Origen

Commentary on Matthew, 11

11.1ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ’ὃν ἔστιν εὐκαίρως εἰπεῖν τὸ ἐσχάτη ὥρα ἐστίν, ἐν τῇ Ἰωάννου ἐπιστολῇ κείμενον, οἵτινες μηδέπω νοοῦντες ἔμελλε ποιεῖν λόγος φασὶν αὐτῷ ὅτι ἔρημός ἐστιν τόπος, ὁρῶντες τὴν τοῦ θείου καὶ νόμου καὶ λόγου ἐρημίαν ἐν τοῖς πολλοῖς. λέγουσι δ’αὐτῷ τὸ καὶ ὥρα ἤδη παρῆλθεν, οἱονεὶ παρελήλυθε τὸ εὔκαιρον νόμου καὶ προφητῶν. τάχα δὲ τοῦτο ἔλεγον, ἀναφέροντες τὸν λόγον, καὶ διὰ τὸ τὸν Ἰωάννην ἀποκεκεφαλίσθαι καὶ τὸν νόμον καὶ τοὺς προφήτας, οἳ ἦσαν μέχρι Ἰωάννου, πεπαῦσθαι. παρῆλθεν οὖν, φασίν, ὥρα, καὶ οὐ πάρεστι τροφὴ τῷ τὸν καιρὸν αὐτῆς μηκέτι ἐνεστηκέναι, ἵν’οἱ ἐν τῇ ἐρήμῳ ἀκολουθήσαντές σοι νόμῳ καὶ προφήταις δουλεύσωσι. καὶ ἔτι φασὶν οἱ μαθηταί · ἀπόλυσον οὖν αὐτούς, ἵν’ἕκαστος, εἰ μὴ δύναται ἀπὸ τῶν πόλεων, ἀλλ’ἀπὸ τῶν κωμῶν, τῶν ἀτιμοτέρων χωρίων, ὠνήσηται βρώματα. ταῦτα μὲν ἔφασκον οἱ μαθηταί, ἀπογινώσκοντες τοῖς ὄχλοις εὑρεθήσεσθαι, μετὰ τὸ καταλελύσθαι τὸ γράμμα τοῦ νόμου καὶ πεπαῦσθαι προφητείας, παραδόξους καὶ καινὰς τροφάς. ἀλλ’ Ἰησοῦς ὅρα τί ἀποκρίνεται τοῖς μαθηταῖς, μονονουχὶ βοῶν καὶ σαφῶς λέγων · ὑμεῖς μὲν ὑπολαμβάνετε ὅτι, ἐὰν ἀπέλθωσιν ἀπ’ἐμοῦ πολὺς ὄχλος χρῄζοντες τροφῶν, ταύτας εὑρήσουσιν ἐν κώμαις μᾶλλον παρ’ἐμοί, καὶ ἐν συστήμασιν ἀνθρώπων οὐ πολιτῶν ἀλλὰ κωμητῶν μᾶλλον ὅτε παραμενοῦσί μοι. ἐγὼ δὲ ὑμῖν ἀποφαίνομαι ὅτι, οὗ μὲν ὑπολαμβάνετε χρῄζειν αὐτούς, οὐ χρῄζουσιν οὐ γὰρ χρείαν ἔχουσι τοῦ ἀπελθεῖν · οὗ δὲ νομίζετε αὐτοὺς μὴ ἔχειν χρείαν τουτέστιν ἐμοῦ, ὡς μὴ δυναμένου αὐτοὺς τρέφειν, τούτου παρὰ τὴν ὑμετέραν προσδοκίαν χρείαν ἔχουσιν. ἐπεὶ οὖν παιδεύσας ὑμᾶς ἱκανοὺς ἐποίησα πρὸς τὸ διδόναι τοῖς δεομένοις λογικὴν τροφήν, ὑμεῖς δότε τοῖς ἀκολουθήσασί μοι ὄχλοις φαγεῖν · ἔχετε γὰρ δύναμιν ἀπ’ἐμοῦ λαβόντες τοῦ δοῦναι τοῖς ὄχλοις φαγεῖν, ᾗτινι εἰ ἦτε ἐπιστάντες, κατενοήσατε ἄν, ὅτι πολλῷ πλεῖον ἐγὼ δύναμαι αὐτοὺς θρέψαι, καὶ οὐκ εἰρήκειτε ἄν · ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
11.2 μὲν οὖν Ἰησοῦς, δι’ἣν ἔδωκε δύναμιν καὶ ἑτέρων θρεπτικὴν τοῖς μαθηταῖς, εἶπε · δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ μὴ ἀρνούμενοι μὲν τὸ δύνασθαι διδόναι ἄρτους, πολλῷ δὲ ὀλιγωτέρους αὑτοὺς νομίζοντες εἶναι καὶ οὐχ ἱκανοὺς τρέφειν τοὺς ἀκολουθήσαντας τῷ Ἰησοῦ, οὐ δὲ θεωροῦντες ὅτι ἕκαστον ἄρτον λόγον Ἰησοῦς λαβὼν εἰς ὅσον βούλεται ἐκτείνει, ποιῶν αὐτὸν διαρκῆ πᾶσιν ὅσους ἐὰν θρέψαι θέλῃ, φασίν · οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας, πέντε μὲν ἴσως αἰνισσόμενοι ἄρτους εἶναι τοὺς αἰσθητοὺς τῶν γραφῶν λόγους καὶ διὰ τοῦτο ἰσαρίθμους ταῖς πέντε αἰσθήσεσιν, δύο δὲ ἰχθῦς ἤτοι τὸν προφορικὸν καὶ τὸν ἐνδιάθετον λόγον, ὡσπερεὶ ὄψον τυγχάνοντας τῶν ἐν ταῖς γραφαῖς αἰσθητῶν κειμένων, τάχα καὶ τὸν φθάσαντα ἐπ’αὐτοὺς περὶ πατρὸς καὶ υἱοῦ λόγον. διὸ καὶ αὐτὸς ἔφαγεν ἰχθύος ὀπτοῦ ἀναστὰς μέρος λαβὼν ἀπὸ τῶν μαθητῶν, καὶ ἀποδεξάμενος ἣν ἐδύναντο ἐκ μέρους ἀπαγγεῖλαι αὐτῷ περὶ τοῦ πατρὸς θεολογίαν. ἡμεῖς μὲν οὖν οὕτως τῷ περὶ τῶν πέντε ἄρτων καὶ δύο ἰχθύων ἐπιβαλεῖν δεδυνήμεθα λόγῳ · εἰκὸς δὲ ὅτι οἱ μᾶλλον ἡμῶν συναγαγεῖν δυνάμενοι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας παρ’ἑαυτοῖς πλείονα καὶ κρείττονα δύναιντ’ἂν ἀποδοῦναι περὶ τούτων νοῦν. παρατηρητέον μέντοι ὅτι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας οἱ μαθηταὶ λέγουσιν ἔχειν παρὰ τῷ Ματθαίῳ καὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ, οὔθ’ὅτι πύρινοι οὔθ’ὅτι κρίθινοι ἦσαν ὑποσημειωσάμενοι · δὲ Ἰωάννης μόνος κριθίνους εἶπεν εἶναι τοὺς ἄρτους, διὸ τάχα οὐ δὲ οἱ μαθηταὶ ὁμολογοῦσιν ἔχειν αὐτοὺς παρ’ἑαυτοῖς ἐν τῷ τοῦ Ἰωάννου εὐαγγελίῳ, ἀλλὰ λέγουσι παρ’αὐτῷ ὅτι ἔστι παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια. καὶ ὅσον μὲν οἱ πέντε ἄρτοι οὗτοι καὶ οἱ δύο ἰχθύες οὐκ ἐφέροντο ὑπὸ τῶν μαθητῶν τῷ Ἰησοῦ, οὐκ ηὔξανον οὐ δὲ ἐπλήθυνον οὐ δὲ ἐδύναντο τρέφειν πλείονας · ὅτε δὲ λαβὼν αὐτοὺς σωτὴρ πρῶτον ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ταῖς ἀκτῖσι τῶν ὀφθαλμῶν αὐτοῦ οἱονεὶ καταβιβάζων δύναμιν ἐκεῖθεν, τὴν ἀνακραθησομένην τοῖς ἄρτοις καὶ τοῖς ἰχθύσι, μέλλουσι τρέφειν τοὺς πεντακισχιλίους, καὶ μετὰ τοῦτο ηὐλόγησε τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, τῷ λόγῳ καὶ τῇ εὐλογίᾳ αὔξων καὶ πληθύνων αὐτούς, καὶ τρίτον μερίζων καὶ κλῶν ἔδωκε τοῖς μαθηταῖς, ἵν’ἐκεῖνοι τοῖς ὄχλοις παραθῶσι, τότε διήρκεσαν οἱ ἄρτοι καὶ οἱ ἰχθύες, ὡς φαγεῖν πάντας καὶ κορεσθῆναι καί τινας τῶν εὐλογηθέντων ἄρτων μὴ χωρῆσαι φαγεῖν. ἐπερίσσευσε γὰρ τοῖς ὄχλοις τοσαῦτα κατὰ μὲν τοὺς ὄχλους οὐκ ἦν, κατὰ δὲ τοὺς δυναμένους μαθητὰς ἆραι τὸ περισσεῦον τῶν κλασμάτων καὶ ἀποθέσθαι εἰς κοφίνους πληρουμένους τῶν περισσευμάτων, ὄντας τὸν ἀριθμὸν τοσούτους ὅσαι αἱ φυλαὶ τοῦ Ἰσραήλ. περὶ μὲν οὖν τοῦ Ἰωσὴφ ἐν Ψαλμοῖς γέγραπται · αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν, περὶ δὲ τῶν Ἰησοῦ μαθητῶν ὅτι ἦραν τὸ περισσεῦον τῶν κλασμάτων οἱ δώδεκα, οἶμαι, δώδεκα κοφίνους οὐχ ἡμιτελεῖς, ἀλλὰ πλήρεις. καί εἰσιν, οἶμαι, μέχρι τοῦ δεῦρο καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ πλήρεις κόφινοι δώδεκα τῶν κλασμάτων ἄρτου ζῶντος, οὓς μὴ δύνανται οἱ ὄχλοι ἐσθίειν, παρὰ τοῖς τῶν ὄχλων κρείττοσι μαθηταῖς τοῦ Ἰησοῦ. ἦσαν δὲ οἱ ἐσθίοντες ἀπὸ τῶν πέντε ἄρτων τῶν πρὸ τῶν περισσευσάντων κοφίνων δώδεκα συγγενεῖς τῷ πέντε ἀριθμῷ μέχρι τῶν αἰσθητῶν φθάσαντες καὶ διὰ τοῦτο πεντακισχίλιοι · καὶ μέχρι τῶν αἰσθητῶν ἔφθασαν οἱ φαγόντες, ἐπεὶ καὶ οὗτοι ἀπὸ τοῦ ἀναβλέψαντος εἰς οὐρανὸν ἐτράφησαν καὶ εὐλογήσαντος καὶ κλάσαντος αὐτούς, καὶ οὐ παῖδες οὐ δὲ γυναῖκες, ἀλλ’ἄνδρες. εἰσὶ γὰρ καὶ ἐν αἰσθηταῖς, οἶμαι, τροφαῖς διαφοραί, ὡς τινὰς μὲν αὐτῶν εἶναι τῶν καταργησάντων τὰ τοῦ νηπίου, τινὰς δὲ τῶν νηπίων ἔτι καὶ σαρκίνων ἐν Χριστῷ.
11.3καὶ ταῦτα δὲ ἡμῖν λέλεκται διὰ τὸ οἱ ἐσθίοντες ἦσαν ἄνδρες πεντακισχίλιοι χωρὶς παιδίων καὶ γυναικῶν · ὅπερ ἀμφίβολόν ἐστιν · γὰρ οἱ φαγόντες ἦσαν ἄνδρες πεντακισχίλιοι καὶ οὐδεὶς ἦν ἐν τοῖς ἐσθίουσι παιδίον γυνή, ὅτι μόνον ἄνδρες πεντακισχίλιοι ἦσαν μὴ ἀριθμουμένων μήτε παίδων μήτε γυναικῶν. τινὲς μὲν οὖν, ὡς φθάσαντες εἰρήκαμεν, οὕτως ἐξειλήφασιν, ὅτι οὔτε παιδία οὔτε γυναῖκες παρῆσαν τοῖς ηὐξηκόσι καὶ πεπληθυσμένοις ἀπὸ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. εἴποι δ’ἄν τις ὅτι, πολλῶν φαγόντων καὶ κατ’ἀξίαν καὶ δύναμιν μετειληφότων ἀπὸ τῶν τῆς εὐλογίας ἄρτων, οἱ μὲν ἀριθμῶν ἄξιοι ἀνάλογον τοῖς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ἀριθμηθεῖσιν εἰκοσαετέσιν Ἰσραηλίταις ἄνδρες ἦσαν · οἱ δὲ μὴ ἄξιοι τηλικούτου λόγου καὶ ἀριθμοῦ παῖδες ἦσαν καὶ γυναῖκες. τροπολόγει δέ μοι καὶ τοὺς παῖδας κατὰ τὸ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ’ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ, καὶ τὰς γυναῖκας κατὰ τὸ βούλομαι δὲ τοὺς πάντας ὑμᾶς παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, τοὺς δὲ ἄνδρας κατὰ τὸ ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. μὴ παρέλθωμεν δὲ ἀδιήγητον καὶ τὸ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες. τί γὰρ σημαίνει τὸ καὶ κελεύσας πάντας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου καὶ τί ἄξιόν ἐστι τῆς κελεύσεως Ἰησοῦ νοῆσαι κατὰ τὸν τόπον; νομίζω δὲ ὅτι τοὺς ὄχλους ἐκέλευσεν ἀνακλιθῆναι ἐν τῷ χόρτῳ διὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον πᾶσα σὰρξ χόρτος, τουτέστιν ὑποκάτω ποιῆσαι τὴν σάρκα καὶ ὑποτάξαι τὸ φρόνημα τῆς σαρκός, ἵν’οὕτω τις δυνηθῇ ὧν εὐλογεῖ ἄρτων Ἰησοῦς μεταλαβεῖν. εἶτα ἐπεὶ τάγματα διάφορά ἐστι τῶν δεομένων τῆς ἀπὸ Ἰησοῦ τροφῆς, μὴ πάντων τοῖς ἴσοις λόγοις τρεφομένων, διὰ τοῦτο οἶμαι τὸν μὲν Μᾶρκον πεποιηκέναι · καὶ ἐπέταξεν αὐτοῖς πᾶσιν ἀνακλιθῆναι συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ πεντήκοντα, τὸν δὲ Λουκᾶν · εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ · κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα. ἔδει γὰρ τοὺς ἀναπαυσομένους ἐπὶ ταῖς Ἰησοῦ τροφαῖς ἤτοι ἐν τάγματι εἶναι τῶν ἑκατόν, ὄντος ἱεροῦ ἀριθμοῦ καὶ τῷ θεῷ διὰ τὴν μονάδα ἀνακειμένου, ἐν τάγματι τῶν πεντήκοντα, ἀριθμῷ περιέχοντι τὴν ἄφεσιν κατὰ τὸ μυστήριον τοῦ Ἰωβηλαίου γινομένου διὰ πεντηκονταετίας, καὶ τῆς κατὰ τὴν Πεντηκοστὴν ἑορτῆς. οἶμαι δὲ ὅτι οἱ δώδεκα κόφινοι ἦσαν παρὰ τοῖς μαθηταῖς πρὸς οὓς εἴρηται · καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ ὥσπερ λέγοιτο ἂν μυστήριον εἶναι θρόνος κρίνοντος φυλὴν Ῥουβεὶμ καὶ θρόνος κρίνοντος φυλὴν Συμεὼν καὶ ἄλλος φυλὴν Ἰούδα καὶ οὕτω καθεξῆς, οὕτως εἴη ἂν καὶ κόφινος τροφῆς Ῥουβεὶμ καὶ ἄλλος Συμεὼν καὶ ἄλλος Λευΐ. οὐ κατὰ τὸν παρόντα δέ ἐστι λόγον νῦν τοσοῦτον ἐκβῆναι τοῦ προκειμένου, ὡς συναγαγεῖν τὰ περὶ τῶν δώδεκα φυλῶν καὶ ἰδίᾳ τὰ περὶ ἑκάστης αὐτῶν καὶ εἰπεῖν τίς ἑκάστη τοῦ Ἰσραὴλ φυλή.
11.4καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσει τοὺς ὄχλους. παρατηρητέον ποσάκις εἴρηται κατὰ τοὺς αὐτοὺς τόπους τὸ ὄνομα οἱ ὄχλοι καὶ ἄλλο ὄνομα οἱ μαθηταί, ἵν’ἐκ τῆς παρατηρήσεως καὶ τῆς περὶ τούτου συναγωγῆς θεωρηθῇ ὅτι τὸ προκείμενον τοῖς εὐαγγελισταῖς ἦν διὰ τῆς εὐαγγελικῆς ἱστορίας παραστῆσαι διαφορὰς τῶν προσερχομένων τῷ Ἰησοῦ · ὧν οἱ μέν εἰσιν ὄχλοι καὶ οὐ χρηματίζουσι μαθηταί, ἕτεροι δὲ οἱ μαθηταὶ κρείττους τυγχάνοντες τῶν ὄχλων. ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος ὀλίγα ῥητὰ ἡμᾶς παραθέσθαι, ἵνα ἀπὸ τούτων κινηθείς τις τὸ ὅμοιον ποιήσῃ ἐπὶ ὅλων τῶν εὐαγγελίων. γέγραπται τοίνυν, ὡς κάτω τῶν ὄχλων τυγχανόντων, τῶν δὲ μαθητῶν ἀναβάντι εἰς τὸ ὄρος τῷ Ἰησοῦ δυναμένων προσελθεῖν ἔνθα οὐχ οἷοίτε ἦσαν οἱ ὄχλοι γενέσθαι, τοιαῦτα · ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος · καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ · καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων · μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν ἄλλῳ τόπῳ, ὡς τῶν ὄχλων δεομένων θεραπείας, λέλεκται · ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτούς. οὐχ εὕρομεν δὲ περὶ τῶν μαθητῶν ἀναγεγραμμένην θεραπείαν · ἐπεὶ εἴ τίς ἐστιν ἤδη μαθητὴς τοῦ Ἰησοῦ, ὑγιαίνει ἐκεῖνος καὶ καλῶς ἔχων δεῖται τοῦ Ἰησοῦ οὐχ ἰατροῦ, ἀλλὰ κατὰ τὰς ἄλλας αὐτοῦ δυνάμεις. πάλιν ἐν ἄλλῳ τόπῳ · λαλοῦντος αὐτοῦ τοῖς ὄχλοις, μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεσαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ · ὅπερ αὐτῷ ἐδηλώθη, πρὸς ὃν ἀπεκρίνατο ἐκτείνας τὴν χεῖρα, οὐκ ἐπὶ τοὺς ὄχλους ἀλλ’ἐπὶ τοὺς μαθητάς, καὶ εἶπεν · ἰδοὺ μήτηρ μου καὶ οἱ ἀδελφοί μου, καὶ μαρτυρῶν τοῖς μαθηταῖς ὡς ποιοῦσι τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς καὶ διὰ τοῦτο ἀξιωθεῖσι τῶν συγγενῶν καὶ οἰκειοτάτων ὀνομάτων πρὸς τὸν Ἰησοῦν, ἐπιφέρει τῷ ἰδοὺ μήτηρ μου καὶ οἱ ἀδελφοί μου · ὅστις ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, αὐτός μου καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί. καὶ πάλιν ἐν ἄλλῳ τόπῳ γέγραπται ὅτι πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς · εἶτα μετὰ τὴν τοῦ σπόρου παραβολὴν προσελθόντες, οὐκέτι οἱ ὄχλοι ἀλλ’οἱ μαθηταί, εἶπον αὐτῷ, οὐχὶ διὰ τί ἐν παραβολαῖς ἡμῖν λαλεῖς; ἀλλὰ διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; ὅτε καὶ ἀποκριθεὶς εἶπεν, οὐ τοῖς ὄχλοις ἀλλὰ τοῖς μαθηταῖς τὸ ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς. οὐκοῦν τῶν προσερχομένων τῷ ὀνόματι τοῦ Ἰησοῦ οἱ μὲν γινώσκοντες τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν μαθηταὶ χρηματίζοιεν ἄν · οἷς δὲ τὸ τοιοῦτον οὐ δέδοται, ὄχλοι οἱ τῶν μαθητῶν ἥττους λέγοιντ’ἄν. πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς μαθηταῖς εἶπε τὸ ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, περὶ δὲ τῶν ὄχλων τὸ ἐκείνοις δὲ οὐ δέδοται. καὶ ἐν ἄλλῳ τόπῳ ἀφίησι μὲν τοὺς ὄχλους, οὐχὶ δὲ τοὺς μαθητάς, καὶ ἔρχεται εἰς τὴν οἰκίαν · καὶ εἰς τὴν οἰκίαν αὐτοῦ προσῆλθον αὐτῷ, οὐχὶ οἱ ὄχλοι ἀλλ’οἱ μαθηταὶ αὐτοῦ λέγοντες · φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ, ἡνίκα ἀκούσας τὰ περὶ Ἰωάννου Ἰησοῦς ἀνεχώρησεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ἰδίαν, οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ, ὅτε ἐξελθὼν εἶδε πολὺν ὄχλον καὶ σπλαγχνισθεὶς ἐπ’αὐτοῖς ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν, τῶν ὄχλων οὐχὶ τῶν μαθητῶν · ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ, οὐχ οἱ ὄχλοι ἀλλ’οἱ μαθηταί, λέγοντες, ὡς ἕτεροι τῶν ὄχλων, ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. ἀλλὰ καὶ ἡνίκα λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε καὶ κλάσας τοὺς ἄρτους οὐ τοῖς ὄχλοις ἀλλὰ τοῖς μαθηταῖς ἔδωκεν, ἵνα οἱ μαθηταὶ δῶσι τοῖς ὄχλοις, μὴ χωροῦσιν ἀπ’αὐτοῦ λαβεῖν ἀλλὰ μόγις διὰ τῶν μαθητῶν δεχομένοις τοὺς τῆς εὐλογίας Ἰησοῦ ἄρτους · καὶ οὐ δὲ τούτους πάντας ἐσθίουσι, χορτασθέντες γὰρ οἱ ὄχλοι καταλελοίπασι τὸ περισσεῦον ἐν κοφίνοις οὖσι πλήρεσι δώδεκα […].
11.5οὗ δὲ ἕνεκεν ταῦτα παρειλήφαμεν, ἐστὶ τὸ προκείμενον ὅτι χωρίσας Ἰησοῦς τῶν ὄχλων τοὺς μαθητὰς ἠνάγκασεν αὐτοὺς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσει αὐτὸς τοὺς ὄχλους. οὐ γὰρ ἠδύναντο οἱ ὄχλοι εἰς τὸ πέραν ἀπελθεῖν, ὡς οὐ μυστικῶς Ἑβραῖοι οἵτινες ἑρμηνεύονται περατικοί · ἀλλὰ τοῦτο ἔργον ἦν τῶν Ἰησοῦ μαθητῶν, λέγω δὲ τὸ εἰς τὸ πέραν ἀπελθεῖν καὶ ὑπερβῆναι τὰ βλεπόμενα καὶ σωματικὰ ὡς πρόσκαιρα, φθάσαι δὲ ἐπὶ τὰ μὴ βλεπόμενα καὶ αἰώνια. εὐεργεσία οὖν αὐτάρκης ἦν τοῖς ὄχλοις ἀπὸ τοῦ Ἰησοῦ αὐτοῖς διδομένη, μὴ δυναμένοις διὰ τὸ ὄχλους εἶναι ἀπελθεῖν εἰς τὸ πέραν, ἀπολυθῆναι ἀπὸ τοῦ Ἰησοῦ. ἥντινα ἀπόλυσιν οὐδεὶς ἔχει ἐξουσίαν ἀπολύειν Χριστὸς μόνος, καὶ οὐχ οἷόντέ ἐστιν ἀπολυθῆναί τινα μὴ πρότερον φαγόντα ἄρτων ὧν Ἰησοῦς εὐλογεῖ, οὐχ οἷόντε δὲ φαγεῖν τινα τῶν ἄρτων τῆς εὐλογίας Ἰησοῦ εἰ μὴ ὡς ἐκέλευσεν Ἰησοῦς ποιήσαντα καὶ ἀνακλιθέντα ἐπὶ τοῦ χόρτου, ὡς ἀποδεδώκαμεν. ἀλλ’οὐ δὲ τοῦτο οἷόντε ποιῆσαι τοὺς ὄχλους μὴ ἀκολουθήσαντας τῷ Ἰησοῦ ἀπὸ τῶν ἰδίων πόλεων ἀναχωρήσαντι εἰς ἔρημον τόπον κατ’ἰδίαν. καὶ πρότερον μὲν ἀξιούμενος ὑπὸ τῶν μαθητῶν ἀπολῦσαι τοὺς ὄχλους, οὐκ ἀπέλυσεν, ἕως ἔθρεψε τοῖς ἄρτοις τῆς εὐλογίας · νῦν δὲ ἀπολύει, τῶν μαθητῶν πρότερον ἀναγκασθέντων ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ ἀπολύει αὐτοὺς κάτω που τυγχάνοντας, κάτω γὰρ ἔρημος · αὐτὸς δὲ ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. καὶ τοῦτο δὲ παρατηρητέον, ὅτι εὐθέως μετὰ τὸ τραφῆναι τοὺς πεντακισχιλίους ἠνάγκασεν Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν. πλὴν οὐ δεδύνηνται οἱ μαθηταὶ προάγειν τὸν Ἰησοῦν εἰς τὸ πέραν, ἀλλὰ μέχρι τοῦ μέσου τῆς θαλάσσης φθάσαντες, βασανιζομένου τοῦ πλοίου τῷ τὸν ἄνεμον αὐτοῖς εἶναι ἐναντίον, ἐφοβήθησαν, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἐλθόντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ. καὶ εἰ μὴ ἀναβεβήκει εἰς τὸ πλοῖον Ἰησοῦς, οὔτ’ἂν τοῖς πλέουσι μαθηταῖς ἐναντιούμενος ἐπαύσατο ἄνεμος, οὔτ’ἂν διαπεράσαντες ἦλθον εἰς τὸ πέραν οἱ πλέοντες. καὶ τάχα βουλόμενος τῇ πείρᾳ αὐτοὺς διδάξαι ὅτι οὐχ οἷόντέ ἐστι χωρὶς αὐτοῦ ἀπελθεῖν εἰς τὸ πέραν, ἠνάγκασε μὲν ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν · μὴ δυνηθεῖσι δ’αὐτοῖς πλέον τοῦ μέσου τῆς θαλάσσης διελθεῖν ἐπιφανεὶς καὶ ποιήσας τὰ γεγραμμένα, ἔδειξεν ὅτι εἰς τὸ πέραν γιγνόμενος Ἰησοῦ αὐτῷ συμπλέοντος φθάνει ἐκεῖ. τί δὲ τὸ πλοῖον εἰς ἠνάγκασεν ἐμβῆναι τοὺς μαθητὰς Ἰησοῦς, τάχα τῶν πειρασμῶν καὶ περιστάσεων ἀγών, εἰς ὃν ἀναγκαζόμενός τις ὑπὸ τοῦ λόγου καὶ οἱονεὶ οὐχ ἑκὼν ἔρχεται, βουλομένου τοῦ σωτῆρος γυμνάσασθαι τοὺς μαθητὰς ἐν τῷ βασανιζομένῳ τούτῳ πλοίῳ ὑπὸ τῶν κυμάτων καὶ τοῦ ἐναντίου ἀνέμου; ἐπειδὴ δὲ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ὀλίγον δ’ἐναλλάξας τὴν λέξιν ἀνέγραψε καὶ Μᾶρκος ποιήσας · καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν εἰς Βηθσαϊδᾶ, ἀναγκαῖον ἐπιστῆσαι τῷ ἠνάγκασεν, ἐπὰν πρότερον ἴδωμεν τὰ τῆς ὀλίγης παραλλαγῆς τοῦ Μάρκου, ὡρισμένον πλεῖον ἐμφαίνοντος διὰ τῆς τοῦ ἄρθρου προσθήκης · οὐ γὰρ ταὐτὸν ἐμφαίνεται ἀπὸ τοῦ εὐθέως ἠνάγκασε τοὺς μαθητάς, ἔχει δέ τι πλεῖον τὸ τοὺς μαθητὰς αὐτοῦ παρὰ τῷ Μάρκῳ γεγραμμένον παρὰ τὸ ἁπλῶς τοὺς μαθητάς. τάχα οὖν ἵνα καὶ τῇ λέξει παραστῶμεν, οἱ μὲν μαθηταὶ δυσαποσπάστως ἔχοντες τοῦ Ἰησοῦ οὐ δὲ κατὰ τὸ τυχὸν αὐτοῦ χωρίζεσθαι δύνανται, βουλόμενοι παρεῖναι αὐτῷ · δὲ κρίνας αὐτοὺς πεῖραν λαβεῖν κυμάτων καὶ ἐναντίου ἀνέμου, οὐκ ἂν γενομένου εἰ ἦσαν μετὰ τοῦ Ἰησοῦ, ἀνάγκην αὐτοῖς ἐπήρτησε χωρισθεῖσιν αὐτοῦ ἐμβῆναι εἰς πλοῖον. ἀναγκάζει μὲν οὖν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον τῶν πειρασμῶν σωτὴρ καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν καὶ ἐπέκεινα τῶν περιστάσεων διὰ τὸ νικᾶν αὐτὰς γενέσθαι. οἱ δὲ εἰς τὸ μέσον τῆς θαλάσσης καὶ τῶν ἐν πειρασμοῖς γενόμενοι κυμάτων καὶ τῶν ἐναντίων ἀνέμων κωλυόντων αὐτοὺς ἀπελθεῖν εἰς τὸ πέραν, παλαίοντες οὐ δεδύνηνται χωρὶς τοῦ Ἰησοῦ νικῆσαι τὰ κύματα καὶ τὸν ἐναντίον ἄνεμον καὶ φθάσαι εἰς τὸ πέραν. διόπερ ἐλεήσας αὐτοὺς λόγος πάντα τὰ παρ’ἑαυτοῖς πράξαντας, ἵνα εἰς τὸ πέραν γένωνται, ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν αὐτῷ μὴ ἔχουσαν κύματα οὐ δὲ ἄνεμον ἐναντιοῦσθαι δυνάμενον, εἰ καὶ ἐβούλετο. καὶ γὰρ οὐ γέγραπται ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὰ κύματα, ἀλλ’ἐπὶ τὰ ὕδατα. δὲ Πέτρος εἶπε · κέλευσόν με ἐλθεῖν πρός σε, οὐκ ἐπὶ τὰ κύματα, ἀλλ’ἐπὶ τὰ ὕδατα · ὅστις κατὰ τὰς ἀρχάς, εἰπόντος αὐτῷ τοῦ Ἰησοῦ ἐλθέ, καταβὰς ἀπὸ τοῦ πλοίου περιεπάτησεν, οὐκ ἐπὶ τὰ κύματα, ἀλλ’ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν, ἐπεὶ δὲ ἐδίστασεν, εἶδεν ἰσχυρὸν τὸν ἄνεμον, οὐκ ὄντα ἰσχυρὸν τῷ ἀποθεμένῳ τὴν ὀλιγοπιστίαν καὶ τὸν δισταγμόν. καὶ ἀναβάντος τοῦ Ἰησοῦ μετὰ Πέτρου εἰς τὸ πλοῖον, ἐκόπασεν ἄνεμος, μηδὲν ἔτι δυνάμενος ἐνεργεῖν εἰς αὐτὸ ἀναβάντος τοῦ Ἰησοῦ.
11.6καὶ τότε οἱ μαθηταὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ, ἧς τὴν ἑρμηνείαν εἰ ἔγνωμεν, καὶ ἀπ’αὐτῆς ὠνάμεθα ἄν τι πρὸς τὴν τῶν προκειμένων διήγησιν. παρατήρει δέ, ἐπεὶ πιστὸς θεός, οὐκ ἐῶν πειρασθῆναι τοὺς ὄχλους ὑπὲρ δύνανται, τίνα τρόπον υἱὸς τοῦ θεοῦ τοὺς μὲν μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς τὸ πλοῖον, ὡς ἰσχυροτέρους καὶ δυναμένους ἐπὶ τὸ μέσον τῆς θαλάσσης φθάσαι καὶ ὑπομεῖναι τὴν ἀπὸ τῶν κυμάτων βάσανον, ἕως ἄξιοι τῆς θείας βοηθείας γένωνται καὶ ἴδωσι τὸν Ἰησοῦν καὶ ἀκούσωσιν λαλοῦντος αὐτοῦ καὶ δυνηθῶσιν ἀναβάντος αὐτοῦ διαπεράσαι καὶ ἐλθεῖν εἰς τὴν γῆν Γενησαρέτ, τοὺς δὲ ὄχλους ἀπολύσας, οὐ λαβόντας πεῖραν ὡς ἀσθενεστέρους πλοίου καὶ κυμάτων καὶ ἐναντιουμένου ἀνέμου, ἀνέβη εἰς τὸ ὄρος κατ’ἰδίαν προσεύξασθαι. περὶ τίνος δὲ προσεύξασθαι, τάχα περὶ μὲν τῶν ὄχλων, ἵνα ἀπολυθέντες μετὰ τοὺς τῆς εὐλογίας ἄρτους μηδὲν ἐναντίον τῇ ἀπὸ τοῦ Ἰησοῦ ἀπολύσει πράξωσι, περὶ δὲ τῶν μαθητῶν, ἵνα ἀναγκασθέντες ὑπ’αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν μηδὲν πάθωσιν ἐν τῇ θαλάσσῃ, μήθ’ὑπὸ τῶν βασανιζόντων τὸ πλοῖον αὐτῶν κυμάτων μήθ’ὑπὸ τοῦ ἐναντίου ἀνέμου; καὶ θαρρήσας εἴποιμι ἂν ὅτι, διὰ τὴν τοῦ Ἰησοῦ πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν εὐχήν, οὐδὲν πεπόνθασιν οὗτοι, θαλάσσης καὶ κυμάτων καὶ ἐναντίου ἀνέμου αὐτοῖς ἀντιπρασσόντων. μὲν οὖν ἁπλούστερος ἀρκείσθω τῇ ἱστορίᾳ · ἡμεῖς δέ, εἴ ποτε ἀνάγκαις πειρασμῶν περιπίπτομεν, ἀναμιμνησκώμεθα ὅτι ἠνάγκασεν ἡμᾶς Ἰησοῦς ἐμβῆναι εἰς τὸ πλοῖον, αὐτὸν βουλόμενος ἡμᾶς προάγειν εἰς τὸ πέραν. οὐ γὰρ δυνατὸν μὴ πειρασμοὺς ὑπομείναντας κυμάτων καὶ ἀνέμου ἐναντίου εἰς τὸ πέραν φθάσαι. εἶτ’ἐπειδὰν ἴδωμεν πολλὰ τὰ περιεστηκότα ἡμᾶς πράγματα καὶ χαλεπὰ καὶ κάμνοντες μετρίως αὐτὰ ἐπὶ ποσὸν διανηξώμεθα, λογιζώμεθα ὅτι τὸ πλοῖον ἡμῶν μέσον ἐστὶ τῆς θαλάσσης τότε βασανιζόμενον ὑπὸ τῶν κυμάτων βουλομένων ἡμᾶς ναυαγῆσαι περὶ τὴν πίστιν τινα τῶν ἀρετῶν. ἀλλ’ἐπὰν τὸ πνεῦμα τοῦ πονηροῦ βλέπωμεν ἀντιπρᾶττον ἡμῶν τοῖς πράγμασιν, ἐννοήσωμεν ὅτι τότε ἡμῖν ἐναντίος ἐστὶν ἄνεμος. ἐπὰν οὖν ταῦτα πάσχοντες τρεῖς φυλακὰς τῆς νυκτὸς τοῦ ἐν τοῖς πειρασμοῖς σκότους διανύσωμεν, κατὰ τὸ δυνατὸν ἀγωνιζόμενοι καλῶς καὶ τηροῦντες ἑαυτοὺς πρὸς τὸ μὴ ναυαγῆσαι περὶ τὴν πίστιν τινα τῶν ἀρετῶν, πρώτην φυλακὴν τὸν πατέρα τοῦ σκότους καὶ τῆς κακίας, καὶ δευτέραν τὸν υἱὸν αὐτοῦ τὸν ἀντικείμενον καὶ ἐπαιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν σέβασμα, καὶ τρίτην τὸ ἐναντίον τῷ ἁγίῳ πνεύματι πνεῦμα, τότε πιστεύωμεν ὅτι τετάρτης ἐνεστηκυίας φυλακῆς, ὅτε νὺξ προέκοψεν, δὲ ἡμέρα ἤγγικεν, ἐλεύσεται πρὸς ἡμᾶς υἱὸς τοῦ θεοῦ, ἵν’εὐτρεπίσῃ ἡμῖν τὴν θάλασσαν περιπατῶν ἐπ’αὐτῆς. καὶ ἐπὰν ἴδωμεν τὸν λόγον ἡμῖν ἐμφανιζόμενον, ταραχθησόμεθα μὲν πρὶν τρανῶς καταλαβεῖν ὅτι σωτὴρ ἡμῖν ἐπιδεδήμηκεν, οἰόμενοι ἔτι φάντασμα θεωρεῖν, καὶ φοβούμενοι κεκραξόμεθα · ἀλλ’αὐτὸς εὐθέως ἡμῖν λαλήσει λέγων · θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. καὶ θερμότερον κινούμενος ἀπὸ τοῦ θαρσεῖτε εἴ τις ἐν ἡμῖν εὑρεθείη Πέτρος, ὁδεύων μὲν ἐπὶ τὴν τελειότητα, οὐδέπω δὲ τοιοῦτος γεγενημένος, καταβὰς ἀπὸ τοῦ πλοίου, ὡς ἔξω τοῦ πειρασμοῦ γινόμενος ἐκείνου ἐν ἐβασανίζετο, περιπατήσει μὲν κατ’ἀρχὰς βουλόμενος ἐλθεῖν πρὸς τὸν Ἰησοῦν ἐπὶ τὰ ὕδατα, ὡς ἔτι δὲ ὀλιγόπιστος καὶ ὡς ἔτι διστάζων ὄψεται ἰσχυρὸν τὸν ἄνεμον καὶ φοβηθήσεται καὶ ἄρξεται μὲν καταποντίζεσθαι, οὐ πείσεται δὲ τοῦτο διὰ τὸ τὸν Ἰησοῦν μεγάλῃ καλεῖν φωνῇ καὶ λέγειν αὐτῷ · κύριε, σῶσόν με. εἶτ’εὐθέως ἔτι λαλοῦντος τοῦ τοιούτου Πέτρου καὶ λέγοντος · κύριε, σῶσόν με, ἐκτενεῖ τὴν χεῖρα λόγος, ὀρέγων τῷ τοιούτῳ βοήθειαν, καὶ ἐπιλήψεται αὐτοῦ ἀρξαμένου καταποντίζεσθαι καὶ ὀνειδίσει αὐτῷ ἐπὶ τῇ ὀλιγοπιστίᾳ καὶ τῷ δισταγμῷ. πλὴν τήρει ὅτι οὐκ εἶπεν · ἄπιστε, ἀλλά · ὀλιγόπιστε, καὶ ὅτι λέλεκται · εἰς τί ἐδίστασας, ἔχων μέν τι τῆς πίστεως, κλίνων δὲ καὶ πρὸς τὸ ἐναντίον αὐτῇ;
11.7καὶ ἐπὶ τούτοις γε καὶ Ἰησοῦς καὶ Πέτρος ἀναβήσονται εἰς τὸ πλοῖον καὶ κοπάσει ἄνεμος καὶ οἱ ἐν τῷ πλοίῳ ἐννοήσαντες ἀφ’οἵων διεσώθησαν κινδύνων, προσκυνήσουσι λέγοντες, οὐχ ἁπλῶς · θεοῦ υἱὸς εἶ, ὡς καὶ οἱ δύο δαιμονιζόμενοι, ἀλλά · ἀληθῶς θεοῦ υἱὸς εἶ · ὅπερ λέγουσιν οἱ ἐν τῷ πλοίῳ μαθηταί, οὐ γὰρ ἄλλους τῶν μαθητῶν νομίζω τοῦτο εἰρηκέναι. ἐπὰν δὲ ἐν τούτοις ὅλοις γενώμεθα διαπεράσαντες, ἐλευσόμεθα εἰς τὴν γῆν, ἔνθα προάγειν ἡμῖν ἐκέλευσεν Ἰησοῦς. τάχα δὲ καὶ δηλοῦταί τι ἀπόρρητον καὶ κεκρυμμένον μυστήριον περί τινων σεσωσμένων ὑπὸ τοῦ Ἰησοῦ ἀπὸ τοῦ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, δῆλον δ’ὅτι τοῦ ἐν τῷ πέραν, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, περίχωρον τοῦ πέραν οὐκ ἐν αὐτῷ τῷ πέραν, ἀλλὰ περὶ αὐτό, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. ἐν τούτῳ δὲ τήρει ὅτι προσήνεγκαν αὐτῷ οὐ πολλοὺς κακῶς ἔχοντας μόνον, ἀλλὰ πάντας τοὺς ἐν τῇ περιχώρῳ ἐκείνῃ. οἱ δὲ προσενεχθέντες αὐτῷ κακῶς ἔχοντες παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, χάριν ἀπ’αὐτοῦ αἰτοῦντες ταύτην, ἐπεὶ μὴ ἦσαν ὁποία αἱμορροοῦσα γυνὴ τὰ δώδεκα ἔτη καὶ προσελθοῦσα ὄπισθεν καὶ ἁψαμένη τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, ὅτι ἔλεγεν ἐν ἑαυτῇ · εἰ μόνον ἅψομαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι τήρει γὰρ τὸ σύμφωνον ἐν τοῖς περὶ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ διὸ παραχρῆμα ἔστη ῥύσις τοῦ αἵματος αὐτῆς. οἱ δὲ ἀπὸ τῆς περιχώρου τῆς γῆς Γενησαρέτ, εἰς ἣν διαπεράσαντες ἦλθον Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀφ’ἑαυτῶν προσῆλθον τῷ Ἰησοῦ ἀλλὰ προσήχθησαν ὑπὸ τῶν ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα κακῶς ἔχειν προσελθεῖν ἀφ’ἑαυτῶν, καὶ οὐ δὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς αἱμορροοῦσα, ἀλλὰ παρακαλεσάντων ἐκείνων. πλὴν καὶ τούτων ὅσοι ἥψαντο διεσώθησαν. εἰ δὲ ἔστι τις διαφορὰ τοῦ διεσώθησαν ἐπὶ τούτων εἰρημένου πρὸς τὸ σωθῆναι ἐκείνην εἴρηται γὰρ πρὸς τὴν αἱμορροοῦσαν · πίστις σου σέσωκέ σε, καὶ αὐτὸς ἐπιστήσεις.
11.8τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες · διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν. παρατηρήσας κατὰ ποῖον καιρὸν προσῆλθον τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες · διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων καὶ τὰ ἑξῆς, εἴσεται ὅτι ἀναγκαίως Ματθαῖος οὐχ ἁπλῶς ἀνέγραψε προσεληλυθέναι τοὺς ἀπὸ Ἱεροσολύμων Φαρισαίους καὶ γραμματεῖς τῷ σωτῆρι πυνθανομένους αὐτοῦ τὰ ἐκκείμενα, ἀλλὰ πεποίηκε · τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων. πότε οὖν τότε, κατανοητέον. ἡνίκα διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρὲτ τῷ πλοίῳ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, κοπάσαντος τοῦ ἀνέμου ἀφ’οὗ ἐπιβέβηκεν Ἰησοῦς τῷ πλοίῳ, καὶ ὅτ’ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας καὶ παρεκάλουν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ · καὶ ὅσοι ἥψαντο διεσώθησαν, τηνικάδε προσῆλθον αὐτῷ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς, μὴ καταπλαγέντες τὴν ἐν τῷ Ἰησοῦ δύναμιν ἰασαμένην τοὺς κἂν μόνον τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψαμένους, φιλαιτίως δὲ ἐγκαλοῦντες ἐπὶ τοῦ διδασκάλου, οὐ περὶ παραβάσεως ἐντολῆς θεοῦ ἀλλὰ παραδόσεως μιᾶς Ἰουδαϊκῶν πρεσβυτέρων. καὶ εἰκὸς ὅτι αὐτὸ τὸ τῶν φιλαιτίων ἔγκλημα παρίστησι τὴν τῶν μαθητῶν Ἰησοῦ εὐλάβειαν, μηδεμίαν ἀφορμὴν διδόντων ἐπιλήψεως ὡς περὶ παραβάσεως ἐντολῶν θεοῦ τοῖς Φαρισαίοις καὶ γραμματεῦσιν, οἵτινες οὐκ ἂν προσήνεγκαν τὸ περὶ παραβάσεως τοῖς μαθηταῖς Ἰησοῦ ἔγκλημα ὡς παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων, εἴπερ εἶχον ἐπιλαμβάνεσθαι τῶν ἐγκαλουμένων καὶ ἀποδεικνύναι αὐτοὺς παραβαίνοντας ἐντολὴν θεοῦ. μὴ νομίσῃς δὲ ταῦτα κατασκευαστικὰ εἶναι τοῦ δεῖν τηρεῖσθαι τὸν κατὰ τὸ γράμμα Μωσέως νόμον, ἐπεὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ ἕως τότε αὐτὸν ἐφύλαττον · οὐ γὰρ πρὸ τοῦ παθεῖν ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου ἐν τῷ παθεῖν ὑπὲρ ἀνθρώπων γενόμενος ὑπὲρ ἡμῶν κατάρα. ἀλλ’ὡσπερεὶ καθηκόντως καὶ Παῦλος τοῖς Ἰουδαίοις Ἰουδαῖος ἐγένετο, ἵνα Ἰουδαίους κερδήσῃ, τί ἄτοπον τοὺς ἀποστόλους ἐν Ἰουδαίοις ποιουμένους τὰς διατριβάς, κἂν τὰ πνευματικὰ νοῶσι τοῦ νόμου, χρῆσθαι τῇ συμπεριφορᾷ, ὡς καὶ Παῦλος Τιμόθεον περιτεμὼν καὶ θυσίαν κατά τινα νομικὴν εὐχὴν προσαγαγών, ὡς ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσι; πλὴν πάνυ φαίνονται φιλεγκλήμονες οἱ περὶ μὲν ἐντολῆς θεοῦ μηδὲν ἔχοντες ἐγκαλεῖν τοῖς Ἰησοῦ μαθηταῖς, μόνον δὲ περὶ πρεσβυτέρων παραδόσεως μιᾶς. καὶ μάλιστα ἐμφαίνεται οὕτως τὸ φιλέγκλημον, ὅτι παρ’αὐτοῖς τοῖς ἰαθεῖσιν ἀπὸ τοῦ κακῶς ἔχειν προσάγουσι τὸ ἔγκλημα, τῷ μὲν δοκεῖν κατὰ τῶν μαθητῶν, τὸ δ’ἀληθὲς τὸν διδάσκαλον διαβάλλειν προαιρούμενοι · ὅτι καὶ παράδοσις ἦν τῶν πρεσβυτέρων τὸ νίπτεσθαι ὡς ἀναγκαῖον πρὸς εὐσέβειαν. ὤιοντο γὰρ κοινὰς μὲν καὶ ἀκαθάρτους εἶναι χεῖρας τὰς τῶν μὴ νιψαμένων πρὸ τοῦ ἀρτοφαγεῖν, καθαρὰς δὲ καὶ ἁγίας γεγονέναι τὰς τῶν ἀποπλυνομένων ὕδατι, οὐ συμβολικῶς, ἀλλ’ἀνάλογον τῷ κατὰ τὸ γράμμα Μωσέως νόμῳ. ἡμεῖς δὲ οὐ κατὰ τὴν τῶν παρ’ἐκείνοις πρεσβυτέρων παράδοσιν, ἀλλὰ κατὰ τὸ εὔλογον καθαίρειν πειρώμεθα ἑαυτῶν τὰς πράξεις καὶ οὕτως τὰς τῶν ψυχῶν νίπτεσθαι χεῖρας, ὅταν μέλλωμεν ἐσθίειν οὓς αἰτοῦμεν ἀπὸ τοῦ φίλου ἡμῖν θέλοντος εἶναι Ἰησοῦ τρεῖς ἄρτους · κοιναῖς γὰρ καὶ ἀνίπτοις καὶ οὐ καθαραῖς χερσὶν οὐ χρὴ τῶν ἄρτων μεταλαμβάνειν.
11.9 δὲ Ἰησοῦς οὐκ ἐγκαλεῖ περὶ παραδόσεως αὐτοῖς πρεσβυτέρων Ἰουδαίων, ἀλλὰ περὶ τῶν ἐντολῶν θεοῦ ἀναγκαιοτάτων δύο, ὧν μὲν ἑτέρα πέμπτη ἦν τῆς δεκαλόγου οὕτως ἔχουσα · τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵν’εὖ σοι γένηται, καὶ γένῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς κύριος θεός σου δίδωσί σοι, δὲ λοιπὴ ἐν τῷ Λευϊτικῷ τοῦτον ἐγέγραπτο τὸν τρόπον · ἐὰν ἄνθρωπος κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω · πατέρα αὐτοῦ μητέρα κακῶς εἶπεν, ἔνοχος ἔσται. ἀλλ’ἐπεὶ αὐτὴν θέλομεν ἰδεῖν τὴν λέξιν ἣν ἐξέθετο Ματθαῖος, ὅτι κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω, ἐπίστησον μήποτε ἐλήφθη ἀπὸ τοῦ τόπου ἔνθα γέγραπται · ὃς τύπτει πατέρα αὐτοῦ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω καὶ κακολογῶν πατέρα αὐτοῦ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω. οὕτως μὲν οὖν εἶχον αἱ ἀπὸ τοῦ νόμου λέξεις περὶ τῶν δύο ἐντολῶν. δὲ Ματθαῖος ἐκ μέρους καὶ ἐπιτετμημένως αὐτὰς ἐξέθετο καὶ οὐκ αὐταῖς λέξεσι. τί δὲ ἐγκαλεῖ τοῖς ἀπὸ Ἱεροσολύμων Φαρισαίοις καὶ γραμματεῦσιν σωτήρ, λέγων αὐτοὺς παραβαίνειν τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν ἑαυτῶν παράδοσιν, κατανοητέον. καὶ μὲν θεὸς εἶπε · τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, διδάσκων τὴν δέουσαν τιμὴν ἀπονέμειν γονεῦσι τὸν ἐξ αὐτῶν γεννώμενον. ταύτης τῆς πρὸς τοὺς γονεῖς τιμῆς μέρος ἦν καὶ τὸ κοινωνεῖν αὐτοῖς τῶν βιωτικῶν χρειῶν εἰς διατροφὰς καὶ σκεπάσματα καὶ εἴ τι ἄλλο οἷόςτε ἦν χαρίζεσθαί τις τοῖς ἑαυτοῦ γονεῦσιν. οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς τοιαύτην ἐναντιουμένην τῷ νόμῳ παράδοσιν ἐκδεδώκασιν, ἀσαφέστερον ἐν τῷ εὐαγγελίῳ κειμένην, οὐ δ’αὐτοὶ ἐπιβεβλήκειμεν ἄν, εἰ μὴ τῶν Ἑβραίων τις ἐπιδέδωκεν ἡμῖν τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα. ἔσθ’ὅτε, φησίν, οἱ δανεισταὶ δυστραπέλοις περιπίπτοντες χρεώσταις καὶ δυναμένοις μέν, μὴ βουλομένοις δὲ ἀποδιδόναι τὸ χρέος, ἀνετίθεσαν τὸ ὀφειλόμενον εἰς τὸν τῶν πενήτων λόγον, οἷς ἐβάλλετο εἰς τὸ γαζοφυλάκιον ὑπὸ ἑκάστου, ὡς ἐδύνατο, τῶν βουλομένων αὐτοῖς κοινωνεῖν. ἔλεγον οὖν ἔσθ’ὅτε τοῖς ὀφείλουσι κατὰ τὴν οἰκείαν διάλεκτον · κορβᾶν ἐστιν ὀφείλεις μοι, τουτέστι δῶρον · ἀνέθηκα γὰρ αὐτὸ εἰς λόγον τῆς εἰς θεὸν εὐσεβείας τοῖς πένησιν. εἶτα χρεώστης, ὡς μηκέτι ἀνθρώποις, ἀλλὰ τῷ θεῷ ὀφείλων καὶ τῇ εἰς αὐτὸν εὐσεβείᾳ, οἱονεὶ συνεκλείετο πρὸς τὸ καὶ μὴ βουλόμενος ἀποδοῦναι τὸ χρέος, οὐκέτι μὲν τῷ δανειστῇ, ἤδη δὲ εἰς τὸν λόγον τῶν πενήτων τῷ θεῷ ἐξ ὀνόματος τοῦ δανειστοῦ. ὅπερ οὖν δανειστὴς ἐποίει τῷ χρεώστῃ, τοῦτό ποτέ τινες τῶν υἱῶν τοῖς γονεῦσιν, καὶ ἔλεγον αὐτοῖς ὅτι, ἂν ἐξ ἐμοῦ ὠφεληθῇς, πάτερ μῆτερ, τοῦτο ἴσθι ἀπὸ τοῦ κορβᾶν λαμβάνειν, ἐκ τοῦ λόγου τῶν θεῷ ἀνακειμένων πενήτων. εἶτα ἀκούοντες οἱ γονεῖς ὅτι κορβᾶν ἐστιν ἀνακείμενον τῷ θεῷ τὸ διδόμενον αὐτοῖς, οὐκέτι ἐβούλοντο λαμβάνειν, εἰ καὶ πάνυ ἔχρῃζον τῶν ἀναγκαίων, ἀπὸ τῶν υἱέων. οἱ οὖν πρεσβύτεροι τοιαύτην παράδοσιν εἰς τοὺς ἀπὸ τοῦ λαοῦ ἔλεγον ὅτι, ὅστις ἂν τῷ πατρὶ τῇ μητρὶ εἴπῃ τὸ διδόμενόν τινι αὐτῶν κορβᾶν εἶναι καὶ δῶρον, οὗτος οὐκέτι ὀφειλέτης ἐστὶ πρὸς τὸν πατέρα τὴν μητέρα ἐν δόσει τῶν πρὸς τὰς τοῦ βίου χρείας. ταύτην οὖν ἐλέγχει ὡς οὐχ ὑγιῶς ἔχουσαν παράδοσιν σωτήρ, ἀλλὰ ἐναντιουμένην τῇ ἐντολῇ τοῦ θεοῦ. εἰ γὰρ μὲν θεὸς λέγει τὸ τίμα τὸν πατέρα καὶ τὴν μητέρα, δὲ παράδοσις ἔλεγεν · οὐκ ὀφείλει τιμᾶν τὸν πατέρα τὴν μητέρα τῇ δόσει ἀναθεὶς τῷ θεῷ ὡς κορβᾶν τὸ δοθησόμενον ἂν τοῖς γεγεννηκόσι, δῆλον ὅτι ἠκυροῦτο τοῦ θεοῦ περὶ τιμῆς γονέων ἐντολὴ ὑπὸ τῆς τῶν Φαρισαίων καὶ γραμματέων παραδόσεως, λεγούσης μηκέτι δεῖν τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρα τὸν ἅπαξ ἀνατεθεικότα τῷ θεῷ ἔλαβον ἂν οἱ γεγεννηκότες. καὶ ὡς φιλάργυροί γε οἱ Φαρισαῖοι, ἵνα τῇ προφάσει τῶν πενήτων λαμβάνωσι καὶ τὰ δοθησόμενα ἂν τοῖς γονεῦσί τινος, τὰ τοιαῦτα ἐδίδασκον. καὶ μαρτυρεῖ γε αὐτῶν τῇ φιλαργυρίᾳ τὸ εὐαγγέλιον λέγον · ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὄντες καὶ ἐξεμυκτήριζον αὐτόν. εἴ τις οὖν καὶ τῶν λεγομένων ἐν ἡμῖν πρεσβυτέρων, ὅπως ποτὲ ἀρχόντων τοῦ λαοῦ, μᾶλλον τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμφότερα ποιεῖν, ἀδελφὸς ἂν οὗτος ἐνδίκως λέγοιτο τῶν ἀκυρωσάντων τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ἑαυτῶν Φαρισαίων καὶ ἐλεγχθέντων ὑπὸ τοῦ σωτῆρος ὑποκριτῶν. καὶ σφόδρα γε ἀποτρεπτικά ἐστιν ἐκ τοῦ λόγου τῶν πενήτων λαμβάνειν τινὰ προθύμως καὶ νομίζειν πορισμὸν εἶναι τὴν ἑτέρων εὐσέβειαν, οὐ μόνα δὲ ταῦτα, ἀλλὰ καὶ τὰ περὶ τοῦ προδότου Ἰούδα γεγραμμένα, ὃς τῷ μὲν δοκεῖν ἐπρέσβευε περὶ τῶν πενήτων καὶ ἀγανακτῶν ἔλεγεν · ἠδύνατο τοῦτο τὸ μύρον πραθῆναι δηναρίων τριακοσίων, καὶ δοθῆναι πτωχοῖς, τὸ δ’ἀληθὲς κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. εἴ τις οὖν καὶ νῦν τὸ τῆς ἐκκλησίας ἔχων γλωσσόκομον λέγει μέν, ὡς καὶ Ἰούδας, ὑπὲρ πενήτων, τὰ δὲ βαλλόμενα βαστάζει, τὴν μερίδα ἑαυτῷ τιθείη μετὰ τοῦ ταῦτα πράξαντος Ἰούδα. δι’ ὡς γάγγραινα νομὴν ἐσχηκότα ἐν τῇ ψυχῇ αὐτοῦ, διάβολος ἔβαλεν αὐτοῦ εἰς τὴν καρδίαν τὸν σωτῆρα παραδοῦναι, καὶ παραδεξάμενον τὸ πεπυρωμένον περὶ τούτου βέλος ὕστερον, αὐτὸς εἰσελθὼν εἰς τὴν ψυχὴν αὐτοῦ ἐπλήρωσεν αὐτόν. καὶ τάχα ἐπὰν λέγῃ ἀπόστολος · ῥίζα πάντων τῶν κακῶν ἐστιν φιλαργυρία, διὰ τὴν Ἰούδα λέγει φιλαργυρίαν, ἥτις ῥίζα πάντων τῶν κακῶν ἐστι τῶν κατὰ τοῦ Ἰησοῦ.
11.10ἀλλὰ γὰρ ἐπανέλθωμεν ἐπὶ τὰ προκείμενα, ἐν οἷς σωτὴρ δύο ἀπὸ τοῦ νόμου ἐπιτεμόμενος ἐντολὰς ἐξέθετο, τὴν μὲν ἀπὸ τῆς δεκαλόγου ἀπὸ τῆς Ἐξόδου, τὴν δὲ ἀπὸ τοῦ Λευϊτικοῦ τῶν ἄλλων ἀπό τινος τῶν ἐν τῇ Πεντατεύχῳ. εἶτα ἐπεὶ διηγησάμεθα πῶς ἠκύρωσαν τὸν λόγον τοῦ θεοῦ φάσκοντα · τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, οἱ λέγοντες · οὐ τιμήσει τὸν πατέρα τὴν μητέρα αὐτοῦ, ὃς ἂν εἴπῃ τῷ πατρὶ τῇ μητρὶ αὐτοῦ · δῶρον ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ζητήσαι τις ἂν πῶς οὐ παρέλκει τὸ κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω. ἔστω γάρ, οὐ τιμᾷ τὸν πατέρα καὶ τὴν μητέρα τῷ καλουμένῳ κορβᾶν ἀνατιθεὶς τὰ δοθησόμενα ἂν εἰς τιμὴν πατρὸς καὶ μητρός, πῶς οὖν τῶν Φαρισαίων παράδοσις ἀκυροῖ καὶ τὸν λέγοντα · κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω; ἀλλὰ μήποτε ὃς ἐὰν εἴπῃ τῷ πατρὶ τῇ μητρί · δῶρον ἂν ἐξ ἐμοῦ ὠφεληθῇς ὡσπερεὶ λοιδορίαν ἐπιφέρει τῷ πατρὶ τῇ μητρί, οἷον ἱεροσύλους λέγων τοὺς γονεῖς λαμβάνοντας τὰ ἀνακείμενα τῷ κορβᾶν ἀπὸ τοῦ ἀνατεθεικότος αὐτὰ αὐτῷ. Ἰουδαῖοι οὖν υἱοὺς ὡς κακολογοῦντας πατέρα μητέρα τοὺς λέγοντας τῷ πατρὶ τῇ μητρί · δῶρον, ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς κολάζουσι κατὰ τὸν νόμον · ὑμεῖς δὲ τῇ μιᾷ ὑμῶν παραδόσει δύο ἐντολὰς τοῦ θεοῦ ἀκυροῦτε. εἶτα οὐκ αἰδεῖσθε ἐγκαλοῦντες τοῖς ἐμοῖς μαθηταῖς οὐδεμίαν μὲν ἐντολὴν παραβαίνουσι πορεύονται γὰρ ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ καὶ δικαιώμασιν ἀμέμπτως, παραβαίνουσι δὲ πρεσβυτέρων παράδοσιν εὐλαβείᾳ τοῦ μὴ παραβῆναι ἐντολὴν θεοῦ. ὅπερ εἰ καὶ ὑμῖν προέκειτο, τὴν μὲν περὶ τιμῆς πατρὸς καὶ μητρὸς ἐντολὴν ἐφυλάξατε ἂν καὶ τὴν λέγουσαν κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω, τὴν δὲ ἐναντιουμένην ταῖς ἐντολαῖς ταύταις τῶν πρεσβυτέρων παράδοσιν οὐκ ἂν ἐφυλάξατε.
11.11μετὰ δὲ ταῦτα ὅλας τὰς παρὰ Ἰουδαίοις τῶν πρεσβυτέρων παραδόσεις ἀπὸ τῶν προφητικῶν βουλόμενος διαβάλλειν λόγων, παρέθετο ῥητὸν ἀπὸ τοῦ Ἡσαΐου, ὅπερ αὐταῖς λέξεσιν οὕτως ἔχει · καὶ εἶπε κύριος · ἐγγίζει μοι λαὸς οὗτος ἐν τῷ στόματι αὐτῶν καὶ τὰ ἑξῆς. καὶ προείπομέν γε ὅτι οὐκ αὐταῖς λέξεσιν ἀνέγραψεν Ματθαῖος τὸ προφητικόν. εἰ δὲ δεῖ, διὰ τὸ εὐαγγέλιον χρησάμενον αὐτῷ, κατὰ τὸ δυνατὸν αὐτὸ διηγήσασθαι, προσληψόμεθα τὴν ἀνωτέρω λέξιν, χρησίμως, οἶμαι, ἡμῖν τετηρημένην εἰς διήγησιν τῆς ἐν τῷ εὐαγγελίῳ ἀπὸ τοῦ προφήτου εἰλημμένης. ἔχει δὲ οὕτως ἀπ’ἀρχῆς τὸ ἐν τῷ Ἡσαΐᾳ ῥητόν · ἐκλύθητε καὶ ἔκστητε, κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐ δ’ἀπὸ οἴνου · ὅτι πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες · ἀνάγνωθι ταῦτα · καὶ ἐρεῖ · οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ · ἀνάγνωθι τοῦτο · καὶ ἐρεῖ · οὐκ ἐπίσταμαι γράμματα. καὶ εἶπε κύριος · ἐγγίζει μοι λαὸς οὗτος καὶ τὰ ἑξῆς ἕως τοῦ οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν. προσλαβὼν τοίνυν τὴν προκειμένην ἐν τῷ εὐαγγελίῳ λέξιν ἐθέμην τινὰ τῶν πρὸ αὐτῆς καί τινα τῶν ἑξῆς αὐτῆς, ἵνα παραστήσωμεν τίνα τρόπον ἀπειλεῖ καμμύσειν τοὺς ὀφθαλμοὺς τῶν ἀπὸ τοῦ λαοῦ λόγος ἐκστάντων καὶ κραιπαλησάντων καὶ πεποτισμένων πνεύματι κατανύξεως, ἀπειλεῖ δὲ καμμύσαι καὶ τοὺς προφήτας αὐτῶν καὶ τοὺς ἐπαγγελλομένους ὁρᾶν τὰ κρυπτὰ ἄρχοντας αὐτῶν. ἅπερ, οἶμαι, γεγένηται μετὰ τὴν τοῦ σωτῆρος ἐπιδημίαν ἐν τῷ λαῷ ἐκείνῳ · γέγονε γὰρ αὐτοῖς πάντα τὰ ῥήματα ὅλων μὲν τῶν γραφῶν, καὶ τοῦ Ἡσαΐου δέ, ὡς λόγοι βιβλίου ἐσφραγισμένου. τὸ δὲ ἐσφραγισμένου εἴρηται οἱονεὶ κεκλεισμένου τῇ ἀσαφείᾳ καὶ μὴ ἠνοιγμένου τῇ σαφηνείᾳ · ὅπερ ἐπίσης τοῖς μη δὲ τὴν ἀρχήν, διὰ τὸ μὴ εἰδέναι γράμματα, ἀναγνῶναι αὐτὸ δυναμένοις καὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματά ἐστιν ἀσαφές, οὐ γινώσκουσι τὸν ἐν τοῖς γεγραμμένοις νοῦν. καλῶς οὖν ἐπιφέρει τούτοις ὅτι, ἐπὰν ἐκλυθεὶς ἀπὸ τῶν ἁμαρτημάτων λαὸς καὶ ἐκστὰς μανῇ κατ’αὐτοῦ, οἷς καὶ κραιπαλήσει κατ’αὐτοῦ πνεύματι κατανύξεως, ποτισθήσεται ὑπὸ τοῦ κυρίου καμμύοντος αὐτῶν τοὺς ὀφθαλμοὺς ὡς ἀναξίους τοῦ βλέπειν, καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν τῶν ἐπαγγελλομένων βλέπειν τὰ κρυπτὰ τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων, καὶ ἐπὰν καμμύσωσιν αὐτῶν οἱ ὀφθαλμοί, τότε αὐτοῖς ἔσται τὰ προφητικὰ ῥήματα ἐσφραγισμένα καὶ ἐπικεκρυμμένα · ὅπερ πεπόνθασιν λαὸς τῶν μὴ πιστευόντων εἰς τὸν Ἰησοῦν ὡς Χριστόν. ἐπὰν δὲ γένηται τὰ προφητικὰ αὐτοῖς ὡς λόγοι βιβλίου ἐσφραγισμένου, οὐ μόνον τοῖς μὴ εἰδόσιν, ἀλλὰ καὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματα, τότε εἶπεν κύριος μόνῳ τῷ στόματι ἐγγίζειν τὸν λαὸν τῶν Ἰουδαίων τῷ θεῷ · καὶ τοῖς χείλεσι τιμᾶν αὐτόν φησι, διότι καρδία αὐτῶν διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν πόρρω ἐστὶν ἀπὸ κυρίου. καὶ νῦν μάλιστα, ἐξ οὗ τὸν σωτῆρα ἡμῶν ἠρνήσαντο, λεχθείη ἂν ὑπὸ τοῦ θεοῦ περὶ αὐτῶν τὸ μάτην δὲ σέβονταί με · οὐκέτι γὰρ διδάσκουσιν ἐντάλματα θεοῦ, ἀλλὰ ἀνθρώπων καὶ διδασκαλίας οὐκέτι τὰς ἀπὸ τῆς τοῦ πνεύματος σοφίας, ἀλλὰ τὰς ἀνθρωπίνας. ὅθεν τούτων αὐτοῖς συμβαινόντων, μετέθηκεν θεὸς τὸν τῶν Ἰουδαίων λαὸν καὶ ἀπώλεσε τὴν σοφίαν αὐτῶν τῶν παρ’αὐτοῖς σοφῶν οὐκέτι γάρ ἐστι σοφία παρ’αὐτοῖς ὡς οὐ δὲ προφητεία, ἀλλὰ καὶ τὴν σύνεσιν τῶν συνετῶν τοῦ λαοῦ κατορώρυχέ που καὶ ἔκρυψεν θεός, καὶ οὐκέτι ἐστὶ λαμπρὰ καὶ ἐπιφανής. διὸ κἂν δοκῶσι βουλήν τινα βαθέως ποιεῖν, οὐ διὰ τοῦ κυρίου αὐτὴν ποιοῦντες ταλανίζονται · κἂν κρυπτά τινα ἐπαγγέλλωνται βουλῆς θείας, ψεύδονται, ἐπεὶ τὰ ἔργα αὐτῶν οὐ φωτός ἐστιν καὶ ἡμέρας, ἀλλὰ σκότους καὶ νυκτός. διὰ βραχέων δὲ ἔδοξεν ἡμῖν ἐκθέσθαι τὴν προφητείαν καὶ τὴν ἐπὶ ποσὸν σαφήνειαν αὐτῆς, ἐπείπερ ἐμνήσθη αὐτῆς Ματθαῖος. ἐμνήσθη δὲ καὶ Μᾶρκος, ἀφ’οὗ χρησίμως παραστησόμεθα περὶ τῆς παραβάσεως τῶν πρεσβυτέρων δοξάντων νίπτειν τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσιν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα · οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, καὶ ἀπ’ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσι, καὶ ἄλλα τινά ἐστιν παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκείων καὶ κλινῶν.
11.12καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς · ἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς. σαφῶς διὰ τούτων ὑπὸ τοῦ σωτῆρος διδασκόμεθα, ἀναγινώσκοντες ἐν τῷ Λευϊτικῷ καὶ ἐν τῷ Δευτερονομίῳ τὰ περὶ καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων, ἐφ’οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχειρον περὶ τούτων νοῦν. εἰ γὰρ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόμενον ἐκ τοῦ στόματος, καὶ μάλιστα ἐπεὶ καὶ ἐν τῷ κατὰ τὸν Μᾶρκον ταῦτα ἔλεγεν σωτὴρ καθαρίζων πάντα τὰ βρώματα, δῆλον ὅτι οὐ κοινούμεθα μὲν ἐσθίοντες Ἰουδαῖοί φασι, τῷ γράμματι τοῦ νόμου δουλεύειν ἐθέλοντες, εἶναι ἀκάθαρτα, τότε δὲ κοινούμεθα ὅτε, δέον τὰ χείλη ἡμῶν δεδέσθαι αἰσθήσει καὶ ποιεῖν ἡμᾶς οἷς λέγομεν ζυγὸν καὶ σταθμόν, λέγομεν μὲν τὰ παρατυχόντα, διαλογιζόμεθα δὲ τὰ μὴ δέοντα, ἀφ’ὧν πηγὴ ἡμῖν ἔρχεται τῶν ἁμαρτημάτων. καὶ πρέπον γέ ἐστι θεοῦ νόμῳ ἀπαγορεύειν τὰ ἀπὸ κακίας καὶ προστάσσειν τὰ κατ’ἀρετήν, τὰ δὲ τῷ ἰδίῳ λόγῳ ἀδιάφορα ταῦτα ἐᾶν ἐπὶ χώρας, δυνάμενα διὰ τὴν προαίρεσιν καὶ τὸν ἐν ἡμῖν λόγον ἁμαρτανόμενα μὲν κακῶς πράττεσθαι, κατορθούμενα δὲ γίγνεσθαι καλῶς. ταῦτα δέ τις ἐπιμελῶς νοήσας ὄψεται ὅτι καὶ τὰ νομιζόμενα ἀγαθὰ οἷόντέ ἐστι κακῶς καὶ ἀπὸ πάθους λαβόντα ἁμαρτάνειν, καὶ τὰ λεγόμενα ἀκάθαρτα δυνατὸν κατὰ λόγον ἐν χρήσει ἡμῖν γινόμενα λογίζεσθαι καθαρά. ὥσπερ γὰρ τοῦ μὲν ἁμαρτάνοντος Ἰουδαίου περιτομὴ εἰς ἀκροβυστίαν λογισθήσεται, τοῦ δὲ κατορθοῦντος ἀπὸ τῶν ἐθνῶν ἀκροβυστία εἰς περιτομήν, οὕτως τὰ μὲν νομιζόμενα καθαρὰ λογισθήσεται εἰς ἀκάθαρτα τῷ μὴ δεόντως αὐτοῖς μη δὲ ὅτε δεῖ, μη δὲ ὅσον δεῖ, μη δὲ ὅθεν δεῖ χρωμένῳ, τὰ δὲ λεγόμενα ἀκάθαρτα πάντα γίνεται καθαρὰ τοῖς καθαροῖς · τοῖς γὰρ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἐπεὶ μεμίανται αὐτῶν καὶ νοῦς καὶ συνείδησις · καὶ ταῦτα μεμιασμένα ἅπαντα ποιεῖ μιαρὰ ὧν ἂν ἅψηται, ὡς πάλιν ἐκ τοῦ ἐναντίου καθαρὸς νοῦς καὶ καθαρὰ συνείδησις πάντα ποιεῖ καθαρά, κἂν δοκῇ ἀκάθαρτα τυγχάνειν · οὐ δὲ γὰρ ἀπὸ ἀκολασίας οὐ δὲ ἀπὸ φιληδονίας οὐ δὲ μετὰ διακρίσεως περιελκούσης εἰς ἑκάτερα οἱ δίκαιοι χρῶνται τοῖς βρώμασιν πόμασι, μεμνημένοι τοῦ εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ἄλλο ποιεῖτε, εἰς δόξαν θεοῦ ποιεῖτε. εἰ δὲ χρὴ ὑπογράψαι τὰ κατὰ τὸ εὐαγγέλιον ἀκάθαρτα βρώματα, φήσομεν ὅτι τοιαῦτά ἐστι τὰ ἀπὸ πλεονεξίας πεπορισμένα καὶ ἀπὸ αἰσχροκερδείας περιγεγενημένα καὶ ἀπὸ φιληδονίας λαμβανόμενα καὶ ἀπὸ τοῦ θεοποιεῖσθαι τιμωμένην τὴν γαστέρα, ὅταν αὐτὴ καὶ αἱ κατ’αὐτὴν ὀρέξεις καὶ μὴ λόγος ἄρχῃ τῆς ψυχῆς ἡμῶν. ἀλλὰ καὶ γινώσκοντες δαιμονίοις κεχρῆσθαί τινα, μὴ γινώσκοντες μέν, ὑπονοοῦντες δὲ καὶ διακρινόμενοι περὶ τούτου, εἰ χρησαίμεθα τοῖς τοιούτοις, οὐκ εἰς δόξαν θεοῦ αὐτοῖς κεχρήμεθα οὐ δὲ ἐν ὀνόματι Χριστοῦ, οὐ μόνον τῆς περὶ τοῦ εἰδωλόθυτα εἶναι ὑπολήψεως κατακρινούσης τὸν ἐσθίοντα, ἀλλὰ καὶ τῆς περὶ τούτου διακρίσεως. γὰρ διακρινόμενος, κατὰ τὸν ἀπόστολον, ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως · πᾶν δὲ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν. ἐκ πίστεως μὲν οὖν ἐσθίει πεπιστευκὼς μὴ ἐν εἰδωλείοις τεθύσθαι τὸ ἐσθιόμενον μη δὲ πνικτὸν αὐτὸ εἶναι αἷμα, οὐκ ἐκ πίστεως δὲ περὶ τούτων τινὸς διακρινόμενος · καὶ κοινωνὸς δὲ τῶν δαιμονίων γίνεται καὶ αὐτὰ εἰδὼς δαιμονίοις τεθύσθαι καὶ οὐδὲν ἧττον χρώμενος μετὰ μεμολυσμένης τῆς περὶ τῶν δαιμονίων κοινωνησάντων τῷ θύματι φαντασίας. καὶ ἀπόστολος μέντοι ἐπιστάμενος μὴ τὴν φύσιν τῶν βρωμάτων αἰτίαν εἶναι βλάβης τῷ χρωμένῳ ὠφελείας τῷ ἀπεχομένῳ, ἀλλὰ τὰ δόγματα καὶ τὸν ἐνυπάρχοντα λόγον, εἶπε · βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ θεῷ · οὔτε γὰρ ἐὰν φάγωμεν περισσευόμεθα, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. καὶ ἐπείπερ ἠπίστατο τοὺς μεγαλοφυέστερον νοοῦντας κατὰ τὸν νόμον, τίνα τὰ καθαρὰ καὶ τίνα τὰ ἀκάθαρτα, ἀποστάντας τῆς περὶ τοῦ χρῆσθαι ὡς καθαροῖς καὶ ἀκαθάρτοις διαφορᾶς καὶ δεισιδαιμονίας οἶμαι ἐν διαφόροις, ἀδιαφορεῖν τῇ χρήσει τῶν βρωμάτων καὶ διὰ τοῦτο ὑπὸ Ἰουδαίων ὡς παρανόμους κρίνεσθαι, διὰ τοῦτο εἶπέ που · μὴ οὖν κρινέτω τις ὑμᾶς ἐν βρώσει ἐν πόσει καὶ τὰ ἑξῆς, διδάσκων ἡμᾶς ὅτι τὰ μὲν κατὰ τὸ γράμμα σκιά ἐστι, τὰ δ’ἀληθῆ τοῦ νόμου ἐναποκείμενα τούτοις νοήματα μέλλοντά ἐστιν ἀγαθά, ἐν οἷς ἔστιν εὑρεῖν, τίνα τὰ καθαρὰ τῆς ψυχῆς πνευματικὰ βρώματα καὶ τίνα τὰ ἀκάθαρτα ἐν λόγοις ψευδέσι καὶ ἐναντίοις βλάπτοντα τὸν τρεφόμενον ἐν αὐτοῖς · σκιὰν γὰρ εἶχεν νόμος τῶν μελλόντων ἀγαθῶν.
11.13ὥσπερ δὲ ἐν πολλοῖς κατανοητέον τὸ θαυμαζόμενον παρὰ Ἰουδαίοις ἐπὶ τοῖς τοῦ σωτῆρος λόγοις ὅτι ἐν ἐξουσίᾳ ἐλέγοντο, οὕτως καὶ ἐπὶ τῶν κατὰ τὸν τόπον. τὸν ὄχλον γοῦν προσκαλεσάμενος εἶπεν αὐτοῖς · ἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς, καὶ τοῦτ’ἔλεγε Φαρισαίων σκανδαλιζομένων ἐπὶ τούτῳ τῷ λόγῳ, ὡς διὰ τὰ μοχθηρὰ δόγματα καὶ τὴν φαύλην περὶ τοῦ νόμου ἐκδοχὴν οὐκ ὄντων φυτείας τοῦ ἐν οὐρανοῖς ἑαυτοῦ πατρὸς καὶ διὰ τοῦτο ἐκριζουμένων · ἐξερριζώθησαν γὰρ μὴ παραδεξάμενοι τὴν ἀπὸ τοῦ πατρὸς γεωργουμένην ἄμπελον ἀληθινὴν Ἰησοῦν Χριστόν. πῶς γὰρ ἠδύναντο εἶναι φυτεία τοῦ πατρὸς οἱ ἐπὶ τοῖς Ἰησοῦ σκανδαλισθέντες λόγοις, ἀφιστᾶσι μὲν τοῦ μὴ ἅψῃ μη δὲ γεύσῃ μη δὲ θίγῃς, ἦν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων, προσάγουσι δὲ τὸν συνετὸν ἑαυτῶν ἀκροατὴν τῷ τὰ ἄνω περὶ τούτων ζητεῖν καὶ μὴ τὰ ἐπὶ γῆς, ὡς οἱ Ἰουδαῖοι; καὶ ἐπεὶ διὰ τὰ μοχθηρὰ δόγματα οὐ φυτεία ἦσαν τοῦ ἐν οὐρανοῖς πατρὸς οἱ Φαρισαῖοι, διὰ τοῦτο ὡς περὶ ἀνιάτων αὐτῶν λέγει τοῖς μαθηταῖς τὸ ἄφετε αὐτούς · ἄφετε διὰ τοῦτο ὅτι τυφλοὶ ὄντες, δέον αὐτοὺς αἰσθάνεσθαι τῆς τυφλότητος καὶ ζητεῖν ὁδηγούς, οἱ δὲ καὶ ἐπαγγέλλονται ἀναισθητοῦντες τῆς ἑαυτῶν τυφλότητος ὁδηγεῖν τυφλούς, οὐ λογιζόμενοι ἐμπεσεῖσθαι εἰς βόθυνον, περὶ οὗ ἐν Ψαλμοῖς γέγραπται · λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ἀλλαχοῦ μὲν οὖν γέγραπται ὅτι ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος · καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, ἐνταῦθα δὲ ὀρέγει χεῖρα τῷ ὄχλῳ, προσκαλεσάμενος αὐτὸν καὶ ἀφιστὰς τῆς ῥητῆς τῶν κατὰ νόμον ἐρωτημάτων ἐκδοχῆς, ὅτε πρῶτον μὲν ἔλεγεν αὐτοῖς · ἀκούετε καὶ συνίετε, οὐδέπω συνιεῖσιν ὧν ἤκουον, ἑξῆς δὲ ὡς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς · οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον.
11.14μετὰ ταῦτα ἄξιον ἰδεῖν λέξιν συκοφαντουμένην ὑπὸ τῶν φασκόντων οὐ τὸν αὐτὸν εἶναι νόμου καὶ εὐαγγελίου Ἰησοῦ Χριστοῦ θεόν · οἵτινές φασιν ὅτι οὐκ ἔστιν Ἰησοῦ Χριστοῦ οὐράνιος πατὴρ γεωργὸς τῶν κατὰ τὸν Μωσέως νόμον οἰομένων θεὸν εὐσεβεῖν. αὐτὸς εἶπεν Ἰησοῦς τοὺς Φαρισαίους, οἳ ἦσαν λατρεύοντες τῷ κτίσαντι τὸν κόσμον καὶ τὸν νόμον θεῷ, εἶναι φυτείαν ἣν οὐκ ἐφύτευσεν οὐράνιος αὐτοῦ πατήρ, καὶ διὰ τοῦτο αὐτὴν ἐκριζοῦσθαι. εἴποιεν δ’ἂν καὶ ταῦτα ὅτι οὐκ ἄν, εἴπερ πατὴρ ἦν τοῦ Ἰησοῦ εἰσαγαγὼν καὶ φυτεύσας τὸν ἀπὸ Αἰγύπτου ἐξελθόντα λαὸν εἰς ὄρος κληρονομίας ἑαυτοῦ, εἰς ἕτοιμον κατοικητήριον ἑαυτοῦ, εἶπεν ἂν Ἰησοῦς ἐπὶ τοῖς Φαρισαίοις ὅτι πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν πατήρ μου οὐράνιος ἐκριζωθήσεται. πρὸς ταῦτα δὲ φήσομεν ὅτι ὅσοι διὰ τὴν μοχθηρὰν περὶ τῶν κατὰ τὸν νόμον ἐκδοχὴν οὐκ ἦσαν φυτεία τοῦ ἐν οὐρανοῖς πατρός, οὗτοι τετύφλωντο τὰ νοήματα, ὡς μὴ πιστεύοντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκοῦντες τῇ ἀδικίᾳ ὑπὸ τοῦ θεοποιηθέντος ἀπὸ τῶν υἱῶν τοῦ αἰῶνος τούτου καὶ διὰ τοῦτο λεγομένου παρὰ τῷ Παύλῳ θεοῦ τοῦ αἰῶνος τούτου. καὶ μὴ νομίσῃς Παῦλον ἡμῶν ἀληθῶς εἶναι λέγειν αὐτὸν θεόν · ὡς γὰρ μὴ οὖσα θεὸς κοιλία τῶν ὑπερτιμώντων τὴν ἡδονὴν φιληδόνων μᾶλλον φιλοθέων λέγεται ὑπὸ Παύλου εἶναι θεὸς αὐτῶν, οὕτως μὴ ὢν θεὸς ἄρχων τοῦ αἰῶνος τούτου, περὶ οὗ φησιν σωτήρ · νῦν ἄρχων τοῦ κόσμου τούτου κέκριται, θεὸς εἶναι λέγεται τῶν μὴ βουληθέντων τὸ πνεῦμα τῆς υἱοθεσίας λαβεῖν, ἵνα γένωνται υἱοὶ τοῦ αἰῶνος ἐκείνου καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, καὶ διὰ τοῦτο μεινάντων ἐν τῇ υἱότητι τοῦ αἰῶνος τούτου. ταῦτα δέ μοι ἔδοξεν, εἰ καὶ παρεκβατικῶς εἴρηται, ἀναγκαίως παρειλῆφθαι διὰ τὸ τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. τίνες δή; οἱ Φαρισαῖοι, ὧν θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα, ὄντων ἀπίστων παρὰ τὸ μὴ πεπιστευκέναι εἰς Ἰησοῦν Χριστόν, καὶ ἐτύφλωσεν εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ τοῦ Χριστοῦ. οὐ μόνον δὲ ἀπ’ἐκείνων φευκτέον ὁδηγεῖσθαι τυφλῶν τῶν αἰσθανομένων δεῖσθαι ὁδηγῶν, παρὰ τὸ μηδέπω αὐτοὺς ἀπειληφέναι τὴν δύναμιν τοῦ δι’αὑτῶν βλέπειν · ἀλλὰ γὰρ καὶ ἐπὶ πάντων τῶν ἐπαγγελλομένων ὁδηγεῖν ἐν ὑγιεῖ διδασκαλίᾳ ἐπιμελῶς ἀκουστέον, καὶ κρίσιν ὑγιῆ τοῖς λεγομένοις προσακτέον, μήποτε κατ’ἄγνοιαν τυφλῶν καὶ μὴ βλεπόντων τὰ πράγματα τῆς ὑγιοῦς διδασκαλίας ὁδηγούμενοι, τυφλοὶ καὶ αὐτοὶ διὰ τὸ μὴ βλέπειν τὸν νοῦν τῶν γραφῶν τυγχάνοντες φανῶμεν, ὡς ἀμφοτέρους, τόντε ὁδηγοῦντα καὶ τὸν ὁδηγούμενον, ἐμπεσεῖν εἰς τὸν βόθυνον περὶ οὗ προειρήκαμεν. ἑξῆς δὲ τούτοις γέγραπται τίνα τρόπον Πέτρος ἀποκριθεὶς εἶπε τῷ σωτῆρι ὡς μὴ νοήσας τὸ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τὸ φράσον ἡμῖν τὴν παραβολήν. πρὸς σωτήρ φησι τὸ ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε, οἱονεὶ τοσούτῳ μοι συνόντες χρόνῳ ἔτι οὐ συνίετε τοῦ βουλήματος τῶν λεγομένων, καὶ ἔτι οὐ νοεῖτε ὅτι διὰ τοῦτο οὐ κοινοῖ τὸν ἄνθρωπον, ἐπεὶ τὸ εἰσερχόμενον αὐτοῦ εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ προχωροῦν ἀπ’αὐτῆς εἰς ἀφεδρῶνα βάλλεται. οὐ παρὰ τὸν νόμον, πιστεύειν ἐδόκουν, οὐκ ἦσαν φυτεία τοῦ πατρὸς Ἰησοῦ Φαρισαῖοι, ἀλλὰ παρὰ τὴν μοχθηρὰν περὶ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ γεγραμμένων ἐκδοχήν. δύο γὰρ νοουμένων κατὰ τὸν νόμον, διακονίαςτε θανάτου τῆς ἐντετυπωμένης γράμμασι καὶ οὐδὲν οἰκεῖον ἐχούσης πρὸς τὸ πνεῦμα, καὶ διακονίας ζωῆς τῆς νοουμένης ἐν τῷ πνευματικῷ νόμῳ, οἱ μὲν δυνάμενοι ἀπὸ διαθέσεως ἀληθευούσης λέγειν τὸ οἴδαμεν γὰρ ὅτι νόμος πνευματικός ἐστι, καὶ διὰ τοῦτο νόμος ἅγιος, καὶ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή, οὗτοι ἦσαν φυτεία ἣν ἐφύτευσεν οὐράνιος πατήρ · οἱ δὲ μὴ τοιοῦτοι ἀλλὰ τὸ ἀποκτεῖνον γράμμα περιέποντες μόνον οὐκ ἦσαν φυτεία τοῦ θεοῦ, ἀλλὰ τοῦ πωρώσαντος αὐτῶν τὴν καρδίαν καὶ κάλυμμα ἐπιθέντος αὐτῇ, ἰσχύον ἐν ἐκείνοις ὅσον οὐκ ἐπέστρεφον πρὸς τὸν κύριον · ἐὰν γάρ τις ἐπιστρέψῃ πρὸς τὸν κύριον, περιαιρεῖται τὸ κάλυμμα · δὲ κύριος τὸ πνεῦμά ἐστιν. εἴποι δ’ἄν τις κατὰ τὸν τόπον γενόμενος ὅτι, ὥσπερ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, κἂν νομίζηται εἶναι ὑπὸ Ἰουδαίων κοινόν, οὕτως οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα ἁγιάζει τὸν ἄνθρωπον, κἂν ὑπὸ τῶν ἀκεραιοτέρων νομίζηται ἁγιάζειν ὀνομαζόμενος ἄρτος τοῦ κυρίου. καὶ ἔστιν, οἶμαι, λόγος οὐκ εὐκαταφρόνητος καὶ διὰ τοῦτο δεόμενος σαφοῦς διηγήσεως οὕτως ἐμοὶ δοκούσης ἔχειν. ὥσπερ οὐ τὸ βρῶμα, ἀλλ’ συνείδησις τοῦ μετὰ διακρίσεως ἐσθίοντος κοινοῖ τὸν φαγόντα γὰρ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως, καὶ ὥσπερ οὐδὲν καθαρὸν οὐ παρ’αὐτό ἐστι τῷ μεμιασμένῳ καὶ ἀπίστῳ, ἀλλὰ παρὰ τὸν μιασμὸν αὐτοῦ καὶ τὴν ἀπιστίαν, οὕτως τὸ ἁγιαζόμενον διὰ λόγου θεοῦ καὶ ἐντεύξεως οὐ τῷ ἰδίῳ λόγῳ ἁγιάζει τὸν χρώμενον. εἰ γὰρ τοῦτο, ἡγίαζεν ἂν καὶ τὸν ἐσθίοντα ἀναξίως τοῦ κυρίου, καὶ οὐδεὶς ἂν διὰ τὸ βρῶμα τοῦτο ἀσθενὴς ἄρρωστος ἐγίνετο ἐκοιμᾶτο · τοιοῦτον γάρ τι Παῦλος παρέστησεν ἐν τῷ διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. καὶ ἐπὶ τοῦ ἄρτου τοίνυν τοῦ κυρίου ὠφέλεια τῷ χρωμένῳ ἐστίν, ἐπὰν ἀμιάντῳ τῷ νῷ καὶ καθαρᾷ τῇ συνειδήσει μεταλαμβάνῃ τοῦ ἄρτου. οὕτω δὲ οὔτε ἐκ τοῦ μὴ φαγεῖν, παρ’αὐτὸ τὸ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγιασθέντος λόγῳ θεοῦ καὶ ἐντεύξει ἄρτου, ὑστερούμεθα ἀγαθοῦ τινος, οὔτε ἐκ τοῦ φαγεῖν περισσεύομεν ἀγαθῷ τινι. τὸ γὰρ αἴτιον τῆς ὑστερήσεως κακία ἐστὶ καὶ τὰ ἁμαρτήματα, καὶ τὸ αἴτιον τῆς περισσεύσεως δικαιοσύνη ἐστὶ καὶ τὰ κατορθώματα · ὡς τοιοῦτο εἶναι τὸ παρὰ τῷ Παύλῳ λεγόμενον ἐν τῷ οὔτε ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. εἰ δὲ πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, καὶ τὸ ἁγιαζόμενον βρῶμα διὰ λόγου θεοῦ καὶ ἐντεύξεως κατ’αὐτὸ μὲν τὸ ὑλικὸν εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται. κατὰ δὲ τὴν ἐπιγενομένην αὐτῷ εὐχὴν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως ὠφέλιμον γίνεται καὶ τῆς τοῦ νοῦ αἴτιον διαβλέψεως ὁρῶντος ἐπὶ τὸ ὠφελοῦν · καὶ οὐχ ὕλη τοῦ ἄρτου ἀλλ’ ἐπ’αὐτῷ εἰρημένος λόγος ἐστὶν ὠφελῶν τὸν μὴ ἀναξίως τοῦ κυρίου ἐσθίοντα αὐτόν. καὶ ταῦτα μὲν περὶ τοῦ τυπικοῦ καὶ συμβολικοῦ σώματος. πολλὰ δ’ἂν καὶ περὶ αὐτοῦ λέγοιτο τοῦ λόγου, ὃς γέγονε σὰρξ καὶ ἀληθινὴ βρῶσις, ἥντινα φαγὼν πάντως ζήσεται εἰς τὸν αἰῶνα, οὐδενὸς δυναμένου φαύλου ἐσθίειν αὐτήν · εἰ γὰρ οἷόντε ἦν ἔτι φαῦλον μένοντα ἐσθίειν τὸν γενόμενον σάρκα λόγον, ὄντα καὶ ἄρτον ζῶντα, οὐκ ἂν ἐγέγραπτο ὅτι πᾶς φαγὼν τὸν ἄρτον τοῦτον ζήσεται εἰς τὸν αἰῶνα.
11.15ἑξῆς τούτῳ ἴδωμεν πῶς τὰ ἐκπορευόμενα καὶ κοινοῦντα τὸν ἄνθρωπον οὐ παρὰ τὸ ἐκ τοῦ στόματος ἐκπορεύεσθαι κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὴν αἰτίαν ἔχει τῆς κοινώσεως ἐν τῇ καρδίᾳ, ὅτε ἐξέρχονται ἀπ’αὐτῆς, πρὸ τῶν ἐκπορευομένων διὰ τοῦ στόματος, διαλογισμοὶ πονηροί, ὧν ἐν εἴδει εἰσὶ φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι · ταῦτα γάρ ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον, ὅτε ἐξέρχεται ἀπὸ τῆς καρδίας καὶ ἐξελθόντα ἀπ’αὐτῆς διαπορεύεται διὰ τοῦ στόματος, ὡς εἰ ἔξω τῆς καρδίας μὴ ἐγίνετο ἀλλ’αὐτοῦ που περὶ τὴν καρδίαν κατείχετο, οὐκ ἐπιτρεπόμενα διὰ τοῦ στόματος λαλεῖσθαι, τάχιστα ἂν ἠφάνιστο καὶ οὐκέτι ἄνθρωπος ἐκοινοῦτο. πηγὴ οὖν καὶ ἀρχὴ πάσης ἁμαρτίας διαλογισμοὶ πονηροί · μὴ γὰρ ἐπικρατησάντων τούτων, οὔτε φόνοι οὔτε μοιχεῖαι οὔτ’ἄλλο τι τῶν τοιούτων ἔσονται. διὰ τοῦτο πάσῃ φυλακῇ τηρητέον ἑκάστῳ τὴν ἑαυτοῦ καρδίαν · καὶ γὰρ ἐν ἡμέρᾳ κρίσεως ἐλθὼν κύριος φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, μεταξὺ πάντων τῶν λογισμῶν ἀνθρώπων κατηγορούντων καὶ ἀπολογουμένων, ἡνίκα ἐὰν κυκλώσῃ αὐτοὺς τὰ διαβούλια ἑαυτῶν. τοιοῦτοι δ’εἰσὶν οἱ πονηροὶ διαλογισμοί, ὡς ἔσθ’ὅτε καὶ τὰ δοκοῦντα ἀγαθὰ καί, ὅσον ἐπὶ τῇ κρίσει τῶν πολλῶν, ἐπαινετὰ ψεκτὰ ποιεῖν. ἐὰν γοῦν ποιῶμεν ἐλεημοσύνην ἔμπροσθεν τῶν ἀνθρώπων, ἐν τοῖς διαλογισμοῖς ἡμῶν σκοποῦντες τὸ θεαθῆναι τοῖς ἀνθρώποις φιλάνθρωποι καὶ ἐπὶ φιλανθρωπίᾳ δοξασθῆναι, ἀπέχομεν τὸν ἀπὸ τῶν ἀνθρώπων μισθόν · καὶ ἁπαξαπλῶς πᾶν τὸ γινόμενον μετὰ τοῦ ἐν τῷ πράττοντι συνειδότος ἐπὶ τῷ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων οὐκ ἔχει τέλος ἀπὸ τοῦ βλέποντος ἐν τῷ κρυπτῷ καὶ ἀποδιδόντος τὸν μισθὸν τοῖς ἐν τῷ κρυπτῷ καθαροῖς. οὕτως οὖν καὶ δοκοῦσα ἁγνεία, ἐὰν διαλογισμοὺς ἔχῃ τοὺς ἐπὶ κενοδοξίᾳ φιλοκερδίᾳ, καὶ νομιζομένη ἐκκλησιαστικὴ διδασκαλία, ἐὰν ἐν λόγῳ κολακείας ἀνελευθερία γίνηται προφάσει πλεονεξίας ζητοῦντός τινος τὴν ἀπὸ ἀνθρώπων ἐπὶ διδασκαλίᾳ δόξαν, οὐκ ἔστι λελογισμένη ὑπὸ τῶν τεθέντων ἀπὸ τοῦ θεοῦ ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλων, δεύτερον προφητῶν καὶ τρίτον διδασκάλων. τὸ δ’ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ ὀρεγομένου ἐπισκοπῆς διὰ τὴν παρὰ ἀνθρώποις δόξαν τὴν ἀπὸ ἀνθρώπων κολακείαν τὸν ἀπὸ τῶν προσιόντων τῷ λόγῳ πορισμὸν διδόντων προφάσει εὐσεβείας. γοῦν τοιοῦτος ἐπίσκοπος οὐ καλοῦ ἔργου ἐπιθυμεῖ οὐ δὲ δύναται εἶναι ἀνεπίληπτος οὐ δὲ νηφάλιος οὐ δὲ σώφρων, μεθύων ὑπὸ δόξης καὶ ἀκολάστως αὐτῆς ἐμφορούμενος. τὸ δὲ αὐτὸ καὶ περὶ πρεσβυτέρων καὶ διακόνων ἐρεῖς. ταῦτα δέ, εἰ καὶ δόξομέν τισιν ἐν παρεκβάσει εἰρηκέναι, ὅρα εἰ μὴ ἀναγκαίως λέλεκται διὰ τὸ πηγὴν εἶναι πάντων τῶν ἁμαρτημάτων τοὺς πονηροὺς διαλογισμούς, δυναμένους μολῦναι καὶ τά, εἰ χωρὶς αὐτῶν πράττοιντο, δικαιώσαντα ἂν τὸν ποιήσαντα. τίνα μὲν οὖν τὰ κοινοῦντα, κατὰ δύναμιν ἡμῖν ἐξήτασται. τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον · ἀλλά, εἰ δεῖ τολμήσαντα εἰπεῖν, κοινοῖ τὸ ἀνίπτῳ καρδίᾳ ὁτιποτοῦν φαγεῖν, πέφυκε τὸ ἡγεμονικὸν ἡμῶν ἐσθίειν.
11.16καὶ ἐξελθὼν ἐκεῖθεν Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, καὶ ἰδοὺ γυνὴ Χαναναία. πόθεν ἐκεῖθεν ἀπὸ γῆς Γενησαρέτ, περὶ ἧς προείρητο · καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ; ἀνεχώρησε δὲ τάχα διὰ τὸ σκανδαλίζεσθαι τοὺς Φαρισαίους ἀκούσαντας ὅτι οὐ τὸ εἰσερχόμενον, ἀλλὰ τὸ ἐκπορευόμενον κοινοῖ τὸν ἄνθρωπον. ὅτι δὲ διὰ τοὺς ὑπονοουμένους ἐπιβουλεύειν, εἴ ποτε, ἀνεχώρησε, δῆλον ἐκ τοῦ ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. τάχα διὰ τοῦτο καὶ Μᾶρκος ἀναγράφων τὰ κατὰ τὸν τόπον φησὶν ὅτι ἀναστὰς ἦλθεν εἰς τὰ ὅρια Τύρου. καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν οὐδένα ἠθέλησε γνῶναι · καὶ εἰκὸς ὅτι τοὺς σκανδαλισθέντας ἐπὶ τῇ διδασκαλίᾳ αὐτοῦ Φαρισαίους περιίστατο, περιμένων τὸν ἐπιτηδειότερον εἰς τὸ παθεῖν καὶ καλῶς ὡρισμένον καιρόν. εἴποι δ’ἄν τις ὅτι Τύρος καὶ Σιδὼν ἀντὶ τῶν ἐθνῶν λέλεκται · ἀναχωρήσας οὖν ἀπὸ τοῦ Ἰσραὴλ εἰς τὰ μέρη τῶν ἐθνῶν παραγίνεται. Τύρος μὲν οὖν παρ’Ἑβραίοις ὀνομαζομένη μεταλαμβάνεται Σόρ, ἥτις ἑρμηνεύεται συνοχή · Σιδὼν δὲ οὕτως καὶ παρ’Ἑβραίοις ὀνομαζομένη μεταλαμβάνεται εἰς τὸ θηρῶντες. ἐν δὲ τοῖς ἔθνεσι καὶ οἱ θηρῶντές εἰσιν αἱ πονηραὶ δυνάμεις, καὶ πολλὴ συνοχὴ παρ’αὐτοῖς ἐν τῇ κακίᾳ καὶ τοῖς πάθεσιν. ἐξελθὼν οὖν ἀπὸ τῆς Γενησαρὲτ Ἰησοῦς ἀνεχώρησε μὲν ἀπὸ τοῦ Ἰσραήλ, ἦλθε δὲ οὐκ εἰς Τύρον καὶ Σιδῶνα ἀλλ’εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, τῷ ἐκ μέρους νῦν πιστεύειν τοὺς ἀπὸ τῶν ἐθνῶν, ὡς εἰ εἰς πᾶσαν Τύρον καὶ Σιδῶνα ἐπεδήμησεν, οὐδεὶς ἄπιστος ἐν αὐτῇ κατελείφθη. κατὰ δὲ τὸν Μᾶρκον ἀναστὰς Ἰησοῦς ἦλθεν εἰς τὰ ὅρια Τύρου, τῆς συνοχῆς τῶν ἐθνῶν, ἵνα καὶ ἀπὸ τῶν ὁρίων ἐκείνων οἱ πιστεύοντες σωθῆναι δυνηθῶσιν, ἐπὰν ἐξέλθωσιν αὐτά. πρόσχες γὰρ τῷ καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραξε λέγουσα · ἐλέησόν με, κύριε υἱὲ Δαυίδ · θυγάτηρ μου δεινῶς δαιμονίζεται . καὶ οἶμαι ὅτι οὐκ ἂν μὴ ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων κράζειν πρὸς Ἰησοῦν ἐδύνατο ἀπὸ μεγάλης, ὡς ἐμαρτυρήθη, πίστεως. καὶ κατὰ τὴν ἀναλογίαν γε τῆς πίστεως ἐξέρχεταί τις ἀπὸ τῶν ἐν τοῖς ἔθνεσιν ὁρίων, ὅτε διεμέριζεν ἔθνη ὕψιστος, ἔστησε κατὰ ἀριθμὸν υἱῶν Ἰσραὴλ καὶ τὴν ἐπὶ πλεῖον φορὰν αὐτῶν ἐκώλυσεν. ἐνταῦθα μὲν οὖν ὅρια εἴρηταί τινα Τύρου καὶ Σιδῶνος, ἐν δὲ τῇ Ἐξόδῳ ὅρια τοῦ Φαραώ, ἐν οἷς, φασί, γίνονται αἱ κατὰ τῶν Αἰγυπτίων μάστιγες. καὶ νομιστέον γε ἕκαστον ἡμῶν ἁμαρτάνοντα μὲν ἐν τοῖς ὁρίοις εἶναι Τύρου Σιδῶνος Φαραὼ καὶ τῆς Αἰγύπτου τινος τῶν ἔξω τῆς τοῦ θεοῦ κληροδοσίας, μεταβάλλοντα δὲ ἀπὸ τῆς κακίας εἰς ἀρετὴν ἐξέρχεσθαι μὲν ἀπὸ τῶν κατὰ τὰ φαῦλα ὁρίων, φθάνειν δὲ ἐπὶ τὰ ὅρια τῆς μερίδος τοῦ θεοῦ, καὶ ἐν τούτοις οὔσης διαφορᾶς, ἥτις φανεῖται τοῖς τὰ τοῦ μερισμοῦ καὶ τῆς κληροδοσίας τοῦ Ἰσραὴλ δυναμένοις ἀνάλογον τῷ πνευματικῷ συνιστάναι νόμῳ. πρόσχες δὲ καὶ τῇ οἱονεὶ ἀπαντήσει γενομένῃ τοῦ Ἰησοῦ πρὸς τὴν Χαναναίαν γυναῖκα · μὲν γὰρ ἔρχεται ὡς ἐπὶ τὰ μέρη Τύρου καὶ Σιδῶνος, δὲ ἐξελθοῦσα τῶν ὁρίων ἐκείνων κέκραγε λέγουσα · ἐλέησόν με, κύριε υἱὲ Δαυίδ. Χαναναία δὲ ἦν γυνή, ὅπερ μεταλαμβάνεται εἰς τὸ ἡτοιμασμένη ταπεινώσει . οἱ μὲν δίκαιοι ἡτοιμασμένοι εἰσὶν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ τῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὑψώσει · οἱ δὲ ἁμαρτωλοὶ ἡτοιμασμένοι ταπεινώσει τῆς ἐν αὑτοῖς κακίας καὶ τῶν κατ’αὐτὴν πράξεων ἑτοιμαζόντων αὑτοὺς αὐτῇ καὶ τῆς βασιλευούσης ἐν τῷ θνητῷ αὐτῶν σώματι ἁμαρτίας. πλὴν Χαναναία ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξῄει ἀπὸ τοῦ ἡτοιμάσθαι τῇ ταπεινώσει, κεκραγυῖα καὶ λέγουσα · ἐλέησόν με, κύριε υἱὲ Δαυίδ .
11.17συνάγαγε δὲ ἀπὸ τῶν εὐαγγελίων, τίνες μὲν αὐτὸν καλοῦσιν υἱὸν Δαυίδ, ὡς αὕτη καὶ οἱ ἐν Ἱεριχοῖ τυφλοί, τίνες δὲ υἱὸν θεοῦ καὶ ἤτοι χωρὶς τῆς ἀληθῶς προσθήκης, ὡς οἱ δαιμονιζόμενοι λέγοντες · τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ , τίνες δὲ μετὰ τῆς ἀληθῶς προσθήκης, ὡς οἱ ἐν τῷ πλοίῳ προσκυνοῦντες, ἀληθῶς θεοῦ υἱὸς εἶ λέγοντες αὐτῷ. καὶ γὰρ χρήσιμος, οἶμαι, ἔσται σοι τούτων συναγωγὴ πρὸς τὸ ἰδεῖν τὴν διαφορὰν τῶν προσιόντων, τίνες μὲν οἱονεὶ τῷ γενομένῳ ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα προσίασι, τίνες δὲ τῷ ὁρισθέντι υἱῷ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης , καὶ τούτων τίνες μὲν μετὰ τοῦ ἀληθῶς, τίνες δὲ χωρὶς τούτου. εἶτα πρόσχες ὅτι Χαναναία μὲν οὐ περὶ υἱοῦ, ὃν οὐ δὲ τὴν ἀρχὴν γεγεννηκέναι φαίνεται, ἀλλὰ περὶ θυγατρὸς παρακαλεῖ δεινῶς δαιμονιζομένης, ἄλλη δὲ μήτηρ υἱὸν ἐκκομιζόμενον νεκρὸν ἀπολαμβάνει ζῶντα. καὶ πάλιν μὲν ἀρχισυνάγωγος περὶ δωδεκαετοῦς θυγατρὸς ἀξιοῖ ὡς ἀποτεθνηκυίας, δὲ βασιλικὸς περὶ υἱοῦ ὡς ἔτι νοσοῦντος καὶ ἀποθνῄσκειν μέλλοντος. δαιμονῶσα τοίνυν θυγάτηρ καὶ υἱὸς νεκρὸς δύο ἦσαν μητέρων, καὶ τεθνηκυῖα θυγάτηρ καὶ υἱὸς πρὸς θάνατον ἀσθενῶν τῶν δύο πατέρων, ὧν μὲν ἀρχισυνάγωγος, δὲ βασιλικὸς ἦν. ἔχειν δὲ ταῦτα πείθομαι λόγους περὶ γενῶν ἐν ψυχαῖς διαφόρων, ἅστινας Ἰησοῦς ζωοποιῶν ἰᾶται. καὶ πάντα δέ, ὅσα θεραπεύει ἐν τῷ λαῷ, μάλιστα ὑπὸ τῶν εὐαγγελιστῶν ἀναγεγραμμένα γέγονε μὲν τότε, ἵνα οἱ μὴ ἄλλως πιστεύοντες, ἐὰν μὴ ἴδωσι σημεῖα καὶ τέρατα , πιστεύσωσι · σύμβολα δὲ ἦν τὰ τότε τῶν ἀεὶ ὑπὸ τῆς δυνάμεως Ἰησοῦ ἐπιτελουμένων. οὐκ ἔστι γὰρ ὅτε ἕκαστον τῶν γεγραμμένων ὑπὸ τῆς δυνάμεως Ἰησοῦ κατὰ τὴν ἑκάστου ἀξίαν οὐ γίνεται. γένους μὲν οὖν χάριν Χαναναία οὐ δὲ ἀποκρίσεως ἀξία ἦν τῆς ἀπὸ Ἰησοῦ τυχεῖν, ὁμολογοῦντος οὐκ ἐπ’ἄλλο τι ἀπεστάλθαι παρὰ τοῦ πατρὸς πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, γένος ψυχῶν διορατικῶν ἀπολωλός. προαιρέσεως δὲ ἕνεκα καὶ τοῦ προσκεκυνηκέναι Ἰησοῦ υἱῷ τοῦ θεοῦ ἀποκρίσεως τυγχάνει, ἐλεγχούσης αὐτῆς τὴν δυσγένειαν καὶ τὴν ἀξίαν αὐτῆς παριστάσης, ὅτι ψιχίων ὡς κυνίδιον καὶ οὐκ ἄρτων ἦν ἀξία. ὡς δὲ ἐπιτείνασα τὴν προαίρεσιν καὶ παραδεξαμένη τὸν Ἰησοῦ λόγον ἐπιδικάζεται, κἂν ὡς κυνίδιον τυχεῖν ψιχίων, καὶ ὁμολογεῖ κυρίους τοὺς εὐγενεστέρους, τότε τυγχάνει ἀποκρίσεως δευτέρας μαρτυρούσης αὐτῆς τῇ πίστει ὡς μεγάλῃ καὶ ἐπαγγελλομένης ἔσεσθαι αὐτῇ βούλεται. ἀνάλογον δ’οἶμαι τῇ ἄνω Ἱερουσαλὴμ ἐλευθέρᾳ, μητρὶ Παύλου καὶ τῶν παραπλησίων αὐτῷ, δεήσει νοῆσαι τὴν Χαναναίαν, μητέρα τῆς δεινῶς δαιμονιζομένης, σύμβολον τυγχάνουσαν μητρὸς τοιᾶσδε ψυχῆς. καὶ ἐπίστησον εἰ μὴ εὔλογόν ἐστιν εἶναι καὶ πολλοὺς πατέρας καὶ πολλὰς μητέρας, ἀνάλογον τοῖς πατράσιν Ἀβραάμ, πρὸς οὓς ἀπῄει πατριάρχης, καὶ τῇ Ἱερουσαλὴμ μητρί, ὡς Παῦλός φησι περὶ ἑαυτοῦ καὶ τῶν ὁμοίων αὐτῷ. εἰκὸς δὲ ἐξεληλυθυῖαν ταύτην, ἧς σύμβολον Χαναναία, ἀπὸ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ὧν τύποι ἦσαν οἱ ἐπὶ γῆς τόποι, προσεληλυθυῖαν τῷ σωτῆρι ἠξιωκέναι αὐτὸν καὶ ἔτι νῦν ἀξιοῦν λέγουσαν · ἐλέησόν με, κύριε υἱὲ Δαυίδ · θυγάτηρ μου δεινῶς δαιμονίζεται. εἶτα καὶ τοῖς ἔξωθεν καὶ τοῖς μαθηταῖς, ὅτε δεῖ, ἀποκρινόμενος εἶπε τὸ οὐκ ἀπεστάλην, διδάσκων ὅτι εἰσί τινες προηγούμεναι ψυχαὶ νοεραὶ καὶ διορατικαὶ ἀπολωλυῖαι, τροπικῶς λεγόμεναι πρόβατα οἴκου Ἰσραήλ, ἅπερ, οἶμαι, οἱ ἁπλούστεροι ἐπὶ τοῦ κατὰ σάρκα Ἰσραὴλ νομίζοντες λελέχθαι, ἀναγκαίως προσήσονται ὅτι σωτὴρ ἡμῶν ἀπεστάλη ὑπὸ τοῦ πατρὸς οὐχὶ πρὸς ἄλλους τοὺς Ἰουδαίους ἐκείνους ἀπολωλότας. ἡμεῖς δὲ οἱ εὐχόμενοι ἐξ ἀληθείας λέγειν · εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν , ἴσμεν τοῦ λόγου προηγούμενον εἶναι ἔργον σῴζειν τοὺς συνετωτέρους · οἰκειότεροι γὰρ οὗτοι παρὰ τοὺς ἀμβλυτέρους αὐτῷ τυγχάνουσιν. ἀλλ’ἐπεὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ παρὰ τὸ κατ’ἐκλογὴν χάριτος λεῖμμα ἠπείθησαν τῷ λόγῳ, διὰ τοῦτο ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου, τὸν μὴ Ἰσραὴλ μη δὲ διορατικόν, ἵνα καταισχύνῃ τοὺς σοφοὺς τοῦ Ἰσραήλ, καὶ ἐκάλεσε τὰ μὴ ὄντα συνετὸν ἔθνος, παραδοὺς αὐτοῖς ἠδύναντο χωρῆσαι, τὴν μωρίαν τοῦ κηρύγματος , καὶ εὐδοκήσας σῶσαι τοὺς εἰς τοῦτο πιστεύοντας , ἵνα διελέγξῃ τὰ ὄντα , ἐκ τοῦ στόματος νηπίων καὶ θηλαζόντων καταρτισάμενος αὐτῷ αἶνον , ἐπεὶ γέγονεν ἐχθρὰ τῇ ἀληθείᾳ. ἐλθοῦσα δὲ Χαναναία προσεκύνει ὡς θεῷ τῷ Ἰησοῦ λέγουσα · κύριε, βοήθησόν μοι. δὲ ἀποκριθεὶς εἶπεν · οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ζητήσαι δ’ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ τέκνα ἐσθίειν ἄρτους καὶ κυνίδια τῆς οἰκίας, κάλλους ἄρτων εὖ εἰργασμένων, ὡς οὐχ οἷόντε κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ’ἧς δυνατὸν ἦν καὶ τὰ τέκνα μεταλαμβάνειν καὶ τὰ λεγόμενα κυνίδια. ὅρα οὖν μήπως, πρὸς τὸ οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων, λεκτέον ὅτι κενώσας ἑαυτὸν τῷ μορφὴν δούλου ἀνειληφέναι μέτρον δυνάμεως, καθ’ ἐχώρει τὰ ἐν κόσμῳ πράγματα, ἐκόμισεν · ἀφ’ἧς δυνάμεως καὶ ᾐσθάνετό τινα ἐξέρχεσθαι ποσότητα ἀπ’αὐτοῦ, ὡς δῆλον ἐκ τοῦ ἥψατό μού τις · ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ἐμοῦ . ἀπὸ τούτου οὖν τοῦ μέτρου τῆς δυνάμεως ἐταμιεύετο, τοῖς μὲν προηγουμένοις καὶ καλουμένοις υἱοῖς πλείονα ἐπιδιδούς, τοῖς δὲ μὴ τοιούτοις ἐλάττονα, ὡς τοῖς κυνιδίοις. ἀλλ’εἰ καὶ ταῦτα οὕτως ἐγίνετο, οὐδὲν ἧττον, ὅπου μεγάλη πίστις, ἔδωκε τὸν ἄρτον τῶν τέκνων ὡς τέκνῳ τῇ διὰ τὴν ἐν Χαναναίᾳ δυσγένειαν κυνιδίῳ τυγχανούσῃ. τάχα δὲ καὶ τῶν λόγων Ἰησοῦ εἰσί τινες ἄρτοι, οὓς τοῖς λογικωτέροις ὡς τέκνοις ἔξεστι διδόναι μόνοις, καὶ ἄλλοι λόγοι οἱονεὶ ψιχία ἀπὸ τῆς μεγάλης ἑστίας καὶ τραπέζης τῶν εὐγενεστέρων καὶ κυρίων, οἷς χρήσαιντ’ἄν τινες ψυχαὶ ὡς κύνες. καὶ κατὰ τὸν Μωσέως δὲ νόμον περί τινων γέγραπται τῷ κυνὶ ἀπορρίψαι αὐτά, καὶ ἐμέλησε τῷ ἁγίῳ πνεύματι ἐντείλασθαι περί τινων βρωμάτων, ἵνα κυσὶ παραλειφθῇ. ἄλλοι μὲν οὖν ὑπολαμβανέτωσαν, ξένοι τοῦ ἐκκλησιαστικοῦ λόγου, μεταβαίνειν τὰς ψυχὰς ἀπὸ σωμάτων ἀνθρωπίνων ἐπὶ σώματα κύνεια κατὰ τὴν διάφορον κακίαν. ἡμεῖς δὲ μηδαμῶς τοῦτο εὑρίσκοντες ἐν τῇ θείᾳ γραφῇ, φαμὲν ὅτι κατάστασις λογικωτέρα μεταβάλλει εἰς ἀλογωτέραν, ἐκ πολλῆς ῥᾳθυμίας καὶ ἀμελείας τὸ τοιοῦτον πάσχουσα · ὁμοίως δὲ καὶ ἀλογωτέρα προαίρεσις παρὰ τὸ τοῦ λόγου ἠμεληκέναι ἐπιστρέφει ποτὲ εἰς τὸ λογικὴ εἶναι, ὡς τό ποτε κυνίδιον, τὸ ἀγαπῶν ἐσθίειν ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτοῦ, ἥκειν εἰς κατάστασιν τέκνου. μέγα γὰρ συμβάλλεται ἀρετὴ μὲν πρὸς τὸ ποιῆσαι τέκνον θεοῦ, κακία δὲ καὶ τὸ λυσσῶδες ἐν λόγοις ὑβριστικοῖς καὶ τὸ ἀναιδὲς πρὸς τὸ ποιῆσαί τινα χρηματίσαι, κατὰ τὸν τῆς γραφῆς λόγον, κύνα. τὸ δ’ὅμοιον νοήσεις καὶ ἐπὶ τῶν λοιπῶν ὀνομάτων τῶν κατὰ τὰ ἄλογα ζῶα. πλὴν ἐλεγχθεὶς ὡς κύων καὶ μὴ ἀγανακτήσας ἐπὶ τῷ ἀνάξιος εἶναι λέγεσθαι ἄρτου τέκνων, καὶ μετὰ πάσης ἀνεξικακίας εἰπὼν τὸν τῆς Χαναναίας ἐκείνης λόγον τὸν φήσαντα · ναί, κύριε · καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν, τεύξεται τῆς προσηνεστάτης ἀποκρίσεως Ἰησοῦ λέγοντος αὐτῷ · μεγάλη σου πίστις, ἐπὰν τηλικαύτην ἀναλάβῃ πίστιν, καὶ λέγοντος · γενέσθω σοι ὡς θέλεις, ἵνα καὶ αὐτὸς ἰαθῇ καί, εἴ τινα καρπὸν ἐγέννησε δεόμενον ἰάσεως, καὶ οὗτος θεραπευθῇ.
11.18 καὶ μεταβὰς ἐκεῖθεν Ἰησοῦς δῆλον δὲ ἐκ τῶν προειρημένων, ὅτι ἀπὸ τῶν μερῶν Τύρου καὶ Σιδῶνος ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ἥτις ἐστὶν συνήθως ὀνομαζομένη Γενησαρῖτις λίμνη, καὶ πάλιν ἀνέβη εἰς τὸ ὄρος ἔνθα ἀναβὰς ἐκαθέζετο . ἔστιν οὖν εἰπεῖν ὅτι εἰς τὸ ὄρος τοῦτο, ὅπου καθέζεται Ἰησοῦς, οὐχ ὑγιαίνοντες ἀναβαίνουσι μόνον, ἀλλὰ μετὰ τῶν ὑγιαινόντων καὶ οἱ διάφορα πάθη πεπονθότες. καὶ τάχα τοῦτο τὸ ὄρος, ἔνθα ἀναβὰς καθέζεται Ἰησοῦς, κοινοτέρως ἐστὶν ὀνομαζομένη ἐκκλησία, ἀνεστηκυῖα διὰ τὸν λόγον τοῦ θεοῦ παρὰ τὴν λοιπὴν γῆν καὶ τοὺς ἐπ’αὐτῆς · ὅπου προσέρχονται οὐχ οἱ μαθηταὶ καταλιπόντες τοὺς ὄχλους, ὡς ἐπὶ τῶν μακαρισμῶν, ἀλλὰ πολλοὶ ὄχλοι, οἵτινες αὐτοὶ μὲν οὐ κατηγοροῦνται ὡς κωφοὶ τι πεπονθότες, ἔχουσι δὲ μεθ’ἑαυτῶν τοὺς τοιούτους. καὶ γὰρ ἔστιν ἰδεῖν μετὰ τῶν προσερχομένων ὄχλων εἰς τοῦτο τὸ ὄρος, ἔνθα υἱὸς καθέζεται τοῦ θεοῦ, τινὰς μὲν κεκωφωμένους πρὸς τὰ ἐπαγγελλόμενα, ἄλλους δὲ τυφλοὺς τὴν ψυχὴν καὶ μὴ βλέποντας τὸ ἀληθινὸν φῶς , καὶ ἄλλους χωλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον πορεύεσθαι, καὶ ἄλλους κυλλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον ἐργάζεσθαι. οὗτοι τοίνυν οἱ ταῦτα κατὰ ψυχὴν πεπονθότες, οἱ μετὰ τῶν ὄχλων εἰς τὸ ὄρος ἀναβάντες, ἔνθα ἦν Ἰησοῦς, ὅσον μὲν ἔξω τῶν ποδῶν εἰσι τοῦ Ἰησοῦ, οὐ θεραπεύονται ὑπ’αὐτοῦ · ἐπὰν δέ, ὡς τοιαῦτα πεπονθότες, ῥιφῶσιν ὑπὸ τῶν ὄχλων παρὰ τοὺς πόδας αὐτοῦ καὶ τὰ τελευταῖα τοῦ σώματος τοῦ Χριστοῦ, οὐ δὲ τούτων ἄξιοι τὸ ὅσον ἐφ’ἑαυτοῖς τυγχάνοντες, τότε ὑπ’αὐτοῦ θεραπεύονται. καὶ ἐπὰν ἴδῃς ἐν τῷ τῆς κοινότερον ἐκκλησίας λεγομένης ἀθροίσματι ἐρριμμένους μετὰ τοὺς τελευταίους αὐτῆς, οἱονεὶ καὶ παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ σώματος, τῆς ἐκκλησίας, τοὺς κατηχουμένους προσελθόντας μετὰ τῆς ἰδίας κωφότητος καὶ τυφλότητος χωλότητόςτε καὶ κυλλότητος, καὶ τῷ χρόνῳ θεραπευομένους κατὰ τὸν λόγον, οὐκ ἂν ἁμάρτοις τοὺς τοιούτους λέγων ἀναβάντας μετὰ τῶν ὄχλων τῆς ἐκκλησίας εἰς τὸ ὄρος, ὅπου ἦν Ἰησοῦς, ἐρρίφθαι παρὰ τοὺς πόδας αὐτοῦ καὶ τεθεραπεῦσθαι αὐτούς, ὥστε τὸν ὄχλον τῆς ἐκκλησίας θαυμάζειν βλέποντας ἀπὸ τηλικούτων κακῶν μεταβολὰς ἐπὶ τὸ βέλτιον γενομένας, ὥστ’ἂν εἰπεῖν · οἱ πρότερον κωφοὶ ὕστερον λαλοῦσι τὸν λόγον τοῦ θεοῦ καὶ οἱ χωλοὶ περιπατοῦσι , πληρουμένης καὶ τῆς τοῦ Ἡσαΐου οὐ μόνον ἐν σωματικοῖς ἀλλὰ καὶ ἐν πνευματικοῖς προφητείας, λέγοντος · τότε ἁλεῖται ὡς ἔλαφος χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων . κἀκεῖ δέ, εἰ μὴ ἀποκληρωτικῶς εἴρηται τὸ ὡς ἔλαφος ἁλεῖται χωλός , φήσομεν μὴ μάτην ἐλάφῳ καθαρῷ ζώῳ καὶ πολεμίῳ τῶν ὄφεων καὶ μηδὲν βλάπτεσθαι ὑπὸ ἰοῦ αὐτῶν δυναμένῳ παραβεβλῆσθαι τοὺς πρότερον χωλοὺς καὶ διὰ τὸν Ἰησοῦν ἁλλομένους ὡς ἔλαφον. πληροῦται δὲ καὶ κατὰ τὸ βλέπεσθαι κωφοὺς λαλοῦντας λέγουσα προφητεία · καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων μᾶλλον φάσκουσα · οἱ κωφοὶ ἀκούσατε . καὶ οἱ τυφλοὶ δὲ βλέπουσι κατὰ τὴν λέγουσαν προφητείαν ἑξῆς τῷ οἱ κωφοὶ ἀκούσατε καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν . οἱ τυφλοὶ δὲ βλέπουσιν, ὅτε βλέποντες τὸν κόσμον ἐκ μεγέθους τοῦ κάλλους τῶν κτισμάτων ἀναλόγως αὐτοῖς τὸν γενεσιουργὸν θεωροῦσι, καὶ ὅτε τὰ ἀόρατα αὐτοῦ (τοῦ θεοῦ) ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορῶσι, τουτέστιν ἐπιμελῶς καὶ σαφῶς ὁρῶσι καὶ νοοῦσι. ταῦτα δὲ βλέποντες οἱ ὄχλοι ἐδόξαζον τὸν θεὸν Ἰσραήλ, καὶ δοξάζουσι πειθόμενοι ὅτι αὐτὸς θεὸς πατήρ ἐστι τοῦ θεραπεύσαντος τοὺς προειρημένους καὶ θεὸς τοῦ Ἰσραήλ · οὐ γὰρ Ἰουδαίων μόνον θεός ἐστιν, ἀλλὰ καὶ ἐθνῶν . ἀναβιβάζωμεν οὖν μεθ’ἑαυτῶν ἐπὶ τὸ ὄρος ἔνθα καθέζεται Ἰησοῦς, τὴν ἐκκλησίαν αὐτοῦ, τοὺς βουλομένους ἀναβαίνειν ἐπ’αὐτὸ μεθ’ἡμῶν κωφούς, τυφλούς, χωλούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ῥίπτωμεν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἵνα θεραπεύσῃ αὐτούς, ὥστε θαυμάσαι ἐπὶ τῇ τούτων θεραπείᾳ τοὺς ὄχλους. οἱ γὰρ μαθηταὶ οὐκ ἀναγεγραμμένοι εἰσὶ τὰ τοιαῦτα θαυμάζειν, καίτοιγε παρόντες τῷ Ἰησοῦ καὶ τότε, ὡς δῆλον ἐκ τοῦ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε · σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον καὶ τὰ ἑξῆς. τάχα δὲ εἰ ἐπιμελῶς προσέχοις τῷ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, εὕροις ἂν ὅτι οἱ μαθηταὶ τότε οὐ προσῆλθον αὐτῷ, ἀλλὰ πάλαι ἀρξάμενοι ἀκολουθεῖν καὶ εἰς τὸ ὄρος ἠκολούθησαν αὐτῷ. προσῆλθον δὲ αὐτῷ οἱ τῶν μαθητῶν ἐλάττους καὶ τότε πρῶτον αὐτῷ προσιόντες, οἵτινες οὐ τὰ ὅμοια τοῖς μετ’αὐτῶν ἀναβεβηκόσι πεπόνθασι. παρατήρει δὲ ἐν τῷ εὐαγγελίῳ τίνες μὲν ἀναγεγραμμένοι εἰσὶν ἠκολουθηκέναι τῷ Ἰησοῦ, τίνες δὲ προσεληλυθέναι, τίνες δὲ προσῆχθαι, καὶ τίνες διῃρῆσθαι εἰς προάγοντας καὶ εἰς ἀκολουθοῦντας, καὶ τῶν προσεληλυθότων τίνες αὐτῷ ἐν τῇ οἰκίᾳ προσῆλθον καὶ τίνες ἀλλαχοῦ τυγχάνοντι. πολλὰ γὰρ ἂν εὕροις ἐκ τῆς παρατηρήσεως πνευματικοῖς πνευματικὰ συγκρίνων ἄξια τῆς ἐν τοῖς εὐαγγελίοις ἀκριβοῦς σοφίας.
11.19 δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν . ἀνωτέρω μὲν ἐπὶ τῆς ὁμοίας ταύτῃ περὶ τῶν ἄρτων ἱστορίας πρὸ τῶν ἄρτων ἐξελθὼν ( Ἰησοῦς) εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’αὐτὸν καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. καὶ ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες · ἔρημός ἐστιν τόπος καὶ ὥρα παρῆλθεν ἤδη · ἀπόλυσον αὐτοὺς καὶ τὰ ἑξῆς · νῦν δὲ μετὰ τὴν θεραπείαν τῶν κωφῶν καὶ τῶν λοιπῶν σπλαγχνίζεται ἐπὶ τὸν ὄχλον τρεῖς ἤδη ἡμέρας προσμένοντα αὐτῷ καὶ μὴ ἔχοντα φαγεῖν. καὶ ἐκεῖ μὲν οἱ μαθηταὶ περὶ τῶν πεντακισχιλίων ἀξιοῦσιν, ἐνθάδε δὲ ἀφ’ἑαυτοῦ περὶ τῶν τετρακισχιλίων λέγει. κἀκεῖνοι μὲν ὀψίας τρέφονται ἡμέραν αὐτῷ συνδιατρίψαντες, οὗτοι δὲ μαρτυρηθέντες ὅτι αὐτῷ τρεῖς ἡμέρας προσέμειναν μεταλαμβάνουσι τῶν ἄρτων, ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. κἀκεῖ μὲν πέντε ἄρτους καὶ δύο ἰχθύας φασὶν οἱ μαθηταὶ ἔχειν μόνους οὐ πυθομένῳ, ἐνθάδε δὲ πυθομένῳ ἀποκρίνονται περὶ ἑπτὰ ἄρτων καὶ ὀλίγων ἰχθυδίων. κἀκεῖ μὲν κελεύει τοὺς ὄχλους ἀνακλιθῆναι οὐκ ἀναπεσεῖν ἐπὶ τοῦ χόρτου · καὶ γὰρ Λουκᾶς κατακλίνατε αὐτοὺς ἀνέγραψε καὶ Μᾶρκος ἐπέταξε φησὶν αὐτοῖς πάντας ἀνακλῖναι , ἐνθάδε δὲ οὐ κελεύει ἀλλὰ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν. πάλιν ἐκεῖ μὲν ταῖς αὐταῖς λέξεσιν οἱ τρεῖς εὐαγγελισταί φασιν ὅτι λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησεν , ἐνθάδε δέ, ὡς Ματθαῖος καὶ Μᾶρκος ἀνέγραψαν, εὐχαριστήσας Ἰησοῦς ἔκλασε. κἀκεῖ μὲν ἐπὶ τοῦ χόρτου ἀνακλίνονται, ἐνθάδε δὲ ἐπὶ τὴν γῆν ἀναπίπτουσι. ζητήσεις δὲ ἐν τοῖς κατὰ τοὺς τόπους τὸ τοῦ Ἰωάννου παρηλλαγμένον, ὃς ἐπ’ἐκείνης μὲν τῆς πράξεως ἀνέγραψεν ὅτι εἶπεν Ἰησοῦς · ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν καὶ ὅτι εὐχαριστήσας ἔδωκε τοῖς ἀνακειμένοις ἀπὸ τῶν ἄρτων, ταύτης δὲ οὐ δὲ τὴν ἀρχὴν ἐμνημόνευσε. προσέχων οὖν τῇ διαφορᾷ τῶν κατὰ τοὺς τόπους ἐπὶ τοῖς ἄρτοις γεγραμμένων, τούτους νομίζω τάγματος εἶναι διαφέροντος παρ’ἐκείνους · διόπερ οὗτοι μὲν ἐν ὄρει τρέφονται, ἐκεῖνοι δὲ ἐν ἐρήμῳ τόπῳ, καὶ οὗτοι μὲν τρεῖς παραμείναντες τῷ Ἰησοῦ ἡμέρας, ἐκεῖνοι δὲ μίαν, ἧς ἐν τῇ ἑσπέρᾳ ἐτράφησαν. ἔτι δὲ εἰ μὴ ταὐτόν ἐστι τὸ ἀφ’ἑαυτοῦ ποιῆσαι τὸν Ἰησοῦν τῷ ἀπὸ τῶν μαθητῶν ἀκούσαντα πρᾶξαι, ὅρα εἰ μὴ διαφέρουσιν οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Ἰησοῦ αὐτόθεν ἐπὶ τῷ εὐεργετῆσαι θρέψαντος αὐτούς […]. εἰ δὲ κατὰ τὸν Ἰωάννην κρίθινοι ἦσαν οἱ ἄρτοι, ἀφ’ὧν ἐπερίσσευσαν οἱ δώδεκα κόφινοι, οὐδὲν δὲ τοιοῦτον περὶ τούτων λέγεται, πῶς οὐ βελτίους οὗτοι παρὰ τοὺς προτέρους; κἀκείνων μὲν τοὺς ἀρρώστους ἐθεράπευσεν , ἐνταῦθα δὲ τοὺς μετὰ τῶν ὄχλων οὐκ ἀρρώστους θεραπεύει, ἀλλὰ τυφλοὺς καὶ χωλοὺς καὶ κωφοὺς καὶ κυλλούς · διὸ καὶ ἐπὶ τούτοις μὲν θαυμάζουσιν οἱ τετρακισχίλιοι, ἐπὶ δὲ τοῖς ἀρρώστοις οὐδὲν τοιοῦτον λέλεκται. κρείττους δέ εἰσιν, οἶμαι, οἱ φαγόντες ἀπὸ τῶν ἑπτὰ εὐχαριστηθέντων ἄρτων τῶν φαγόντων ἀπὸ τῶν πέντε εὐλογηθέντων, καὶ οἱ φαγόντες ἀπὸ τῶν ὀλίγων ἰχθυδίων παρὰ τοὺς φαγόντας ἀπὸ τῶν δύο · τάχα δὲ καὶ οἱ ἀναπεσόντες ἐπὶ τὴν γῆν παρὰ τοὺς ἀνακλιθέντας ἐπὶ τοῦ χόρτου . καὶ ἐκεῖνοι μὲν ἀπὸ ὀλιγωτέρων ἄρτων δώδεκα κοφίνους καταλείπουσιν, οὗτοι δὲ ἀπὸ πλειόνων ἑπτὰ σπυρίδας, τῷ χωρητικώτεροι εἶναι μειζόνων. καὶ τάχα οὗτοι μὲν ἐπιβαίνουσι πάντων τῶν γηΐνων καὶ ἀναπίπτουσιν ἐπ’αὐτῶν, οἱ δ’ ἐπὶ τοῦ χόρτου ἐπὶ μόνης τῆς σαρκὸς αὐτῶν · πᾶσα γὰρ σὰρξ χόρτος . πρόσχες καὶ μετὰ ταῦτα ὅτι τούτους ἀπολῦσαι Ἰησοῦς νήστεις οὐ θέλει, ἵνα μὴ ἐκλυθῶσιν ὡς κενοὶ τῶν ἄρτων Ἰησοῦ, καὶ ἔτι ἐν τῇ ὁδῷ τυγχάνοντες τῇ ἐπὶ τὰ οἰκεῖα βλαβῶσι. σημείωσαι δὲ εἴ που ἀναγέγραπται Ἰησοῦς ἀπολελυκέναι, ἵν’ἴδῃς διαφορὰν τῶν μετὰ τὸ τραφῆναι ὑπ’αὐτοῦ ἀπολυθέντων καὶ τῶν ἄλλως ἀπολυθέντων · παράδειγμα δὲ ἄλλως ἀπολυθέντος τὸ γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου . πρὸς δὲ τούτοις οἱ μὲν ἀεὶ συνόντες τῷ Ἰησοῦ μαθηταὶ οὐκ ἀπολύονται ἀπ’αὐτοῦ, οἱ δὲ ὄχλοι φαγόντες ἀπολύονται. καθὰ πάλιν οἱ μαθηταὶ μηδὲν μέγα φρονοῦντες περὶ τῆς Χαναναίας φασίν · ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν , δὲ σωτὴρ οὐδαμῶς αὐτὴν ἀπολύων φαίνεται · εἰπὼν γὰρ αὐτῇ · γύναι, μεγάλη σου πίστις · γενηθήτω σοι ὡς θέλεις , ἰάσατο μὲν τὴν θυγατέρα αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης , οὐ μέντοι γέγραπται ὅτι ἀπέλυσεν αὐτήν. τοσαῦτα καὶ εἰς τὸ ἐκκείμενον ῥητὸν ἐπὶ τοῦ παρόντος ἐξετάσαι καὶ ἰδεῖν δεδυνήμεθα.