History of Alexander the Great

Version A or Ancient Version, 3

3.1

πολλὴν ἔρημον ὁδεύσας καὶ τόπους ἀνύδρους καὶ φαραγγώδεις νάπαςτε ἔκαμνε μετὰ τῶν στρατευμάτων, ὡς τοὺς ἐξάρχους αὐτῶν λέγειν · ἀρκετῶς ἔχομεν μέχρι Περσῶν ποιήσασθαι τὸν πόλεμον καὶ ὑποτάξαι Δαρεῖον ὡς ἀπαιτοῦντα τοὺς Ἕλληνας φόρους. τί ἄρτι κάμνομεν πορευόμενοι πρὸς Ἰνδοὺς εἰς θηριώδεις τόπους μὴ προσήκοντας τῇ Ἑλλάδι; ἐὰν Ἀλέξανδρος τῇ ἰδίᾳ μεγαλοφροσύνῃ πολεμιστὴς τυγχάνῃ καὶ τὰ τῶν βαρβάρων ἔθνη θέλῃ ὑποτάσσειν, τί αὐτῷ ἡμεῖς ἀκολουθοῦμεν; πορευέσθω μόνος καὶ πολεμείτω, μὴ καὶ ἡμᾶς συναπαγέσθω συμμάχους ἑαυτοῦ τοὺς καμόντας ἐν τοσούτοις πολέμοις καὶ κεκμηκότας ἤδη ταῖς πολλαῖς μάχαις καὶ τοῖς ἐπαλλήλοις κινδύνοις. πίπτοντες δὲ ἐπὶ τὸ ἔδαφος ὠδύροντο τάτε ὅπλα ἐπεδείκνυον τεθραυσμένα καὶ δεδαπανημένα ἐσθῆτάςτε τριβείσας ἠμφιεσμένας. δώδεκα γὰρ ἔτη διήνυον τὸ τοῖς πολέμοις καὶ κατηριθμοῦντο οἱ μὲν ἀδελφοὺς ἀπολωλότας, οἱ δὲ υἱούς, οἱ δὲ πατέρας. ἀκούσας ταῦτα Ἀλέξανδρος καὶ ἐκκλησιάσας καὶ στήσας τὸ Περσικὸν στράτευμα χωρὶς καὶ τὸ Μακεδονικὸν μετὰ τῶν ἄλλων Ἑλλήνων εἶπεν · ἄνδρες συστρατιῶται καὶ σύμμαχοι, Μακεδόνες καὶ οἱ ἄλλοι Ἕλληνες (οὗτοι γὰρ οἱ Πέρσαι πολέμιοι ἡμῖν ἐγένοντο) · εἰ δὲ διετάξατέ με μόνον πορεύεσθαι πρὸς τοὺς βαρβάρους […] τοῦτο μέντοιγε ὑμᾶς ὑπομιμνήσκω, ὅτι κἀκείνους τοὺς πολέμους ἐγὼ μόνος ἐνίκησα καὶ ὅσους βούλομαι λαβεῖν πάλιν τῶν βαρβάρων μόνος νικήσω. ἓν γάρ μου σοφὸν βούλημα πρὸς μάχην τὰς ὑμῶν ἁπάντων ψυχὰς θαρσύνει ἤδη ἀδρανούντων πρὸς τὰ Δαρείου πλήθη. οὐκ ἐγὼ πρῶτος τῆς στρατείας ἐν ταῖς μάχαις ὑπερήσπιζον; οὐκ ἐγὼ ἐμαυτοῦ ἄγγελος εἰσῆλθον πρὸς Δαρεῖον; οὐ παρεβολευσάμην ἐν τοῖς κινδύνοις; εἶτα δὲ πορεύεσθε εἰς Μακεδονίαν μόνοι διασώζοντες αὑτούς, μὴ ἀμφισβητοῦντες πρὸς ἀλλήλους, ἵνα μάθητε ὡς οὐδὲν δύναται στρατιὰ δίχα φρονήματος βασιλέως. οὕτως αὐτοῦ εἰπόντος ἱκέτευον αὐτὸν παῦσαι τῆς ὀργῆς, ἔχειν δὲ αὐτοὺς συμμάχους μέχρι τέλους. ἐπέτρεψε δὲ τοῖς γεγηρακόσιν ἀπιέναι ἀποπεμψάμενος αὐτούς · ἐπέστειλε δὲ τοῖς Ἕλλησιν, ὅπως ἀκμαζόντων ἀνδρῶν στρατὸν πέμψωσιν αὐτῷ.

3.2

καὶ μεθ’ἡμέρας εἰς τοὺς τῆς Ἰνδικῆς ὅρους ἐγένοντο · ὑπήντησαν δὲ αὐτῷ γραμματηφόροι Πώρου καὶ ἐπέδωκαν αὐτῷ τὰ γράμματα. δὲ ἀνεγίνωσκεν οὕτως · ἐπιστολὴ Πώρου βασιλέως Ἰνδῶν Ἀλεξάνδρῳ. βασιλεὺς Πῶρος Ἰνδῶν Ἀλεξάνδρῳ τῷ τὰς πόλεις λεηλατοῦντι προστάττω. ἄνθρωπος ὢν τί δύνασαι πρὸς θεόν; τί δέ; τὸ τῶν Περσῶν εὐτύχημα ἀπολέσας, ἀσθενεστέροις συμβαλὼν εἰς μάχην, δοκεῖς σεαυτῷ σθεναρώτερος ἑτέρων εἶναι; ἐγὼ γὰρ ἀήττητός εἰμι, οὐ μόνον ἀνθρώπων βασιλεὺς ὤν, ἀλλὰ καὶ θεῶν · παρόντα γὰρ ὃν λέγουσι Διόνυσον ἀπήλασαν τῇ ἰδίᾳ δυνάμει οἱ Ἰνδοί. ὥστε οὐ μόνον συμβουλεύω σοι, ἀλλὰ καὶ κελεύω σοι διὰ τάχους ἀπαίρειν εἰς τὴν Ἑλλάδα. οὔτε γὰρ ἐκφοβήσει με πρὸς Δαρεῖον μάχη οὔτε τῶν ἄλλων ἐθνῶν […] ὅσα κατὰ τὴν ἐκείνων ἐγένετο ἀδράνειαν τυχηρῶς · σὺ δὲ δοκεῖς σθεναρὸς ὑπάρχειν. εἰ γὰρ χρείαν εἴχομεν τῆς Ἑλλάδος, πάλαι ἂν σε πρὶν Ξέρξου κατεδουλώσαμεν αὐτήν · […] καὶ παρ’αὐτῇ μηδενὸς ὄντος ἀξίου βασιλικῆς θεωρίας οὐκ ἐπετράπημεν […] πᾶς γὰρ τὸ κρεῖττον ἐπιθυμεῖ ἔχειν, οὐ τὸ ἔλαττον. ὥστε οὖν ἰδοὺ τρίτον σοι λέγω · σύστρεφε καὶ ὧν μὴ δύνασαι ἄρχειν μὴ ἐπιθύμει. οὕτω δημοσίᾳ ἀναγνοὺς Ἀλέξανδρος εἶπεν · ἄνδρες συστρατιῶται, μὴ πάλιν ὑμᾶς ταράσσει τὰ ἀναγνωσθέντα Πώρου γράμματα; μνήσθητε οὖν καὶ ὧν Δαρεῖος ἔγραφεν · ἀληθῶς μία φρόνησις ἦν τοῖς βαρβάροις ἀναισθησία. ὥσπερ γὰρ τὰ παρ’αὐτοῖς ζῷα, τίγρεις καὶ παρδάλεις, λέοντες καὶ ἐλέφαντες γαυρούμενοι τῇ περὶ αὐτὰ γενναιότητι καὶ τῇ ποικιλίᾳ τοῦ σώματος ῥᾳδίως ὑπὸ ἀνθρωπίνης φρονήσεως κυνηγοῦνται, οὕτως καὶ οἱ βασιλεῖς τῶν βαρβάρων γαυρούμενοι τῷ πλήθει τῆς στρατιᾶς ῥᾳδίως ὑπὸ τῆς φρονήσεως τῶν Ἑλλήνων χειροῦνται. οὕτως ἀποφηνάμενος καὶ θαρσύνας τὴν στρατείαν ἀντιγράφει ἐπιστολὴν Πώρῳ οὕτως · βασιλεὺς Ἀλέξανδρος βασιλεῖ Πώρῳ χαίρειν. ἔτι προθυμοτέρους ἡμᾶς ἐποίησας εἰς μάχην σοι ὀτρυνθῆναι, λέγων τὴν Ἑλλάδα μηδὲν ἄξιον ἔχειν τῆς Ἰνδῶν χώρας, ὑμᾶς δὲ τοὺς Ἰνδοὺς πάντα κεκτῆσθαι. οἶδας δὲ ὡς πᾶς ἄνθρωπος τὸ κρεῖττον ἐπιθυμεῖ · ἐπεὶ οὖν οἱ Ἕλληνες ταῦτα οὐκ ἔχομεν, ὑμεῖς δὲ οἱ βάρβαροι ταῦτα κέκτησθε, ἐπιθυμοῦντες τῶν κρειττόνων οἱ Ἕλληνες ἤλθομεν ἀφ’ὑμῶν αὐτὰ κεκτῆσθαι. γράφεις δέ μοι σεαυτὸν καὶ θεῶν εἶναι βασιλέα, ὥστε καὶ τῶν θεῶν μείζονά σε δύνασθαι. ἐγὼ μὲν οὖν ὡς πρὸς ἄνθρωπον κομπηγόρον καὶ βάρβαρον συμβάλλω τὸν πόλεμον, οὐχ ὡς πρὸς θεόν. θεοῦ γὰρ μίαν πανοπλίαν οὐ δύναται ὑπενεγκεῖν σύμπασα οἰκουμένη, ἀστραπῆς φωτισμὸν κεραυνοῦ κτύπον. ὡς οὖν σὲ οὐ θαμβοῦσιν τὰ ὑπ’ἐμοῦ πολεμηθέντα ἔθνη, οὐ δὲ ἐμὲ δειλαίνουσιν οἱ σοῦ κομπώδεις λόγοι.

3.3

οὕτως γράψας ἐκπέμπει · Πῶρος δὲ ὠτρύνθη ἀναγνοὺς τὰ γράμματα καὶ συνάγει τὰ πλήθη καὶ πλείστους ἐλέφαντας καὶ ἕτερα γενναῖα θηρία, ἅτινα συνεμάχοντο τοῖς Ἰνδοῖς. ὡς δὲ ἦλθον ἐγγὺς οἱ Μακεδόνες καὶ Πέρσαι καὶ ἑώρων τὴν παράταξιν τοῦ πολέμου, ἐφοβήθησαν οὐ τοὺς ὄχλους, ἀλλὰ τοὺς θῆρας. ἐκεῖ μὲν οὖν ἐδειλάνθη καὶ Ἀλέξανδρος ὁρῶν τὸ ξένον τῶν θηρίων · ἀνθρώποις γὰρ ἔθος εἶχε μάχεσθαι. πολλὰ οὖν ἐν ἑαυτῷ σκεψάμενος καὶ ἐξετάσας τὸν ἴδιον λογισμόν, πῶς δεῖ τοὺς θῆρας φονεῦσαι ἀποδιῶξαι, ποιεῖ δὲ τί φρενήρης Ἀλέξανδρος; οὓς γὰρ εἶχε χαλκέους ἀνδριάντας, τούτους κελεύει πυρωθῆναι ἐπιμελέστατα καὶ διὰ σιδηρέων ἐργαλείων παραβληθῆναι τοῖς θηρίοις ἐν τῇ συμβολῇ τῆς μάχης. καὶ δὴ τῆς ὁρμῆς γενομένης ἐπεπήδων τὰ θηρία καὶ τῇ ὁρμῇ ἐδράσσοντο τῶν ἀνδριάντων καὶ ἀνῆπτον τὰ στόματα αὐτῶν. καὶ οὕτως τὴν ὁρμὴν τῶν θηρίων κατεπράϋνεν νουνεχὴς Ἀλέξανδρος. οἱ δὲ Πέρσαι μᾶλλον καταδυναστεύουσι τοὺς Ἰνδοὺς καὶ τούτους ἀπεδίωκον τοξοβολίαις καὶ ἱππομαχίαις · πολλὴ δὲ αὐτῶν γίνεται μάχη ἀναιρούντων καὶ ἀναιρουμένων. πίπτει δὲ Ἀλεξάνδρου ἵππος Βουκέφαλος διαληφθεὶς ὑπὸ τοῦ Πώρου, καὶ ἐξησθένησε τὴν γνώμην · τούτου δὲ γενομένου ἀμελήσας τῆς μάχης αὐτὸς ἑαυτῷ ἔσυρε τὸν ἵππον, μὴ ἀρθῇ ὑπὸ τῶν πολεμίων.

3.4

κεʹ οὖν ἡμέρας ἔμειναν πολεμοῦντες καὶ ἔκαμνεν τὸ Ἀλεξάνδρου στράτευμα, ὥστε αὑτοὺς παραδιδόναι. νοήσας Ἀλέξανδρος σιγὴν κελεύει γενέσθαι καὶ ἀπεφήνατο πρὸς Πῶρον · Πῶρε, οὐκ ἔστι τοῦτο βασιλέως δύναμις, ἐὰν εἰκῇ τὸ στράτευμα ἀπόληται, ἀλλὰ γενναιότης τοῦ ἰδίου σώματος, ἐὰν ἑκάτερος ἡμῶν ἔλθῃ εἰς μονομαχίαν περὶ τῆς βασιλείας. ἐχάρη Πῶρος ἐπὶ τούτῳ καὶ ὑπέσχετο μονομαχῆσαι, ὁρῶν τὸ σῶμα τοῦ Ἀλέξάνδρου μὴ ἀναλογοῦν πρὸς τὸ ἑαυτοῦ σῶμα · ἦν γὰρ Πῶρος πηχῶν εʹ, δὲ Ἀλέξανδρος πηχῶν γʹ. ἐπεὶ οὖν ἐστάθησαν ἐναντίον ἀλλήλων καὶ ἑκατέρων τὰ πλήθη ἀνεκρίνοντο, ἐξαίφνης θροῦς γίνεται εἰς τὸ τοῦ Πώρου στρατόπεδον. ὡς οὖν Πῶρος πτυρεὶς ἀπεστράφη, Ἀλέξανδρος κυλλάνας ἑαυτοῦ τοὺς πόδας ἐπήδησεν εἰς αὐτὸν καὶ ὑποτιθεὶς τὸ ξίφος ὑπὸ τὸν βουβῶνα πάραυτα ἀναιρεῖ τὸν Πῶρον. ἤρξαντο δὲ αἱ στρατιαὶ πρὸς ἄλληλα πολεμεῖν · καὶ Ἀλέξανδρος εἶπεν · τάλανες Ἰνδοί, τίνι πολεμεῖτε τοῦ βασιλέως ὑμῶν ἀναιρεθέντος; οἱ δὲ εἶπον · ἵνα μὴ καὶ ἡμεῖς αἰχμαλωτισθῶμεν. δὲ εἶπεν · παύσασθε πολεμοῦντες καὶ εἰσέρχεσθε εἰς τὴν ἑαυτῶν πόλιν · οὐ γὰρ ὑμεῖς πρὸς τὸ στρατόπεδόν μου ἐπολεμήσατε, ἀλλὰ Πῶρος. ταῦτα εἶπεν, ὅτι οὐκ ἀνηλόγει τὸ στράτευμα αὐτοῦ πρὸς τοὺς Ἰνδούς. κελεύσας δὲ θάπτεσθαι τὸν Πῶρον βασιλικῶς καὶ τὰ τίμια πάντα βαστάξας τὴν ὁδοιπορίαν ἐποιεῖτο. ὑπετάξατο δὲ Ἀλέξανδρος καὶ τοὺς λοιποὺς τόπους τῆς Ἰνδικῆς βασιλείας, ἐχειρώσατο δὲ καὶ τοὺς ὑπὸ Παυσανίαν Ἰνδούς. ἰδὼν δὲ καὶ Ἀόρνην καλουμένην ἔχουσαν τὸ ὕψος εʹ σταδίων, Ἀόρνην λεγομένην διὰ τὸ μη δὲ ὀρνέοις ἐπιβατὴν εἶναι […] ἐπὶ τὴν Ἀόρνην ταύτην καὶ Διόνυσος στρατευσάμενος ἠδυνάτησεν ἑλεῖν, ὁμοίως δὲ καὶ Ἡρακλῆς διὰ τὸ ὕψος καὶ διὰ τὴν ὀχυρότητα. εἷλεν δὲ Ἀλέξανδρος αὐτὴν τρόπῳ τοιῷδε. ἐκελεύσατο κατασκευασθῆναι πασσάλους σιδηροῦς καὶ τούτους ἐμπαγῆναι εἰς τοὺς κρημνούς, δι’ὧν ἀναβαίνοντες οἱ Μακεδόνες ὠχυρωμένοι τοῖς ὑπερμαχομένοις Ἰνδοῖς ἴσχυσαν καταλαβέσθαι τὴν πέτραν. καὶ τὴν μὲν Ἀόρνην οὕτω κατελάβετο. ἐπεὶ δὲ ταῦτα ἐχειρώσατο, ἀκούων ἐν τοῖς τοῦ Ὑδάσπου ποταμοῦ βασιλεύοντά τινα πρὸς ταῖς ἀνατολαῖς τοῦ ἡλίου, ἔχοντα μὲν πολὺ πλῆθος στρατοῦ καὶ ἐλεφάντων, ἐβούλετο καὶ ἐπ’ἐκείνους στρατεύειν. προσκαλεσάμενος οὖν τοὺς Μακεδόνας παρακαλεῖ, ὅπως σὺν αὐτῷ καὶ ἐπὶ τοῦτον στρατεύσωνται. ἦν δὲ Ἀλέξανδρος τολμηρότερος καὶ παραβολώτερος. ἔνθεν δέ τις καταμάθῃ τὴν εὐτολμίαν μάλιστα αὐτοῦ, ἦν πόλις τῆς Ἰνδικῆς, εἰς ἣν πολλοὶ πεφευγότες ἐκ τῶν ἄλλων πόλεων ἐληλύθεισαν ὡς ἂν μεγίστην καὶ ὀχυρωτάτην. προσεβάλλετο οὖν Ἀλέξανδρος καὶ ταύτην ἐπολέμει. ἐπειδὴ δὲ προσετέθησαν κλίμακες, ἐκλάσθησαν καὶ ἐκωλύθησαν οἱ Μακεδόνες ὑπερβῆναι εἰς τὴν πόλιν · μονὰς δὲ ἔμενεν τοῦ Ἀλεξάνδρου. συνιδὼν δὲ Ἀλέξανδρος τὸ γενόμενον εἰσῆλθεν εἰς τὴν πόλιν μετὰ δύο φίλων Πευκέστου καὶ Πτολεμαίου · οἱ δὲ ἐν τῇ πόλει θεωρήσαντες ὥρμησαν πρὸς αὐτόν. ἐν μὲν τούτῳ μὲν Πευκέστης καὶ Πτολεμαῖος παραστάντες αὐτῷ ἀπεμάχοντο, περὶ πλείονος ποιούμενοι τὴν τοῦ βασιλέως σωτηρίαν τῆς ἰδίας. δὲ Ἀλέξανδρος γενναίως ἀγωνιζόμενος ἐτρώθη ὑπὸ τὸν μαζόν · οἱ δὲ Μακεδόνες αἰσθόμενοι τὸ γεγονὸς καὶ ὑπερπηδήσαντες τὰς πύλας ἀνέρρηξαν, εἰσδραμόντες δὲ εἰς τὴν πόλιν ἅπαντας ἀνῄρουν, μὴ φειδόμενοι μήτε τῶν γυναικῶν μήτε τῶν νηπίων, ταύτην ὑπὲρ τοῦ βασιλέως ποιούμενοι τὴν ἐκδίκησιν. οὕτως οὖν τῆς πόλεως παραληφθείσης παρῄνουν τὸν Ἀλέξανδρον οἱ Μακεδόνες μὴ φιλονεικίαν δεινῶς ἔχειν μη δὲ παραβολεύεσθαι.

3.5

μετὰ δὲ ταῦτα τὴν ὁδοιπορίαν πρὸς Ὀξυδράκας ἐποιεῖτο οὐχ ὡς ὄντας πολεμιστάς, ἀλλ’ὡς γυμνοσοφιστὰς εἰς καλύβας καὶ εἰς κατάγαια καταμένοντας. οἱ δὲ γράφουσιν αὐτῷ ἐπιστολήν · Βραχμᾶνες γυμνοσοφισταὶ Ἀλεξάνδρῳ ἀνθρώπῳ ἐγράψαμεν. εἰ μὲν πρὸς ἡμᾶς παραγίνῃ πολεμήσων, οὐδὲν ὀνήσῃ · τὶ γὰρ παρ’ἡμῶν βαστάσαι οὐκ ἔχεις. εἰ δὲ θέλεις ὅσα ἔχομεν, οὐ δέεται ταῦτα τοῦ πολεμῆσαι · σοὶ γὰρ ἕπεται πολεμεῖν, ἡμῖν δὲ φιλοσοφεῖν.

3.6

οὕτως Ἀλέξανδρος ἀναγνοὺς εἰρηνικῶς πρὸς αὐτοὺς πορεύεται καὶ ὁρᾷ πάντας γυμνοπεριβόλους. ἐξετάζει οὖν · τάφους οὐκ ἔχετε; οἱ δὲ εἶπον · τοῦτο τὸ χώρημα, ὅπου μένομεν, ἔστιν ἡμῶν […] καὶ στραφεὶς ἑτέρῳ εἶπε · τίνες πλείονες, ἐκεῖνοι οἱ τελευτήσαντες οἱ ζῶντες; καὶ ἀπεκρίθησαν · οἱ μὲν τελευτήσαντες πλείονες, ἀλλὰ μὴ μέτρει τοὺς μηκέτι ὄντας · οἱ γὰρ ὁρώμενοι πλείονές εἰσι τῶν μηκέτι φαινομένων. καὶ ἑτέρου ἐπύθετο · τί ἰσχυρότερον, θάνατος ζωή; εἶπεν · ζωή, ὅτι ἥλιος ἀνατέλλων ἰσχυροτέρας τὰς ἀκτῖνας ἔχει, ἑσπέρας δὲ δύνων ἀσθενέστερος ὁρᾶται. εἶπε πάλιν · τί πλεῖον, γῆ θάλασσα; εἶπεν · γῆ · καὶ γὰρ αὐτὴ θάλασσα ἐπὶ τῆς γῆς ἵδρυται. δὲ εἶπε · τί πάντων τῶν θηρίων πανουργότερον; καὶ εἶπεν · ἄνθρωπος. […] ἑτέρῳ ἔφη · τίνα οὐ δυνάμεθα ψεύσασθαι, ἀλλὰ τὸν ἀληθινὸν λόγον αὐτῷ προσφέρομεν; θεόν · οὐ γὰρ δυνάμεθα ψεύσασθαι τὸν πάντα εἰδότα. […]. εἶπεν αὐτοῖς · τί θέλετε ἐξαιτήσασθαί με; οἱ δὲ εἶπον · ἀθανασίαν. δὲ Ἀλέξανδρος εἶπεν · ταύτην ἐγὼ οὐκ ἔχω τὴν ἐξουσίαν · καὶ γὰρ ἐγὼ θνητὸς ὑπάρχω. οἱ δὲ εἶπον · τί τοίνυν θνητὸς ὑπάρχων τοσαῦτα πολεμεῖς; ἵνα πάντα ἄρας που ἀπενέγκῃς; σὺ πάλιν αὐτὰ ἑτέροις καταλείψεις. καὶ εἶπεν αὐτοῖς Ἀλέξανδρος · ταῦτα ἐκ τῆς ἄνωθεν προνοίας διοικοῦνται, ἵνα ἡμεῖς ὑμῖν διάκονοι γενώμεθα τῆς ἐκείνων ἐπιταγῆς. οὐ γὰρ κινεῖται θάλασσα, εἰ μὴ πνεύσῃ ἄνεμος, οὐ δὲ σαλεύεται δένδρα, εἰ μὴ ῥιπίζῃ πνεῦμα, οὐκ ἐνεργεῖται ἄνθρωπος εἰ μὴ ἐκ τῆς ἄνωθεν προνοίας. κἀγὼ δὲ παύσασθαι θέλω τοῦ πολεμεῖν, ἀλλ’οὐκ ἐᾷ με τῆς γνώμης μου δεσπότης. εἰ γὰρ πάντες ὁμογνώμονες ἦμεν, ἀργὸς ἐτύγχανεν κόσμος, θάλασσα οὐκ ἐπλέετο, γῆ οὐκ ἐγεωργεῖτο, γάμοι οὐκ ἐπετελοῦντο, παιδοποιίαι οὐκ ἦσαν. πόσοι γὰρ ἐν τοῖς ὑπ’ἐμοῦ γενομένοις πολέμοις ἐδυστύχησαν ἀπολέσαντες τὰ ἴδια, ἄλλοι δὲ ηὐτύχησαν ἐκ τῶν ἀλλοτρίων; πάντες γὰρ τὰ πάντων λαμβάνοντες ἑτέροις παραχωροῦμεν καὶ οὐδενὶ οὐδὲν ὑπάρχει. οὕτως εἰπὼν Ἀλέξανδρος ἀπεχώρει […].

3.17

καὶ γράφει ἐπιστολὴν Ἀριστοτέλῃ περὶ τῶν ἐνεστώτων αὐτῷ πραγμάτων. ἐπιστολὴ Ἀλεξάνδρου Ἀριστοτέλῃ, Βασιλεὺς Ἀλέξανδρος Ἀριστοτέλῃ χαίρειν. τὸ συμβεβηκὸς ἡμῖν παράδοξον ἐπὶ τῆς Ἰνδικῆς χώρας ἀναγκαῖον ἐξειπεῖν. παραγενομένων γὰρ ἡμῶν εἰς τὴν Πρασιακὴν πόλιν, ἥτις ἐδόκει μητρόπολις εἶναι τῆς Ἰνδικῆς χώρας, κατελάβομεν παρ’αὐτὴν ἐναργὲς ἀκρωτήριον τῆς θαλάσσης. καὶ ὁρμήσαντός μου σὺν ὀλίγοις ἐπὶ τὸ προειρημένον καὶ καταμαθόντες εὕρομεν νεμομένους ἐκεῖ θηλυμόρφους ἰχθυοφάγους ἀνθρώπους. ἐμοῦ δὲ προσκαλεσαμένου τινὰς εὗρον βαρβάρους τῇ διαλέκτῳ, καὶ πυνθανομένου μου περὶ τῶν τόπων ἐσήμαναν ἡμῖν νῆσον, ἣν πάντες ἑωρῶμεν ἐν μέσῳ πελάγει, ἣν ἔφησαν πάνυ ἀρχαίου βασιλέως εἶναι τάφον, ἐν χρυσὸν πολὺν ἱερῶσθαι […] οἱ βάρβαροι ἀφανεῖς ἦσαν τὰ ἴδια πλοιαρίδια καταλιπόντες, ἅπερ ἦν ιβʹ. καὶ δὴ Φείδωνος τοῦ γνησιωτάτου μου φίλου καὶ Ἡφαιστίωνος καὶ Κρατεροῦ καὶ τῶν λοιπῶν φίλων μὴ ἐασάντων με διαβῆναι Φείδων γὰρ ἔλεγεν · ἐπίτρεψόν με πρὸ σοῦ καταπλεῦσαι, ἵνα εἰ κακόν τί ἐστι, πρὸ σοῦ ἐγὼ κινδυνεύσω · εἰ δὲ μή, ἐγὼ ὕστερον ἐπιπέμψω τὸ σκάφος. εἰ γὰρ δὴ Φείδων ἐγὼ ἀπόλωμαι, ἕτεροί σοι φίλοι εὑρεθήσονται · ἐὰν δὲ σὺ Ἀλέξανδρος, ὅλη οἰκουμένη ἐδυστύχησεν πεισθεὶς δὲ αὐτοῖς συνεχώρησα διαβαίνειν. καὶ ἐκβάντων αὐτῶν ἐπὶ τὴν νομιζομένην νῆσον ὥρας διελθούσης ἄφνω ἔδυνε τὸ θηρίον εἰς τὸν βυθόν. ἡμῶν δὲ κραξάντων καὶ ἀφανοῦς γενομένου τοῦ θηρίου οἱ μὲν κακῶς ἀπώλοντο σὺν τῷ γνησιωτάτῳ φίλῳ · καὶ λίαν ἠχθόμην, τοὺς δὲ βαρβάρους ζητήσας οὐχ εὗρον. ἐμείναμεν δὲ ἡμέρας ηʹ ἐπὶ τοῦ ἀκρωτηρίου καὶ εἴδομεν ἑβδομαῖον τὸ θηρίον, ἐλέφαντας ἐπ’αὐτῷ ἔχον. ποιησάντων δὲ ἡμῶν ἱκανὰς ἡμέρας ἀνεχωρήσαμεν εἰς τὴν Πρασιακὴν πόλιν. […] τὰ δὲ πλεῖστα καὶ παραδοξότατα θεωρήσας, ἅπερ ἦν ἀναγκαῖον δηλῶσαί σοι. εἶδον γὰρ θῆρας ποικίλους καὶ τόπους φυσικῶν θεωρίαν ἑρπετῶντε γένη · τὸ δὲ πάντων θαυμαστότατον, ἡλίου καὶ σελήνης ἔκλειψιν […] χειμώντε πικρός. νικήσαντες γὰρ Δαρεῖον τὸν τῶν Περσῶν βασιλέα καὶ τοὺς αὐτοῦ καὶ ὑποτάξαντες τὴν χώραν ὅλην ἐπορευόμεθα ὁρῶντες τὰ ἀγαθά. ἦν γὰρ χρυσὸς καὶ κρατῆρες λίθοις κεκοσμημένοι, ὧν ἐχώρει ἕκαστος κρατὴρ ἕνα ἥμισυ, ἄλλος δὲ ὀκτώ, καὶ ἕτερα πλεῖστα θεάματα. ἀρχὴν δὲ ποιησάμενοι τῆς πορείας ἀπὸ πυλῶν Κασπιακῶν ὡδεύσαμεν. ἅμα δὲ γενέσθαι ὥραν ιʹ ἐσάλπιζεν ἐπὶ τὸ δεῖπνον […] καὶ κοιμᾶσθαι ἐπὶ κοίτης · ἅμα δὲ τοῦ ἡλίου ἀνατέλλοντος σάλπιγξ ἐσήμανεν […] ἕως ὥρας δʹ · ὑπουργίας δὲ τοσαύτης οὔσης περὶ τοὺς στρατιώτας, ὥστε τὸν ἕνα ἕκαστον κεκοσμῆσθαι ὑποδέσεσι καὶ κνημῖσι καὶ περιμήροις καὶ δερματίνοις καὶ θώραξι τὰ σώματα αὐτῶν περιβάλλεσθαι · προειρήκασι γὰρ οἱ ἐντόπιοι τὴν τῶν ἑρπετῶν ἐν ταῖς ὁδοῖς διαφθοράν, καὶ κατεκήρυξα μηδένα ἄνευ ταύτης τῆς διασκευῆς εἶναι. ὁδευσάντων δὲ ἡμῶν ὁδὸν ἡμερῶν ιβʹ ἤλθομεν εἴς τινα πόλιν, ἥτις ἦν μέση τοῦ ποταμοῦ. ὑπῆρχον δὲ ἐν τῇ πόλει κάλαμοι πηχῶν λʹ […] περίμετρον ἔχοντες, ἀφ’ὧν καὶ πόλις ἐστεγασμένη ἦν. οὐκ ἔκειτο δὲ εἰς τὸ ἔδαφος, ἀλλ’ἐπάνω τῶν προειρημένων καλάμων. ἐκεῖ οὖν τὴν παρεμβολὴν ἐκέλευσα παγῆναι. παραγενάμενοι δὲ ἐν ἐκείνῳ τῷ τόπῳ ὥρᾳ τρίτῃ τῆς ἡμέρας καὶ προσελθόντες τῷ ποταμῷ ηὕραμεν τὸ ὕδωρ πικρότερον ἑλλεβόρου. θέλοντες οὖν διακολυμβῆσαι εἰς τὴν πόλιν ἀνῆλθον ἱπποπόταμοι καὶ ἥρπασαν τοὺς ἄνδρας. ἀπελείπετο οὖν ἡμῖν ἐκ παντὸς τρόπου ἀναχωρεῖν ἐκ τοῦ τόπου. καὶ σαλπίσαντες […] ἀπὸ ὥρας ϛʹ ἕως ὥρας ιαʹ τῷ ὕδατι ἦμεν ἐμπεποδισμένοι ἐπὶ τοσοῦτον, ὡς ἔβλεπον στρατιώτας τοῖς ἰδίοις οὔροις προσχρωμένους. ἤλθομεν δὲ κατὰ τύχην εἴς τινα τόπον, οὗ ἦν λίμνη πάμφορος ὕλην ἔχουσα, ἐφ’ἣν συνελθόντες ἐτύχομεν γλυκέος ὕδατος, ὥστε δοκεῖν μέλιτος διαφέρειν. λίαν οὖν περιχαρεῖς γενόμενοι εἴδομεν ἐπὶ τοῦ ἀκρωτηρίου στήλην ψηφίνην · ἦν δὲ ἐγγεγραμμένα ἐν αὐτῇ ταῦτα · Σεσόγχωσις κοσμοκράτωρ ὕδρευμα ἐποίησα τοῖς τὴν ἐρυθρὰν θάλασσαν πλωϊζομένοις. ἐπέταξα οὖν παρεμβολὴν γενέσθαι καὶ τὰ πρὸς τὴν κοίτην ἀρτίζεσθαι καὶ πῦρ ἀνάπτειν. ἅμα δὲ τὴν σελήνην λαμπρὰν καὶ μετέωρον γενέσθαι περὶ ὥραν τρίτην τῆς νυκτὸς συνῆλθον οὖν τὰ θηρία ὅλης τῆς ὕλης ἐπὶ τὴν προκειμένην λίμνην πρὸς τὸν ποτισμόν. ἦσαν δὲ σκορπίοι πηχυαῖοι, ἀμμοδύται, οἱ μὲν λευκοὶ οἱ δὲ πυρροί […] ἀγῶνος δὲ ἦμεν οὐ τοῦ τυχόντος · καὶ ἤδη τινῶν ἀπολωλότων καὶ παίδων προχείρως κλαυθμῶν καὶ ὀλολυγμῶν γινομένων οὐ τῶν τυχόντων ἄρχεται θηρία τετράποδα παραγενέσθαι ἐπὶ τὸν πότον, ἐν οἷς ἦσαν λέοντες μείζονες τῶν παρ’ἡμῖν ταύρων καὶ ῥινοκέρωτες · καὶ πάντα ἐκ τῆς ὕλης τῶν καλάμων ἐξήρχοντο. σύαγροι δὲ μείζονες τῶν λεόντων οἱ οὖν ὀδόντες αὐτῶν ἦσαν πηχυαῖοι λύγγεςτε καὶ παρδάλεις καὶ τίγρεις καὶ σκορπίουροι καὶ ἐλέφαντες καὶ βούκριοι καὶ ταυρελέφαντες, ἄνδρεςτε ἑξάχειρες καὶ ἱμαντόποδες καὶ κυνοπέρδικες ἄλλατε ζῷα θηριόμορφα. δὲ ἀγὼν ἀναβολὴν οὐκ ἔσχε · σιδήρῳ δὲ ἠμυνάμεθα τὰ τοιαῦτα […] νυκτάλωπες δὲ ἐκ τῆς ἄμμου ἀνεπήδων πηχῶν ιʹ, ἄλλοι δὲ πηχῶν ηʹ, κροκόδειλοίτε ἐκ τῆς ὕλης, οἵτινες τὰ σκευηφόρα ἀπώλλυον. νυκτερίδες δὲ ἦσαν περιστερῶν μείζονες […] ὀδόντας ἔχουσαι · νυκτικόρακες δὲ παρὰ τὴν λίμνην ἐκάθηντο, οὓς ἐθηρεύσαμεν ἡμεῖς καὶ μέγα ὄψον εἴχομεν […]. ταῦτα δὲ πάντα διοικονομήσαντες ἤλθομεν εἰς τὴν κατὰ φύσιν ὁδὸν τὴν φέρουσαν εἰς τὴν Πρασιακὴν γῆν. καὶ ἑτοίμως μου ἔχοντος ἀναζεῦξαι περὶ ἕκτην ὥραν γίνεται περὶ τὸν ἀέρα τοιαύτη θεωρία μηνὶ Δίῳ ἡμέρᾳ τρίτῃ · πρῶτον μὲν ἐξαίφνης πνοή, ὥστε τὰ σκηνώματα καταρριφῆναι καὶ ἡμᾶς ἑστῶτας εἰς τὸ ἔδαφος καταπεσεῖν […]. μετὰ δὲ ἡμέρας λʹ τῆς ὁδοῦ εὐβάτου γενομένης ἀνεζεύξαμεν καὶ μεθ’ἡμέρας εʹ ἐκυριεύσαμεν τῆς Πρασιακῆς πόλεως σὺν Πώρῳ καὶ τοῖς σὺν αὐτῷ καὶ τοὺς ἐκείνῳ πᾶσιν. παμπληθὴς δὲ ἦν ἀγαθοῖς, περὶ ὧν ἡμῖν γέγραπται. γενομένου δὲ τούτου καί μου τὰ πέριξ κατὰ φύσιν οἰκονομήσαντος καὶ τῶν Ἰνδῶν προθύμως συνελθόντων ἔλεγόν μοι · βασιλεῦ Ἀλέξανδρε, λήψῃ πόλεις καὶ βασιλείας καὶ ὄρη καὶ ἔθνη, εἰς οὐδεὶς τῶν ζώντων ἐπέβη ποτὲ βασιλεύς. […]. τινὲς δὲ ἐκ τῶν πολυϊδρίων ἐλθόντες ἔλεγον · βασιλεῦ, ἔχομέν σοι δεῖξαί τι παράδοξον ἄξιόν σου · δείξομεν γάρ σοι φυτὰ ἀνθρωπιστὶ λαλοῦντα. […] καὶ εἰσήνεγκαν ἡμᾶς εἴς τινα παράδεισον, ἔνθα […] ἥλιος καὶ σελήνη ἐν μέσῳ τοῦ παραδείσου · κατὰ δὲ αὐτοὺς φρουρὰ […] ἱερὸν ἡλίου καὶ σελήνης. δύο δὲ ἦν δένδρα τὰ προειρημένα, ἦν παραπλήσια κυπαρίσσοις […] κύκλῳ δὲ ἦν δένδρα τὰ προειρημένα παρόμοια τῇ ἐν Αἰγύπτῳ μυροβαλάνῳ, καὶ καρπὸς ὅμοιος. προσηγόρευον δὲ τὸ μὲν ἀρρενικὸν ἀρρένων λογισμόν, τὸ δὲ θηλυκὸν θηλειῶν · ὄνομα δὲ ἦν τοῦ ἑνὸς ἥλιος, τῆς δὲ θηλείας σελήνη, ἔλεγον τῇ ἰδίᾳ φωνῇ μουθοῦ ἐμαοῦσαι. ταῦτα δὲ περιεβέβλητο δορὰς παντοίων θηρίων, τὸ μὲν ἄρρεν ἀρρένων τὸ δὲ θῆλυ θηλειῶν. παρ’αὐτοῖς δὲ σίδηρος οὐχ ὑπῆρχεν οὔτε χαλκὸς οὔτε κασσίτερος οὔτε πηλὸς εἰς πλάσιν. ἐμοῦ δὲ ἐρωτῶντος τίνες αἱ δοραὶ δοκοῦσιν εἶναι, ἔφησαν λεόντων καὶ παρδάλεων. οὐκ ἔξεστι δὲ ὧδε τάφον ἔχειν εἰ μὴ τὸν τοῦ ἡλίου καὶ τῆς σελήνης ἱερέα. περιβολαῖς δὲ ἐχρῶντο τῶν θηρίων ταῖς δοραῖς. περὶ δὲ τῶν δένδρων τὴν αἰτίαν ἐζήτουν μαθεῖν · οἱ δὲ ἔφησαν · πρωίας γενομένης, ὅταν ἥλιος ἀνατείλῃ, φωνὴ ἐκ τοῦ δένδρου φέρεται, καὶ ὅταν κατὰ μέσον τοῦ οὐρανοῦ γένηται, καὶ ὅταν μέλλῃ δύνειν, τοῦτο τρίτον · τὸ δ’αὐτὸ καὶ ἐπὶ τῆς σελήνης. καὶ οἱ δοκοῦντες ἱερεῖς εἶναι προσῆλθόν μοι λέγοντες · εἴσελθε καθαρὸς καὶ προσκύνησον. συνεισῆγον δὲ τοὺς φίλους Παρμενίωνα Κρατερὸν Φίλιππον Ἰόλλαν Μαχήτην Θρασυλέοντα Μαχάονα Θεοδέκτην Διίφιλον Νεοκλῆν, ἄνδρας ιʹ. δὲ ἱερεὺς ἔλεγεν · βασιλεῦ, σίδηρον οὐ καθήκει εἰς τὸ ἱερὸν εἰσελθεῖν. προστάσσω οὖν τοῖς φίλοις τὰ ξίφη ἀποθέσθαι ἔξω τοῦ περιβόλου · συνεισῆλθον δέ μοι ἐκ τῆς δυνάμεως ἄνδρες τʹ ἀμάχαιροι. ἐκέλευσα οὖν τοὺς σὺν ἐμοὶ πάντας κατοπτεῦσαι κύκλῳ τὸν τόπον. καὶ προσκαλοῦμαι ἐκ τῶν συνακολουθησάντων μοι Ἰνδῶν, ἵνα ἑρμηνείας τύχω παρ’αὐτῶν. ὄμνυμι δὲ Ὀλύμπιον Ἄμμωνα Ἀθηνᾶν νικηφόρον θεοὺς ἅπαντας […] ἅμα τῷ δῦναι τὸν ἥλιον φωνὴ ἠνέχθη Ἰνδικὴ ἐκ τοῦ δένδρου, ἑρμηνεύθη μοι ὑπὸ τῶν Ἰνδῶν τῶν ὄντων σὺν ἡμῖν. καὶ φοβούμενοι οὐκ ἤθελον μεθερμηνεῦσαι · σύννους ἐγενάμην καὶ εἵλκυσα αὐτοὺς κατὰ μόνας, καὶ εἶπον τοῦτο οἱ Ἰνδοί · ταχὺ ἀπολέσθαι ἔχεις ὑπὸ τῶν ἰδίων. ἐμοῦ δὲ καὶ τῶν παρεστηκότων μοι ἀποτερατωθέντων ἀπὸ τῆς σελήνης ἠβουλήθην πρὸς τὴν ἀνατολὴν ὀψίας πάλιν χρηματισθῆναι. εἰκάσας δὲ τὸ μέλλον εἰσῆλθον καὶ ἠξίωσα, εἰ ἀσπάσομαι τὴν μητέρα μου Ὀλυμπιάδα καὶ τοὺς γνησίους μου φίλους. πάλιν δέ μοι τῶν φίλων παρεστώτων ἅμα τῷ τὴν σελήνην ἀνατεῖλαι φωνὴν τὸ δένδρον τὴν αὐτὴν ἐξήνεγκεν Ἑλληνικῇ διαλέκτῳ · βασιλεῦ Ἀλέξανδρε, ἐν Βαβυλῶνι δεῖ σε ἀποθανεῖν · ὑπὸ τῶν ἰδίων ἀναιρῇ καὶ οὐ δύνασαι ἀνακομισθῆναι πρὸς τὴν μητέρα σου Ὀλυμπιάδα. ἐμοῦ δὲ λίαν καὶ τῶν φίλων μου θαυμαζόντων ἐβουλόμην στεφάνους καλλίστους περιθεῖναι τοῖς θεοῖς. τοῦ δὲ ἱερέως λέγοντος · οὐκ ἐξὸν τοῦτο γενέσθαι · εἰ δὲ βιάζει, πρᾶξον θέλεις · βασιλεῖ γὰρ νόμος ἄγραφος […] περιλύπου δέ μου διακειμένου καὶ λίαν δυσφοροῦντος τε Παρμενίων καὶ Φίλιππος παρεκάλουν με περὶ τὸν ὕπνον γενέσθαι · μὴ βουληθέντος δέ μου ἀναστὰς ὤρθρισα καὶ περὶ τὴν ἀνατολὴν σὺν τοῖς ιʹ φίλοις καὶ τῷ ἱερεῖ καὶ τοῖς Ἰνδοῖς πάλιν εἰς τὸ ἱερὸν ἀπελθὼν καὶ διαστολὰς δοὺς προσελθώντε εἰς τὸ ἱερὸν σὺν τῷ ἱερεῖ καὶ ἐπιθεὶς τὴν χεῖρα πρὸς τὸ δένδρον ἐπηρώτησα λέγων · εἰ πεπλήρωταί μοι τὰ τῆς ζωῆς ἔτη, τοῦτο βούλομαι παρ’ὑμῶν μαθεῖν, εἰ ἀνακομισθήσομαι εἰς Μακεδονίαν καὶ ἀσπάσομαι τὴν μητέρα μου καὶ τὴν γυναῖκα, καὶ τότε ἀπαναλῦσαι. ἅμα δὲ τῷ γενέσθαι τὴν ἀνατολὴν τοῦ ἡλίου καὶ βαλεῖν τὴν αὐγὴν εἰς τὴν κορυφὴν τοῦ δένδρου φωνὴ ἐξαυδᾷ διαρρήδην λέγουσα · πεπλήρωταί σου τὰ τῆς ζωῆς ἔτη καὶ ἀνακομισθῆναι οὐκ ἔχεις πρὸς Ὀλυμπιάδα τὴν μητέρα σου, ἀλλ’ἐν Βαβυλῶνι ἔχεις ἀπολέσθαι. μετὰ δὲ ὀλίγον χρόνον καὶ μήτηρ σου καὶ γυνή σου κακὴν κακῶς ἀπολοῦνται ὑπὸ τῶν ἰδίων καὶ αἱ ἀδελφαί σου ὑπὸ τῶν περὶ σέ. καὶ περὶ τούτων μηκέτι ἀξίου · οὐ γὰρ ἀκούσῃ ἔτι πρὸς ἀξιοῖς. ἐκεῖθεν οὖν ἀναζεύξας περὶ ὥραν αʹ […] ἀπὸ τῆς Πρασιακῆς παρεγενόμην εἰς Περσίδα. ἠπειγόμην δὲ ἐπὶ τὰ Σεμιράμεως βασίλεια. ταῦτα ἀναγκαῖον ἡγησάμην δηλῶσαί σοι. ἔρρωσο .

3.18

οὕτως γράψας τὴν ἐπιστολὴν Ἀλέξανδρος τῷ Ἀριστοτέλει ἐπῆγε τὰ στρατεύματα ἐπὶ τὰ Σεμιράμεως βασίλεια · ἐπιθυμητικῶς γὰρ αὐτὰ εἶχε θεάσασθαι · ἦν γὰρ καθ’ὅλην τὴν χώραν καὶ τὴν Ἑλλάδα περιφήμιστα […] ἐβασίλευε δὲ τῆς πόλεως γυνὴ ἔχουσα κάλλος ὑπερήφανον, μέσης ἡλικίας τυγχάνουσα χήρα, τριῶν παίδων μήτηρ, ὄνομα Κανδάκη, Σεμιράμεως τῆς βασιλίδος ἀπόγονος. πρὸς αὐτὴν ἔπεμψεν ἐπιστολὴν Ἀλέξανδρος περιέχουσαν οὕτως · ἐπιστολὴ Ἀλεξάνδρου Κανδάκῃ. βασιλεὺς Ἀλέξανδρος βασιλίσσῃ Κανδάκῃ τῇ ἐν Μερόῃ καὶ τοῖς ὑπ’αὐτὴν τυράννοις χαίρειν. παραγενάμενος εἰς Αἴγυπτον ἤκουσα παρὰ τῶν ἐκεῖ ἱερέων εἶδον ὑμῶν τάφους καὶ οἰκητήρια δηλοῦντα, ὅτι χρόνον τινὰ ἐκυριεύσατε Αἰγύπτου καὶ Ἄμμων μεθ’ὑμῶν ἐστράτευσε, μετὰ δὲ ὀλίγον χρόνον πάλιν χρηματίσαντος Ἄμμωνος ἀνελύσατε εἰς τὴν ἰδίαν πόλιν. διὸ ἔπεμψα πρὸς ὑμᾶς · τόντε ναὸν καὶ τὸ ξόανον τοῦ Ἄμμωνος ἀγάγετε ἐπὶ τὰ ὅρια, ἵνα θύσωμεν αὐτῷ. εἰ δὲ μὴ βούλεσθε ἔρχεσθαι σὺν αὐτῷ, συμμίξαντες ἐν τάχει ἐν Μερόῃ συμβουλευσώμεθα. πέμψατε ἡμῖν ἐνθάδε ἂν φαίνηται . ἀντέγραψεν αὐτῷ καὶ Κανδάκη · ἐπιστολὴ Κανδάκης Ἀλεξάνδρῳ. βασίλισσα Κανδάκη Μερόης καὶ οἱ ὑπ’αὐτὴν τύραννοι βασιλεῖ Ἀλεξάνδρῳ χαίρειν. τότε μὲν ἔχρησεν Ἄμμων στρατεύειν εἰς Αἴγυπτον, νῦν δὲ μήτε αὐτὸν κινεῖσθαι μήτε ἄλλον τινὰ ἐπιβαίνειν εἰς αὐτήν, τοὺς δὲ παραγινομένους πρὸς ἡμᾶς ἀμύνασθαι καὶ χρῆσθαι ὡς πολεμίοις. μὴ καταγνῷς δὲ τοῦ χρώματος ἡμῶν · ἐσμὲν γὰρ λευκότεροι καὶ λαμπρότεροι ταῖς ψυχαῖς τῶν παρὰ σοῦ λευκοτάτων. ὑπάρχομεν δὲ εἰς πλῆθος σκυτάλαι πʹ ἐν ἑτοίμῳ πρὸς τοὺς ἐπιόντας κακοποιεῖν. ὀρθῶς δὲ ποιήσεις Ἄμμωνα θεὸν προτιμῶν. κομίζουσι δέ σοι οἱ παρ’ἐμοῦ πρέσβεις χρυσᾶς πλίνθους ὁλοσφυρήτους ρʹ, Αἰθίοπας ἀνήβους φʹ, ψιττακοὺς σʹ, σφίγγας σʹ καὶ τῷ Ἄμμωνι τῷ ἡμετέρῳ θεῷ τῷ ἐπὶ τῶν ὁρίων τῆς Αἰγύπτου στέφανον διὰ σμαράγδων καὶ μαργαριτῶν ἀτρήτων, ἐσφραγισμένους ὁρμαθοὺς ιʹ […] γλωσσοκόμια ἐλεφάντινα πʹ. ἔστι δὲ τὰ πεμφθέντα θηρίων γένη παρ’ἡμῶν ἐλέφαντες τνʹ, παρδάλεις τʹ, ῥινοκέρωτες πʹ, πάνθηρες ͵δʹ, ἐν γαλεάγραις κύνες ἀνθρωποφάγοι Ϟʹ, ταῦροι μάχιμοι τʹ, ὀδόντες ἐλεφάντων Ϟʹ, δοραὶ παρδάλεων τʹ, ῥάβδοι ἐβένιναι ͵αφʹ. πέμψον οὓς βούλῃ τοὺς παραληψομένους ταῦτα εὐθέως καὶ γράψον ἡμῖν, ὅτε ὅλης τῆς οἰκουμένης κεκυρίευκας .

3.19

λαβὼν δὲ Ἀλέξανδρος καὶ διελθὼν ἔπεμψε Κλεομένην Αἰγύπτου ἐπιμελητὴν ταῦτα παραληψόμενον · αὐτὸς δὲ ὥδευσε πρὸς αὐτήν. δὲ Κανδάκη ἀκούσασα περὶ Ἀλεξάνδρου καὶ πῶς ταῖς πόλεσιν ἐπιβαίνει καὶ πῶς χειροῦται τοὺς τηλικούτους βασιλεῖς, ἕνα τῶν ἑαυτῆς ζωγράφων φωνήσασα Ἕλληνα ἐκέλευσε πορευθέντα αὐτὸν ὡς εἰς ὑπάντησιν αὐτῷ ἀγνωστὶ ζωγραφῆσαι τὸν Ἀλέξανδρον καὶ ἐπιστρέψαντα δοῦναι τῇ Κανδάκῃ. δὲ λαβοῦσα ἔθετο ἐν ἀποκρύφῳ τόπῳ. ἐγένετο δέ τι τοιοῦτον. υἱὸς τῆς Κανδάκης ὀνόματι Κανδαύλης μετὰ ὀλίγων ἱππαστῶν κατατρέχει εἰς τὰς σκηνὰς Ἀλεξάνδρου · οἱ δὲ ἐκεῖ φύλακες συλλαμβάνουσιν αὐτὸν καὶ παριστῶσι τῷ σωτῆρι Πτολεμαίῳ ἔχοντι τὰ δεύτερα τῆς βασιλείας · ἐκοιμᾶτο γὰρ Ἀλέξανδρος. ἐξήτασεν αὐτὸν Πτολεμαῖος · τίς τυγχάνεις ; δὲ εἶπεν · υἱὸς Κανδάκης τῆς βασιλίδος . δέ · τί οὖν ὧδε ποιεῖς ; δέ · μετὰ τῆς γυναικός μου καὶ ὀλίγης στρατείας ἠρχόμην ἐνιαύσιον τελέσαι μυστήριον παρὰ τὰς Ἀμαζόνας. δὲ τύραννος τῶν Βεβρύκων ἰδών με γυναῖκα ἔχοντα καὶ ἐξελθὼν μετὰ πλείστης δυνάμεως ἥρπασεν αὐτὴν καὶ τοὺς πλείονάς μου στρατιώτας ἀνεῖλεν. συνέστρεφον οὖν, ὅπως πλείονα δύναμιν παραλαβὼν κατασκάψω τὴν Βεβρυκίαν . ταῦτα ἀκούσας Πτολεμαῖος ἀνίσταται καὶ εἰσελθὼν πρὸς Ἀλέξανδρον καὶ διυπνίσας αὐτὸν διηγεῖται αὐτῷ ἅπερ ἤκουσεν. ἀκούσας δὲ Ἀλέξανδρος εὐθέως ἐγείρεται καὶ ἄρας αὐτοῦ τὸ διάδημα ἔστεψε τὸν Πτολεμαῖον καὶ τὴν χλανίδα περιέβαλλεν αὐτῷ καὶ λέγει · πορεύου ὡς σὺ τυγχάνων Ἀλέξανδρος καὶ εἰπέ · Ἀντίγονόν μου τὸν παρασπιστὴν φωνήσατε · καὶ ὅταν ἔλθω, διήγησαί μοι περὶ ὧν εἶπές μοι καὶ εἰπέ · τί βουλευσόμεθα περὶ αὐτοῦ; δός μοι συμβουλίαν . ἐξῆλθε δὲ Πτολεμαῖος · ὃν θεασάμενα τὰ στρατεύματα συνεφοράζοντο, τί πάλιν ἐνθυμεῖται φρενήρης Ἀλέξανδρος. Κανδαύλης δὲ ἰδὼν αὐτὸν ἐν τῇ βασιλικῇ ἐσθῆτι ἐδεδοίκει, μὴ κελεύσῃ αὐτὸν ἀναιρεθῆναι · αὐτὸν γὰρ ὑπώπτευεν εἶναι τὸν Ἀλέξανδρον. εἶπε δὲ Πτολεμαῖος · Ἀντίγονόν μοί τις καλεσάτω τὸν παρασπιστήν μου . προσῆλθεν Ἀλέξανδρος · εἶπεν Πτολεμαῖος · Ἀντίγονε, οὗτός ἐστιν υἱὸς Κανδάκης τῆς βασιλίσσης · ἡρπάσθη δὲ αὐτοῦ γυνὴ ὑπὸ τοῦ τυράννου τῶν Βεβρύκων. τί μοι συμβουλεύεις ποιῆσαι ; δὲ εἶπεν · Ἀλέξανδρε, συμβουλεύομαί σοι καθοπλίσαντά σου τὴν στρατείαν πολεμῆσαι τοῖς Βέβρυξιν, ἵνα λυτρωσώμεθα αὐτοῦ τὴν γυναῖκα καὶ παραδώσωμεν αὐτῷ εἰς τιμὴν τῆς μητρὸς αὐτοῦ . δὲ Κανδαύλης ἔχαιρε ταῦτα ἀκούων · εἶπε δὲ Πτολεμαῖος · εἰ τοῦτο βούλῃ, Ἀντίγονε, τοῦτο καὶ ποίησον · ὡς παρασπιστής μου κέλευσον ἑτοιμάζεσθαι τὴν στρατείαν .

3.20

οἱ μὲν οὖν ἡτοιμάζοντο κελεύοντος τοῦ Πτολεμαίου · δὲ Ἀλέξανδρος ἔφθασεν ἐπὶ τὸν τόπον παρὰ μίαν ἡμέραν. καὶ εἶπεν Ἀντίγονος · Ἀλέξανδρε, μὴ ὀφθῶμεν τοῖς Βέβρυξιν ἡμέρας, μήποτε μαθὼν τύραννος πρὸ τῆς μάχης τὴν τούτου γυναῖκα ἀναιρήσῃ. καὶ ποῖον ἔτι ἡμῖν ἐστι κλέος νίκης τοῦ Κανδαύλου ἀπολέσαντος τὴν γυναῖκα; ὥστε νυκτὸς εἰσβῶμεν εἰς τὴν πόλιν καὶ ἀνάψωμεν τὰς οἰκίας, καὶ αὐτοὶ οἱ ὄχλοι τὴν γυναῖκα ἡμῖν παραδώσουσιν · οὐ γάρ ἐστιν μάχη περὶ βασιλείας, ἀλλὰ περὶ ἀπαιτήσεως γυναικός . οὕτως εἰπόντος τοῦ Ἀντιγόνου προσέπεσεν αὐτῷ Κανδαύλης καὶ εἶπεν · τῶν φρενῶν σου, Ἀντίγονε · εἴθε σὺ ἦσθα Ἀλέξανδρος καὶ μὴ παρασπιστὴς Ἀλεξάνδρου . καὶ δὴ νυκτὸς εἰσβαινούσης εἰσῆλθον εἰς τὴν πόλιν καὶ κοιμωμένων αὐτῶν ἀνάπτουσιν τὰ προάστεια. αὐτῶν δὲ διυπνισθέντων καὶ πυνθανομένων, τί τὸ αἴτιον τοῦ ἐμπρησμοῦ, ἐκέλευσεν Ἀλέξανδρος ἐκβοᾶν, ὅτι Κανδαύλης ἐστὶν βασιλεὺς μετὰ πλείστης δυνάμεως κελεύων ὑμῖν · ἀπόδοτέ μοι τὴν γυναῖκα, πρὶν ὅλην τὴν πόλιν καταφλέξω. οἱ δὲ προληφθέντες πάντες καὶ γενόμενοι κατὰ τοῦ τυράννου αὐτῶν ἤνοιξαν τὰ βασίλεια καὶ σύγκοιτον οὖσαν τὴν γυναῖκα τῷ τυράννῳ ἀπέσπασαν καὶ παρέδωκαν αὐτὴν τῷ Κανδαύλῃ, τὸν δὲ τύραννον ἀνεῖλον. δὲ Κανδαύλης εὐχαριστήσας τῇ συμβουλίᾳ καὶ τῇ ἐπινοίᾳ τοῦ Ἀλεξάνδρου καὶ περιπλακεὶς αὐτῷ εἶπεν · Ἀντίγονε, πίστευσον σεαυτὸν ἐμοὶ καὶ ἐλθὲ πρὸς τὴν μητέρα μου, ἵνα σοι δῶρα βασιλικὰ δῶ. δὲ Ἀλέξανδρος χαίρων εἶπεν · αἴτησαί με παρὰ τοῦ βασιλέως · κἀγὼ γὰρ ἐπιθυμῶ θεωρῆσαι τὴν πόλιν. μεταδέδωκε δὲ τῷ Πτολεμαίῳ Ἀλέξανδρος, ἵνα αὐτὸν ἐκπέμψῃ ὡς ἄγγελον αὐτοῦ. εἶπε δὲ Πτολεμαῖος Κανδαύλῃ · βούλομαι διὰ γραμμάτων ἀσπάσασθαί σου τὴν μητέρα · ὥστε παραλαβὼν τὸν ἄγγελόν μου Ἀντίγονον πάλιν σῶον ἔκπεμψον ὧδε, ὥσπερ καὶ σεαυτὸν σῶον σὺν τῇ γυναικί σου ἀποκαθιστῶ. δὲ εἶπε · βασιλεῦ, οὕτω παραλαμβάνω τὸν ἄνδρα τοῦτον παρ’ἐμαυτῷ ὡς αὐτὸν Ἀλέξανδρον. ἐκπέμψω δέ σοι αὐτὸν μετὰ βασιλικῶν δώρων.

3.21

καὶ δὴ πορευόμενος ἔλαβεν ἱκανὴν στρατείαν καὶ τῆς ὁδοιπορίας τὰ κτήνη καὶ ἁμάξας. ὁδεύων δὲ ἐθαύμαζε τὰ ποικίλα ὄρη τῆς κρυσταλλοφόρου τὰ φθάνοντα μέχρι τῶν οὐρανίων νεφῶν καὶ τὰ δένδρα τὰ ὑψιπέτηλα καρπῶν καταγέμοντα, οὐχ ὡς παρ’Ἕλλησιν, ἀλλ’ὡς ἴδια θαύματα. μηλέαι γὰρ ἦσαν χρυσίζουσαι […] ὥσπερ τῶν παρ’Ἕλλησι κιτρίων, καὶ βότρυες σταφυλῆς, ὡς μὴ δύνασθαι δραγμὸν ἕνα χωρῆσαι, καὶ ῥοιαὶ τὸ τῶν βαλάνων ἔχουσαι περίμετρον ὡς πεπόνων μεῖζον. πλεῖστοι δὲ δράκοντες περὶ τὰ δένδρα ἐνειλοῦντο καὶ σαῦροι ἰχνευμόνων μείζονες πίθηκοίτε οὐδὲν ἀποδέοντες τῶν παρ’Ἕλλησιν ἄρκτων ἄλλατε ζῷα μυρία ποικίλα τῇ χροᾷ καὶ ξένα τῇ μορφῇ. ἔνιοι δὲ ἦσαν τόποι ἔνθεοι καὶ κοῖλοι πετρώδεις καταβάσεις ἔχοντες. εἶπεν Κανδαύλης · Ἀντίγονε, τὰ ὧδε θεῶν οἰκητήρια καλεῖται, καὶ πολλάκις ἐν τούτοις τοῖς σπηλαίοις ὁρῶνται ἐπὶ κλιντηρίων θεοὶ τῷ αὐτοὺς καλέσαντι βασιλεῖ. ὥστε ἐὰν θέλῃς ἆρον σπονδὴν καὶ ποίησον θυσίαν ἐν τοῖς τόποις, καὶ φανήσονταί σοι. καὶ μὲν Κανδαύλης οὕτως εἶπε. καὶ τὴν πορείαν ἐποιοῦντο καὶ ἔφθασαν εἰς τὰ βασίλεια, καὶ ὑπήντησαν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ καὶ μήτηρ. καὶ ὡς ἔμελλον περιπλέκεσθαι αὐτῷ, Κανδαύλης εἶπεν · οὐ πρότερον ἐμοὶ περιπλακήσεσθε, ἀδελφοί, εἰ μὴ ἂν τὸν σωτῆρά μου γενόμενον καὶ τῆς γυναικός μου εὐεργέτην ἀσπάσησθε, Ἀντίγονον ἄγγελον βασιλέως Ἀλεξάνδρου. οἱ δὲ εἶπον · τί σοι παρέσχε σωτήριον; δὲ διηγήσατο αὐτοῖς τὴν ἁρπαγὴν τῆς γυναικὸς τὴν γεναμένην ὑπὸ τῶν Βεβρύκων καὶ τὴν ἄλλην βοήθειαν, καὶ περιεπλάκησαν αὐτῷ οἱ ἀδελφοὶ καὶ μήτηρ. λαμπρὸν δὲ καὶ βασιλικὸν γίνεται δεῖπνον.

3.22

τῇ δὲ ἑξῆς προῆλθεν Κανδάκη ἐν βασιλικῷ διαδήματι ἐμφαίνουσα ὑπερμεγέθη τὴν ἡλικίαν καὶ τὴν ὄψιν ἡμίθεον, ὡς δοκεῖν τὸν Ἀλέξανδρον ὁρᾶν τὴν ἑαυτοῦ μητέρα Ὀλυμπιάδα. ἔβλεπε δὲ τὰ βασίλεια λάμποντα χρυσορόφοις στέγεσιν καὶ πετρώδεσι τοίχοις. στρωμναὶ δὲ ἦσαν, σηρικῆς ὑφάσματα τέχνης, χρυσῷ δεδημιουργημέναι, κλιντῆρες δὲ οὐνιώνων καὶ βηρύλλων τὰς βάσεις ἔχοντες. τὰ δὲ ἀνάκλιντρα ἱμαντοδέτοις κολλήμασιν ἐπτυγμένα τράπεζαίτε ἐλεφαντίνοις ἥλοις ἡλωμέναι […] ὥστε διὰ τὸ πλῆθος μὴ δυνηθῆναι ἀριθμεῖσθαι · ἅρματα δὲ δρεπανηφόρα τετορνευμένα ἐκ πορφυρίτου λίθου σὺν τοῖς ἡνιόχοις καὶ πώλοις, ὡς δοκεῖν αὐτοὺς εἰς δρόμον ὁρμᾶν, καὶ ἐλέφαντες ἐκ τοῦ ὁμοίου λίθου χρώματος γλυφέντες τοῖς ποσὶ συμπατοῦντες τοὺς πολεμίους καὶ ταῖς προβοσκίσιν εἱλίσσοντες τοὺς ἀντιδίκους · ὅλοιτε ναοὶ σὺν τοῖς κίοσιν ἐκ μιᾶς ψήφου γεγλυμμένοι, καὶ βαρβάρων θεῶν ἀγάλματα τοῖς ὁρῶσι μετά τινος φόβου ἐκφαίνοντα τὴν ὄψιν εἰς τὸ αἱματηρόν, δοκοίτε οὐρανομήκεις εἰς τὸ ὕψος ἐστεγασμένοι ὅσα πλάτανοι κυπάρισσοι · κατάρρυτος δὲ ποταμὸς χρυσοϋφὲς ὕδωρ διαβλύζων, ἄλλο γένος Πακτωλοῦ · καὶ συγκείμενον δένδρον στιχηρὸν πίπερος ἤκμασεν ὀπώραν. ταῦτα ὁρῶν Ἀλέξανδρος ἀπεθαύμαζε. καὶ ἦν συνέστιος τοῖς ἀδελφοῖς Κανδαύλου · παρεκάλει δὲ Κανδαύλης τὴν μητέρα καὶ ἠξίου διδόναι τῷ ἀγγέλῳ ἄξια τῆς αὐτοῦ φρονήσεως δῶρα καὶ ἀπολῦσαι αὐτόν. τῇ δὲ ἑξῆς λαβοῦσα τῆς χειρὸς τὸν Ἀντίγονον Κανδάκη ἐδείκνυεν αὐτῷ κοιτῶνας διαυγεῖς ἐξ ἀερίτου λίθου, ὥστε τὸν ἥλιον διὰ τῶν μαρμάρων ὑπονοεῖν ἔνδοθεν ἀνατέλλειν · καὶ ἐν αὐτῷ δὲ τρίκλινος ἐξ ἀμιάντων ξύλων, ἅπερ ἐστὶν ἄσηπτα καὶ ἄκαυστα ἀπὸ πυρός. οἰκία δὲ ᾠκοδόμητο οὐ παγεῖσα τὸ θεμέλιον ἐπὶ τῆς γῆς, ἀλλὰ μεγίστοις τετραγώνοις καὶ ξύλοις πηχθεῖσα, ἐπὶ τροχῶν συρομένη ὑπὸ εἴκοσιν ἐλεφάντων · ὅπου δὲ ἐπορεύετο βασιλεὺς πόλιν πολεμῆσαι, εἰς αὐτὴν κατέμενεν. εἶπε δὲ Ἀλέξανδρος τῇ βασιλίδι Κανδάκῃ · ταῦτα πάντα ἄξιον θαυμάζειν, εἰ παρὰ τοῖς Ἕλλησιν ἐτύγχανε καὶ οὐ παρὰ σοί, ὅτι καὶ ὄρη τοιαῦτα τυγχάνει ποικίλα. παρωργίσθη Κανδάκη καὶ εἶπεν · ἀληθῶς εἴρηκας, Ἀλέξανδρε. δὲ ἔκθαμβος γενόμενος τῷ ὀνόματι ἀπεστράφη. δὲ εἶπε · τί ἀπεστράφης φωνηθεὶς Ἀλέξανδρος; δὲ εἶπεν · ἐγώ, κυρία, Ἀντίγονος καλοῦμαι ἄγγελος Ἀλεξάνδρου. κἂν Ἀντίγονος καλῇ, παρ’ἐμοῦ βασιλεὺς Ἀλέξανδρος τυγχάνεις · ἄρτι δέ σοι δείξω. καὶ κατέχουσα αὐτὸν τῆς χειρὸς εἰσφέρει εἰς τὸν κοιτῶνα αὐτῆς καὶ εἶπεν · ἐπιγινώσκεις τὸν σεαυτοῦ χαρακτῆρα; τί τρέμεις; τί τετάραξαι; Περσολέτης, Ἰνδολέτης, καθελὼν τρόπαια Μήδων καὶ Πάρθων νῦν χωρὶς πολέμων καὶ στρατείας ὑποχείριος ἐγίνου Κανδάκῃ βασιλίσσῃ · ὥστε γίνωσκε, Ἀλέξανδρε, ὅτι ὅστις δοκεῖ τῶν ἀνθρώπων φρονεῖν μέγα, ἄλλος μείζονα τούτου τὴν φρόνησιν σχῇ. ἐθυμαίνετο δὲ Ἀλέξανδρος καὶ ἔτριζε τοὺς ὀδόντας · εἶπεν Κανδάκη · τί θυμαίνῃ; τί τρίζεις τοὺς ὀδόντας; τί δύνασαι ποιῆσαι; […] δὲ εἶπεν · ἐὰν εἶχον τὸ ξίφος μου, ἀνῄρουν σε πρώτην, ἵνα μὴ ὑπῆρχόν σοι ὑποταγείς, εἶτα ἐμαυτόν, διότι ἐμαυτοῦ προδότης ἐγενόμην. δὲ εἶπε · καὶ τοῦτο γενναῖον καὶ βασιλικόν. ἀλλὰ μηδὲν ἀγωνιάσῃς, Ἀλέξανδρε · ὡς γὰρ σὺ τὸ τέκνον μου καὶ τὴν γυναῖκα αὐτοῦ ἀπὸ τῶν Βεβρύκων ἔσωσας, κἀγώ σε οὕτω φυλάξω πρὸς τοὺς βαρβάρους μὴ εἶναι Ἀλέξανδρον. ἐὰν γὰρ γνῶσιν, ὅτι σὺ εἶ Ἀλέξανδρος, ἀναιροῦσί σε εὐθέως, ὅτι καὶ σὺ Πῶρον ἀνῄρηκας · γὰρ γυνὴ τοῦ βραχυτάτου μου υἱοῦ θυγάτηρ ἐστὶ τοῦ Πώρου. ὅθεν καλοῦ Ἀντίγονος · ἐγὼ γὰρ φυλάξω σου τὸ μυστήριον.

3.23

ταῦτα εἰποῦσα συνεξῆλθεν αὐτῷ καὶ λέγει · τέκνον Κανδαύλη καὶ θυγάτηρ Μάρπησσα, εἰ μὴ κατ’εὔκαιρον εὑρήκειτε τὴν στρατιὰν Ἀλεξάνδρου, οὔτε ἐγὼ σὲ ἀπελάμβανον οὔτε σὺ τὴν γυναῖκά σου ηὕρισκες. ὥστε ἄξιοι γενώμεθα τοῦ ἀγγέλου Ἀλεξάνδρου καὶ δῶμεν αὐτῷ δωρεάς. εἶπε δὲ υἱὸς αὐτῆς δεύτερος Κάραγος. ἔστω, μῆτερ · Ἀλέξανδρός μου διέσωσε τὸν ἀδελφὸν καὶ τὴν τούτου γυναῖκα · δῶμεν βούλει. δὲ τρίτος υἱὸς αὐτῆς εἶπε · μῆτερ, ἀπόστα. ἄχθεται ἐμὴ γυνή, ἀναιρεθεὶς παρὰ Ἀλεξάνδρου πατὴρ αὐτῆς. καὶ αὐτὴ οὖν λυπῆσαι θέλει τὸν Ἀλέξανδρον καὶ τὸν ἐκείνου ἄγγελον ὑποχείριον ἔχουσα ὧδε ἀναιρῆσαι, τοῦτον τὸν Ἀντίγονον. δὲ εἶπε · καὶ τί σοι ὄφελος, τέκνον, ἐὰν τοῦτον ὧδε κολάσῃς; οὐδὲν μέλει Ἀλεξάνδρῳ, ἐὰν τοῦτον ὧδε ἀνέλῃς. εἶπε δὲ Κανδαύλης · ἀλλ’ἐμοῦ οὗτος σωτὴρ ἐγένετο καὶ τῆς γυναικὸς καὶ δεῖ με τοῦτον σῶον ἐκπέμψαι πρὸς Ἀλέξανδρον. δὲ εἶπεν · οὐκοῦν καὶ ἡμεῖς ἕνεκα τούτου ὧδε συνάψωμεν πρὸς ἀλλήλους μάχην. δὲ Κανδαύλης εἶπεν · ἐγὼ μὲν οὐ θέλω · εἰ δὲ σὺ βούλει, ἑτοιμότερόν με εὑρήσεις. δὲ Κανδάκη ἀγωνιάσασα περὶ τῶν τέκνων, μὴ ἔλθωσιν εἰς μάχην, καὶ λαβοῦσα τὸν Ἀλέξανδρον κατὰ μόνας εἶπεν · πανταχοῦ φρενήρης γενάμενος οὐδεμίαν δύνασαι ἀφορμὴν εὑρεῖν φρενῶν, ὅπως μὴ διὰ σὲ πολεμήσωσί μου τὰ τέκνα; εἶπεν Ἀλέξανδρος · Κάραγε καὶ σὺ Κανδαύλη, ἐάν με ὧδε ἀναιρήσητε, οὐδὲν μέλει Ἀλεξάνδρῳ · οὐ δὲ γὰρ οἱ ἄγγελοι τιμῆς τυγχάνουσι πρὸς μάχην. ὥστε εἰ καὶ ἐμὲ ὧδε ἀναιρήσητε, ἔχει ἄλλους ἀγγέλους πλείους Ἀλέξανδρος. εἰ δὲ βούλεσθε παρ’ἐμοῦ τὸν ἐχθρὸν εὐάλωτον λαβεῖν Ἀλέξανδρον, ὑπόσχεσθέ μοι δωρεῶν τι μέρος δοῦναι ἐνταῦθα, ἵνα πρὸς ὑμᾶς καταμείνω καὶ ποιήσω ὧδε τὸν Ἀλέξανδρον παραγενέσθαι, ὡς ὑμῶν βουλομένων ἃς ἡτοιμάσατε αὐτῷ δωρεὰς κατ’ὄψιν ἀποδοῦναι, καὶ τότε τὸν ἐχθρὸν ὑποχείριον λαβόντες ἑαυτοὺς ἐκδικήσαντες ἀναπαῆτε. ἐπείσθησαν οἱ ἀδελφοί · δὲ Κανδάκη θαυμάσασα τῶν φρενῶν τοῦ Ἀλεξάνδρου εἶπεν αὐτῷ κατ’ἰδίαν · Ἀλέξανδρε, εἴθε ἦς μου καὶ σὺ υἱὸς καὶ διὰ σοῦ πάντων τῶν ἐθνῶν κατεκράτουν · οὐ γὰρ πολέμῳ ἐχειρώσω τὰς πόλεις, ἀλλ’ἀγχινοίᾳ πολλῇ. ἥσθη μὲν οὖν παρ’αὐτοῖς δορυφορούμενος, ἐγκρατῶς τῆς Κανδάκης φυλαττούσης αὐτῷ τὸ μυστήριον. μεθ’ἡμέρας δὲ πορευομένου αὐτοῦ δίδωσιν Κανδάκη δῶρα βασιλικά, στέφανον ἀδαμάντινον πολυτάλαντον καὶ θώρακα δι’οὐνιώνων καὶ βηρύλλων χλαμύδατε ἀστεροφεγγῆ ὁλοπόρφυρον διὰ χρυσοῦ, καὶ ἐκπέμπει αὐτὸν μετὰ παραδοχῆς καὶ τῶν ἰδίων στρατιωτῶν.

3.24

ὁδοιπορήσας δὲ τεταγμένας ἡμέρας ἔφθασεν ἐπ’ἐκεῖνον τὸν τόπον, ἔνθα ἐν σπηλαίῳ εἶπεν αὐτῷ Κανδαύλης θεοὺς διαιτᾶσθαι. θύσας δὲ τοῖς τόποις καὶ χοὰς σπεισάμενος εἰσῆλθεν ἔνδον μετὰ ὀλίγων στρατιωτῶν καὶ ὁρᾷ ὁμίχλην ἀστεροφεγγῆ στίλβοντάτε ὀροφώματα ἀστέρων βολαῖς, ἔξωθεν δὲ φαντασίαν εἰδώλων καὶ θροῦν σιγῇ δεδουλωμένον. καὶ ὁρᾷ τινας ἀνακειμένους ἀστράπτοντας ἐκ τῶν ὀφθαλμῶν ὡς φέγγη, ἕνα δὲ λέγοντα · χαίροις Ἀλέξανδρε · οἶδάς με τὸ τίς εἰμι; δέ · οὐ, κύριε. δὲ ναός · ἐγώ εἰμι Σεσόγχωσις κοσμοκράτωρ βασιλεύς, συνδίαιτος με θεῶν γενόμενος · οὐ τοσοῦτον δὲ εὐτύχησα ὅσον σὺ καὶ σχῇς ὄνομα ἀθάνατον. δέ · πῶς, κύριε; […] εἶπε Σεσόγχωσις · καλὸν μὲν θνητὸν ὄντα μὴ εἰδέναι, πότε τελευτᾷ · προσδεχόμενος γὰρ ἐκείνην τὴν ἡμέραν, ἀφ’ἧς ἡμέρας ἔμαθεν, ἐτελεύτησε. τὸ δὲ ἐν ἀγνοίᾳ παθεῖν τοῦτο λήθην παρέχει τὸ μὴ ἔχειν κατὰ γνώμην, εἰ καὶ ὅλως τελευτᾷ. ἣν μέντοιγε κτίζεις πόλιν περιφανὴς πᾶσιν ἀνθρώποις ἔσται · πολλοὶ δὲ βασιλεῖς ἐπιβήσονται τῷ ἐδάφει σε προσκυνοῦντες ὡς θεόν. οἰκήσεις δὲ αὐτὴν καὶ θανὼν καὶ μὴ θανών · τάφον γὰρ ἕξεις αὐτὸς ἣν κτίζεις πόλιν.

3.25

οὕτως εἰπόντος τοῦ ἀγγέλου ἐξέρχεται Ἀλέξανδρος · καὶ παραλαβὼν τοὺς ἰδίους τὴν ὁδοιπορίαν ἐποιεῖτο. ὑπήντησαν δὲ αὐτῷ οἱ σατράπαι καὶ ἔστεψαν αὐτὸν τῷ διαδήματι καὶ ἔδωκαν αὐτῷ τὴν βασιλικὴν ἐσθῆτα. καὶ τὴν πορείαν ἐπὶ Ἀμαζόνας ἐποιεῖτο · γενόμενος δὲ παρ’αὐταῖς ἔπεμψεν αὐταῖς ἐπιστολὴν περιέχουσαν οὕτως · ἐπιστολὴ Ἀλεξάνδρου Ἀμαζόσιν. βασιλεὺς Ἀλέξανδρος Ἀμαζόσι χαίρειν. τὴν μὲν πρὸς Δαρεῖον μάχην οἶμαι ὑμᾶς ἀκηκοέναι. ἐκεῖθεν δὲ εἰς τοὺς Ἰνδοὺς ἐστρατεύσαμεν καὶ εὑρόντες τοὺς ἑπομένους αὐτῷ βασιλεῖς, ὄντας δὲ καὶ γυμνοσοφιστάς, καὶ λαβόντες φόρον παρ’αὐτῶν ἀφήκαμεν ἐπὶ τῶν ἰδίων τόπων μένειν παρακαλέσαντας ἡμᾶς καὶ ἐν εἰρήνῃ τὴν χώραν κατεστήσαμεν, ὥστε ἡδέως ἡμᾶς προσδέξασθαι καὶ θυσίαν ὑπὲρ ἡμῶν ποιῆσαι. ἐκεῖθεν δὲ ἀναζεύγνυμεν πρὸς ὑμᾶς · ὑμεῖς οὖν συναντήσατε ἡμῖν · οὐ γὰρ ἐρχόμεθα κακοποιήσοντες, ἀλλ’ὀψόμενοι τὴν χώραν, ἅμα δὲ καὶ ὑμᾶς εὐεργετήσοντες. ἔρρωσθε. ταύτης τῆς ἐπιστολῆς ἀναγνωσθείσης γράφουσι καὶ αὐταί · ἐπιστολὴ Ἀμαζόνων Ἀλεξάνδρῳ. Ἀμαζόνων αἱ κράτισται […] Ἀλεξάνδρῳ βασιλεῖ χαίρειν. γεγράφαμέν σοι, ὅπως εἰδῇς πρὸ τοῦ σε ἐπιβάλλειν ἐπὶ τοὺς τόπους, ἵνα μὴ ἀδόξως ἀναλύσῃς · διὰ τῆς ἐπιστολῆς διασαφοῦμέν σοι τὰ κατὰ τὴν χώραν ἡμῶν καὶ ἡμᾶς οὔσας σπουδαίας. ἐσμὲν γὰρ τοῦ Ἀμαζονικοῦ ποταμοῦ πέραν · οἰκοῦμεν δὲ ἐν νήσῳ · ἔστι δὲ τὸ περίμετρον αὐτῆς ἐνιαυτοῦ πορεία. κύκλῳ δὲ ποταμὸς οὐκ ἔχων ἀρχήν · ἔστι δὲ μία πρόσοδος. ἐσμὲν δὲ αἱ κατοικοῦσαι παρθένοι ἔνοπλοι μυριάδες κʹ · ἄρσεν δὲ παρ’ἡμῶν οὐδὲν ὑπάρχει · οἱ δὲ ἄνδρες πέραν τοῦ ποταμοῦ κατοικοῦσι τὴν χώραν νεμόμενοι. ἡμεῖς δὲ κατ’ἐνιαυτὸν ἄγομεν πανήγυριν, ἱπποφονίαν θύουσαι τῷ Διὶ καὶ Ποσειδῶνι καὶ Ἡφαίστῳ ἐπὶ ἡμέρας λʹ […] ὅσοι δὲ βούλονται διακορεῦσαί τινας ἐξ ἡμῶν, καταμένουσι πρὸς αὐτάς · καὶ τὰ θηλυκά, ὅσα ἂν τίκτωσι, γενόμενα ἑπτέτη διαβιβάζουσι πρὸς ἡμᾶς. ὅταν δὲ πολέμιοι ἐπιστρατεύωσι πρὸς ἡμᾶς, ἐκπορευόμεθα ἐφ’ἵππων αἱ πλεῖσται μυριάδες κʹ · αἱ δὲ λοιπαὶ τὴν νῆσον φυλάττουσιν. καὶ ἐρχόμεθα εἰς συνάντησιν ἐπὶ τὰ ὅρια · οἱ δὲ ἄνδρες ὄπισθεν παρατεταγμένοι ἀκολουθοῦσιν. καὶ εἴ τις ἂν ἐν τῷ πολέμῳ τραυματίας γένηται […] προσκυνεῖται διὰ τῆς ἡμέρας ἐπίετε φρέκετε […] συγγενείαις στέφανος ἀείμνηστος ὑπάρχει. εἴ τις δ’ἂν πέσῃ ἐν τῷ πολέμῳ ὑπερμαχοῦσα, αἱ ἔγγιστα αὐτῆς χρήματα λαμβάνουσιν οὐκ ὀλίγα. ἐὰν δέ τις σῶμα ἀναγάγῃ τῶν ἐναντίων, πρόκειται ἆθλον χρυσοῦ καὶ ἀργύρου πλῆθος καὶ σίτησις διὰ βίου. ὥστε ἡμᾶς ἀγωνίζεσθαι ὑπὲρ τῆς ἰδίας δόξης. κἂν πολεμίων κρατήσωμεν φύγωσιν, αἰσχρὸν αὐτοῖς καταλείπεται εἰς ἅπαντα τὸν χρόνον · ἐὰν δὲ ἡμᾶς νικήσωσιν, ἔσονται γυναῖκας νενικηκότες. ὅρα οὖν βασιλεῦ, μὴ τὰ αὐτά σοι συμβήσεται. στεφανοῦμεν δέ σε κατ’ἐνιαυτόν, ὅσον ἐὰν σὺ τάξῃς. βουλευσάμενος δὲ ἀντίγραψον ἡμῖν · εὑρήσεις δὲ ἡμῶν τὴν παρεμβολὴν ἐπὶ τῶν ὁρίων.

3.26

[…]. ἐπιστολὴ Ἀλεξάνδρου Ἀμαζόσιν. Ἀλέξανδρος βασιλεὺς Ἁμαζόσι χαίρειν. τὰ τρία μέρη τῆς οἰκουμένης κεκυριεύκαμεν, καὶ οὐ διελίπαμεν τρόπαια κατὰ πάντων ἱστάντες. αἰσχρὸν οὖν ἡμῖν ἀπολειφθήσεται, ἐὰν μὴ στρατευσώμεθα ἐφ’ὑμᾶς. εἰ μὲν οὖν θέλετε ἀπολέσθαι καὶ ἀοίκητον τὴν χώραν τὴν ἑαυτῶν γενέσθαι, μείνατε ἐπὶ τῶν ὁρίων. εἰ δὲ βούλεσθε εἰς τὴν ἰδίαν πόλιν οἰκεῖν καὶ μὴ πεῖραν πολέμου λαβεῖν, διαβᾶσαι τὸν ποταμὸν ὄφθητε ἡμῖν. ὡσαύτως δὲ καὶ οἱ ἄνδρες ταξάτωσαν ἑαυτοὺς ἐν τῷ πεδίῳ. καὶ ἐὰν ταῦτα πράξητε, ὄμνυμι πατέρα ἡμῶν Δία καὶ Ἥραν καὶ Ἄρην καὶ Ἀθηνᾶν νικαφόρον μὴ ἀδικῆσαι ὑμᾶς. ἀλλὰ καὶ ὃν δἂν βούλεσθε φόρον λήψομαι παρ’ὑμῶν, καὶ οὐκ ἐλευσόμεθα εἰς τὴν ὑμετέραν γῆν. ἃς δ’ἂν κρίνητε, ἐφίππους ἐξαποστείλατε πρὸς ἡμᾶς · δίδομεν δὲ κατὰ μῆνα ἕκαστον ἑκάστῃ χρυσοῦ μνᾶς εʹ · μετὰ δὲ τὸν ἐνιαυτὸν αὗται μὲν ἀπελεύσονται ἐπὶ τὰ ἴδια, ἑτέρας δὲ ἀποστείλατε. βουλευσάμεναι οὖν περὶ τούτων ἀντιγράψατε ἡμῖν. ἔρρωσθε. […]. ἐπιστολὴ Ἀμαζόνων Ἀλεξάνδρῳ. Ἀμαζόνων αἱ κράτισται καὶ ἡγούμεναι βασιλεῖ Ἀλεξάνδρῳ χαίρειν. διδόαμέν σοι ἐξουσίαν ἐλθεῖν πρὸς ἡμᾶς καὶ θεάσασθαι ἡμῶν τὴν χώραν. τασσόμεθα δέ σοι διδόναι κατ’ἐνιαυτὸν χρυσοῦ τάλαντα ρʹ καὶ τὰς κρατίστας φʹ ἐξαπεστάλκαμέν σοι εἰς συνάντησιν, φερούσας σοι τὰ χρήματα καὶ ἵππους γενναίους ρʹ. αὗται ἔσονται παρὰ σοὶ τὸν ἐνιαυτόν · εἴ τις δ’ἂν διακορευθῇ ὑπὸ ἀλλογενοῦς, ἔσται ὡς τὰ πάτρια ἐκβεβηκυῖα. γράψον δὲ ἡμῖν, ὅσαι ἂν παρὰ σοὶ καταμενοῦσι, τὰς δὲ λοιπὰς ἐξαποσιείλας λήψῃ ἄλλας. πειθαρχοῦμεν δέ σοι καὶ παρόντι καὶ ἀπόντι · ἀκούομεν γάρ σου τὴν ἀρετὴν καὶ ἀνδραγαθίαν · ἡμεῖς γάρ ἐσμεν οὐδὲν παρὰ τὴν οἰκουμένην πᾶσαν, ἣν ἐπελήλυθας, ὥστε σοι ἀντιποιεῖσθαι πραγμάτων · ἐδόκει δὲ ἡμῖν καὶ ἐπὶ τῆς ἰδίας οἰκεῖν πειθαρχούσας. ταῦτα δὲ συντάξας τὴν ὁδοιπορίαν ἐποιεῖτο εἰς τὴν Πρασιακὴν γῆν. σφόδρα δὲ εἰς ἀθυμίαν ἦλθον οἱ στρατιῶται · θέρους γὰρ μεσάζοντος Ζεὺς οὐκ ἐπαύσατο ὕων ἡμέρας τεσσαράκοντα, ὥστε τοὺς τῶν ἀσπίδων ἀναφορέας ὑπὸ τοῦ ὕδατος σήπεσθαι, ἔτι δὲ καὶ τοὺς τῶν ἵππων χαλινούς. καὶ πολλοὶ τῶν πεζῶν τοὺς πόδας διαβεβρεγμένοι ἐτρώθησαν διὰ τὴν ἀνυποδησίαν. μόλις δὲ παυσαμένου τοῦ ὑετοῦ καῦμα ἐγένετο τοσοῦτον, ὥστε μηδένα δύνασθαι φέρειν · ἐγένοντο δὲ καὶ βρονταὶ μέγισται καὶ ἀστραπαὶ ἔπιπτον πυκναί, ὥστε φωνὰς περιτρέχειν ὑπὸ τῶν στρατιωτῶν. μέλλων δὲ διαβαίνειν τὸν Ὕπανιν ποταμὸν ἐπυνθάνετο τῶν ἐγχωρίων περὶ τοῦ πλήθους τῆς τοῦ βασιλέως δυνάμεως, ὃς πέραν ἦν ἐν τῇ Πρασιακῇ γῇ. ἦν δὲ αὕτη παρὰ τὸν ὠκεανόν. καὶ εἶπον αὐτῷ οἱ ἐγχώριοι, ὅτι εἰσὶν αὐτοῦ ἐλέφαντες ἐπὶ φάτνῃ πεντακισχίλιοι καὶ ἅρματα μύρια καὶ ἀνθρώπων πολλαὶ μυριάδες. ταῦτα ἀκούσας φρενήρης Ἀλέξανδρος προνομεύσας τὴν παραποταμίαν καὶ τὴν ἄλλην χώραν τῶν Ἰνδῶν καὶ οὕτω βωμοὺς κτίσας ἐμπύρους διὰ τοῦ στρατεύματος αὐτοῦ θυσίας τοῖς θεοῖς ἐτελείωσεν. παρέλαβε δὲ γράμματα παρὰ τοῦ σοφοῦ Ἀριστοτέλους περιέχοντα οὕτως · Ἀριστοτέλης βασιλεῖ Ἀλεξάνδρῳ χαίρειν. ἀπορῶ σφόδρα ζητῶν, τί πρῶτον, τί ἔπειτα, τί ἔσχατον καταλέξω. γὰρ Ζεὺς μαρτυρεῖ καὶ Ποσειδών, ὅτι τῶν εὐτυχῶν σου καὶ ἐπιφανῶν καὶ περιφήμων ἔργων πρῶτον τοῖς θεοῖς πᾶσι καὶ θεαῖς χάριν ἔχω. πάντα γὰρ ἀγῶνα καὶ ἆθλον καὶ κίνδυνον ὑποδεξάμενος ἐν οὐδενὶ κατελήφθης. ἐν γὰρ τῇ τῶν Ἰνδῶν χώρᾳ δὶς καὶ πλεονάκις εἰς χειμῶνας εἰσπεσὼν διεσώθης · εἰς δὲ ἐκείνην τὴν χώραν ἐάν τις εἰσελθεῖν τολμήσῃ, ἐπιφανῶν καὶ θαυμαστῶν ἔργων δόξαν λήψεται. στρατηγίας γὰρ γενναῖος ἀγωνιστὴς ὢν ῥᾳδίως γιγνώσκεται, καὶ Νέστωρ τὴν βουλήν, καὶ ἐν τῇ μάχῃ γενναῖός τις Ὀδυσσεύς, ὃς πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω. λέγω γάρ σοι, περὶ τριάκοντα ἔτη πέπρακται · περὶ οὗ λέγουσιν · Ἀλέξανδρος Μακεδὼν ἀπὸ δυσμῶν εἰς ἀνατολὴν ἦλθε, καὶ γηθοσύνως αὐτὸν παρέλαβον οἱ Αἰθίοπες καὶ οἱ Σκύθαι οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ’ἀνιόντος. ἄλλοι δέ, οἳ ἐτόλμων ἀντιτάσσεσθαί σοι, καὶ αὐτοὶ ἔπεμψαν δεόμενοι, ὅπως φίλος αὐτοῖς γένῃ. εὖγε, βασιλεῦ ἰσόθεε, ἔρρωσο . ἀναλαβὼν δὲ τὸ στράτευμα ἦλθε καὶ ἐπορεύθη εἰς Βαβυλῶνα · καὶ παραγενόμενος ἐκεῖ λαμπρῶς ἐτιμήθη καὶ θυσίας προσήνεγκε τοῖς θεοῖς καὶ ἀγῶνα γυμνικὸν καὶ μουσικὸν ἐτέλεσεν.

3.27

τούτων δὲ τῶν ἐπιστολῶν διαπεμφθεισῶν γράφει καθ’ἑαυτὸν τὰ πεπραγμένα Ὀλυμπιάδι τῇ μητρὶ ἐν ἰδίᾳ γραφῇ οὕτως · ἐπιστολὴ Ἀλεξάνδρου Ὀλυμπιάδι. ὑπὲρ μὲν τῶν ἐν ἀρχῇ κατασταθέντων ἡμῖν ἕως τῶν κατὰ τὴν Ἀσίαν πραγμάτων πέπεισμαί σε εἰδέναι ἐκ τῶν παρ’ἡμῶν γραφέντων. ἐδόκει δὲ καὶ περὶ τῆς ἄνω πορείας βέλτιον δηλῶσαί σοι. ποιησάμενος γὰρ πορείαν ἐπὶ Βαβυλῶνα καὶ ἀναλαβὼν τῶν δυνάμεων μάλιστα χιλιάδας οβʹ πάλιν ἐποιησάμην ἄλλην πορείαν καὶ παραγενόμενος ἀνὰ παρασάγγας […] ἦλθον ἐπὶ τὰς Ἡρακλέους στήλας ἐν ἡμέραις Ϟεʹ. ἔφησαν γὰρ τὸν Ἡρακλέα ὅρους ποιῆσαι ἐν τῇ χώρᾳ, ἐν ἐπορεύετο, στήλας βʹ, τὴν μὲν χρυσῆν τὴν δὲ ἀργυρῆν, τὸ μὲν ὕψος πηχῶν ιγʹ, τὸ δὲ πλάτος πηχῶν βʹ. ἐμοῦ δὲ μὴ πιστεύοντος, εἴ εἰσι σφυρήλατοι, ἔδοξέ μοι θῦσαι τῷ Ἡρακλεῖ καὶ ἐκτρυπῆσαι μίαν τῶν στηλῶν · ἐφάνη δέ μοι ὁλόχρυσος. ἐγένετο δέ μοι πάλιν ἀναπληρῶσαι τὸ τρύπημα, καὶ εὑρέθησαν χρυσοῖ ͵αφʹ ἀναλωθῆναι. ἐντεῦθεν δὲ ἀναζευγνύω δι’ἐρήμου καὶ κρημνώδους χώρας · ὑπὸ δὲ τῆς ὁμίχλης οὐκ ἦν ἰδεῖν τὸν παρεστῶτα ὅστις ποτέ ἐστιν. περὶ μὲν οὖν τῶν τόπων ταῦτα · ἐβαδίζομεν δὲ ἀνὰ παρασάγγας […] δι’ἡμερῶν εʹ καὶ ἤλθομεν ἐν ἡμέραις ζʹ ἐπὶ τὸν καλούμενον Θερμώδοντα ποταμόν, ὃς ἐξερεύγεται […] χώραν πεδινὴν καὶ εὐδαίμονα. ὧδε δὲ ᾤκουν Ἀμαζονίδες γυναῖκες τῷ μεγέθει καὶ κάλλει ὑπερέχουσαι καθ’ὑπερβολὴν τῶν λοιπῶν γυναικῶν καὶ κάλλιπποι. ἐσθῆτα δὲ φοροῦσιν ἀνθινήν · ὅπλοις δὲ ἐχρῶντο ἀργυραῖς ἀξίναις · σίδηρος δὲ καὶ χαλκὸς οὐκ ἦν παρ’αὐταῖς. συνέσει δὲ ἦσαν καὶ ἀγχινοίᾳ κεκασμέναι. καὶ παρέβαλλον τῷ δήμῳ παρὰ τὸν ποταμόν · οὐ γὰρ ἦν εἰς τὸ πέραν διαβῆναι, οὗ αἱ Ἀμαζόνες ᾤκουν. ἔστι γὰρ ποταμὸς μέγας καὶ ἀδιάβατος · ἔχει δὲ θηρίων πλῆθος καὶ λίθων μεγάλων. αὗται δὲ διαβᾶσαι παρετάξαντο ἡμῖν.

3.28

καὶ λαβόντες παρ’αὐτῶν φόρους ἀνεχωρήσαμεν ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν εἰς τὸν στενὸν τόπον · ἦν δὲ ἐκ δεξιῶν τόπος καὶ ὄρος ὑψηλόν, τὸ δὲ ἐξ ἀριστερῶν θάλασσα ἐπέκλυζεν. θύσαντες δὲ τῷ Ποσειδῶνι ἵππους πώλους ιʹ καὶ ἀναπαυσάμενοι ἀνεζεύξαμεν καὶ ἤλθαμεν ἐπὶ τὸν Ἄτλαντα ποταμόν. ἐκεῖ δὲ οὐκ ἦν ὁρᾶν οὔτε τὴν γῆν οὔτε τὸν οὐρανόν · ἦν δὲ ἔθνη πολλὰ καὶ παντοδαπὰ ἐκεῖ κατοικοῦντα · εἴδομεν γὰρ κυνοκεφάλους καὶ ἀκεφάλους ἀνθρώπους, οἵτινες τοὺς ὀφθαλμοὺς εἶχον ἐπὶ τῷ στήθει καὶ τὸ στόμα […]. ἀπὸ δὲ τοῦ τόπου τούτου ἦν γῆ ἀπέχουσα […] προσπλεύσαντες οὖν εὕρομεν πόλιν τοῦ Ἡλίου, ἧς ἦν περίμετρον σταδίων ρκʹ Ἡλιοπολίτης, πύργοι δὲ ἦσαν ιδʹ χρυσῷ καὶ σμαράγδῳ ᾠκοδομημένοι · τὸ δὲ τεῖχος ἐκ λίθου Ἰνδικοῦ. ἐν μέσῳ δὲ ἦν βωμὸς χρυσῷ καὶ σμαράγδῳ ᾠκοδομημένος, ἔχων ἀναβαθμοὺς ξʹ, ἐπάνω δὲ ἐφεστήκει ἅρμα ἵππων ἐκ χρυσοῦ καὶ σμαράγδου · ἰδεῖν δέ αὐτὰ οὐκ ἦν ῥᾳδίως διὰ τὴν ὀμίχλην. δὲ ἱερεὺς τοῦ Ἡλίου Αἰθίοψ ἦν […] εἶτα εὕραμεν σκότος · ἔδοξε δέ μοι πάλιν θῦσαι τῷ Ἡλίῳ. ἐπεὶ δὲ οὐχ εὑρήκαμεν φῶς, πάλιν ἀνεχωρήσαμεν καὶ ἤλθομεν ἐπὶ τὸν Τάναϊν ποταμόν, ὃς παρέρρει τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην, καὶ ἤλθομεν ἐπὶ τὰ Κύρου βασίλεια καὶ Ξέρξου καὶ κατελάβομεν πολλὰς καὶ σπουδαίας οἰκίας χρυσοῦ καὶ ἀργύρου γεμούσας καὶ ἐπίσημα ποτήριατε πολλὰ καὶ ἄλλα σπουδαῖα. ἦν δὲ οἶκος μέγας προμήκης, οὗ αὐτὸς βασιλεὺς εἴθιστο χρηματίζειν, ἐν ἔφασαν ὄρνεον ἀνθρωπίνῃ φωνῇ ἑρμηνεύειν ἡνίκα ἂν τὰς πρω ἦν γὰρ ἐν μέσῳ τῆς ὀροφῆς ὀρτυγοτροφεῖον χρυσοῦν κρεμώμενον, ἐν ἦν ὄρνεον ἡλίκον περιστερά · τοῦτο ἔφασαν ἑρμηνεύειν τοῖς βασιλεῦσιν · ἐν αὐτῷ δὲ ἔφασαν εἶναι χρόνον ἱκανόν. βουλομένου δέ μου καθελεῖν αὐτό, ὅπως ἀποστείλω σοι, ἱερεὺς ἔφασκεν αὐτὸ ἱερὸν εἶναι. ἔτι δὲ ἐν τοῖς βασιλείοις τοῖς ἐν Σούσοις ἔστιν κρατὴρ ἀργυροῦς χωρῶν μετρητὰς τξʹ, ὃν καὶ ἐξεμετρήσαμεν ἐν τῷ μεγάλῳ δείπνῳ, ὅτε τὴν θυσίαν ἐποιησάμεθα τῶν Σωτηρίων. ἦν δὲ οἶκος κατεσκευασμένος εἰς τὸν Ἑλληνικὸν ῥυθμόν, ἔνθα αὐτὸς βασιλεὺς εἴθιστο χρηματίζειν. ἐκεῖ ἔκειτο μὲν ἐν τῷ μέσῳ θρόνος χρυσοῦς · ὧδε ἔφασαν τὸν βασιλέα καθέζεσθαι, ὅταν πρέσβεσιν Ἕλλησι χρηματίζῃ. ἦν δὲ ἐνταῦθα καὶ Γλαύκου τέχνη, ἐναρμόνιος λύρα αὐτομάτως κρουομένη · κύκλῳ δὲ ἔκειτο τοῦ θρόνου κυλικεῖον χρυσοῦν πηχῶν ιϛʹ ἔχον ἀναβαθμοὺς ιβʹ καὶ ἄλλο παρὰ τοῦτο πηχῶν κζʹ · ἐπάνω δὲ ἐφεστήκει ἀετὸς χρυσοῦς ὑπερέχων ταῖς πτέρυξιν ὅλον τὸ κυλικεῖον. ἦν δὲ καὶ ἀναδενδρὰς ἑπτάκλαδος, ὅλη χρυσῆ, καὶ λεύκη καὶ πλάτανος καὶ μυρσίνη, πάντα ταῦτα εὖ εἰργασμένα. περὶ γὰρ τῶν λοιπῶν τί σοι μέλλω λέγειν; τοσαῦτα γὰρ ἦν, ὥστε ἀπὸ τοῦ πλήθους μὴ δύνασθαι αὐτὰ μνημονεύειν.

3.30

ταύτης δὲ τῆς ἐπιστολῆς πεμφθείσης Ὀλυμπιάδι τῇ μητρὶ μετ’ὀλίγας ἡμέρας, ὄντος αὐτοῦ ἐν Βαβυλῶνι καὶ μέλλοντος μεταλλάττειν τὸν βίον, μεγάλην τινὰ ἔμφασιν ποιεῖται τὸ δαιμόνιον καὶ σημείου γεναμένου τοῦδε. τῶν γὰρ ἐγχωρίων γυναικῶν τις ἔτεκε βρέφος, τὰ μὲν ἄνω μέλη τοῦ σώματος ἕως τοῦ ὀμφαλοῦ εἶχε πάντα παιδός, τὰ δὲ ὑποκάτω θηρίων ἀγρίων προτομαῖς ἐστεφανωμένα, ὥστε εἶναι ὅλον τὸν τύπον τῇ γραφομένῃ Σκύλλῃ παραπλήσιον, εἰ μὴ τῇ τῶν θηρίων ἀλλοιώσει καὶ τῷ πλήθει διήλλαττεν · ἦσαν γὰρ αἱ προτομαὶ λεόντων καὶ παρδάλεων καὶ λύκων. καὶ τούτων μὲν ἦσαν αἱ μορφαὶ κινούμεναι καὶ εὔδηλοι πᾶσιν […]. ἅμα δὲ τῷ τεκεῖν τὴν γυναῖκα τὸ προειρημένον βρέφος ἐμβαλοῦσα αὐτὸ εἰς τὸ προκόλπιον καὶ κατακαλύψασα παρεγένετο εἰς τὴν αὐλὴν Ἀλεξάνδρου καὶ λέγει · εἰσαγάγετέ με πρὸς τὸν βασιλέα · ἔχω γάρ τι περιχρήσιμον αὐτῷ ἐμφανίσαι. δὲ ἐτύγχανεν ἀναπαυόμενος ἔν τινι κοιτῶνι μέσον ἡμέρας · ὡς δὲ διηγέρθη καὶ ἤκουσε περὶ τῆς γυναικός, προσέταξε καλεῖν αὐτήν. δὲ εἰσελθοῦσα προσέταξε τοὺς ἔνδον μεταστῆναι · ἐξελθόντων δὲ πάντων ἀποκαλύψασα ἔδειξεν αὐτῷ τὸ γεννηθὲν τέρας φάσκουσα αὐτὴ τετοκέναι. ἰδὼν δὲ αὐτὸ Ἀλέξανδρος ἐθαύμασε καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους συγκαλεσάμενος ἐκέλευσε τὴν σύγκρισιν ποιήσασθαι περὶ τούτων, ἀπειλήσας αὐτοῖς θάνατον ζημίαν, ἐὰν μὴ εἴπωσι τὴν ἀλήθειαν. ἦσαν δὲ οἱ ἐπιδοξότατοι καὶ συνετώτατοι τῶν Χαλδαίων εʹ. μὲν εἷς αὐτῶν κατὰ μὲν τὴν τέχνην πολὺ διέφερεν, ὃς οὐκ ἐτύγχανε κατὰ τὴν πόλιν παρεπίδημος ὤν. οἱ δὲ παρόντες ἀπεφήναντο ἰσχυρότατον καὶ φοβερώτατον ἔσεσθαι τὸν Ἀλέξανδρον τοῖς πολεμίοις καὶ κυριεύειν πάντων τῶν ἀνθρώπων […] καὶ οὐδένα ἄλλον αὐτοῦ εἶναι καρτερώτερον. καὶ οὗτοι μὲν ταῦτα εἰπόντες ἀπηλλάγησαν · μετ’αὐτοὺς δὲ παραγίνεται ἄλλος Χαλδαῖος ἐκ τῆς ἀποδημίας πρὸς Ἀλέξανδρον καὶ ἰδὼν τὴν διάθεσιν τοῦ σημείου ἀνεβόησε μέγα καὶ τὸ ἱμάτιον διέρρηξε δεινοπαθῶν καὶ ἐδάκρυεν ἐπὶ τῇ μεταλλαγῇ τῇ μελλούσῃ γενέσθαι περὶ τὸν τηλικοῦτον Ἀλέξανδρον. δὲ Ἀλέξανδρος ἰδὼν αὐτὸν περιπαθῆ γενόμενον ἠγωνίασεν οὐ μετρίως καὶ ἐκέλευσεν αὐτὸν θαρροῦντα λέγειν τὰ ἐκ τοῦ σημείου θεωρούμενα. δὲ λέγει αὐτῷ τάδε · βασιλεῦ, οὐκέτι σὺ ἐν τοῖς ζῶσι καταρίθμητος εἶ, ἀλλὰ τὸ σῶμά σου λέλοιπε τὴν ἀνθρωπίνην φύσιν. τοῦ δὲ Ἀλεξάνδρου ἀπαιτοῦντος αὐτὸν περὶ τοῦ τυχόντος ἀπεκρίθη αὐτῷ · κράτιστε πάντων, μὲν τύπος ἀνθρώπινος σὺ εἶ, τῶν δὲ θηρίων αἱ μορφαὶ οἱ περί σε ὄντες. εἰ μὲν οὖν τὸ ἄνω μέρος ἔζη καὶ ἐν κινήσει ἦν, καθάπερ καὶ τὰ ζῷα τὰ ὑπὸ τοῦτο ὄντα […] ὥσπερ οὖν καὶ τοῦτο μετέστη ἐκ τοῦ ζῆν, οὕτω καὶ σὺ κεχώρισαι εἰς τοὺς μηκέτι ὄντας, καὶ ὃν τρόπον τὰ θηρία τὰ ὑπὸ τοῦτο ὄντα οὐ συμφωνοῦσιν, ἀλλὰ ἔχουσιν ἄγριον τὴν διάθεσιν πρὸς τοὺς ἀνθρώπους, οὕτως καὶ οἱ περί σε ὄντες διάκεινται πρός σε. ἔσται δὲ πολὺς συγκλυσμὸς σοι κατὰ τὴν οἰκουμένην σοῦ τελευτήσαντος, τῶν περί σε διενεγκάντων καὶ περὶ αὐτοὺς ἀκροφώνουν. οὕτως ταῦτα εἰπὼν ἐξῆλθεν ἔξω, τὸ δὲ βρέφος κατακαῦσαι ἔκρινεν Χαλδαῖος. δὲ Ἀλέξανδρος ἀκούσας ταῦτα εἶπεν · Ζεῦ, τὴν μὲν ἐπιβολὴν δοίης ἡμᾶς ἐπὶ τέλος ἄγειν · εἰ δὲ οὕτως σοι ἔδοξε, δέχου κἀμὲ τρίτον ὄντα θνητόν. τοῦτο δὲ ἐβούλετο λέγειν, ὅτι καὶ Διόνυσος διὰ τὴν ἐπιφάνειαν τῶν ὑφ’ἑαυτοῦ κατεργασθέντων μετὰ τῶν θεῶν ἐστίν, ὡσαύτως δὲ καὶ Ἡρακλῆς · τρίτον δὲ καὶ ἑαυτὸν ἔκρινε διὰ τῶν ἔργων τῶν ἀποδεδειγμένων εἰς ἅπασαν τὴν οἰκουμένην ἄξιον τοῖς θεοῖς συνέστιον γενέσθαι.

3.31

τῆς δὲ μητρὸς αὐτοῦ Ὀλυμπιάδος πλεονάκις γραφούσης περὶ τοῦ Ἀντιπάτρου καὶ δεινοπαθούσης, ὡς σκυβαλίζεται μήτηρ οὖσα Ἀλεξάνδρου καὶ λέγει μὲν Ἀντίπατρος βούλεται, καταγράφει δὲ αὐτῆς ἀτοπίαν · (καὶ διὰ ταῦτα πάλιν φαμένη εἰς Ἤπειρον διαδραμεῖν ἐβούλετο) Ἀλέξανδρος (διέγνω γὰρ τὴν ἐνεστῶσαν πρὸς τὴν μητέρα Ἀντιπάτρου λῦσαι ἔχθραν καὶ μεταπέμψασθαι τὸν Ἀντίπατρον πρὸς αὑτόν) εἰς Μακεδονίαν ἀπέστειλε Κράτερον. αἰσθόμενος οὖν Ἀντίπατρος τὴν ἐπίνοιαν Ἀλέξάνδρου τῆς στρατιωτικῆς λειτουργίας ἐπεβούλευεν αὐτῷ φόνον, εὐλαβούμενος μήποτε εἰς προπηλακισμὸν ἔλθῃ. καὶ γὰρ ἤκουε καὶ διελογίζετο τὸν Ἀλέξανδρον ἐπιδεδωκέναι πολὺ πρὸς ὑπερηφανίαν διὰ τὰς ἐπιτετευγμένας αὐτῷ πράξεις. μεταπεμψάμενος οὖν τὸ τοξικὸν φάρμακον, οὗ τὴν δύναμιν ᾔδει δεινὴν οὖσαν, καὶ ἐμβαλὼν εἰς ἡμιόνου χηλὴν ἐξεσμένην πρὸς τὸ διασώζεσθαι τὸ πλῆθος τοῦ φαρμάκου (ἕτερον γὰρ ἀγγεῖον οὔτε χαλκοῦν οὔτε κεράμινον κατίσχυεν ὑπενέγκαι τὴν δύναμιν, ἀλλ’εὐθέως ἐρρήσσετο) καὶ περικαθάψας πυξίδα σιδηρᾶν ἔδωκε Κασάνδρῳ τῷ υἱῷ καὶ ἐξαπέστειλε ποιῆσαι ξένια Ἀλεξάνδρῳ λόγῳ συλλαλήσοντα Ἰόλλᾳ ἀδελφῷ περὶ τῆς τοῦ φαρμάκου δόσεως. ἀφικόμενος δὲ Κάσανδρος εἰς Βαβυλῶνα καὶ καταλαβὼν τὸν Ἀλέξανδρον περὶ τὰς θυσίας ὄντα καὶ ὑποδοχὰς ξένων συνελάλησε τῷ Ἰόλλᾳ, ἀρχιοινοχόῳ ὄντι τοῦ Ἀλεξάνδρου. τὸν δὲ Ἰόλλαν ἔτυχεν ὀλίγαις ἡμέραις πρότερον Ἀλέξανδρος ῥάβδῳ καθιγμένος κατὰ τῆς κεφαλῆς διά τινα αἰτίαν ἐξ ἀταξίας γεγενημένην, ὅθεν νεανίσκος προχείρως ὀργιζόμενος ἀσμένως ὑπήκουσε πρὸς τὸ παρανόμημα. καὶ παρέλαβε Μήδιον Θεσσαλὸν Ἀλεξάνδρου μὲν ὄντα φίλον, ἑαυτοῦ δὲ ἐραστήν. οὗτος δὲ συνηδικημένος τῷ Ἰόλλᾳ διὰ τὴν διάθεσιν διετάξατο πρὸς αὐτὸν ὡς δώσων τὸ φάρμακον πιεῖν. τοῦ δὲ Ἀλεξάνδρου ἡδέως γενομένου μετὰ τῶν παρόντων φίλων καὶ τεχνιτῶν καὶ τῶν περὶ τὸν Διόνυσον (πολλοὶ γὰρ ἀπήντων εἰς ἄνεσιν ἐν Βαβυλῶνι τὸν Ἀλέξανδρον στεφανώσαντες καὶ κατ’ἰδίαν ἀγωνισάμενοι τὴν ἐπιφάνειαν ἡδέως γενομένου ἐπῆγον […] ἐξαναστάντος καὶ ἀναπαύεσθαι βουλομένου προσῆλθεν αὐτῷ Μήδιος ἀξιῶν αὐτὸν εἰσελθεῖν πρὸς τοὺς ἑαυτοῦ φίλους, φάμενος αὐτῷ συνῆχθαι τοὺς ἀναγκαιοτάτους τῶν φίλων. τοιαῦτα δὲ αὐτοῦ διαλεχθέντος συνθεὶς Ἀλέξανδρος τῇ τοῦ Μηδίου ψυχαγωγίᾳ παραγίνεται εἰς τὸ συμπόσιον. ἦσαν δὲ οἱ παρόντες κʹ · Περδίκκας Μελέαγρος Πύθων Λεόννατος Κάσανδρος Πευκέστης Πτολεμαῖος Λυσίμαχος, Φίλιππος ἰατρός, Νέαρχος Κρής, Στασάνωρ, Ἡρακλείδης Θρᾷξ […] Εὐρώπιος, Ἀρίστων Φαρσάλιος, Φίλιππος μηχανικός, Φιλώτας, Μένανδρος […] τούτων δὲ τὸ μέλλον γίνεσθαι Περδίκκαςτε καὶ Πτολεμαῖος Ὀλκίας Λυσίμαχος Εὐμένης Ἄσανδρος οὐκ ᾔδεσαν, οἱ δὲ ἄλλοι πάντες μετειλήφασι τῆς πράξεως καὶ συμπεφωνηκότες ἦσαν πρὸς τὸν Ἰόλλαν καὶ Κάσανδρον καὶ δεδωκότες ὅρκους. ἐπεθύμουν γὰρ ἤδη πραγμάτων καὶ τὰ τοῦ Ἀλεξάνδρου ὑφορῶντο καὶ τὸ τῆς ψυχῆς ὑπέρογκον αὐτοῦ καταπλαγέντες. τοῦ δὲ Ἀλεξάνδρου ἀνακλινθέντος προσήνεγκεν αὐτῷ Ἰόλλας τὸ ποτήριον. εἶθ’οὕτως τοῖς παροῦσι λόγου ἐμπεσόντος διατριβῆς ἕνεκεν, τοῦ πότου διεληλυθότος ἱκανὸν χρόνον, ἐξαίφνης Ἀλέξανδρος ἀνεβόησεν ὡς τόξῳ πεπληγὼς εἰς τὸ ἧπαρ · μικρὸν δὲ ἐπισχὼν χρόνον καὶ τὴν ὀδύνην καρτερήσας ἀπῄει πρὸς ἑαυτόν, ἐντειλάμενος τοῖς παροῦσι πίνειν.

3.32

οἱ δὲ ἀγωνιάσαντες ἔλυσαν παραχρῆμα τὸ συμπόσιον, ἔξωθεν καραδοκοῦντες τὸ συμβησόμενον. δὲ Ἀλέξανδρος ἀπερᾶσαι βουλόμενος τὸ πολὺ τοῦ οἴνου ᾔτησε πτερόν · εἴθιστο γὰρ οὕτως ἐμεῖν. δὲ Ἰόλλας περιχρίσας τῷ φαρμάκῳ ἔδωκεν αὐτῷ · διὸ πολὺ ἐνήργει τὸ φάρμακον, ἀκρατέστερον εἰς τὸ σῶμα προσενεχθέν. σπαραχθεὶς δὲ διὰ κενῆς Ἀλέξανδρος καὶ συσχεθεὶς ὀδύναις ἐξαισίοις διενυκτέρευεν ὑπομένων καρτερικῶς. τῇ οὖν ἐρχομένῃ ἡμέρᾳ συνορῶν ἑαυτὸν ἐν κακοῖς διακείμενον καὶ λαλοῦντα ἀσαφῶς διὰ τὸ τὴν γλῶτταν ἤδη συνοιδᾶν μετεστήσατο πάντας, εἰ δύναιτο ἡσυχίας τυχεῖν καὶ ἰδιάσαι καὶ διαλεχθῆναι πρὸς ἑαυτὸν περὶ ὧν ἤθελεν. δὲ Κάσανδρος συμφωνήσας πρὸς τὸν ἀδελφὸν ὑπὸ νύκτα ἀπῆλθεν · παραγενόμενος δὲ αὐτοῦ εἰς ὅρους τοὺς Κίλικας αὐτοῦ ὑπομένει ἐκεῖ τὴν Ἰόλλα παρουσίαν · συγκείμενον γὰρ ἦν τῷ Ἰόλλᾳ, ἐὰν τελευτήσῃ Ἀλέξανδρος, ἀπαλλαγῆναι πάντως. τὸν δὲ ἄνδρα τῆς τροφοῦ ἀπέστειλεν ἐν Μακεδονίᾳ κατὰ θάλατταν πρὸς τὸν πατέρα, διὰ σημείων γράψας ὡς ἐχούσης τῆς πράξεως τέλος. δὲ Ἀλέξανδρος νυκτὸς γεναμένης πάντας ἐκέλευσεν ἐκ τοῦ οἴκου μετελθεῖν καὶ τὰ παιδισκάρια ἅμα τὰ ἄνηβα τὰ παρεστηκότα, ἐν οἷς καὶ Καμβοβάφην καὶ Ῥωξάνην τὴν ἑαυτοῦ γυναῖκα ἐξέπεμψεν. ἦν δὲ ἐκ τοῦ οἴκου θύρα τις φέρουσα ἐπὶ τὸν ποταμὸν τὸν καλούμενον Εὐφράτην, ὃς διὰ μέσης τῆς Βαβυλῶνος διαρρεῖ. ταύτην ἐκέλευσεν ἀνοῖξαι καὶ μηδένα προσεδρεύειν παρ’αὐτῇ, ὃν τρόπον εἰώθεισαν φυλάττειν. ἀναχωρησάντων δὲ πάντων καὶ τῆς ὥρας μεσονυκτίου γενομένης ἐξαναστὰς Ἀλέξανδρος ἐκ τῆς κλίνης ἀπέσβεσε τὸν λύχνον καὶ τῆς θύρας ἐξελθὼν τετραποδιστὶ ἐπορεύετο πρὸς τὸν ποταμὸν γενόμενος. προσελθὼν δὲ πλησίον περιεβλέψατο καὶ εἶδε τὴν ἑαυτοῦ γυναῖκα Ῥωξάνην προστρέχουσαν αὐτῷ, ὑπονοήσασα ἐν τῇ μεταστάσει τῇ αὑτῆς καὶ πάντων, ὡς διενοεῖτο ἐγχειρεῖν τι ἄξιον τῆς ἑαυτοῦ τόλμης, ἐπηκολούθει τῇ κρυφαίᾳ ἐξόδῳ αὐτοῦ ἐν τῷ σκότῳ καὶ τῷ στεναγμῷ τοῦ Ἀλεξάνδρου, σπανίως μὲν ἀναφωνοῦντος, ὁδηγοῦντος δὲ τῷ στεναγμῷ τὴν Ῥωξάνην τὴν δὲ ἐπακολουθήσασαν. ὡς δὲ ἡσύχασεν, ἥδε αὐτὸν περιλαβοῦσα εἶπεν […] Ῥωξάνη, μικρὰ εἴη σεαυτὴν χάρις τὴν ἐμὴν δόξαν ἀφαιρεῖσθαι · πλὴν ὅπως ταῦτα μηδεὶς ἀκούσῃ . πάλιν δὲ ὑπ’αὐτῆς κατεχόμενος λάθρᾳ ἀπῆλθεν εἰς τὸν οἶκον. ἡμέρας δὲ γενομένης ἐκέλευσε Περδίκκαν καὶ Πτολεμαῖον καὶ Λυσίμαχον εἰσελθεῖν καὶ εἶπε πρὸς αὐτούς, ὅπως ἄλλος μὴ εἰσπορευθῇ πρὸς αὐτόν, μέχρις ἂν διάθηται περὶ τῶν πραγμάτων. δὲ ἐτράπετο πρὸς τὸ γράφειν τὴν διαθήκην, παρακαθισάμενος ἑαυτῷ Κομβάρην καὶ Ἑρμογένην ἄνηβα παιδάρια. δὲ Περδίκκας ὑπονοήσας τὸν Ἀλέξανδρον καταλελοιπέναι τὰ πράγματα Πτολεμαίῳ διὰ τὸ πολλάκις πρὸς αὐτὸν εἰρηκέναι ὑπὲρ τῆς Πτολεμαίου γενέσεως, ἔτι δὲ καὶ τὴν Ὀλυμπιάδα πεποιηκέναι φανερόν, ὡς ἦν ἐκ Φιλίππου, λαβὼν τὸν Πτολεμαῖον κατὰ μόνας ἐξορκίζει, εἰ γίνεται τῶν Ἀλεξάνδρου πραγμάτων διάδοχος, μερίζειν τὰ πράγματα αὐτῷ τὰ κοινῇ συγκριθέντα. τὸν δὲ ὅρκον ὑπομείνας Πτολεμαῖος καὶ οὐδεμίαν ἔννοιαν ἔχων ὑπὲρ ὧν Περδίκκας ὑπενόει, καὶ αὐτὸς νομίζων τὸν Περδίκκαν διάδοχον εἶναι τῶν πραγμάτων διὰ τὸ πολὺ πρότερον παρ’Ἀλεξάνδρῳ πάντων κατὰ ἀνδρείαν καὶ φρόνησιν ἡγῆσθαι, ὁρκίζει αὐτὸν τὸν αὐτὸν ὅρκον ἐν μέρει. δὲ Ἀλέξανδρος ἐκείνην τὴν ἡμέραν καὶ τὴν ἐπιγιγνομένην νύκτα γενόμενος πρὸς τὸ γράφειν ἐκέλευσε πρὸς αὑτὸν καλεῖν τὸν Περδίκκαν καὶ Ὀλκίαν καὶ Πτολεμαῖον καὶ Λυσίμαχον. οὗτοι μὲν εἰσῆλθον, καὶ ἐξαίφνης ἐκ τῶν Μακεδόνων πάντων ἐγένετο βοὴ καὶ συνδρομὴ πρὸς τὴν αὐλὴν Ἀλεξάνδρου, φαμένων ἀνελεῖν τοὺς σωματοφύλακας, εἰ μὴ δείξωσιν αὐτοῖς τὸν βασιλέα. τοῦ δὲ Ἀλεξάνδρου πυθομένου, τίς θόρυβος, προσελθὼν Περδίκκας ἐδίδαξεν αὐτὸν τὰ λεγόμενα ὑπὸ τῶν Μακεδόνων. προσέταξεν οὖν τὴν κλίνην ἀναρθῆναι εἰς ἕνα τόπον τοιοῦτον, ὥστε τὴν δύναμιν παραπορευομένην ὁρᾶν, εἰσάγειν δὲ αὐτοὺς καὶ στρατηγίας μονοχίτωνας καὶ δι’ἑτέρας θύρας ἐξαγαγεῖν, ὅπως μή τι οὖν νεωτερίσωσιν. παραγγείλαντος δὲ τοῦ Περδίκκα τοῖς Μακεδόσι τὰ προσταχθέντα ὑπὸ τοῦ βασιλέως εἰσεπορεύοντο οἱ Μακεδόνες, διεξιόντες καὶ παραθαρσύνοντες αὐτόν, καὶ οὐκ ἦν ὃς οὐκ ἐδάκρυεν ἐπὶ τῷ γεγονότι συμπτώματι περὶ τὸν τηλικοῦτον βασιλέα. Πευκόλαος δέ τις ἐξ αὐτῶν, ἀνὴρ τῷ μὲν εἴδει οὐκ ἀπρεπής, ἰδιώτης δὲ καὶ οὐδεμιᾶς τάξεως ὑφηγούμενος, πλησίον στὰς τοῦ Ἀλεξάνδρου εἶπεν · ἐπ’ἀγαθῷ μὲν σου Ἀλέξανδρε Φίλιππος τῆς Μακεδονίας ἦρξεν, ἐπ’ἀγαθῷ δὲ καὶ σύ . μεταλαβὼν τὴν φωνὴν Μακεδονιστὶ εἶπεν δακρύων · σὺ ἡμᾶς ἐὰν ἀπολείψῃς, ἀπόλωλε Μακεδονία · σοῦ τελευτῶντος καλόν ἐστι καὶ Μακεδόνας συναποθανεῖν σοι τῷ ποιήσαντι Μακεδονίαν ἀξίαν τοῦ Διός . δὲ Ἀλέξανδρος δακρύων ἐξέτεινε τὴν χεῖρα τὴν δεξιὰν καὶ λαβὼν τοῦ Μακεδόνος τῆς χειρὸς ἔμφασιν ἐποιεῖτο παρακλήσεως.

3.33

ἐπεὶ δὲ παρῆλθον οἱ Μακεδόνες, μετεκαλέσατο πάλιν τοὺς περὶ τὸν Περδίκκαν · Ὀλκίαν δὲ κατασχὼν ἐκέλευσεν ἀναγινώσκειν τὴν διαθήκην. ἔστι δὲ τοῦ μερισμοῦ τῆς διαθήκης ἀντίγραφον τὸ ὑποτεταγμένον, ἔλαβε παρὰ Ἀλεξάνδρου Ὀλκίας. βασιλεὺς Ἀλέξανδρος υἱὸς Ἄμμωνος καὶ Ὀλυμπιάδος Ῥοδίων τάγμασι καὶ ἄρχουσι βουλῇ δήμῳ χαίρειν. ἡμεῖς τὰς πρὸς Ἡρακλέους τοῦ προγόνου ἡμῶν στήλας ὁρισθείσας ὑπερβαλόντες καὶ τοῦ πεπρωμένου μετὰ τῆς τῶν θεῶν προνοίας δὲ τυγχάνειν μέλλοντες ἐκρίναμεν ἐπιστεῖλαι ὑμῖν ἅπερ ἐγνώκαμεν, ἡγούμενοι μάλιστα ὑμᾶς τῶν Ἑλλήνων ἐπιτηδείους φύλακας τῶν ὑπ’ἐμοῦ κατεργασθέντων πόνων, ἅμα δὲ καὶ ἀγαπῶντες τὴν ὑμετέραν πόλιν. διὸ καὶ ἐγράψαμεν τὴν φρουρὰν ἐξαγαγεῖν τῆς πόλεως, ὅπως μετέχουσα τῆς παρρησίας εἰς τὸν αἰῶνα διαφυλάττῃ τὴν ἐλευθερίαν, ἅμα δὲ καὶ βουλόμενος διαφυλαχθῆναι παρ’ὑμῖν τὸ ἡμέτερον τίμιον. οἴδαμεν γὰρ τὴν πόλιν ὑμῶν εὐχάριστον οὖσαν καὶ μνήμης ἀξίαν · διὸ καὶ φανησόμεθα πεφροντικότες αὐτῆς οὐχ ἧσσον τῆς ἰδίας πατρίδος καὶ ἡμῶν ἀξίως. ἐποιησάμεθα γὰρ τὴν διαίρεσιν τῶν πραγμάτων τοιαύτην, διδόντες μετὰ παρρησίας τὴν χώραν ἑκάστῳ, ἀρχόμενοι πρῶτον ἀφ’ἧς γεννηθέντες εἰς τοῦτο προήλθομεν δόξης. συντετάχαμεν δὲ τοῖς ἐπιμεληταῖς τῶν χωρίων ἀποστεῖλαι ἐκ τῆς σατραπείας χρυσοῦ νενομισμένου τάλαντα ͵αʹ τοῖς κατ’Αἴγυπτον ἱεροῖς καὶ τὸ σῶμα ἡμῶν συντετάχαμεν ἵνα ἀποκομισθῇ. τὴν δὲ διάταξιν τῆς ἰδίας ταφῆς, ὡς ἂν οἱ ἱερεῖς οἱ κατ’Αἴγυπτον κρίνωσιν, καὶ ἡμεῖς συγχωροῦμεν. ἐνετειλάμεθα δὲ καὶ Θήβας ἃς ἐπανορθοῦν ἐκ τῶν βασιλικῶν χρημάτων, ἱκανῶς κρίναντες ἠτυχηκέναι καὶ σεσωφρονισμένους ἀξίως τῶν ἡμαρτημένων εἰς ἡμᾶς. δίδοσθαι δὲ καὶ σῖτον ἀπὸ τῆς Μακεδονίας Θηβαίοις τοῖς κατερχομένοις εἰς Θήβας, ἄχρις ἂν εὐανδρήσῃ χώρα. συντετάχαμεν δὲ καὶ ὑμῖν δοῦναι εἰς τὴν ἐπισκευὴν τῆς πόλεως χρυσοῦ τάλαντα τεʹ καὶ τριήρεις οζʹ, ὅπως ἀσφαλῶς ἐλεύθεροι ἦτε, καὶ σίτου ἐλευθερίας ἐξ Αἰγύπτου δωρεὰν κατ’ἐνιαυτὸν πυροῦ μεδίμνους ͵βʹ καὶ ἐκ τῆς Ἀσίας διὰ τῶν οἰκονόμων καὶ ἐκ τῶν σύνεγγυς ὑμῖν χωρῶν πυροῦ μεδίμνους ͵βʹ · καὶ χώραν ὑμῖν καταμετρῆσαι, ὅπως ἔχητε ἐν τῷ λοιπῷ χρόνῳ αὐτάρκη σῖτον καὶ μηδενὸς δέησθε, ἔχητε δὲ τῆς πόλεως ὑμῶν ἀξίως. ταῦτα τῷτε ἐπὶ Μακεδονίας ἐπιμελητῇ Κρατερῷ ἐντετάλμεθα καὶ τῷ Αἰγύπτου σατράπῃ Πτολεμαίῳ καὶ τοῖς κατὰ τὴν Ἀσίαν Περδίκκᾳ καὶ Ἀντιγόνῳ. ὑμῖν δὲ πάλιν ἐντελλόμεθα λαβόντας τὴν ἐπιστολὴν παρὰ Ὀλκία τοῦ ἀποδιδόντος ὑμῖν αὐτὴν τὸ συμφέρον τὸ ἴδιον σταθμωμένους μὴ ἀγνοῆσαι, ὅτι δὲ ὑμῖν ἀνεῖται τοῦτο βραβεύειν πρὸς τὸ τὴν ὑμετέραν πόλιν συναύξειν. μάλιστα δὲ πέπεισμαι πειθαρχεῖν ὑμᾶς τοῖς ἐμοῖς λόγοις. Πτολεμαῖος δὲ τοῦ ἐμοῦ σώματος γιγνόμενος φύλαξ καὶ ὑμῶν φροντίσει · ὅτι δὲ συνοίσει ὑμῖν, δεδείχαμεν κατ’ἰδίαν. μὴ οὖν νομίζετε παρατεθεῖσθαι τὴν διαθήκην ὑμῖν εἰκῇ. τοὺς δὲ ἐπιμελητὰς τῆς βασιλείας βραβεύειν, εἴ τις δὴ ἔκ τινος θεωρίας τῶν ἐπιμελητῶν διαίρεσις. ἀποδείκνυσι βασιλεὺς Ἀλέξανδρος Ἄμμωνος καὶ Ὀλυμπιάδος υἱὸς βασιλέα Μακεδονίας ἐπὶ μὲν τοῦ παρόντος Ἀρριδαῖον τὸν υἱὸν Φιλίππου. ἐὰν δὲ γένηται ἐκ Ῥωξάνης υἱὸς Ἀλεξάνδρῳ, ἐκεῖνον εἶναι βασιλέα καὶ ὄνομα ἐπιτεθῆναι αὐτῷ, ἂν δόξῃ Μακεδόσιν. ἐὰν δὲ θῆλυ γεννηθῇ ἐκ Ῥωξάνης, ἑλέσθωσαν Μακεδόνες ὃν ἂν βούλωνται βασιλέα, ἐὰν μὴ βούλωνται Ἀρριδαῖον τὸν Φιλίππου υἱόν. δὲ αἱρεθεὶς διαφυλαττέτω τὴν τῶν Ἀργειαδῶν ἀρχήν, καὶ συντελείτωσαν Μακεδόνες Ἀργειάδαις μετὰ τοῦ βασιλέως τὰ νομιζόμενα. ἐφειμένον δὲ ἔστω Ὀλυμπιάδι τῇ μητρὶ Ἀλεξάνδρου κατοικεῖν ἐν Ῥόδῳ, ἐὰν Ῥόδιοι συνδοκήσωσιν · οὐ γάρ ἐστιν ἐξουσία πράσσειν τι ἄνευ Ῥοδίων. ἐὰν δὲ μὴ βούληται κατοικεῖν ἐν Ῥόδῳ, γιγνέσθω ὅπου ἂν βούληται, λαμβάνουσα τὰς αὐτὰς προσόδους ἃς καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ υἱοῦ αὐτῆς ἐλάμβανεν. ἄχρι τοῦ δόξαι Μακεδόσι βασιλέα ἀποδεῖξαι, βασιλεὺς Ἀλέξανδρος Ἄμμωνος καὶ Ὀλυμπιάδος υἱὸς ἀποδείκνυσιν ἐπιμελητὰς τῆς ἑαυτοῦ βασιλείας πάσης Μακεδονίας μὲν Κρατερὸν καὶ γυναῖκα τούτῳ Κυνάνην τὴν Φιλίππου θυγατέρα τοῦ γενομένου βασιλέως Μακεδονίας, Λυσίμαχον δὲ ἐπὶ Θρᾴκης καὶ γυναῖκα τούτῳ Θεσσαλονίκην τὴν Φιλίππου τοῦ βασιλέως γενομένου Μακεδόνων θυγατέρα · δίδωσι δὲ τὴν ἐφ’Ἑλλησπόντῳ σατραπείαν Λεοννάτῳ καὶ γυναῖκα τούτῳ Κλεοδίκην τὴν ἀδελφὴν Ὀλκίου, Παφλαγονίαν δὲ καὶ Καππαδοκίαν Εὐμένει τῷ ὑπομνηματογράφῳ. τοὺς δὲ νησιώτας ἀφίησιν ἐλευθέρους καὶ ἐπιτρόπους αὐτῶν Ῥοδίους εἶναι · Παμφυλίαν δὲ καὶ Κιλικίαν Ἀντιγόνῳ […] τούτων δὲ πάντων μέχρι τῶν ἐντὸς Ἅλυος ποταμοῦ χώρα ἀρχέτω. τῆς δὲ Βαβυλῶνος καὶ τῆς προσηκούσης αὐτῇ Σέλευκον ὁπλοφόρον. Φοινίκην δὲ καὶ Συρίαν τὴν κοίλην καλουμένην Μελεάγρῳ. Αἴγυπτον δὲ Περδίκκᾳ καὶ Λιβυκὴν καὶ Πτολεμαίῳ καὶ γυναῖκα τούτῳ Κλεοπάτραν τὴν ἀδελφὴν Ἀλεξάνδρου. τοῖς δὲ ἐπάνω τῇ τῆς Βαβυλωνίας χώρας στρατάρχην καὶ ἐπιμελητὴν Φανοκράτην καὶ γυναῖκα τούτῳ Ῥωξάνην τὴν Βακτριανήν. προστάσσω δὲ τοῖς ἐπιμεληταῖς τῆς βασιλείας κατασκευάσαι πύελον χρυσᾶν ἀπὸ ταλάντων σʹ, εἰς ἣν τεθήσεται τὸ Ἀλεξάνδρου σῶμα τοῦ Μακεδονίας βασιλέως. ἀποστεῖλαι δὲ καὶ Μακεδόνας τοὺς πρεσβυτέρους καὶ ἠσθενηκότας εἰς Μακεδονίαν καὶ Θεσσαλῶν τοὺς ὁμοίως διακειμένους · δοθήτω δὲ χρυσίου τάλαντα γʹ. ἀποστεῖλαι δὲ εἰς Ἄργος τὴν Ἀλεξάνδρου τοῦ βασιλέως πανοπλίαν καὶ χρυσοῦ νενομισμένου τάλαντα νʹ τῷ Ἡρακλεῖ ἀκροθίνια τοῦ πολέμου στρατιᾶς. ἀποστεῖλαι δὲ καὶ εἰς Δελφοὺς τῶν ἐλεφάντων τοὺς ὀδόντας καὶ τῶν δρακόντων τὰς δορὰς καὶ φιάλας χρυσᾶς ιγʹ ἀκροθίνια τῆς στρατείας. δοθήτω δὲ καὶ Μιλησίοις εἰς ἐπισκευὴν τῆς πόλεως χρυσίου νενομισμένου τάλαντα ρνʹ καὶ Κνιδίοις γέατ. βούλομαι δὲ καὶ Περδίκκαν, ὃν καταλείπω βασιλέα Αἰγύπτου σὺν τῇ κτιζομένῃ Ἀλεξανδρείᾳ […] ὥστε μένειν μακαρίαν μελομένην τῷ πάντων δεσπόζοντι μεγάλῳ Σεράπιδι. καὶ ἀνθρώπων καταστῆναι ἐπιμελητὴν τῆς πόλεως, ὃς κληθήσεται ἱερεὺς Ἀλεξάνδρου καὶ προσελεύσεται ταῖς μεγίσταις πόλεως δόξαις, κεκοσμημένος χρυσέῳ στεφάνῳ καὶ πορφυρίδι, λαμβάνων ἐνιαύσιον τάλαντον. καὶ οὗτος ἔσται ἀνύβριστος καὶ πάσης λειτουργίας ἀπολυθήσεται · λήψεται δὲ τοιοῦτος τὴν τάξιν ταύτην διαφέρων ἐν γένει τῶν ἄλλων πάντων, καὶ μενεῖ αὕτη δωρεὰ αὐτῷτε καὶ ἐκγόνοις. ἀποδείκνυσι βασιλεὺς Ἀλέξανδρος Ἰνδικῆς βασιλέα τῆς μὲν παρατεινούσης παρὰ τῷ Ὑδάσπῃ ποταμῷ Ταξίλην, τῆς δὲ περιεχομένης ἀπὸ τοῦ Ὑδάσπου μέχρις Ἰνδοῦ ποταμοῦ Πῶρον, ἐπὶ δὲ Παροπανισαδῶν Ὀξυδράκην τὸν Βακτριανὸν τὸν Ῥωξάνης πατέρα τῆς Ἀλεξάνδρου γυναικός. τὴν δὲ Ἀραχωσίαν […] καὶ Δραγγηνὴν […] τὴν Βακτριανὴν καὶ Σουσιανὴν Φιλίππῳ, τὴν δὲ Παρθυαίαν καὶ τὰ ἐχόμενα τῆς Ὑρκανίας Φραταφέρνῃ, Καρμανίαν δὲ Τληπολέμῳ, τὴν δὲ Περσίδα Πευκέστῃ. σατράπῃ Ὀξύντην μεταστῆσαι ἐπὶ τῆς Μηδίας. ἀποδεικνύει βασιλεὺς Ἀλέξανδρος βασιλέα τῆς Ἰλλυρίδος Ὀλκίαν · δίδωσι καὶ ἵππους ἄγεσθαι ἐκ τῆς Ἀσίας φʹ, τάλαντα ͵γʹ · ἀπὸ δὲ τούτων κατασκευασάτω ἱερὸν καὶ ἀναθέτω ἀνδριάντας Ἄμμωνος Ἡρακλέους Ἀθηνᾶς Ὀλυμπιάδος Φιλίππου. ἀναθέτωσαν δὲ καὶ οἱ τῆς βασιλείας ἐπιμεληταὶ εἰκόνας Ὀλκίου περίμετρον ἐν ἀγγυίραο καὶ ἀνδριάντας κεχρυσωμένους ἐν Δελφοῖς. ἀναθέτω δὲ καὶ Περδίκκας εἰκόνας χαλκᾶς Ἀλεξάνδρου Ἄμμωνος Ἡρακλέους Ὀλυμπιάδος Φιλίππου. τούτων δὲ πάντων ἔστωσαν θεοὶ ἐπόπται Ὀλύμπιοι, Ἡρακλῆς πρῶτος γενάρχης Ἀλεξάνδρου τοῦ βασιλέως […] ἐλθὼν δὲ πρὸς αὐτὸν Πτολεμαῖος εἶπεν · Ἀλέξανδρε, τίνι καταλείπεις τὴν βασιλείαν; λέγει · τῷ ἰσχύοντι θέλοντι σῴζοντι συντελοῦντι. ταῦτα δὲ αὐτοῦ εἰπόντος εὐθὺς ἐγένετο ὁμίχλη περὶ τὸν ἀέρα καὶ σκότος καὶ ἐφάνη μέγας ἀστὴρ πεσὼν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν θάλασσαν, καὶ σὺν αὐτῷ ἀετὸς μέγας, καὶ τὸ χαλκοῦν ἄγαλμα Διὸς τὸ ἐν Βαβυλῶνι ἐκινήθη. δὲ ἀστὴρ πάλιν ἀνῆλθεν εἰς τὸν οὐρανὸν καὶ ἀετὸς σὺν αὐτῷ ἔχων ἀστέρα φεγγώδη. κρυβέντος δὲ τοῦ ἀστέρος ἐν τῷ οὐρανῷ εὐθὺς καὶ Ἀλέξανδρος ἐκάμμυσε τοὺς ὀφθαλμούς.

3.34

οἱ δὲ Πέρσαι ἐμάχοντο βουλόμενοι τὸν βασιλέα εἰς τὴν Περσίδα ἀνακομίσασθαι καὶ ὡς θεὸν Μίθραν προσκυνῆσαι · οἱ δὲ Μακεδόνες ἀντεποιοῦντο βουλόμενοι ἀναλαβεῖν αὐτὸν εἰς Μακεδονίαν. λέγει αὐτοῖς Πτολεμαῖος · ἔστι μαντεῖον τοῦ Βαβυλωνίου Διός · παρ’αὐτοῦ χρησμὸν λήψομαι, ποῦ ἀγάγωμεν τὸ τοῦ Ἀλεξάνδρου σῶμα. ἐρωτηθεὶς δὲ ἐχρημάτισεν Ζεὺς οὕτως · αὐτὸς χρησμὸν δίδωμι τὸν συμφέροντα πᾶσιν ὑμῖν. ἔστι πόλις πρὸς Νείλῳ ἐπὶ Ὠκεανοῦ ῥείθροις, πέντε ἀγροὺς βασιλικοὺς λαβοῦσα, πλουσιωτάτη, ἐγγὺς τῆς Ἀμαζονίδος, τοὔνομα Μέμφις. ἐκεῖσε πέμψας ἄγαγε καὶ κατάπαυσον τὸν τῶν ἀθανάτων υἱὸν καὶ τίμησον αὐτὸν βασιλέα κερασφόρον. οὕτω τοῦ χρησμοῦ δοθέντος ἐκόμισεν αὐτὸν Πτολεμαῖος εἰς Αἴγυπτον. ἔλαβε δὲ λάρνακα μολυβδίνην καὶ ἐνέθηκεν αὐτῇ μέλι νησιωτικὸν καὶ ἀλόην καὶ μύρραν Τρωγοδυτικήν, καὶ θέμενος ἐπὶ ἅμαξαν ἡμιόνων ἤγαγεν εἰς Αἴγυπτον. ἐπεὶ δὲ εἰς Πηλούσιον ἦλθον, οἱ Μεμφῖται ὑπήντησαν σὺν αὐληταῖς καὶ ἀγάλμασιν κατὰ τὸ εἰωθὸς καὶ εἰσήγαγον εἰς Μέμφιν ὡς Σεσόγχωσιν κοσμοκράτορα ἡμίθεον. δὲ ἀρχιπροφήτης τοῦ Μεμφίτου ἱεροῦ εἶπεν · ἀγάγετε αὐτὸν εἰς τὴν πόλιν, ἣν αὐτὸς ἔκτισεν ἐν τῇ Ῥακωτίδι · ὅπου γὰρ ἂν τὸ σῶμα αὐτοῦ, οὐ παύεται τόπος οὗτος πολέμοις καὶ μάχαις ταραττόμενος. τότε οὖν ποιεῖ αὐτῷ τάφον Πτολεμαῖος ἐν τῇ Ἀλεξανδρείᾳ, ὃς μέχρι τοῦ νῦν καλεῖται Ἀλεξάνδρου σῆμα, καὶ ἐκεῖ ἔθαψεν αὐτὸν μεγαλοπρεπῶς.

3.35

οὐ τοσούτους δὲ βασιλεῖς Ἀλέξανδρος πολεμῶν ἐνίκησεν, ὅσους τελευτῶν κατέλειψεν. ἐβίωσε μὲν οὖν Ἀλέξανδρος ἔτη λʹ. ἀπὸ ιεʹ ἐτῶν ἀρξάμενος πολεμεῖν ἐπολέμησεν ἔτη ζʹ, μέχρι κʹ ἐτῶν γεγένηται · τὰ δὲ ἄλλα λʹ ἐν εἰρήνῃ καὶ ἀμεριμνίᾳ καὶ εὐφροσύνῃ ἔζησεν. ὑπέταξεν ἔθνη βαρβάρων κβʹ, Ἑλλήνων ιʹ · ἔκτισε δὲ πόλεις ιγʹ, αἵτινες μέχρι τοῦ νῦν κατοικοῦνται καὶ εἰρηνεύονται · Ἀλεξάνδρειαν τὴν ἐπὶ Βουκεφάλῳ ἵππῳ, Ἀλεξάνδρειαν τὴν πρὸς Πέρσας, Ἀλεξάνδρειαν τὴν ἐπὶ Πώρῳ, Ἀλεξάνδρειαν τὴν ἐν Σκυθίᾳ, Ἀλεξάνδρειαν τὴν ἐπὶ τοῦ Τίγριδος ποταμοῦ, Ἀλεξάνδρειαν τὴν ἐπὶ Βαβυλῶνος, Ἀλεξάνδρειαν τὴν πρὸς Τρωάδα, Ἀλεξάνδρειαν τὴν ἐπὶ Σούσοις, Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον. ἐγγεννήθη μὲν οὖν Τύβι τῇ νεομηνίᾳ ἀνατολῆς οὔσης, ἐτελεύτησε δὲ Φαρμοῦθι τετράδι δύσεως.