Version A or Ancient Version, 2
ὁ δὲ Ἀλέξανδρος ἀπὸ Κορίνθου διοδεύσας εἰς Πλαταιάς, πόλιν Ἀθηναίων, ὅπου τὴν Κόρην σέβονται, καὶ εἰσβὰς εἰς τὸ τέμενος τῆς θεοῦ, ὑφαινομένου ἱματίου ἱερατικοῦ † αὐτῆς τῆς τοῦ θεοῦ καὶ θεασάμενος κατέμαθεν †. ἡ δὲ ἱέρεια εἶπε · “καλαῖς ὥραις εἰσῆλθες, μέγιστε βασιλεῦ, διάσημος ἔσῃ κατὰ πᾶσαν πόλιν καὶ διαλάμψεις”. ὁ δὲ Ἀλέξανδρος ἐτίμησεν αὐτὴν χρυσῷ. μεθ’ἡμέρας δὲ Στασαγόρας ὁ τῶν Πλαταιέων στρατηγὸς εἰσέρχεται εἰς τὸ τῆς θεοῦ τέμενος, καὶ εἶπεν ἡ ἱέρεια · “Στασαγόρα, καθαιρεθῆναι ἔχεις”. ὁ δὲ ἐν ὀργῇ γενόμενος εἶπεν · “ὦ ἀναξία τῆς προφητείας, Ἀλεξάνδρῳ εἰσελθόντι προσηύξω, ἐμὲ δὲ καθαιρεθῆναι εἶπες”. ἡ δὲ εἶπε · “μὴ χαλέπαινε ἐν τούτῳ · πάντα γὰρ οἱ θεοὶ διὰ σημείων δεικνύουσι τοῖς ἀνθρώποις, μάλιστα τοῖς διασήμοις · ὅτε γὰρ Ἀλέξανδρος ἐνταῦθα εἰσῆλθεν, ἔτυχεν πορφύραν εἰς τὸν χιτῶνα τῆς θεοῦ βάλλεσθαι · ὅθεν ἀπεφηνάμην αὐτῷ οὕτως. σὺ δὲ τετελεσμένου τοῦ χιτῶνος καὶ καθαιρουμένου τοῦ ἱστοῦ εἰσέβης · χρὴ οὖν φανερόν σοι εἶναι ὅτι καθαιρεθήσῃ”. καὶ ὁ μὲν ἐκέλευσε καθαιρεθῆναι αὐτὴν τῆς ἱερωσύνης εἰπών · “σὺ σεαυτῇ ἐπέλυσας τὸ σημεῖον”. ἀκούσας ὁ Ἀλέξανδρος παραυτὰ μετέστησεν αὐτὸν τῆς στρατηγίας, τὴν δὲ ἱέρειαν εἰς τὸν ἴδιον τόπον ἀπεκατέστησεν. ὁ δὲ Στασαγόρας λαθὼν τὸν Ἀλέξανδρον ἀπέρχεται εἰς τὰς Ἀθήνας (ἦν γὰρ ὑπ’αὐτῶν κατασταθεὶς ἐν τῇ στρατηγίᾳ) καὶ διηγεῖται αὐτοῖς μετὰ δακρύων τὴν καθαίρεσιν. οὐκ ὀλίγον δὲ ἀγανακτήσαντες ὑβρίζουσι τὸν Ἀλέξανδρον · ὁ δὲ Ἀλέξανδρος ταῦτα μαθὼν ἔπεμψεν αὐτοῖς ἐπιστολὴν περιέχουσαν οὕτως · ἐπιστολὴ Ἀλεξάνδρου Ἀθηναίοις. “βασιλεὺς Ἀλέξανδρος Ἀθηναίοις λέγει · ἐγὼ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν λαβὼν τὴν βασιλείαν καὶ καταστείλας τὰς πρὸς τῇ δύσει πόλεις καὶ πλείονας χώρας ἐπιστολαῖς, καίτοι ὄντων μοι ἑτοίμων εἰς συμμαχίαν, τούτους μὲν ἀποδεξάμενος παρῄνουν μεῖναι ἐπ’αὐτοῖς τοῖς καθεστῶσι […] καὶ τούτων με προθύμως ἀναγορευσάντων βασιλέα τῇ ἀνδρείᾳ τούτων κατέστειλα τὰ τῆς Εὐρώπης κλίματα καὶ Θηβαίους μὲν κακῶς πράξαντας ἀπώλεσα, ἐκ βάθρων ἄρας τὴν τούτων πόλιν. νῦν δὲ ἀναβὰς εἰς τὴν Ἀσίαν ἔλεγον Ἀθηναίοις δεξιοῦσθαί με, καὶ αὐτὸς πρῶτος ἤδη γράφω ὑμῖν οὐ πολλῶν λόγων οὐ δὲ γραμμάτων πλήθη, ὡς ὑμεῖς ἠτακτήσατε, ἀλλὰ τὰ κεφάλαια · οὐ καθήκει τοῖς κρατουμένοις †, ἀλλὰ τοῖς κρατοῦσι ταῦτα πρέπει καὶ ἐπιτάττειν καὶ ποιεῖν, τουτέστιν ἐμοὶ Ἀλεξάνδρῳ † ὑπακούεσθαι · ἀρτίως μὲν ἢ κρείττονες γίνεσθε ἢ τοῖς κρείττοσιν ὑποτάσσεσθε, καὶ δώσετε φόρους κατ’ἔτος τάλαντα χίλια”.
οἱ δὲ Ἀθηναῖοι ἀναγνόντες ἀντιγράφουσιν αὐτῷ · “Ἀθηναίων ἡ πόλις καὶ οἱ ἄριστοι δέκα ῥήτορες Ἀλεξάνδρῳ λέγομεν · ἡμεῖς καὶ τοῦ πατρός σου ζῶντος μεγάλως ἐλυπούμεθα καὶ ἀποθανόντος μεγάλως ἐχάρημεν, Φιλίππου τρισκάκου μεμνημένοι. τα- ταὐτὰ καὶ ἐπὶ σοῦ νενομίκαμεν, παῖ Φιλίππου τολμηρότατε. φόρους ἀπαιτεῖς Ἀθηναίους ἐνιαύσια τάλαντα χίλια, τουτέστιν πολεμεῖν βουλόμενος ἀνδρεῖον φρόνημα ἔχεις. εἰ γοῦν φρονεῖς τι, παραγενοῦ · ἕτοιμοί ἐσμεν”. ἀντέγραψε καὶ ὁ βασιλεὺς Ἀλέξανδρος Ἀθηναίοις · “πέπομφα πρότερον τὸν ἡμέτερον ἐν τάχει Λέοντα, ἵνα τὰς γλώσσας ὑμῶν ἀποτεμὼν κομίσῃ, ἵνα τοὺς ἄφρονας παρ’ὑμῖν ῥήτορας ἀπάξῃ, † οὓς οἱ περὶ φόρους † […] καὶ πειράσομαι ὑμᾶς καὶ τὴν σύμμαχον Ἀθηνᾶν πυριφλεγῆ ποιῆσαι, ὅτι τὰ ἐπιταττόμενα οὐ ποιεῖτε. παράδοτε οὖν τοὺς πρωτεύοντας δέκα ῥήτορας, ἵνα βουλευσάμενος περὶ τῶν ὑμῖν διαφερόντων ἐλεήσω ὑμῶν τὴν πατρίδα”. οἱ δὲ ἀντέγραψαν · “οὐ ποιοῦμεν”. καὶ μεθ’ἡμέρας ἐκκλησίαν ποιοῦσι βουλευόμενοι, τί πρακτέον αὐτοῖς. αὐτῶν δὲ βουλευομένων ἀνίσταται Αἰσχίνης ῥήτωρ καὶ εἶπεν · “ἄνδρες Ἀθηναῖοι, τί τὸ βράδος τῆς βουλῆς; εἰ προαιρεῖσθε πέμπειν ἡμᾶς, θαρροῦντες πορευόμεθα. Ἀλέξανδρος γάρ † ἐστι Φιλίππου · Φίλιππος δὲ ἐνετράφη ταῖς τῶν πολέμων αὐθαδείαις, ὁ δὲ Ἀλέξανδρος ταῖς Ἀριστοτέλους παιδείαις καὶ προέτεινε τὰς χεῖρας παιδευόμενος. ὅθεν ἐντραπήσεται ἰδὼν τοὺς διδασκάλους, ἐρυθριάσει ὁρῶν τοὺς καθηγουμένους αὐτὸν περὶ τῆς βασιλείας, μεταβαλεῖ τὴν γνώμην ἣν ἔχει πρὸς ἡμᾶς εἰς εὐμένειαν”. λέγοντος τοῦ Αἰσχίνου ἀνίσταται Δημάδης, γενναῖος ῥήτωρ, καὶ ἀνακόπτει τὸν Αἰσχίνην εἰπών · “μέχρι πότε, Αἰσχίνη, μεμαλθακευμένους καὶ δειλιῶντας ἡμῖν εἰσφέρεις λόγους, ὥστε μὴ ἀντιτάξασθαι αὐτῷ πρὸς πόλεμον; τίς παρεισελήλυθε δαίμων ὡς τοιαῦτα φθέγξασθαι; ὁ τηλικαύτας συνηγορίας ποιησάμενος, ὁ προτρεψάμενος Ἀθηναίους πολεμεῖν πρὸς τὸν τῶν Περσῶν βασιλέα νῦν εἰς δειλίαν Ἀθηναίους ἐμβάλλεις καὶ τρέμειν ποιεῖς μειράκιον τύραννον αὐθάδη, τὴν τοῦ πατρὸς ἀναλαβόντα τόλμην; τί δὲ καὶ δειλιῶμεν αὐτῷ συμβαλεῖν; οἱ Πέρσας διώξαντες καὶ Λακεδαιμονίους ἡττήσαντες καὶ Κορινθίους νικήσαντες, ἔτι δὲ Μεγαρεῖς φυγαδεύσαντες καὶ Φωκεῖς πολεμήσαντες καὶ Ζακυνθίους πορθήσαντες δεδοίκαμεν πολεμεῖν Ἀλεξάνδρῳ; ἀλλὰ λέγει Αἰσχίνης · μνησθήσεται, φησίν, ἡμῶν τῶν καθηγητῶν καὶ αἰδεσθήσεται ἡμῶν τὰς ὄψεις · γελοίως. ἅπαντας ἡμᾶς ὕβρισε καὶ μετέστησε Στασαγόραν τῆς στρατηγίας, ὃν ἡμεῖς ἀπεκατεστήσαμεν, καὶ † Κιθόωντα τὸν ἐμὸν ἐχθρὸν ἀπεκατέστησεν ἀρχιστράτηγον, ἡμῶν οὔσης τῆς πόλεως. ἤδη δὲ αὑτῷ ἐξεδίκησε Πλαταιάς · καὶ σὺ λέγεις, ὅτι θεασάμενος ἡμῶν τὰς ὄψεις αἰδεσθήσεται; μᾶλλον γυμνοὺς ἡμᾶς λαβὼν κολάσεται. ὥστε πολεμήσωμεν ἀγνώμονι Ἀλεξάνδρῳ καὶ μὴ πιστεύσωμεν, εἰ περίκειται ἡλικία · καὶ γὰρ ἄπιστος ἡ ἡλικία · δύναται γὰρ γενναίως πολεμεῖν, οὐ δικαίως σωφρονεῖν. Τυρίους, φησίν, ἐξεπόρθησεν · ἀδύναμοι γὰρ ἦσαν. Θηβαίους κατέσκαψεν οὐκ ὄντας οὕτως ἀδυνάμους, ἀλλὰ ἀπὸ πολλῶν πολέμων καμόντας · Πελοποννησίους ἐξῃχμαλώτισεν οὐκ αὐτός, ἀλλὰ λοιμὸς καὶ λιμὸς αὐτοὺς διέφθειρεν. εἶτα δὲ Ξέρξης ἐξήρτησε τὴν θάλασσαν ναυσὶ καὶ κατέσπειρε τὴν ὅλην γῆν στρατεύμασι καὶ ἐσκέπασε τοῖς ὅπλοις τὸν ἀέρα καὶ ἐπλήρωσε τὴν Περσίδα τῶν αἰχμαλώτων · καὶ ὅμως ἡμεῖς αὐτὸν ἀπεδιώξαμεν καὶ τὰς ναῦς ἐπρήσαμεν, Κυναιγείρου καὶ Ἀντιφῶντος καὶ Μνησοχάρους καὶ τῶν ἄλλων ἀριστέων μαχησαμένων. νῦν δὲ δεδοίκαμεν Ἀλεξάνδρῳ πολεμῆσαι παιδὶ τολμηρῷ καὶ τοῖς περὶ αὐτὸν οὖσι σατράπαις καὶ παρασπισταῖς τοῖς ἀφρονεστέροις αὐτοῦ; εἶτα πέμπειν ἡμᾶς βούλεσθε οὓς ᾐτήσατο δέκα ῥήτορας; εἰ συμφέρει, λογίσασθε. τοῦτο μέντοιγε ὑμῖν προμηνύω, ἄνδρες Ἀθηναῖοι, ὅτι πολλάκις δέκα κύνες γενναίως ὑλακτοῦντες ὅλας τὰς ἀγέλας τῶν ποιμνίων δειλῶς φερομένας πρὸς τοὺς λύκους οὗτοι ἔσωσαν.
οὕτως τοῦ Δημάδου ἐκκλησιάσαντος παρεκάλουν οἱ Ἀθηναῖοι τὸν Δημοσθένην ἀναστάντα συμβουλεύειν περὶ τῆς κοινῆς σωτηρίας. ὁ δὲ ἀναστὰς εἶπεν · ” ἄνδρες πολῖται οὐ γὰρ ἐρῶ Ἀθηναῖοι · εἰ γὰρ ἤμην ὑμῶν ξένος, ἔλεγον ἂν Ἀθηναῖοι · νῦν δὲ […] κοινὴ μὲν ἡμῶν ἐστι πάντων σωτηρία […] περὶ τοῦ πολεμεῖν ἢ ὑπείκειν Ἀλεξάνδρῳ. Αἰσχίνης γὰρ ἐχρήσατο κεκραμένῳ λόγῳ πρὸς ὑμᾶς, μήτε προτρεπόμενος πολεμεῖν ἡμᾶς μήτε † ἀντιδικεῖν, ἄνθρωπος γέρων καὶ πολλαῖς ἐκκλησίαις συνηγορήσας. Δημάδης δὲ νέος τυγχάνων κατὰ τὸ τῆς ἡλικίας φρόνημα οὕτως εἶπεν · “ἀπεδιώξαμεν Ξέρξην, Κυναιγείρου καὶ τῶν ἄλλων ἀριστευόντων”. ἀλλά, ὦ Δημάδη, δὸς ἡμῖν τούτους καὶ νῦν, καὶ πολεμοῦμεν πάλιν · πιστεύσωμεν αὑτοὺς τῷ σθένει τῶν ὀνομασθέντων. εἰ δὲ μὴ ἔχομεν ἐκείνους πάλιν, μηδαμῶς πολεμοῦμεν, ἕκαστος γὰρ καιρὸς ἰδίαν δύναμιν καὶ ἐπιταγὴν ἔχει · δυνάμεθα γὰρ δημηγοροῦντες οἱ ῥήτορες, ὅπλα δὲ λαβεῖν ἐσμεν ἀδύνατοι. καίτοι Ξέρξης τὸ μὲν πλῆθος μέγας ἦν, ἀλλὰ βάρβαρος, καὶ ὑπὸ τῆς τῶν Ἑλλήνων φρονήσεως ἡττήθη. Ἀλέξανδρος δέ ἐστιν Ἕλλην καὶ ἤδη τρισκαίδεκα πολέμους συμβαλὼν οὐδαμοῦ ἡττήθη, ἀλλὰ καὶ αἱ πλείονες πόλεις χωρὶς μάχης αὐτὸν παρεδέξαντο. ἀλλά φησιν εἶναι ἀσθενεῖς Τυρίους · ἀλλ’οἱ Τύριοι πρὸς Ξέρξην ναυμαχήσαντες καὶ νικήσαντες τὰς τούτου νῆας ἐνέπρησαν. πῶς δὲ καὶ Θηβαῖοι ἀδύναμοι; οἵτινες ἀφ’οὗ ἐκτίσθησαν πολεμοῦσι καὶ οὐδέποτε ἡττήθησαν, νῦν δὲ Ἀλεξάνδρῳ ἐδουλώθησαν. Πελοποννήσιοι, φησίν, οὐχ ὑπ’αὐτοῦ, ἀλλὰ λιμῷ ἡττήθησαν. καίτοι τότε ἔπεμψεν αὐτοῖς ἀπὸ Μακεδονίας σῖτον Ἀλέξανδρος. Ἀντιγόνου δὲ τοῦ σατράπου εἰπόντος · “οἷς μέλλεις πολεμεῖν σῖτον πέμπεις”; εἶπεν ὁ Μακεδών · “καὶ μάλα, ἵνα ἐγὼ μαχομένους νικήσω αὐτοὺς καὶ μὴ λιμῷ ἀναιρεθῶσιν”. καὶ νῦν ἀγανακτεῖτε, ὅτι Στασαγόρας μετετέθη ὑπ’αὐτοῦ. ὁ δὲ πρῶτος αὐτὸς ἐστασίακε · καὶ γὰρ τῇ ἱερείᾳ εἶπε · “διὰ τὸ σημεῖον, ἰδέ, ἐγώ σε μεθιστάνω τῆς προφητείας”. ὁ δὲ γνοὺς αὐτὸν ἀφρονήσαντα μετέστησε τῆς στρατηγίας. οὐκ ἦν γὰρ δίκαιον ἀγανακτεῖν τὸν βασιλέα; ἀλλ’ἐναντίος, φησί, Στασαγόρας τῷ βασιλεῖ ἐγίνετο · καὶ γὰρ ἐν ἴσῳ βασιλεὺς καὶ στρατηγός. τί δὲ μέμφεσθε τὸν Ἀλέξανδρον, ὅτι καθεῖλε Στασαγόραν; ἀλλὰ Ἀθηναῖος ἦν, φησίν. ἡ γὰρ προφῆτις ἡ ὑπὸ Στασαγόρου καθαιρεθεῖσα μήτι οὐκ ἦν Ἀθηναία; καίτοι ἡμᾶς ἐκδικῶν Ἀλέξανδρος τοῦτο ἔπραξε · τῇ γὰρ ἡμετέρᾳ προφήτιδι ἀπέδωκε τὴν προφητείαν “.
οὕτως Δημοσθένους εἰπόντος πολὺς ἔπαινος παρ’Ἀθηναίοις ἐγένετο καὶ θροῦς ἀκατάλληλος · καὶ ὁ μὲν Δημάδης ἐσιώπα, Αἰσχίνης δὲ ἐπῄνει καὶ Λυσίας ἐμαρτύρει καὶ Πλάτων συνετίθετο καὶ οἱ Ἀμφικτύονες ἐψηφίσαντο καὶ οἱ † ἡρακλίες οὐκ ἀντέλεγον, τῷ δὲ ὅλῳ δήμῳ συνευδόκει τοῖς ὑπὸ Δημοσθένους εἰρημένοις. ὁ δὲ Δημοσθένης λέγει · ἔτι τοῦτο ἀπολογήσομαι. λέγει Δημάδης, ὅτι Ξέρξης ἐτείχισε τὴν θάλασσαν ταῖς ναυσί, κατέσπειρε δὲ τὴν γῆν στρατοπέδοις καὶ τοῖς ὅπλοις τὸν ἀέρα ἐσκέπασε, τὴν δὲ Περσίδα αἰχμαλώτων Ἑλλήνων ἐπλήρωσε · καὶ νῦν δικαίως ἐπαινεῖται ὁ βάρβαρος ὑπὸ Ἀθηναίων, ὅτι τοὺς Ἕλληνας ᾐχμαλώτισεν, ὁ Ἀλέξανδρος δὲ Ἕλλην ὢν καὶ Ἕλληνας συλλαμβανόμενος τοὺς ἀντιταξαμένους αὐτῷ οὐκ ᾐχμαλώτευσεν, ἀλλ’ἐστράτευσε καὶ τοὺς αὐτῷ γενομένους πολεμίους συμμαχῆσαι ἠξίωσεν, οὕτως δημοσίᾳ εἰπών · ” τοῦ παντὸς ἔσομαι περικρατὴς τοὺς μὲν φίλους εὐεργετῶν, τοὺς δὲ ἐχθροὺς φίλους ποιῶν “. καὶ νῦν, Ἀθηναῖοι, φίλοι τυγχάνοντες καὶ καθηγηταὶ Ἀλεξάνδρου ἐχθροὶ καλεῖσθαι Ἀλεξάνδρου οὐ δύνασθε. αἰσχρὸν γὰρ ὑμᾶς τοὺς διδασκάλους ἀμαθεῖς φανῆναι καὶ τὸν ὑμῖν μαθητεύσαντα ὑμῶν τῶν διδασκάλων σωφρονέστερον φανῆναι. οὐδεὶς τῶν Ἑλλήνων βασιλέων ἐπέβη τῇ Αἰγύπτῳ εἰ μὴ μόνος Ἀλέξανδρος, καὶ ταῦτα οὐ πολεμήσων, ἀλλὰ χρησμὸν αἰτησόμενος, ποῦ τῆς ὀνομασίας ἑαυτοῦ ἀείμνηστον πόλιν κτίσει · καὶ ἔλαβε, καὶ ἤδη ἐθεμελίωσε καὶ ἀνήγειρε · παντὸς γὰρ ἔργου σπουδαίως γενομένης τῆς ἀρχῆς πρόδηλόν ἐστι ταχέως καὶ τὸ τέλος ἥξειν. ἐπέβη τῇ Αἰγύπτῳ βασιλευομένῃ ὑπὸ Περσῶν, καὶ ἀξιούντων τῶν Αἰγυπτίων συστρατεύσασθαι αὐτῷ πρὸς τοὺς Πέρσας ἀπεκρίνατο ὁ φρενήρης παῖς · ” ἀμεινότερόν ἐστιν ὑμᾶς Αἰγυπτίους ὄντας τὴν τοῦ Νείλου πλημμυρίαν καὶ τὴν τῆς γῆς γεωργίαν ἀπεργάζεσθαι ἢ τὴν τοῦ Ἄρεως τόλμην καθοπλίζεσθαι “. καὶ λόγῳ ὑπέταξεν ἑαυτῷ τὴν Αἴγυπτον […] οὐδὲν γάρ ἐστι βασιλεύς, εἰ μὴ πρόσφορον γῆν ἔχοι. πρῶτος οὖν Ἑλλήνων Ἀλέξανδρος ἔλαβε τὴν Αἴγυπτον, ὥστε καὶ πρῶτον αὐτὸν γενηθῆναι Ἑλλήνων καὶ βαρβάρων. πόσα στρατόπεδα θρέψει ἐκείνη ἡ χώρα; οὐ μόνον τοὺς ἐγγὺς καθεζομένους, ἀλλὰ καὶ τοὺς ἐν πολέμῳ μαχομένους. πόσας πόλεις κενὰς ἀναπληρώσει ἀνδρῶν εἰς κατοίκησιν; ὥσπερ γὰρ πολύπυρός ἐστιν, τοσοῦτον καὶ πολύανδρος · ὃ ἐὰν γὰρ αἰτῇ ὁ βασιλεύς, εὐκταίως διαδώσει […] καὶ ὑμεῖς βούλεσθε Ἀθηναῖοι πολεμεῖν Ἀλεξάνδρῳ τοσαύτην ἔχοντι τὴν χορηγίαν πρὸς πᾶσαν χρείαν τῷ στρατοπέδῳ; εἰ γὰρ καὶ ὑμῖν ἥδιστον καὶ εὐκταῖον, ἀλλ’ὁ καιρὸς οὐκ ἀπαιτεῖ”.
οὕτως εἰπόντος Δημοσθένους ἐξ ὁμονοίας πάντες ἐπείσθησαν πέμπειν Ἀλεξάνδρῳ νικητικὸν στέφανον λιτρῶν πεντήκοντα μετὰ ψηφισμάτων εὐχαριστικῶν καὶ ἑτέρων πρέσβεων ἐνδόξων · οὐ γὰρ ἔπεμψαν αὐτῷ τοὺς ῥήτορας. οἱ δὲ πρέσβεις παρῆσαν εἰς Πλαταιὰς καὶ ἀναδιδόασι τὰ ψηφίσματα τῷ βασιλεῖ. ὁ δὲ ἀναγνοὺς καὶ μαθὼν τὴν Αἰσχίνου συνηγορίαν καὶ τὴν Δημοσθένους ἐκκλησίαν καὶ τὴν τῶν Ἀμφικτυόνων συμβουλίαν ἔγραψεν αὐτοῖς ἐπιστολὴν οὕτως · “Ἀλέξανδρος υἱὸς Φιλίππου καὶ Ὀλυμπιάδος μητρός οὔπω γὰρ ἐρῶ βασιλεύς, μέχρις οὗ πάντας τοὺς βαρβάρους τοῖς Ἕλλησιν ὑποτάξω. ἐγὼ μὲν ἔπεμψα πρὸς ὑμᾶς πεμφθῆναί μοι τοὺς δέκα ῥήτορας, οὐχ ἵνα αὐτοὺς κολάσωμαι, ἀλλ’ἵνα ὡς καθηγητὰς ἀσπάσωμαι. οὐκ ἐπέτρεψα γὰρ ἐμαυτῷ μετὰ στρατιᾶς ἀνελθεῖν, ὅπως μὴ πολέμιόν με ὑπολάβητε, ἀλλὰ μετὰ τῶν ῥητόρων ἀντὶ τοῦ στρατοῦ, ἵνα παντὸς δέους ὑμᾶς ἀπαλλάξω. ὑμεῖς δὲ ἄλλως ἠνέχθητε πρὸς ἐμέ, ἐλεγχόμενοι ὑπὸ τῆς ἰδίας ἑαυτῶν ἀβουλίας, ὅσα καιροῦ λαβόμενοι διέθεσθε Μακεδόνας. πολεμοῦντος γὰρ τοῦ πατρός μου Φιλίππου πρὸς Ζακυνθίους ὑμεῖς σύμμαχοι Ζακυνθίων γεγένησθε, ὑμῶν δὲ πολεμουμένων ὑπὸ Κορινθίων Μακεδόνες σύμμαχοι ὑμῶν γενόμενοι ἀπήλασαν Κορινθίους. καὶ τὸ ἄγαλμα τῆς Ἀθηνᾶς […] καθῃρήσατε. δίκαια τὰ ἀντιμίσθια ἀπελάβομεν παρ’ὑμῶν, ἀνθ’ὧν ἡμεῖς ὑμῖν ἐποιήσαμεν. ὅθεν μὴ θαρροῦντες τῇ ἐμῇ γνώμῃ ἐφ’οἷς ἡμαρτήσατε δειλῶς ἔχετε, μὴ τῇ βασιλικῇ δυνάμει ἐπαρθεὶς ἐμαυτὸν ἐξ ὑμῶν ἀμύνωμαι. μόλις δὲ τοῦτο ἠβουλήθεν ποιῆσαι, εἰ μὴ ἤμην καὶ αὐτὸς Ἀθηναῖος […] πότε γάρ τι καλῶς ἐβουλεύσασθε περὶ τῶν παρ’ὑμῖν εὐδοξησάντων; Εὐκλείδην ἐν φυλακῇ ἀπεκλείσατε ἄριστα ὑμῖν συμβουλεύσαντα · Δημοσθένην ἐφυγαδεύσατε πρεσβεύσαντα ὑμῖν τὰ συμφέροντα πρὸς Κῦρον · Ἀλκιβιάδην ἐξυβρίσατε ἀγαθὸν ὑμῶν γενόμενον στρατηγόν · Σωκράτην ἀνείλατε, τὸ παιδευτήριον τῆς Ἑλλάδος · Φιλίππῳ ἠχαριστήσατε τῷ ἐν τρισὶ πολέμοις συμμαχήσαντι ὑμῖν · Ἀλέξανδρον μέμφεσθε ἕνεκα Στασαγόρα στρατηγοῦ ἀδικήσαντός με καὶ ὑμᾶς. αὐτὸς γὰρ τὴν ἱέρειαν τῆς θεοῦ οὖσαν Ἀθηναίαν καθεῖλεν, ἐγὼ δὲ αὐτῇ ἐδωρησάμην τὴν προφητείαν. ἀποδεχόμεθα δὲ τὴν τῶν ῥητόρων πρὸς ὑμᾶς συνηγορίαν, Αἰσχίνην μὲν εἰκότως ὑμῖν συμβουλεύσαντα, Δημάδην δὲ γενναίως ἐκκλησιάσαντα, Δημοσθένην δὲ πρὸς τὰ συμφέροντα ὑμῖν συμβουλεύσαντα. ἔσεσθε οὖν πάλιν Ἀθηναῖοι καὶ μηδὲν ὑπ’ἐμοῦ εὐλαβεῖσθε παθεῖν κακόν · ἄτοπον γάρ μοι δοκεῖ εἶναι ἐμὲ περὶ ἐλευθερίας μαχόμενον πρὸς τοὺς βαρβάρους τὸ τῆς ἐλευθερίας θέατρον Ἀθήνας καθαιρῆσαι”.
ταῦτα διαπεμψάμενος καὶ τὰ στρατεύματα παραλαβὼν εἰς Λακεδαίμονα παραγίνεται. οἱ δὲ Λακεδαιμόνιοι θέλοντες αὑτῶν ἐνδείξασθαι τὸ γενναῖον καὶ καταισχῦναι τοὺς Ἀθηναίους, ὅτι ἐφοβήθησαν αὐτόν, ἀπέκλεισαν τὰς πύλας καὶ τὰς ναῦς ἔπλησαν · μᾶλλον γὰρ ναύμαχοι ἦσαν ἢ ἐπὶ γῆς πολεμισταί. μαθὼν δὲ αὐτῶν τὴν παράταξιν πέμπει ἐπιστολὴν πρῶτον · “Ἀλέξανδρος Λακεδαιμονίοις γράφει · πρῶτον συμβουλεύω ἣν εἴχετε ἀπὸ προγόνων φήμην φυλάσσειν · τὸ γὰρ χαίρειν ἐν ὑστέρῳ ἔστω, ἄνπερ ἦτε ἄξιοι […] καὶ πολεμισταὶ καὶ ἀήττητοι, ὁρᾶτε μὴ νῦν καθαιρεθῆτε τῆς δόξης μη δὲ ἐνδείξασθαι βουλόμενοι τὸ σθεναρὸν Ἀθηναίοις ὑπὸ αὐτῶν καταγελασθῆτε ἡττηθέντες ὑπὸ Ἀλεξάνδρου. ὥστε ἀπόβητε τῶν νηῶν ἑκόντες, ἵνα μὴ τὸ πῦρ ὑμᾶς καταφλέξῃ”. οὕτως ἀναγνωσθείσης τῆς ἐπιστολῆς οὐκ ἐπείσθησαν, ἀλλ’ὥρμησαν εἰς μάχην, ὥστε καὶ τοὺς ἐκ τῶν τειχῶν μαχομένους τοῖς ὅπλοις καταπεσεῖν, τοὺς δὲ ἐν ταῖς ναυσὶ καταφλεχθῆναι. οἱ δὲ περιλειφθέντες ἦλθον ἱκέται καὶ δεόμενοι τοῦ μὴ αἰχμαλωτισθῆναι. ὁ δὲ εἶπεν · “ὅτε ἐγὼ πειθήνιος ὑμῖν προσῆλθον, οὐκ ἐπείσθητέ μοι · ὅτε δὲ ναῦς ἄνθραξ ἐγένετο, τότε πάρεστε δεόμενοί μου. ἀλλ’οὐ μέμφομαι ὑμᾶς · ἔχοντες γὰρ κατὰ γνώμην, ὅτι Ξέρξην ἀπηλάσατε, ὑπενοεῖτε καὶ Ἀλέξανδρον τοῦτο ποιεῖν · ἀλλ’οὐχ ὑπεμείνατε τὰ ὅπλα τὰ ἡμέτερα χωρῆσαι”. οὕτως ἀποφηνάμενος καὶ συνθύσας τοῖς στρατηγοῖς, Λακεδαιμονίοις τὴν πόλιν ἀπολέμητον κατέλιπε καὶ ἀφορολόγιστον. κα- κἀκεῖθεν ὥρμησεν εἰς τὰ μέρη τὰ τῶν βαρβάρων διὰ τῆς Κιλικίας.
Δαρεῖος δὲ συνήθροιζε τοὺς ἡγεμόνας καὶ ἔλεγεν · “ὡς ὁρῶ, κατὰ προσθήκην ὁ πολέμιος εἰς δύναμιν ἐκβαίνει. κα- κἀγὼ μὲν τὸν Ἀλέξανδρον λῃστρικὰ φρονεῖν ὑπενόουν, αὐτὸς δὲ βασιλικὰ ἔργα ἐπιχειρεῖ · καὶ καθ’ὅσον ἡμεῖς δοκοῦμεν μεγάλοι εἶναι Πέρσαι, μείζων Ἀλέξανδρος τῇ τόλμῃ φαίνεται. καὶ τάχα ἐμοῦ αὐτῷ πέμψαντος σκῦτος καὶ σφαῖραν, ὡς ἔχοι παίζειν καὶ παιδεύεσθαι, αὐτὸς τελείως παιδευθεὶς ἐπ’ἐμὲ τὸν καθηγητὴν ἔσται τὰ ὅπλα κινήσων. ὥστε σκεψάμενοι τὰ κοινῇ συμφέροντα ἀπολογεῖσθε εἰς ἀνόρθωσιν τῶν πραγμάτων, μὴ ἐξουθενοῦντες ὡς μηθένα ὄντα τὸν Ἀλέξανδρον. καὶ γὰρ δεδοίκαμεν, μὴ τὸ μεῖζον τοῦ ἐλάττονος ταπεινότερον εὑρεθῇ, τῆς ἄνωθεν προνοίας † τυχῶν καὶ τὴν μεταβολὴν ποιησαμένης. δέον ἐστὶ παραχωρῆσαι τὴν Ἑλλάδα, ἵνα ἡμεῖς τῶν ἐθνῶν ἄρχωμεν καὶ μὴ ζητοῦντες τὴν Ἑλλάδα λυτρώσασθαι ἀπολέσωμεν καὶ τὴν Περσίδα”. ταῦτα μὲν ὁ Δαρεῖος. Ὀξυάθρης δὲ ὁ ἀδελφὸς Δαρείου εἶπεν · “ἤδη μέγαν ποιεῖς τὸν Ἀλέξανδρον καὶ θάρσος αὐτῷ δίδως πλέον. ἐπιβήσεται τῇ Περσίδι, ἐὰν παραχωρήσῃς τὴν Ἑλλάδα. μίμησαι δὲ αὐτὸς τὸν Ἀλέξανδρον, καὶ οὕτως κρατήσεις τῆς βασιλείας. ἐκεῖνος γὰρ οὔτε στρατηγοῖς ἐπίστευσε τὸν πόλεμον ὥσπερ σὺ οὔτε σατράπαις, ἀλλ’αὐτὸς καὶ στρατηγὸς καὶ ἡγεμὼν καὶ πρῶτος […] τῶν στρατευμάτων · καὶ πολεμῶν μὲν ἀποτίθεται τὸ βασίλειον, νικήσας δὲ ἀναλαμβάνει τὸ διάδημα”. ὁ Δαρεῖος εἶπεν · “τί αὐτὸν μιμήσωμαι”; ἕτερος συγκαθήμενος εἶπεν αὐτῷ · “τούτῳ γὰρ πάντων περιεγένετο ὁ Ἀλέξανδρος, μηδὲν ἀναβαλλόμενος, ἀλλὰ πάντων γενναίως † περιγινόμενος. ἀληθῶς κατὰ τὴν γενναιότητα καὶ μορφὴν λέοντος ἔχει”. Δαρεῖος εἶπε · “πόθεν σὺ οἶδας ταῦτα”; ὁ δὲ εἶπεν · “ἐξότε ἐπέμφθην ὑπὸ σοῦ ἐν Μακεδονίᾳ πρὸς τὸν πατέρα αὐτοῦ Φίλιππον τοὺς φόρους ἀπαιτῆσαι, ἔμαθον αὐτοῦ τὴν φρόνησιν καὶ τοὺς χαρακτῆρας. ὥστε καὶ σὺ μετάπεμψαι τῆς ὅλης ἠπείρου τοὺς σατράπας · ἔστι γάρ σοι ἔθνη Περσῶν καὶ Πάρθων καὶ Ἐλυμαίων καὶ Βαβυλωνίων καὶ τῶν κατὰ τὴν Μεσοποταμίαν καὶ τὴν Ἰλλυρίαν χώραν, ἵνα μή σοι τὰ Βάκτρων καὶ τὰ Ἰνδῶν ἢ τῶν Σεμιράμεως μελάθρων εἴπω. ἔστι γὰρ ἔθνη τούτων ρπʹ · στράτευσον ἐξ αὐτῶν † κα- κἂν δέκα ἔθνη τοὺς θεούς. δυνατοὶ γάρ ἐσμεν τῇ βαρβαρικῇ δυνάμει καὶ τῷ πλήθει θαμβῆσαι τοὺς πολεμίους”. ἕτερος εἶπε · “καλῶς μὲν συνεβούλευσας, ἀλλὰ ἀνάξια · μία γὰρ ἐνθύμησις Ἑλλήνων κατανικᾷ τοὺς τῶν βαρβάρων ὄχλους, ὥσπερ καὶ εἷς κύων Λακωνικὸς ὅλην ἀγέλην ποιμνίων ἀποδιώκει”. οὕτως αὐτῶν βουλευομένων Δαρεῖος συναθροίζει τὰ πλήθη.
ὁ δὲ Ἀλέξανδρος ὁδεύσας τὴν Κιλικίαν ἦλθεν ἐπί τινα ποταμὸν Ὠκεανὸν καλούμενον, οὗ τὸ ὕδωρ κατάρρουν ἐστὶ καὶ διαυγέστατον. ἐπεθύμει δὲ ὁ Ἀλέξανδρος ἐν αὐτῷ λούσασθαι ὃς καὶ ἀποδυσάμενος ἐνήλατο εἰς τὸν ποταμὸν καὶ ἀνῆλθεν, τὸ δὲ λουτρὸν οὐκ ὠφέλησεν αὐτόν · εὐθὺς γὰρ ἤλγησε τὴν κεφαλὴν καὶ χαλεπῶς διέκειτο. οἱ δὲ Μακεδόνες αὐτοῦ κατακειμένου κατεπονοῦντο τὰς ψυχάς, μήπως ἐπιγνοὺς Δαρεῖος τὴν νόσον αὐτοῦ ἐπιβῇ τοῖς στρατοπέδοις · καὶ γὰρ ἡ ψυχὴ αὐτοῦ πάντας ἐθάρσυνεν. καὶ δὴ Φίλιππος το- τοὔνομα φίλτατος Ἀλεξάνδρῳ ἰατρὸς ἐπηγγείλατο αὐτῷ δοὺς καταπότιον σώζειν αὐτόν. καὶ ὁ μὲν ἑτοιμάζει · ἐπιστολὴ δὲ δίδοται Ἀλεξάνδρῳ ὑπὸ Παρμενίωνος πεμφθεῖσα στρατηγοῦ τυγχάνοντος, ὡς ἐπείσθη ὑπὸ Δαρείου Φίλιππος, ἵνα ἐὰν λάβῃ εὐκαιρίαν φαρμάκῳ ἀνέλῃ τὸν Ἀλέξανδρον, ἐπαγγειλάμενος δοῦναι αὐτῷ ἀδελφὴν ἰδίαν πρὸς γάμον ὀνόματι Δαδιφάρταν καὶ κοινωνὸν γενέσθαι τῆς βασιλείας. “ὅθεν φύλασσε σεαυτὸν ἀπὸ τοῦ Φιλίππου”. ὁ δὲ Ἀλέξανδρος ἀναγνοὺς τὴν ἐπιστολὴν οὐκ ἐταράχθη ᾔδει γὰρ τὴν γνώμην τοῦ Φιλίππου ἔθετο δὲ ὑπὸ τὸ προσκεφάλαιον τὴν ἐπιστολήν · παριὼν δὲ ὁ ἰατρὸς ἐπέδωκε τὸ πόσιμον φάρμακον Ἀλεξάνδρῳ. ὁ δὲ λαβὼν τὴν κύλικα ἐπὶ πολὺ ἔβλεψε τῷ Φιλίππῳ · ὁ δὲ Φίλιππος εἶπε · “δέσποτα βασιλεῦ, μηδὲν φοβοῦ · ἀνέγκλητόν ἐστι τὸ φάρμακον”. ὁ δὲ Ἀλέξανδρος προσθέμενος ἐξέπιε τὸ φάρμακον καὶ μετὰ τὸ ποτὸν τότε δέδωκε Φιλίππῳ τὴν ἐπιστολήν. ὁ δὲ ἀναγνοὺς τὰ κατ’αὐτοῦ γραφέντα εἶπεν · “Ἀλέξανδρε, οὐχ ὅμοιόν με εὑρήσεις τοῖς ἐγγεγραμμένοις”. καὶ ὁ μὲν Ἀλέξανδρος περισωθεὶς τῆς νόσου περιεπλάκη τῷ Φιλίππῳ καὶ εἶπεν · “ἔμαθες οἵαν ἔχω περὶ σοῦ γνώμην · πρότερον γὰρ πιὼν τότε σοι ἀναδέδωκα τὴν ἐπιστολήν, πιστεύσας ἐμαυτὸν τῷ ὀνόματι · ᾔδειν γὰρ ὅτι Φίλιππος κακὸν οὐκ ἐβούλετο Ἀλέξανδρον ποιεῖν”. ὁ δὲ Φίλιππος εἶπεν · “Ἀλέξανδρε, νῦν κόλασον τὸν πέμψαντά σοι τὴν ἐπιστολήν · αὐτὸς γὰρ ἔπεισέ με τοῦτο ποιῆσαι καὶ λαβεῖν τὴν Δαρείου ἀδελφὴν πρὸς γάμον. ἐμοῦ δὲ ἀπαρνουμένου ἴδε οἵῳ με ἐπεχείρησε πράγματι ἀπολέσαι”. ταῦτα ἐξετάσας ὁ Ἀλέξανδρος καὶ εὑρὼν αἴτιον τὸν Παρμενίωνα ἐκόλασεν αὐτόν.
κα- κἀκεῖθεν παραλαβὼν τὰ στρατεύματα ἐπὶ Μήδους ἠπείγετο καὶ τὴν μεγάλην Ἀρμενίαν, καὶ ταύτας δουλωσάμενος καὶ ὁδεύσας ἱκανὰς ἡμέρας ἀνύδρους τόπους καὶ φαραγγώδεις καὶ διὰ τῆς Ἀρειακῆς παραγίνεται εἰς τὸν Εὐφράτην ποταμόν. καὶ τοῦτον γεφυρώσας ψαλίσιν καὶ σιδηρέαις κνήμαις κελεύει τοῖς στρατεύμασι διαπερᾶν · ὡς δὲ ἑώρα αὐτοὺς δειλαινομένους, κελεύει τὰ κτήνη καὶ τὰ πρόβατα καὶ τὴν τροφὴν πρῶτον διαπερᾶν, ἔπειτα καὶ αὐτὰ τὰ στρατεύματα διαπερᾶν. οἱ δὲ ἐδειλαίνοντο ὁρῶντες τὴν ἐπίρροιαν τοῦ ποταμοῦ, μὴ διαλυθῶσιν αἱ ψαλίδες. ὁ δὲ Ἀλέξανδρος παραλαβὼν τοὺς παρασπιστὰς πρῶτος διεπέρασεν. εἶσι δὲ Τίγρις ποταμὸς καὶ Εὐφράτης διὰ τῆς Μεσοποταμίας καὶ Βαβυλῶνος, οἵτινες ἀπορρέουσιν εἰς τὸν Νεῖλον ποταμόν. φασὶ γὰρ ὅτι, ὅτε Νεῖλος εἰς τὴν Αἴγυπτον ἔρχεται, τότε οὗτοι οἱ ποταμοὶ κενοῦνται, ὅτε δὲ ἀποβαίνει τῆς Αἰγύπτου πλημμυροῦσιν. ἐπεὶ οὖν διεληλύθεσαν πάντες, ἐκέλευσεν ὁ Ἀλέξανδρος πάντα τὰ ζεύγματα τοῦ Εὐφράτου ἐκκοπῆναι. τῶν δὲ στρατιωτῶν ἐπὶ τούτῳ πλεῖον δειλανθέντων καὶ λεγόντων, ὡς εἰ γένηται ἡμᾶς ἀνατραπῆναι, πῶς ἔχομεν περᾶσαι; ὁ δὲ Ἀλέξανδρος ἀκούσας, συνάξας τοὺς στρατάρχας καὶ τὰ ὅλα στρατόπεδα εἶπεν · “καλὰς ἐλπίδας μοι δίδοτε, τοῦτο ἔχοντες κατὰ γνώμην. αὐτὸ οὖν ἐγὼ ἐποίησα, ἵνα ἢ πολεμοῦντες νικήσωμεν ἢ ἡττηθέντες ἀπολώμεθα · οὐ γάρ ἐστιν ὁ πόλεμος τῶν φευγόντων, ἀλλὰ τῶν διωκόντων. ὄμνυμι γὰρ τὴν ἐπάνοδον τὴν ἐν Μακεδονίᾳ γινομένην μοι, ὡς εἰ νικήσαντες τοὺς βαρβάρους εἰς τὴν Ἑλλάδα ὑποστρέψομεν. ὑμεῖς μόνον θαρρεῖτε τῇ γνώμῃ, καὶ ἡ συμβολὴ τοῦ πολέμου παίγνιον ἡμῖν ἐστιν”. οὕτως αὐτοῦ θαρσύναντος ἐτίμων αὐτὸν τὰ πλήθη καὶ ἐσκηνοποιοῦντο. ἐκάθηντο δὲ καὶ τὰ Δαρείου στρατόπεδα ἐπάνω τοῦ Τίγριδος ποταμοῦ · καὶ ἦσαν οἱ προηγούμενοι σατράπαι πέντε. συνέβαλλον μάχην, καὶ ἀμφότερα τὰ τάγματα γενναίως ἐπολέμουν. καί τις τῶν Περσῶν ὄπισθεν τοῦ Ἀλεξάνδρου ἐλθών, Μακεδονικὰ ὅπλα λαβὼν ὡς ἴδιος κατήνεγκε τὸ ξίφος κατὰ τῆς κεφαλῆς Ἀλεξάνδρου καὶ ἔθραυσεν αὐτοῦ τὴν κορυφήν. οὗτος δὲ συλλαμβάνεται ὑπὸ τοῦ στρατοῦ καὶ παρίσταται τῷ Ἀλεξάνδρῳ · ὁ δὲ αὐτῷ λέγει · “ὦ γενναῖε, διὰ τί τοῦτο ἐποίησας”; ὁ δὲ εἶπεν · “δέσποτα, μή με δόκει Μακεδόνα εἶναι. Πέρσης γάρ εἰμι καὶ ἐπηγγειλάμην Δαρείῳ ἀποτεμεῖν σου τὴν κεφαλήν, ἵνα λάβω παρ’αὐτοῦ γέρας ἀμοιβήν. ἐπηγγείλατο γάρ μοι δώσειν βασιλικὰς χώρας καὶ θυγατέρα αὐτοῦ”. ἀκούσας ὁ Ἀλέξανδρος συνῆξεν ὅλον τὸν στρατὸν καὶ ὁρώντων πάντων ἀπέλυσε τὸν Πέρσην εἰπών · “ἄνδρες Μακεδόνες, τοιούτους δεῖ στρατιώτας εἶναι”.
ἐπεὶ οὖν οἱ βάρβαροι ἐλείποντο ἐπιτηδείων χρείας, συστροφὴν ἐποιοῦντο εἰς τὴν Βακτριανῶν χώραν · ὁ δὲ Ἀλέξανδρος κρατήσας τῶν τόπων ἐπιμένει ἐκεῖ. ἕτερος δέ τις σατράπης Δαρείου παραβουλευσάμενος προσέρχεται τῷ Ἀλεξάνδρῳ καὶ λέγει · “δέσποτα Ἀλέξανδρε, εἰμὶ μὲν σατράπης Δαρείου καὶ μεγάλα αὐτῷ κατώρθωσα, οὐ μὴν εὐχαριστήθην ὑπ’αὐτοῦ · ὥστε σύ μοι δὸς μυρίους στρατιώτας καὶ παραδίδωμί σοι τοὺς ἡμετέρους στρατιώτας καὶ σατράπας καὶ αὐτὸν δὲ τὸν Δαρεῖον”. ὁ δὲ Ἀλέξανδρος εἶπε · “πορεύου καὶ βοήθει τῷ ἑαυτοῦ βασιλεῖ · οὐ γὰρ πιστεύω σοι τοὺς ἀλλοτρίους τῷ τοὺς ἰδίους προδιδοῦντι”. ἔγραψαν δὲ οἱ ἀπ’ἐκείνων τῶν τόπων σατράπαι τῷ Δαρείῳ · “Ὑδάσπης καὶ Σπινθὴρ θεῷ μεγάλῳ Δαρείῳ χαίρειν. φθάνομέν σοι τὸ πρότερον δηλοῦντες Ἀλεξάνδρου ἐπίβασιν γενομένην, καὶ νῦν σοι φανερὸν ποιοῦμεν φθάσαντα αὐτὸν ἐπὶ τῶν τόπων καὶ πολιορκεῖν τὴν χώραν καὶ ἀνῃρηκέναι ἡμῶν πλείστους · ἡμεῖς δὲ αὐτοὶ κινδυνεύομεν σφόδρα. ὥστε κατατάχυνε μετὰ δυνάμεως τοῦ προφθάσαι πρὸ τοῦ εἰσβῆναι · δυναμικὸν γὰρ τὸ Μακεδονικὸν ἐφάνη στράτευμα. ἔρρωσο”. λαβὼν δὲ Δαρεῖος καὶ ἀναγνοὺς ἔπεμψεν ἐπιστολὴν Ἀλεξάνδρῳ. ἐπιστολὴ Δαρείου Ἀλεξάνδρῳ. “Δαρεῖος Ἀλεξάνδρῳ λέγει. ἔγραψας ἡμῖν ἐπιστολὴν ὑπερήφανον, δι’ἧς ἡμᾶς ἐπιζητεῖς ἐντυχεῖν σοι. οὐχ οὕτως ἤδη † ἔξεις ἂν τὴν ἄγκυραν, ὥστε τοὺς ἀπὸ ἀνατολῶν θεοὺς εἰς δύσιν κατοικεῖν. μαρτύρομαι δὲ ἐφ’οἷς με διέθου · δοξάζω γὰρ τὴν μητέρα εἰς θεοὺς σε πεπορεῦσθαι, γυναῖκα δὲ μὴ ἐσχηκέναι. ἐγὼ οὐ παύσομαι τὴν ὕβριν ἐπεκδικῶν. ἐγράφη γάρ μοι, ὡς εὐσεβῶς μοι διέθου εἰς τοὺς ἐμούς · εἰ ἄρα καὶ δικαίως ἐποίεις, καὶ τὰ πρὸς ἐμὲ δυνατόν […], † τοὺς ἰσοθέους τιμὰς ἀπονέμων τοῖς ἐμοῖς. ἔξεστί σοι λοιπὸν τῶν ἐμῶν μὴ φείδεσθαι · κακούχει δὲ καὶ τιμώρει ὡς πολεμίου τέκνα · οὔτε γὰρ ὡς εὐεργετῶν αὐτὰ ἕξεις με φίλον οὔτε ἀδικῶν διὰ τοῦτο ἐχθρόν. ἐν γὰρ τῷ αὐτῷ κεῖταί μοι ἀμφότερα. ἐσχάτην οὖν ἀπόκρισιν δήλωσον ἡμῖν, ἵνα εἰδῶμεν”. ἀναγνοὺς ὁ Ἀλέξανδρος καὶ μειδιάσας ἔγραψεν αὐτῷ · ἐπιστολὴ Ἀλεξάνδρου Δαρείῳ. “Ἀλέξανδρος βασιλεὺς βασιλεῖ Δαρείῳ χαίρειν. τὰς κενὰς φλυαρίας σου καὶ ἀπονοίας ματαίαςτε μανίας θεοὶ ἐμίσησαν μέχρι τέλους. καὶ οὐ παύσῃ ἔτι βλασφημῶν; οὐ φοβούμενος γὰρ τετίμηκα τοὺς σοὺς οὐ δὲ ἐλπίζων ἐλεύσεσθαί σε ἐκολάκευσα, ἵνα παραγενόμενος εὐχαριστήσῃς ἡμῖν. μὴ παραγίνου · οὐ γὰρ ἄξιον ἦν τὸ ἐμὸν διάδημα τοῦ σοῦ; οὐ μὴν τῆς περὶ πάντας εὐσεβείας μου […] περισσότερον καὶ τοὺς σοὺς ἐλεήσας ἐξ οὐρανοῦ εἰς τὸ ἔδαφος πεπτωκότας. ἐσχάτην οὖν σοι ἐπιστολὴν γράφω · εὐκοπώτερον ἦν ἄλλως με πολεμεῖν σοι ἢ πλησίον ἐλθεῖν πρός σε”.
καὶ πέμψας ἕτοιμος ἐγένετο · καὶ γράφει μὲν ἐγκύκλιον τοῖς ὑπ’αὐτῷ σατράπαις · “βασιλεὺς Ἀλέξανδρος σατράπαις τοῖς ὑποτεταγμένοις μοι Συρίας καὶ Κιλικίας καὶ Καππαδοκίας καὶ Παφλαγονίας καὶ Ἀραβίας καὶ τοῖς ἑτέροις ἔθνεσι χαίρειν. βούλομαι ὑμᾶς χιτῶνας κατασκευάσαντας ἀνὰ χιλίους πέμπειν ἐν Ἀντιοχείᾳ καὶ τῆς Συρίας · καὶ ὃ ἐὰν τελευτήσῃ τετράποδον, τούτων αἱ δοραὶ ἐξαποστελλέσθωσαν εἰς Ἀντιόχειαν, ὅπως οἱ στρατιῶται ὑποδέωνται περικνημῖσι καὶ ὑποδέσεσι. τὰς δὲ ὁπλοθήκας τὰς ὑποτεταγμένας, ὧν ὁ ἀριθμὸς ἑκατὸν † διασκεδάζεται ἐξαποστείλατε † αὐτούς. διατεταγμένοι γάρ εἰσι κάμηλοι ἀπὸ τοῦ Εὐφράτου ποταμοῦ ἕως Ἀντιοχείας […] ὥστε † τὴν ἐπιχρείαν πᾶσαν συναντᾶν. ἔρρωσθε”. γράφει δὲ καὶ σατράπης Δαρείῳ περὶ τῶν ἐνεστώτων · “† Οἱμητάδης θεῷ Δαρείῳ χαίρειν. εὐλαβῶς ἔχω τοιαῦτα γράφειν σοι, ἀναγκάζομαι δὲ ὑπὸ τῶν πραγμάτων. αὐτὸς γὰρ τετραυμάτισμαι, δύο μεγιστάνοι ὤλοντο, Κωμάρξης δὲ τραυματιαῖος γενόμενος ἀνεχώρησεν εἰς τὸ ἴδιον σκήνωμα. Νανίας δὲ καὶ οἱ ὑπ’αὐτὸν μεγιστάνοι διέβησαν πρὸς Ἀλέξανδρον εἰσόδια λαβόντες καὶ βασιλικὰ χωρία παρέδωκαν σὺν ταῖς ἐνούσαις παλλακαῖς καὶ Ὀλυμπιάδα τὴν τοῦ Μιθριδάτου ἀδελφὴν […] καὶ τὰ χωρία ἐνεπύρισαν”. γνοὺς ταῦτα ὁ Δαρεῖος ἔγραψε τῷ ἔγγιστα σατράπῃ † Πηνγάλῳ γενέσθαι ἕτοιμον καὶ παρεμβολὴν θεῖναι · ἔγραψε δὲ καὶ τοῖς γείτοσι βασιλεῦσιν, ὡς “μελλόντων ἡμῶν ἱδρῶτας ἀπομάξασθαι ἀγωνίζεσθαι δεῖ καὶ ὑμᾶς πρός τι ἔθνος Μακεδονικόν, οὓς οὐ πείθομαι πάνυ χαρῆναι ἐφ’οἷς ἐτόλμησαν”. προσέταξε δὲ καὶ τοῖς περὶ Κοβάρζην ὁδεύειν καὶ προάγειν οἷς πείθομαι πάνυ ἐπήγην.
γράφει δὲ καὶ τῷ Πώρῳ δεόμενος βοηθείας · λαβὼν δὲ ὁ Πῶρος γράφει · “Πῶρος βασιλεὺς Ἰνδῶν Δαρείῳ βασιλεῖ Περσῶν χαίρειν. ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν καὶ λυπηθεὶς τὴν ὁρμὴν πρός σε εἶχον, ὡς ἂν σκεψώμεθα […] ἀλλ’ἐμὲ κωλύει ἡ συνεχής μου νόσος. εὔθυμος οὖν ἄγε αἰσθόμενος, ὅτι οὐ δὲ ἡμεῖς ὑποφέρομεν τὴν ὕβριν ταύτην. πρὸς ὃ βούλει οὖν γράφε ἡμῖν · σοὶ γὰρ ὑποκείσονται αἱ ὑπ’ἐμὲ δυνάμεις πᾶσαι καὶ τὰ πόρρω δὲ ὑπακούσονται ἔθνη”. μαθοῦσα δὲ ἡ μήτηρ Δαρείου ταῦτα διεπέμψατο αὐτῷ κρυφῇ ἐπιστολὴν τήνδε · “Ῥοδογούνη μήτηρ Δαρείῳ τέκνῳ χαίρειν. ἤκουσά σε συναθροίζοντα ὄχλον καὶ βουλόμενον ἑτέραν μάχην συνιστᾶν πρὸς Ἀλέξανδρον. μὴ τὴν οἰκουμένην ταράξῃς ἢ σαλεύσῃς · τὸ γὰρ μέλλον ἄδηλόν ἐστιν. ἔασον οὖν ἐλπίδα ἐπὶ τὸ κρεῖττον, καὶ μὴ ἀποτομίᾳ χρησάμενος ἀναμφιβόλως τοῦ ζῆν στερηθῇς. ἐσμὲν γὰρ ἐν τιμῇ παρὰ Ἀλεξάνδρῳ, καὶ μὴ ἡμᾶς ὡς πολεμίου τέκνα ἀπώλεσεν · ὅθεν ἐλπίζω εἰς συνθήκας ὑμᾶς ἀγαθὰς ἐλεύσεσθαι”. ἀναγνοὺς ὁ Δαρεῖος τὴν ἐπιστολὴν ἐδάκρυσε μιμνησκόμενος τῆς ἑαυτοῦ συγγενείας · ἅμα δὲ καὶ ἐταράσσετο τῇ ψυχῇ καὶ τὴν τῶν Βακτριανῶν χώραν προμαχεῶνα ἔσχεν.
ὁ δὲ Ἀλέξανδρος τὴν πορείαν ἔγγιστα τῆς Περσίδος ἐποιεῖτο, ὥστε τὰ τῆς πόλεως τείχη ὑψηλότατα ὄντα τοῖς Μακεδόσι κατάδηλα γίνεσθαι. ἐπινοεῖ δέ τι ὁ φρενήρης Ἀλέξανδρος. τὰ γὰρ ἐκεῖ νεμόμενα ποίμνια ἀποσπάσας τῶν νομῶν καὶ ἐκ τῶν δένδρων τοὺς κλάδους ἀφελὼν ἐπὶ τὰ νῶτα τῶν τετραπόδων ἐπέδησεν, καὶ τῶν στρατοπέδων ὄπισθεν ἐβάδιζον αἱ ποῖμναι. τὰ δὲ δένδρα συρόμενα ἐπὶ τῆς γῆς κόνιν οὐ τὴν τυχοῦσαν ἀνήγειρεν, † ἐπεὶ οὖν ὁ κονιορτὸς μέχρι νεφῶν ἔφθασεν, ὥστε τοὺς Πέρσας ὑπονοεῖν ἀμέτρητον αὐτὸν ἐπάγεσθαι ἔθνος. ἐπεὶ δὲ ἐπῆλθε τῆς Περσίδος ἡμέρας εʹ, ἐζήτει ἄγγελον πέμψαι πρὸς Δαρεῖον, πότε τὴν συμβολὴν ποιοῦσι. κοιμᾶται δὲ ὁ Ἀλέξανδρος καὶ ὁρᾷ τὸν Ἄμμωνα ἐν σχήματι Ἑρμοῦ ἔχοντα κηρύκιον καὶ χλαμύδα καὶ Μακεδονικὸν πιλίον λέγοντα αὐτῷ · “τέκνον Ἀλέξανδρε, ὅτε σοι βοηθείας χρεία ἐστί, τότε σοι πάρειμι μηνύων. ἐὰν πέμψῃς ἄγγελον πρὸς Δαρεῖον, προδώσει σε. παραβούλευσαι καὶ σεαυτῷ ἄγγελος πορεύου ἀναλαβών μου τὸ σχῆμα. ἐπικίνδυνον μὲν βασιλέα ὄντα ἑαυτοῦ ἄγγελον γενέσθαι, ἀλλὰ θεοῦ βοηθοῦντος οὐδείς σοι ἔσται κίνδυνος”. ἰδὼν δὲ τὸν χρησμὸν ἀνίσταται καὶ χαίρων μεταδίδωσι τοῖς φίλοις · οἱ δὲ συνεβούλευον τοῦτο ποιῆσαι.
καὶ δὴ παραλαβὼν γενναῖον σατράπην Εὔμηλον το- τοὔνομα τρεῖς ἵππους ἔχων εὐσθενεῖς ὁδεύει καὶ παραγίνεται ἐπὶ τὸν Στράγγαν ποταμόν. οὗτος δὲ πήγνυται ταῖς χιόσιν, ὥστε πετρώδη αὐτὸν εἶναι καὶ διαπερᾶν κτήνητε καὶ ἁμάξας · εἶτα μεθ’ἡμέρας λύεται αἰφνιδίως καὶ γίνεται βαθύρρους ποταμός. εὗρεν οὖν παγέντα αὐτὸν ὁ Ἀλέξανδρος καὶ ἀναλαβὼν τὸ σχῆμα, ὅπερ εἶδεν κατὰ τοὺς ὕπνους, καθίσας τὸν πῶλον διαπερᾷ μόνος τὸν ποταμόν. τοῦ δὲ Εὐμήλου θέλοντος σὺν αὐτῷ διαπερᾶν, μὴ γένοιτό τις ἀνάγκη βοηθείας, εἶπε · “σὺ μένε · ἐγὼ γὰρ ἔχω βοηθὸν τὸν χρησμοδοτήσαντά μοι”. καὶ ὁ μὲν εἰπὼν διεπέρασε τὸν ποταμὸν ἔχοντα τὸ πλάτος σταδίου αʹ καὶ ἀποβὰς ὥδευσεν. ἦλθε δὲ πρὸς τὰς πύλας τῆς Περσίδος. οἱ δὲ ἐκεῖ τεταγμένοι ἰδόντες τὸ ξένον τοῦ προσχήματος ὑπενόουν θεὸν εἶναι, ἐμάνθανον δὲ ἄγγελον Ἀλεξάνδρου αὐτὸν ὄντα. ὁ δὲ Δαρεῖος ἐπὶ λόφου ἦν στρατοῖς κηρύσσων καὶ φάλαγγας συντάσσων ὡς † δὲ ὁ τῶν Μακεδόνων συνεὶς † μηνιοδῷ. ὁ δὲ ἀθρήσας τὸ πολὺ θαῦμα Δαρείου παρ’ὀλίγον αὐτὸν προσεκύνησεν ὡς θεὸν Μίθραν νομίζων οὐρανοῦ κατελθόντα, τοῖς βαρβάροις πέπλοισιν ἐγκοσμηθέντα. ἦν γὰρ κατ’αὐτὸν τῶν τύπων τὸ πρόσχημα καὶ τῆς νεότητος οἱ χρόνοι † διαστάντες […] διαδήματος σφιγχθέντος τὸ κάρηνον ἔσκεπεν · πέπλῳ δὲ ἐχρῆτο οἷον οὖν οὐκ εἶδον ἄλλον · Βαβυλωνίαν ὕφανσιν χρύσειον νῆμα, σειραὶ δὲ χρύσειαι καὶ πέδιλα χρυσέων φοινίκων. σκῆπτρον δὲ ἦν […] καὶ ποδῶν δυοῖν κνῆμαι […] ἀλλ’† οἱ λάγχετοι μύριοι κηρύκων ἔθνεάτε ἑκατέρωθεν μυρίων φωτῶν κυκληδὸν ἔστεψαν τὸ σῶμα Δαρείου. καὶ οἱ μὲν φρουροὶ προσήνεγκαν αὐτῷ τὸν Ἀλέξανδρον · ὁ δὲ εἰσιδὼν τὸ σχῆμα, ὃ μηδέποτε εἶδε, πυνθάνεται αὐτοῦ, τίς ἂν εἴη. ὁ δὲ εἶπεν · “ἐγὼ ἄγγελος Ἀλεξάνδρου · † ὅτι οὖν πάρειμι ἄγγελος αὐτοῦ, ἐγώ σοι μηνύω. παρὼν Ἀλέξανδρος ἐνθάδε ταῦτα λέγει δι’ἐμοῦ · ” ὀφείλεις εἰδέναι, βασιλεῦ Δαρεῖε, ὅτι βραδύνων εἰς μάχην βασιλεὺς ἤδη πρόδηλός ἐστι τῷ ἀντιδίκῳ ἀσθενῆ ἔχειν τὴν ψυχὴν εἰς τὸ πολεμεῖν · ὥστε μὴ μέλλε, ἀλλὰ ἄγγελλέ μοι, πότε βούλῃ συμβάλλειν τῇ μάχῃ. Δαρεῖος εἶπε · “μή τι σὺ ὁ Ἀλέξανδρος; οὕτω γάρ μοι μετὰ θράσους μοι διαλέγῃ, οὐχ ὡς ἄγγελος, ἀλλ’ὡς αὐτὸς ἐκεῖνος. ἀλλ’οὐ μή με ταράξῃς. ἀλλ’ἐπεὶ τὸ σύνηθες δεῖπνον τοῖς ἀγγέλοις δεῖ τελειοῦσθαι καὶ γὰρ αὐτὸς Ἀλέξανδρος […]” […] τῆς δεξιᾶς χειρὸς εἰσήνεγκεν ἔνδον τῶν βασιλείων · ὁ δὲ Ἀλέξανδρος ἔσχεν ἐν καρδίᾳ τὸ σημεῖον ὡς ἤδη κρατήσει τὸν τύραννον νικῶν. ὁ δὲ εἰσελθὼν εἰς τὰ μέλαθρα Δαρείου καὶ ἐπὶ τὸ δεῖπνον εὐθέως ἐκηρύχθη. πρῶτος δὲ ἀνακλιντὴρ ἦν ὁ Δαρείου · δεύτερος δὲ ἀδελφὸς ἦν Ὀξυάθρης Δαρείου · τρίτος δὲ Ὦχος σατράπης Ὀξυδράκων Δαρείου · εἶτα πάλιν Ἀδουλίτης ὁ ἐπὶ Σούσης καὶ Φραόρτης · μετ’αὐτὸν Μιθριδάτης ἕκτος κατεκλίθη καὶ Τιριδάτης ὁ τοξοτῶν πρῶτος, ἔτιτε Κανδαύλης ὁ νυκτίχροος ἔκειτο † Μένωπος, εἶτ’ἀνέκειτο Αἰθιόπων ἄναξ καὶ Πολυάρης ἔγγιστα ἡγεμὼν μέγας · † Ὀρνίφατος Ὁδιώνης Καρτερόφωτος Σοβαρίτης Δελεάλκιδες †. τοῖς δὲ ἄντικρυς αὐτὸς μόνος ἀνέκειτο ἐπὶ μιᾶς κλίνης ὁ πάντα ἄριστος ὁ Μακεδών.
καὶ οἱ μὲν Πέρσαι ἀπεθαύμαζον τὴν τοῦ σώματος σμικρότητα, ἀλλ’ἠγνόουν, ὅτι ἐν μικρῷ ἀγγείῳ ἔκχυμα τύχης οὐρανίου ἐστίν. οἱ μὲν οὖν πινεγχύται πυκνότερον ἐν τοῖς σκύφοις διηκόνουν · μεσάσαντος δὲ τοῦ πότου ἐπινοεῖ τι ὁ Ἀλέξανδρος. οὓς γὰρ ἐλάμβανε σκύφους ἔσωθεν ἔκρυβεν · οἱ δὲ πινεγχύται βλέποντες ἐνεφάνιζον Δαρείῳ. ὁ δὲ Δαρεῖος ἐπαναστὰς τοῦ κλιντῆρος εἶπεν · “ὦ γενναῖε, πρὸς τί ταῦτα ἐγκολπίζεις”; καὶ ὁ Ἀλέξανδρος εἶπεν · “ὅτι οὕτως ὁ ἡμέτερος Ἀλέξανδρος, ἐὰν δεῖπνον ποιῇ τοῖς ταξιάρχαις καὶ παρασπισταῖς, τὰ κύπελλα ἐκείνοις δωρεῖται, ὑπενόησα καὶ σὲ οὕτως τὸ ἔθος ἔχειν, καὶ ὡς παρὰ τῷ ἐμῷ βασιλεῖ ἐνεκολπισάμην. εἰ δὲ οὐκ ἔστι σοι τοῦτο τὸ ἔθος, ἀπολάμβανε”. πρὸς ταῦτα οἱ Πέρσαι ἀφορῶντες τὸν Ἀλέξανδρον ἀπεθαύμαζον. πλαστὸς ἀεὶ μῦθος, ἐὰν σχῇ πίστιν, ἐκστῆναι πεποίηκε τοὺς ἀκούοντας. πολλῆς οὖν σιγῆς γενομένης εἷς ἀνεπόλησεν αὐτόν, ὃς ἦν γενόμενος ἡγεμὼν τῆς Περσίδος ὃς ὀνόματι Παρασάγγης · ᾔδει γὰρ αὐτὸν κατὰ πρόσωπον, ἡνίκα τὸ πρῶτον ἦλθεν εἰς Πέλλην τῆς Μακεδονίας ὑπὸ Δαρείου πεμφθεὶς φόρους ἀπαιτῆσαι. καὶ πρὸς ἑαυτὸν ἔλεγεν · “οὐκ ἔστιν οὗτος, ὃν λέγουσιν Ἀλέξανδρον; ἀσφαλῶς ἔστι. δεῖ με τοὺς τύπους ἐπιγνῶναι”. καὶ κατανοήσας ἐκ δευτέρου εἶπεν · “αὐτός ἐστιν ἀσφαλῶς · ἡ φωνὴ γὰρ αὐτὸν ἤλεγξε † καὶ ὁ τύπος αὐτός”. οὗτος οὖν ὁ Παρασάγγης νοήσας ἀσφαλῶς, ὅτι αὐτός ἐστι, παρανακλιθεὶς τῷ Δαρείῳ εἶπε · “μέγιστε βασιλεῦ Δαρεῖε, οὗτος ὁ πρεσβεὺς αὐτός ἐστιν ὁ Ἀλέξανδρος ὁ Φιλίππου”. ὡς δὲ διενοήθη ἐγνωσμένον αὑτὸν ὁ Ἀλέξανδρος καὶ πολὺν θροῦν περὶ τὸ βασιλικὸν δεῖπνον γενόμενον, ἀνήλατο ἔχων τὸ χρυσίον ἐν τοῖς κόλποις καὶ ἐξεπήδησεν. ἐκτὸς δὲ τῶν βασιλείων ἰδών τινα Πέρσην παραφυλάσσοντα δᾷδας μετὰ χεῖρας ἔχοντα ταύτας βαστάξας ἐσφαγίασε τὸν ἄνδρα. εὐθὺς δὲ καθίσας τὸν πῶλον ἐφέρετο · οἱ δὲ Πέρσαι ἐξέβαινον ἐπὶ τὸν διωγμὸν καταλαβεῖν θέλοντες τὸν φυγόντα. ὁ δὲ Ἀλέξανδρος ὑπὸ τοῦ θεοῦ βοηθούμενος ὤξυνε τὸν ἵππον πτερνίσας καὶ προέβαλλε τὴν πεύκην καὶ ἐφωταγώγει τὸν πῶλον · ἦν γὰρ νὺξ βαθεῖα, καὶ οἱ μὲν διώκοντες εἰς ὃ μέρος ἔτυχον ἐδίωκον · ὁ μὲν γὰρ ἔχων τὴν πεύκην ὡς ἀστὴρ ἀπέλαμπεν ἑαυτῷ, οἱ δὲ εἰς τὰς φάραγγας κατεκρημνίζοντο. ὁ δὲ Δαρεῖος συνεφοράζετο ἐπὶ τοῦ κλιντῆρος καθεζόμενος · ἐθεάσατο δὲ τι ἐξαίφνης κρήγυόν τι σημεῖον. εἰκὼν γὰρ Ξέρξου τοῦ ὀρόφου κατέπεσε διαστάντος, ἥνπερ ἠγάπα Δαρεῖος. ὁ δὲ Μακεδὼν ᾤχετο καὶ καμὼν ἦλθεν ἐπὶ τὸν Στράγγαν ποταμόν. καὶ ἅμα τῷ διαπερᾶσαι παρὰ τὴν ὄχθην τοῦ πώλου τοὺς ἐμπροσθίους πόδας ἔχοντος ἐπὶ τὴν γῆν ὁ ποταμὸς διελύθη, καὶ ὁ μὲν πῶλος ἐφέρετο τῷ ῥεύματι, τὸν δὲ Ἀλέξανδρον ἐπὶ γῆς ἔρριψε καὶ ἐρρύσθη ἐπὶ γῆς στερεᾶς. οἱ δὲ Πέρσαι παρ’αὐτὸν τὸν Στράγγαν ποταμὸν ἐλθόντες ἔγνωσαν αὐτὸν διαπεράσαντα καὶ μηδὲν δυνάμενοι […] ἀπέστησαν τῶν τόπων · ὁ γὰρ ποταμὸς οὗτος ἄπλευστός ἐστι πᾶσιν. καὶ οἱ μὲν Δαρείῳ ἔλεγον τὸ εὐτύχημα Ἀλεξάνδρου · ὁ δὲ Ἀλέξανδρος ἀπὸ τοῦ σάλου καὶ τῆς διώξεως ἀναλαβὼν ἑαυτὸν καὶ ὀλίγον πεζεύσας εὗρεν Εὔμηλον ἐναγώνιον ὀδυρόμενόντε καὶ ὑφηγεῖται τὰ συμβάντα.
ἀναλαβὼν δὲ ἑαυτὸν καὶ ἕωθεν συναθροίσας τὸν στρατόν, αὐτὸς ἐν μέσῳ ἑστώς, ὁποῖος Ζεὺς τοὺς οὐρανίους δαίμονας διακρίνων, καὶ εἰς ἀριθμὸν ποιησάμενος διὰ τὸ τεθεωρημένον αὐτῷ Περσικὸν πλῆθος, πάντας τοὺς ἑαυτοῦ ἀριθμήσας εὗρε μυριάδας ιβʹ. καὶ ἦν μὲν αὐτὸς ὁ ἀριθμὸς βραχὺς λίαν, ἀλλ’ὅτι φρενήρης ἦν, ἀνεθάρσει. ἀνελθὼν οὖν ἐπί τινος ὑψηλοῦ τόπου ἐθάρσυνε τὴν στρατείαν λέγων · “ἄνδρες συστρατιῶται καὶ φίλοι, ἐπίσταμαι τὸ πλῆθος τὸ ἡμέτερον ὀλίγον ὄν. ἀλλὰ μὴ εἰς τοῦτο διστάσωμεν · εἷς γὰρ ὑμῶν κατὰ τὸ ἀνδρεῖον τῶν ἀντιδίκων οὕτω τι νωθρῶν ὄντων ὑπὲρ τοὺς ἑκατὸν χειρώσεται. καὶ γὰρ πολλαὶ μυριάδες μυιῶν εἰσιν, αἳ σκέπουσι τὸν ἀέρα · ἐπὰν δὲ αὐταῖς ἐπιστῶσι σφῆκες, σοβοῦσιν αὐτὰς ταῖς πτέρυξι κλαγόντες · οὕτω τὸ πλῆθος οὐδέν ἐστι πλὴν πλῆθος · σφηκῶν γὰρ παρόντων οὐδέν εἰσιν”. ὡς δὲ εἶπεν ὁ βασιλεύς, πάντες αὐτὸν εὐφήμουν. πολλὰς οὖν χέρσους καὶ στίβους διευθύνας εὗρε τὸν ὄχλον ἐπὶ τὰ νῶτα τοῦ Στράγγου. ὁ δὲ Δαρεῖος ὡς ἐθεάσατο τὸν στρατὸν Ἀλεξάνδρου ὀλιγοστὸν ὄντα ἐχλεύασεν ὡς μηδὲν · καὶ εὑρὼν ἐπίπηκτον τὸν ποταμὸν διεπέρασεν, ἐπιστῆναι βουλόμενος τοῖς στρατοῖς Ἀλεξάνδρου, καὶ κήρυκας ἐκπέμπει καλεῖν εἰς τὴν μάχην. καὶ ἦν μὲν Περσικὸν πλῆθος ἄμετρον καὶ ἅρματα δρεπανηφόρα ἐτύγχανε. τῶν δὲ Μακεδόνων προῆγεν ὁ Ἀλέξανδρος ἐγκαθίσας τὸν Βουκέφαλον ἵππον · προσεγγίσαι δὲ τούτῳ οὐδεὶς ἠδύνατο διὰ τὴν ἐν αὐτῷ θειότητα. ὡς οὖν ἑκατέρους ἔκλῃζεν ἡ πολέμιος σάλπιγξ, πολύς δὲ τις θροῦς συνεκλονεῖτο καὶ κλαγγὴ τῶν στρατῶν · προθυμίᾳ δὲ ἦλθον εἰς δῆριν. καὶ οἱ μὲν λίθοις ἠμύναντο, οἱ δὲ τοῖς βέλεσιν ἐσκέπασαν τὸν ἀέρα, ἄλλοι δὲ μαχαίραις ἐξοιστροῦντο · καὶ πολλοὶ μὲν ὤλοντο, πολὺς δὲ ὀδυρμὸς ὠρώρει · καὶ οἱ μὲν ἐσφάζοντο, ἕτεροι δὲ ἡμισφαγεῖς ἔκειντο. πολλῶν δὲ Περσῶν ὀλεθρίως τελευτώντων ὁ Δαρεῖος ἔστρεφε τὰς ἡνίας τοῦ ἰδίου ἅρματος, καὶ πᾶν τὸ πλῆθος τῶν Περσῶν εἰς φυγὴν ὥρμα. δρεπανηφόρων δὲ πολλῶν ἁρμάτων τροχαζόντων οἱ πεζοὶ ἐθερίζοντο ὥσπερ σῖτος ὑπ’ἀρότρῳ. ὁ οὖν Δαρεῖος ἐλθὼν ἐπὶ τὸν Στράγγαν ποταμὸν αὐτὸς μὲν διεπέρασεν ἔτι αὐτὸν πεπηγότα εὑρών · τὸ δὲ ἄλλο πλῆθος ὡς ἦλθεν αὐτὸν διαπερᾶσαι, κάτωθεν διελύθη τὸ κῦμα καὶ ἥρπασε πάντας. οἱ δὲ μὴ φθάσαντες διαπερᾶσαι τὸν ποταμὸν ὑπὸ τῶν Μακεδόνων ἀνῃροῦντο. ὁ δὲ Δαρεῖος φυγὰς γενηθεὶς καὶ εἰσελθὼν εἰς τὰ βασίλεια ἔρριψεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους, οἰμώζων καὶ δακρύων διὰ τὸ ἀπολωλεκέναι πολὺ πλῆθος ἀνδρῶν καὶ ὡς ἐρημώσας πᾶσαν τὴν Περσίδα. ἔλεγε δέ · “ποῖος ἀστὴρ οὐράνιος ἔβαλε τὴν Περσικὴν βασιλείαν, ἵνα Δαρεῖος ὁ τοσαύτας πόλεις καὶ ἔθνη ὑποτάξας καὶ νήσους καταδουλωσάμενος, ὁ ἡλίῳ συνανατείλας, οὗτος φυγὰς γενόμενος […] ἀληθῶς οὐδεὶς τὸ μέλλον ἀσφαλῶς ἐπίσταται · ἡ γὰρ τύχη, βραχεῖαν ἢν λάβῃ ῥοπήν, ἢ τοὺς ταπεινοὺς ὑπεράνω νεφῶν τιθεῖ ἢ τοὺς ἀφ’ὕψους εἰς ζόφον κατήγαγεν”.
ἔκειτο μὲν Δαρεῖος ἔρημος · διαναστὰς δὲ καὶ ἐν ἑαυτῷ γενόμενος τυπωσάμενος ἐπιστολὴν πέμπει πρὸς Ἀλέξανδρον · ἐπιστολὴ Δαρείου Ἀλεξάνδρῳ. “Δαρεῖος βασιλεὺς Ἀλεξάνδρῳ τῷ ἐμῷ δεσπότῃ χαίρειν. πρῶτον γίνωσκε, ὅτι ἄνθρωπος ἐγεννήθης · ἱκανὸν δὲ τοῦτο ὑπόμνημα τοῦ μὴ μεγαλοφρονεῖν. καὶ γὰρ καὶ Ξέρξης ὁ τὸ φῶς μοι δείξας ὑπερφρονήσας καὶ καταφρονήσας πάντων ἀνθρώπων μέγαν ἔρωτα ἔσχεν εἰς τὴν Ἑλλάδα […] ἄπληστος ὢν χρυσοῦτε καὶ τῶν ἄλλων πραγμάτων. τί γὰρ αὐτὸν ἦν λεῖπον; χρυσὸς ἢ λίθοι ἢ ἀγάλματα, ἅπερ καὶ αὐτὸς παρ’ἡμῖν εἶδες; […] ἀλλά γε σκοπήσας τὴν τύχην οἴκτειρον ἡμᾶς πρὸς σὲ καταπεφευγότας. πρὸς Διὸς ἱκεσίου καὶ τῆς ἄλλης ἐνυπαρχούσης ἡμῖν εὐγενείας ἀπὸ Περσίδος, ἀπόδος τὴν μητέρα καὶ γυναῖκα καὶ τέκνα · ἀντὶ δὲ τούτων ὑπισχνοῦμαί σοι τοὺς θησαυροὺς δεῖξαι τοὺς ἐν Μινυάδι χώρᾳ καὶ Σούσοις καὶ Βάκτροις, οὓς οἱ πατέρες ἡμῶν παρέθεντο τῇ γῇ · ἐπεύχομαί δέ σοι τῆς Περσῶν καὶ Μήδων καὶ τῶν ἄλλων ἀνδρῶν κυριεύειν τὸν ἅπαντα χρόνον. Ζεύς σε ποιείτω μέγαν. ἔρρωσο”. ταύτης τῆς ἐπιστολῆς ἀναγνωσθείσης ἔδοξεν Ἀλεξάνδρῳ συναθροίζειν τὴν δύναμιν καὶ ἐκκλησιάσαι · καὶ ἐσκέπτετο σὺν αὐτοῖς. εἶπεν οὖν Παρμενίων ὁ στρατηγός · “Ἀλέξανδρε, ἔλαβον ἂν τὰ χρήματα καὶ τὴν χώραν τὴν δεδομένην σοι καὶ ἀπεδίδουν αὐτῷ τὴν μητέρα καὶ τὰ τέκνα”. πρὸς ταῦτα εἶπεν ὁ Ἀλέξανδρος · “κα- κἀγὼ Παρμενίων ὢν ἔλαβον ἄν. ἀλλὰ θαυμάζω, εἰ τῶν ἐμῶν χρημάτων Δαρεῖος λυτρώσεται μητέρα καὶ γυναῖκα καὶ τέκνα · πολὺ δὲ μᾶλλον, ὅτι καὶ τὴν ἐμήν μοι χώραν ὑπέσχηται δώσειν. ἀγνοεῖ δήπου ὅτι, εἰ μὴ μαχόμενος νικήσει, ἐμὰ ταῦτά εἰσιν · εἰ μὲν οὖν ἥττων ὑπάρχει ἐμοῦ, μηδὲν ἐπαγγελλέσθω τῶν ἐμῶν · ἐὰν γὰρ νικήσῃ μαχόμενος, οὐ δὲ περὶ τῆς ἐκείνου γυναικὸς ἢ μητρὸς ἢ τέκνων λόγος αὐτῷ γίνεται πρὸς ἡμᾶς, ἀλλ’ἡμῖν πρὸς ἐκεῖνον περὶ τῶν ἡμετέρων. τὸ δ’ὅλον οὐκ ἂν διέβην εἰς τὴν Ἀσίαν, εἰ μὴ τὴν χώραν ὑπελάμβανον ἡμῶν εἶναι · καὶ γὰρ ἂν ἠδίκουν τῶν ἀλλοτρίων ἁπτόμενος. εἰ δὲ πρότερον ἐκεῖνος αὐτῆς ἦρξεν, κερδαινέτω, διότι χώραν ἀλλοτρίαν ἔχων τοσοῦτον χρόνον οὐδὲν ἔπαθεν”. ταῦτα ἐκέλευσε τῷ Δαρείῳ ἀπαγγέλλειν τοὺς Πέρσας. αὐτὸς δὲ ἐκέλευσε τοὺς μὲν τραυματίας γενομένους θεραπείας ἔχεσθαι, τοὺς δὲ τελευτήσαντας ἐπὶ τῶν τόπων κηδείας τυχεῖν. μείνας δὲ τὸν ἀκμαιότατον χειμῶνα καὶ ποιήσας τοῖς ἐγχωρίοις θεοῖς θυσίας προσέταξεν ἐμπρησθῆναι τὰ Ξέρξου βασίλεια ὄντα κάλλιστα κατὰ τὴν χώραν · μετὰ δὲ μικρὸν μετανοήσας σβεσθῆναι ἐκέλευσεν.
ἐθεάσατο δὲ καὶ τοὺς Περσῶν τάφους, ἐν οἷς ἦσαν χρυσώματα πολλὰ καὶ κρατῆρες ἀργύρεοι · ἦν δὲ καὶ ὁ Κύρου τάφος τοιοῦτος, πύργος δεκάστεγος λίθινος. ἐν δὲ τῇ ἄνω στέγῃ ἔκειτο ἐν χρυσῇ πυάλῳ, ὕελος δὲ περιεκέχυτο, ὥστε τὸ τρίχωμα αὐτοῦ φαίνεσθαι καὶ αὐτὸν ὅλον. ἐνταῦθα δὲ ἦσαν τῶν Ἑλλήνων ἄνδρες τεχνῖται λελωβημένοι οἱ μὲν πόδας, οἱ δὲ ῥῖνας, οἱ δὲ τὰ ὦτα · ἐδέδεντο δὲ ἐν πέδαις καθηλωταῖς. συνελθόντες οὖν ἀθρόοι ἐφώνησαν τῷ Ἀλεξάνδρῳ σῶσαι αὐτούς · ἦν δὲ τὸ θέαμα δεινόν, Ἕλληνες ἄνδρες λελωβημένοι. ἰδὼν δὲ αὐτοὺς ὁ Ἀλέξανδρος ἐδάκρυσε καὶ βαρέως ἤνεγκε · τούτοις δὲ προσέταξε δοθῆναι ἑκάστῳ δραχμὰς ͵αʹ καὶ κατασταθῆναι εἰς τὰς ἑαυτῶν πατρίδας. οἱ δὲ λαβόντες τὸ ἀργύριον ἐβουλεύσαντο αὐτοῦ μένειν · ἐντυγχάνοντες οὖν τῷ βασιλεῖ ἠξίωσαν μὴ ἀποστῆναι, χώραν δὲ αὐτοῖς ἀπονεῖμαι. “ὄνειδος γάρ (φησίν) ἐσμὲν τοῖς οἰκείοις”. ὁ δὲ Ἀλέξανδρος προσέταξεν αὐτοῖς ἀναμετρηθῆναι γῆν καὶ σῖτον εἰς σπερμοβολίαν καὶ βόας ἑκάστῳ ϛʹ καὶ τὰ λοιπά, ὅσα πρὸς γεωργίαν, καὶ ἕτερα χρήματα.
ἤδη δὲ πάλιν ὁ Δαρεῖος ἐστέλλετο πρὸς ἑτέραν συμβολήν · καὶ γράφει Πώρῳ ἐπιστολὴν περιέχουσαν οὕτως · ἐπιστολὴ Δαρείου Πώρῳ βασιλεῖ Ἰνδῶν. “βασιλεὺς βασιλέων Δαρεῖος Πώρῳ βασιλεῖ χαίρειν. ἔγραψά σοι συμπάσχειν ἐπὶ τῇ γενομένῃ καταστροφῇ τοῦ οἴκου μου, ἐπειδὴ ὁ ἐπιβὰς πολέμιος θηρὸς ἀγρίου θυμὸν ἔχει καὶ θαλάσσης ψυχήν, οὐ βουλόμενός μοι τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ἀποδοῦναι · † ὅθεν συγχρησάμενός μοι τοῖς πράγμασιν οὐ πείθεται. διὸ ἀναγκάζομαι εἰς ἑτέραν συνδρομὴν ἐλθεῖν, μέχρις οὗ ἀμύνωμαι τὸ ἔθνος ἢ αὐτὸς οὐκ ἔσομαι ἐν τῷ κόσμῳ. διὸ οἰκτείρας τὰ κατ’ἐμὲ ἀγανάκτησον καὶ ἀπεκδίκει τὴν ἐμὴν ὕβριν, μνησθεὶς τῶν προγονικῶν ἡμῶν δικαίων. συνάθροισον οὖν πλείονα ἔθνη καὶ γίνου ἐπὶ τὰς Κασπίας πύλας. τοῖς δὲ συνερχομένοις κατὰ μῆνα χορηγήσω ἀνδρὶ εὐζώνῳ χρυσοῦς τρεῖς, ἱππεῖ δὲ χρυσοῦς πέντε καὶ σῖτον καὶ χόρτον καὶ πᾶν ὅτι οὖν ἔδεσμα · τῶν δὲ γιγνομένων λαφύρων τὸ ἥμισύ σοι πέμψω. χαρίζομαι δέ σοι καὶ τὸν Βουκέφαλον ἵππον σὺν τοῖς βασιλικοῖς χωρίοις καὶ τὰς ἐν Σούσοις τούτοις παλλακὰς ρηʹ μετὰ τοῦ ἰδίου κόσμου. δεξάμενος οὖν τὴν ἐπιστολὴν μὴ ἀναμείνῃς”. ὁ δὲ Ἀλέξανδρος ταῦτα μαθὼν ὑπό τινος τῶν τοῦ Δαρείου προσπεφευγότων αὐτῷ ἀναλαβὼν τὴν δύναμιν ἀνέζευξεν ἐπὶ τὴν Μηδίαν · ἤκουσε γὰρ τὸν Δαρεῖον εἶναι ἐν Ἐκβατάνοις. οὐκ ᾤετο δὲ βασιλεύειν τῆς Ἀσίας ὁ Ἀλέξανδρος, εἰ μὴ κατεφρόνησε τοῦ Δαρείου ὀνόματος. προσηγγέλη δὲ αὐτῷ, ὅτι εἴη πεφευγὼς ἐπὶ τὰς Κασπίας πύλας · σύντονον δὲ ἐποίει τὸν διωγμὸν ἀκούσας παρά τινων, ὅτι πλησίον εἴη · Βαγιστάνου δὲ τοῦ εὐνούχου αὐτομολήσαντος καὶ ἀπαγγείλαντος πάντα πρὸς ἀλήθειαν εὐτολμότερον τὸν διωγμὸν ἐποιεῖτο.
ὡς δὲ ἐπέγνωσαν οἱ τοῦ Δαρείου σατράπαι […] Βῆσσος καὶ Ἀριοβαρζάνης παρατραπέντες ἐβουλεύσαντο τὸν Δαρεῖον ἀναιρῆσαι, οἰόμενοι γέρας λαμβάνειν παρὰ Ἀλεξάνδρου ὡς ἀναιρήσαντες αὐτοῦ τὸν ἐχθρόν. οὕτως […] ἐπήνεγκαν Δαρείῳ ἐξιφωμένας τὰς χεῖρας · ὁ δὲ τοὺς πονηροὺς Δαρεῖος ἰδὼν εἶπεν · “ὦ ἐμοῦ δεσπόται οἱ τὸ πρίν μου δοῦλοι, τί τοσοῦτον ἠδίκησα ὑμᾶς, ἵνα με ἀνέλητε; μὴ χείρονα μήσασθε τοῦ Ἀλεξάνδρου · ἐάσατέ με οὕτως ἐπὶ τὰ μέλαθρα ῥιφέντα ἀναστενάζειν τὴν δυσέκβατον τύχην. ἐὰν γὰρ ἐλθὼν ὁ βασιλεὺς Ἀλέξανδρος εὕρῃ σφαγέντα βασιλέα λῃστρικῇ γνώμῃ, ἔμ’ἐκδικήσει. οὐ θέμις γὰρ ὀφθῆναι βασιλεῖ βασιλέα δολοφονηθέντα οἰκτίστως”. καὶ ὁ μὲν Δαρεῖος ἀντεῖχε πρὸς τοὺς πονηρούς. αὐτοῦ δὲ τὰς χεῖρας ἀντέχοντος αἱ πληγαὶ τοῦ ξίφους οὐκ ἐγίνοντο καίριοι, ἀλλὰ πλάγιοι ἐγίνοντο. οἱ δὲ Μακεδόνες τὸν Στράγγαν ποταμὸν παγέντα εὑρόντες διεπέρασαν · καὶ ὁ Ἀλέξανδρος εἰσεπήδησεν εἰς τὰ βασίλεια Δαρείου. οἱ δὲ ἀσεβεῖς μαθόντες τὴν εἴσοδον αὐτοῦ προλείψαντες τὸν Δαρεῖον ἡμίπνουν ἀποφεύγουσιν, μέχρις οὗ μάθωσιν ποίαν γνώμην ἔχει περὶ αὐτῶν ὁ Ἀλέξανδρος. ὁ οὖν Ἀλέξανδρος καταλαμβάνει Δαρεῖον ἡμίπνουν, καὶ ἐπιστὰς αὐτῷ πάνυ ἐδάκρυσεν καὶ τῇ βασιλικῇ χλαμύδι αὐτοῦ τὸ σῶμα αὐτοῦ ἐπέσκεπε. τὰς χεῖρας δὲ αὐτοῦ ἐπιθεὶς ἐπὶ τὸ Δαρείου στῆθος τοίους ἔλεξε συμπαθεῖς μύθους · “ἀνάστα, φησί, τῆς τύχης ὦ Δαρεῖε καὶ τῶν σεαυτοῦ δεσπότης πάλιν γίνου. δέξαι σοῦ τὸ διάδημα Περσικοῦ πλήθους, ἔχε σοῦ τὸ μέγεθος τῆς τυραννικῆς δόξης. ὄμνυμί σοι, Δαρεῖε, τοὺς θεοὺς πάντας, ὡς ταῦτ’ἀληθῶς καὶ οὐ πεπλασμένως φράζω · μόνῳ παραχωρῶ τὸ διάδημα τῶν σκήπτρων. μετὰ σοῦ γὰρ αὐτὸς καὶ τροφῆς ἐκοινώνουν. ἐπὶ σαῖς τραπέζαις σὴν ἀν’ἑστίαν † χεῖραν, ἡνίκα παρήμην ἄγγελος Ἀλεξάνδρου. ἀλλ’ἐξανάστα καὶ κράτυνε τῆς χώρας. οὐ δεῖ βασιλέα δυστυχοῦντα λυπεῖσθαι · ἰσότης γὰρ ἀνθρώποισι περὶ τέλους μοίρης. τίνες δέ σ’οἱ τρώσαντες; εἰπὲ Δαρεῖε. μήνυσον αὐτούς, ἵνα με ἔκδικον ἔχῃς”. ταῦτα λέγοντος Ἀλεξάνδρου ἐστέναξεν ὁ Δαρεῖος καὶ ἐπισπασάμενος αὐτὸν καὶ τὰς χεῖρας καὶ τὸ στῆθος φιλήσας εἶπε · “τέκνον Ἀλέξανδρε, μηδέποτ’ἐπαρθῇς τῇ τυραννικῇ δόξῃ. ὁπότε γὰρ ἔργον ἰσόθεον κατορθώσεις καὶ χερσὶ ταῖς σαῖς οὐρανοῦ δόξεις ψαύειν, σκόπει τὸ μέλλον · ἡ τύχη γὰρ οὐκ οἶδεν † βασιλέα ἢ λῃστὴν οὔτε πλῆθος † ἀκρίτῳ δὲ ῥοίζῳ † παντὶ κακῶς ἐκρίπτεται. ὅρα τίς ἤμην καὶ τίς ἐγενόμην τλήμων · ὁ τῆς τοσαύτης ἄρτι κύριος γύης νῦν οὐ δ’ἐμαυτοῦ δεσπότης ἀποθνῄσκω. θάψον με ταῖς σαῖς εὐσεβεστάταις χερσίν, κηδευσάτωσαν Μακεδόνες με καὶ Πέρσαι. μία γενέσθω συγγένεια Δαρείῳ. τὴν δ’ἐμὲ τεκοῦσαν παραδίδωμί σοι τλήμων, καὶ τὴν γυναῖκα ὡς σύναιμον οἴκτειρον. καὶ τὴν θυγατέρα Ῥωξάνην δίδωμί σοι, ἵν’εἴ τι καὶ ἐν φθιτοῖσι λείπεται γνώμης, οἱ δύο γονῆες ἐπὶ τέκνοισι καυχῶνται, σοὶ μὲν Φίλιππος, Ῥωξάνῃ δὲ Δαρεῖος”. τοσαῦτα λέξας ὁ βασιλεὺς Δαρεῖος ἔλειψε τὸ πνεῦμα ἐν χερσὶν Ἀλεξάνδρου.
ὁ δὲ Ἀλέξανδρος τὸ τούτου σῶμα βασιλικῶς θάψαι καὶ ἐγχωρίως ἐκέλευσε καὶ τοὺς πρώτους Μακεδόνας καὶ Πέρσας ἐνόπλους προάγειν αὐτοῦ · αὐτὸς δὲ ὑποθεὶς τὸν ὦμον μετὰ τῶν Περσῶν ἐβάσταξε τὴν τοῦ Δαρείου κλίνην. οἱ δὲ Πέρσαι οὐ τοσοῦτον ἐδάκρυον τὸν Δαρεῖον, ὅσον συνεπάθουν καὶ ὑπερηγάπων τὸν Ἀλέξανδρον. καὶ ὁ μὲν Ἀλέξανδρος ἀποθέμενος αὐτὸν εἰς τάφον βασιλικὸν καὶ βουθυτήσας ἀγῶνάτε ἐπιτάφιον ἄξας νόμοντε καὶ πρόσταγμα ἔθετο Πέρσαις τοιοῦτον · “βασιλεὺς Ἀλέξανδρος ἐκ βασιλέως θεοῦ Ἄμμωνος καὶ Ὀλυμπιάδος βασιλίδος τοῖς κατὰ τὴν Περσίδα πᾶσαν ἔντε χώραις καὶ πόλεσι λέγει. εὐκταῖον μὲν ἦν τοσαύτας μυριάδας μὴ κακῶς ἀπολέσθαι · εἰ δὲ ὁ δαίμων ἠθέλησέ με κατὰ Περσῶν νικηφόρον […] καὶ † γὰρ θεοῖς πᾶσιν. γινώσκετε οὖν με καθεστακέναι σατράπας εἰς ὑμᾶς, οἷς χρὴ ὑπηκόους εἶναι ὡς ἐπὶ Δαρείου, ἵνα μη δὲ εἰδῆτε ἕτερον βασιλέα εἰ μὴ Ἀλέξανδρον νεώτερον. προσχρήσασθαι δὲ τοῖς ἰδίοις νόμοις ὑμᾶς οὐ κωλύω ταῖςτε ἑορταῖς καὶ πανηγύρεσι καὶ ὅσα ἐμφύλια ἦν. † ἢ ὑμεῖς ὑμῖν μὲν τοίου βιώσετε †. Πέρσης εἰ μὴ […] πόλιν κατοικήσει, ὡς ἀποστάτης κολασθήσεται. τὰ δὲ ὑπάρχοντα ὑμῖν συγχωρῶ · ἕκαστος κυριευέτω τῶν ἰδίων πλὴν χρυσοῦ καὶ ἀργύρου, ἐν ᾧ γαυριῶνται ἀγαθόςτε καὶ κακός · νόμισμα δὲ ὃ ἔχετε συγχωρῶ. πᾶν δ’ἀμυντήριον ὅπλον κελεύω ἀναφέρεσθαι εἰς τὰς ἀποδεδειγμένας ἀποθήκας. τοῖς δὲ σατράπαις, οἷς ἐὰν δοκιμάσω, τούτοις καὶ ἀριθμὸν δυνάμεως ἐπιμετρήσω καὶ μέτρον καθοπλισμοῦ. ἀγῶνας δέ, οὓς ἔθος ἐστὶν ἄγεσθαι, χρήσονται θέλοντος τοῦ σατράπου. ἔθνος δὲ ἐπ’ἔθνει οὐκ ἐπιμιγήσεται εἰ μὴ ἐμπορείας χάριν, καὶ ταῦτα ἕως κʹ ἀνδρῶν, ἢ ὡς πολέμιος Περσικῷ νόμῳ κολασθήσεται. ἔμποροι δὲ πάντες τῇ αὐτῇ ἐργασίᾳ προσχράσθωσαν ὡς καὶ ἐπὶ Δαρείου, τέλητε ἀγρῶν καὶ τῶν φυτικῶν πάντων κατὰ τὸ ἔθος λήψομαι. βούλομαι γὰρ τὴν χώραν ἐν εὐθηνίᾳ καταστῆσαι. τὰς δὲ ὁδοὺς τῆς Περσίδος πραγματεύεσθαι εἰρηνικῶς, ὅπως καὶ οἱ ἀπὸ τῆς Ἑλλάδος εὐκόπως εἰς ὁποίαν ἐὰν βούλωνται πόλιν τῆς Περσίδος πορεύωνται. ἀπὸ γὰρ τοῦ Εὐφράτου ποταμοῦ καὶ τῆς διαβάσεως καὶ τῆς ἀρχῆς τῆς ὁδοῦ διὰ ἡμισχοίνου ἑκάστῳ σατράπῃ ἀπέστειλα ὁδὸν ποιῆσαι καὶ διὰ σχοίνου ἐγγράψαι, ὅπου ἡ ὁδὸς φέρει · καί τι σημεῖον, εἰ δύο ὁδοὶ κατὰ τα- ταὐτὸ τύχοιεν ἢ πλείους, ὥσπερ εἰσὶν † ἄπλατοι ὁδοί. τὰς οὖν ἐπὶ τὰς ἐν ταῖς ὁδοῖς γεγονυίας φροντίδας τὰς ἐπὶ Δαρείου συντάξεις εἰθισμένας εἰς τὰ ἱερὰ χαρίζομαι τοῖς θεοῖς, μάλιστα θεῷ Σαράπι καὶ Διί. ἐπεὶ δὲ ἀξίως κατέναντι τῶν Κύρου γενεσίων τὰ ἐμὰ βούλεσθε ἄγεσθαι, συντέταχα Μοσχύλῳ τῷ σατράπῃ, ἵνα καὶ ταῦτα καὶ τὰ Κύρου γενέσια ἄγητε μετὰ εὐωχίας καὶ ἀγώνων · τοῦ δὲ ἀγωνισμοῦ θεωροὶ ἔστωσαν Πέρσαι καὶ ἆθλα τεθήσεται Πέρσαις ὁποῖα χρῄζετε. βούλομαι δὲ τὴν παρθένον τὴν στεφανουμένην, ἐὰν πολῖτις ᾖ ἡμετέρα, ἄχρι τέλους λαμβάνειν εἰς τιμὴν ἐνιαυσιαίαν τὸ ἴσον τῷ στεφάνῳ καὶ μένειν αὐτὴν ἄχρι τέλους ἱέρειαν · ἐὰν δὲ αὐτὴν ἡ φύσις καταλάβῃ καὶ γυναῖκα ποιήσῃ, δοθῆναι αὐτῇ τὸ τίμημα εἰς λόγον προικός · τοῦτο † γὰρ δίκαιον καὶ τῇ παραλαμβανούσῃ τὴν ἱερωσύνην. τὸ δὲ γυμνάσιον γενέσθω ἐν ἐπισήμῳ τόπῳ ὡς ἐν Πέλλῃ τῇ πόλει · τὰς δὲ αἱρέσεις ἐγὼ αὐτὸς ποιήσομαι, ἄχρι περίειμι, μετὰ δὲ τὴν ἐμὴν τελευτήν, οἷς καὶ τὴν χώραν τήνδε δέδωκα δυνάσταις. δοθήσεται δὲ ἅρματι πολεμιστηρίῳ φιάλη χρυσᾶ ἔχουσα † οἴκου στατῆρα καὶ ἄλλαι ἐνάργυροι εʹ, ἑκάστη χωροῦσα μέτρον, ἀφ’οὗ δυνήσεται ἄνθρωπος σώφρων μεθυσθῆναι · ἵππῳ πολεμιστῇ φιάλη ἰσόσταθμος καὶ στολὴ Περσικὴ […] εἰς τὸ Ἀλεξανδρινὸν δεῖπνον διὰ βίου. ὃς δ’ἂν λαχὼν νικήσῃ κατὰ τὸν Περσῶν νόμον, στέφανον ἕξει χρυσοῦν […] † ἀρτὴρ ἡ στολὴ Περσικὴ λιτὴ καὶ ζώνη χρυσῆ καὶ φιάλαι δύο ἀνὰ στατῆρας ροʹ. καὶ τὰς † ἐπινείας ἐξέστω εἰς τὸ Ἀλεξανδρινὸν ἱερὸν † ζητεῖσθαι σατράπας πάντας τοὺς ἐμοὺς ὄντας ἐν Περσίδι, ἄρχοντας οὐ τυράννους ὄντας. † τόσον οἱ τῶν ἀγώνων ἐπίτροποι ἔστωσαν οἱ ἡμέτεροι Ἀλεξανδρεῖς οἱ καὶ ἱερεῖς τοῦ Ἀλεξανδρινοῦ. Μοσχύλος δὲ ὁ κτίσας τὸ Ἀλεξανδρινὸν ἱερὸν φέρει στέφανον χρυσοῦν καὶ στολὴν πορφυρᾶν, καὶ μάλιστα ταῖς ἐπισήμοις ἡμέραις. ἑταῖραι δὲ μὴ εἰσίτωσαν εἰς τὸ ἱερόν · κατὰ πάντα δὲ τρόπον ἐξοίκιστον ἤτω τὸ Μηδικὸν γένος. βούλομαι δὲ μὴ ἐν ἑαυτοῖς κρίνειν, ὅσον τις ὑμῶν ἔχει πρὸς ἕτερον, οὐ δὲ ἐφ’οὗ βούλεσθε, καὶ μάλιστα περὶ κεφαλικοῦ · ἐὰν δέ τις φανῇ ἐκτὸς βουλευτηρίου συνάγων ἢ σατράπας ἢ † συνέχων, ὡς πολέμιος ἀπολέσθω”. ἐπεὶ δὲ πάλιν ταῦτα ἐτέλεσε, συνέγραψεν Ἀλέξανδρος λέγων · “μέγαν δυνάστην καθεῖλαν ἐμὸν ἐχθρόν, ὑμῶν κύριον Δαρεῖον · οὐκ ἐγὼ δὲ αὐτὸν καθεῖλον, ἀλλά τινες, οὓς ἀγνοῶ, οἷς μεγάλας δωρεὰς ὀφείλω. σατραπίας γὰρ ὁποίας βούλονται χαρίσομαι αὐτοῖς καὶ χώρας μεγίστας · τὸν γὰρ ἐμὸν ἐχθρὸν ἀνεῖλαν”. οὕτως εἰπόντος τοῦ Ἀλεξάνδρου τὸ Περσικὸν πλῆθος ηὐλαβεῖτο ὡς μέλλον κατασκάπτεσθαι · ὁ δὲ ταῦτα ἀκούων εἶπεν, ὅτι Τοὺς ἀνελόντας τὸν ἐχθρόν μου μέλλω τιμᾶν · εἴ τις δ’οὖν Μακεδὼν ἀνεῖλεν αὐτόν, ἴτω μοι θαρρῶν · εἰ δὲ καὶ Πέρσης τυγχάνει, μὴ φοβείσθω. ὄμνυμι μητρὸς σωτηρίαν, ὡς περιφανεστάτους αὐτοὺς πᾶσιν ἀνθρώποις ποιήσω “. οὕτως αὐτοῦ ὀμόσαντος τὸ πλῆθος ἐδάκρυσεν · οἱ δὲ κάκιστοι ἐκεῖνοι Βῆσσος καὶ Ἀριοβαρζάνης αὐτόματοι προσῆλθον τῷ Ἀλεξάνδρῳ λέγοντες · ” δέσποτα, ἡμεῖς τὸν ἐχθρόν σου ἀνείλαμεν Δαρεῖον “. ὁ δὲ ἀκούσας ἐκέλευσε δεθῆναι αὐτοὺς καὶ παρὰ τὸν τάφον Δαρείου ἀνασταυρωθῆναι. τῶν δὲ λεγόντων · ” δέσποτα, ὤμοσας τοὺς θεοὺς καὶ τὴν Ὀλυμπιάδος σωτηρίαν “ὁ δὲ Ἀλέξανδρος εἶπεν · ” οὐ δι’ὑμᾶς οὕτως ἀπολογοῦμαι, ἀλλὰ διὰ τὸ πλῆθος · οὐκ ἄλλως γὰρ ἦν ὑμᾶς ἐμφανεῖς μοι γενέσθαι, εἰ μὴ πρὸς ὀλίγον ἐπῄνεσα τὸν Δαρείου θάνατον. τοῦτο γάρ μοι δι’εὐχῆς ἦν, τοὺς ἐκεῖνον ἀνελόντας κολάσασθαι · εἰ γὰρ τὸν ἴδιον δεσπότην ἀνῄρηκαν, πολλῷ μᾶλλον καὶ εἰς ἐμὲ […] ὑμῖν δὲ κάκιστοι οὐκ ἐφιώρκησα · ὤμοσα γὰρ περιφανεῖς καὶ ἐπισήμους ὑμᾶς ποιῆσαι πᾶσιν ἀνθρώποις · ἔσεσθε δὲ περιφανεῖς καὶ διάσημοι πᾶσιν ἀνθρώποις ἐπὶ τὸν σταυρὸν κρεμασθέντες “. ἅμα σὺν τῇ ἀποφάσει αὐτοῦ πᾶσα ἡ Περσὶς ὡς θεὸν ἀνευφήμει.
μετὰ δὲ ἡμέρας ὁ Ἀλέξανδρος ἀποκαταστήσας ἐν εἰρήνῃ τὴν Περσίδα ἐκέλευσεν ὁποῖον δοκιμάζει τὸ ἔθνος σατράπην καθιστᾶν · οἱ δὲ ἐξεβόησαν · ” δεόμεθα […] † βασιλέα Ἀδουλίτην Δαρείου πατράδελφον “. συνεχώρησεν ὁ Ἀλέξανδρος. καὶ γράφει ἐπιστολὴν περιέχουσαν οὕτως · ἐπιστολὴ Ἀλεξάνδρου Στατείρᾳ. ” Ἀλέξανδρος Στατείρᾳ καὶ Ῥοδογούνῃ χαίρειν. ἀντιταξάμενον ἡμῖν Δαρεῖον ἠμυνάμεθα, ὡς τὸ θεῖον ἐβουλεύσατο, ὃν ἐγὼ ἤθελον ζῶντα ὑπὸ τὰ ἐμὰ σκῆπτρα εἶναι. καὶ γὰρ πεπτωκότα αὐτὸν τραυματιαῖον ὑπὸ τῶν ἰδίων εὗρον ἐλάχιστον πνεῦμα ἐμπνέοντα · ὃν καὶ ἐλεήσας τῇ ἑαυτοῦ χλαμύδι συστείλας ἐπυνθανόμην περὶ τῆς ἀπωλείας αὐτοῦ · ὁ δέ μοι παρακατέθηκε Ῥωξάνην τὴν θυγατέρα καὶ εἰς συμβίωσιν ἔδωκε, περὶ δὲ τῶν ἄλλων οὐκ ἔφθη μοι ὁμιλῆσαι. τοὺς μὲν οὖν αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐπινοίᾳ εὑρὼν ἀνεῖλον αὐτοὺς ἀξίως · ἔδοξε δέ μοι πέμψαι τὸ ἱερὸν σῶμα αὐτοῦ, ὅπως τοῖς ὑμετέροις θρήνοις κλαύσαντες περιστείλητε. πείθομαι δὲ ὑμᾶς ἀκηκοέναι τὴν ἀγγελίαν αὐτῶν καὶ μὴ χορτάζεσθαι τῆς λύπης. προσέταξα οὖν ἡρῷον αὐτῷ γενέσθαι παρὰ τοὺς πατρῴους ἥρωας · ἔπεμψα δὲ τὸ σῶμα αὐτοῦ ἀνιερωθῆναι. καὶ ὑμεῖς οὖν τῆς λύπης παύσασθε · ἐγὼ γὰρ ὑμᾶς ἀποκαταστήσω εἰς τὰ βασίλεια, βασιλεύειν ἐάσας ὧν ἂν αἱρῆσθε ἐθνῶν. ἐπὶ δὲ τοῦ παρόντος διατρίψατε ἐφ’οὗ τόπου ἐστέ, μέχρι ἂν καὶ τὰ ἐνθάδε καταστήσω πράγματα · ἐμάνησαν γάρ τινες ἔτι ἀπειθοῦντες. κατὰ δὲ τὰς Δαρείου διατάξεις ἠξίωσα καὶ αὐτὸς Ῥωξάνην σύνθρονόν μοι γενέσθαι · προσκυνεῖτε οὖν ταύτην ὡς Ἀλεξάνδρου γυναῖκα “. καὶ αὐταὶ ἀντέγραψαν πρὸς τὸν Ἀλέξανδρον οὕτως · ” Ῥοδογούνη καὶ Στατείρα Ἀλεξάνδρῳ βασιλεῖ χαίρειν. εὐξάμεθα ἂν οὐρανίοις θεοῖς τοῖς κλίνασι τὸ Δαρείου διάδημα καὶ Περσῶν καύχημα αἰώνιόν σε καταστῆσαι βασιλέα τῆς οἰκουμένης, ὡς λογισμῷ καὶ φρονήσει καὶ δυνάμει ἰσόρροπος πέφυκας τοῖς Ὀλυμπίοις θεοῖς. οἴδαμεν οὖν, ὅτι ὑπὸ τὰς σὰς ἀγκάλας οὖσαι καλῶς ζῶμεν · τῇ δὲ τύχῃ ἐπευχόμεθα τὰ κάλλιστά σοι παρασχεῖν καὶ ζῆν ἀναριθμήτοις χρόνοις, ὅτι οὐχ ὡς αἰχμαλώτοις προσῆλθες πεπτωκυίαις εἰς τὰ σὰ σκῆπτρα, ἀλλ’† ἔχεις ταῖς ὡς ἐν ὑπεροχῇ γεγενημένας, μετέπειτα δὲ τεταπεινωμένας. νῦν δὲ οὐκέτι αἰχμάλωτοί ἐσμεν · νῦν οἴδαμεν Ἀλέξανδρον Δαρεῖον νέον […] προσκυνοῦμεν. ἐγράψαμεν δὲ τῷ Περσῶν ἔθνει, ὅπως ἐρωτήσωσι τοὺς ἐν Περσίδι θεούς σε συνθρονισθῆναι τῷ Διὶ καὶ προσκυνεῖσθαι. Ῥωξάνην δέ, ἣν ἔκρινας σύνθρονον εἶναί σοι, ὡς ἐκέλευσας προσκυνοῦμεν, ὅταν Ζεὺς αὐτὴν εἰς τοὺς γάμους ἄξῃ. ἐγράψαμεν δὲ τῷ Περσῶν ἔθνει, ἵνα εἰδῇ, ὅτι νῦν νέον Δαρεῖον ἐπέγνωμεν καὶ τὰ Δαρείου † εἰσὶ σκῆπτρα πάλιν διὰ τοῦ ἰσοθέου Ἀλεξάνδρου τοῦ εὐεργέτου Περσῶν. γινώσκετε δὲ Ἀλέξανδρον γαμεῖν Ῥωξάνην · ἐπεύχεσθε δὲ ἅπασι θεοῖς καὶ πάντας τοὺς ἐν Περσίδι θεοὺς κατάξαντες προσαγάγετε Ἀλεξάνδρῳ εὐχαριστοῦντες, ὅτι τὸ Περσῶν καύχημα μεῖζον ὕψωκεν “. ὁ δὲ Ἀλέξανδρος μεταλαβὼν εἶπεν · ” παραιτοῦμαι τὰς ἰσοθέους τιμάς · ἐγὼ γὰρ ἄνθρωπος φθαρτὸς γεγένημαι καὶ εὐλαβοῦμαι τὸ τοιοῦτον · κίνδυνον γὰρ φέρει τὸν περὶ ψυχῆς. ἐπαινῶ δὲ καὶ δέχομαι ὑμῶν τὸ φρόνημα · πειράσομαι οὖν ἄξιον ὑμῶν τοῦ εὐγενοῦς […] περὶ ὑμῶν. ἔρρωσθε “. ἔγραψε δὲ καὶ τῇ μητρὶ μου Ὀλυμπιάδι καὶ ἐδεξιώσατο τοὺς γάμους […] ἔπεμψεν ἐν Μακεδονίᾳ. ὑστέρω δὲ […]. ἐπιστολὴ Ἀλεξάνδρου Ῥωξάνῃ. ” Ἀλέξανδρος Ῥωξάνῃ τῇ ἀδελφῇ χαίρειν. γράφων Ὀλυμπιάδι τῇ μητρί μου περὶ ἄλλων τινῶν ἀνηκόντων ἡμῖν προσενετειλάμην τὸν γυναικεῖον κόσμον καὶ ἱματισμὸν Ῥοδογούνης τῆς μητρὸς Δαρείου καὶ τῆς τούτου γυναικὸς Στατείρας […] ἀποπέπομφα κομίζοντα ὑμῖν Κάρανον, μήτε Ὀλυμπιάδι αὐτῇ δοὺς εἰς διακόσμησιν μήτε τὸν Στατείρᾳ. φοβούμενοι δὲ προσκυνεῖτε τὴν παντέφοπτον Νέμεσιν καὶ Δίκην καὶ τὸν ἰσχυρὸν καὶ μακρὸν ἀπὸ ἑαυτῶν φθόνον ἀποβάλλεσθε, ὅταν ἐνταῦθα […]. τοῦτο γὰρ καὶ πρὸς θεοὺς καὶ ἀνθρώπους δίκαιόν ἐστι τὸ μὴ ὑπερφέρειν τύχῃ. πειρῶ δὲ καὶ αὐτὴ ἄξια φρονεῖν Ἀλεξάνδρου καὶ τὸν φόβον τὸν πρὸς Ὀλυμπιάδα τιμᾶν. ταῦτα οὖν πράσσουσα καὶ σεαυτῇ καὶ ἐμοὶ μεγάλην εὐσχημοσύνην ποιήσεις. ἔρρωσο “. θύσας δὲ τοῖς ἐγχωρίοις θεοῖς καὶ ἀναλαβὼν τὴν δύναμιν μαθὼν Πῶρον συμμαχήσοντα Δαρείῳ τὴν ὁδοιπορίαν ἐποιεῖτο πρὸς Ἰνδούς.
καὶ μετὰ ταῦτα γράφει Ἀλέξανδρος Ὀλυμπιάδι τῇ μητρὶ αὐτοῦ οὕτως · ” βασιλεὺς Ἀλέξανδρος Ὀλυμπιάδι τῇ γλυκυτάτῃ μου μητρὶ καὶ Ἀριστοτέλει τῷ τιμιωτάτῳ μου καθηγητῇ χαίρειν. ἀναγκαῖον ἡγησάμην γράψαι ὑμῖν περὶ τῆς συστάσεώς μου τῆς γενομένης πρὸς Δαρεῖον. ἀκούσας αὐτὸν μετὰ πολλῶν ὄντα βασιλέων καὶ σατραπῶν περὶ τὸν Ἰσσιακὸν κόλπον συλλαβὼν αἶγας πλείστας καὶ συνδήσας λαμπάδας εἰς τὰ κέρατα αὐτῶν ἐξήγαγον νυκτός. οἱ δὲ ἰδόντες ἡμᾶς εἰς φυγὴν ἐτράπησαν δόξαντες πολὺ εἶναι τὸ στρατόπεδον. καὶ οὕτως τὴν κατ’αὐτῶν νίκην ἐτροπωσάμην. ἐφ’ᾧ καὶ πόλιν ἔκτισα Αἶγας προσονομάσας. καὶ ἐν τῷ Ἰσσιακῷ δὲ κόλπῳ ἔκτισα πόλιν Ἀλεξάνδρειαν τὴν κατὰ Ἰσσόν. κα- κἀκεῖθεν ὡδεύσαμεν μέχρι τῆς ὁδοῦ τῶν Ἀρμενίων χώρας, οὗ ἐστιν ἡ τοῦ Εὐφράτου καὶ Τίγρεως πηγή. περικατάληπτος δὲ γενόμενος Δαρεῖος ἀναιρεῖται ὑπὸ Βήσσου καὶ Ἀριοβαρζὰν τῶν Μηδίας σατραπῶν. ἐγὼ δὲ λίαν ἐλυπήθην περὶ τούτου. νικήσας γὰρ αὐτὸν οὐκ ἠβουλόμην φονεῦσαι ἀλλ’ἔχειν αὐτὸν ὑπὸ τὰ ἐμὰ σκῆπτρα. ἔμπνουν δὲ τοῦτον καταλαβὼν περιελόμενος τὴν ἑαυτοῦ χλαμύδα ἐσκέπασα. εἶτα ἀποβλεψάμενος τὰ τῆς ἀδήλου τύχης ἐπὶ τὸ προκείμενον ὑπόδειγμα κηδεύσας Δαρεῖον καὶ τιμὴν μεγίστην αὐτῷ ποιήσας τῆς ἐξόδου τοῦ βίου ἐκέλευσα ἀποτμηθῆναι ῥῖνας καὶ ὦτα τῶν φυλασσόντων αὐτοῦ τὸ μνῆμα τῇ συνηθείᾳ τῶν Περσῶν. καὶ ἐκέλευσα προστάγματα τίθεσθαι ὑποτάξας τὴν Βήσσου καὶ Ἀριοβαρζάνου καὶ Μαζακοῦ βασιλείαν καὶ Μηδίαν καὶ Ἀρμενίαν καὶ Ἰβηρίαν καὶ πᾶσαν τὴν Περσικὴν χώραν, ἧς ἐβασίλευσε Δαρεῖος ὁ Πέρσης.
ἐκεῖθεν οὖν παραλαβὼν τοὺς πλείονας ὁδηγοὺς ἠθέλησα εἰσελθεῖν εἰς τὰ ὀπίσω μέρη τῆς ἐρήμου κατὰ τὴν ἅμαξαν τοῦ πόλου. οἱ δὲ ἐντόπιοι ἔλεγον ἐν ἐκείνοις τοῖς τόποις ἀνθρώπους ἀγρίους καὶ θηρία πονηρὰ καὶ τερατώδη εἶναι. ἐγὼ οὖν μᾶλλον ἤθελον τοὺς τόπους ἐκείνους καὶ τοὺς ἀνθρώπους θεάσασθαι. ἤλθομεν οὖν εἴς τινα τόπον φαραγγώδη, οὗ ἦν ὁδὸς φάραγξ λίαν βαθυτάτη, ἣν ὡδεύσαμεν ἡμέρας ὀκτώ, θεωροῦντες ἐρήμους τόπους καὶ θηρίων ἄλλα καὶ ἄλλα γένη. ἐλθόντες οὖν εἴς τινα τόπον περὶ ὥραν ἐννάτην εὕρομεν ὕλην πολλὴν δένδρων, καλουμένην † Ἀναφνητόν †, καρπὸν ἐχόντων μήλοις παρεμφερῆ. ἦσαν δὲ ἐν τῇ ὕλῃ ἄνθρωποι παμμεγέθεις † φυτοὶ † λεγόμενοι, ἔχοντες ἀνὰ πηχῶν εἴκοσι τεσσάρων, μακροὺς τραχήλους ἔχοντες καὶ τὰς χεῖρας καὶ τοὺς ἀγκῶνας πρίοσι παρεμφερεῖς, οἵτινες ἐπεισῆλθον ἡμῖν. ἐγὼ δὲ λίαν ἐλυπήθην ἰδὼν τοιαῦτα ζῷα. ἐκέλευσα οὖν συλληφθῆναι ἐξ αὐτῶν. ὁρμησάντων δὲ ἡμῶν πρὸς αὐτοὺς μετὰ κραυγῆς καὶ σαλπίγγων ἰδόντες ἡμᾶς εἰς φυγὴν ἐτράπησαν. ἐφονεύσαμεν δὲ ἐξ αὐτῶν τριακοσίους τριάκοντα δύο. ἐκ δὲ τῶν ἡμετέρων στρατιωτῶν ἔθανον ἑκατὸν ἑξήκοντα τρεῖς. ἐμείναμεν οὖν ἐκεῖ τρώγοντες τοὺς καρπούς. αὐτοὺς γὰρ εἴχομεν μόνον τροφήν.
καὶ ἐκεῖθεν ἀναχωρήσαντες ἤλθομεν εἴς τινα χλοακὴν χώραν, οὗ ἦσαν ἄνθρωποι ἄγριοι γίγασι παρεμφερεῖς τῷ μεγέθει, στρογγύλοι, δασεῖς, πυρροί, ὄψεις ἔχοντες ὡς λεόντων, καὶ ἄλλοι λεγόμενοι † Ὀχλωτοὶ † τρίχας μὴ ἔχοντες, τὸ μῆκος ἔχοντες πήχεις τέσσαρες, τὸ δὲ πλάτος ὡσεὶ λόγχη. ἦλθον δὲ πρὸς ἡμᾶς δέρματα περιεζωσμένοι, ἰσχυροὶ λίαν, ἑτοιμότατοι πολεμῆσαι ἄνευ λογχῶν καὶ βελῶν, ἀλλὰ ξύλοις ἔτυπτον τὸ στρατόπεδον καὶ ἀνεῖλον πολλούς. τῶν δὲ στρατιωτῶν ἀπολλυμένων ἐκέλευσα πῦρ ἀνάψαι καὶ τῷ πυρὶ αὐτοὺς μάχεσθαι. καὶ οὕτως ἀνεχώρησαν οἱ ἀλκιμώτατοι ἄνδρες, στρατιῶται δὲ ἀπώλοντο ἑβδομήκοντα δύο. καὶ ἐκέλευσα αὐτοὺς εἰς τὸ πῦρ βληθῆναι καὶ τὰ περιλειφθέντα αὐτῶν ὀστᾶ εἰς τὰς πατρίδας αὐτῶν ἀπενεχθῆναι. ἐκεῖνοι δὲ ἀφανεῖς ἐγένοντο. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἠθελήσαμεν εἰσελθεῖν εἰς τὰ σπήλαια αὐτῶν · καὶ εὕρομεν θηρία προσδεδεμένα ταῖς θύραις τῶν εἰσόδων ὥσπερ μεγάλοι κύνες, οἱ παρ’ἡμῖν καλούμενοι † δάνδηκες †, τὸ μῆκος ἔχοντες πήχεις τέσσαρας, τριόφθαλμοι ποικίλοι. εἴδομεν δὲ ἐκεῖ ψύλλας ὡς τοὺς παρ’ἡμῖν βατράχους πηδῶντας. ἐκεῖθεν δὲ ἀναχωρήσαντες ἤλθομεν εἴς τινα τόπον, ὅθεν ἐξέβαινε πηγὴ πλουσιωτάτη κρατίστη. καὶ ἐκέλευσα ἐκεῖ παρεμβολὴν γενέσθαι καὶ τάφρους καὶ σκόλοπας περιτεθῆναι, ἵνα ἀναλάβωσιν ἑαυτὰ τὰ στρατόπεδα, μεμνημένος τοῦ κόπου τῶν μηλοφάγων. εἶτα ἐφάνη ἡμῖν περὶ ὥραν ἐννάτην ἢ καὶ δεκάτην ἀνὴρ δασὺς ὥσπερ ὗς καὶ ἐθροήθημεν ἰδόντες τοιοῦτον ζῷον. καὶ κελεύω αὐτὸν συλληφθῆναι. ὁ δὲ συλληφθεὶς ἀναιδῶς ἡμᾶς ἐκαθόπτευεν. καὶ κελεύω ἐκδυθῆναι γυναῖκα καὶ προσενεχθῆναι αὐτῷ, ἵνα ἐν ἐπιθυμίᾳ αὐτῆς γένηται. ὁ δὲ ἁρπάσας αὐτὴν καὶ δραμὼν πόρρωθεν ταύτην κατήσθιεν. συνδραμόντων δὲ τῶν στρατιωτῶν καταλαβεῖν αὐτὸν ἐταρτάρισεν ἐν τῇ γλώττῃ αὐτοῦ. καὶ ἀκούσαντες οἱ λοιποὶ σύντοκοι αὐτοῦ ἐξῆλθον ἐφ’ἡμᾶς ἐκ τοῦ ἕλους ἄνδρες ὡσεὶ μύριοι. ἡμεῖς δὲ ἦμεν μυριάδες τέσσαρες · καὶ κελεύω ἀναφθῆναι τὸ ἕλος. καὶ θεασάμενοι τὸ πῦρ ἔφυγον. διώξαντες δὲ αὐτοὺς ἐδήσαμεν ἐξ αὐτῶν ἄνδρας τετρακοσίους, οἳ καὶ ἀποκρατήσαντες τῆς τροφῆς διεφθάρησαν. εἶχον δὲ λογισμὸν οὐκ ἀνθρώπινον, ἀλλ’ὡς οἱ κύνες ὑλάκτουν.
ἐκεῖθεν δὲ ἀναχωρήσαντες ἤλθομεν εἴς τινα ποταμόν. ἐκέλευσα οὖν παρεμβολὴν γενέσθαι καὶ καθοπλισθῆναι τῇ συνηθείᾳ τὰ στρατεύματα. ἦν δὲ ἐν τῷ ποταμῷ δένδρα καὶ ἅμα τοῦ ἡλίου ἀνατέλλοντος καὶ τὰ δένδρα ηὔξανον μέχρις ὥρας ἕκτης, ἀπὸ δὲ ὥρας ἑβδόμης ἐξέλιπον ὥστε μὴ φαίνεσθαι ὅλως. δάκρυα δὲ εἶχον ὡς Περσικὴν στακτήν, πνοὴν δὲ πάνυ ἡδυτάτην καὶ χρηστήν. ἐκέλευσα οὖν κόπτεσθαι τὰ δένδρα καὶ σπόγγοις ἐκλέγεσθαι τὸ δάκρυον. αἰφνίδιον δὲ οἱ ἐκλέγοντες ἐμαστιγοῦντο ὑπὸ δαίμονος ἀοράτου. καὶ τῶν μὲν μαστιγουμένων τὸν ψόφον ἠκούομεν καὶ τὰς πληγὰς ἐπὶ τῶν νώτων ἐρχομένας ἐβλέπομεν, τοὺς δὲ τύπτοντας οὐκ ἐθεωροῦμεν. φωνὴ δέ τις ἤρχετο λέγουσα μη δὲ ἐκκόπτειν μη δὲ συλλέγειν. “εἰ δὲ μὴ παύσητε, γενήσεται ἄφωνον τὸ στρατόπεδον”. ἐγὼ οὖν φοβηθεὶς ἐκέλευσα μήτε ἐκκόπτειν μήτε συλλέγειν τινὰ ἐξ αὐτῶν. ἦσαν δὲ ἐν τῷ ποταμῷ λίθοι μέλανες. ὅσοι οὖν ἥπτοντο τῶν λίθων τούτων τὴν ἴσην χρόαν ἐλάμβανον τοῖς λίθοις. ἦσαν δὲ καὶ δράκοντες πολλοὶ ἐν τῷ ποταμῷ καὶ ἰχθύων πολλὰ γένη, ἅτινα πυρὶ οὐκ ἡψῶντο ἀλλ’ἐν ὕδατι ψυχρῷ πηγαίῳ. εἷς οὖν τῶν στρατιωτῶν λαβὼν καὶ πλύνας καὶ βαλὼν εἰς ἄγγος ἀφῆκε καὶ εὗρε τὸν ἰχθὺν ἑψημένον. ἦσαν δὲ ἐν τῷ ποταμῷ ὄρνεα παρεμφερῆ τῶν παρ’ἡμῖν ὀρνέων. εἴ τις οὖν αὐτῶν ἐθίγγανε, πῦρ ἐξέβαινεν ἐξ αὐτοῦ.
τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ὡδεύσαμεν πλανώμενοι. ἔλεγον δέ μοι οἱ ὁδηγοί · “οὐκ οἴδαμεν ποῦ ὑπάγομεν, βασιλεῦ Ἀλέξανδρε. ὑποστρέψωμεν, μὴ εἰς χείρονας τόπους ἐμπέσωμεν”. ἐγὼ δὲ οὐκ ἠβουλήθην ὑποστρέψαι. ὑπήντα δὲ ἡμῖν θηρία πολλὰ ἑξάποδα καὶ τριόφθαλμα καὶ πεντόφθαλμα, τὸ μῆκος ἔχοντα πήχεις δέκα, καὶ ἄλλα πολλὰ γένη θηρίων. καὶ ἃ μὲν ἀνεχώρουν φεύγοντα, ἃ δὲ ἐφήλλοντο ἡμῖν. ἤλθομεν δὲ εἰς ἀμμώδη τινὰ τόπον, ὅθεν ἐξῆλθον θηρία ὅμοια ὀνάγρων, ἔχοντα ἀνὰ πήχεις εἴκοσιν. οὐκ εἶχον δὲ ἀνὰ δύο ὀφθαλμῶν ἀλλ’ἀνὰ ἕξ. τοῖς δὲ δυσὶ μόνοις ἔβλεπον. οὐκ ἦσαν δὲ μάχιμα ἀλλὰ ἤπια. καὶ ἄλλα δὲ πολλὰ κατέβαλλον τόξοις οἱ στρατιῶται. ἐκεῖθεν δὲ ἀναχωρήσαντες ἤλθομεν εἴς τινα τόπον, ἔνθα ἦσαν ἄνθρωποι ἀκέφαλοι, λαλοῦντες δὲ ἀνθρωπίνως τῇ ἰδίᾳ γλώσσῃ, δασεῖς, δερματοφόροι, ἰχθυοφάγοι. θαλασσίους δὲ ἰχθύας ἀγρεύοντες ἐκόμιζον ἡμῖν ἐκ τῆς παρακειμένης αὐτοῖς θαλάσσης, ἄλλοι δὲ ἐκ τῆς γῆς ὕδνα ἔχοντα ἀνὰ λίτρας εἴκοσι πέντε. φώκας δὲ πλείστας καὶ μεγάλας εἴδομεν ἑρπούσας ἐπὶ τῆς γῆς. πολλὰ δὲ οἱ φίλοι ἡμῶν συνεβουλεύσαντο ὑποστρέψαι. ἐγὼ δὲ οὐκ ἠβουλήθην θέλων ἰδεῖν τὸ τέλος τῆς γῆς.
ἐκεῖθεν οὖν ἀναλαβόντες ἔρημον ὡδεύσαμεν ἐπὶ θάλασσαν μηκέτι μηδὲν ὁρῶντες, μήτε πετεινὸν μήτε θηρίον, εἰ μὴ τὸν οὐρανὸν καὶ τὴν γῆν. τὸν δὲ ἥλιον οὐκέτι ἐθεωροῦμεν, ἀλλὰ μαῦρον τὸν ἀέρα ἐπὶ ἡμέρας δέκα. ἐλθόντες δὲ εἴς τινα τόπον παραθαλάσσιον καὶ τὰς σκηνὰς ἡμῶν καὶ τὴν παρεμβολὴν διαθέντες ἀνήλθομεν εἰς πλοιάρια καὶ κατεπλεύσαμεν εἴς τινα νῆσον τῆς θαλάσσης οὐ μακρὰν δὲ οὖσαν τῆς γῆς, ἐφ’ἧς ἠκούσαμεν λαλιὰς ἀνθρώπων Ἑλληνικῇ διαλέκτῳ λαλούντων. τοὺς δὲ λαλοῦντας οὐκ ἐθεωροῦμεν. τινὲς δὲ στρατιῶται παραβουλευσάμενοι κολύμβῳ διῆλθον ἀπὸ τοῦ πλοιαρίου εἰς τὴν νῆσον. καὶ εὐθέως καρκίνοι ἐξελθόντες εἵλκυσαν αὐτοὺς εἰς τὸ ὕδωρ. φοβηθέντες οὖν ὑπεστρέψαμεν εἰς τὴν γῆν.
ἐξελθόντων δὲ ἡμῶν ἀπὸ τῶν πλοίων καὶ ἐμπεριπατούντων ἐπὶ τὴν ὄχθαν τῆς θαλάσσης εὕρομεν καρκίνον ἐξελθόντα τοῦ ὕδατος ἐπὶ τὴν ξηράν. ἦν δὲ τὸ μέγεθος αὐτοῦ ἶσον θώρακος, οἱ δὲ ἐμπρόσθιοι πόδες οἱ λεγόμενοι δίχαλοι τὸ μῆκος ἀνὰ ὀργυίας μιᾶς ἕκαστος. ἰδόντες δὲ αὐτὸν καὶ λαβόντες δόρατα ἀνείλομεν αὐτὸν μετὰ βίας. σίδηρος γὰρ οὐκ εἰσήρχετο εἰς τὸν ὄστρακον αὐτοῦ. τοῖς γὰρ ἐμπροσθίοις ποσὶν συνέτριβε τὰ δόρατα ἡμῶν. ἀνελόντες δὲ τοῦτον καὶ ἀναπτύξαντες εὕρομεν ἐντὸς τοῦ ὀστράκου αὐτοῦ μαργαρίτας ζʹ μεγάλης τιμῆς ἀξίους. οὐδεὶς ἀνθρώπων τοιούτους μαργαρίτας ἑώρακεν πώποτε. τούτους ἰδὼν ἐγὼ ὑπέλαβον ἐν τῷ τῆς ἀπλεύστου θαλάσσης βυθῷ ταῦτα γενέσθαι. ὅθεν ὑπενόησα κλωβὸν σιδηρὸν μέγαν γενέσθαι καὶ ἔνδοθεν τοῦ κλωβοῦ ἐπενεχθῆναι αὐτῷ πίθον ὑέλινον παμμεγέθη ἔχοντα πάχος ἕνα πῆχυν καὶ ἥμισυ. καὶ ἐκέλευσα γενέσθαι ἐν τῷ πυθμένι τοῦ πίθου τρυμαλιάν, ὡς χωρεῖν τοῦ ἀνθρώπου τὴν χεῖρα, βουλόμενος κατελθεῖν καὶ ἀναμαθεῖν τί ἐστιν ἐν τῷ πυθμένι τῆς τοιαύτης θαλάσσης, ἔχειν δὲ κεκλεισμένην ἔνδοθεν τῆς τρυμαλιᾶς τὴν ὀπὴν τὴν οὖσαν ἐν τῷ πυθμένι τοῦ πίθου, κατελθόντα δέ με εὐθέως ἀνοῖξαι καὶ ἐξαγαγεῖν διὰ τῆς τρυμαλιᾶς τὴν χεῖρα καὶ λαβεῖν ἐκ τῆς παρακειμένης αὐτῆς ψάμμου τὸ εὑρεθὲν ἐν τῷ πυθμένι τῆς τοιαύτης θαλάσσης καὶ πάλιν εἰσενεγκεῖν τὴν χεῖρα καὶ παραχρῆμα ἐμφράξαι τὴν τρυμαλιάν · ὃ καὶ πεποίηκα. ἐκέλευσα οὖν γενέσθαι ἅλυσιν ὀργυιῶν τηʹ, καὶ προσέταξα μή τις ἀνελκύσῃ με πρὶν ἢ ἡ ἅλυσις ταραχθῇ · “ἐγὼ γὰρ κατελθὼν ἐν τῷ πυθμένι εὐθὺς ταράξω τὸν πίθον, καὶ ὑμεῖς ἀναγάγετέ με”. μετὰ οὖν τὸ κατασκευάσαι πάντα εἰσῆλθον ἐν τῷ ὑαλίνῳ πίθῳ βουλόμενος ἐπιχειρεῖν ἀδύνατα. εἰσελθὼν οὖν διὰ μολυβδίνου σκεύους εὐθὺς ἐκλείσθη ἡ εἴσοδος. κατελθὼν δὲ πήχεις ρκʹ, ἰχθὺς διελθὼν διὰ τῆς κέρκου κρούσας τὸν κλωβόν, ἀνήγαγόν με διὰ τὸ τὴν ἅλυσιν ταραχθῆναι. ἐγὼ δὲ πάλιν κατελθὼν τὸ αὐτὸ πέπονθα. τρίτον οὖν κατελθὼν ὡσεὶ πήχεις τηʹ ἔβλεπον ἰχθύας περικυκλοῦντάς με, πάμπολλα γένη. καὶ ἰδοὺ ἐλθὼν παμμεγεθέστατος ἰχθὺς ἔλαβέ με σὺν τῷ κλωβῷ ἐν τῷ στόματι αὐτοῦ καὶ ἀνήγαγέ με ἐπὶ τὴν γῆν μακρόθεν μίλιον ἕν. ἦσαν δὲ ἐν τοῖς πλοίοις οἱ καταγαγόντες με ἄνδρες τξʹ, καὶ πάντας εἵλκυσε σὺν τοῖς τέσσαρσι πλοιαρίοις. φθάσας δὲ τὴν κλωβὸν ἐπὶ τὴν ξηρὰν καὶ τοῖς ὀδοῦσιν αὐτοῦ τὴν κλωβὸν συντρίψας ἔρριψεν ἐπὶ τὴν ξηράν. ἐγὼ δὲ ἐγενόμην ἡμίπνους καὶ νενεκρωμένος ἀπὸ τοῦ φόβου, καὶ πεσὼν προσεκύνησα τῇ ἄνω προνοίᾳ τῇ διαφυλαξάσῃ με ζῶντα ἀπὸ τοῦ φοβεροῦ θηρίου. εἶπον δὲ εἰς ἐμαυτόν · ἀπόστα, Ἀλέξανδρε, ἀδυνάτοις ἐπιχειρεῖν, μήπως ἀνιχνεύων βυθὸν στερηθῇς καὶ τοῦ ζῆν. καὶ εὐθὺς προσέταξα τὸν στρατὸν ἐκεῖθεν ἀπᾶραι καὶ ἐπὶ τὰ ἔμπροσθεν πορεύεσθαι.
καὶ πάλιν ὁδεύσαντες ἤλθομεν διὰ δύο ἡμερῶν εἰς τόπους ὅπου ὁ ἥλιος οὐ λάμπει. ἐκεῖ οὖν ἐστιν ἡ καλουμένη μακάρων χώρα. καὶ θέλοντός μου ἱστορῆσαι καὶ ἰδεῖν τοὺς τόπους ἐκείνους ἐπεχείρησα λαβεῖν τοὺς ἰδίους μου δούλους καὶ εἰσελθεῖν πρὸς αὐτούς. Καλλισθένης δὲ ὁ ἐμὸς φίλος συνεβούλευσέ μοι εἰσελθεῖν σὺν φίλοις τεσσαράκοντα καὶ παισὶν ἑκατὸν καὶ στρατιώταις ἐκλεκτοῖς χιλίοις διακοσίοις. ἔξω δὲ μετὰ τὴν ὁδὸν ἐπενοήσαμεν ὄνους θηλείας ἐχούσας πωλάρια παραλαβεῖν, τὰ δὲ πωλάρια εἰς τὴν παρεμβολὴν τοῦ φοσάτου παρακρατηθῆναι. καὶ οὕτως εἰσερχόμεθα ὁδὸν σκοτεινὴν ἐπὶ σχοίνους δεκαπέντε · καὶ εἴδομέν τινα τόπον καὶ ἦν ἐν αὐτῷ πηγὴ διαυγής, ἧς τὸ ὕδωρ ἤστραπτεν ὡς ἀστραπή. πρόσπεινος δὲ γενόμενος ἠθέλησα δέξασθαι ἄρτον · καὶ καλέσας τὸν μάγειρον εἶπον αὐτῷ · “εὐτρέπισον ἡμῖν προσφάγιον”. ὁ δὲ τάριχον λαβὼν ἐπορεύθη ἐπὶ τὸ διαυγὲς ὕδωρ τῆς πηγῆς πλῦναι τὸ ἔδεσμα. καὶ εὐθέως βραχὲν ἐν τῷ ὕδατι ἐψυχώθη καὶ ἔφυγε τὰς χεῖρας τοῦ μαγείρου. ἦσαν δὲ πάντες οἱ τόποι ἐκεῖνοι ἔνυγροι. ὁ δὲ μάγειρος οὐδενὶ ἐδήλωσε τὸ γενόμενον.
πάλιν οὖν ὁδεύσαντες σχοίνους τριάκοντα πλεῖον ἢ ἔλαττον εἴδομεν λοιπὸν αὐγὴν ἄνευ ἡλίου καὶ σελήνης καὶ ἄστρων. καὶ εἶδον δύο ὄρνεα πετόμενα καὶ μόνον ἔχοντα ὄψεις ἀνθρωπίνας, Ἑλληνικῇ δὲ διαλέκτῳ ἐξ ὕψους ἐκραύγαζον · “τί χώραν πατεῖς, Ἀλέξανδρε, τὴν θεοῦ μόνου; ἀνάστρεφε δείλαιε. μακάρων γῆν πατεῖν οὐ δυνήσῃ. ἀνάστρεψον οὖν, ἄνθρωπε, καὶ τὴν δεδομένην σοι γῆν πάτει, καὶ μὴ κόπους πάρεχε σεαυτῷ”. σύντρομος δὲ γενόμενος κάλλιστα ὑπήκουσα τῇ φωνῇ τῇ ὑπὸ τῶν ὀρνέων μοι δεδομένῃ. τὸ δὲ ἕτερον ὄρνεον πάλιν ἐφθέγξατο Ἑλληνικῇ διαλέκτῳ · “ἐκκαλεῖταί σε, φησίν, ἡ ἀνατολή, καὶ ἡ Πώρου βασιλεία νίκῃ ὑποταγήσεταί σοι”. καὶ ταῦτα εἰπόντα τὰ ὄρνεα ἀνέπτησαν. ἐγὼ δὲ ἐξιλεωσάμενος καὶ κρατῶν τοὺς ὁδηγούς, τὰς ὄνους ἔμπροσθεν βάλλοντες πάλιν κατὰ τὴν ἅμαξαν τῶν ἀστέρων δι’ἡμερῶν εἴκοσι δύο ἐξήλθομεν πρὸς τὴν φωνὴν τῶν πώλων καὶ τῶν μητέρων αὐτῶν. πολλοὶ οὖν τῶν στρατιωτῶν ἐβάστασεν ἕκαστος ὃ εὗρεν. καὶ ἐξελθόντων ἡμῶν πρὸς τὸ φῶς εὑρέθησαν χρυσίον δόκιμον λαβόντες. τότε οὖν καὶ ὁ μάγειρος ὑφηγήσατο πῶς ἐψυχώθη τὸ ἔδεσμα. ἐγὼ δὲ ὀργισθεὶς ἐκόλασα αὐτόν. ἔρρωσθε “.
καὶ ἐξελθόντων ἡμῶν πρὸς τὸ φῶς εὑρέθησαν χρυσίον δόκιμον λαβόντες καὶ μαργαρίτας μεγάλης τιμῆς ἀξίους. τοῦτο δὲ ἰδόντες μετεμελήθησαν οἱ μὲν λαβόντες ὅτι μὴ πλέον ἔλαβον, οἱ δὲ μὴ λαβόντες ὅτι οὐκ ἔλαβον. ὑπερευχόμεθα οὖν πάντες τῷ γέροντι τῷ δόντι ἡμῖν τοιαύτην βουλήν. μετὰ δὲ τὸ ἐξελθεῖν ἡμᾶς διηγήσατο ὁ μάγειρος τὸ συμβὰν αὐτῷ ἐπὶ τῆς πηγῆς. ἐγὼ δὲ τοῦτο ἀκούσας συνεχύθην τῇ λύπῃ καὶ τοῦτον δεινῶς ἐκόλασα. ὅμως εἶπον πρὸς ἐμαυτόν · τί σοι τὸ ὄφελος, Ἀλέξανδρε, μεταμεληθῆναι ἐπὶ πράγματι παρελθόντι; οὐκ ᾔδειν δὲ ὅτι ἐκ τοῦ ὕδατος ἔπιεν ἢ ὅτι ἐφύλαξεν. τοῦτο γὰρ οὐκ ὡμολόγησεν, εἰ μὴ ὅτι ἐψυχώθη τὸ τάριχον. προσελθὼν δὲ ὁμάγειρος τῇ ἐμῇ θυγατρὶ τῇ ἐκ τῆς παλλακῆς Οὔννας ὀνόματι Καλῇ ἐπλάνησε καί τι ὑποσχόμενος αὐτῇ δοῦναι ἐκ τῆς ἀθανάτου πηγῆς · ὃ καὶ πεποίηκεν. ἐγὼ δὲ τοῦτο μαθών — ἐρῶ τὸ ἀληθές — ἐφθόνησα τῇ ἀθανασίᾳ αὐτῶν. καὶ τὴν ἐμὴν θυγατέρα προσκαλεσάμενος εἶπον αὐτῇ · ” λαβοῦσά σου τὸν ἱματισμὸν ἔξελθε τοῦ προσώπου μου · ἰδοὺ γὰρ γέγονας δαίμων ἀπαθανατισθεῖσα. καλὴ μὲν τῷ ὀνόματι ἐκλήθης, ἀρτίως δὲ καλέσω σε Καλὴν τῶν ὀρέων, ὅτι ἐν αὐτοῖς τοῦ λοιποῦ κατοικήσεις. ἔσῃ δὲ κεκλημένη Νεραΐδα, ὡς ἐκ τοῦ νεροῦ τὰ ἀΐδια δεξαμένη, τουτέστιν τὰ ἀθάνατα “. καὶ ταῦτα εἰπὼν προσέταξα τοῦ λοιποῦ μὴ οἰκεῖν ἐν ἀνθρώποις ἀλλ’ἐν τοῖς ὄρεσιν. ἡ δὲ κλαίουσα καὶ ὀδυρομένη ἐξῆλθε τοῦ προσώπου μου καὶ ἀπῆλθεν οἰκῆσαι μετὰ δαιμόνων ἐν ἐρήμοις τόποις. τὸν δὲ μάγειρον προσέταξα δεθῆναι μύλον ἐν τῷ τραχήλῳ αὐτοῦ καὶ ῥῖψαι αὐτὸν ἐν τῇ θαλάσσῃ. ὁ δὲ ῥιφεὶς ἐγένετο δαίμων καὶ ἀπελθὼν κατῴκησεν ἔν τινι τόπῳ τῆς θαλάσσης, ἀφ’οὗ καὶ τὸ ὄνομα ἐκλήθη Ἀνδρέας. καὶ ταῦτα μὲν περὶ τοῦ ἐμοῦ μαγείρου καὶ τῆς ἐμῆς θυγατρός. ἐγὼ δὲ ὑπέλαβα διὰ πάντων τούτων, ὅτι ἐνταῦθά ἐστι τὸ τέλος τῆς γῆς. προσέταξα δὲ κτισθῆναι ἀψῖδα ἐν τῷ τόπῳ ἐκείνῳ μεγίστην καὶ γράψαι διὰ γλυφίδος οὕτως · ” οἱ βουλόμενοι εἰσελθεῖν ἐν τῇ μακάρων χώρᾳ, δεξιᾷ πορεύεσθε, μήποτε ἀπόλησθε “. πάλιν οὖν διενοήθην ἐν ἑαυτῷ λέγων εἰ πάντως ἐνταῦθά ἐστιν τὸ τέρμα τῆς γῆς καὶ ὁ οὐρανὸς ἐνταῦθα κλίνεται. ἠβουλήθην οὖν ἱστορῆσαι τὴν ἀλήθειαν. προσέταξα οὖν συλληφθῆναι ἐκ τῶν ὀρνέων τοῦ τόπου ἐκείνου δύο. ἦσαν γὰρ ὄρνεα μέγιστα λευκά, ἀλκιμώτατα πάνυ καὶ ἥμερα · βλέποντα γὰρ ἡμᾶς οὐκ ἔφευγον. τινὲς δὲ τῶν στρατιωτῶν ἐπέβαινον τοῖς τραχήλοις αὐτῶν, καὶ ἀνίπταντο βαστάζοντα αὐτούς. ἐσθίουσι δὲ θῆρας νεκρούς, ἔνθεν καὶ πλεῖστα τῶν τοιούτων ὀρνέων ἦλθον πρὸς ἡμᾶς διὰ τοὺς θνῄσκοντας ἵππους. δύο οὖν ἐξ αὐτῶν κρατήσας προσέταξα μέχρις ἡμερῶν τριῶν μὴ δοθῆναι αὐτοῖς βρῶσιν. τῇ δὲ τρίτῃ ἡμέρᾳ προσέταξα κατασκευασθῆναι ξύλον ὅμοιον ζυγῷ καὶ τοῦτον δεθῆναι ἐν τοῖς τραχήλοις αὐτῶν. εὐθὺς δὲ κατεσκεύασα ὥσπερ σπυρίδα, καὶ εἰσῆλθον κα- κἀγὼ ἐν τῇ σπυρίδι, κρατῶν δύο δόρυ ὡσεὶ ἑπτὰ πηχῶν τὸ μῆκος καὶ ἔχον ἐπάνω ἧπαρ ἵππιον. εὐθὺς οὖν ἀνέπτη τὰ ὄρνεα τοῦ καταφαγεῖν τὸ ἧπαρ καὶ ἀνῆλθα μετ’αὐτῶν ἐν τῷ ἀέρι, ὡς νομίζειν με πλησίον τοῦ οὐρανοῦ ὑπάρχειν. ὅλως δὲ ἔτρεμα διὰ τὴν ὑπερβάλλουσαν τοῦ ἀέρος ψυχρότητα καὶ τὴν ἐκ τῶν πτερύγων τῶν ὀρνέων γεγενημένην. εἶτα συναντᾷ μοι πετεινὸν ἀνθρωπόμορφον καὶ λέγει πρός με · ” ὦ Ἀλέξανδρε, ὁ τὰ ἐπίγεια μὴ καταλαβὼν τὰ ἐπουράνια ἐπιζητεῖς; ὑπόστρεφε οὖν διὰ τάχους ἐπὶ τῆς γῆς, μήπως τοῖς ὀρνέοις τούτοις βρῶμα γενήσῃ “. καὶ πάλιν φησὶ πρός με · ” πρόσσχες, Ἀλέξανδρε, ἐπὶ τὴν γῆν κάτω “. ἐγὼ δὲ μετὰ φόβου προσσχὼν καὶ εἶδον · καὶ ἰδοὺ ὄφις μέγας κύκλῳ καὶ μέσον τοῦ ὄφεως ἅλωνα σμικροτάτην. καὶ λέγει μοι ὁ συναντήσας μοι · ” ἐπίστρεψον οὖν τὸ δόρυ ἐπὶ τὴν ἅλωνα, ἥτις ἐστὶν ὁ κόσμος. ὁ γὰρ ὄφις ἡ θάλασσά ἐστιν ἡ κυκλοῦσα τὴν γῆν “. ἐγὼ δὲ ὑποστρέψας βουλήσει τῆς ἄνω προνοίας κατῆλθον ἐπὶ τῆς γῆς μακρόθεν τοῦ στρατοπέδου ἡμερῶν ζʹ. ἤμην δὲ εἰς τέλος νενεκρωμένος καὶ ἡμίθνητος. εὗρον δὲ ἐκεῖ σατράπην ὑπὸ τὴν ἐμὴν ἐξουσίαν · καὶ λαβὼν παρ’αὐτοῦ τριακοσίους ἱππεῖς ἦλθον εἰς τὸ στρατόπεδον. οὐκέτι οὖν προσεθέμην ἀδύνατα ἐπιχειρεῖν. ἔρρωσον.