Ephesian Story, 5
5.1.1καὶ ἡ μὲν ἐν τῇ τάφρῳ κατεκέκλειστο μετὰ τῶν κυνῶν, ὁ δ’Ἀμφίνομος ἑκάστοτε κα- κἀκείνην παρεμυθεῖτο καὶ τοὺς κύνας ἡμέρους ἐποίει τρέφων · ὁ δὲ Ἁβροκόμης διανύσας τὸν Αἰγύπτου πλοῦν εἰς αὐτὴν μὲν Ἰταλίαν οὐκ ἔρχεται (τὸ γὰρ πνεῦμα τὴν ναῦν ἀπῶσαν τοῦ κατ’εὐθὺ ἀπέσφηλε πλοῦ), ἤγαγε δὲ εἰς Σικελίαν καὶ κατήχθησαν εἰς πόλιν Συρακούσας μεγάλην καὶ καλήν.
5.1.2ἐνταῦθα ὁ Ἁβροκόμης γενόμενος ἔγνω περιιέναι τὴν νῆσον καὶ ἀναζητεῖν εἴ τι περὶ Ἀνθείας πύθοιτο. καὶ δὴ ἐνοικίζεται πλησίον τῆς θαλάττης παρὰ ἀνδρὶ Αἰγιαλεῖ πρεσβύτῃ, ἁλιεῖ τὴν τέχνην. οὗτος ὁ Αἰγιαλεὺς πένης μὲν ἦν καὶ ξένος καὶ ἀγαπητῶς αὑτὸν διέτρεφεν ἐκ τῆς τέχνης · ὑπεδέξατο δὲ τὸν Ἁβροκόμην ἄσμενος καὶ παῖδα ἐνόμιζεν αὑτοῦ καὶ ἠγάπα διαφερόντως.
5.1.3καὶ ἤδη ποτὲ καὶ ἐκ πολλῆς τῆς πρὸς ἀλλήλους συνηθείας ὁ μὲν Ἁβροκόμης αὐτῷ διηγήσατο τὰ καθ’αὑτόν, καὶ τὴν Ἄνθειαν εἰρήκει καὶ τὸν ἔρωτα καὶ τὴν πλάνην, ὁ δὲ Αἰγιαλεὺς ἄρχεται τῶν αὑτοῦ διηγημάτων.
5.1.4“ἐγὼ” ἔφη, “τέκνον Ἁβροκόμη, οὔτε Σικελιώτης οὔτε ἐπιχώριος, ἀλλὰ Σπαρτιάτης Λακεδαιμόνιος τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, καὶ περιουσίαν ἔχων πολλήν.
5.1.5νέος δὲ ὢν ἠράσθην κόρης πολίτιδος Θελξινόης το- τοὔνομα, ἀντερᾷ δέ μου καὶ ἡ Θελξινόη. καὶ τῇ πόλει παννυχίδος ἀγομένης συνήλθομεν ἀλλήλοις, ἀμφοτέρους ὁδηγοῦντος θεοῦ, καὶ ἀπελαύσαμεν ὧν ἕνεκα συνήλθομεν.
5.1.6καὶ χρόνῳ τινὶ ἀλλήλοις συνῆμεν λανθάνοντες καὶ ὠμόσαμεν ἀλλήλοις πολλάκις στέρξειν καὶ μέχρι θανάτου · ἐνεμέσησε δέ τις ἄρα θεῶν. κα- κἀγὼ μὲν ἔτι ἐν τοῖς ἐφήβοις ἤμην, τὴν δὲ Θελξινόην ἐδίδοσαν πρὸς γάμον οἱ πατέρες ἐπιχωρίῳ τινὶ νεανίσκῳ Ἀνδροκλεῖ το- τοὔνομα · ἤδη δὲ αὐτῆς καὶ ἤρα ὁ Ἀνδροκλῆς.
5.1.7τὰ μὲν οὖν πρῶτα ἡ κόρη πολλὰς προφάσεις ἐποιεῖτο ἀναβαλλομένη τὸν γάμον · τελευταῖον δὲ δυνηθεῖσα ἐν τα- ταὐτῷ μοι γενέσθαι συντίθεται νύκτωρ ἐξελθεῖν Λακεδαίμονος μετ’ἐμοῦ. καὶ δὴ ἐστείλαμεν ἑαυτοὺς νεανικῶς, ἀπέκειρα δὲ καὶ τὴν κόμην τῆς Θελξινόης.
5.1.8ἐν αὐτῇ οὖν τῇ τῶν γάμων νυκτὶ ἐξελθόντες τῆς πόλεως ᾔειμεν ἐπ’Ἄργος καὶ Κόρινθον, κα- κἀκεῖθεν ἀναγόμενοι ἐπλεύσαμεν εἰς Σικελίαν. Λακεδαιμόνιοι δὲ πυθόμενοι τὴν φυγὴν ἡμῶν θάνατον κατεψηφίσαντο. ἡμεῖς δὲ ἐνταῦθα διήγομεν ἀπορίᾳ μὲν τῶν ἐπιτηδείων, ἡδόμενοι δὲ καὶ πάντων ἀπολαύειν δοκοῦντες, ὅτι ἦμεν μετ’ἀλλήλων.
5.1.9καὶ τέθνηκεν ἐνταῦθα οὐ πρὸ πολλοῦ Θελξινόη καὶ τὸ σῶμα οὐ τέθαπται, ἀλλ’ἔχω γὰρ μετ’ἐμαυτοῦ καὶ ἀεὶ φιλῶ καὶ σύνειμι”.
5.1.10καὶ ἅμα λέγων εἰσάγει τὸν Ἁβροκόμην εἰς τὸ ἐνδότερον δωμάτιον καὶ δεικνύει τὴν Θελξινόην, γυναῖκα πρεσβῦτιν μὲν ἤδη, καλὴν γενομένην ἔτι Αἰγιαλεῖ κόρην · τὸ δὲ σῶμα αὐτῆς ἐτέθαπτο ταφῇ Αἰγυπτίᾳ · ἦν γὰρ καὶ τούτων ἔμπειρος ὁ γέρων.
5.1.11“ταύτῃ οὖν” ἔφη, “ὦ τέκνον Ἁβροκόμη, ἀείτε ὡς ζώσῃ λαλῶ καὶ συγκατάκειμαι καὶ συνευωχοῦμαι · κα- κἂν ἔλθω ποτὲ ἐκ τῆς ἁλιείας κεκμηκώς, αὕτη με παραμυθεῖται βλεπομένη · οὐ γὰρ οἵα νῦν ὁρᾶται σοὶ τοιαύτη φαίνεται ἐμοί · ἀλλ’ἐννοῶ, τέκνον, οἵα μὲν ἦν ἐν Λακεδαίμονι, οἵα δὲ ἐν τῇ φυγῇ · τὰς παννυχίδας ἐννοῶ, τὰς συνθήκας ἐννοῶ”.
5.1.12ἔτι λέγοντος τοῦ Αἰγιαλέως ἀνωδύρετο ὁ Ἁβροκόμης “σὲ δὲ” λέγων, “ὦ πασῶν δυστυχεστάτη κόρη, πότε ἀνευρήσω κα- κἂν νεκράν; Αἰγιαλεῖ μὲν γὰρ τοῦ βίου μεγάλη παραμυθία τὸ σῶμα τὸ Θελξινόης, καὶ νῦν ἀληθῶς μεμάθηκα ὅτι ἔρως ἀληθινὸς ὅρον ἡλικίας οὐκ ἔχει ·
5.1.13ἐγὼ δὲ πλανῶμαι μὲν κατὰ πᾶσαν γῆν καὶ θάλασσαν, οὐ δεδύνημαι δὲ οὐδὲν ἀκοῦσαι περὶ σοῦ. ὦ μαντεύματα δυστυχῆ, ὦ τὰ πάντων ἡμῖν Ἄπολλον χρήσας χαλεπώτατα, οἴκτειρον ἤδη καὶ τὰ τέλη τῶν μεμαντευμένων ἀποδίδου”.
5.2.1καὶ ὁ μὲν Ἁβροκόμης ταυτὶ κατοδυρόμενος, παραμυθουμένου αὐτὸν Αἰγιαλέως διῆγεν ἐν Συρακούσαις, ἤδη καὶ τῆς τέχνης Αἰγιαλεῖ κοινωνῶν · οἱ δὲ περὶ τὸν Ἱππόθοον μέγα μὲν ἤδη τὸ λῃστήριον κατεστήσαντο, ἔγνωσαν δὲ ἀπαίρειν Αἰθιοπίας καὶ μείζοσιν ἤδη πράγμασιν ἐπιτίθεσθαι.
5.2.2οὐ γὰρ ἐδόκει τῷ Ἱπποθόῳ αὔταρκες εἶναι λῃστεύειν κατ’ἄνδρα, εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι. καὶ ὁ μὲν παραλαβὼν τοὺς σὺν αὐτῷ καὶ ἐπιφορτισάμενος πάντα (ἦν δὲ αὐτῷ καὶ ὑποζύγια πολλὰ καὶ κάμηλοι οὐκ ὀλίγαι) Αἰθιοπίαν μὲν κατέλιπεν, ᾔει δὲ ἐπ’Αἴγυπτόντε καὶ Ἀλεξάνδρειαν καὶ ἐνενόει Φοινίκην καὶ Συρίαν πάλιν ·
5.2.3τὴν δὲ Ἄνθειαν προσεδόκα τεθνηκέναι · ὁ δὲ Ἀμφίνομος, ὁ φρουρῶν ἐν τῇ τάφρῳ αὐτήν, ἐρωτικῶς διακείμενος, οὐχ ὑπομένων ἀποσπασθῆναι τῆς κόρης διὰ τὴν πρὸς αὐτὴν φιλοστοργίαν καὶ τὴν ἐπικειμένην συμφοράν, Ἱπποθόῳ μὲν οὐχ εἵπετο, λανθάνει δὲ ἐν πολλοῖς τοῖς ἄλλοις καὶ ἀποκρύπτεται ἐν ἄντρῳ τινὶ σὺν τοῖς ἐπιτηδείοις οἷς συνελέξατο.
5.2.4νυκτὸς δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἐπὶ κώμην ἐληλύθεσαν τῆς Αἰγύπτου, Ἀρείαν καλουμένην, πορθῆσαι θέλοντες · ὁ δὲ Ἀμφίνομος ἀνορύσσει τὴν τάφρον καὶ ἐξάγει τὴν Ἄνθειαν καὶ θαρρεῖν παρεκάλει.
5.2.5τῆς δὲ ἔτι φοβουμένης καὶ ὑποπτευούσης, τὸν ἥλιον ἐπόμνυσι καὶ τοὺς ἐν Αἰγύπτῳ θεοὺς ἦ μὴν τηρήσειν γάμων ἁγνήν, μέχρι ἂν καὶ αὐτή ποτε πεισθεῖσα θελήσῃ συγκαταθέσθαι. πείθεται τοῖς ὅρκοις Ἀμφινόμου Ἄνθεια καὶ ἕπεται αὐτῷ · οὐκ ἀπελείποντο δὲ οἱ κύνες ἀλλ’ἔστεργον συνήθεις γενόμενοι.
5.2.6ἔρχονται δὴ εἰς Κοπτόν, κα- κἀνταῦθα ἔγνωσαν ἡμέρας διαγαγεῖν, μέχρι ἂν προέλθωσιν οἱ περὶ τὸν Ἱππόθοον τῆς ὁδοῦ · ἐπεμελοῦντο δὲ τῶν κυνῶν ὡς ἔχοιεν τὰ ἐπιτήδεια.
5.2.7οἱ δὲ περὶ τὸν Ἱππόθοον προσβαλόντες τῇ κώμῃ τῇ Ἀρείᾳ πολλοὺς μὲν τῶν ἐνοικούντων ἀπέκτειναν καὶ τὰ οἰκήματα ἐνέπρησαν καὶ κατῄεσαν οὐ τὴν αὐτὴν ὁδὸν ἀλλὰ διὰ τοῦ Νείλου · πάντα γὰρ τὰ ἐκ τῶν μεταξὺ κωμῶν σκάφη συλλεξάμενοι, ἐπιβάντες ἔπλεον ἐπὶ Σχεδίαν, καὶ […] κα- κἀντεῦθεν ἐκβάντες παρὰ τὰς ὄχθας τοῦ Νείλου διώδευον τὴν ἄλλην Αἴγυπτον.
5.3.1ἐν τούτῳ δὲ ὁ ἄρχων τῆς Αἰγύπτου ἐπέπυστο μὲν τὰ περὶ τὴν Ἀρείαν καὶ τὸ Ἱπποθόου λῃστήριον καὶ ὅτι ἀπ’Αἰθιοπίας ἔρχονται · παρασκευάσας δὲ στρατιώτας πολλοὺς καὶ ἄρχοντα τούτοις ἐπιστήσας τῶν συγγενῶν τῶν αὑτοῦ Πολύιδον, νεανίσκον ὀφθῆναι χαρίεντα, δρᾶσαι γεννικόν, ἔπεμψεν ἐπὶ τοὺς λῃστάς.
5.3.2οὗτος ὁ Πολύιδος παραλαβὼν τὸ στράτευμα, ἀπήντα κατὰ Πηλούσιον τοῖς περὶ τὸν Ἱππόθοον, καὶ εὐθὺς παρὰ τὰς ὄχθας μάχητε αὐτῶν γίνεται καὶ πίπτουσιν ἑκατέρων πολλοί · νυκτὸς. δὲ ἐπιγενομένης τρέπονται μὲν οἱ λῃσταὶ καὶ πάντες ὑπὸ τῶν στρατιωτῶν φονεύονται ·
5.3.3εἰσὶ δὲ οἳ καὶ ζῶντες ἐλήφθησαν. Ἱππόθοος μόνος, ἀπορρίψας τὰ ὅπλα, ἔφυγε τῆς νυκτὸς καὶ ἦλθεν εἰς Ἀλεξάνδρειαν · κα- κἀκεῖθεν, δυνηθεὶς λαθεῖν, ἐπιβὰς ἀναγομένου πλοίου ἐπανήχθη. ἦν δὲ αὐτῷ ἡ πᾶσα ἐπὶ Σικελίαν ὁρμή · ἐκεῖ γὰρ ἐδόκει μάλιστα διαλήσεσθαίτε καὶ διατραφήσεσθαι · ἤκουε δὲ τὴν νῆσον εἶναι μεγάληντε καὶ εὐδαίμονα.
5.4.1ὁ δὲ Πολύιδος οὐχ ἱκανὸν εἶναι ἐνόμισε κρατῆσαι τῶν συμβαλόντων λῃστῶν, ἀλλ’ἔγνω δεῖν ἀνερευνῆσαίτε καὶ ἐκκαθῆραι τὴν Αἴγυπτον, εἴ που ἢ τὸν Ἱππόθοον ἢ τῶν σὺν αὐτῷ τινα ἀνεύροι.
5.4.2παραλαβὼν οὖν μέρος τι τοῦ στρατιωτικοῦ καὶ τοὺς εἰλημμένους τῶν λῃστῶν, ἵν’, εἴ τις φαίνοιτο, οἱ μηνύσειαν, ἀνέπλει τὸν Νεῖλον καὶ τὰς πόλεις διηρεύνα καὶ ἐνενόει μέχρι Αἰθιοπίας ἐλθεῖν.
5.4.3ἔρχονται δὴ καὶ εἰς Κοπτόν, ἔνθα ἦν Ἄνθεια μετὰ Ἀμφινόμου. καὶ αὐτὴ μὲν ἔτυχεν ἐπὶ τῆς οἰκίας, τὸν δὲ Ἀμφίνομον γνωρίζουσιν οἱ τῶν λῃστῶν εἰλημμένοι καὶ λέγουσι τῷ Πολυΐδῳ · καὶ Ἀμφίνομος λαμβάνεται καὶ ἀνακρινόμενος τὰ περὶ τὴν Ἄνθειαν διηγεῖται.
5.4.4ὁ δὲ ἀκούσας κελεύει καὶ αὐτὴν ἄγεσθαι καὶ ἐλθούσης ἀνεπυνθάνετο ἥτις εἴη καὶ πόθεν · ἡ δὲ τῶν μὲν ἀληθῶν οὐδὲν λέγει, ὅτι δὲ Αἰγυπτία εἴη καὶ ὑπὸ τῶν λῃστῶν εἴληπτο.
5.4.5ἐν τούτῳ ἐρᾷ καὶ ὁ Πολύιδος Ἀνθείας ἔρωτα σφοδρόν (ἦν δὲ αὐτῷ ἐν Ἀλεξανδρείᾳ γυνή) · ἐρασθεὶς δὲ τὰ μὲν πρῶτα ἐπειρᾶτο πείθειν μεγάλα ὑπισχνούμενος · τελευταῖον δὲ ὡς κατῄεσαν εἰς Ἀλεξάνδρειαν ἐγένοντο δὲ ἐν Μέμφει, ἐπεχείρησεν ὁ Πολύιδος βιάζεσθαι τὴν Ἄνθειαν ·
5.4.6ἡ δὲ ἐκφυγεῖν δυνηθεῖσα, ἐπὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔρχεται ἱκέτις γενομένη “σύ με” εἶπεν, “ὦ δέσποινα Αἰγύπτου, πάλιν σῶσον, ᾗ ἐβοήθησας πολλάκις · φεισάσθω μου καὶ Πολύιδος τῆς διὰ σὲ σώφρονος Ἁβροκόμῃ τηρουμένης”.
5.4.7ὁ δὲ Πολύιδος ἅμα μὲν τὴν θεὸν ἐδεδοίκει, ἅμα δὲ ἤρα τῆς Ἀνθείας καὶ τῆς τύχης αὐτὴν ἠλέει · πρόσεισι δὲ τῷ ἱερῷ μόνος καὶ ὄμνυσι μήποτε βιάσασθαι τὴν Ἄνθειαν, μη δὲ ὑβρίσαι τι εἰς αὐτήν, ἀλλὰ τηρῆσαι ἁγνὴν ἐς ὅσον αὐτὴ θελήσει · αὔταρκες γὰρ αὐτῷ φιλοῦντι ἐδόκει εἶναι κα- κἂν βλέπειν μόνον καὶ λαλεῖν αὐτῇ.
5.4.8ἐπείσθη τοῖς ὅρκοις ἡ Ἄνθεια καὶ κατῆλθεν ἐκ τοῦ ἱεροῦ · κα- κἀπειδὴ ἔγνωσαν ἡμέραις τρισὶν αὑτοὺς ἀναλαβεῖν ἐν Μέμφει, ἔρχεται ἡ Ἄνθεια εἰς τὸ τοῦ Ἄπιδος ἱερόν. διασημότατον δὲ τοῦτο ἐν Αἰγύπτῳ, καὶ ὁ θεὸς τοῖς βουλομένοις μαντεύεται.
5.4.9ἐπειδὰν γάρ τις προσελθὼν εὔξηται καὶ δεηθῇ τοῦ θεοῦ, αὐτὸς μὲν ἔξεισιν, οἱ δὲ πρὸ τοῦ νεὼ παῖδες Αἰγύπτιοι ἃ μὲν καταλογάδην ἃ δ’ἐν μέτρῳ προλέγουσι τῶν ἐσομένων ἕκαστα.
5.4.10ἐλθοῦσα δὴ καὶ ἡ Ἄνθεια προσπίπτει τῷ Ἄπιδι. “ὦ θεῶν” ἔφη “φιλανθρωπότατε, ὁ πάντας οἰκτείρων ξένους, ἐλέησον κα- κἀμὲ τὴν κακοδαίμονα καί μοι μαντείαν ἀληθῆ περὶ Ἁβροκόμου πρόειπε.
5.4.11εἰ μὲν γὰρ αὐτὸν ἔτι ὄψομαι καὶ ἄνδρα λήψομαι, καὶ μενῶ καὶ ζήσομαι · εἰ δὲ ἐκεῖνος τέθνηκεν, ἀπαλλαγῆναι κα- κἀμὲ καλῶς ἔχει τοῦ πονήρου τούτου βίου”. εἰποῦσα καὶ καταδακρύσασα ἐξῄει τοῦ ἱεροῦ · κα- κἀν τούτῳ οἱ παῖδες πρὸ τοῦ τεμένους παίζοντες ἅμα ἐξεβόησαν “Ἀνθία Ἁβροκόμην ταχὺ λήψεται ἄνδρα τὸν αὑτῆς”. ἀκούσασα εὐθυμοτέρα ἐγένετο καὶ προσεύχεται τοῖς θεοῖς · καὶ ἅμα μὲν ἀπῄεσαν εἰς Ἀλεξάνδρειαν.
5.5.1ἐπέπυστο δὲ ἡ Πολυΐδου γυνὴ ὅτι ἄγει κόρην ἐρωμένην, καὶ φοβηθεῖσα μή πως αὐτὴν ἡ ξένη παρευδοκιμήσῃ, Πολυΐδῳ μὲν οὐδὲν λέγει, ἐβουλεύετο δὲ καθ’αὑτὴν ὅπως τιμωρήσεται τὴν δοκοῦσαν ἐπιβουλεύειν τοῖς γάμοις.
5.5.2καὶ δὴ ὁ μὲν Πολύιδος ἀπήγγελλέτε τῷ ἄρχοντι τῆς Αἰγύπτου τὰ γενόμενα καὶ τὰ λοιπὰ ἐπὶ τοῦ στρατοπέδου διῴκει τὰ τῆς ἀρχῆς · ἀπόντος δὲ αὐτοῦ Ῥηναία (τοῦτο γὰρ ἐκαλεῖτο ἡ τοῦ Πολυΐδου γυνὴ) μεταπέμπεται τὴν Ἄνθειαν (ἦν δὲ ἐπὶ τῆς οἰκίας) καὶ περιρρήγνυσι τὴν ἐσθῆτα καὶ αἰκίζεται τὸ σῶμα “ὦ πονηρὰ” λέγουσα “καὶ τῶν γάμων τῶν ἐμῶν ἐπίβουλε, ματαίως ἔδοξας Πολυΐδῳ καλή, οὐ γάρ σε ὀνήσει τὸ κάλλος τοῦτο.
5.5.3ἴσως μὲν γὰρ πείθειν λῃστὰς ἐδύνασο καὶ συγκαθεύδειν νεανίσκοις μεθύουσι πολλοῖς · τὴν δὲ Ῥηναίας εὐνὴν οὔποτε ὑβριεῖς χαίρουσα”.
5.5.4ταῦτα εἰποῦσα ἀπέκειρε τὴν κόμην αὐτῆς καὶ δεσμὰ περιτίθησι καὶ παραδοῦσα οἰκέτῃ τινὶ πιστῷ, Κλυτῷ το- τοὔνομα, κελεύει ἐμβιβάσαντα εἰς ναῦν, ἀπαγαγόντα εἰς Ἰταλίαν ἀποδόσθαι πορνοβοσκῷ τὴν Ἄνθειαν. “οὕτω γὰρ” ἔφη “δυνήσῃ ἡ καλὴ τῆς ἀκρασίας κόρον λαβεῖν”.
5.5.5ἤγετο δὲ ἡ Ἄνθεια ὑπὸ τοῦ Κλυτοῦ κλάουσα καὶ ὀδυρομένη “ὦ κάλλος ἐπίβουλον” λέγουσα, “ὦ δυστυχὴς εὐμορφία, τί μοι παραμένετε ἐνοχλοῦντα; τί δὲ αἴτια πολλῶν κακῶν μοι γίνεσθε; οὐκ ἤρκουν οἱ τάφοι, οἱ φόνοι, τὰ δεσμά, τὰ λῃστήρια, ἀλλ’ἤδη καὶ ἐπὶ οἰκήματος στήσομαι καὶ τὴν μέχρι νῦν Ἁβροκόμῃ τηρουμένην σωφροσύνην πορνοβοσκὸς ἀναγκάσει με λύειν;
5.5.6ἀλλ’, ὦ δέσποτα,” προσπεσοῦσα ἔλεγε τοῖς γόνασι τοῦ Κλυτοῦ, “μή με ἐπ’ἐκείνην τὴν τιμωρίαν προαγάγῃς, ἀλλ’ἀπόκτεινόν με αὐτός · οὐκ οἴσω πορνοβοσκὸν δεσπότην · σωφρονεῖν, πίστευσον, εἰθίσμεθα”. ταῦτα ἐδεῖτο, ἠλέει δὲ αὐτὴν ὁ Κλυτός.
5.5.7καὶ ἡ μὲν ἀπήγετο εἰς Ἰταλίαν, ἡ δὲ Ῥηναία ἐλθόντι τῷ Πολυΐδῳ λέγει ὅτι ἀπέδρα ἡ Ἄνθεια, κα- κἀκεῖνος ἐκ τῶν ἤδη πεπραγμένων ἐπίστευσεν αὐτῇ. ἡ δὲ Ἄνθεια κατήχθη μὲν εἰς Τάραντα, πόλιν τῆς Ἰταλίας · ἐνταῦθα δὲ ὁ Κλυτὸς δεδοικὼς τὰς τῆς Ῥηναίας ἐντολὰς ἀποδίδοται αὐτὴν πορνοβοσκῷ.
5.5.8ὁ δὲ ἰδὼν κάλλος οἷον οὔπω πρότερον ἐτεθέατο, μέγα κέρδος ἕξειν τὴν παῖδα ἐνόμιζε, καὶ ἡμέραις μέν τισιν αὐτὴν ἀνελάμβανεν ἐκ τοῦ πλοῦ κεκμηκυῖαν καὶ ἐκ τῶν ὑπὸ τῆς Ῥηναίας βασάνων · ὁ δὲ Κλυτὸς ἧκεν εἰς Ἀλεξάνδρειαν καὶ τὰ πραχθέντα ἐμήνυσε τῇ Ῥηναίᾳ.
5.6.1ὁ δὲ Ἱππόθοος διανύσας τὸν πλοῦν κατήχθη μὲν εἰς Σικελίαν, οὐκ εἰς Συρακούσας δέ, ἀλλ’εἰς Ταυρομένιον καὶ ἐζήτει καιρόν, δι’οὗ τὰ ἐπιτήδεια ἕξει. τῷ δὲ Ἁβροκόμῃ ἐν Συρακούσαις ὡς χρόνος πολὺς ἐγένετο, ἀθυμία ἐμπίπτει καὶ ἀπορία δεινή, ὅτι μήτε Ἄνθειαν εὑρίσκοι μήτε εἰς τὴν πατρίδα ἀνασώζοιτο.
5.6.2διέγνω οὖν ἀποπλεύσας ἐκ Σικελίας εἰς Ἰταλίαν ἀνελθεῖν κα- κἀκεῖθεν, εἰ μηδὲν εὑρίσκοι τῶν ζητουμένων, εἰς Ἔφεσον πλεῦσαι πλοῦν δυστυχῆ. ἤδη δὲ καὶ οἱ γονεῖς αὐτῶν καὶ οἱ Ἐφέσιοι πάντες ἐν πολλῷ πένθει ἦσαν, οὔτε ἀγγέλου παρ’αὐτῶν ἀφιγμένου οὔτε γραμμάτων · ἀπέπεμπον δὲ πανταχοῦ τοὺς ἀναζητήσοντας.
5.6.3ὑπὸ ἀθυμίας δὲ καὶ γήρως οὐ δυνηθέντες ἀντισχεῖν οἱ γονεῖς ἑκατέρων ἑαυτοὺς ἐξήγαγον τοῦ βίου. καὶ ὁ μὲν Ἁβροκόμης ᾔει τὴν ἐπὶ Ἰταλίας ὁδόν · ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη, οἱ σύντροφοι τοῦ Ἁβροκόμου καὶ τῆς Ἀνθείας, τεθνηκότος αὐτοῖς ἐν Ξάνθῳ τοῦ δεσπότου καὶ τὸν κλῆρον (ἦν δὲ πολὺς) ἐκείνοις καταλιπόντος, διέγνωσαν εἰς Ἔφεσον πλεῖν, ὡς ἤδη μὲν αὐτοῖς τῶν δεσποτῶν σεσωσμένων, ἱκανῶς δὲ τῆς κατὰ τὴν ἀποδημίαν συμφορᾶς πεπειραμένοι.
5.6.4ἐνθέμενοι δὲ πάντα τὰ αὑτῶν νηὶ ἀνήγοντο εἰς Ἔφεσον, καὶ ἡμέραις οὐ πολλαῖς διανύσαντες τὸν πλοῦν ἧκον εἰς Ῥόδον · κα- κἀκεῖ μαθόντες ὅτι οὐδέπω μὲν Ἁβροκόμης καὶ Ἄνθεια σώζοιντο, τεθνήκασι δὲ αὐτῶν οἱ πατέρες, διέγνωσαν εἰς Ἔφεσον μὴ κατελθεῖν, χρόνῳ δέ τινι ἐκεῖ γενέσθαι, μέχρι οὗ τι περὶ τῶν δεσποτῶν πύθωνται.
5.7.1ὁ δὲ πορνοβοσκὸς ὁ τὴν Ἄνθειαν ὠνησάμενος χρόνου διελθόντος ἠνάγκασεν αὐτὴν οἰκήματος προεστάναι. καὶ δὴ κοσμήσας καλῇ μὲν ἐσθῆτι πολλῷ δὲ χρυσῷ ἦγεν ὡς προστησομένην τέγους · ἡ δὲ μέγα ἀνακωκύσασα “φεῦ μοι τῶν κακῶν” εἶπεν, “οὐχ ἱκαναὶ γὰρ αἱ πρότερον συμφοραί, τὰ δεσμά, τὰ λῃστήρια, ἀλλ’ἔτι καὶ πορνεύειν ἀναγκάζομαι;
5.7.2ὦ κάλλος δικαίως ὑβρισμένον, τί γὰρ ἡμῖν ἀκαίρως παραμένεις; ἀλλὰ τί ταῦτα θρηνῶ καὶ οὐχ εὑρίσκω τινὰ μηχανήν, δι’ἧς φυλάξω τὴν μέχρι νῦν τετηρημένην σωφροσύνην”;
5.7.3ταῦτα λέγουσα ἤγετο ἐπὶ τὸ οἴκημα τοῦ πορνοβοσκοῦ τὰ μὲν δεομένου θαρρεῖν τὰ δὲ ἀπειλοῦντος. ὡς δὲ ἦλθε καὶ προέστη, πλῆθος ἐπέρρει τῶν τεθαυμακότων τὸ κάλλος, οἵτε πολλοὶ ἦσαν ἕτοιμοι ἀργύριον κατατίθεσθαι τῆς ἐπιθυμίας.
5.7.4ἡ δὲ ἐν ἀμηχάνῳ γενομένη κακῷ εὑρίσκει τέχνην ἀποφυγῆς · πίπτει μὲν γὰρ εἰς γῆν καὶ παρεῖται τὸ σῶμα καὶ ἐμιμεῖτο τοὺς νοσοῦντας τὴν ἐκ θεῶν καλουμένην νόσον · ἦν δὲ τῶν παρόντων ἔλεος ἅμα καὶ φόβος καὶ τοῦ μὲν ἐπιθυμεῖν συνουσίας ἀπείχοντο, ἐθεράπευον δὲ τὴν Ἄνθειαν ·
5.7.5ὁ δὲ πορνοβοσκὸς συνεὶς οἷ κακῶν ἐγεγόνει καὶ νομίσας ἀληθῶς νοσεῖν τὴν κόρην, ἦγεν εἰς τὴν οἰκίαν καὶ κατέκλινέτε καὶ ἐθεράπευε, καὶ ὡς ἔδοξεν αὑτῆς γεγονέναι, ἀνεπυνθάνετο τὴν αἰτίαν τῆς νόσου.
5.7.6ἡ δὲ Ἄνθεια “καὶ πρότερον” ἔφη, “δέσποτα, εἰπεῖν πρὸς σὲ ἐβουλόμην τὴν συμφορὰν τὴν ἐμὴν καὶ διηγήσασθαι τὰ συμβάντα, ἀλλὰ ἀπέκρυπτον αἰδουμένη · νυνὶ δὲ οὐδὲν χαλεπὸν εἰπεῖν πρὸς σέ, πάντα ἤδη μεμαθηκότα τὰ κατ’ἐμέ.
5.7.7παῖς ἔτι οὖσα ἐν ἑορτῇ καὶ παννυχίδι ἀποπλανηθεῖσα τῶν ἐμαυτῆς ἧκον πρός τινα τάφον ἀνδρὸς νεωστὶ τεθνηκότος · κα- κἀνταῦθα ἐφάνη μοί τις ἀναθορὼν ἐκ τοῦ τάφου καὶ κατέχειν ἐπειρᾶτο ·
5.7.8ἐγὼ δ’ἀπέφευγον καὶ ἐβόων · ὁ δὲ ἄνθρωπος ἦν μὲν ὀφθῆναι φοβερός, φωνὴν δὲ πολλῷ εἶχε χαλεπωτέραν · καὶ τέλος ἡμέρα μὲν ἤδη ἐγίνετο, ἀφεὶς δέ με ἔπληξέτε κατὰ τοῦ στήθους καὶ νόσον ταύτην ἔλεγεν ἐμβεβληκέναι.
5.7.9ἐκεῖθεν ἀρξαμένη ἄλλοτε ἄλλως ὑπὸ τῆς συμφορᾶς κατέχομαι. ἀλλὰ δέομαί σου, δέσποτα, μηδέν μοι χαλεπήνῃς · οὐ γὰρ ἐγὼ τούτων αἰτία. δυνήσῃ γάρ με ἀποδόσθαι καὶ μηδὲν ἀπολέσαι τῆς δοθείσης τιμῆς”. ἀκούσας ὁ πορνοβοσκὸς ἠνιᾶτο μέν, συνεγίνωσκε δὲ αὐτῇ, ὡς οὐχ ἑκούσῃ ταῦτα πασχούσῃ.
5.8.1καὶ ἡ μὲν ἐθεραπεύετο ὡς νοσοῦσα παρὰ τῷ πορνοβοσκῷ · ὁ δὲ Ἁβροκόμης ἀπὸ τῆς Σικελίας ἐπαναχθεὶς καταίρει μὲν εἰς Νουκέριον τῆς Ἰταλίας, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων ἀμηχανῶν ὅ τι ποιήσειε, τὰ μὲν πρῶτα περιῄει τὴν Ἄνθειαν ζητῶν ·
5.8.2αὕτη γὰρ ἦν αὐτῷ τοῦ βίου παντὸς καὶ τῆς πλάνης ἡ ὑπόθεσις · ὡς δὲ οὐδὲν εὕρισκεν (ἦν γὰρ ἐν Τάραντι ἡ κόρη παρὰ τῷ πορνοβοσκῷ), αὑτὸν ἀπεμίσθωσε τοῖς τοὺς λίθους ἐργαζομένοις.
5.8.3καὶ ἦν αὐτῷ τὸ ἔργον ἐπίπονον, οὐ γὰρ συνείθιστο τὸ σῶμα οὐ δὲ αὑτὸν ὑποβάλλειν ἔργοις εὐτόνοις καὶ σκληροῖς · διέκειτο δὲ πονήρως καὶ πολλάκις κατοδυρόμενος τὴν αὑτοῦ τύχην “ἰδοὺ” φησὶν “Ἄνθεια, ὁ σὸς Ἁβροκόμης ἐργάτης τέχνης πονήρας καὶ τὸ σῶμα ὑποτέθεικα δουλείᾳ ·
5.8.4καὶ εἰ μὲν εἶχόν τινα ἐλπίδα εὑρήσειν σὲ καὶ τοῦ λοιποῦ συγκαταβιώσεσθαι, τοῦτο πάντων ἂν τῶν δεινῶν με παρεμυθεῖτο · νυνὶ δὲ ἴσως κα- κἀγὼ δυστυχὴς κενὰ καὶ ἀνόνητα πονῶ, καὶ σύ που τέθνηκας πόθῳ τῷ πρὸς Ἁβροκόμην. πέπεισμαι γάρ, φιλτάτη, ὡς οὐκ ἄν ποτε οὐ δὲ ἀποθανοῦσα ἐκλάθοιό μου”.
5.8.5καὶ ὁ μὲν ταῦτα ὠδύρετο καὶ τοὺς πόνους ἔφερεν ἀλγεινῶς, τῇ δὲ Ἀνθείᾳ ὄναρ ἐπέστη ἐν Τάραντι κοιμωμένῃ. ἐδόκει μὲν αὑτὴν εἶναι μετὰ Ἁβροκόμου, καλὴν οὖσαν μετ’ἐκείνου καλοῦ καὶ τὸν πρῶτον εἶναι τοῦ ἔρωτος αὐτοῖς χρόνον ·
5.8.6φανῆναι δέ τινα ἄλλην γυναῖκα καλὴν καὶ ἀφέλκειν αὐτῆς τὸν Ἁβροκόμην · καὶ τέλος ἀναβοῶντος καὶ καλοῦντος ὀνομαστὶ ἐξαναστῆναίτε καὶ παύσασθαι τὸ ὄναρ.
5.8.7ταῦτα ὡς ἔδοξεν ἰδεῖν, εὐθὺς μὲν ἀνέθορέτε καὶ ἀνεθρήνησε καὶ ἀληθῆ τὰ ὀφθέντα ἐνόμιζεν “οἴμοι τῶν κακῶν” λέγουσα, “ἐγὼ μὲν καὶ πόνους ὑπομένω πάντας καὶ ποικίλων πειρῶμαι δυστυχὴς συμφορῶν καὶ τέχνας σωφροσύνης ὑπὲρ γυναῖκας εὑρίσκω Ἁβροκόμῃ · σοὶ δὲ ἴσως ἄλλη που δέδοκται καλή · ταῦτα γάρ μοι σημαίνει τὰ ὀνείρατα.
5.8.8τί οὖν ἔτι ζῶ; τί δ’ἐμαυτὴν λυπῶ; κάλλιον οὖν ἀπολέσθαι καὶ ἀπαλλαγῆναι τοῦ πονήρου τούτου βίου, ἀπαλλαγῆναι δὲ τῆς ἀπρεποῦς ταύτης καὶ ἐπισφαλοῦς δουλείας.
5.8.9Ἁβροκόμης μὲν εἰ καὶ τοὺς ὅρκους παραβέβηκε, μηδὲν οἱ θεοὶ τιμωρήσαιντο τοῦτον · ἴσως ἀνάγκῃ τι εἴργασται · ἐμοὶ δὲ ἀποθανεῖν καλῶς ἔχει σωφρονούσῃ”. ταῦτα ἔλεγε θρηνοῦσα καὶ μηχανὴν ἐζήτει τελευτῆς.
5.9.1ὁ δὲ Ἱππόθοος ὁ Περίνθιος ἐν τῷ Ταυρομενίῳ τὰ μὲν πρῶτα διῆγε πονήρως ἀπορίᾳ τῶν ἐπιτηδείων · χρόνου δὲ προϊόντος ἠράσθη πρεσβῦτις αὐτοῦ, καὶ ἔγημέτε ὑπ’ἀνάγκης τῆς κατὰ τὴν ἀπορίαν τὴν πρεσβῦτιν, καὶ ὀλίγῳ συγγενόμενος χρόνῳ, ἀποθανούσης αὐτῆς πλοῦτόντε διαδέχεται πολὺν καὶ εὐδαιμονίαν · πολλὴ μὲν οἰκετῶν παραπομπή, πολλὴ δὲ ἐσθήτων ὕπαρξις καὶ σκευῶν πολυτέλεια.
5.9.2διέγνω δὲ πλεῦσαι μὲν εἰς Ἰταλίαν, ὠνήσασθαι δὲ οἰκέτας ὡραίους καὶ θεραπαίνας καὶ ἄλλην σκευῶν περιβολήν, ὅση γένοιτ’ἂν ἀνδρὶ εὐδαίμονι · ἐμέμνητο δὲ ἀεὶ τοῦ Ἁβροκόμου καὶ τοῦτον ἀνευρεῖν εὔχετο, περὶ πολλοῦ ποιούμενος κοινωνῆσαίτε αὐτῷ τοῦ βίου παντὸς καὶ τῶν κτημάτων.
5.9.3καὶ ὁ μὲν ἐπαναχθεὶς κατῆρεν εἰς Ἰταλίαν, εἵπετο δὲ αὐτῷ μειράκιον τῶν ἐν Σικελίᾳ εὖ γεγονότων, Κλεισθένης το- τοὔνομα, καὶ πάντων μετεῖχε τῶν Ἱπποθόου κτημάτων, καλὸς ὤν.
5.9.4ὁ δὲ πορνοβοσκὸς ἤδη τῆς Ἀνθείας ὑγιαίνειν δοκούσης ἐνενόει ὅπως αὐτὴν ἀποδώσεται, καὶ δὴ προῆγεν αὐτὴν εἰς τὴν ἀγορὰν καὶ τοῖς ὠνησομένοις ἐπεδείκνυεν.
5.9.5ἐν τούτῳ δ’ὁ Ἱππόθοος περιῄει τὴν πόλιν τὴν Τάραντα, εἴ τι καλὸν ὠνήσασθαι ζητῶν · καὶ ὁρᾷ τὴν Ἄνθειαν καὶ γνωρίζει καὶ ἐπὶ τῷ συμβάντι καταπλήσσεται καὶ πολλὰ πρὸς ἑαυτὸν ἐλογίζετο “οὐχ αὕτη ἡ κόρη, ἣν ἐγώ ποτε ἐν Αἰγύπτῳ τιμωρῶν τῷ Ἀγχιάλου φόνῳ εἰς τάφρον κατώρυξα καὶ κύνας αὐτῇ συγκαθεῖρξα; τίς οὖν ἡ μεταβολή; πῶς δὲ σώζεται; τίς ἡ ἐκ τῆς τάφρου φυγή;
5.9.6τίς ἡ παράλογος σωτηρία”; εἰπὼν ταῦτα προσῆλθεν ὡς ὠνήσασθαι θέλων, καὶ παραστὰς αὐτῇ “ὦ κόρη” ἔφησεν, “Αἴγυπτον οὐκ οἶδας οὐ δὲ λῃσταῖς ἐν Αἰγύπτῳ περιπέπτωκας οὐ δὲ ἄλλο τι ἐν ἐκείνῃ τῇ γῇ πέπονθας δεινόν; εἰπὲ θαρροῦσα, γνωρίζω γάρ σε”.
5.9.7Αἴγυπτον ἀκούσασα καὶ ἀναμνησθεῖσα Ἀγχιάλου καὶ τοῦ λῃστηρίου καὶ τῆς τάφρου ἀνῴμωξέτε καὶ ἀνωδύρατο, ἀποβλέψασα δὲ εἰς τὸν Ἱππόθοον (ἐγνώρισε δὲ αὐτὸν οὐδαμῶς) “πέπονθα” φησὶν “ἐν Αἰγύπτῳ πολλά, ὦ ξένε, καὶ δεινά, ὅστις ποτε ὢν τυγχάνεις, καὶ λῃσταῖς περιπέπτωκα · ἀλλὰ σὺ πῶς” εἶπε “γνωρίζεις τὰ ἐμὰ διηγήματα;
5.9.8πόθεν δὲ εἰδέναι λέγεις ἐμὲ τὴν δυστυχῆ; διαβόητα μὲν γὰρ καὶ ἔνδοξα πέπονθα, ἀλλὰ σὲ οὐ γινώσκω τὸ σύνολον”.
5.9.9ἀκούσας ὁ Ἱππόθοος καὶ μᾶλλον ἐξ ὧν ἔλεγεν ἀναγνωρίσας αὐτὴν τότε μὲν ἡσυχίαν ἤγαγεν, ὠνησάμενος δὲ αὐτὴν παρὰ τοῦ πορνοβοσκοῦ ἄγει πρὸς ἑαυτὸν καὶ θαρρεῖν παρεκελεύετο καὶ ὅστις ἦν λέγει καὶ τῶν ἐν Αἰγύπτῳ γενομένων ἀναμιμνήσκει καὶ τὸν ἑαυτοῦ πλοῦτον διηγεῖται καὶ τὴν φυγήν.
5.9.10ἡ δὲ ᾐτεῖτο συγγνώμην ἔχειν καὶ αὐτῷ διηγεῖτο ὅτι Ἀγχίαλον ἀπέκτεινε μὴ σωφρονοῦντα, καὶ τὴν τάφρον καὶ τὸν Ἀμφίνομον καὶ τὴν τῶν κυνῶν πραότητα καὶ τὴν σωτηρίαν διηγεῖται.
5.9.11κατῴκτειρεν αὐτὴν ὁ Ἱππόθοος καὶ ἥτις μὲν ἦν ἐπέπυστο οὐδέπω, ἐκ δὲ τῆς καθημερινῆς σὺν τῇ κόρῃ διαίτης εἰς ἐπιθυμίαν Ἀνθείας καὶ Ἱππόθοος ἔρχεται καὶ συνελθεῖν ἐβούλετο καὶ πολλὰ ὑπισχνεῖται αὐτῇ.
5.9.12ἡ δὲ τὰ μὲν πρῶτα ἀντέλεγεν αὐτῷ, ἀναξία εἶναι λέγουσα εὐνῆς δεσποτικῆς · τελευταῖον δὲ ὡς ἐνέκειτο Ἱππόθοος, οὐκέτ’ἔχουσα ὅ τι ποιήσειε, κάλλιον εἶναι νομίζουσα εἰπεῖν πάντα αὐτῷ τὰ ἀπόρρητα ἢ παραβῆναι τὰς πρὸς Ἁβροκόμην συνθήκας, λέγει τὸν Ἁβροκόμην, τὴν Ἔφεσον, τὸν ἔρωτα, τοὺς ὅρκους, τὰς συμφοράς, τὰ λῃστήρια καὶ συνεχὲς Ἁβροκόμην ἀνωδύρετο ·
5.9.13ὁ δὲ Ἱππόθοος ἀκούσας ὅτιτε Ἄνθεια εἴη καὶ ὅτι γυνὴ τοῦ πάντων αὐτῷ φιλτάτου, ἀσπάζεταίτε αὐτὴν καὶ εὐθυμεῖν παρεκάλει καὶ τὴν αὑτοῦ πρὸς Ἁβροκόμην φιλίαν διηγεῖται. καὶ τὴν μὲν εἶχεν ἐπὶ τῆς οἰκίας, πᾶσαν προσάγων ἐπιμέλειαν, Ἁβροκόμην αἰδούμενος · αὐτὸς δὲ πάντα ἀνηρεύνα, εἴ που τὸν Ἁβροκόμην ἀνεύροι.
5.10.1ὁ δὲ Ἁβροκόμης τὰ μὲν πρῶτα ἐπιπόνως ἐν τῷ Νουκερίῳ εἰργάζετο, τελευταῖον δὲ οὐκέτι φέρων τοὺς πόνους διέγνω νεὼς ἐπιβάς εἰς Ἔφεσον ἀνάγεσθαι.
5.10.2καὶ ὁ μὲν νύκτωρ κατελθὼν ἐπὶ θάλασσαν ἐπιτυγχάνει πλοίῳ ἀναγομένῳ καὶ ἐπιβὰς ἔπλει τὴν ἐπὶ Σικελίας πάλιν, ὡς ἐκεῖθεν ἐπὶ Κρήτηντε καὶ Κύπρον καὶ Ῥόδον ἀφιξόμενος κα- κἀκεῖθεν εἰς Ἔφεσον γενησόμενος · ἤλπιζε δὲ ἐν τῷ μακρῷ πλῷ καὶ περὶ Ἀνθείας τι πεύσεσθαι.
5.10.3καὶ ὁ μὲν ὀλίγα ἔχων τὰ ἐπιτήδεια ἀναγαγόμενος καὶ διανύσας τὸν πλοῦν τὰ μὲν πρῶτα ἐπὶ τῆς Σικελίας ἔρχεται καὶ εὑρίσκει τὸν πρότερον ξένον τὸν Αἰγιαλέα τεθνηκότα · ἐπενέγκας δὲ αὐτῷ χοὰς καὶ πολλὰ καταδακρύσας, ἀναχθεὶς πάλιν καὶ Κρήτην παρελθών, ἐν Κύπρῳ γενόμενος, ἡμέρας διατρίψας ὀλίγας καὶ εὐξάμενος τῇ πατρίῳ Κυπρίων θεῷ ἀνήγετο καὶ ἧκεν εἰς Ῥόδον · ἐνταῦθα πλησίον τοῦ λιμένος εἰσῳκίσατο.
5.10.4καὶ ἤδητε ἐγγὺς ἐγίνετο Ἐφέσου καὶ πάντων αὐτὸν ἔννοια τῶν δεινῶν εἰσήρχετο, τῆς πατρίδος, τῶν πατέρων, τῆς Ἀνθείας, τῶν οἰκετῶν · καὶ ἀναστενάξας “φεῦ” ἔφη “τῶν κακῶν · εἰς Ἔφεσον ἵξομαι μόνος καὶ πατράσιν ὀφθήσομαι τοῖς ἐμαυτοῦ χωρὶς Ἀνθείας καὶ πλεύσομαι πλοῦν ὁ δυστυχὴς κενὸν καὶ διηγήσομαι διηγήματα ἴσως ἄπιστα, κοινωνὸν ὧν πέπονθα οὐκ ἔχων ·
5.10.5ἀλλὰ καρτέρησον, Ἁβροκόμη, καὶ γενόμενος ἐν Ἐφέσῳ τοσοῦτον ἐπιβίωσον χρόνον · τάφον ἔγειρον Ἀνθείᾳ καὶ θρήνησον αὐτὴν καὶ χοὰς ἐπένεγκον καὶ σαυτὸν ἤδη παρ’αὐτὴν ἄγε”. ταῦτα ἔλεγε καὶ περιῄει τὴν πόλιν ἀλύων, ἀπορίᾳ μὲν τῶν κατὰ τὴν Ἄνθειαν, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων.
5.10.6ὁ δὲ Λεύκων ἐν τούτῳ καὶ ἡ Ῥόδη διατρίβοντες ἐν Ῥόδῳ ἀνάθημα ἀνατεθείκεσαν ἐν τῷ τοῦ Ἡλίου ἱερῷ παρὰ τὴν χρυσῆν πανοπλίαν, ἣν Ἄνθεια καὶ Ἁβροκόμης ἀνατεθείκεσαν · ἀνέθεσαν στήλην γράμμασι χρυσοῖς γεγραμμένην ὑπὲρ Ἁβροκόμου καὶ Ἀνθείας, ἀνεγέγραπτο δὲ καὶ τῶν ἀναθέντων τὰ ὀνόματα, ὅτε Λεύκων καὶ ἡ Ῥόδη.
5.10.7ταύτῃ τῇ στήλῃ ὁ Ἁβροκόμης ἐπιτυγχάνει, ἐληλύθει δὲ προσεύξασθαι τῷ θεῷ. ἀναγνοὺς οὖν καὶ γνωρίσας τοὺς ἀναθέντας καὶ τὴν τῶν οἰκετῶν εὔνοιαν, πλησίον δὲ καὶ τὴν πανοπλίαν ἰδών, μέγα ἀνωδύρετο παρακαθεσθεὶς τῇ στήλῃ.
5.10.8“ὦ πάντα” ἔλεγεν “ἐγὼ δυστυχής · ἐπὶ τὸ τέρμα ἥκω τοῦ βίου καὶ εἰς ἀνάμνησιν τῶν ἐμαυτοῦ συμφορῶν · ἰδοὺ ταύτην μὲν τὴν πανοπλίαν ἐγὼ μετ’Ἀνθείας ἀνέθηκα καὶ μετ’ἐκείνης ἀποπλεύσας Ῥόδου ἥκω νῦν ἐκείνην οὐκ ἄγων · εἰ δὲ αὕτη ἡ στήλη τῶν συντρόφων τῶν ἡμετέρων ὑπὲρ ἀμφοτέρων τὸ ἀνάθημα, τίς οὖν γένωμαι μόνος; ποῦ δὲ τοὺς φιλτάτους ἀνεύρω”;
5.10.9ταῦτα ἐθρήνει λέγων · καὶ ἐν τούτῳ ἐφίστανται ὁ Λεύκων καὶ ἡ Ῥόδη συνήθως εὐχόμενοι τῷ θεῷ καὶ θεωροῦσι τὸν Ἁβροκόμην τῇ στήλῃ παρακαθεζόμενον καὶ εἰς τὴν πανοπλίαν ἀποβλέποντα καὶ γνωρίζουσι μὲν οὐχί, θαυμάζουσι δὲ ὅστις ὢν ἀλλοτρίοις ἀναθήμασι παραμένοι.
5.10.10καὶ δὴ ὁ Λεύκων ἔφη “ὦ μειράκιον, τί βουλόμενος ἀναθήμασιν οὐδέν σοι προσήκουσι παρακαθεζόμενος ὀδύρῃ καὶ θρηνεῖς; τί δὲ σοὶ τούτων μέλει; τί δὲ τῶν ἐνταῦθα ἀναγεγραμμένων κοινωνεῖ σοί”; ἀποκρίνεται πρὸς αὐτὸν Ἁβροκόμης “ἐμὰ” φησὶν “ἐμὰ τὰ ἀναθήματα Λεύκωνος καὶ Ῥόδης, οὓς ἰδεῖν εὔχομαι μετὰ Ἄνθειαν Ἁβροκόμης ὁ δυστυχής”.
5.10.11ἀκούσαντες οἱ περὶ τὸν Λεύκωνα εὐθὺς μὲν ἀχανεῖς ἐγένοντο, ἀνενεγκόντες δὲ κατὰ μικρὸν ἐγνώριζον ἐκ τοῦ σχήματος, ἐκ τῆς φωνῆς, ἐξ ὧν ἔλεγεν, ἐξ ὧν Ἀνθείας ἐμέμνητο, καὶ πίπτουσι πρὸ τῶν ποδῶν αὐτοῦ καὶ τὰ καθ’αὑτοὺς διηγοῦνται, τὴν ὁδὸν τὴν εἰς Συρίαν ἀπὸ Τύρου, τὴν Μαντοῦς ὀργήν, τὴν ἔκδοσιν, τὴν πρᾶσιν τὴν εἰς Λυκίαν, τὴν τοῦ δεσπότου τελευτήν, τὴν περιουσίαν, τὴν εἰς Ῥόδον ἄφιξιν ·
5.10.12καὶ δὴ παραλαβόντες ἄγουσιν εἰς τὴν οἰκίαν, ἔνθα αὐτοὶ κατήγοντο, καὶ τὰ κτήματα αὑτῶν παραδιδόασι καὶ ἐπεμελοῦντο καὶ ἐθεραπεύοντο καὶ θαρρεῖν παρεκάλουν · τῷ δὲ ἦν οὐδὲν Ἀνθείας τιμιώτερον, ἀλλ’ἐκείνην ἐθρήνει παρ’ἕκαστα.
5.11.1καὶ ὁ μὲν ἐν Ῥόδῳ διῆγε μετὰ τῶν συντρόφων, ὅ τι πράξει βουλευόμενος · ὁ δὲ Ἱππόθοος διέγνω τὴν Ἄνθειαν ἀγαγεῖν ἀπὸ Ἰταλίας εἰς Ἔφεσον, ὡς ἀποδώσωντε τοῖς γονεῦσι καὶ περὶ Ἁβροκόμου ἐκεῖ τι πευσόμενος · καὶ δὴ ἐμβαλὼν πάντα τὰ αὑτοῦ εἰς ναῦν μεγάλην Ἐφεσίαν, μετὰ τῆς Ἀνθείας ἀνήγετο, καὶ διανύσας μάλα ἄσμενος τὸν πλοῦν οὐ πολλαῖς ἡμέραις εἰς Ῥόδον καταίρει νυκτὸς ἔτι κα- κἀνταῦθα κατάγεται παρά τινι πρεσβύτιδι, Ἀλθαίᾳ το- τοὔνομα, πλησίον τῆς θαλάσσης, καὶ τήντε Ἄνθειαν ἀνάγει παρὰ τὴν ξένην καὶ αὐτὸς ἐκείνης μὲν τῆς νυκτὸς ἀνεπαύσατο, τῇ δὲ ἑξῆς ἤδη μὲν περὶ τὸν πλοῦν ἐγίνοντο, ἑορτὴ δέ τις ἤγετο μεγαλοπρεπὴς δημοσίᾳ τῶν Ῥοδίων ἀγόντων τῷ Ἡλίῳ, καὶ πομπήτε καὶ θυσία καὶ πολιτῶν ἑορταζόντων πλῆθος.
5.11.3ἐνταῦθα παρῆσαν ὁ Λεύκων καὶ ἡ Ῥόδη, οὐ τοσοῦτον τῆς ἑορτῆς μεθέξοντες, ὅσον ἀναζητήσοντες εἴ τι περὶ Ἀνθείας πύθοιντο. καὶ δὴ ἧκεν ὁ Ἱππόθοος εἰς τὸ ἱερόν, ἄγων τὴν Ἄνθειαν · ἡ δὲ ἀπιδοῦσα εἰς τὰ ἀναθήματα καὶ ἐν ἀναμνήσει τῶν πρότερον γενομένη “ὦ τὰ πάντων” ἔφησεν “ἀνθρώπων ἐφορῶν Ἥλιε, μόνην ἐμὲ τὴν δυστυχῆ παρελθών, πρότερον μὲν ἐν Ῥόδῳ γενομένη εὐτυχῶςτέ σε προσεκύνουν καὶ θυσίας ἔθυον μετὰ Ἁβροκόμου καὶ εὐδαίμων τότε ἐνομιζόμην ·
5.11.4νυνὶ δὲ δούλη μὲν ἀντ’ἐλευθέρας, αἰχμάλωτος δὲ ἡ δυστυχὴς ἀντὶ τῆς μακαρίας, καὶ εἰς Ἔφεσον ἔρχομαι μόνη καὶ φανοῦμαι τοῖς οἰκείοις Ἁβροκόμην οὐκ ἔχουσα”.
5.11.5ταῦτα ἔλεγε καὶ πολλὰ ἐπεδάκρυε καὶ δεῖται τοῦ Ἱπποθόου ἐπιτρέψαι αὐτῇ τῆς κόμης ἀφελεῖν τῆς αὑτῆς καὶ ἀναθεῖναι τῷ Ἡλίῳ καὶ εὔξασθαί τι περὶ Ἁβροκόμου.
5.11.6συγχωρεῖ ὁ Ἱππόθοος · καὶ ἀποτεμοῦσα τῶν πλοκάμων ὅσα ἐδύνατο καὶ ἐπιτηδείου καιροῦ λαβομένη, πάντων ἀπηλλαγμένων, ἀνατίθησιν ἐπιγράψασα “ὑπὲρ τοῦ ἀνδρὸς Ἁβροκόμου Ἄνθεια τὴν κόμην τῷ θεῷ ἀνέθηκε”. ταῦτα ποιήσασα καὶ εὐξαμένη ἀπῄει μετὰ τοῦ Ἱπποθόου.
5.12.1ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη τέως ὄντες περὶ τὴν πομπὴν ἐφίστανται τῷ ἱερῷ καὶ βλέπουσι τὰ ἀναθήματα καὶ γνωρίζουσι τῶν δεσποτῶν τὰ ὀνόματα καὶ πρῶτον ἀσπάζονται τὴν κόμην καὶ πολλὰ κατωδύροντο οὕτως ὡς Ἄνθειαν βλέποντες, τελευταῖον δὲ περιῄεσαν, εἴ που κα- κἀκείνην εὑρεῖν δυνήσονται (ἤδη δὲ καὶ τὸ πλῆθος τῶν Ῥοδίων ἐγνώριζεν τὰ ὀνόματα ἐκ τῆς προτέρας ἐπιδημίας).
5.12.2κα- κἀκείνην μὲν τὴν ἡμέραν οὐδὲν εὑρίσκοντες ἀπηλλάγησαν καὶ τῷ Ἁβροκόμῃ τὰ ἐν τῷ ἱερῷ ὄντα ἐμήνυσαν · ὁ δὲ ἔπαθε μὲν τὴν ψυχὴν ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος, εὔελπις δὲ ἦν ὡς Ἄνθειαν εὑρήσων.
5.12.3τῇ δὲ ἑξῆς ἧκεν ἡ Ἄνθεια πάλιν εἰς τὸ ἱερὸν μετὰ τοῦ Ἱπποθόου, οὐκ ὄντος αὐτοῖς πλοός, προσκαθίσασα δὲ τοῖς ἀναθήμασιν ἐδάκρυέτε καὶ ἀνέστενεν · ἐν τούτῳ δὲ ἐπεισίασιν ὁ Λεύκων καὶ ἡ Ῥόδη τὸν Ἁβροκόμην καταλιπόντες ἔνδον, ἀθύμως ἐπὶ τοῖς αὐτοῖς διακείμενον · ἐλθόντες δὲ ὁρῶσι τὴν Ἄνθειαν καὶ ἦν μὲν ἔτι ἄγνωστος αὐτοῖς, συμβάλλουσι δὲ πάντα ἅμα, τὰ δάκρυα, τὰ ἀναθήματα, τὰ ὀνόματα, τὸ εἶδος.
5.12.4οὕτως κατὰ βραχὺ ἐγνώριζον αὐτήν · προσπεσόντες δὲ τοῖς γόνασιν ἔκειντο ἀχανεῖς · ἡ δὲ ἐτεθαυμάκει τίνεςτε ἦσαν καὶ τί βούλοιντο · οὐ γὰρ ἄν ποτε Λεύκωνα καὶ Ῥόδην ἤλπισεν.
5.12.5οἱ δ’ἐν ἑαυτοῖς γενόμενοι “ὦ δέσποινα” ἔφασαν “Ἄνθεια, ἡμεῖς οἰκέται σοί, Λεύκων καὶ Ῥόδη, οἱ τῆς ἀποδημίας κοινωνήσαντες καὶ τοῦ λῃστηρίου · ἀλλὰ τίς ἐνταῦθα ἄγει σε τύχη; θάρρει, δέσποινα, Ἁβροκόμης σώζεται καὶ ἔστιν ἐνταῦθα ἀεί σε θρηνῶν”.
5.12.6ἀκούσασα ἡ Ἄνθεια ἐξεπλάγη τοῦ λόγου, μόγις δὲ ἀνενεγκοῦσα καὶ γνωρίσασα περιβάλλειτε αὐτοὺς καὶ ἀσπάζεται καὶ σαφέστατα τὰ κατὰ Ἁβροκόμην μανθάνει.
5.13.1συνέρρει δὲ ἅπαν τὸ πλῆθος τῶν Ῥοδίων, πυνθανόμενον τὴν Ἀνθείας εὕρεσιν καὶ Ἁβροκόμου · παρῆν δὲ ἐν τούτῳ καὶ ὁ Ἱππόθοος, ἐγνωρίσθητε τοῖς περὶ τὸν Λεύκωνα καὶ αὐτὸς ἔμαθεν οἵ τινές εἰσι · καὶ ἦν τὰ μὲν ἄλλα ἐν αὐτοῖς ἐπιτηδείως, τὸ δὲ […] ὅτι μηδέπω Ἁβροκόμης ταῦτα ἐπίσταται · ἔτρεχον δὲ ὡς εἶχον ἐπὶ τὴν οἰκίαν.
5.13.2ὁ δὲ ὡς ἤκουσεν παρά τινος τῶν Ῥοδίων τὴν τῆς Ἀνθείας εὕρεσιν, διὰ μέσης τῆς πόλεως βοῶν “Ἄνθεια” ἐοικὼς μεμηνότι ἔθει. καὶ δὴ συντυγχάνει τοῖς περὶ τὴν Ἄνθειαν πρὸς τῷ ἱερῷ τῆς Ἴσιδος, πολὺ δὲ τῶν Ῥοδίων πλῆθος ἐφείπετο.
5.13.3ὡς δὲ εἶδον ἀλλήλους, εὐθὺς ἀνεγνώρισαν · τοῦτο γὰρ αὐτοῖς ἐβούλοντο αἱ ψυχαί · καὶ περιλαβόντες ἀλλήλους εἰς γῆν κατηνέχθησαν · κατεῖχε δὲ αὐτοὺς πολλὰ ἅμα πάθη, ἡδονή, λύπη, φόβος, ἡ τῶν προτέρων μνήμη, τὸ τῶν μελλόντων δέος · ὁ δὲ δῆμος ὁ Ῥοδίων ἀνευφήμησέτε καὶ ἀνωλόλυξε, μεγάλην θεὸν ἀνακαλοῦντες τὴν Ἶσιν, “πάλιν” λέγοντες “ὁρῶμεν Ἁβροκόμην καὶ Ἄνθειαν τοὺς καλούς”. οἱ δὲ ἀναλαβόντες ἑαυτούς, ἐξαναστάντες εἰς τὸ τῆς Ἴσιδος ἱερὸν εἰσῆλθον “σοὶ” λέγοντες, “ὦ μεγίστη θεά, τὴν ὑπὲρ τῆς σωτηρίας ἡμῶν χάριν οἴδαμεν ·
5.13.4διὰ σέ, ὦ πάντων ἡμῖν τιμιωτάτη, ἑαυτοὺς ἀπειλήφαμεν” · προυκυλίοντότε τοῦ τεμένους καὶ τῷ βωμῷ προσέπιπτον. καὶ τότε μὲν αὐτοὺς ἄγουσι παρὰ τὸν Λεύκωνα εἰς τὴν οἰκίαν καὶ ὁ Ἱππόθοος τὰ αὑτοῦ μετεσκευάζετο παρὰ τὸν Λεύκωνα, καὶ ἦσαν ἕτοιμοι πρὸς τὸν εἰς Ἔφεσον πλοῦν · ὡς δὲ ἔθυσαν ἐκείνης τῆς ἡμέρας καὶ εὐωχήθησαν, πολλὰ καὶ ποικίλα παρὰ πάντων τὰ διηγήματα, ὅσατε ἔπαθεν ἕκαστος καὶ ὅσα ἔδρασε, παρεξέτεινόντε ἐπὶ πολὺ τὸ συμπόσιον, ὡς αὑτοὺς ἀπολαβόντες χρόνῳ.
5.13.5ἐπεὶ δὲ νὺξ ἤδη ἐγεγόνει, ἀνεπαύοντο οἱ μὲν ἄλλοι πάντες ὅπως ἔτυχον, Λεύκων μὲν καὶ Ῥόδη, Ἱππόθοος δὲ καὶ τὸ μειράκιον τὸ ἐκ Σικελίας τὸ ἀκολουθῆσαν εἰς Ἰταλίαν ἰόντι αὐτῷ ὁ Κλεισθένης ὁ καλός · ἡ δὲ Ἄνθεια ἀνεπαύετο μετὰ Ἁβροκόμου.
5.14.1ὡς δὲ οἱ μὲν ἄλλοι πάντες κατεκοιμήθησαν, ἡσυχία δὲ ἦν ἀκριβής, περιλαβοῦσα ἡ Ἄνθεια τὸν Ἁβροκόμην ἔκλαεν “ἄνερ” λέγουσα “καὶ δέσποτα, ἀπείληφά σε πολλὴν γῆν πλανηθεῖσα καὶ θάλασσαν, λῃστῶν ἀπειλὰς ἐκφυγοῦσα καὶ πειρατῶν ἐπιβουλὰς καὶ πορνοβοσκῶν ὕβρεις καὶ δεσμὰ καὶ τάφρους καὶ ξύλα καὶ φάρμακα καὶ τάφους ·
5.14.2ἀλλ’ἥκω σοι τοιαύτη, τῆς ἐμῆς ψυχῆς Ἁβροκόμη δέσποτα, οἵα τὸ πρῶτον ἀπηλλάγην εἰς Συρίαν ἐκ Τύρου · ἔπεισε δέ με ἁμαρτεῖν οὐδείς, οὐ Μοῖρις ἐν Συρίᾳ, οὐ Περίλαος ἐν Κιλικίᾳ, οὐκ ἐν Αἰγύπτῳ Ψάμμις καὶ Πολύιδος, οὐκ Ἀγχίαλος ἐν Αἰθιοπίᾳ, οὐκ ἐν Τάραντι ὁ δεσπότης, ἀλλ’ἁγνὴ μένω σοι πᾶσαν σωφροσύνης μηχανὴν πεποιημένη ·
5.14.3σὺ δὲ ἆρα, Ἁβροκόμη, σώφρων ἔμεινας, ἢ μέ τις παρευδοκίμησεν ἄλλη καλή; ἢ μή τις ἠνάγκασέ σε ἐπιλαθέσθαι τῶν ὅρκωντε κα- κἀμοῦ”;
5.14.4ταῦτα ἔλεγε καὶ κατεφίλει συνεχῶς, ὁ δὲ Ἁβροκόμης “ἀλλ’ὀμνύω σοι” φησὶ “τὴν μόγις ἡμῖν ἡμέραν ποθεινὴν εὑρημένην ὡς οὔτε παρθένος ἐμοί τις ἔδοξεν εἶναι καλή, οὔτ’ἄλλη τις ὀφθεῖσα ἤρεσε γυνή, ἀλλὰ τοιοῦτον εἴληφας Ἁβροκόμην, οἷον ἐν Τύρῳ κατέλιπες ἐν δεσμωτηρίῳ”.
5.15.1ταῦτα δι’ὅλης νυκτὸς ἀλλήλοις ἀπελογοῦντο καὶ ῥᾳδίως ἔπειθον ἀλλήλους ἐπεὶ τοῦτο ἤθελον · ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἐπιβάντες νεώς, πάντα ἐνθέμενοι τὰ αὑτῶν ἐπανήγοντο παραπέμποντος αὐτοὺς παντὸς τοῦ Ῥοδίων πλήθους · συναπῄει δὲ καὶ ὁ Ἱππόθοος τάτε αὑτοῦ πάντα ἐπαγόμενος καὶ τὸν Κλεισθένη · καὶ ἡμέραις ὀλίγαις διανύσαντες τὸν πλοῦν κατῆραν εἰς Ἔφεσον.
5.15.2προεπέπυστο τὴν σωτηρίαν αὐτῶν ἡ πόλις ἅπασα · ὡς δὲ ἐξέβησαν, εὐθὺς ὡς εἶχον ἐπὶ τὸ ἱερὸν τῆς Ἀρτέμιδος ᾔεσαν καὶ πολλὰ εὔχοντο καὶ θύσαντες ἄλλα ἀνέθεσαν ἀναθήματα καὶ δὴ καὶ γραφῇ τῇ θεῷ ἀνέθεσαν πάντα ὅσατε ἔπαθον καὶ ὅσα ἔδρασαν ·
5.15.3καὶ ταῦτα ποιήσαντες, ἀνελθόντες εἰς τὴν πόλιν τοῖς γονεῦσιν αὑτῶν τάφους κατεσκεύασαν μεγάλους (ἔτυχον γὰρ ὑπὸ γήρως καὶ ἀθυμίας προτεθνηκότες), καὶ αὐτοὶ τοῦ λοιποῦ διῆγον ἑορτὴν ἄγοντες τὸν μετ’ἀλλήλων βίον.
5.15.4καὶ ὁ Λεύκων καὶ ἡ Ῥόδη κοινωνοὶ πάντων τοῖς συντρόφοις ἦσαν, διέγνω δὲ καὶ ὁ Ἱππόθοος ἐν Ἐφέσῳ τὸν λοιπὸν διαβιῶναι χρόνον. καὶ δὴ Ὑπεράνθους τάφον ἤγειρε μέγαν κατὰ Λέσβον γενόμενος, καὶ τὸν Κλεισθένη παῖδα ποιησάμενος ὁ Ἱππόθοος διῆγεν ἐν Ἐφέσῳ μεθ’Ἁβροκόμου καὶ Ἀνθείας. Ξενοφῶντος τῶν κατὰ Ἄνθειαν καὶ Ἁβροκόμην Ἐφεσιακῶν λόγων τέλος