέον ἐπ’αὐτῷ, καὶ καθάπερ οἱ θεῷ θύοντες ἅμα συμβώμοις καὶ συννάοις κοινῶς συνεπεύχονται καὶ καθ’ἕκαστον ἐκείνων μὴ ὀνομάζοντες · οὔτε γὰρ ὄψον οὔτ’οἶνος οὔτε μύρον οὕτως ἡδέως διατίθησιν ὡς σύνδειπνος εὔνους καὶ προσηνής. ἀλλὰ τὸ μὲν ὄψοις καὶ πέμμασιν οἵοις ὁ μέλλων ἑστιᾶσθαι μάλιστα χαίρει καὶ περὶ οἴνων διαφορᾶς καὶ μύρων ἐρωτᾶν καὶ διαπυνθάνεσθαι φορτικὸν κομιδῇ καὶ νεόπλουτον · ᾧ δὲ πολλοὶ φίλοι καὶ οἰκεῖοι καὶ συνήθεις εἰσίν, αὐτὸν παρακαλεῖν ἐκείνων, οἷς ἂν ἥδιστα συγγίνοιτο καὶ μεθ’ὧν εὐφραίνεται παρόντων μάλιστα, τούτους ἄγειν οὐκ ἀηδὲς οὐ δ’ἄτοπον. οὔτε γὰρ τὸ συμπλεῖν οὔτε τὸ συνοικεῖν οὔτε τὸ συνδικάζειν μεθ’ὧν οὐ βούλεταί τις οὕτως ἀηδὲς ὡς τὸ συνδειπνεῖν, καὶ το- τοὐναντίον ἡδύ · κοινωνία γάρ ἐστι καὶ σπουδῆς καὶ παιδιᾶς καὶ λόγων καὶ πράξεων τὸ συμπόσιον. ὅθεν οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς προσφιλεῖς εἶναι δεῖ καὶ συνήθεις ἀλλήλοις, ὡς ἡδέως συνεσομένους · ὄψα μὲν γὰρ οἱ μάγειροι σκευάζουσιν ἐκ χυμῶν διαφόρων, αὐστηρὰ καὶ λιπαρὰ καὶ γλυκέα καὶ δριμέα συγκεραννύντες, σύνδειπνον δὲ χρηστὸν οὐκ ἂν γένοιτο καὶ κεχαρισμένον ἀνθρώπων μὴ ὁμοφύλων μη δ’ὁμοιοπαθῶν εἰς τὸ αὐτὸ συμφθαρέντων. ἐπεὶ δ’, ὥσπερ οἱ Περιπατητικοὶ λέγουσι τὸ μὲν πρῶτον φύσει κινοῦν μὴ κινούμενον δ’εἶναι τὸ δ’ἔσχατον κινούμενον μη δὲ ἓν δὲ κινοῦν μεταξὺ δ’ἀμφοῖν τὸ καὶ κινοῦν ἕτερα καὶ κινούμενον ὑφ’ἑτέρων, οὕτως,” ἔφην, “περὶ ὧν ὁ λόγος τριῶν ὄντων, ὁ μὲν καλῶν μόνον ὁ δὲ καλούμενος ὁ δὲ καὶ καλῶν καὶ καλούμενός ἐστιν, εἴρηται μὲν περὶ τοῦ καλοῦντος, οὐ χεῖρον δ’ἐστὶ καὶ περὶ τῶν ἄλλων” ἔφην, “ἅ γ’ἐμοὶ δοκεῖ, διελθεῖν. ὁ μὲν οὖν καλούμενος ὑφ’ἑτέρου καὶ καλῶν ἑτέρους πρῶτον, οἶμαι, τοῦ πλήθους φείδεσθαι δίκαιός ἐστι, μὴ καθάπερ ἐκ πολεμίας ὁμοῦ πᾶσι τοῖς περὶ αὑτὸν ἐπισιτιζόμενος μη δ’, ὥσπερ οἱ χώρας καταλαμβάνοντες ἐν τῷ πεττεύειν, ἀεὶ τοῖς ἰδίοις φίλοις τοὺς τοῦ καλέσαντος ἐκκρούων καὶ ἀποκρούων ἅπαντας, ὥστε πάσχειν τοὺς δειπνίζοντας, ἃ πάσχουσιν οἱ τῇ Ἑκάτῃ καὶ τοῖς ἀποτροπαίοις ἐκφέροντες τὰ δεῖπνα, μὴ γευομένους αὐτοὺς μη δὲ τοὺς οἴκοι, πλὴν καπνοῦ καὶ θορύβου μετέχοντας. ἄλλως γὰρ ἡμῖν προσπαίζουσιν οἱ λέγοντες” Δελφοῖσι θύσας αὐτὸς ὀψωνεῖ κρέας “· ἀληθῶς δὲ τοῦτο συμβαίνει τοῖς ξένους ἀγνώμονας ἢ φίλους δεχομένοις μετὰ σκιῶν πολλῶν ὥσπερ Ἁρπυιῶν διαφοροῦντας τὰ δεῖπνα καὶ προνομεύοντας. ἔπειτα δεῖ μὴ μεθ’ὧν ἔτυχε βαδίζειν πρὸς ἑτέρους ἐπὶ δεῖπνον, ἀλλὰ μάλιστα μὲν καλεῖν τοὺς τοῦ δειπνίζοντος οἰκείους καὶ συνήθεις, πρὸς αὐτὸν ἐκεῖνον ἁμιλλώμενον καὶ προκαταλαμβάνοντα ταῖς κλήσεσιν · εἰ δὲ μή, τῶν ἰδίων φίλων οὓς ἂν καὶ ἤθελεν αὐτὸς ἑλέσθαι ὁ δειπνίζων, ἐπιεικὴς ὢν ἐπιεικεῖς καὶ φιλόλογος φιλολόγους ὄντας ἢ δυνατοὺς δυνάμενος, πάλαι καὶ ζητῶν ἁμωσγέπως αὐτοῖς ἐν προσηγορίᾳ καὶ κοινωνίᾳ γενέσθαι. τὸ γὰρ οὕτως ἔχοντι παραδοῦναι καὶ παρασχεῖν ὁμιλίας ἀρχὴν καὶ φιλοφροσύνης εὔστοχον ἐπιεικῶς καὶ ἀστεῖον · ὁ δ’ἀσυμφύλους καὶ ἀσυναρμόστους ἐπάγων, οἷον νηπτικῷ πολυπότας καὶ λιτῷ περὶ δίαιταν καὶ ἀκολάστους καὶ πολυτελεῖς ἢ νέῳ πάλιν ποτικῷ καὶ φιλοπαίγμονι πρεσβύτας σκυθρωποὺς ἢ βαρὺ φθεγγομένους ἐκ πώγωνος σοφιστάς, ἄκαιρός ἐστιν ἡ ἀηδίᾳ φιλοφροσύνην ἀμειβόμενος. δεῖ γὰρ οὐχ ἧττον ἡδὺν εἶναι τῷ δειπνίζοντι τὸν κεκλημένον ἢ τῷ κεκλημένῳ τὸν ὑποδεχόμενον · ἔσται δ’ἡδύς, ἐὰν μὴ μόνον ἑαυτὸν ἀλλὰ καὶ τοὺς σὺν αὑτῷ καὶ δι’αὑτὸν ἥκοντας ἐπιδεξίους παρέχῃ καὶ προσηνεῖς. ὅ γε μὴν λοιπὸς ἔτι τῶν τριῶν οὗτος ὁ καλούμενος ὑφ’ἑτέρου πρὸς ἕτερον τὸ μὲν τῆς σκιᾶς ἀναινόμενος ὄνομα καὶ δυσχεραίνων ἀληθῶς σκιὰν δόξει φοβεῖσθαι, δεῖται δὲ πλείστης εὐλαβείας · οὔτε γὰρ τοῖς τυχοῦσιν ἀκολουθεῖν ἑτοίμως καλὸν οὔθ’ὅπως ἔτυχεν · δεῖ δὲ σκοπεῖν πρῶτον τίς ὁ καλῶν ἐστιν. εἰ μὲν γὰρ οὐ σφόδρα συνήθης, ἀλλὰ μὴ τῶν πλουσίων τις ἢ σατραπικῶν, ὡς ἐπὶ σκηνῆς δορυφορήματος λαμπροῦ δεόμενος ἢ πάνυ χαρίζεσθαι τῇ κλήσει πεπεισμένος καὶ τιμᾶν, ἐπάγεται, παραιτητέος εὐθύς · εἰ δὲ φίλος καὶ συνήθης, οὐκ εὐθὺς ὑπακουστέον, ἀλλ’ἐὰν δοκῇ δεῖσθαί τινος ἀναγκαίας ὁμιλίας καὶ κοινωνίας καιρὸν ἄλλον οὐκ ἐχούσης, ἢ διὰ χρόνου ποθὲν ἀφιγμένος ἢ μέλλων ἀπαίρειν φανερὸς ᾖ δι’εὔνοιαν ἐπιθυμῶν καὶ ποθῶν συμπεριενεχθῆναι, καὶ μήτε πολλοὺς μήτ’ἀλλοτρίους ἀλλ’αὐτὸν ἢ μετ’ὀλίγων ἑταίρων ἐπαγόμενος, ἢ μετὰ ταῦτα πάντα πραγματευόμενος ἀρχήν τινα συνηθείας καὶ φιλίας δι’αὑτοῦ γενέσθαι τῷ καλουμένῳ πρὸς τὸν καλοῦντα χρηστὸν ὄντα καὶ φιλίας ἄξιον. ἐπεὶ τούς γε μοχθηρούς, ὅσῳ μᾶλλον ἐπιλαμβάνονται καὶ συμπλέκονται, καθάπερ βάτους καὶ ἀπαρίνας ὑπερβατέον ἐστίν · κα- κἂν ἐπιεικεῖς οἱ ἄγοντες ὦσιν πρὸς ἐπιεικῆ δὲ μὴ ἄγωσιν, οὐ δεῖ συνακολουθεῖν οὐ δ’ὑπομένειν, ὥσπερ διὰ μέλιτος φάρμακον λαμβάνοντας, μοχθηρὸν διὰ χρηστοῦ φίλον. ἄτοπον δὲ καὶ τὸ πρὸς ἀγνῶτα κομιδῇ καὶ ἀσυνήθη βαδίζειν, ἂν μή τις ᾖ διαφέρων ἀρετῇ, καθάπερ εἴρηται, καὶ τοῦτο φιλίας ποιησόμενος ἀρχὴν καὶ ἀγαπήσων τὸ ῥᾳδίως καὶ ἀφελῶς ἀφικέσθαι σὺν ἑτέρῳ πρὸς αὐτόν. καὶ μὴν τῶν συνήθων πρὸς τούτους μάλιστα βαδιστέον ὑφ’ἑτέρου καλούμενον, οἷς ἐφίεται καὶ μεθ’ἑτέρων καὶ αὐτοῖς βαδίζειν πρὸς ἡμᾶς. Φιλίππῳ μὲν γὰρ ἐδόκει τῷ γελωτοποιῷ τὸ αὐτόκλητον ἐπὶ δεῖπνον ἐλθεῖν γελοιότερον εἶναι τοῦ κεκλημένον · ἀγαθοῖς δὲ καὶ φίλοις ἀνδράσι παρὰ φίλους καὶ ἀγαθοὺς σεμνότερόν ἐστιν καὶ ἥδιον, ἂν μὴ καλέσασι μη δὲ προσδοκῶσιν ἐν καιρῷ παραγίνωνται μετὰ φίλων ἑτέρων, εὐφραίνοντες ἅμα τοὺς δεχομένους καὶ τιμῶντες τοὺς ἀγαγόντας. ἥκιστα δὲ πρὸς ἡγεμόνας ἢ πλουσίους ἢ δυνάστας μὴ καλουμένους ὑπ’αὐτῶν ἀλλ’ὑφ’ἑτέρων πρέπει βαδίζειν, ἀναιδείας καὶ ἀπειροκαλίας καὶ φιλοτιμίας ἀκαίρου δόξαν οὐκ ἄλογον φυλαττομένους”. εἰ δεῖ παρὰ πότον αὐλητρίσι χρῆσθαι. περὶ ἀκροαμάτων ἐν Χαιρωνείᾳ λόγοι παρὰ πότον ἐγένοντο Διογενιανοῦ τοῦ Περγαμηνοῦ παρόντος, καὶ πράγματ’εἴχομεν ἀμυνόμενοι βαθυπώγωνα σοφιστὴν ἀπὸ τῆς Στοᾶς, ὃς ἐπήγαγεν τὸν Πλάτωνα κατηγοροῦντα τῶν αὐλητρίσι χρωμένων παρ’οἶνον, ἀλλήλοις δὲ συγγίνεσθαι διὰ λόγου μὴ δυναμένων. καίτοι παρὼν ἀπὸ τῆς αὐτῆς παλαίστρας Φίλιππος ὁ Προυσιεὺς ἐᾶν ἐκέλευσεν τοὺς παρ’Ἀγάθωνι δαιτυμόνας ἐκείνους παντὸς αὐλοῦ καὶ πηκτίδων ἐπιτερπέστερα φθεγγομένους · οὐ γὰρ αὐλητρίδα παρόντων ἐκείνων ἐκπεσεῖν θαυμαστὸν ἦν, ἀλλ’εἰ μὴ καὶ πότου καὶ σίτου λήθη κατελάμβανεν ὑφ’ἡδονῆς καὶ κηλήσεως τὸ συμπόσιον. “καίτοι Ξενοφῶν οὐκ ᾐσχύνθη, Σωκράτους καὶ Ἀντισθένους καὶ ἄλλων παρόντων τοιούτων, τὸν γελωτοποιὸν φέρων Φίλιππον, ὥσπερ Ὅμηρος τὸ” κρόμυον ποτῷ ὄψον, “ὑποδεῖξαι τοῖς ἀνδράσι. Πλάτων δὲ τόντ’Ἀριστοφάνους λόγον περὶ τοῦ ἔρωτος ὡς κωμῳδίαν ἐμβέβληκεν εἰς τὸ Συμπόσιον, καὶ τελευτῶν ἔξωθεν ἀναπετάσας τὴν αὔλειον ἐπάγει δρᾶμα τῶν ποικιλωτάτων, μεθύοντα καὶ κώμῳ χρώμενον ἐστεφανωμένον Ἀλκιβιάδην. εἶθ’οἱ πρὸς Σωκράτην διαπληκτισμοὶ περὶ Ἀγάθωνος καὶ τὸ Σωκράτους ἐγκώμιον — ὦ φίλαι Χάριτες, ἆρά γ’εἰπεῖν ὅσιόν ἐστιν, ὅτι, τοῦ Ἀπόλλωνος ἥκοντος εἰς τὸ συμπόσιον ἡρμοσμένην τὴν λύραν ἔχοντος, ἱκέτευσαν ἂν οἱ παρόντες ἐπισχεῖν τὸν θεόν, ἕως ὁ λόγος συμπερανθῇ καὶ λάβῃ τέλος; εἶτ’ἐκεῖνοι μὲν οἱ ἄνδρες” ἔφη “τοσαύτην ἐν τῷ διαλέγεσθαι χάριν ἔχοντες ὅμως ἐχρῶντο τοῖς ἐπεισοδίοις καὶ διεποίκιλλον τὰ συμπόσια παιδιαῖς τοιαύταις, ἡμεῖς δὲ μεμιγμένοι πολιτικοῖς καὶ ἀγοραίοις ἀνδράσι, πολλοῖς δ’, ὅταν οὕτω τύχωμεν, ἰδιώταις καὶ ὑπαγροικοτέροις ἐκβάλωμεν τὴν τοιαύτην χάριν καὶ διατριβὴν ἐκ τῶν συμποσίων ἢ ἀπίωμεν, ὥσπερ τὰς Σειρῆνας ἐπιούσας φεύγοντες; ἀλλὰ Κλειτόμαχος μὲν ὁ ἀθλητὴς ἐξανιστάμενος καὶ ἀπιών, εἴ τις ἐμβάλοι λόγον ἐρωτικόν, ἐθαυμάζετο, φιλόσοφος δ’ἀνὴρ αὐλὸν ἐκ συμποσίου φεύγων καὶ ψαλτρίας ἁρμοζομένης ὑποδεῖσθαι βοῶν ταχὺ καὶ τὸν λυχνοῦχον ἅπτειν οὐ καταγέλαστός ἐστι, τὰς ἀβλαβεστάτας ἡδονάς, ὥσπερ οἱ κάνθαροι τὰ μύρα, βδελυττόμενος; εἰ γὰρ ἄλλοτε, μάλιστα δήπου παρὰ πότον προσπαιστέον ἐστὶ τούτοις καὶ δοτέον εἰς ταῦτα τῷ θεῷ τὴν ψυχήν. ὡς τά γ’ἄλλα φίλος ὢν Εὐριπίδης ἐμὲ γοῦν οὐ πέπεικε, περὶ μουσικῆς νομοθετῶν, ὡς ἐπὶ τὰ πένθη καὶ τὰς βαρυφροσύνας μετακομιστέας οὔσης · ἐκεῖ μὲν γὰρ ὥσπερ ἰατρὸν ἐφιστάναι δεῖ νοσοῦσιν ἐσπουδακότα καὶ νήφοντα τὸν λόγον, τὰς δὲ τοιαύτας ἡδονὰς τῷ Διονύσῳ καταμίξαντας ἐν παιδιᾶς μέρει τίθεσθαι. χάριεν γάρ τοι τὸ τοῦ Λάκωνος, ὃς Ἀθήνησι καινῶν ἀγωνιζομένων τραγῳδῶν θεώμενος τὰς παρασκευὰς τῶν χορηγῶν καὶ τὰς σπουδὰς τῶν διδασκάλων καὶ τὴν ἅμιλλαν οὐκ ἔφη σωφρονεῖν τὴν πόλιν μετὰ τοσαύτης σπουδῆς παίζουσαν. τῷ γὰρ ὄντι παίζοντα δεῖ παίζειν καὶ μήτε δαπάνης πολλῆς μήτε τῶν πρὸς ἄλλα χρησίμων καιρῶν ὠνεῖσθαι τὸ ῥᾳθυμεῖν, ἀλλ’ἐν πότῳ καὶ ἀνέσει τῶν τοιούτων ἀπογεύεσθαι καὶ σκοπεῖν ἅμα τερπόμενον, εἴ τι χρήσιμον ἐξ αὐτῶν λαβεῖν ἔστιν”. τίσι μάλιστα χρηστέον ἀκροάμασι παρὰ δεῖπνον. ἐπεὶ δὲ ταῦτ’ἐρρήθη, βουλόμενον αὖθις ἀντιλέγειν τὸν σοφιστὴν ἐγὼ διακρουόμενος “ἐκεῖνο μᾶλλον” ἔφην “σκέψαιτ’ἄν τις, ὦ Διογενιανέ, πολλῶν ἀκροαμάτων ὄντων ποῖον ἂν μάλιστα γένος εἰς πότον ἐναρμόσειεν, καὶ παρακαλῶμεν ἐπικρῖναι τουτονὶ τὸν σοφόν · ἀπαθὴς γὰρ ὢν πρὸς ἅπαντα καὶ ἀκήλητος οὐκ ἂν σφαλείη πρὸ τοῦ βελτίονος ἑλέσθαι τὸ ἥδιον”. ὡς οὖν ὅτε Διογενιανὸς παρεκάλει καὶ ἡμεῖς, οὐδὲν μελλήσας ἐκεῖνος ἔφη τα- τἄλλα μὲν ἐπὶ τὴν θυμέλην καὶ τὴν ὀρχήστραν ἐξελαύνειν, εἰσάγειν δὲ τὸ νεωστὶ μὲν ἐν Ῥώμῃ παρεισηγμένον εἰς τὰ συμπόσια μήπω δ’ἀναλάμπον ἐν τοῖς πολλοῖς. “ἴστε γάρ” εἶπεν “ὅτι τῶν Πλάτωνος διαλόγων διηγηματικοί τινές εἰσιν οἱ δὲ δραματικοί · τούτων οὖν τῶν δραματικῶν τοὺς ἐλαφροτάτους ἐκδιδάσκονται παῖδες ὥστ’ἀπὸ στόματος λέγειν · πρόσεστι δ’ὑπόκρισις πρέπουσα τῷ ἤθει τῶν ὑποκειμένων προσώπων καὶ φωνῆς πλάσμα καὶ σχῆμα καὶ διαθέσεις ἑπόμεναι τοῖς λεγομένοις. ταῦθ’οἱ μὲν αὐστηροὶ καὶ χαρίεντες ἠγάπησαν ὑπερφυῶς, οἱ δ’ἄνανδροι καὶ διατεθρυμμένοι τὰ ὦτα δι’ἀμουσίαν καὶ ἀπειροκαλίαν, οὕς φησιν Ἀριστόξενος χολὴν ἐμεῖν ὅταν ἐναρμονίου ἀκούσωσιν, ἐξέβαλλον · καὶ οὐ θαυμάσαιμ’ἄν, εἰ τὸ πάμπαν ἐκβαλοῦσιν · ἐπικρατεῖ γὰρ ἡ θηλύτης”. καὶ ὁ Φίλιππος ὁρῶν ὑποδυσχεραίνοντας ἐνίους “φείδου” εἶπεν, “ὦ τᾶν, καὶ παραβάλλου λοιδορῶν ἡμᾶς · ἡμεῖς γάρ ἐσμεν οἱ πρῶτοι τοῦ πράγματος εἰσαγομένου δυσχεράναντες ἐν Ῥώμῃ καὶ καθαψάμενοι τῶν ἀξιούντων Πλάτωνα διαγωγὴν ἐν οἴνῳ ποιεῖσθαι καὶ τῶν Πλάτωνος διαλόγων ἐπὶ τραγήμασι καὶ μύροις ἀκούειν διαπίνοντας · ὅτε καὶ Σαπφοῦς ἂν ᾀδομένης καὶ τῶν Ἀνακρέοντος ἐγώ μοι δοκῶ καταθέσθαι τὸ ποτήριον αἰδούμενος. πολλὰ δ’εἰπεῖν ἐπιόντα μοι δέδια μὴ μετὰ σπουδῆς τινος οὐ παιδιᾶς λέγεσθαι πρός σε δόξῃ · ὅθεν, ὡς ὁρᾷς,” ποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοὴν “κατακλύσαι τῷ φίλῳ Διογενιανῷ μετὰ τῆς κύλικος δίδωμι”. δεξάμενος οὖν ὁ Διογενιανός “ἀλλὰ καὶ τούτους” ἔφη “νήφοντας ἀκούω λόγους · ὥσθ’ὁ οἶνος ἡμᾶς ἀδικεῖν οὐκ ἔοικεν οὐ δὲ κρατεῖν. δέδια δὴ μὴ καὶ αὐτὸς εὐθύνας ὑπόσχω · καίτοι τὰ πολλὰ περικοπτέα τῶν ἀκροαμάτων ἐστίν · πρώτην τὴν τραγῳδίαν, ὡς οὐ πάνυ τι συμποτικὸν ἀλλὰ σεμνότερον βοῶσαν καὶ σκευωρουμένην πραγμάτων ὑποκρίσεις πάθος ἐχόντων καὶ οἶκτον. ἀποπέμπω δὲ τῆς ὀρχήσεως τὴν Πυλάδειον, ὀγκώδη καὶ παθητικὴν καὶ πολυπρόσωπον οὖσαν · αἰδοῖ δὲ τῶν ἐγκωμίων ἐκείνων, ἃ Σωκράτης περὶ ὀρχήσεως διῆλθε, δέχομαι τὴν Βαθύλλειον αὐτόθεν πέζαν τοῦ κόρδακος ἁπτομένην, Ἠχοῦς ἤ τινος Πανὸς ἢ Σατύρου σὺν Ἔρωτι κωμάζοντος ὑπόρχημά τι διατιθεμένην. τῶν δὲ κωμῳδιῶν ἡ μὲν ἀρχαία διὰ τὴν ἀνωμαλίαν ἀνάρμοστος ἀνθρώποις πίνουσιν · ἥτε γὰρ ἐν ταῖς λεγομέναις παραβάσεσιν αὐτῶν σπουδὴ καὶ παρρησία λίαν ἄκρατός ἐστι καὶ σύντονος, ἥτε πρὸς τὰ σκώμματα καὶ βωμολοχίας εὐχέρεια δεινῶς κατάκορος καὶ ἀναπεπταμένη καὶ γέμουσα ῥημάτων ἀκόσμων καὶ ἀκολάστων ὀνομάτων · ἔτι δ’ὥσπερ ἐν τοῖς ἡγεμονικοῖς δείπνοις ἑκάστῳ παρέστηκε τῶν κατακειμένων οἰνοχόος, οὕτω δεήσει γραμματικὸν ἑκάστῳ τὸ καθ’ἕκαστον ἐξηγεῖσθαι, τίς ὁ Λαισποδίας παρ’Εὐπόλιδι καὶ ὁ Κινησίας παρὰ Πλάτωνι καὶ ὁ Λάμπων παρὰ Κρατίνῳ, καὶ τῶν κωμῳδουμένων ἕκαστος, ὥστε γραμματοδιδασκαλεῖον ἡμῖν γενέσθαι τὸ συμπόσιον ἢ κωφὰ καὶ ἄσημα τὰ σκώμματα διαφέρεσθαι. περὶ δὲ τῆς νέας κωμῳδίας τί ἂν ἀντιλέγοι τις; οὕτω γὰρ ἐγκέκραται τοῖς συμποσίοις, ὡς μᾶλλον ἂν οἴνου χωρὶς ἢ Μενάνδρου διακυβερνῆσαι τὸν πότον. ἥτε γὰρ λέξις ἡδεῖα καὶ πεζὴ κατέσπαρται τῶν πραγμάτων, ὡς μήθ’ὑπὸ νηφόντων καταφρονεῖσθαι μήτ’οἰνωμένους ἀνιᾶν · γνωμολογίαιτε χρησταὶ καὶ ἀφελεῖς ὑπορρέουσαι καὶ τὰ σκληρότατα τῶν ἠθῶν ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττουσι καὶ κάμπτουσι πρὸς τὸ ἐπιεικέστερον · ἥτε τῆς σπουδῆς πρὸς τὴν παιδιὰν ἀνάκρασις ἐπ’οὐδὲν ἂν πεποιῆσθαι δόξειεν ἀλλ’ἢ πεπωκότων καὶ διακεχυμένων ἡδονὴν ὁμοῦ καὶ ὠφέλειαν. ἔχει δὲ καὶ τὰ ἐρωτικὰ παρ’αὐτῷ καιρὸν πεπωκόσιν ἀνθρώποις καὶ ἀναπαυσομένοις μετὰ μικρὸν ἀπιοῦσι παρὰ τὰς ἑαυτῶν γυναῖκας · οὔτε γὰρ παιδὸς ἔρως ἄρρενός ἐστιν ἐν τοσούτοις δράμασιν, αἵτε φθοραὶ τῶν παρθένων εἰς γάμον ἐπιεικῶς καταστρέφουσιν · τὰ δὲ πρὸς τὰς ἑταίρας, ἂν μὲν ὦσιν ἰταμαὶ καὶ θρασεῖαι, διακόπτεται σωφρονισμοῖς τισιν ἢ μετανοίαις τῶν νέων, ταῖς δὲ χρησταῖς καὶ ἀντερώσαις ἢ πατήρ τις ἀνευρίσκεται γνήσιος ἢ χρόνος τις ἐπιμετρεῖται τῷ ἔρωτι συμπεριφορὰν αἰδοῦς ἔχων φιλάνθρωπον. ταῦτα δ’ἀνθρώποις ἄλλο μέν τι πράττουσιν ἴσως οὐδεμιᾶς σπουδῆς ἄξι’ἐστίν · ἐν δὲ τῷ πίνειν οὐ θαυμάσαιμ’ἂν εἰ τὸ τερπνὸν αὐτῶν καὶ γλαφυρὸν ἅμα καὶ πλάσιν τινὰ καὶ κατακόσμησιν ἐπιφέρει συνεξομοιοῦσαν τὰ ἤθη τοῖς ἐπιεικέσι καὶ φιλανθρώποις”. ὁ μὲν οὖν Διογενιανὸς ἢ παυσάμενος ἢ διαλείπων ἐσιώπησεν · ἐπιφυομένου δ’αὐτῷ τοῦ σοφιστοῦ πάλιν καὶ ῥήσεις τινὰς οἰομένου δεῖν τῶν Ἀριστοφανείων περαίνειν, ὁ Φίλιππος ἐμὲ προσαγορεύσας “οὗτος μέν” ἔφη “τὴν ἐπιθυμίαν ἐμπέπληκε, τὸν ἥδιστον αὐτῷ Μένανδρον ἐπαινέσας, καὶ τῶν ἄλλων οὐδὲν ἔτι φροντίζειν ἔοικεν · λείπεται δὲ πολλὰ τῶν ἀκροαμάτων ἡμῖν ἀνεξέταστα, περὶ ὧν ἂν ἡδέως ἀκούσαιμί σου · τὸν δὲ τῶν ζῳδιογλύφων ἀγῶνα βραβεύσομεν αὔριον, ἂν δοκῇ τῷ ξένῳ καὶ Διογενιανῷ, νήφοντες”. “οὐκοῦν” ἔφην ἐγώ “μῖμοί τινές εἰσιν, ὧν τοὺς μὲν ὑποθέσεις τοὺς δὲ παίγνια καλοῦσιν · ἁρμόζειν δ’οὐδέτερον οἶμαι συμποσίῳ γένος, τὰς μὲν ὑποθέσεις διὰ τὰ μήκη τῶν δραμάτων καὶ τὸ δυσχορήγητον, τὰ δὲ παίγνια πολλῆς γέμοντα βωμολοχίας καὶ σπερμολογίας οὐ δὲ τοῖς τὰ ὑποδήματα κομίζουσι παιδαρίοις, ἄν γε δὴ δεσποτῶν ᾖ σωφρονούντων, θεάσασθαι προσήκει · οἱ δὲ πολλοὶ καὶ γυναικῶν συγκατακειμένων καὶ παίδων ἀνήβων ἐπιδείκνυνται μιμήματα πραγμάτων καὶ λόγων, ἃ πάσης μέθης ταραχωδέστερον τὰς ψυχὰς διατίθησιν. ἀλλ’ἥ γε κιθάρα πάλαι που καὶ καθ’Ὅμηρον † ἔτι τοῖς χρόνοις γνωρίμη τῆς δαιτός ἐστιν, καὶ μακρὰν οὕτως φιλίαν καὶ συνήθειαν οὐ πρέπει διαλύειν, ἀλλὰ δεῖσθαι τῶν κιθαρῳδῶν μόνον, ὅπως τὸν πολὺν θρῆνον καὶ γόον ἐξαιρῶσιν τῶν ᾠδῶν, εὔφημα καὶ πρέποντα θαλιάζουσιν ἀνθρώποις ᾄδοντες. τὸν δ’αὐλὸν οὐ δὲ βουλομένοις ἀπώσασθαι τῆς τραπέζης ἔστιν · αἱ γὰρ σπονδαὶ ποθοῦσιν αὐτὸν ἅμα τῷ στεφάνῳ καὶ συνεπιφθέγγεται τῷ παιᾶνι τὸ θεῖον, εἶτ’ἀπελίγανε καὶ διεξῆλθε τῶν ὤτων καταχεόμενος φωνὴν ἡδεῖαν ἄχρι τῆς ψυχῆς ποιοῦσαν γαλήνην · ὥστ’, εἴ τι τῶν ἀσηρῶν καὶ πεφροντισμένων ὁ ἄκρατος οὐκ ἐξέσεισεν οὐ δὲ διέλυσεν, τοῦτο τῇ χάριτι καὶ πραότητι τοῦ μέλους ὑποκατακλινόμενον ἡσυχάζειν, ἄν γε δὴ καὶ αὐτὸς τὸ μέτριον διαφυλάττῃ μὴ παθαινόμενος μη δ’ἀνασοβῶν καὶ παρεξιστὰς βόμβυξι καὶ πολυχορδίαις τὴν διάνοιαν ὑγρὰν ὑπὸ τῆς μέθης καὶ ἀκροσφαλῆ γεγενημένην · ὡς γὰρ τὰ θρέμματα λόγου μὲν οὐ συνίησιν διάνοιαν ἔχοντος, σιγμοῖς δὲ καὶ ποππυσμοῖς ἐμμελέσιν ἢ σύριγξιν καὶ στρόμβοις ἐγείρουσι καὶ κατευνάζουσι καὶ πάλιν οἱ νέμοντες, οὕτως, ὅσον ἔνεστι τῇ ψυχῇ φορβαδικὸν καὶ ἀγελαῖον καὶ ἀξύνετον λόγου καὶ ἀνήκοον, μέλεσι καὶ ῥυθμοῖς ἐπιψάλλοντες καὶ καταυλοῦντες εὖ τίθενται καὶ καταπραΰνουσιν. οὐ μὴν ἀλλ’εἰ δεῖ τό γ’ἐμοὶ φαινόμενον εἰπεῖν, οὔτ’ἂν αὐλοῦ ποτε καθ’αὑτὸν οὔτε λύρας μέλει χωρὶς λόγου καὶ ᾠδῆς ἐπιτρέψαιμι τὸ συμπόσιον ὥσπερ ῥεύματι φέρειν ὑπολαμβάνοντι · δεῖ γὰρ οὕτως ἐθίζειν καὶ σπουδάζοντας καὶ παίζοντας, ὥστε καὶ τὰς ἡδονὰς ἐκ λόγου λαμβάνειν καὶ τὰς διατριβὰς ἐν λόγῳ ποιεῖσθαι, τὸ δὲ μέλος καὶ τὸν ῥυθμὸν ὥσπερ ὄψον ἐπὶ τῷ λόγῳ καὶ μὴ καθ’αὑτὰ προσφέρεσθαι μη δὲ λιχνεύειν. ὡς γὰρ ἡδονὴν ἐν οἴνῳ καὶ ὄψῳ τῇ χρείᾳ τῆς τροφῆς συνεισιοῦσαν οὐδεὶς ἀπωθεῖται, τὴν δ’ἐπὶ τοῖς μύροις οὐκ ἀναγκαίαν καὶ περίεργον οὖσαν ὁ Σωκράτης ἐπὶ κόρρης ῥαπίζων ἐξέβαλλεν, οὕτω ψαλτηρίου φωνῆς καὶ αὐτοῦ καθ’ἑαυτὴν τὰ ὦτα κοπτούσης μὴ ὑπακούωμεν, ἂν δ’ἕπηται μετὰ λόγου καὶ ᾠδῆς ἑστιῶσα καὶ τέρπουσα τὸν ἐν ἡμῖν λόγον, εἰσάγωμεν, οἰόμενοι καὶ τὸν Μαρσύαν ἐκεῖνον ὑπὸ τοῦ θεοῦ κολασθῆναι, ὅτι φορβειᾷ καὶ αὐλοῖς ἐπιστομίσας ἑαυτὸν ἐτόλμησεν ψιλῷ μέλει διαγωνίζεσθαι πρὸς ᾠδὴν καὶ κιθάραν. μόνον” ἔφην “σκοπῶμεν, ὅπως συμπόταις διὰ λόγου καὶ φιλοσοφίας ἀλλήλους εὐφραίνειν δυναμένοις μηδὲν ἐπάξομεν τοιοῦτον θύραθεν, ὃ κώλυμα διαγωγῆς μᾶλλον ἢ διαγωγή τις ἔσται. οὐ γὰρ μόνον ὅσοι τὴν σωτηρίαν οἴκοι καὶ παρ’αὑτῶν ἔχοντες” ἄλλην θέλουσιν εἰσαγώγιμον λαβεῖν, “ὡς Εὐριπίδης εἶπεν, ἀβέλτεροί εἰσιν, ἀλλὰ καὶ ὅσοι, πολλῆς ἐν αὐτοῖς εὐφροσύνης καὶ θυμηδίας παρούσης, ἔξωθεν ἐπάγειν τὰ τέρποντα φιλοτιμοῦνται. καὶ γὰρ ἡ τοῦ μεγάλου βασιλέως μεγαλοφροσύνη πρὸς Ἀνταλκίδαν τὸν Λάκωνα δεινῶς ἀπειρόκαλος ἐφάνη καὶ ἀγροῖκος, ὁπηνίκα ῥόδων καὶ κρόκου μεμιγμένων στέφανον εἰς μύρον βάψας ἔπεμψεν αὐτῷ, τὸ σύμφυτον καὶ ἴδιον καλὸν ἀποσβέσας καὶ καθυβρίσας τοῖς ἄνθεσιν · ὅμοιον οὖν ἐστι τό, συμποσίου χάριν ἔχοντος ἐν ἑαυτῷ καὶ μοῦσαν ἰδίαν, καταυλεῖν καὶ καταψάλλειν ἔξωθεν, ἀφαιρούμενον τῷ ἀλλοτρίῳ τὸ οἰκεῖον. μάλιστ’ἂν οὖν ἀκροαμάτων εἴη καιρὸς ἐν συμποσίῳ κυμαίνοντι καὶ κορυσσομένῳ πρὸς ἔριν ἢ φιλονεικίαν, ὥστε λοιδορίαν τινὰ κατασβέσαι καὶ ζητήσεως εἰς ἅμιλλαν ἀτερπῆ καὶ ἀγῶνα σοφιστικὸν ἐκφερομένης ἐπιλαμβάνεσθαι καὶ † πρὸς ἀγῶνας ἐκκλησιαστικοὺς καὶ ἀγοραίους ἐπισχεῖν, ἄχρι ἂν αὖθις ἐξ ἀρχῆς ἀθόρυβον καὶ ἀνήνεμον γένηται τὸ συμπόσιον”. ὅτι βουλεύεσθαι παρὰ πότον οὐχ ἧττον ἦν Ἑλληνικὸν ἢ Περσικόν. περὶ ὧν ἔμελλον ἐκκλησιάζειν Ἀθηναῖοι λόγος ἦν παρὰ τὸ δεῖπνον, ἑστιῶντος ἡμᾶς Νικοστράτου · καί τινος εἰπόντος ὡς “Περσικὸν πρᾶγμα ποιοῦμεν, ὦ ἄνδρες, βουλευόμενοι παρ’οἶνον,” “τί μᾶλλον” ἔφη ὁ Γλαυκίας ὑπολαβών “ἢ Ἑλληνικόν; Ἕλλην μὲν γὰρ ἦν ὁ εἰπών” γαστρὸς ἀπὸ πλείης βουλὴ καὶ μῆτις ἀμείνων “· Ἕλληνες δὲ σὺν Ἀγαμέμνονι Τροίαν ἐπολιόρκουν, οἷς φαγοῦσι καὶ πιοῦσιν” ὁ γέρων πάμπρωτον ὑφαίνειν ἤρχετο μῆτιν “, ἐπ’αὐτὸ τοῦτο τῆς κλήσεως καὶ τῶν ἀρίστων εἰσηγητὴς τῷ βασιλεῖ γενόμενος · ” δαίνυ δαῖτα γέρουσι “,” πολλῶν “γάρ τοι, φησίν,” ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ “. διὸ καὶ τὰ πλείστῃ χρησάμενα τῆς Ἑλλάδος εὐνομίᾳ γένη καὶ μάλιστα φιλοχωρήσαντα περὶ τοὺς ἀρχαίους ἐθισμοὺς ἐν οἴνῳ τὰς ἀρχὰς συνεῖχε. τὰ γὰρ παρὰ Κρησὶν Ἀνδρεῖα καλούμενα, παρὰ δὲ Σπαρτιάταις Φιδίτια, βουλευτηρίων ἀπορρήτων καὶ συνεδρίων ἀριστοκρατικῶν τάξιν εἶχεν, ὥσπερ οἶμαι καὶ τὸ ἐνθάδε Πρυτανεῖον καὶ Θεσμοθετεῖον · οὐ πόρρω δὲ τούτων ὁ νυκτερινὸς σύλλογος παρὰ Πλάτωνι τῶν ἀρίστων καὶ πολιτικωτάτων ἀνδρῶν ἐστιν, ἐφ’ὃν ἀναπέμπεται τὰ μέγιστα καὶ πλείστης ἄξια φροντίδος. οἱ δὲ τῷ Ἑρμῇ” πυμάτῳ σπένδοντες, ὅτε μνησαίατο κοίτου “, ἆρ’οὐκ εἰς τὸ αὐτὸ συνάγουσιν τῷ οἴνῳ τὸν λόγον; ὡς γοῦν παρόντι καὶ συνεπισκοποῦντι τῷ φρονιμωτάτῳ θεῷ πρῶτον ἀπαλλαττόμενοι προσεύχονται. οἱ δὲ πάμπαν ἀρχαῖοι ὡς οὐ δὲ τοῦ Ἑρμοῦ δεόμενον τὸν Διόνυσον αὐτὸν Εὐβουλέα καὶ τὴν νύκτα δι’ἐκεῖνον” εὐφρόνην “προσεῖπον”. εἰ καλῶς ἐποίουν βουλευόμενοι παρὰ πότον. ταῦτα τοῦ Γλαυκίου διεξελθόντος, ἔδοξαν ἡμῖν ἐπιεικῶς οἱ θορυβώδεις ἐκεῖνοι κατακεκοιμῆσθαι λόγοι, καὶ ὅπως ἔτι μᾶλλον αὐτῶν ἀμνηστία γένοιτο, ζήτησιν ἑτέραν ἐπάγων Νικόστρατος ἔφη πρότερον οὐ πάνυ μέλειν αὐτῷ Περσικοῦ τοῦ πράγματος εἶναι δοκοῦντος · ἐπεὶ δὲ νῦν Ἑλληνικὸν ὂν πεφώραται, δεῖσθαι λόγου βοηθοῦντος αὐτῷ πρὸς τὴν αὐτόθεν φαινομένην ἀτοπίαν. “ὅτε γὰρ λογισμὸς ὥσπερ ὀφθαλμὸς ἐν ὑγρῷ σάλον ἔχοντι δυσκίνητον ἡμῖν καὶ δύσεργόν ἐστι, τάτε πάθη πανταχόθεν ὥσπερ ἑρπετὰ πρὸς ἥλιον σαλευόμενα πρὸς τὸν οἶνον καὶ ἀναδυόμενα τὴν γνώμην ἐπισφαλῆ ποιεῖ καὶ ἀκατάστατον. ὅθεν ὥσπερ ἡ κλίνη τοῖς πίνουσι τῆς καθέδρας ἀμείνων, ὅτι τὸ σῶμα κατέχει καὶ ἀπολύει κινήσεως ἁπάσης, οὕτως ἔχειν ἀτρέμα τὴν ψυχὴν ἄριστον · εἰ δὲ μή, δοτέον, ὥσπερ παισὶν ἀτρεμεῖν μὴ δυναμένοις, οὐ δόρυ καὶ ξίφος, ἀλλὰ πλαταγὴν καὶ σφαῖραν, ὥσπερ ὁ θεὸς τὸν νάρθηκα τοῖς μεθύουσιν ἐνεχείρισε κωφότατον βέλος καὶ μαλακώτατον ἀμυντήριον, ὅπως, ἐπεὶ τάχιστα παίουσιν, ἥκιστα βλάπτωσιν · δεῖ γὰρ γελοῖα τὰ σφάλματα τοῖς μεθύουσι ποιεῖν, οὐκ οἰκτρὰ καὶ τραγικὰ καὶ μεγάλας ἀποτεύξεις ἔχοντα. καὶ μήν, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς περὶ τῶν μεγίστων σκέψεσι, τὸν μὲν ἐνδεᾶ νοῦ καὶ πραγμάτων ἄπειρον ἕπεσθαι τοῖς φρονοῦσι καὶ τῶν ἐμπείρων ἀκούειν, ἀφαιρεῖται τοὺς μεθύοντας ὁ οἶνος · ὥστε καὶ το- τοὔνομα γενέσθαι φησὶν ὁ Πλάτων” ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ “τοὺς πίνοντας · οὔτε γὰρ ἐλλόγιμος οὔτε καλὸς οὔτε πλούσιος οὕτως οἴεται, καίπερ οἰόμενος, εἶναι τῶν πινόντων ἕκαστος ὡς φρόνιμος · διὸ καὶ πολύφωνος ὁ οἶνός ἐστι καὶ λαλιᾶς ἀκαίρου καὶ φρονήματος ἡγεμονικοῦ καταπίμπλησιν, ὡς οὐκ ἀκούειν ἀλλ’ἀκούεσθαι μᾶλλον ἡμῖν καὶ ἄγειν οὐχ ἕπεσθαι προσῆκον. ἀλλὰ γάρ” ἔφη “τὰ μὲν εἰς τοῦτο ῥᾳδίως ἄν τις συναγάγοι, δῆλα γάρ ἐστιν · τῶν δ’ἐναντίων ἀκουστέον εἴ τις ἢ νέος προσέστηκεν ἢ πρεσβύτερος”. ἐπιβούλως δὴ πάνυ καὶ σοφιστικῶς ὁ ἀδελφὸς ἡμῶν “οἴει γὰρ ἄν” ἔφη “τινὰ τοὺς ἐνδεχομένους λόγους εὑρεῖν ἐν τῷ παρόντι καιρῷ πρὸς τὸ πρόβλημα”; τοῦ δὲ Νικοστράτου πάνυ φήσαντος οἴεσθαι, τοσούτων φιλολόγων καὶ πολιτικῶν παρόντων, ὑπομειδιάσας ἐκεῖνος “εἶτ’” ἔφη “περὶ τούτων μὲν οἴει καὶ σεαυτὸν ἱκανῶς ἂν εἰπεῖν πρὸς ἡμᾶς, πρὸς δὲ πραγματικὴν καὶ πολιτικὴν σκέψιν ἀθέτως ἔχειν διὰ τὸν οἶνον; ἢ τοῦθ’ὅμοιόν ἐστι τῷ νομίζειν ὅτι ταῖς ὄψεσιν ὁ πίνων † γὰρ εὖ μεταβλέπει, αὖθις δὲ τοῖς ὠσὶ παρακούει τῶν ἐντυγχανόντων καὶ διαλεγομένων, τῶν δ’ᾀδόντων καὶ αὐλούντων ἀκριβῶς ἀκούει; ὡς γὰρ ἐνταῦθα μᾶλλον εἰκός ἐστι τῶν γλαφυρῶν τὰ χρειώδη τὴν αἴσθησιν ἐπιστρέφειν, οὕτως καὶ τὴν διάνοιαν οὐ θαυμάσαιμί γ’ἂν εἴ τι τῶν φιλοσόφων καὶ περιττῶν ἐκφύγοι παρ’οἶνον, εἰς δὲ πραγματικὰς σκέψεις ἀγομένην πυκνοῦσθαι καὶ συνίστασθαι τῷ φρονεῖν εἰκός ἐστιν · ὥσπερ ὁ Φίλιππος ἐν Χαιρωνείᾳ, πολλὰ ληρῶν ὑπὸ μέθης καὶ καταγέλαστος ὤν, ἅμα τῷ προσπεσεῖν αὐτῷ περὶ σπονδῶν καὶ εἰρήνης λόγον ἔστησε τὸ πρόσωπον καὶ συνήγαγε τὰς ὀφρῦς καὶ τὸ ῥεμβῶδες καὶ ἀκόλαστον ἐκσοβήσας εὖ μάλα βεβουλευμένην καὶ νήφουσαν ἔδωκε τοῖς Ἀθηναίοις ἀπόκρισιν. καίτοι τὸ πίνειν τοῦ μεθύειν διαφέρει, καὶ τοὺς μεθύοντας ὥστε ληρεῖν οἰόμεθα δεῖν ἀπιόντας καθεύδειν, οἴνῳ δὲ χρωμένους ἐπὶ πλέον καὶ διαπίνοντας, ἄλλως νοῦν ἔχοντας ἄνδρας, οὐκ ἄξιον δεδιέναι μὴ σφαλῶσι τῷ λογισμῷ καὶ τὴν ἐμπειρίαν ἀποβάλωσιν, ὁρῶντας ὀρχηστάςτε καὶ κιθαριστὰς οὐδέν τι χεῖρον ἐν συμποσίοις ἢ θεάτροις πράττοντας · ἡ γὰρ ἐμπειρία παροῦσα καὶ τὸ σῶμα ταῖς ἐνεργείαις ὀρθούμενον παρέχει καὶ συγκινούμενον ἀσφαλῶς. πολλοῖς δ’ἰταμότητα θάρσους συνεργὸν ὁ ἄκρατος, οὐ δὲ βδελυρὰν οὐ δ’ἄκρατον ἀλλ’εὔχαριν καὶ πιθανήν, προστίθησιν · ὥσπερ καὶ τὸν Αἰσχύλον ἱστοροῦσι τὰς τραγῳδίας ἐμπίνοντα ποιεῖν, καὶ οὐχ, ὡς Γοργίας εἶπεν, ἓν τῶν δραμάτων αὐτοῦ” μεστὸν Ἄρεως “εἶναι, τοὺς Ἕπτ’ἐπὶ Θήβας, ἀλλὰ πάντα Διονύσου. ” θερμαντικὸς “γὰρ ὢν κατὰ τὸν Πλάτωνα” τῆς ψυχῆς μετὰ τοῦ σώματος ὁ οἶνος “εὔδρομον τὸ σῶμα ποιεῖ καὶ πόρους ῥήγνυσι φαντασιῶν ἐφελκομένων μετὰ τοῦ θαρρεῖν τὸν λόγον · ἔνιοι γὰρ εὑρετικὴν φύσιν ἔχοντες, ἐν δὲ τῷ νήφειν ἀτολμοτέραν καὶ πεπηγυῖαν, ὅταν εἰς τὸ πίνειν ἔλθωσιν ὥσπερ ὁ λιβανωτὸς ὑπὸ θερμότητος ἀναθυμιῶνται. τὸν δὲ δὴ φόβον οὐδενὸς ἧττον ἐμποδὼν ὄντα βουλευομένοις ἐξελαύνει, καὶ πολλὰ τῶν ἄλλων παθῶν ἀφιλότιμα καὶ ἀγεννῆ κατασβέννυσι, καὶ τὸ κακόηθες καὶ τὸ ὕπουλον ὥσπερ τινὰς διπλόας ἀναπτύσσει τῆς ψυχῆς, καὶ παντὸς ἤθους καὶ πάθους ποιεῖ καταφάνειαν ἐν τοῖς λόγοις · ἔστι δὲ παρρησίας καὶ δι’αὐτὴν ἀληθείας γονιμώτατος · ἧς μὴ παρούσης οὐδὲν ἐμπειρίας οὐ δ’ἀγχινοίας ὄφελος. ἀλλὰ πολλοὶ τῷ ἐπιόντι χρώμενοι μᾶλλον κατορθοῦσιν ἢ εἰ κρύπτουσιν ἐπιβούλως καὶ πανούργως τὸ παριστάμενον. οὐδὲν οὖν δεῖ δεδιέναι κινοῦντα τὰ πάθη τὸν οἶνον · κινεῖ γὰρ οὐ τὰ φαυλότατα, πλὴν ἐν τοῖς κακίστοις, ὧν οὐδέποτε νήφει τὸ βουλευόμενον · ἀλλ’ὥσπερ τὰ κουρεῖα Θεόφραστος εἰώθει καλεῖν ἄοινα συμπόσια διὰ τὴν λαλιάν, οὕτως ἄοινος ἀεὶ μέθη καὶ σκυθρωπὴ ταῖς τῶν ἀπαιδεύτων ἐνοικεῖ ψυχαῖς, ἐπιταραττομένη ὑπ’ὀργῆς τινος ἢ δυσμενείας ἢ φιλονεικίας ἢ ἀνελευθερίας · ὧν ὁ οἶνος ἀμβλύνων τὰ πολλὰ μᾶλλον ἢ παροξύνων οὐκ ἄφρονας οὐ δ’ἠλιθίους ἀλλ’ἁπλοῦς ποιεῖ καὶ ἀπανούργους, οὐ δὲ παρορατικοὺς τοῦ συμφέροντος ἀλλὰ τοῦ καλοῦ προαιρετικούς. οἱ δὲ τὴν πανουργίαν δεινότητα καὶ φρόνησιν ἡγούμενοι τὴν ψευδοδοξίαν καὶ ἀνελευθερίαν εἰκότως ἀβελτέρους ἀποφαίνουσι τοὺς ἐν οἴνῳ λέγοντας ἀφελῶς καὶ ἀδόλως τὸ φαινόμενον · το- τοὐναντίον δ’οἱ παλαιοὶ τὸν θεὸν Ἐλευθερέα καὶ Λύσιον ἐκάλουν καὶ μαντικῆς πολλὴν ἔχειν ἡγοῦντο μοῖραν, οὐ διὰ” τὸ βακχεύσιμον καὶ μανιῶδες “ὥσπερ Εὐριπίδης εἶπεν, ἀλλ’ὅτι τὸ δουλοπρεπὲς καὶ περιδεὲς καὶ ἄπιστον ἐξαιρῶν καὶ ἀπολύων τῆς ψυχῆς ἀληθείᾳ καὶ παρρησίᾳ χρῆσθαι πρὸς ἀλλήλους δίδωσιν”.