Origen

Commentary on Matthew, 10

10.1τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες · φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. ὅτε μὲν μετὰ τῶν ὄχλων ἐστὶν Ἰησοῦς, οὐκ ἔστιν αὐτοῦ ἐν τῇ οἰκίᾳ, ἔξω γὰρ τῆς οἰκίας οἱ ὄχλοι · καὶ τῆς φιλανθρωπίας αὐτοῦ ἔργον ἐστὶ καταλιπεῖν τὴν οἰκίαν καὶ ἀπιέναι πρὸς τοὺς μὴ δυναμένους ἥκειν πρὸς αὐτόν. αὐτάρκως δὲ τοῖς ὄχλοις διαλεχθεὶς ἐν παραβολαῖς ἀφίησιν αὐτοὺς καὶ ἔρχεται εἰς τὴν ἑαυτοῦ οἰκίαν, ἔνθα προσέρχονται αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀπομείναντες μετὰ τῶν ἀφεθέντων ὑπ’αὐτοῦ. καὶ ὅσοι γε γνησιώτερον ἀκούουσι τοῦ Ἰησοῦ, πρῶτον ἀκολουθοῦσιν αὐτῷ, εἶτα πυνθανόμενοι περὶ τῆς μονῆς αὐτοῦ ἐπιτρέπονται ἰδεῖν αὐτήν, καὶ ἐλθόντες ὁρῶσι καὶ παρ’αὐτῷ μένουσι, πάντες μὲν τὴν ἡμέραν ἐκείνην, τάχα δέ τινες αὐτῶν καὶ ἐπὶ πλεῖον. καὶ τὰ τοιαῦτά γε οἶμαι δεδηλῶσθαι ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ διὰ τούτων · τῇ ἐπαύριον πάλιν εἱστήκει Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. ἔτι εἰς παράστασιν τοῦ ὅτι τῶν ἐπιτραπέντων σὺν τῷ Ἰησοῦ πορεύεσθαι καὶ ἰδεῖν αὐτοῦ τὴν οἰκίαν διαφέρων καὶ ἀπόστολος γίνεται, ἐπιφέρεται τούτοις · ἦν Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων ὑπὸ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. καὶ ἡμεῖς οὖν, εἴπερ βουλόμεθα μὴ ὡς ὄχλοι ἀκούειν τοῦ Ἰησοῦ οὓς ἀφιεὶς καὶ ἔρχεται εἰς τὴν οἰκίαν, ἐξαίρετόν τι παρὰ τοὺς ὄχλους ἀναλαμβάνοντες οἰκειωθῶμεν τῷ Ἰησοῦ, ἵν’ὡς μαθηταὶ αὐτοῦ ἐλθόντι εἰς τὴν οἰκίαν προσέλθωμεν καὶ προσελθόντες ἀξιώσωμεν περὶ φράσεως παραβολῆς, εἴτε τῶν ζιζανίων τοῦ ἀγροῦ εἴθ’ἡστινοσοῦν. ἵνα δὲ ἀκριβέστερον νοηθῇ τίνος παραστατικόν ἐστι πράγματος τοῦ Ἰησοῦ οἰκία, συναγαγέτω τις ἀπὸ τῶν εὐαγγελίων ὅσα περὶ τῆς οἰκίας Ἰησοῦ εἴρηται καὶ τίνα ἐν αὐτῇ λελάληται πέπρακται αὐτῷ · ἐπὶ γὰρ τὸ αὐτὸ ἐπισυναχθέντα ταῦτα πείσει τὸν προσέχοντα ταύτῃ τῇ ἀναγνώσει, ὅτι οὐχ ἁπλᾶ, ὡς οἴονταί τινες, ἐστὶ μόνον τὰ τοῦ εὐαγγελίου γράμματα, ἀλλὰ τοῖς μὲν ἁπλοῖς κατ’οἰκονομίαν ὡς ἁπλᾶ γεγένηται, τοῖς δὲ ὀξύτερον ἀκούειν αὐτῶν βουλομένοις καὶ δυναμένοις ἐγκέκρυπται σοφὰ καὶ ἄξια λόγου θεοῦ πράγματα.
10.2μετὰ ταῦτα ἀποκριθεὶς εἶπεν ἀπὸ τοῦ · σπείρων τὸ καλὸν σπέρμα ἐστὶν υἱὸς τοῦ ἀνθρώπου […]. περὶ ὧν εἰ καὶ κατὰ τὸ δυνατὸν ἡμῖν ἐν τοῖς πρὸ τούτων διειλήφαμεν, οὐδὲν ἧττον καὶ νῦν λελέξεται τὰ δυνάμενα ἐκείνοις προσαρμόσαι, εἰ καὶ καθ’ἑτέραν διήγησιν ἔχει λόγον. καὶ πρόσχες γε εἰ δύνασαι τὸ καλὸν σπέρμα τοὺς υἱοὺς τῆς βασιλείας πρὸς τοῖς προαποδεδομένοις καὶ ἑτέρως λαβεῖν, ὅτι ὅσα ἐν τῇ ἀνθρωπίνῃ φύεται ψυχῇ καλά, ταῦτα ὑπὸ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου θεοῦ σπείρεται γεννήματα τυγχάνοντα τῆς τοῦ θεοῦ βασιλείας, ὡς εἶναι τοὺς περὶ ἑκάστου ὑγιεῖς λόγους τοὺς υἱοὺς τῆς βασιλείας. κοιμωμένων δὲ τῶν μὴ κατὰ τὴν ἐντολὴν τοῦ Ἰησοῦ πραττόντων λέγοντος · γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν, διάβολος ἐπιτηρῶν ἐπισπείρει τὰ καλούμενα ζιζάνια, τὰ μοχθηρὰ δόγματα, ταῖς καλουμέναις ὑπό τινων φυσικαῖς ἐννοίαις καὶ σπέρμασι καλοῖς τοῖς ἀπὸ τοῦ λόγου. κατὰ δὲ τοῦτο ἀγρὸς καὶ κόσμος πᾶς λέγοιτο ἂν καὶ οὐ μόνον ἐκκλησία τοῦ θεοῦ · ἐν γὰρ παντὶ κόσμῳ μὲν υἱὸς τοῦ ἀνθρώπου ἔσπειρε τὸ καλὸν σπέρμα, δὲ πονηρὸς τὰ ζιζάνια, ἅπερ εἰσὶν οἱ μοχθηροὶ λόγοι, οἱ ἀπὸ κακίας υἱοὶ τοῦ πονηροῦ. δεήσει δὲ γενέσθαι ἐπὶ τέλει τῶν πραγμάτων καλεῖται συντέλεια τοῦ αἰῶνος θερισμόν, ἵν’οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα τῇ ψυχῇ φαῦλα δόγματα καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσιν, τῷ λεγομένῳ καίειν πυρὶ ἀνατρέποντες αὐτά. καὶ οὕτω συλλέξουσιν οἱ τοῦ λόγου ἄγγελοι καὶ ὑπηρέται ἐκ πάσης τῆς τοῦ Χριστοῦ βασιλείας πάντα τὰ ἐνυπάρχοντα ταῖς ψυχαῖς σκάνδαλα καὶ τοὺς τὴν ἀνομίαν ποιοῦντας λογισμούς, οὕστινας ἀναλίσκοντες βαλοῦσιν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην · ἔνθα καὶ οἱ συναισθηθέντες ἑαυτῶν διὰ τὸ κοιμᾶσθαι τὰ σπέρματα τοῦ πονηροῦ ἐν ἑαυτοῖς εἰληφέναι κλαύσονται καὶ ὡσπερεὶ ἑαυτοῖς θυμωθήσονται. τοῦτο γὰρ βρυγμὸς τῶν ὀδόντων, διὸ καὶ ἐν τοῖς Ψαλμοῖς τὸ ἔβρυξαν ἐπ’ἐμὲ τοὺς ὀδόντας αὐτῶν λέλεκται. τότε μάλιστα οἱ δίκαιοι λάμψουσιν οὐκέτι διαφόρως, ὡς κατὰ τὰς ἀρχάς, ἀλλὰ πάντες ὡς εἷς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὡς μυστήριον γοῦν δηλῶν σωτήρ, τάχα μὲν καὶ διὰ πάντων τῶν ἐν τῇ φράσει τῆς παραβολῆς, τάχα δὲ μάλιστα διὰ τοῦ τότε οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν, ἐπιφέρει · ἔχων ὦτα ἀκούειν ἀκουέτω, διδάσκων τοὺς οἰομένους ἐν τῇ φράσει τῆς παραβολῆς σαφέστατα αὐτὴν ἐκτεθεῖσθαι, ὡς καὶ ἐν τοῖς τυχοῦσι δύνασθαι νοηθῆναι αὐτήν, ὅτι καὶ αὐτὰ τὰ τῆς διηγήσεως τῆς παραβολῆς δεῖται σαφηνείας.
10.3ἀλλ’ἐπεὶ ἀνωτέρω ἐφάσκομεν εἰς τὸ τότε οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος, ὅτι οὐχ ὡς τὸ πρότερον διαφόρως λάμψουσιν οἱ δίκαιοι, ἀλλ’ἔσονται οἱ πάντες ὡς εἷς ἥλιος, ἀναγκαίως ἐκθησόμεθα τὸ φανὲν ἡμῖν εἰς τὸν τόπον. ἔοικεν Δανιήλ, φῶς τοῦ κόσμου ἐπιστάμενος τοὺς συνιέντας καὶ τοὺς πολλοὺς τῶν δικαίων διαφέροντας τῇ δόξῃ, εἰρηκέναι τὸ καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι. καὶ ἀπόστολος δέ, ἐν τῷ ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων · ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, οὕτω καὶ ἀνάστασις τῶν νεκρῶν, τὰ αὐτὰ λέγει τῷ Δανιήλ, τὸν νοῦν ἀπὸ τῆς προφητείας αὐτοῦ τοῦτον λαβών. ζητήσει οὖν τις πῶς οἱ μὲν περὶ διαφορᾶς τοῦ ἐν τοῖς δικαίοις λέγουσι φωτός, δὲ σωτὴρ τοὐναντίον · ὡς εἷς ἥλιος λάμψουσιν. ὑπολαμβάνω οὖν ὅτι παρὰ μὲν τὴν ἀρχὴν τῶν ἐν τοῖς σῳζομένοις μακαρισμῶν, ὅτι οὐδέπω ἐκαθάρθησαν οἱ μὴ τοιοῦτοι, τὰ τῆς διαφορᾶς γίνεται τοῦ τῶν σῳζομένων φωτός · ἐπὰν δέ, ὡς ἀποδεδώκαμεν, συλλεγῇ ἀπὸ τῆς βασιλείας ὅλης Χριστοῦ πάντα τὰ σκάνδαλα καὶ οἱ ποιοῦντες τὴν ἀνομίαν λογισμοὶ βληθῶσιν εἰς τὴν κάμινον τοῦ πυρὸς καὶ καταναλωθῇ τὰ χείρονα καὶ τούτων γινομένων εἰς συναίσθησιν ἔλθωσιν οἱ παραδεξάμενοι τοὺς υἱοὺς τοῦ πονηροῦ λόγους, τότε ἓν γενόμενοι ἡλιακὸν φῶς οἱ δίκαιοι λάμψουσιν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. τίνι δὲ λάμψουσιν τοῖς ὑποδεεστέροις ἀπολαύσουσι τοῦ φωτὸς αὐτῶν, ἀνάλογον τῷ νῦν λάμπειν τὸν ἥλιον τοῖς ἐπὶ γῆς; οὐ γὰρ δήπου ἑαυτοῖς λάμψουσι. μήποτε δὲ καὶ τὸ λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ἀπογράψασθαι δυνατόν ἐστιν ἐπὶ τὸ πλάτος τῆς καρδίας κατὰ τὸ εἰρημένον τῷ Σολομῶντι τριχῶς, ὥστε καὶ νῦν λάμπειν τὸ φῶς τῶν Ἰησοῦ μαθητῶν ἔμπροσθεν τῶν λοιπῶν ἀνθρώπων καὶ μετὰ τὴν ἔξοδον πρὸ τῆς ἀναστάσεως καὶ μετὰ τὴν ἀνάστασιν, ἕως ἂν καταντήσωσιν οἱ πάντες εἰς ἄνδρα τέλειον καὶ γένωνται πάντες εἷς ἥλιος · τότε λάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν.
10.4πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν. τὰς μὲν προτέρας παραβολὰς τοῖς ὄχλοις εἶπε · ταύτην δὲ καὶ τὰς ἑξῆς αὐτῆς δύο, οὐ παραβολὰς ἀλλ’ὁμοιώσεις πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν τυγχανούσας, ἔοικεν ἐν τῇ οἰκίᾳ γενόμενος πρὸς τοὺς μαθητὰς εἰρηκέναι · περὶ ἧς προσέχων τῇ ἀναγνώσει ἐξεταζέτω καὶ τῶν ἑξῆς δύο μήποτε οὐ δὲ παραβολαί εἰσιν · ἐπ’ἐκείνων μὲν γὰρ οὐκ ὤκνησεν γραφὴ καθ’ἑκάστην προτάσσειν τὸ ὄνομα τῆς παραβολῆς, ἐπὶ δὲ τούτων τὸ αὐτὸ οὐ πεποίηκεν. καὶ εἰκότως γε τοῦτο πεποίηκεν. εἰ γὰρ τοῖς ὄχλοις ἐλάλησεν ἐν παραβολαῖς καὶ ταῦτα πάντα ἐλάλησεν ἐν παραβολαῖς καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, οὐ τοῖς ὄχλοις δὲ ἐλθὼν εἰς τὴν οἰκίαν διαλέγεται ἀλλὰ τοῖς προσελθοῦσιν αὐτῷ μαθηταῖς ἐν αὐτῇ, δῆλον ὅτι οὔκ εἰσι παραβολαὶ τὰ ἐν τῇ οἰκίᾳ λελαλημένα · τοῖς γὰρ ἔξω ἐν παραβολαῖς λαλεῖ καὶ οἷς οὐ δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν. φήσει τις οὖν · εἰ μή εἰσιν αὗται παραβολαί, τί εἰσιν; μήποτε οὖν τῇ λέξει τῆς γραφῆς ἀκολουθοῦντες φήσομεν ὅτι ὁμοιότητές εἰσι. διαφέρει δὲ ὁμοιότης παραβολῆς · γέγραπται γὰρ ἐν τῷ Μάρκῳ · τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν; ἐκ τούτου γὰρ παρίσταται διαφορὰν εἶναι ὁμοιώσεως καὶ παραβολῆς. ἔοικεν οὖν μὲν ὁμοίωσις εἶναι γενική, δὲ παραβολὴ εἰδική. τάχα δὲ καὶ ὁμοίωσις γενικωτάτη οὖσα τῆς παραβολῆς ἔχει ἐν εἴδει, ὥσπερ τὴν παραβολήν, οὕτω καὶ ὁμώνυμον τῷ γενικῷ τὴν ὁμοίωσιν. ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβέβηκεν, ὡς τετηρήκασιν οἱ δεινοὶ περὶ τὴν τῶν πολλῶν ὀνομάτων θέσιν · οἵτινες λέγουσι καὶ γενικωτάτην εἶναι τὴν ὁρμὴν πολλῶν εἰδῶν περιεκτικήν, ὥσπερ καὶ ἀφορμῆς καὶ ὁρμῆς, ἐν εἴδει λέγοντες ὁμωνύμως τῷ γενικῷ παραλαμβάνεσθαι πρὸς ἀντιδιαστολὴν τῆς ἀφορμῆς τὴν ὁρμήν.
10.5καὶ ἐν τούτῳ ζητητέον ἰδίᾳ τὸν ἀγρὸν καὶ ἰδίᾳ τὸν κεκρυμμένον ἐν αὐτῷ θησαυρόν, καὶ τίνα τρόπον εὑρὼν τοῦτον κεκρυμμένον τὸν θησαυρὸν ἄνθρωπος ἀπὸ τῆς χαρᾶς ἄπεισι καὶ πωλεῖ ὅσα ἔχει, ἵνα ἀγοράσῃ τὸν ἀγρὸν ἐκεῖνον. ζητητέον δὲ καὶ τίνα ἐστὶν πωλεῖ. δοκεῖ δή μοι κατὰ ταῦτα ἀγρὸς μὲν εἶναι γραφὴ καταφυτευθεῖσα τοῖς φανεροῖς τῶν ῥητῶν τῆς ἱστορίας καὶ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν λοιπῶν νοημάτων πολλὴ γὰρ φυτεία καὶ ποικίλη ἐστὶ καὶ τῶν ῥητῶν τῆς ὅλης γραφῆς, δὲ ἐν τῷ ἀγρῷ κεκρυμμένος θησαυρὸς τὰ ἀποκεκρυμμένα καὶ ὑποκείμενα τοῖς φανεροῖς νοήματα τῆς σοφίας ἐν μυστηρίῳ ἀποκεκρυμμένης καὶ τῷ Χριστῷ, ἐν εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. ἄλλος δ’ἂν λέγοι ἀγρὸν μὲν εἶναι τὸν ἀληθῶς πλήρη, ὃν εὐλόγησε κύριος, τὸν Χριστὸν τοῦ θεοῦ, τὸν δ’ἐν αὐτῷ κεκρυμμένον θησαυρὸν τὰ εἰρημένα παρὰ τῷ Παύλῳ κεκρύφθαι ἐν Χριστῷ, λέγοντι περὶ Χριστοῦ τὸ ἐν εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. τὰ οὐράνια τοίνυν πράγματα καὶ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγραπται ταῖς γραφαῖς αἵτινές εἰσιν βασιλεία τῶν οὐρανῶν, αὐτός ἐστιν Χριστὸς βασιλεὺς τῶν αἰώνων βασιλεία τῶν οὐρανῶν, ὡμοιωμένη θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ.
10.6γενόμενος δὲ κατὰ τὸν τόπον ζητήσεις πότερον βασιλεία τῶν οὐρανῶν μόνῳ τῷ θησαυρῷ ὡμοίωται τῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς ἄλλον νοεῖν τῆς βασιλείας τὸν ἀγρόν, ὅλῳ τούτῳ ὡμοίωται τῷ ἀγρῷ καὶ τῷ θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς τὴν τῶν οὐρανῶν βασιλείαν εἶναι κατὰ τὴν ὁμοίωσιν καὶ τὸν ἀγρὸν καὶ τὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ θησαυρόν. ἐλθὼν δέ τις ἄνθρωπος εἰς τὸν ἀγρόν, εἴτε τὰς γραφὰς εἴτε τὸν Χριστὸν τὸν ἐκ φανερῶν καὶ κρυπτῶν συνεστηκότα, εὑρίσκει τὸν κεκρυμμένον τῆς σοφίας θησαυρόν, εἴτε ἐν Χριστῷ εἴτε ἐν ταῖς γραφαῖς ἐμπεριερχόμενος γὰρ τὸν ἀγρὸν καὶ ἐρευνῶν τὰς γραφὰς καὶ ζητῶν νοῆσαι τὸν Χριστὸν εὑρίσκει τὸν ἐν αὐτῷ θησαυρόν, καὶ εὑρὼν κρύπτει, οὐκ ἀκίνδυνον εἶναι νομίζων τὰ τῶν γραφῶν ἀπόρρητα νοήματα τοὺς ἐν Χριστῷ θησαυροὺς σοφίας καὶ γνώσεως ἐκφαίνειν τοῖς τυχοῦσι, καὶ κρύψας ἄπεισι πραγματευόμενος πῶς ἀγοράσει τὸν ἀγρὸν ἤτοι τὰς γραφάς, ἵνα ἴδιον κτῆμα αὐτὰς ποιήσῃ, λαβὼν ἀπὸ τῶν τοῦ θεοῦ τὰ λόγια τοῦ θεοῦ, πρῶτον Ἰουδαῖοι ἐπιστεύθησαν. καὶ ἀγοράσαντος τοῦ μαθητευθέντος Χριστῷ τὸν ἀγρὸν ἀφαιρεῖται ἀπ’ἐκείνων βασιλεία τοῦ θεοῦ ἥτις ἐστὶ κατ’ἄλλην παραβολὴν ἀμπελών, καὶ δίδοται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, τῷ διὰ τῆς πίστεως ἀγοράσαντι τὸν ἀγρὸν ἐκ τοῦ πεπρακέναι πάντα τὰ ὑπάρχοντα καὶ μηδὲν τῶν πρότερον ὑπαρχόντων κακία δὲ ὑπῆρχεν αὐτῷ ἔτι ἔχειν παρ’ἑαυτῷ. τὸ δὲ αὐτὸ ἐφαρμόσεις, κἂν ἀγρὸς ἔχων τὸν κεκρυμμένον θησαυρὸν Χριστὸς · οἱ γὰρ ἀφέντες πάντα καὶ ἀκολουθοῦντες αὐτῷ οἱονεὶ κατ’ἄλλον λόγον πεπράκασι τὰ ὑπάρχοντα αὐτῶν, ἵνα, διὰ τοῦ πεπρακέναι καὶ ἀποδεδόσθαι ἐκεῖνα καὶ ἀντ’ἐκείνων καλὴν προαίρεσιν βοηθουμένους αὐτοὺς εἰληφέναι ἀπὸ θεοῦ, ὠνήσωνται τῆς πολλῆς τιμῆς καὶ ἀξίας τοῦ ἀγροῦ τὸν ἔχοντα θησαυρὸν κεκρυμμένον ἐν ἑαυτῷ ἀγρόν.
10.7πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας. ἐπειδὴ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστί, πολλῶν ὄντων ἐμπόρων πολλὰ ἐμπορευομένων, οὐδενὶ μὲν ἐκείνων, τῷ δὲ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας καὶ εὑρόντι ἕνα ἀντάξιον τῶν πολλῶν πολύτιμον μαργαρίτην ὃν ἀντὶ πάντων ἠγόρασεν, εὔλογον ἡγοῦμαι τυγχάνειν τὰ περὶ τῆς φύσεως τοῦ μαργαρίτου ἐξετάσαι. παρατήρει δὲ ἐπιμελῶς ὅτι οὐκ εἶπεν ὅτι πέπρακε πάντας οὓς εἶχεν · οὐ γὰρ μόνους οὓς ζητῶν καλοὺς μαργαρίτας ἐώνηται πέπρακεν, ἀλλὰ καὶ πάντα ὅσα εἶχεν, ἵνα ἀγοράσῃ τὸν καλὸν μαργαρίτην ἐκεῖνον. εὕρομεν οὖν παρὰ τοῖς περὶ λίθων πραγματευσαμένοις περὶ τῆς φύσεως τοῦ μαργαρίτου ταῦτα ὅτι τῶν μαργαριτῶν οἱ μέν εἰσι χερσαῖοι, οἱ δὲ θαλάττιοι. καὶ οἱ μὲν χερσαῖοι παρ’Ἰνδοῖς μόνοις γίνονται πρέποντες σφραγῖσι καὶ σφενδόναις καὶ ὅρμοις. οἱ δὲ θαλάττιοι οἱ μὲν διαφέροντες παρὰ τοῖς αὐτοῖς Ἰνδοῖς εὑρίσκονται, οἵτινές εἰσι καὶ ἄριστοι ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ γινόμενοι. δευτερεύουσι δὲ ὡς ἐν μαργαρίταις οἱ ἐκ τοῦ κατὰ Βρεττανίαν Ὠκεανοῦ λαμβανόμενοι. τρίτοι δὲ καὶ ἀπολειπόμενοι οὐ μόνον τῶν πρώτων, ἀλλὰ καὶ τῶν δευτέρων, οἱ κατὰ τὸν Βόσπορον περὶ τὴν Σκυθίαν εὑρισκόμενοι. ἔτι δὲ ταῦτα ἐλέγετο περὶ τοῦ Ἰνδικοῦ μαργαρίτου ὅτι ἐν κόγχοις γίνεται προσεοικόσι τὴν φύσιν εὐμεγέθεσι στρόμβοις. οὗτοι δὲ ἱστοροῦνται οἱονεὶ κατὰ ἴλας τὴν θαλάττιον ποιούμενοι νομήν, καθάπερ ἀγελάρχου τινὸς ἐξηγουμένου περιόπτου τὴν χρόαν καὶ τὸ μέγεθος καὶ διαφέροντος τῶν ὑπ’αὐτόν, ὥστε ἀναλογίαν αὐτὸν ἔχειν τῷ καλουμένῳ ἐσσῆνι μελισσῶν. ἱστόρηται δὲ καὶ περὶ τῆς θήρας τῶν διαφερόντων, τουτέστι τῶν ἐν Ἰνδίᾳ, τοιοῦτον · ὅτι περιλαμβάνοντες οἱ ἐπιχώριοι δικτύοις κύκλον αἰγιαλοῦ μέγαν κατακολυμβῶσιν, ἕνα ἐξ ἁπάντων τὸν προηγούμενον ἐπιτηδεύοντες λαβεῖν, τούτου γὰρ ἁλόντος φασὶν ἄμοχθον γενέσθαι τὴν θήραν τῆς ὑπὸ τούτῳ ἀγέλης, οὐδενὸς ἔτι ἀτρεμοῦντος τῶν ἀπ’αὐτῆς, ἀλλὰ οἷον δεδεμένου ἱμάντι καὶ ἑπομένου τῷ ἀγελάρχῃ. λέγεται δὲ καὶ γένεσις τῶν ἐν Ἰνδίᾳ μαργαριτῶν χρόνοις συνίστασθαι, τροπὰς λαμβάνοντος τοῦ ζῴου πλείονας καὶ μεταβολάς, ἕως τελειωθῇ. ἔτι δὲ καὶ τοῦτο ἱστόρηται ὅτι διοίγεται κόγχος χάσμῃ παραπλησίως τοῦ φέροντος τὸν μαργαρίτην ζῴου καὶ διοιχθεὶς τὴν ἐπουράνιον εἰς ἑαυτὸν δέχεται δρόσον, ἧς ἐμπλησθεὶς καθαρᾶς καὶ ἀθολώτου περιαυγὴς γίνεται καὶ λοχεύει μέγαν καὶ εὔρυθμον τὸν λίθον. εἰ δέ ποτε ἐπηχλυμένης καὶ ἀνωμάλου χειμερίουτε μεταλάβοι δρόσου, ὁμιχλώδη κύει μαργαρίτην καὶ κηλῖσιν ἐπίμωμον. ἔτι δὲ καὶ τοῦτο εὕρομεν ὅτι εἰ μεσολαβηθείη ὁδεύων ἐπὶ τὴν πλήρωσιν οὗ κύει λίθου ὑπὸ ἀστραπῆς, μύει καὶ ὡσπερεὶ […] τῷ δείματι σκορπίζει καὶ διαχεῖ τὸν γόνον εἰς τὰ λεγόμενα φυσήματα. ἔστι δὲ ὅτε καθάπερ ἠλιτόμηνα γεννᾶται βραχέα καὶ ἀχλύος τι ἔχοντα, πλὴν εὔρυθμα. ἔτι δὲ καὶ τοῦτο ἔχει Ἰνδικὸς μαργαρίτης παρὰ τοὺς ἄλλους · λευκός ἐστι τὴν χρόαν, ἀργύρῳ διαφανεῖ προσφερὴς αὐγήντε ὑποχλωρίζουσαν ἠρέμα διαλάμπει, ὡς ἐπίπαν δὲ σχῆμα ἔχει στρογγύλον. ἔστι δὲ καὶ τρυφερόχρως καὶ ἁπαλώτερος κατὰ λίθον. οὕτως δέ ἐστιν ἐπιτερπὴς ἰδέσθαι, ὡς καὶ παρὰ τοῖς ἐμφανεστέροις, καθὰ ἀναγράψας ἔλεγε περὶ τῶν λίθων, ἀφυμνεῖσθαι. ἔτι δὲ καὶ τοῦτο σημεῖον ἀρίστου ἐστὶ μαργαρίτου τὸ τὴν περιφέρειαν τετορνευμένην ἔχειν καὶ τὸ χρῶμα λευκότατον καὶ διαυγέστατον καὶ τῷ μεγέθει μέγιστον. ταῦτα μὲν οὖν περὶ τοῦ Ἰνδικοῦ. δὲ κατὰ τὴν Βρεττανίαν (φασὶ) χρυσωπὸς μέν ἐστι τὴν ἐπίχροιαν, ὁμιχλώδης δέ τις καὶ ταῖς μαρμαρυγαῖς ἀμβλύτερος. δὲ ἐν τῷ πορθμῷ τῷ κατὰ Βόσπορον κνεφωδέστερος τοῦ Βρεττανικοῦ καὶ πελιδνὸς καὶ τέλεον ἀμυδρός, ἁπαλόςτε καὶ μακρομεγέθης. καὶ γεννᾶται δὲ ἐν τῷ κατὰ Βόσπορον πορθμῷ οὐκ ἐν ταῖς πίναις ἐστιν ὀστράκων εἶδος μαργαριτοφόρον, ἀλλ’ἐν τοῖς προσαγορευομένοις μυσί. τούτοις δέ, λέγω δὴ τοῖς κατὰ Βόσπορον, νομὴ ἐν τέλμασίν ἐστιν. ἱστόρηται δὲ καὶ τέταρτον γένος εἶναι μαργαριτῶν περὶ τὴν Ἀκαρνανίαν ἐν ταῖς τῶν ὀστρέων πίναις · οὐ σπουδαῖοι δὲ οὗτοι ἄναν, ἀλλὰ καὶ ἄρρυθμοι καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα τέλεον διατεθολωμένοι καὶ ῥυπῶντες. καὶ ἄλλοι δὲ παρὰ τούτους εἰσὶ περὶ τὴν αὐτὴν Ἀκαρνανίαν πάντων ἕνεκεν ἀπόβλητοι.
10.8ταῦτα δὲ συναγαγὼν ἐκ τῆς περὶ λίθων πραγματείας, φημὶ τὸν σωτῆρα ἐπιστάμενον διαφορὰν μαργαριτῶν, ὧν ἐν τῷ γένει εἰσὶ καὶ καλοὶ καὶ ἄλλοι φαῦλοι, εἰρηκέναι τὸ ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας · εἰ γὰρ μὴ καὶ φαῦλοι ἦσάν τινες ἐν μαργαρίταις, οὐκ ἂν εἴρητο ζητοῦντι καλοὺς μαργαρίτας. ἐν τοῖς παντοδαποῖς δὲ ἐπαγγελλομένοις ἀλήθειαν λόγοις καὶ τοῖς φέρουσιν αὐτοὺς ζήτει τοὺς μαργαρίτας, καὶ ἔστωσαν, ἵν’οὕτως ὀνομάσω, οἱ ἀπὸ τῆς οὐρανίου δρόσου συλλαμβάνοντες κόγχοι καὶ κύοντες ἐξ οὐρανοῦ λόγον ἀληθείας προφῆται οἱ καλοὶ μαργαρῖται, οὓς κατὰ τὴν προκειμένην λέξιν ζητεῖ ἔμπορος ἄνθρωπος. δὲ ἀγελάρχης τῶν μαργαριτῶν, εὑρισκομένῳ καὶ οἱ λοιποὶ συνευρίσκονται, πολυτίμητος μαργαρίτης, Χριστὸς τοῦ θεοῦ, ὑπὲρ τὰ τίμια γράμματα καὶ νοήματα τοῦ νόμου καὶ τῶν προφητῶν λόγος, οὗ εὑρεθέντος καὶ τἆλλα πάντα εὐμαρῶς παραλαμβάνονται. διαλέγεται δὲ σωτὴρ τοῖς μαθηταῖς πᾶσιν ὡς ἀνθρώποις ἐμπόροις, οὐ μόνον ζητοῦσι τοὺς καλοὺς μαργαρίτας, ἀλλὰ καὶ εὑροῦσιν αὐτοὺς καὶ κεκτημένοις, ἐν οἷς φησι · μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. δῆλον δὲ ὅτι τοῖς μαθηταῖς ταῦτα λέλεκται ἐκ τοῦ προτετάχθαι τῶν λόγων τὸ ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος · καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ · ἐν γὰρ τῷ εἱρμῷ τῶν λόγων ἐκείνων εἴρηται · μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, μη δὲ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. μήποτε οὖν μὴ ἔχων μαργαρίτας τὸν πολύτιμον μαργαρίτην οὐ δὲ μαθητής ἐστι τοῦ σωτῆρος καὶ […] τοὺς μαργαρίτας τοὺς καλούς, οὐ τοὺς νεφώδεις οὐ δὲ τοὺς ἀχλυώδεις, ὁποῖοί εἰσιν οἱ τῶν ἑτεροδόξων λόγοι, οὐ πρὸς ἀνατολὰς γεννώμενοι ἀλλὰ πρὸς δυσμὰς πρὸς βορρᾶν, εἰ χρὴ καὶ ταῦτα προσπαραλαμβάνειν δι’ἣν εὕρομεν διαφορὰν μαργαριτῶν ἐν διαφόροις γινομένων τόποις. τάχα δὲ οἱ τεθολωμένοι λόγοι καὶ αἱ ἐν τοῖς ἔργοις τῆς σαρκὸς κατειλιγμέναι αἱρέσεις οἱ ἀχλυώδεις εἰσὶ καὶ οἱ ἐν τέλμασι γινόμενοι μαργαρῖται οὐ καλοί.
10.9συνάψεις δὲ τῷ ζητοῦντι καλοὺς μαργαρίτας τὸ ζητεῖτε καὶ εὑρήσετε καὶ τὸ πᾶς ζητῶν εὑρίσκει. τί γὰρ ζητεῖτε, τί πᾶς ζητῶν εὑρίσκει; ἀποτολμήσας εἴπω τοὺς μαργαρίτας καὶ τὸν μαργαρίτην ὃν πάντα δοὺς καὶ ζημιωθεὶς κτᾶται, δι’ὅν φησιν Παῦλος · τὰ πάντα ἐζημιώθην, ἵνα Χριστὸν κερδήσω, πάντα λέγων τοὺς καλοὺς μαργαρίτας, καὶ Χριστὸν κερδήσω, τὸν ἕνα πολύτιμον μαργαρίτην. τίμιον μὲν οὖν λύχνος τοῖς ἐν σκότει καὶ χρεία λύχνου ἕως ἀνατείλῃ ἥλιος · τιμία δὲ καὶ ἐπὶ τοῦ προσώπου Μωσέως δόξα ἐγὼ δ’οἶμαι ὅτι καὶ τῶν προφητῶν καὶ καλὸν θέαμα, δι’ἧς εἰσαγόμεθα πρὸς τὸ δυνηθῆναι ἰδεῖν τὴν δόξαν Χριστοῦ, μαρτυρῶν πατήρ φησιν · οὗτός ἐστιν υἱός μου ἀγαπητός, εἰς ὃν ηὐδόκησα. ἀλλ’οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, καὶ χρεία ἡμῖν πρότερον δόξης τῆς ἐπιδεχομένης κατάργησιν ὑπὲρ τῆς ὑπερβαλλούσης δόξης, ὡς χρεία γνώσεως τῆς ἐκ μέρους, ἥτις καταργηθήσεται, ὅταν ἔλθῃ τὸ τέλειον. πᾶσα τοίνυν ψυχὴ ἐρχομένη εἰς νηπιότητα καὶ ὁδεύουσα ἐπὶ τὴν τελειότητα δεῖται, μέχρις ἐνστῇ αὐτῇ τὸ πλήρωμα τοῦ χρόνου, παιδαγωγοῦ καὶ οἰκονόμων καὶ ἐπιτρόπων, ἵνα μετὰ ταῦτα πάντα πρότερον μηδὲν διαφέρων δούλου κύριος πάντων ὢν ἀπολάβῃ ἐλευθερωθεὶς ἀπὸ παιδαγωγοῦ καὶ οἰκονόμων καὶ ἐπιτρόπων τὰ πατρῷα, τὰ ἀνάλογον τῷ πολυτιμήτῳ μαργαρίτῃ καὶ τῷ ἐρχομένῳ τελείῳ, καταργοῦντι τὸ ἐκ μέρους, ὅταν τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ χωρῆσαί τις δυνηθῇ, προεγγυμνασάμενος ταῖς, ἵν’οὕτως ὀνομάσω, ὑπερεχομέναις γνώσεσιν ὑπὸ τῆς Χριστοῦ γνώσεως. ἀλλ’οἱ πολλοί, μὴ νοήσαντες τὸ κάλλος τῶν πολλῶν μαργαριτῶν νομικῶν καὶ τὴν ἔτι ἐκ μέρους γνῶσιν τὴν πᾶσαν προφητικήν, οἴονται δύνασθαι χωρὶς ἐκείνων τρανουμένων καὶ καταλαμβανομένων δι’ὅλων εὑρεῖν τὸν ἕνα πολύτιμον μαργαρίτην καὶ θεωρῆσαι τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ, οὗ συγκρίσει πάντα τὰ πρὸ τῆς τηλικαύτης καὶ τοσαύτης γνώσεως, οὐ σκύβαλα τῇ ἰδίᾳ φύσει τυγχάνοντα, σκύβαλα ἀναφαίνεται ἅπερ ἐστὶ τὰ παραβαλλόμενα τάχα τῇ συκῇ ὑπὸ τοῦ ἀμπελουργοῦ κόπρια, αἴτια τυγχάνοντα τοῦ αὐτὴν καρποφορῆσαι.
10.10τοῖς πᾶσι τοίνυν χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν καὶ ἔστι τις καιρὸς τοῦ συναγαγεῖν τοὺς καλοὺς μαργαρίτας λίθους καὶ καιρὸς μετὰ τὴν συναγωγὴν αὐτῶν τοῦ εὑρεῖν ἕνα πολύτιμον μαργαρίτην, ὅτε καθήκει ἀπελθόντα πωλῆσαι πάντα ὅσα τις ἔχει, ἵνα ἀγοράσῃ τὸν μαργαρίτην ἐκεῖνον. ὥσπερ γὰρ πάντα τὸν ἐσόμενον σοφὸν ἐν λόγοις ἀληθείας δεήσει στοιχειωθῆναι πρότερον καὶ ἐπὶ πλεῖον διαβῆναι τῆς στοιχειώσεως καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν στοιχείωσιν, οὐ μὴν ἀπομένειν ἐν τῇ στοιχειώσει ὡς τιμήσαντα αὐτὴν κατὰ τὰς ἀρχάς, ἀλλὰ διαβάντα ἐπὶ τὴν τελειότητα χάριν ἔχειν τῇ εἰσαγωγῇ ὡς χρησίμῳ γενομένῃ κατὰ τὰ πρότερα, οὕτως τελείως νοηθέντα τὰ νομικὰ καὶ τὰ προφητικὰ στοιχείωσίς ἐστι πρὸς τελείως ἐννοούμενον τὸ εὐαγγέλιον καὶ πάντα τὸν περὶ τῶν Χριστοῦ Ἰησοῦ ἔργων καὶ λόγων νοῦν.
10.11πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν. ὥσπερ ἐπὶ τῶν εἰκόνων καὶ τῶν ἀνδριάντων αἱ ὁμοιότητες οὐκ ἐξ ὅλων εἰσὶν ὁμοιότητες ἐκείνων πρὸς ταῦτα γίνεται, ἀλλ’ μὲν ἐν ἑνὶ ἐπιπέδῳ ξύλῳ φέρε εἰπεῖν κηρογραφουμένη εἰκὼν τῆς ἐπιφανείας μετὰ τοῦ χρώματος ἔχει τὴν ὁμοιότητα, οὐκέτι δὲ σῴζει τὰς εἰσοχὰς καὶ τὰς ἐξοχὰς ἀλλ’ἔμφασιν μόνην αὐτῶν, δὲ κατὰ τοὺς ἀνδριάντας πλάσις τὸ μὲν κατὰ τὰς εἰσοχὰς καὶ τὰς ἐξοχὰς πειρᾶται σῴζειν ὁμοίωμα, οὐκέτι δὲ καὶ τὰ κατὰ τὴν χρόαν, ἐὰν δὲ καὶ κήρινον ἐκμαγεῖον γένηται, σῴζειν μὲν πειρᾶται ἀμφότερα λέγω δὲ καὶ τὰ κατὰ τὴν χρόαν καὶ τὰ κατὰ τὰς εἰσοχὰς καὶ ἐξοχάς οὐ μὴν καὶ τῶν ἐν βάθει εἰκών ἐστιν, οὕτω μοι νόει καὶ ἐπὶ τῶν κατὰ τὸ εὐαγγέλιον ὁμοιώσεων τὴν βασιλείαν τῶν οὐρανῶν ὁμοιουμένην τινὶ ὁμοιοῦσθαι οὐ διὰ πάντα τὰ προσόντα τῷ εἰς ὁμοίωσις, ἀλλὰ διά τινα ὧν χρῄζει παραληφθεὶς λόγος. καὶ ἐνταῦθα τοίνυν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, οὐχ ὡς οἴονταί τινες παριστάντες τῷ λόγῳ φύσεις εἶναι ὑποκειμένας διαφόρους τῶν ὑπὸ τὴν σαγήνην ἐληλυθότων πονηρῶν καὶ δικαίων, ὥστε νομίζειν εἶναι διὰ τὸ ἐκ παντὸς γένους συναγαγούσῃ δικαίων πολλὰς καὶ διαφόρους φύσεις, ὁμοίως δὲ καὶ πονηρῶν · τῇ γὰρ τοιαύτῃ ἐκδοχῇ ἐναντιοῦνται πᾶσαι αἱ τὸ αὐτεξούσιον ἐμφαίνουσαι γραφαὶ καὶ αἰτιώμεναι μὲν τοὺς ἁμαρτάνοντας, ἀποδεχόμεναι δὲ τοὺς κατορθοῦντας, οὐκ ἂν δικαίως μέμψεως τοῖς ἀπὸ τῶν φαύλων γενῶν φύσει τοιούτων τυγχανόντων ἀκολουθούσης ἐπαίνου τοῖς ἀπὸ τῶν ἀστειοτέρων. ἰχθύων γὰρ φαύλων καὶ καλῶν αἰτία οὐ περὶ τὰς ψυχὰς τῶν ἰχθύων ἐστίν, ἀλλὰ περὶ ἐκεῖνο ὅπερ ἐπιστάμενος λόγος εἶπεν · ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, ὅτε καὶ ἐποίησεν θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν. οὐκοῦν ἐκεῖ μὲν πᾶσαν ψυχὴν ζώων ἑρπετῶν ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, οὐκ οὔσης τῆς αἰτίας περὶ αὐτήν. ἐνταῦθα δὲ ἡμεῖς ἐσμεν οἱ αἴτιοι τοῦ εἶναι καλὰ καὶ ἄξια τῶν λεγομένων ἀγγῶν γένη σαπρὰ καὶ ἄξια τοῦ ἔξω βληθῆναι · οὐ γὰρ φύσις ἐν ἡμῖν αἰτία τῆς πονηρίας, ἀλλὰ προαίρεσις ἑκούσιος οὖσα κακοποιητική. οὕτως δὲ οὐ δὲ φύσις αἰτία δικαιοσύνης ὡς ἀνεπίδεκτος ἀδικίας, ἀλλὰ λόγος ὃν παρεδεξάμεθα κατασκευάζων δικαίους · καὶ γὰρ τὰ μὲν τῶν ἐνύδρων γένη οὐκ ἔστιν ἰδεῖν μεταβάλλοντα ἀπὸ φαύλων ὡς ἐν ἰχθύσι γενῶν ἐπὶ τὰ ἀστεῖα, ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, τοὺς δὲ ἐν ἀνθρώποις δικαίους πονηροὺς ἀεὶ ἔστι θεωρεῖν ἐπὶ τὴν ἀρετὴν ἐκ κακίας φθάνοντας ἀπὸ τῆς ἐπ’ἀρετὴν προκοπῆς ἀναλυομένους ἐπὶ τὴν τῆς κακίας χύσιν. διὸ καὶ ἐν τῷ Ἰεζεκιὴλ περὶ μὲν τοῦ ἀπὸ ἀνομίας ἐπιστρέφοντος ἐπὶ τὴν τήρησιν τῶν θείων ἐντολῶν τοιαῦτα γέγραπται · καὶ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε καὶ τὰ ἑξῆς ἕως τοῦ ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν, περὶ δὲ τοῦ ἀναλυομένου ἀπὸ τῆς ἐπ’ἀρετὴν προκοπῆς ἐπὶ τὴν τῆς κακίας χύσιν τοιαῦτα · ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται. λεγέτωσαν ἡμῖν οἱ ἐκ τῆς κατὰ τὴν σαγήνην παραβολῆς φύσεις εἰσάγοντες, ἄνομος ὕστερον ἀποστρέφων ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε καὶ φυλάσσων πάσας τὰς ἐντολὰς τοῦ κυρίου καὶ ποιῶν δικαιοσύνην καὶ ἔλεον, ποίας φύσεως ἦν ἄνομος ὤν; οὐ γὰρ δὴ τῆς ἐπαινετῆς. ἀλλ’εἰ ἄρα ψεκτῆς, καὶ ποίας φύσεως εὐλόγως ἂν λεχθείη, ὅτε ἀποστρέφει ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν; εἰ μὲν γὰρ τῆς φαύλης διὰ τὰ πρότερα, πῶς μετέβαλλεν ἐπὶ τὰ βελτίονα; εἰ δὲ τῆς ἀστείας διὰ τὰ δεύτερα, πῶς ἀστείας φύσεως τυγχάνων ἄνομος ἦν; τὸ δ’ὅμοιον ἐπαπορήσεις καὶ περὶ τοῦ ἀποστρέφοντος δικαίου ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιοῦντος ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας. πρὶν γὰρ ἀποστρέψαι ἀπὸ τῆς δικαιοσύνης ἐν δικαίοις ἔργοις τυγχάνων φαύλης φύσεως οὐκ ἦν · φαύλη γὰρ φύσις οὐκ ἂν ἐν δικαιοσύνῃ γένοιτο, ἐπεὶ μὴ δύναται δένδρον πονηρὸν κακία καρποὺς ἀγαθοὺς ποιεῖν τοὺς ἀπὸ ἀρετῆς. πάλιντε αὖ οὐκ ἂν ἀστείας καὶ ἀμεταβλήτου φύσεως ὢν ἀπὸ τοῦ καλοῦ ἀπέστρεφεν ἄν, μετὰ τὸ χρηματίσαι δίκαιος, ἐκ τῆς δικαιοσύνης αὐτοῦ ἐπὶ τὸ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας αὐτοῦ, ἃς ἐποίησε.
10.12τούτων δὲ εἰρημένων, νομιστέον ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ εἰς παράστασιν τοῦ ποικίλου τῶν ἐν ἀνθρώποις προαιρέσεων, διαφορὰν πρὸς ἀλλήλας πλείστην ὅσην ἐχουσῶν, ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγαγούσῃ ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν τῶν κακιῶν ἐπιρρεπείαις. σαγήνης δὲ πλοκῇ ποικίλῃ ὡμοιώθη βασιλεία τῶν οὐρανῶν κατὰ τὴν πεπλεγμένην ἐκ παντοδαπῶν καὶ ποικίλων νοημάτων παλαιὰν καὶ καινὴν γραφήν. καὶ ὥσπερ τῶν ὑπὸ τὴν σαγήνην πιπτόντων ἰχθύων οἱ μὲν κατὰ τάδε τὰ μέρη τῆς σαγήνης εὑρίσκονται, οἱ δὲ καθ’ἕτερα, καὶ ἕκαστος ὑφ’ κεκράτηται μέρος, οὕτως εὕροις ἂν καὶ ἐπὶ τῶν ὑπὸ τὴν σαγήνην τῶν γραφῶν ἐληλυθότων τινὰς μὲν κεκρατημένους ὑπὸ τὴν προφητικὴν πλοκήν, φέρ’εἰπεῖν, Ἡσαΐου κατὰ τόδε τὸ ῥητὸν Ἱερεμίου Δανιήλ, ἄλλους δὲ κατὰ νομικὴν καὶ ἄλλους κατὰ εὐαγγελικὴν καὶ τινὰς κατὰ ἀποστολικήν. πρῶτον γὰρ ἁλισκόμενός τις ὑπὸ τοῦ λόγου δοκῶν ἁλίσκεσθαι, ἔκ τινος λαμβάνεται μέρους τῆς ὅλης σαγήνης. οὐδὲν δὲ ἄτοπον εἴ τινες τῶν ἁλόντων ἰχθύων ἐμπεριέχονται ὅλῃ τῇ τῆς ἐν ταῖς γραφαῖς σαγήνης πλοκῇ καὶ πανταχόθεν συνέχονται καὶ κρατοῦνται, διαδρᾶναι μὴ δυνάμενοι, ἀλλ’ὡσπερεὶ πάντοθεν καταδουλούμενοι καὶ ἐκπεσεῖν τῆς σαγήνης οὐκ ἐώμενοι. βέβληται δὲ σαγήνη αὕτη εἰς τὴν θάλασσαν, τὸν πανταχοῦ τῆς οἰκουμένης τῶν ἀνθρώπων κυματούμενον βίον, […] καὶ ἐν τοῖς ἁλμυροῖς πράγμασι τοῦ βίου νηχομένων. αὕτη δὲ σαγήνη πρὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ὅλη μὲν πεπληρωμένη οὐκ ἦν · ἔλειπε γὰρ τῇ νομικῇ καὶ προφητικῇ πλοκῇ εἰπών · μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον τοὺς προφήτας · οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. καὶ πεπλήρωται τῆς σαγήνης πλοκὴ ἐν τοῖς εὐαγγελίοις καὶ τοῖς Χριστοῦ διὰ τῶν ἀποστόλων λόγοις. διὰ τοῦτο οὖν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ. δύναται δὲ χωρὶς τῶν ἀποδεδομένων τὸ ἐκ παντὸς γένους συναγαγούσῃ δηλοῦν τὴν ἀπὸ παντὸς γένους ἐθνῶν κλῆσιν. οἱ δὲ διακονησάμενοι τῇ βληθείσῃ εἰς τὴν θάλασσαν σαγήνῃ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς καὶ οἱ προσελθόντες ἄγγελοι καὶ διακονησόμενοι αὐτῷ, οἵτινες οὐκ ἀναβιβάζουσιν ἀπὸ τῆς θαλάσσης τὴν σαγήνην οὐ δὲ φέρουσιν ἐπὶ τὸν ἔξω αὐτῆς αἰγιαλόν, τὰ ἔξω τοῦ βίου πράγματα, ἐὰν μὴ πληρωθῇ σαγήνη, τουτέστι τὸ πλήρωμα τῶν ἐθνῶν εἰς αὐτὴν εἰσέλθῃ. ὅταν δὲ εἰσέλθῃ, τότε αὐτὴν ἀναβιβάζουσιν ἀπὸ τῶν τῇδε καὶ κάτω πραγμάτων, καὶ φέρουσιν ἐπὶ τὸν τροπικῶς καλούμενον αἰγιαλόν · ἔνθα ἔργον ἔσται τῶν ἀναβιβασάντων αὐτὴν καὶ καθίσαι παρὰ τῷ αἰγιαλῷ καὶ ἱδρύσαι ἑαυτοὺς ἐκεῖ, ἵνα ἕκαστον μὲν τῶν ὑπὸ τὴν σαγήνην καλῶν εἰς τὸ οἰκεῖον τάγμα καταστήσωσι κατὰ τὰ ὀνομαζόμενα ἐνταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ ἐναντίως ἔχοντα καὶ σαπρὰ καλούμενα ἔξω βάλωσι. τὸ δὲ ἔξω κάμινός ἐστι τοῦ πυρός, ὡς σωτὴρ ἡρμήνευσεν εἰπών · οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος · ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν αὐτοὺς τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. πλὴν τηρητέον ὅτι ἤδη διὰ τῆς τῶν ζιζανίων παραβολῆς καὶ τῆς προκειμένης ὁμοιώσεως διδασκόμεθα ὅτι ἄγγελοι μέλλουσι πιστεύεσθαι τὸ διακρῖναι καὶ διαχωρίσαι τοὺς φαύλους ἀπὸ τῶν δικαίων · ἀνωτέρω μὲν γὰρ λέγεται ὅτι ἀποστελεῖ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός · ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. ἐνταῦθα δέ, ὅτι ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός.
10.13τούτοις δὲ οὐκ ἀκολουθεῖ ὅπερ οἴονταί τινες ὅτι καὶ τῶν ἁγίων ἀγγέλων εἰσὶ κρείττους οἱ ἄνθρωποι οἱ ἐν Χριστῷ σῳζόμενοι · πῶς γὰρ δύνανται οἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων εἰς ἄγγη βαλλόμενοι τοῖς βάλλουσιν εἰς τὰ ἄγγη παραβάλλεσθαι, ὑπὸ τὴν ἐκείνων τεταγμένοι ἐξουσίαν; ταῦτα δέ φαμεν οὐκ ἀγνοοῦντες τινῶν ἀγγέλων τῶν μὴ τοιαύτην οἰκονομίαν ἐγκεχειρισμένων ἀλλ’οὐ δὲ τούτων πάντων διαφέρειν τοὺς ἐν Χριστῷ σωθησομένους ἀνθρώπους · ἀνέγνωμεν γὰρ καὶ τὸ εἰς ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι, ἔνθα οὐκ εἴρηται · πάντες ἄγγελοι. οἴδαμεν καὶ τὸ ἀγγέλους κρινοῦμεν, ὅπου μὴ λέλεκται · πάντας ἀγγέλους. τούτων δὲ ἀναγεγραμμένων περὶ τῆς σαγήνης καὶ τῶν ὑπὸ τὴν σαγήνην, βουλόμενος, πρὸ τῆς συντελείας τοῦ αἰῶνος καὶ πρὸ τοῦ ἐξελθόντας τοὺς ἀγγέλους ἀφορίσαι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, μὴ εἶναι καὶ πονηροὺς ὑπὸ τὴν σαγήνην ἐκ παντὸς γένους ἔοικε μήτε τὴν γραφὴν νενοηκέναι καὶ ἀδυνάτων ἐπιθυμεῖν. διὸ μὴ ξενιζώμεθα, ἐάν, πρὸ τοῦ ἀφορισθῆναι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων ὑπὸ τῶν ἐπὶ τούτῳ ἐξαποσταλησομένων ἀγγέλων, ὁρῶμεν ἡμῶν τὰ ἀθροίσματα πεπληρωμένα καὶ πονηρῶν. ἀλλ’εἴθε μὴ πλείους οὗτοι τυγχάνοιεν ὄντες τῶν δικαίων οἱ βληθησόμενοι εἰς τὴν κάμινον τοῦ πυρός · ἐπεὶ δὲ ἐλέγομεν ἐν ἀρχῇ ὅτι αἱ παραβολαὶ καὶ αἱ ὁμοιώσεις οὐκ εἰς πάντα οἷς παραβάλλονται ὁμοιοῦνται παραλαμβάνονται, ἀλλ’εἴς τινα, ἔτι τοῦτο κατασκευαστέον καὶ ἐκ τῶν λεχθησομένων, ὅτι ἐπὶ μὲν τῶν ἰχθύων, ὡς πρὸς τὴν ζωὴν αὐτῶν, φαῦλόν τι αὐτοῖς συμβαίνει τὸ ὑπὸ τὴν σαγήνην εὑρεθῆναι τῆς γὰρ κατὰ φύσιν αὐτοῖς ζωῆς στερίσκονται καὶ οὔτε εἰς ἄγγη βαλλόμενοι οὔτε ἔξω ῥιπτόμενοι πλεῖόν τι πάσχουσι τοῦ ἀπολέσαι τὴν ὡς ἐν ἰχθύσι ζωήν. ἐπὶ δὲ τῶν δι’ λαμβάνεται παραβολή, φαῦλον μέν ἐστι τὸ εἶναι ἐν θαλάσσῃ καὶ μὴ ὑπὸ τὴν σαγήνην ἐλθεῖν ἐπὶ τῷ εἰς ἄγγη μετὰ τῶν καλῶν βληθῆναι. οὕτω δὲ ἰχθῦς μὲν φαῦλοι ἔξω βάλλονται καὶ ῥιπτοῦνται, οἱ δὲ κατὰ τὴν προκειμένην ὁμοίωσιν φαῦλοι βάλλονται εἰς τὴν κάμινον τοῦ πυρός, ἵνα τὰ ἐν τῷ Ἰεζεκιὴλ περὶ τῆς καμίνου εἰρημένα καὶ ἐπὶ τούτους φθάσῃ · καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων · υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ’ὑμᾶς.
10.14συνήκατε ταῦτα πάντα; λέγουσι ναί. γινώσκων τὰ ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων Χριστὸς Ἰησοῦς, ὡς καὶ περὶ τούτου ἐδίδαξεν ἐν τῷ εὐαγγελίῳ Ἰωάννης, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλ’ἅπαξ ἀναλαβὼν ἄνθρωπον χρῆται καὶ τοῖς αὐτοῦ πᾶσιν, ὧν ἓν καὶ τὸ ἐρωτᾶν. καὶ οὐ θαυμαστὸν εἰ σωτὴρ τοῦτο ποιεῖ, ὅπου γε καὶ τῶν ὅλων θεὸς τροποφορῶν τοὺς ἀνθρώπους ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ πυνθάνεται, ὡς ἐν τῷ Ἀδάμ, ποῦ εἶ; καὶ ποῦ ἐστιν Ἄβελ ἀδελφός σου; βιασάμενος δέ τις ἐνταῦθα φήσει οὐκ ἐρωτηματικῶς εἰρῆσθαι ἀλλὰ ἀποφαντικῶς τὸ συνήκατε, ἐρεῖ δ’ὅτι καὶ οἱ μαθηταὶ μαρτυροῦντες αὐτοῦ τῇ ἀποφάσει λέγουσιν αὐτῷ τὸ ναί. πλὴν εἴτε ἐρωτᾷ εἴτε ἀποφαίνεται, ἀναγκαίως λέγεται οὐ τὸ ταῦτα μόνον δεικτικὸν ὄν, οὐ δὲ τὸ πάντα μόνον, ἀλλὰ τὸ ταῦτα πάντα. ἔοικε δὲ νῦν τοὺς μαθητὰς παριστάναι πρὸ τῆς τῶν οὐρανῶν βασιλείας γραμματεῖς γεγονέναι · ἀλλὰ τούτῳ ἐναντιώσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τοῦτον εἰρημένον τὸν τρόπον · θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόντες ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται ἐθαύμαζον, ἐπεγίνωσκόντε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. ἐπιζητήσει τις οὖν πρὸς ταῦτα · εἰ μὲν γραμματεῖς ἦσαν, πῶς ἀγράμματοι ἐν ταῖς Πράξεσι λέγονται καὶ ἰδιῶται; εἰ δ’ἦσαν ἀγράμματοι καὶ ἰδιῶται, πῶς σαφέστατα γραμματεῖς ὑπὸ τοῦ σωτῆρος ὀνομάζονται; λεχθείη δ’ἂν εἰς τὰ ἐζητημένα ὅτι ἤτοι οὐ πάντες ἀλλὰ Πέτρος καὶ Ἰωάννης ἀγράμματοι καὶ ἰδιῶται ἐν ταῖς Πράξεσιν εἴρηνται, πλείονες δ’ἦσαν οἱ μαθηταί, ἐφ’οἷς συνιεῖσι πάντα λέλεκται τὸ πᾶς γραμματεὺς καὶ τὰ ἑξῆς · γραμματεὺς πᾶς μεμαθητευμένος τῇ κατὰ τὸ γράμμα τοῦ νόμου διδασκαλίᾳ ὀνομάζεται, ὡς καὶ τοὺς ἀγραμμάτους μὲν καὶ ἰδιώτας, ἀγομένους δὲ ὑπὸ τῷ τοῦ νόμου γράμματι, γραμματεῖς λέγεσθαι κατά τι σημαινόμενον. καὶ ἰδιωτῶν γε μάλιστά ἐστι, μὴ εἰδότων τροπολογεῖν μη δὲ συνιέντων τὰ τῆς ἀναγωγῆς τῶν γραφῶν, ἀλλὰ τῷ γράμματι ψιλῷ πιστευόντων καὶ τοῦτο ἐκδικούντων, τὸ χρηματίζειν αὐτοὺς γραμματεῖς. οὕτως δέ τις διηγήσεται καὶ τὸ οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὡς παντὶ εἰρημένον τῷ πλὴν τοῦ γράμματος μηδὲν ἐπισταμένῳ. ἔνθα ζητήσεις εἰ ὥσπερ νομικὸς γραμματεὺς οὕτως ἐστὶ καὶ εὐαγγελικός, καὶ ὥσπερ τὸν νόμον ἀναγινώσκων καὶ ἀκούων καὶ λέγων ἅτινά ἐστιν ἀλληγορούμενα, οὕτω καὶ τὸ εὐαγγέλιον, ὡς εἰδέναι τηρουμένης τῆς κατὰ τὰ γενόμενα ἱστορίας τὴν ἐπὶ τὰ πνευματικὰ ἄπταιστον ἀναγωγήν, ἵνα μὴ μαθήματα πνευματικὰ πονηρίας, ἀλλ’ἐναντίως ἔχοντα πνευματικοῖς πονηρίας πνευματικὰ ἀγαθότητος. μαθητεύεται δὲ τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς κατὰ μὲν τὸ ἁπλούστερον, ὅτε ἀπὸ Ἰουδαϊσμοῦ ἀναλαμβάνει τις τὴν Ἰησοῦ Χριστοῦ ἐκκλησιαστικὴν διδασκαλίαν · κατὰ δὲ τὸ βαθύτερον, ὅτε τὰς διὰ τοῦ γράμματος τῶν γραφῶν εἰσαγωγὰς παραλαβών τις ἀναβαίνει ἐπὶ τὰ πνευματικὰ ὀνομαζόμενα βασιλείαν οὐρανῶν. καὶ καθ’ἕκαστόν γε διανόημα ἐπιτυγχανόμενον καὶ ἐπαναβεβηκότως νοηθὲν καὶ παραδειχθὲν καὶ ἀποδειχθὲν ἔστι νοῆσαι βασιλείαν οὐρανοῦ, ὡς τὸν περισσεύοντα τῇ ἀψευδεῖ γνώσει ἐν τῇ βασιλείᾳ γίνεσθαι τοῦ πλήθους τῶν οὕτως ἀποδεδομένων οὐρανῶν. οὕτω δὲ καὶ τροπολογήσεις τὸ μετανοεῖτε · ἤγγικε γὰρ βασιλεία τῶν οὐρανῶν, ἵν’οἱ γραμματεῖς, τουτέστιν οἱ τῷ γράμματι ψιλῷ προσαναπαυόμενοι, μετανοοῦντες ἀπὸ τῆς τοιαύτης ἐκδοχῆς μαθητεύωνται τῇ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἐμψύχου λόγου πνευματικῇ διδασκαλίᾳ καλουμένῃ βασιλείᾳ οὐρανῶν. διὰ τοῦτο καὶ ὅσον μὲν Ἰησοῦς Χριστός, ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸς λόγος οὐκ ἐπιδημεῖ ψυχῇ, οὐκ ἔστιν ἐν ἐκείνῃ βασιλεία τῶν οὐρανῶν · ὅταν δὲ ἐγγύς τις γένηται τοῦ χωρῆσαι τὸν λόγον, τούτῳ ἐγγίζει βασιλεία τῶν οὐρανῶν. εἰ δὲ ταὐτόν ἐστιν ὑποστάσει, εἰ καὶ μὴ ἐπινοίᾳ, βασιλεία οὐρανῶν καὶ βασιλεία θεοῦ, δῆλον ὅτι πρὸς οὓς λέγεται · βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι, πρὸς τούτους ἂν λέγοιτο καὶ τὸ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι, καὶ μάλιστα διὰ τὴν ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα μετάνοιαν, ὅτι ἡνίκα ἂν ἐπιστρέψῃ τις πρὸς κύριον, περιαιρεῖται τὸ ἐπὶ τῷ γράμματι κάλυμμα · δὲ κύριος τὸ πνεῦμά ἐστιν. δὲ ἀληθῶς οἰκοδεσπότης καὶ ἐλεύθερός ἐστι καὶ πλούσιος · πλουτῶν διὰ τὸ ἀπὸ γραμματείας μεμαθητεῦσθαι τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν παντὶ λόγῳ τῷ παρὰ τῆς παλαιᾶς διαθήκης καὶ ἐν πάσῃ γνώσει τῇ περὶ τῆς καινῆς Χριστοῦ Ἰησοῦ διδασκαλίας, καὶ τὸν πλοῦτον τοῦτον ἔχων ἀποκείμενον ἐν τῷ αὐτοῦ θησαυρῷ, θησαυρίζει ὡς βασιλείᾳ μαθητευθεὶς τῶν οὐρανῶν ἐν οὐρανῷ, ὅπου οὔτε σὴς ἀφανίζει, οὔτε κλέπται διορύσσουσι. καὶ ἔστι γε ἀληθῶς ὁρίσασθαι περὶ τοῦ ὡς ἀποδεδώκαμεν ἐν οὐρανοῖς θησαυρίζοντος, ὅτι οὐ δὲ εἷς σὴς τῶν παθῶν ἅψασθαι αὐτοῦ τῶν πνευματικῶν καὶ οὐρανίων δύναται χρημάτων. σὴς δὲ τῶν παθῶν εἶπον λαβὼν ἀφορμὴν ἀπὸ τῶν Παροιμιῶν, ἐν αἷς γέγραπται · ὥσπερ σὴς ἐν ἱματίῳ καὶ ἐν ξύλῳ σκώληξ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν · σκώληξ γὰρ καὶ σής ἐστιν λύπη βλάπτουσα καρδίαν τὴν μὴ ἐν οὐρανοῖς καὶ τοῖς πνευματικοῖς ἔχουσαν τοὺς θησαυρούς, ἐν οἷς ἐάν τις θησαυρίζῃ, ἐπεὶ ὅπου θησαυρός, ἐκεῖ καὶ καρδία, ἐν οὐρανοῖς ἔχει τὴν καρδίαν καὶ δι’αὐτὴν λέγει · ἐὰν παρατάξηται ἐπ’ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται καρδία μου. οὕτω δὲ οὐ δὲ κλέπται, περὶ ὧν εἶπεν σωτὴρ ὅτι πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί, διορύσσειν δύνανται τὰ ἐν οὐρανοῖς τεθησαυρισμένα καὶ τὴν παροῦσαν αὐτοῖς καρδίαν καὶ διὰ τοῦτο λέγουσαν · συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ καὶ ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.
10.15ἐπεὶ δὲ πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, δῆλον ὅτι καί, κατὰ τὴν καλουμένην τῆς προτάσεως ἀντιστροφήν, πᾶς ὅστις μὴ προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιὰ οὐκ ἔστι γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν. συνάγειν οὖν παντὶ τρόπῳ πειρατέον ἐν τῇ καρδίᾳ ἡμῶν, διὰ τοῦ προσέχειν τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ καὶ ἐν τῷ νόμῳ κυρίου μελετᾶν ἡμέρας καὶ νυκτός, οὐ μόνον τὰ καινὰ τῶν εὐαγγελίων καὶ τῶν ἀποστόλων καὶ τῆς ἀποκαλύψεως αὐτῶν λόγια, ἀλλὰ καὶ παλαιὰ τοῦ σκιὰν ἔχοντος τῶν μελλόντων ἀγαθῶν νόμου καὶ τῶν ἀκολούθως αὐτοῖς προφητευσάντων προφητῶν. συναχθήσεται δὲ ταῦτα, ἐπὰν καὶ ἀναγινώσκωμεν καὶ γινώσκωμεν καὶ μεμνημένοι τούτων πνευματικὰ πνευματικοῖς εὐκαίρως συγκρίνωμεν, οὐ τὰ ἀσύγκριτα πρὸς ἄλληλα συγκρίνοντες, ἀλλὰ συγκριτὰ καὶ ὁμοιότητά τινα ἔχοντα, λέξεως ταὐτὸν ταὐτὸν σημαινούσης καὶ νοημάτων καὶ δογμάτων, ἵν’ἐπὶ στόματος δύο τριῶν καὶ πλειόνων μαρτύρων τῶν ἀπὸ τῆς γραφῆς στήσωμεν καὶ βεβαιώσωμεν πᾶν ῥῆμα τοῦ θεοῦ. καὶ διὰ τούτων δὲ δυσωπητέον τοὺς ὅσον ἐφ’ἑαυτοῖς τὴν θεότητα διαιροῦντας καὶ διακόπτοντας ἀπὸ τῶν παλαιῶν τὰ καινά, ὡς μακρὰν τυγχάνοντας τῆς πρὸς τὸν οἰκοδεσπότην ὁμοιώσεως, προφέροντα ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. ἐπεὶ δὲ ὁμοιούμενός τινι ἕτερός ἐστι παρ’ἐκεῖνον ὁμοιοῦται, ἔσται μὲν μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς ὁμοιούμενος, ἕτερος δὲ παρὰ τοῦτον οἰκοδεσπότης, ὃς προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά · δὲ ὁμοιούμενος αὐτῷ, ὡς τοῦτον μιμούμενος, τὸ παραπλήσιον ποιεῖν βούλεται. μήποτε οὖν μὲν οἰκοδεσπότης ἄνθρωπος αὐτός ἐστιν Ἰησοῦς προφέρων ἐκ τοῦ θησαυροῦ αὐτοῦ, κατὰ τὸν καιρὸν τῆς διδασκαλίας, καινὰ μὲν τὰ πνευματικὰ καὶ ἀεὶ ἀνακαινούμενα ὑπ’αὐτοῦ ἐν τῷ ἔσω τῶν δικαίων ἀνθρώπῳ καὶ ἀεὶ ἀνακαινουμένῳ ἡμέρᾳ καὶ ἡμέρᾳ, παλαιὰ δὲ τὰ ἐν γράμμασιν ἐντετυπωμένα λίθοις καὶ λιθίναις καρδίαις τοῦ παλαιοῦ ἀνθρώπου, ἵνα τῇ συγκρίσει τοῦ γράμματος καὶ τῇ παραστάσει τοῦ πνεύματος πλουτίσῃ τὸν μαθητευθέντα τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματέα καὶ ποιήσῃ ἑαυτῷ ὅμοιον, ἕως μαθητὴς γένηται ὡς διδάσκαλος, μιμούμενος πρῶτον τὸν μιμητὴν τοῦ Χριστοῦ, μετὰ δὲ τοῦτον καὶ αὐτὸν τὸν Χριστὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου · μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. δύναται δὲ καὶ ἁπλούστερον Ἰησοῦς οἰκοδεσπότης προφέρειν ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ μὲν τὴν εὐαγγελικὴν διδασκαλίαν, παλαιὰ δὲ τὴν σύγκρισιν τῶν ἀπὸ νόμου καὶ προφητῶν παραλαμβανομένων ῥητῶν, ὧν παραδείγματα ἔστιν ἐν τοῖς εὐαγγελίοις εὑρεῖν. περὶ δὲ τούτων τῶν παλαιῶν καὶ καινῶν ἀκουστέον καὶ τοῦ πνευματικοῦ νόμου λέγοντος ἐν Λευϊτικῷ · καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε · καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν · ἐσθίομεν γὰρ ἐν εὐλογίᾳ τὰ παλαιά, τοὺς προφητικοὺς λόγους, καὶ τούτων τῶν παλαιῶν τὰ παλαιά, τοὺς νομικούς, καὶ ἐλθόντων τῶν νέων καὶ εὐαγγελικῶν βιοῦντες κατὰ τὸ εὐαγγέλιον τὰ παλαιὰ τοῦ γράμματος ἐκ προσώπου νέων ἐκφέρομεν, καὶ τίθησι τὴν ἑαυτοῦ σκηνὴν ἐν ἡμῖν πληρῶν ἣν εἶπεν ἐπαγγελίαν · ἐνοικήσω καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς.
10.16καὶ ἐγένετο, ὅτε ἐτέλεσεν Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ. ἐπεὶ ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν μήποτε τὰ μὲν τοῖς ὄχλοις λελαλημένα παραβολαὶ ἦσαν, τὰ δὲ τοῖς μαθηταῖς ὁμοιότητες, καὶ τὰς εἰς τοῦτο ὑποπεσούσας παρατηρήσεις ἐξεθέμεθα, ὡς οἶμαι, οὐκ εὐκαταφρονήτους τυγχανούσας, χρὴ εἰδέναι ὅτι δόξει ἐκείνοις πᾶσιν ἐναντιοῦσθαι τὸ ἐπιλέγεσθαι οὐκ ἐπὶ ταῖς παραβολαῖς μόνον, ἀλλὰ καὶ ἐπὶ ταῖς ὡς ἐξεδώκαμεν ὁμοιότησι τὸ καὶ ἐγένετο, ὅτε ἐτέλεσεν Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. ζητοῦμεν οὖν πότερον ἐκεῖνα πάντα ἀθετητέον, δύο γένη παραβολῶν λεκτέον, τῶντε τοῖς ὄχλοις λαλουμένων καὶ τῶν τοῖς μαθηταῖς ἐπαγγελλομένων, καὶ ὁμώνυμον τὸ τῆς παραβολῆς ὄνομα νομιστέον τὸ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τὰς παραβολὰς ταύτας ἐπὶ τὰς ἀνωτέρω παραβολὰς μόνας τὰς πρὸ τῶν ὁμοιώσεων ἀνακτέον. διὰ γὰρ τὸ ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, οὐχ οἷόντε λέγειν τοῖς μαθηταῖς ἅτε οὐκ οὖσι τῶν ἔξω ἐν παραβολαῖς ἐκείναις τὸν σωτῆρα λελαληκέναι. τούτῳ δὲ ἀκολουθεῖ ἤτοι τὸ ἐγένετο, ὅτε ἐτέλεσεν Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν ἀναφέρεσθαι ἐπὶ τὰς ἀνωτάτω εἰρημένας παραβολάς, ὁμώνυμον εἶναι τὸ τῆς παραβολῆς ὄνομα, δύο γένη εἶναι παραβολῶν, μη δ’ὅλως εἶναι παραβολὰς ὠνομάσαμεν ὁμοιώσεις. πρόσχες δὲ ὅτι ἔξω τῆς πατρίδος αὐτοῦ λέγει τὰς παραβολὰς ἃς ὅτε ἐτέλεσε, μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. καὶ Μᾶρκος δέ φησι · καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. ζητητέον οὖν καὶ κατὰ τὴν λέξιν, πότερον Νάζαρα λέγει τὴν πατρίδα αὐτοῦ Βηθλεέμ · Νάζαρα μὲν διὰ τὸ Ναζωραῖος κληθήσεται, Βηθλεὲμ δὲ ἐπεὶ ἐν αὐτῇ γεγένηται. ἔτι δὲ ἐφίστημι μήποτε δυνάμενοι οἱ εὐαγγελισταὶ εἰπεῖν · ἐλθὼν εἰς Βηθλεὲμ ἐλθὼν εἰς Νάζαρα, τοῦτο μὲν οὐ πεποιήκασι, πατρίδα δὲ ὠνομάκασι διά τι μυστικῶς ἐν τῷ τόπῳ περὶ τῆς πατρίδος αὐτοῦ δηλούμενον ὅλης οὔσης τῆς Ἰουδαίας, ἐν ἠτίμωται κατὰ τὸ οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. καὶ ἐάν τις κατανοήσῃ Ἰησοῦν Χριστὸν Ἰουδαίοις μὲν σκάνδαλον, παρ’οἷς μέχρι τοῦ νῦν διώκεται, ἐν δὲ τοῖς ἔθνεσι κηρυσσόμενον καὶ πεπιστευμένον ἕως γὰρ πάσης τῆς γῆς ἔδραμεν λόγος αὐτοῦ, ὄψεται ὅτι Ἰησοῦς ἐν μὲν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ εἶχε, παρὰ δὲ τοῖς ξένοις τῶν διαθηκῶν τιμᾶται, τοῖς ἔθνεσι. τίνα δὲ διδάσκων ἔλεγεν ἐν τῇ συναγωγῇ αὐτῶν, οὐκ ἀναγεγράφασιν οἱ εὐαγγελισταί, ἀλλ’ὅτι τηλικαῦτα καὶ τοιαῦτα ἦν, ὥστε ἐκπλήττεσθαι πάντας · καὶ εἰκὸς ὅτι ὑπὲρ γραφὴν ἦν τὰ εἰρημένα. πλὴν ἐν τῇ συναγωγῇ αὐτῶν ἐδίδασκεν, οὐ σχιζόμενος ἀπ’αὐτῆς οὐ δὲ ἀθετῶν αὐτήν.
10.17τὸ δὲ τούτῳ πόθεν σοφία αὕτη; πλείονα σαφῶς ἐμφαίνει καὶ ἐξαίρετον σοφίαν τῶν λόγων τοῦ Ἰησοῦ, ἀξίαν τοῦ καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. καὶ δυνάμεις μείζους ἐποίει τῶν ἐν Ἠλίᾳ καὶ ἐν Ἐλισσαίῳ καὶ ἔτι πρότερον ἐν Μωσῇ καὶ Ἰησοῦ τοῦ Ναυῆ. ἔλεγον δὲ οἱ θαυμάζοντες, οὐκ εἰδότες αὐτὸν παρθένου υἱόν, οὐ δὲ πιστεύοντες, εἰ καὶ ἐλέγετο, ἀλλ’ὑπολαμβάνοντες εἶναι Ἰωσὴφ τοῦ τέκτονος · οὐχ οὗτός ἐστιν τοῦ τέκτονος υἱός; καὶ ὅλην γε τὴν φαινομένην αὐτοῦ ἐγγυτάτω συγγένειαν ἐξευτελίζοντες ἔφασκον τὸ οὐχ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; ὤιοντο οὖν αὐτὸν εἶναι Ἰωσὴφ καὶ Μαρίας υἱόν. τοὺς δὲ ἀδελφοὺς Ἰησοῦ φασί τινες εἶναι, ἐκ παραδόσεως ὁρμώμενοι τοῦ ἐπιγεγραμμένου κατὰ Πέτρον εὐαγγελίου τῆς βίβλου Ἰακώβου, υἱοὺς Ἰωσὴφ ἐκ προτέρας γυναικὸς συνῳκηκυίας αὐτῷ πρὸ τῆς Μαρίας. οἱ δὲ ταῦτα λέγοντες τὸ ἀξίωμα τῆς Μαρίας ἐν παρθενίᾳ τηρεῖν μέχρι τέλους βούλονται, ἵνα μὴ τὸ κριθὲν ἐκεῖνο σῶμα διακονήσασθαι τῷ εἰπόντι λόγῳ · πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, γνῷ κοίτην ἀνδρὸς μετὰ τὸ ἐπελθεῖν ἐν αὐτῇ πνεῦμα ἅγιον καὶ τὴν ἐπεσκιακυῖαν αὐτῇ δύναμιν ἐξ ὕψους. καὶ οἶμαι λόγον ἔχειν ἀνδρῶν μὲν καθαρότητος τῆς ἐν ἁγνείᾳ ἀπαρχὴν γεγονέναι τὸν Ἰησοῦν, γυναικῶν δὲ τὴν Μαρίαν · οὐ γὰρ εὔφημον ἄλλῃ παρ’ἐκείνην τὴν ἀπαρχὴν τῆς παρθενίας ἐπιγράψασθαι. Ἰάκωβος δέ ἐστιν οὗτος ὃν λέγει Παῦλος ἰδεῖν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ εἰπών · ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου. ἐπὶ τοσοῦτον δὲ διέλαμψεν οὗτος Ἰάκωβος ἐν τῷ λαῷ ἐπὶ δικαιοσύνῃ ὡς Φλάβιον Ἰώσηπον ἀναγράψαντα ἐν εἴκοσι βιβλίοις τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν, τὴν αἰτίαν παραστῆσαι βουλόμενον τοῦ τὰ τοσαῦτα πεπονθέναι τὸν λαὸν ὡς καὶ τὸν ναὸν κατασκαφῆναι, εἰρηκέναι κατὰ μῆνιν θεοῦ ταῦτα αὐτοῖς ἀπηντηκέναι διὰ τὰ εἰς Ἰάκωβον τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ ὑπ’αὐτῶν τετολμημένα. καὶ τὸ θαυμαστόν ἐστιν ὅτι, τὸν Ἰησοῦν ἡμῶν οὐ καταδεξάμενος εἶναι Χριστόν, οὐδὲν ἧττον Ἰακώβῳ δικαιοσύνην ἐμαρτύρησε τοσαύτην. λέγει δὲ ὅτι καὶ λαὸς ταῦτα ἐνόμιζε διὰ τὸν Ἰάκωβον πεπονθέναι. καὶ Ἰούδας ἔγραψεν ἐπιστολὴν ὀλιγόστιχον μέν, πεπληρωμένην δὲ τῶν τῆς οὐρανίου χάριτος ἐρρωμένων λόγων · ὅστις ἐν τῷ προοιμίῳ εἴρηκεν · Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου. περὶ δὲ Ἰωσὴφ καὶ Σίμωνος ἡμεῖς οὐδὲν ἱστορήσαμεν. τὸ δὲ καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; δοκεῖ μοι τοιοῦτόν τι σημαίνειν · τὰ ἡμέτερα φρονοῦσιν οὐ τὰ τοῦ Ἰησοῦ, καὶ οὐδὲν ξένον ἔχουσιν ἐξαιρέτου συνέσεως ὡς Ἰησοῦς. μήποτε δὲ ἐμφαίνεται διὰ τούτων ἐπαπόρησις περὶ τοῦ μη δὲ ἄνθρωπον εἶναι, ἀλλά τι θειότερον τὸν Ἰησοῦν, υἱὸν μὲν ὄντα, ὡς ὑπελάμβανον, Ἰωσὴφ καὶ Μαρίας, ἀδελφὸν δὲ τεσσάρων ἀρρένων, οὐδὲν δ’ἧττον καὶ ἑτέρων θηλειῶν, καὶ μηδὲν ἔχοντά τινι τῶν ἐκ γένους παραπλήσιον μη δ’ἐκ παιδεύσεως καὶ διδασκαλίας ἐπὶ τοσοῦτον σοφίας καὶ δυνάμεως ἐληλακότα. καὶ γὰρ ἀλλαχοῦ λέγουσι · πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; ὧν παραπλήσιόν ἐστι καὶ τὸ ἐνταῦθα λεγόμενον. πλὴν οἱ λέγοντες ταῦτα καὶ ἐπὶ τοσοῦτον ἐπαποροῦντες καὶ ἐκπλησσόμενοι οὐκ ἐπίστευον μέν, ἐσκανδαλίζοντο δὲ ἐν αὐτῷ, ὡσεὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας κρατούμενοι ὑπὸ δυνάμεων ἃς ἔμελλεν ἐν τῷ καιρῷ τοῦ πάθους θριαμβεύειν ἐν τῷ ξύλῳ.
10.18 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. ζητητέον πότερον καθολικῶς ἴσον δύναται ἐπὶ πάντα προφήτην ἀναφερόμενον τὸ λεγόμενον, ὡς ἑκάστου τῶν προφητῶν ἐν τῇ ἰδίᾳ πατρίδι ἀτιμωθέντος μόνῃ οὐ παντὸς τοῦ ἀτιμωθέντος ἐν τῇ πατρίδι ἀτιμωθέντος, διὰ τὸ ἑνικῶς εἰρῆσθαι περὶ ἑνὸς ταῦτα λέλεκται. εἰ μὲν οὖν περὶ ἑνὸς ταῦτα λέγεται, ἀρκεῖ τὰ εἰρημένα, ἀναφερόντων ἡμῶν τὸ γεγραμμένον εἰς τὸν σωτῆρα. εἰ δὲ καθολικόν ἐστιν, ἀπὸ μὲν τῆς ἱστορίας οὐκ ἀληθές οὔτε γὰρ Ἠλίας ἐν Θεσβὼν τῆς Γαλαὰδ ἠτιμώθη οὔτε Ἐλισσαῖος ἐν Ἐβαλμαουλὰ οὔτε Σαμουὴλ ἐν Ἀρμαθαῒμ οὔθ’Ἱερεμίας ἐν Ἀναθώθ, τροπολογούμενον δὲ καὶ πάνυ ἀληθές. χρὴ γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τάχα τὸ σῶμα · ἠτιμώθησαν γὰρ πάντες ἐν τῇ Ἰουδαίᾳ ὑπὸ τοῦ κατὰ σάρκα Ἰσραὴλ ἔτι ὄντες ἐν τῷ σώματι, ὡς ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι γέγραπται ἐν ἐλεγμῷ λεγόμενον πρὸς τὸν λαόν · τίνα γὰρ τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου; παρὰ δὲ τῷ Παύλῳ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ τὰ ὅμοια λέλεκται · ὑμεῖς δὲ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. οὐκ ἔστιν οὖν προφήτης ἄτιμος ἐν τοῖς ἔθνεσιν · γὰρ οὐ δ’ὅλως οἴδασιν αὐτὸν μαθόντες καὶ παραδεξάμενοι αὐτὸν προφήτην τιμῶσι. τοιοῦτοι δὲ οἱ ἀπὸ ἐκκλησίας. ἀτιμάζονται δὲ οἱ προφῆται πρῶτον μὲν διωχθέντες κατὰ ἱστορίαν ὑπὸ τοῦ λαοῦ, δεύτερον δὲ μὴ πιστευομένης αὐτῶν τῆς προφητείας ὑπὸ τοῦ λαοῦ. εἰ γὰρ ἐπίστευον Μωσῇ καὶ προφήταις, ἐπίστευον ἂν Χριστῷ τῷ παραστήσαντι, ὅτι ἀκολουθεῖ τοῖς πιστεύουσι Μωσῇ καὶ προφήταις τὸ πιστεύειν Χριστῷ καὶ τοῖς μὴ πιστεύουσι Χριστῷ τὸ μὴ πιστεύειν Μωσῇ. ἔτι δὲ ὥσπερ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζειν ἁμαρτάνων λέγεται, οὕτω διὰ τοῦ μὴ πιστεύειν τῷ προφητευομένῳ ἀτιμάζεται ὑπὸ τοῦ ἀπιστοῦντος ταῖς προφητείαις προφήτης. χρήσιμον δὲ ὡς πρὸς τὴν ἱστορίαν ἀναλέξασθαι πέπονθεν Ἱερεμίας ἐν τῷ λαῷ, ἐφ’οἷς εἶπε · καὶ εἶπα · οὐ μὴ λαλήσω οὐ δὲ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ πάλιν ἀλλαχοῦ · διετέλεσα μυκτηριζόμενος. ὅσα δὲ καὶ ὑπὸ τοῦ τότε βασιλέως τοῦ Ἰσραὴλ πέπονθεν, ἐν τῇ προφητείᾳ αὐτοῦ ἀναγέγραπται. καὶ Μωσέα δὲ ὅτι ἦλθον πολλάκις λιθόλευστον ποιῆσαι οἱ ἀπὸ τοῦ λαοῦ, καὶ τοῦτο γέγραπται, καὶ ἦν αὐτῷ πατρὶς οὐχ οἱ λίθοι τινὸς τόπου, ἀλλ’οἱ ἀκολουθήσαντες αὐτῷ, λαός, παρ’οἷς καὶ αὐτὸς ἠτιμώθη. καὶ Ἡσαΐας δὲ πεπρῖσθαι ὑπὸ τοῦ λαοῦ ἱστόρηται. εἰ δέ τις οὐ προσίεται τὴν ἱστορίαν, διὰ τὸ ἐν τῷ ἀποκρύφῳ Ἡσαΐᾳ αὐτὴν φέρεσθαι, πιστευσάτω τοῖς ἐν τῇ πρὸς Ἑβραίους οὕτω γεγραμμένοις · ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν · τὸ γὰρ ἐπρίσθησαν ἐπὶ τὸν Ἡσαΐαν ἀναφέρεται, ὥσπερ τὸ ἐν φόνῳ μαχαίρας ἀπέθανον ἐπὶ τὸν Ζαχαρίαν φονευθέντα μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ὡς σωτὴρ ἐδίδαξε μαρτυρῶν, ὡς οἶμαι, γραφῇ οὐ φερομένῃ μὲν ἐν τοῖς κοινοῖς καὶ δεδημευμένοις βιβλίοις, εἰκὸς δ’ὅτι ἐν ἀποκρύφοις φερομένῃ. ἠτιμώθησαν δὲ ἐν τῇ πατρίδι παρὰ τοῖς Ἰουδαίοις καὶ περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι καὶ τὰ ἑξῆς. πάντες γὰρ οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. εἰκὸς δ’ὅτι τοῦτο ἐπιστάμενος Παῦλος, τὸ προφήτην ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχειν, πολλαχοῦ τὸν λόγον κηρύξας, οὐκ ἐκήρυξεν ἐν Ταρσῷ. καὶ οἱ ἀπόστολοι διὰ τοῦτο κατέλιπον τὸν Ἰσραήλ, ἐποίησαν δὲ τὸ προστεταγμένον ὑπὸ τοῦ σωτῆρος · μαθητεύσατε πάντα τὰ ἔθνη καὶ τὸ ἔσεσθέ μοι μάρτυρες ἔντε Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. πεποιήκασι μὲν οὖν τὸ προστεταγμένον ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ · ἀλλ’ἐπεὶ προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει, μὴ παραδεξαμένων Ἰουδαίων τὸν λόγον, ἀπεληλύθασιν εἰς τὰ ἔθνη. πρόσχες δὲ εἰ δύνασαι, διὰ τὸ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι πεπληρωμένον μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἐν ταῖς ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαις, λέγειν ὅτι οἱ πρότερον ἐκ τοῦ κόσμου καὶ διὰ τοῦ πιστεύειν γενόμενοι οὐκέτι ἐκ τοῦ κόσμου ἐν τῇ ἰδίᾳ πατρίδι, τῷ κόσμῳ, ἅγιον πνεῦμα λαβόντες καὶ προφητεύσαντες τιμὴν οὐκ ἔχουσιν, ἀλλὰ ἀτιμάζονται. διὸ μακάριοί εἰσι τὰ αὐτὰ τοῖς προφήταις παθόντες κατὰ τὸ ὑπὸ τοῦ σωτῆρος λεγόμενον · κατὰ ταὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. τούτοις δέ τις ἐμμελῶς προσέχων, εἰ διὰ τὸ πάνυ εὐτόνως βιοῦν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας μισοῖτο καὶ ἐπιβουλεύοιτο, ὡς διωκόμενος καὶ ὀνειδιζόμενος ἕνεκεν δικαιοσύνης οὐ μόνον οὐ λυπηθήσεται, ἀλλὰ καὶ χαρήσεται καὶ ἀγαλλιάσεται, πειθόμενος διὰ ταῦτα μισθὸν ἔχειν πολὺν ἐν τοῖς οὐρανοῖς ἀπὸ τοῦ ὁμοιώσαντος αὐτὸν τοῖς προφήταις ἐκ τοῦ ταὐτὰ πεπονθέναι. ἀτιμάζεσθαι τοίνυν ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἁμαρτάνουσι, βαρουμένοις τῷ βίῳ τοῦ δικαίου, χρὴ τὸν ζηλοῦντα βίον προφητικὸν καὶ χωρήσαντα τὸ ἐν ἐκείνοις πνεῦμα.
10.19ἑξῆς ἔστιν ἰδεῖν τὸ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. διὰ τούτων δὲ διδασκόμεθα ὅτι αἱ δυνάμεις ἐν τοῖς πιστεύουσιν ἐγίνοντο, ἐπεὶ παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, ἐν ἀπίστοις δὲ οὐ μόνον οὐκ ἐνήργουν αἱ δυνάμεις, ἀλλ’ὡς Μᾶρκος ἀνέγραψεν, οὐ δὲ ἐδύναντο ἐνεργεῖν. πρόσχες γὰρ τῷ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν ποιῆσαι δύναμιν · οὐ γὰρ εἶπεν οὐκ ἤθελεν, ἀλλ’οὐκ ἠδύνατο, ὡς ἐρχομένης μὲν ἐπὶ τὴν ἐνεργοῦσαν δύναμιν συμπράξεως ὑπὸ πίστεως ἐκείνου εἰς ὃν ἐνήργει δύναμις, κωλυομένης δὲ ἐνεργεῖν ὑπὸ τῆς ἀπιστίας. ὅρα οὖν ὅτι πρὸς τοὺς εἰπόντας · διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; εἶπε · διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν, καὶ πρὸς τὸν ἀρξάμενον καταποντίζεσθαι Πέτρον λέλεκται · ὀλιγόπιστε, εἰς τί ἐδίστασας; ἀλλὰ καὶ αἱμορροοῦσα, μὴ ἀξιώσασα περὶ τῆς θεραπείας, ἀλλὰ μόνον λογισαμένη, εἰ ἅψαιτο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, ὅτι ἰαθήσεται, ἰάθη παραχρῆμα, καὶ ὁμολογεῖ τῷ τρόπῳ τῆς ἰάσεως σωτὴρ λέγων · τίς μου ἥψατο; ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ἐμοῦ. καὶ τάχα ὥσπερ ἐπὶ τῶν σωμάτων ἐστί τισι πρός τινα φυσικὴ ὁλκή, ὡς τῇ μαγνησίᾳ λίθῳ πρὸς σίδηρον καὶ τῷ καλουμένῳ νάφθᾳ πρὸς πῦρ, οὕτως τῇ τοιᾷδε πίστει πρὸς θείαν δύναμιν · καθὸ εἴρηται καὶ τὸ ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ · μετάβηθι ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται. ἀκριβῶς δὲ δοκοῦσί μοι Ματθαῖος καὶ Μᾶρκος τὸ ὑπερέχον τῆς θείας δυνάμεως παραστῆσαι βουλόμενοι ὅτι καὶ ἐν ἀπιστίᾳ δύναται, ἀλλ’οὐκ ἐπὶ πλεῖον δύναται, ὅσον δύναται ἐν πίστει τῇ τῶν εὐεργετουμένων, εἰρηκέναι οὐχ ὅτι οὐκ ἐποίησε δυνάμεις διὰ τὴν ἀπιστίαν αὐτῶν, ἀλλ’οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς. καὶ Μᾶρκος δὲ οὐκ εἶπεν ὅτι οὐκ ἐδύνατο ἐκεῖ οὐδεμίαν ποιῆσαι δύναμιν καὶ ἔστη ἐπὶ τούτῳ, ἀλλὰ προσέθηκεν · εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε, νικώσης τῆς ἐν αὐτῷ δυνάμεως καὶ οὕτως τὴν ἀπιστίαν. δοκεῖ δέ μοι ὅτι, ὥσπερ ἐπὶ τῶν σωματικῶν οὔτε αὐτάρκης γεωργία πρὸς συγκομιδὴν καρπῶν, ἐὰν μὴ τὸ περιεχόμενον εἰς τοῦτο συνεργῇ μᾶλλον δὲ τὸ περιέχον ποιότητι ὁποίᾳ βούλεται κοσμῶν καὶ ποιῶν αὐτὸ ὁποῖον θέλει, οὔτε τὸ περιέχον χωρὶς γεωργίας μᾶλλον δὲ προνοῶν οὐ ποιήσαι ἂν ἀνατεῖλαι ἀπὸ τῆς γῆς τὰ ἀπὸ τῆς γῆς ἀνατέλλοντα χωρὶς γεωργίας · ἅπαξ γὰρ τοῦτο πεποίηκεν ἐν τῷ βλαστησάτω γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ὁμοιότητα, οὕτω δὴ οὔτε τὰ ἐνεργήματα τῶν δυνάμεων χωρὶς πίστεως τῆς τῶν θεραπευομένων τὸ αὐτοτελὲς ἔργον ἐπιδείκνυται πρὸς ἴασιν οὔθ’ πίστις, ὁποία ποτ’ἂν , χωρὶς τῆς θείας δυνάμεως. καὶ τὸ γεγραμμένον δὲ περὶ σοφίας ἐφαρμόσεις καὶ τῇ πίστει καὶ ταῖς ἀρεταῖς κατ’εἶδος, ὥστε τοιοῦτον ποιῆσαι λόγον · κἂν γάρ τις τέλειος ἐν πίστει ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ δυνάμεως ἀπούσης εἰς οὐδὲν λογισθήσεται, τέλειος τῇ σωφροσύνῃ, ὡς ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ σωφροσύνης ἀπούσης, εἰς οὐδὲν λογισθήσεται, τέλειος ἐν δικαιοσύνῃ καὶ ταῖς λοιπαῖς ἀρεταῖς, τῆς ἀπὸ σοῦ δικαιοσύνης ἀπούσης καὶ τῶν ἀπὸ σοῦ λοιπῶν ἀρετῶν εἰς οὐδὲν λογισθήσεται. ὅθεν μὴ καυχάσθω σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μη δὲ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ · τὸ γὰρ καυχήσεως ἄξιον οὐχ ἡμέτερον, ἀλλὰ δῶρόν ἐστι τοῦ θεοῦ ἀπ’αὐτοῦ σοφία καὶ ἀπ’αὐτοῦ ἰσχὺς καὶ οὕτω τὰ λοιπά.
10.20ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν ἑαυτοῦ · οὗτός ἐστιν Ἰωάννης βαπτιστής. παρὰ δὲ τῷ Μάρκῳ οὕτως καὶ παρὰ τῷ Λουκᾷ οὕτως. διαφόρους δόξας εἶχον περὶ τῶν πραγμάτων Ἰουδαῖοι, τινὰς μὲν ψευδεῖς, ὁποίας ἐφρόνουν οἱ Σαδδουκαῖοι περὶ ἀναστάσεως νεκρῶν ὡς οὐκ ἐγειρομένων, καὶ περὶ ἀγγέλων ὡς οὐχ ὑπαρχόντων, ἀλλὰ τροπολογουμένων τῶν περὶ αὐτῶν ἀναγεγραμμένων μόνον καὶ μηδὲν ὡς πρὸς τὴν ἱστορίαν ἀληθὲς ἐχόντων · ἑτέρας δὲ ὡς ἀληθεῖς, ὡς περὶ ἀναστάσεως νεκρῶν ὅτι ἐγείρονται, ἐδίδασκον οἱ Φαρισαῖοι. τὸ οὖν ζητούμενον κατὰ τὸν τόπον ἐστίν, εἰ τοιαύτη τις ἦν περὶ ψυχῆς δόξα, ἣν ἐφρόνει Ἡρώδης ἐσφαλμένως καί τινες τῶν ἀπὸ τοῦ λαοῦ, ὅτι πρὸ ὀλίγου ἀναιρεθεὶς ὑπ’αὐτοῦ Ἰωάννης ἀνέστη ἀπὸ τῶν νεκρῶν μετὰ τὸ ἀποκεφαλισθῆναι, καὶ ἦν αὐτὸς ἑτέρῳ ὀνόματι χρώμενος καὶ καλούμενος νῦν Ἰησοῦς, δεκτικὸς τῶν αὐτῶν δυνάμεων, αἳ πρότερον ἐνήργουν ἐν τῷ Ἰωάννῃ. ποίαν οὖν ἔχει πιθανότητα τὸν ἐπὶ τοσοῦτον γνώριμον παντὶ λαῷ καὶ διαβόητον ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, ὃν ἔλεγον υἱὸν εἶναι τοῦ τέκτονος καὶ Μαρίας καὶ ἀδελφοὺς ἔχειν τοιούσδε καὶ ἀδελφάς, νομίζεσθαι εἶναι οὐχ ἕτερον Ἰωάννου, πατὴρ ἦν Ζαχαρίας καὶ μήτηρ Ἐλισάβετ, οὐ δ’αὐτοὶ ἄσημοι ἐν τῷ λαῷ; εἰκὸς δ’ὅτι λαὸς φρονοῦντες περὶ τοῦ Ἰωάννου ὅτι ὄντως προφήτης ἦν, καὶ τοσοῦτοι τυγχάνοντες ὡς φοβεῖσθαι τοὺς Φαρισαίους, διὰ τὸ μὴ δυσάρεστον δοκεῖν τῷ λαῷ λέγειν, ἀποκρίνεσθαι, πότερον ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων τὸ βάπτισμα αὐτοῦ, οὐκ ἠγνόουν υἱὸν αὐτὸν τυγχάνειν Ζαχαρίου. τάχα δὲ καὶ εἴς τινας ἔφθασεν αὐτῶν τὰ τῆς ἑωραμένης ὀπτασίας ἐν τῷ ναῷ, φανέντος τῷ Ζαχαρίᾳ τοῦ Γαβριήλ. ποίαν δὴ οὖν ἔχει πιθανότητα τοῦ εἴτε Ἡρώδου εἴτε τινῶν ἀπὸ τοῦ λαοῦ ἀπάτη, πρὸς τὸ νομίσαι ὅτι οὐ δύο τινὲς γεγόνασιν Ἰωάννης καὶ Ἰησοῦς, ἀλλ’εἷς καὶ αὐτὸς ὢν Ἰωάννης, ἀναστὰς μετὰ τὸ ἀποκεφαλισθῆναι ἐκ τῶν νεκρῶν, ἐκλήθη Ἰησοῦς; λέγοι δ’ἄν τις τὴν τῆς μετενσωματώσεως ψευδοδοξίαν γεγονέναι ἐν τῷ Ἡρώδῃ καί τισι τῶν ἀπὸ τοῦ λαοῦ, ἀφ’ἧς ᾤοντο τόν ποτε Ἰωάννην ἐν γενέσει γενέσθαι καὶ ἐκ νεκρῶν ἐληλυθέναι εἰς τὸν βίον ὡς Ἰησοῦν. ἀλλ’οὐ δὲ ταύτην τὴν ψευδοδοξίαν πιθανὴν ἐᾷ νομισθῆναι μεταξὺ χρόνος τῆς γενέσεως Ἰωάννου καὶ Ἰησοῦ, οὐ πλεῖον μηνῶν ἓξ τυγχάνων. τάχα δὲ μᾶλλον τοιαύτη τις ὑπόληψις ἦν ἐν τῷ Ἡρώδῃ, ὅτι αἱ ἐνεργήσασαι δυνάμεις ἐν τῷ Ἰωάννῃ μετέστησαν ἐπὶ τὸν Ἰησοῦν, ἀφ’ὧν Ἰωάννης βαπτιστὴς εἶναι πεπίστευτο ἐν τῷ λαῷ. καὶ χρήσαιτό τις ἐπιχειρήματι τοιούτῳ · ὥσπερ διὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν Ἠλίου καὶ οὐ διὰ τὴν ψυχὴν αὐτοῦ περὶ Ἰωάννου λέγεται · αὐτός ἐστιν Ἠλίας μέλλων ἔρχεσθαι, τοῦ ἐν Ἠλίᾳ πνεύματος καὶ τῆς ἐν ἐκείνῳ δυνάμεως μετεληλυθυιῶν ἐπὶ τὸν Ἰωάννην, οὕτως ᾤετο Ἡρώδης τὰς ἐν Ἰωάννῃ δυνάμεις ἐν μὲν τῷ Ἰωάννῃ ἐνηργηκέναι τὰ τοῦ βαπτίσματος καὶ τῆς διδασκαλίας Ἰωάννης γὰρ ἐποίησε σημεῖον οὐ δὲ ἕν, ἐν δὲ τῷ Ἰησοῦ τὰς τεραστίους δυνάμεις. τὸ δ’ὅμοιόν τις φήσει ὑπειληφέναι τοὺς εἰρηκότας Ἠλίαν πεφηνέναι ἐν τῷ Ἰησοῦ, προφήτην ἕνα τῶν ἀρχαίων ἐγηγέρθαι. οὐδὲν δὲ ζητήσεως ἔχεται τὸ δόγμα τῶν εἰρηκότων ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν ἦν Ἰησοῦς. ψευδὴς μὲν οὖν τοῦ εἴτε Ἡρώδου λόγος, ὃς περὶ τοῦ Ἰησοῦ ἐστιν ἀναγεγραμμένος, εἴτε ὑπό τινων εἰρημένος. πλὴν δοκεῖ μοι μᾶλλον ἔχεσθαι πιθανότητος τὸ ἀνάλογον τῷ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου προεληλυθέναι τὸν Ἰωάννην τοῖς νῦν ὑπονοουμένοις περὶ Ἰωάννου καὶ Ἰησοῦ ὑπὸ τούτων. ἐπεὶ δὲ πρῶτον μὲν ἐμάθομεν ὅτι μετὰ τὸν πειρασμὸν σωτὴρ ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, δεύτερον δὲ ὅτι Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τυγχάνων, ἀκούσας τὰ περὶ τοῦ Ἰησοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ · σὺ εἶ ἐρχόμενος, ἕτερον προσδοκῶμεν; καὶ τρίτον ἁπαξαπλῶς ὅτι Ἡρώδης εἶπε περὶ τοῦ Ἰησοῦ, ὅτι αὐτός ἐστιν Ἰωάννης ὁβαπτιστής · αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, οὐδαμόθεν δὲ προέγνωμεν τὸν τρόπον τῆς ἀναιρέσεως τοῦ βαπτιστοῦ, διὰ τοῦτο νῦν καὶ τοῦτο ἀνέγραψεν Ματθαῖος, καὶ Μᾶρκος δὲ αὐτῷ παραπλησίως · δὲ Λουκᾶς τὰ πολλὰ τῆς παρὰ τούτοις παρεσιώπησεν ἱστορίας.
10.21ἔχει δὲ οὕτως τοῦ Ματθαίου λέξις · γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ. εἰς ταῦτ’οὖν δοκεῖ μοι ὅτι, ὥσπερ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου μεθ’ὃν ἔληξεν προφητικὴ ἀπὸ Ἰουδαίων χάρις, οὕτως τῶν βασιλευσάντων ἐν τῷ λαῷ ἐξουσία μέχρι τοῦ ἀναιρεῖν τοὺς νομιζομένους ἀξίους θανάτου αὐτοῖς ὑπάρχουσα ἕως Ἰωάννου ἦν, καὶ ἀναιρεθέντος τοῦ τελευταίου τῶν προφητῶν παρανόμως ὑπὸ τοῦ Ἡρώδου ἀφῃρέθη Ἰουδαίων βασιλεὺς τῆς τοῦ ἀναιρεῖν ἐξουσίας. εἰ γὰρ μὴ ἀφῄρητο αὐτὴν Ἡρώδης, οὐκ ἂν ἐδίκασεν Πιλᾶτος τὸν Ἰησοῦν τὴν ἐπὶ θανάτῳ, ἀλλ’ἤρκεσεν ἂν εἰς τοῦτο Ἡρώδης μετὰ τῆς τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ εἰς τοῦτο βουλῆς. καὶ τότε, οἶμαι, πεπλήρωται τὸ ὑπὸ τοῦ Ἰακὼβ πρὸς Ἰούδαν τοῦτον εἰρημένον τὸν τρόπον · οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐ δὲ ἡγούμενος ἐξ Ἰσραήλ, ἕως ἂν ἔλθῃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. τάχα δὲ καὶ ἀφῃρέθησαν τὴν ἐξουσίαν ταύτην Ἰουδαῖοι, τῆς θείας παρασχούσης προνοίας τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἂν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιστευόντων χωρῇ, δοκούσης κατὰ νόμον γίγνεσθαι. Ἡρώδης δὲ κρατήσας τὸν Ἰωάννην ἔδησεν ἐν φυλακῇ καὶ ἀπέθετο σύμβολον ποιῶν τοῦ τὸ ὅσον ἐφ’ἑαυτῷ καὶ τῇ κακίᾳ τοῦ λαοῦ καταδῆσαι καὶ κατακλεῖσαι λόγον τὸν προφητικὸν καὶ κωλῦσαι αὐτὸν ἔτι μένειν τῆς ἀληθείας κήρυκα ἐπ’ἐλευθερίᾳ, ὡς τὸ πρότερον. τοῦτο δὲ πεποίηκεν Ἡρώδης διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ · ἔλεγε γὰρ αὐτῷ Ἰωάννης · οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. οὗτος δὲ Φίλιππος ἦν τετράρχης τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας. τινὲς μὲν οὖν οἴονται ὅτι, ἀποθανόντος Φιλίππου θυγατέρα καταλιπόντος, Ἡρωδιάδα ἔγημε τὴν τοῦ ἀδελφοῦ γυναῖκα Ἡρώδης, τοῦ νόμου τὸν γάμον ἐν ἀπαιδίᾳ συγχωροῦντος. ἡμεῖς δέ, μηδαμῆ σαφῶς εὑρίσκοντες τεθνηκέναι τὸν Φίλιππον, μεῖζον ἔτι τὸ παρανόμημα τῷ Ἡρώδῃ λογιζόμεθα γεγονέναι, ὅτι καὶ ζῶντος ἀπέστησε τοῦ ἀδελφοῦ τὴν γυναῖκα.
10.22διόπερ προφητικῇ παρρησίᾳ κεκοσμημένος Ἰωάννης καὶ μὴ καταπληττόμενος τὸ βασιλικὸν ἀξίωμα τοῦ Ἡρώδου, μη δὲ διὰ τὸ δέος τοῦ θανάτου παρασιωπῶν περὶ τοῦ τηλικούτου ἁμαρτήματος, ἔλεγε τῷ Ἡρώδῃ θείου πληρωθεὶς φρονήματος · οὐκ ἔξεστί σοι ἔχειν αὐτήν · οὐ γὰρ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. καὶ μὲν Ἡρώδης, κρατήσας τὸν Ἰωάννην, δήσας ἀπέθετο ἐν τῇ φυλακῇ, μὴ τολμῶν πάντη ἀποκτεῖναι τὸν προφητικὸν λόγον καὶ ἀνελεῖν ἀπὸ τοῦ λαοῦ · δὲ τοῦ βασιλέως τῆς Τραχωνίτιδος γυνή, πονηρά τις οὖσα δόξα καὶ μοχθηρὰ διδασκαλία, θυγατέρα ἐγέννησεν ὁμώνυμον, ἧς τὰ δοκοῦντα εὔρυθμα κινήματα ἀρέσαντα τῷ Ἡρώδῃ τὰ γενέσεως ἀγαπῶντι πράγματα, αἴτια γεγένηται τοῦ μηκέτι εἶναι ἐν τῷ λαῷ κεφαλὴν προφητικήν. μέχρι δὲ τοῦ δεῦρο νομίζω τὰ δοκοῦντα κατὰ τὸν νόμον εἶναι κινήματα τοῦ λαοῦ τῶν Ἰουδαίων μὴ ἄλλο τι τυγχάνειν τῆς Ἡρωδιάδος θυγατρός. ἀλλ’ Ἡρωδιάδος ὄρχησις ἐναντία ἦν ὀρχήσει ἁγίᾳ, ἣν οἱ μὴ ὀρχησάμενοι ὀνειδισθήσονται ἀκούοντες · ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε. καὶ ἐν γενεθλίοις δὲ παρανόμου βασιλεύοντος αὐτῶν λόγου ὀρχοῦνται, ὡς ἀρέσκειν ἐκείνῳ τῷ λόγῳ τὰς κινήσεις αὐτῶν. ἐτήρησε μὲν οὖν τις τῶν πρὸ ἡμῶν τὴν ἀναγεγραμμένην ἐν Γενέσει τοῦ Φαραὼ γενέθλιον καὶ διηγήσατο ὅτι φαῦλος τὰ γενέσεως ἀγαπῶν πράγματα ἑορτάζει γενέθλιον. ἡμεῖς δὲ ἀπ’ἐκείνου ταύτην εὑρόντες ἀφορμὴν ἐπ’οὐδεμιᾶς γραφῆς εὕρομεν ὑπὸ δικαίου γενέθλιον ἀγομένην. ἄδικος γὰρ μᾶλλον ἐκείνου τοῦ Φαραὼ Ἡρώδης · καὶ γὰρ ὑπ’ἐκείνου μὲν ἐν γενεθλίῳ ἀρχισιτοποιὸς ἀναιρεῖται, ὑπὸ δὲ τούτου Ἰωάννης, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς ἐγήγερται, περὶ οὗ σωτὴρ λέγει · ἀλλὰ τί ἐξεληλύθατε; προφήτην ἰδεῖν; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. ἀλλὰ εὐχαριστητέον τῷ θεῷ ὅτι, εἰ καὶ προφητικὴ ἀπὸ τοῦ λαοῦ ἦρται χάρις, πάσης ἐκείνης μείζων ἐξεχύθη εἰς τὰ ἔθνη διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ὃς ἐγένετο ἐν νεκροῖς ἐλεύθερος. εἰ γὰρ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. ἔτι δὲ ὅρα τὸν λαὸν παρ’ καθαρὰ μὲν καὶ ἀκάθαρτα ἐξετάζεται βρώματα, καταφρονεῖται δὲ προφητεία ἐπὶ πίνακι ἀντὶ ὄψου προσαγομένη. τὴν δὲ κεφαλὴν τῆς προφητείας Ἰουδαῖοι οὐκ ἔχουσι, τὸ κεφάλαιον πάσης προφητείας Χριστὸν Ἰησοῦν ἀρνούμενοι. καὶ ἀποκεφαλίζεται προφήτης δι’ὅρκους, ἐφ’οἷς μᾶλλον ἐπιορκεῖν εὐορκεῖν ἔδει · οὐ ταὐτὸν γὰρ ἦν ἔγκλημα προπετείας ὅρκων καὶ τῆς διὰ τὴν προπέτειαν ἐπιορκίας καὶ τὸ δι’εὐορκίας ἔγκλημα ἀναιρέσεως προφητικῆς. καὶ οὐ διὰ τοῦτο μόνον ἀποκεφαλίζεται, ἀλλὰ καὶ διὰ τοὺς συνανακειμένους, βουλομένους μᾶλλον ἀναιρεθῆναι τὸν προφήτην ζῆν. συνανάκεινται δὲ καὶ συνεστιῶνται λόγῳ μοχθηρῷ Ἰουδαίων βασιλεύοντι οἱ ἐπὶ τῇ γενέσει αὐτοῦ εὐφραινόμενοι. χρήσῃ δέ ποτε χαριέντως τῷ ῥητῷ πρὸς τοὺς προπετῶς ὀμνύοντας καὶ θέλοντας ἐμπεδοῦν ὅρκους ἐπὶ παρανομίᾳ παραληφθέντας, λέγων ὅτι οὐ πᾶσα τήρησις ὅρκων ἐστὶ καθήκουσα, ὡς οὐ δὲ τοῦ Ἡρώδου. ἔτι δὲ πρόσχες ὅτι οὐ μετὰ παρρησίας, ἀλλὰ κρύφα καὶ ἐν φυλακῇ φονεύει τὸν Ἰωάννην Ἡρώδης · καὶ γὰρ οὐ μετὰ παρρησίας ἀρνεῖται νῦν Ἰουδαίων λαὸς τὰς προφητείας, δυνάμει δὲ καὶ ἐν κρυπτῷ αὐτὰς ἀρνεῖται καὶ ἐλέγχεται αὐταῖς ἀπιστῶν. ὥσπερ γὰρ εἰ ἐπίστευον Μωσῇ, τῷ Ἰησοῦ ἐπίστευσαν ἄν, οὕτως εἰ ἐπίστευον τοῖς προφήταις, προσήκαντο ἂν τὸν προφητευόμενον. ἀπιστοῦντες δὲ τούτῳ κἀκείνοις ἀπιστοῦσι καὶ ἀποτέμνουσιν ἐν φυλακῇ κατακλείσαντες τὸν λόγον τὸν προφητικόν, καὶ ἔχουσιν αὐτὸν νεκρὸν καὶ διαιρεθέντα καὶ μηδαμοῦ ὑγιῆ, ἐπεὶ μὴ νοοῦσιν αὐτόν. ἀλλ’ἡμεῖς ὁλόκληρον ἔχομεν τὸν Ἰησοῦν, πληρωθείσης τῆς περὶ αὐτοῦ λεγούσης προφητείας · ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται.
10.23οἱ μαθηταὶ δὲ ἐλθόντες τοῦ Ἰωάννου θάπτουσιν αὐτοῦ τὸ λείψανον, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. δὲ ἀνεχώρησεν εἰς ἔρημον τόπον, τὰ ἔθνη · καὶ μετὰ τὴν τῶν προφητῶν ἀναίρεσιν ὄχλοι αὐτῷ ἠκολούθησαν ἀπὸ τῶν πανταχοῦ πόλεων. ὅντινα πολὺν ὄντα θεασάμενος ἐσπλαγχνίσθη καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν, καὶ μετὰ τοῦτο τρέφει τοῖς εὐλογηθεῖσι καὶ πλεονάσασιν ἐξ ὀλίγων ἄρτων τοὺς ἀκολουθήσαντας αὐτῷ. ἀκούσας δὲ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ἰδίαν. τὸ μὲν ῥητὸν διδάσκει ἡμᾶς ὅση δύναμις ἀπὸ τῶν διωκόντων καὶ τῆς προσδοκίας τοῦ διὰ τὸν λόγον ἐπιβουλεύεσθαι ἀναχωρεῖν · τοῦτο μὲν γὰρ κατὰ τὸ εὐλόγιστον γένοιτ’ἄν, τὸ δὲ δυνάμενον ἔξω εἶναι τῶν περιστατικῶν ὁμόσε χωρεῖν αὐτοῖς προπετές ἐστι καὶ θρασύ. τίς δὲ ἔτι ἀμφιβάλοι ἂν περὶ τοῦ ἐκκλίνειν τὰ τοιαῦτα, τοῦ Ἰησοῦ οὐ μόνον ἐπὶ τοῖς κατὰ τὸν Ἰωάννην ἀναχωρήσαντος, ἀλλὰ καὶ διδάσκοντος καὶ λέγοντος · ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν. ἐπελθόντα μὲν οὖν οὐ παρ’ἡμᾶς πειρασμὸν ἀναγκαῖον ὑπομένειν εὐγενῶς λίαν καὶ τεθαρρηκότως · παρὸν δὲ ἐκκλίνειν, τοῦτο μὴ ποιεῖν τολμηρόν. ἐπεὶ δὲ μετὰ τὸ ῥητὸν καὶ κατὰ ἀναγωγὴν τὸν τόπον ἐξεταστέον, λεκτέον ὅτι ἐπιβουλευθείσης παρὰ Ἰουδαίοις τῆς προφητείας καὶ ἀναιρεθείσης, διὰ τὸ τιμᾶσθαι παρ’αὐτοῖς τὰ γενέσεως πράγματα καὶ κατὰ ἀποδοχὴν κενῶν κινήσεων γεγενημένων, ὡς μὲν παρ’ἀληθείᾳ δικαζούσῃ, ἀρρύθμων καὶ ἐκμελῶν, ὡς δ’ὑπολαμβάνει τῶν φαύλων ἄρχων καὶ οἱ συνεστιώμενοι αὐτῷ, εὐρύθμων καὶ ἀρεσκόντων ἐκείνοις, ἀναχωρεῖ Ἰησοῦς ἀπὸ τοῦ τόπου ἐν προφητεία ἐπιβουλευθεῖσα κατεδικάσθη. ἀναχωρεῖ δὲ εἰς τὸν ἔρημον θεοῦ παρὰ τοῖς ἔθνεσι τόπον, ἵνα τοῦ θεοῦ λόγος, αἰρομένης τῆς βασιλείας ἀπ’ἐκείνων καὶ διδομένης ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, γένηται ἐν τοῖς ἔθνεσι, καὶ δι’αὐτὸν πολλὰ γένηται τὰ τέκνα τῆς ἐρήμου μᾶλλον μήτε νόμον μήτε προφήτας δεδιδαγμένης τῆς ἐχούσης τὸν ἄνδρα, τὸν νόμον. ὅτε μὲν οὖν πάλαι λόγος παρὰ Ἰουδαίοις ἦν, οὐχ οὕτως ἦν παρ’αὐτοῖς, ὡς παρὰ τοῖς ἔθνεσι · διὸ λέλεκται ἐν πλοίῳ, τουτέστι τῷ σώματι, εἰς τὸν ἔρημον τόπον κατ’ἰδίαν γεγονέναι, ἀκούσαντα περὶ τῆς ἀναιρέσεως τοῦ προφήτου. κατ’ἰδίαν δέ, γενόμενος εἰς τὴν ἔρημον, ἦν ἐν αὐτῇ, τῷ ἰδιάζοντα εἶναι τὸν λόγον καὶ τὴν διδασκαλίαν αὐτοῦ παρὰ τὰ εἰθισμένα ἐν τοῖς ἔθνεσι γίνεσθαι καὶ νενομισμένα. καὶ οἱ ἐν τοῖς ἔθνεσιν ὄχλοι ἀκούσαντες λόγον ἐπιδεδημηκέναι τῇ ἐρήμῳ αὐτῶν καὶ τοῦτον κατ’ἰδίαν τυγχάνειν, ὡς προαποδεδώκαμεν, ἠκολούθησαν αὐτῷ ἀπὸ τῶν ἰδίων πόλεων τῷ ἕκαστον καταλελοιπέναι τὰ πάτρια τῆς δεισιδαιμονίας ἔθη καὶ τῷ τοῦ Χριστοῦ προσεληλυθέναι νόμῳ. πεζῇ δὲ αὐτῷ καὶ οὐκ ἐν πλοίῳ ἠκολούθησαν, ἅτε μὴ τῷ σώματι, ἀλλὰ γυμνῇ τῇ ψυχῇ καὶ τῇ ἀπὸ τοῦ λόγου πεισθείσῃ προαιρέσει ἠκολουθηκότες τῇ εἰκόνι τοῦ θεοῦ. καὶ πρὸς τούτους γε Ἰησοῦς ἐξέρχεται μὴ χωροῦντας προσιέναι πρὸς αὐτόν, ἵνα τοῖς ἔξω γενόμενος, ἔσω τοὺς ἔξω εἰσαγάγῃ. πολὺς δὲ ἔξω ὄχλος, εἰς ὃν ἐξέρχεται τοῦ θεοῦ λόγος, καὶ ἐκχέας τὸ φῶς τῆς ἐπισκοπῆς αὐτοῦ εἰς αὐτὸν εἶδεν αὐτόν, καὶ ἰδὼν τοῦ ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἀξίους διὰ τὸ ἐν τοιοῖσδέ τισιν εἶναι, ὡς φιλάνθρωπος πέπονθεν ἀπαθὴς τῷ σπλαγχνισθῆναι, καὶ οὐ μόνον ἐσπλαγχνίσθη ἀλλὰ καὶ τοὺς ἀρρώστους αὐτῶν ἐθεράπευσεν ἔχοντας ποικίλα καὶ παντοδαπὰ ἀπὸ τῆς κακίας ἀρρωστήματα.
10.24εἰ δὲ θέλεις ἰδεῖν ποῖά ἐστι τὰ τῆς ψυχῆς ἀρρωστήματα, κατανόει μοι τοὺς φιλαργύρους καὶ τοὺς φιλοδόξους καὶ τοὺς φιλόπαιδας καὶ εἴ τίς ἐστι φιλόγυνος · καὶ τούτους γὰρ ἐν τοῖς ὄχλοις ἰδὼν καὶ σπλαγχνισθεὶς ἐπ’αὐτοῖς ἐθεράπευσεν. οὐ πᾶν δὲ ἁμάρτημα νομιστέον ἀρρωστίαν εἶναι, ἀλλ’ὅπερ ἐναπέσκηψεν ὅλῃ τῇ ψυχῇ. οὕτω γὰρ ἔστιν ἰδεῖν τοὺς μὲν φιλαργύρους ὅλους τεταμένους ἐπὶ τὸ ἀργύριον καὶ τὴν τούτου φρουρὰν καὶ συναγωγήν, τοὺς δὲ φιλοδόξους ἐπὶ τὸ δοξάριον, κεχήνασι γὰρ περὶ τὸν ἀπὸ τῶν πολλῶν καὶ χυδαιοτέρων ἔπαινον. καὶ τὸ ἀνάλογον νοήσεις ἐπὶ ὧν ὠνομάσαμεν λοιπῶν, καὶ εἴ τι ἄλλο τούτοις ἐστὶ παραπλήσιον. ἐπεὶ οὖν διηγούμενοι τὸ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν εἴπομεν μὴ πᾶν ἁμάρτημα εἶναι ἀρρώστημα, ἄξιον ἀπὸ τῆς γραφῆς καὶ περὶ τῆς διαφορᾶς τούτων παραμυθήσασθαι. φησὶ δὴ ἀπόστολος Κορινθίοις ποικίλα ἔχουσιν ἁμαρτήματα γράφων · διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. ἄκουε γὰρ ἐν τούτοις τοῦ καὶ συνδέσμου, πλέκοντος καὶ συμπεπλεγμένον ποιοῦντος ἐκ διαφόρων ἁμαρτημάτων, καθὸ οἱ μέν εἰσιν ἀσθενεῖς, ἕτεροι δὲ ἄρρωστοι πλέον ἀσθενεῖς, καὶ ἄλλοι παρ’ἀμφοτέρους οἱ κοιμώμενοι. οἱ μὲν γὰρ ὀλισθηρῶς διὰ τὴν τῆς ψυχῆς ἀδυναμίαν πρὸς τὸ ὁτιποτοῦν ἁμαρτάνειν ἔχοντες, κἂν μὴ ὅλοι ὦσιν εἴδους τινὸς ἁμαρτίας ὡς οἱ ἄρρωστοι, ἀσθενεῖς εἰσι μόνον. οἱ δὲ ὅλῃ ψυχῇ καὶ ὅλῃ καρδίᾳ καὶ ὅλῃ διανοίᾳ, ἀντὶ τοῦ τὸν θεὸν ἀγαπᾶν, ἀγαπῶντες ἀργύρια δοξάρια γύναια παῖδας, οὗτοι πλέον ἀσθενείας πεπόνθασιν καί εἰσιν ἄρρωστοι. κοιμῶνται δὲ οἱ, δέον προσέχειν καὶ ἐγρηγορέναι τῇ ψυχῇ, τοῦτο μὲν οὐ ποιοῦντες, ἀπὸ δὲ πολλῆς ἀπροσεξίας νυστάζοντες τὴν προαίρεσιν καὶ ὑπνώττοντες τοῖς λογισμοῖς · οἵτινες ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. οὗτοι δὲ διὰ τὸ κοιμᾶσθαι ἐν κεναῖς εἰσι φαντασίαις καὶ παραβαλλομέναις ἐνυπνίοις, ταῖς περὶ τῶν πραγμάτων, τὰ μὲν ὕπαρ καὶ ἀληθῆ οὐκ ἀποδεχόμενοι, ὑπὸ δὲ τῶν ἐν ταῖς κεναῖς φαντασίαις ἀπατώμενοι. περὶ ὧν καὶ ἐν τῷ Ἡσαΐᾳ λέγεται τὸ ὃν τρόπον ἐνυπνιάζεται διψῶν ὡς πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐν Ἱερουσαλήμ. εἰ καὶ ἐδόξαμεν οὖν παρεκβεβηκέναι, διηγούμενοι διαφορὰν ἀσθενῶν καὶ ἀρρώστων καὶ κοιμωμένων, διὰ τὸ τὸν ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους εἰρηκέναι ἐξεθέμεθα, τὴν παρέκβασιν πεποιήμεθα βουληθέντες παραστῆσαι τί σημαίνεται νοητὸν ἐκ τοῦ καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.
10.25μετὰ τοῦτό φησιν λόγος ὅτι ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες · ἔρημός ἐστιν τόπος καὶ ὥρα παρῆλθεν ἤδη · ἀπόλυσον οὖν τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. καὶ πρῶτόν γε τήρησον ὅτι μέλλων τοὺς τῆς εὐλογίας ἄρτους διδόναι τοῖς μαθηταῖς, ἵνα παραθῶσι τοῖς ὄχλοις, ἐθεράπευσε τοὺς ἀρρώστους, ἵν’ὑγιάναντες τῶν τῆς εὐλογίας μεταλάβωσιν ἄρτων · οὐ γὰρ δύνανται οἱ ἔτι ἄρρωστοι χωρῆσαι τοὺς τῆς Ἰησοῦ εὐλογίας ἄρτους. ἀλλὰ καὶ ἐάν τις, δέον ἀκούειν τοῦ δοκιμαζέτω δὲ ἕκαστος ἑαυτόν, καὶ οὕτως ἐσθιέτω ἐκ τοῦ ἄρτου καὶ τὰ λοιπά, τούτων μὲν μὴ κατακούῃ, ὡς ἔτυχε δὲ μεταλαμβάνῃ ἄρτου κυρίου καὶ ποτηρίου αὐτοῦ, ἀσθενὴς ἄρρωστος γίνεται καὶ ἐκ τοῦ, ἵν’οὕτως εἴπω, καροῦσθαι ὑπὸ τῆς τοῦ ἄρτου δυνάμεως κοιμώμενος.