Xenophon of Ephesus

Ephesian Story, 1

1.1

1.1.1ἦν ἐν Ἐφέσῳ ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, Λυκομήδης ὄνομα. τούτῳ τῷ Λυκομήδει ἐκ γυναικὸς ἐπιχωρίου Θεμιστοῦς γίνεται παῖς Ἁβροκόμης, μέγα τι χρῆμα κάλλους οὔτε ἐν Ἰωνίᾳ οὔτε ἐν ἄλλῃ γῇ πρότερον γενομένου.

1.1.2οὗτος Ἁβροκόμης ἀεὶ μὲν καὶ καθ’ἡμέραν εἰς κάλλος ηὔξετο, συνήνθει δὲ αὐτῷ τοῖς τοῦ σώματος καλοῖς καὶ τὰ τῆς ψυχῆς ἀγαθά · παιδείαντε γὰρ πᾶσαν ἐμελέτα καὶ μουσικὴν ποικίλην ἤσκει, θήρα δὲ αὐτῷ καὶ ἱππασία καὶ ὁπλομαχία συνήθη γυμνάσματα.

1.1.3ἦν δὲ περισπούδαστος ἅπασιν Ἐφεσίοις, ἀλλὰ καὶ τοῖς τὴν ἄλλην Ἀσίαν οἰκοῦσι, καὶ μεγάλας εἶχον ἐν αὐτῷ τὰς ἐλπίδας ὅτι πολίτης ἔσοιτο διαφέρων. προσεῖχον δὲ ὡς θεῷ τῷ μειρακίῳ · καί εἰσιν ἤδη τινὲς οἳ καὶ προσεκύνησαν ἰδόντες καὶ προσεύξαντο.

1.1.4ἐφρόνει δὲ τὸ μειράκιον ἐφ’ἑαυτῷ μέγα καὶ ἠγάλλετο μὲν καὶ τοῖς τῆς ψυχῆς κατορθώμασι, πολὺ δὲ μᾶλλον τῷ κάλλει τοῦ σώματος · πάντων δὲ τῶν ἄλλων, ὅσα δὴ ἐλέγετο καλά, ὡς ἐλαττόνων κατεφρόνει καὶ οὐδὲν αὐτῷ, οὐ θέαμα, οὐκ ἄκουσμα ἄξιον Ἁβροκόμου κατεφαίνετο ·

1.1.5καὶ εἴ τινα παῖδα καλὸν ἀκούσαι παρθένον εὔμορφον, κατεγέλα τῶν λεγόντων ὡς οὐκ εἰδότων ὅτι εἴη εἷς καλὸς αὐτός. Ἔρωτά γε μὴν οὐ δὲ ἐνόμιζεν εἶναι θεόν, ἀλλὰ πάντη ἐξέβαλεν οὐδὲν ἡγούμενος, λέγων ὡς οὐκ ἄν ποτέ τις ἐρασθείη οὐ δὲ ὑποταγείη τῷ θεῷ μὴ θέλων ·

1.1.6εἰ δέ που ἱερὸν ἄγαλμα Ἔρωτος εἶδε, κατεγέλα, ἀπέφαινέτε ἑαυτὸν Ἔρωτος παντὸς καλλίονα. καὶ εἶχεν οὕτως · ὅπου γὰρ Ἁβροκόμης ὀφθείη, οὔτε ἄγαλμα καλὸν ἐφαίνετο οὔτε εἰκὼν ἐπῃνεῖτο.

1.2

1.2.1μηνίει πρὸς ταῦτα Ἔρως · φιλόνεικος γὰρ θεὸς καὶ ὑπερηφάνοις ἀπαραίτητος · ἐζήτει δὲ τέχνην κατὰ τοῦ μειρακίου · καὶ γὰρ καὶ τῷ θεῷ δυσάλωτος ἐφαίνετο. ἐξοπλίσας οὖν ἑαυτὸν καὶ πᾶσαν δύναμιν ἐρωτικῶν φαρμάκων περιβαλόμενος ἐστράτευεν ἐφ’Ἁβροκόμην.

1.2.2ἤγετο δὲ τῆς Ἀρτέμιδος ἐπιχώριος ἑορτὴ ἀπὸ τῆς πόλεως ἐπὶ τὸ ἱερόν · στάδιοι δέ εἰσιν ἑπτά · ἔδει δὲ πομπεύειν πάσας τὰς ἐπιχωρίους παρθένους κεκοσμημένας πολυτελῶς καὶ τοὺς ἐφήβους, ὅσοι τὴν αὐτὴν ἡλικίαν εἶχον τῷ Ἁβροκόμῃ. ἦν δὲ αὐτὸς περὶ τὰ ἓξ καὶ δέκα ἔτη καὶ τῶν ἐφήβων προσήπτετο καὶ ἐν τῇ πομπῇ τὰ πρῶτα ἐφέρετο.

1.2.3πολὺ δὲ πλῆθος ἐπὶ τὴν θέαν, πολὺ μὲν ἐγχώριον, πολὺ δὲ ξενικόν · καὶ γὰρ ἔθος ἦν ἐκείνῃ τῇ πανηγύρει καὶ νυμφίους ταῖς παρθένοις εὑρίσκεσθαι καὶ γυναῖκας τοῖς ἐφήβοις.

1.2.4παρῄεσαν δὲ κατὰ στίχον οἱ πομπεύοντες · πρῶτα μὲν τὰ ἱερὰ καὶ δᾷδες καὶ κανᾶ καὶ θυμιάματα · ἐπὶ τούτοις ἵπποι καὶ κύνες καὶ σκεύη κυνηγετικὰ ὧδε πολεμικά, τὰ δὲ πλεῖστα εἰρηνικά. ἑκάστη δὲ αὐτῶν οὕτως ὡς πρὸς ἐραστὴν ἐκεκόσμητο.

1.2.5ἦρχε δὲ τῆς τῶν παρθένων τάξεως Ἄνθεια, θυγάτηρ Μεγαμήδους καὶ Εὐίππης, ἐγχωρίων. ἦν δὲ τὸ κάλλος τῆς Ἀνθείας οἷον θαυμάσαι καὶ πολὺ τὰς ἄλλας ὑπερεβάλλετο παρθένους. ἔτη μὲν τεσσαρεσκαίδεκα ἐγεγόνει, ἤνθει δὲ αὐτῆς τὸ σῶμα ἐπ’εὐμορφίᾳ, καὶ τοῦ σχήματος κόσμος πολὺς εἰς ὥραν συνεβάλλετο ·

1.2.6κόμη ξανθή, πολλὴ καθειμένη, ὀλίγη πεπλεγμένη, πρὸς τὴν τῶν ἀνέμων φορὰν κινουμένη · ὀφθαλμοὶ γοργοί, φαιδροὶ μὲν ὡς κόρης, φοβεροὶ δὲ ὡς σώφρονος · χιτὼν ἁλουργής, ζωστὸς εἰς γόνυ, μέχρι βραχιόνων καθειμένος, νεβρὶς περικειμένη, γωρυτὸς ἀνημμένος, τόξα, ἄκοντες φερόμενοι, κύνες ἑπόμενοι.

1.2.7πολλάκις αὐτὴν ἐπὶ τοῦ τεμένους ἰδόντες Ἐφέσιοι προσεκύνησαν ὡς Ἄρτεμιν. καὶ τότ’οὖν ὀφθείσης ἀνεβόησε τὸ πλῆθος, καὶ ἦσαν ποικίλαι παρὰ τῶν θεωμένων φωναί, τῶν μὲν ὑπ’ἐκπλήξεως τὴν θεὸν εἶναι λεγόντων, τῶν δὲ ἄλλην τινὰ ὑπὸ τῆς θεοῦ πεποιημένην · προσεύχοντο δὲ πάντες καὶ προσεκύνουν καὶ τοὺς γονεῖς αὐτῆς ἐμακάριζον · ἦν δὲ διαβόητος τοῖς θεωμένοις ἅπασιν Ἄνθεια καλή.

1.2.8ὡς δὲ παρῆλθε τὸ τῶν παρθένων πλῆθος, οὐδεὶς ἄλλο τι Ἄνθειαν ἔλεγεν · ὡς δὲ Ἁβροκόμης μετὰ τῶν ἐφήβων ἐπέστη, τοὐνθένδε, καίτοι καλοῦ ὄντος τοῦ κατὰ τὰς παρθένους θεάματος, πάντες ἰδόντες Ἁβροκόμην ἐκείνων ἐπελάθοντο, ἔτρεψαν δὲ τὰς ὄψεις ἐπ’αὐτὸν βοῶντες ὑπὸ τῆς θέας ἐκπεπληγμένοι, καλὸς Ἁβροκόμης λέγοντες, καὶ οἷος οὐ δὲ εἷς καλοῦ μίμημα θεοῦ.

1.2.9ἤδη δέ τινες καὶ τοῦτο προσέθεσαν οἷος ἂν γάμος γένοιτο Ἁβροκόμου καὶ Ἀνθείας. καὶ ταῦτ’ἦν πρῶτα τῆς Ἔρωτος τέχνης μελετήματα. ταχὺ μὲν δὴ εἰς ἑκατέρους περὶ ἀλλήλων ἦλθε δόξα · καὶ τε Ἄνθεια τὸν Ἁβροκόμην ἐπεθύμει ἰδεῖν, καὶ τέως ἀνέραστος Ἁβροκόμης ἤθελεν Ἄνθειαν ἰδεῖν.

1.3

1.3.1ὡς οὖν ἐτετέλεστο πομπή, ἦλθον δὲ εἰς τὸ ἱερὸν θύσοντες ἅπαν τὸ πλῆθος καὶ τῆς πομπῆς κόσμος ἐλέλυτο, ᾔεσαν δὲ ἐς ταὐτὸν ἄνδρες καὶ γυναῖκες, ἔφηβοι καὶ παρθένοι, ἐνταῦθα ὁρῶσιν ἀλλήλους, καὶ ἁλίσκεται Ἄνθεια ὑπὸ τοῦ Ἁβροκόμου, ἡττᾶται δὲ ὑπὸ Ἔρωτος Ἁβροκόμης καὶ ἐνεώρατε συνεχέστερον τῇ κόρῃ καὶ ἀπαλλαγῆναι τῆς ὄψεως ἐθέλων οὐκ ἐδύνατο · κατεῖχε δὲ αὐτὸν ἐγκείμενος θεός.

1.3.2διέκειτο δὲ καὶ Ἄνθεια πονήρως, ὅλοις μὲν καὶ ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς τὸ Ἁβροκόμου κάλλος εἰσρέον δεχομένη, ἤδη δὲ καὶ τῶν παρθένοις πρεπόντων καταφρονοῦσα · καὶ γὰρ ἐλάλησεν ἄν τι, ἵνα Ἁβροκόμης ἀκούσῃ, καὶ μέρη τοῦ σώματος ἐγύμνωσεν ἂν τὰ δυνατά, ἵνα Ἁβροκόμης ἴδῃ · δὲ αὑτὸν ἐδεδώκει πρὸς τὴν θέαν καὶ ἦν αἰχμάλωτος τοῦ θεοῦ.

1.3.3καὶ τότε μὲν θύσαντες ἀπηλλάττοντο λυπούμενοι καὶ τῷ τάχει τῆς ἀπαλλαγῆς μεμφόμενοι · ἀλλήλους βλέπειν ἐθέλοντες ἐπιστρεφόμενοι καὶ ὑφιστάμενοι πολλὰς προφάσεις διατριβῆς εὕρισκον.

1.3.4ὡς δὲ ἦλθον ἑκάτερος παρ’ἑαυτόν, ἔγνωσαν τότε οἷ κακῶν ἐγεγόνεσαν · καὶ ἔννοια ἐκείνους ὑπῄει τῆς ὄψεως θατέρου καὶ ἔρως ἐν αὐτοῖς ἀνεκαίετο καὶ τὸ περιττὸν τῆς ἡμέρας αὐξήσαντες τὴν ἐπιθυμίαν, ἐπειδὴ εἰς ὕπνον ᾔεσαν, ἐν ἀθρόῳ γίνονται τῷ δεινῷ, καὶ ἔρως ἐν ἑκατέροις ἦν ἀκατάσχετος.

1.4

1.4.1λαβὼν δὴ τὴν κόμην Ἁβροκόμης καὶ σπαράξας τὴν ἐσθῆτα φεῦ μοι τῶν κακῶν εἶπε, τί πέπονθα δυστυχής; μέχρι νῦν ἀνδρικὸς Ἁβροκόμης, καταφρονῶν Ἔρωτος, τῷ θεῷ λοιδορούμενος ἑάλωκα καὶ νενίκημαι καὶ παρθένῳ δουλεύειν ἀναγκάζομαι, καὶ φαίνεταί τις ἤδη καλλίων ἐμοῦ καὶ θεὸν Ἔρωτα καλῶ.

1.4.2 πάντα ἄνανδρος ἐγὼ καὶ πονηρός · οὐ καρτερήσω νῦν; οὐ μενῶ γεννικός; οὐκ ἔσομαι καλλίων Ἔρωτος;

1.4.3 οὐδὲν ὄντα θεὸν νικῆσαί με δεῖ. καλὴ παρθένος · τί δέ; τοῖς σοῖς ὀφθαλμοῖς, Ἁβροκόμη, εὔμορφος Ἄνθεια, ἀλλ’, ἐὰν θέλῃς, οὐχὶ σοί. δεδόχθω ταῦτα · οὐκ ἂν Ἔρως ποτέ μου κρατήσειε.

1.4.4ταῦτα ἔλεγε, καὶ θεὸς σφοδρότερος αὐτῷ ἐνέκειτο καὶ εἷλκεν ἀντιτείνοντα καὶ ὠδύνα μὴ θέλοντα. οὐκέτι δὴ καρτερῶν, ῥίψας ἑαυτὸν εἰς γῆν νενίκηκας εἶπεν, Ἔρως, μέγα σοι τρόπαιον ἐγήγερται καθ’Ἁβροκόμου τοῦ σώφρονος ·

1.4.5ἱκέτην ἔχεις. σῶσον τὸν ἐπὶ σὲ καταπεφευγότα τὸν πάντων δεσπότην. μή με περιίδῃς μη δὲ ἐπὶ πολὺ τιμωρήσῃ τὸν θρασύν. ἄπειρος ὤν, Ἔρως, ἔτι τῶν σῶν ὑπερηφάνουν · ἀλλὰ νῦν Ἄνθειαν ἡμῖν ἀπόδος · γενοῦ μὴ πικρὸς μόνον ἀντιλέγοντι, ἀλλ’εὐεργέτης ἡττωμένῳ θεός. ταῦτα ἔλεγεν, δὲ Ἔρως ἔτι ὠργίζετο καὶ μεγάλην τῆς ὑπεροψίας ἐνενόει τιμωρίαν εἰσπράξασθαι τὸν Ἁβροκόμην.

1.4.6διέκειτο δὲ καὶ Ἄνθεια πονήρως · καὶ οὐκέτι φέρειν δυναμένη ἐπεγείρει ἑαυτήν, πειρωμένη τοὺς παρόντας λανθάνειν. τί φησὶν δυστυχὴς πέπονθα; παρθένος παρ’ἡλικίαν ἐρῶ καὶ ὀδυνῶμαι καινὰ καὶ κόρῃ μὴ πρέποντα. ἐφ’Ἁβροκόμῃ μαίνομαι καλῷ μέν, ἀλλ’ὑπερηφάνῳ.

1.4.7καὶ τίς ἔσται τῆς ἐπιθυμίας ὅρος καὶ τί τὸ πέρας τοῦ κακοῦ; σοβαρὸς οὗτος ἐρώμενος, παρθένος ἐγὼ φρουρουμένη · τίνα βοηθὸν λήψομαι; τίνι τἀμὰ κοινώσομαι; ποῦ δ’Ἁβροκόμην ὄψομαι;

1.5

1.5.1ταῦθ’ἑκάτερος αὐτῶν δι’ὅλης νυκτὸς ὠδύρετο, εἶχον δὲ πρὸ ὀφθαλμῶν τὰς ὄψεις τὰς ἑαυτῶν, τὰς εἰκόνας ἐπὶ τῆς ψυχῆς ἀλλήλων ἀναπλάττοντες · ὡς δὲ ἡμέρα ἐγένετο, ᾔει μὲν Ἁβροκόμης ἐπὶ τὰ συνήθη γυμνάσματα, ᾔει δὲ παρθένος ἐπὶ τὴν ἐξ ἔθους θρησκείαν τῆς θεοῦ.

1.5.2ἦν δὲ αὐτοῖς καὶ τὰ σώματα ἐκ τῆς παρελθούσης νυκτὸς πεπονηκότα καὶ τὸ βλέμμα ἄθυμον καὶ οἱ χρῶτες ἠλλαγμένοι · καὶ τοῦτο ἐπὶ πολὺ ἐγίνετο καὶ πλέον οὐδὲν αὐτοῖς ἦν.

1.5.3ἐν τούτῳ ἐν τῷ ἱερῷ τῆς θεοῦ διημερεύοντες ἐνεώρων ἀλλήλοις, εἰπεῖν τἀληθὲς φόβῳ πρὸς ἑκατέρους αἰδούμενοι · τοσοῦτο δέ · ἐστέναξεν ἄν ποτε Ἁβροκόμης καὶ ἐδάκρυσε καὶ προσεύχετο τῆς κόρης ἀκουούσης ἐλεεινῶς ·

1.5.4 δὲ Ἄνθεια ἔπασχε μὲν τὰ αὐτά, πολὺ δὲ μείζονι τῇ συμφορᾷ κατείχετο · εἰ δέ ποτε ἄλλας παρθένους γυναῖκας ἴδοι βλεπούσας εἰς ἐκεῖνον (ἑώρων δὲ ἅπασαι Ἁβροκόμην), δήλη ἦν λυπουμένη, μὴ παρευδοκιμηθῇ φοβουμένη. εὐχαὶ δὲ αὐτοῖς ἑκατέροις ἦσαν πρὸς τὴν θεὸν κοινῇ, λανθάνουσαι μέν, ἀλλ’ἐγίνοντο ὅμοιαι.

1.5.5χρόνου δὲ προϊόντος οὐκέτι τὸ μειράκιον ἐκαρτέρει, ἤδη δὲ αὐτῷ καὶ τὸ σῶμα πᾶν ἠφάνιστο καὶ ψυχὴ κατεπεπτώκει, ὥστε ἐν πολλῇ ἀθυμίᾳ τὸν Λυκομήδην καὶ τὴν Θεμιστὼ γεγονέναι, οὐκ εἰδότας μὲν τι εἴη τὸ συμβαῖνον Ἁβροκόμῃ, δεδοικότας δὲ ἐκ τῶν ὁρωμένων.

1.5.6ἐν ὁμοίῳ δὲ φόβῳ καὶ Μεγαμήδης καὶ Εὐίππη περὶ τῆς Ἀνθείας καθειστήκεσαν, ὁρῶντες αὐτῆς τὸ μὲν κάλλος μαραινόμενον, τὴν δὲ αἰτίαν οὐ φαινομένην τῆς συμφορᾶς. τέλος εἰσάγουσι παρὰ τὴν Ἄνθειαν μάντεις καὶ ἱερέας, ὡς εὑρήσοντας λύσιν τοῦ δεινοῦ.

1.5.7οἱ δὲ ἐλθόντες ἔθυόντε ἱερεῖα καὶ ποικίλα ἐπέσπενδον καὶ ἐπέλεγον φωνὰς βαρβαρικάς, ἐξιλάσκεσθαί τινας λέγοντες δαίμονας, καὶ προσεποιοῦντο ὡς εἴη τὸ δεινὸν ἐκ τῶν ὑποχθονίων θεῶν.

1.5.8πολλὰ δὲ καὶ ὑπὲρ Ἁβροκόμου οἱ περὶ τὸν Λυκομήδην ἔθυόντε καὶ εὔχοντο · λύσις δὲ οὐδεμία τοῦ δεινοῦ οὐ δὲ ἑτέρῳ αὐτῶν ἐγίνετο, ἀλλὰ καὶ ἔτι μᾶλλον ἔρως ἀνεκάετο.

1.5.9ἔκειντο μὲν δὴ ἑκάτεροι νοσοῦντες, πάνυ ἐπισφαλῶς διακείμενοι, ὅσον οὐδέπω τεθνήξεσθαι προσδοκώμενοι, κατειπεῖν αὑτῶν τὴν συμφορὰν μὴ δυνάμενοι. τέλος πέμπουσιν οἱ πατέρες ἑκατέρων εἰς θεοῦ μαντευσόμενοι τήντε αἰτίαν τῆς νόσου καὶ τὴν ἀπαλλαγήν.

1.6

1.6.1ὀλίγον δὲ ἀπέχει τὸ ἱερὸν τοῦ ἐν Κολοφῶνι Ἀπόλλωνος · διάπλους ἀπ’Ἐφέσου σταδίων ὀγδοήκοντα. ἐνταῦθα οἱ παρ’ἑκατέρων ἀφικόμενοι δέονται τοῦ θεοῦ ἀληθῆ μαντεύεσθαι · ἐληλύθεσαν δὴ κατὰ ταὐτά.

1.6.2χρᾷ δὲ θεὸς κοινὰ ἀμφοτέροις τὰ μαντεύματα ἐμμέτρως. τὰ ἔπη τάδε · τίπτε ποθεῖτε μαθεῖν νούσου τέλος ἠδὲ καὶ ἀρχήν; ἀμφοτέρους μία νοῦσος ἔχει, λύσις ἔνθεν ἀνέστη. δεινὰ δ’ὁρῶ τοῖσδεσσι πάθη καὶ ἀνήνυτα ἔργα · ἀμφότεροι φεύξονται ὑπεὶρ ἅλα λυσσοδίωκτοι, δεσμὰ δὲ μοχθήσουσι παρ’ἀνδράσι μιξοθαλάσσοις καὶ τάφος ἀμφοτέροις θάλαμος καὶ πῦρ ἀΐδηλον, καὶ ποταμοῦ Νείλου παρὰ ῥεύμασιν Ἴσιδι σεμνῇ σωτείρῃ μετόπισθε παραστῇς ὄλβια δῶρα. ἀλλ’ἔτι που μετὰ πήματ’ἀρείονα πότμον ἔχουσι.

1.7

1.7.1ταῦτα ὡς ἐκομίσθη τὰ μαντεύματα εἰς Ἔφεσον, εὐθὺς μὲν οἱ πατέρες αὐτῶν ἦσαν ἐν ἀμηχανίᾳ καὶ τὸ δεινὸν τι ἦν πάνυ ἠπόρουν · συμβάλλειν δὲ τὰ τοῦ θεοῦ λόγια οὐκ ἐδύναντο · οὔτε γὰρ τίς νόσος οὔτε τίς φυγή, οὔτε τίνα τὰ δεσμὰ οὔτε τάφος τίς οὔτε ποταμὸς τίς οὔτε τίς ἐκ τοῦ θεοῦ βοήθεια.

1.7.2ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις παραμυθήσασθαι τὸν χρησμὸν ὡς οἷόντε καὶ συζεῦξαι γάμῳ τοὺς παῖδας, ὡς τοῦτο καὶ τοῦ θεοῦ βουλομένου δι’ὧν ἐμαντεύσατο. ἐδόκει δὴ ταῦτα καὶ διέγνωσαν μετὰ τὸν γάμον ἐκπέμψαι χρόνῳ τινὶ ἀποδημήσοντας αὐτούς.

1.7.3μεστὴ μὲν ἤδη πόλις ἦν τῶν εὐωχουμένων, πάντα δ’ἦν ἐστεφανωμένα καὶ διαβόητος μέλλων γάμος · ἐμακαρίζετο δὲ ὑπὸ πάντων μὲν οἵαν ἄξεται γυναῖκα, δὲ οἵῳ μειρακίῳ συγκατακλιθήσεται.

1.7.4 δὲ Ἁβροκόμης ὡς ἐπύθετο καὶ τὸν χρησμὸν καὶ τὸν γάμον, ἐπὶ μὲν τῷ τὴν Ἄνθειαν ἕξειν μεγάλως ἔχαιρεν · ἐφόβει δὲ αὐτὸν οὐδὲν τὰ μεμαντευμένα, ἀλλ’ἐδόκει παντὸς εἶναι δεινοῦ τὰ παρόντα ἡδίονα. κατὰ ταὐτὰ δὲ καὶ Ἄνθεια ἥδετο μὲν ὅτι Ἁβροκόμην ἕξει · τίς δὲ φυγὴ καὶ τίνες αἱ συμφοραὶ κατεφρόνει, πάντων τῶν ἐσομένων κακῶν Ἁβροκόμην ἔχουσα παραμυθίαν.

1.8

1.8.1ὡς οὖν ἐφέστηκεν τῶν γάμων καιρός, καὶ παννυχίδες ἤγοντο καὶ ἱερεῖα πολλὰ ἐθύετο τῇ θεῷ. καὶ ἐπειδὴ ταῦτα ἐξετετέλεστο, ἡκούσης τῆς νυκτὸς (βραδύνειν δὲ πάντα ἐδόκει Ἁβροκόμῃ καὶ Ἀνθείᾳ) ἦγον τὴν κόρην εἰς τὸν θάλαμον μετὰ λαμπάδων, τὸν ὑμέναιον ᾄδοντες, ἐπευφημοῦντες, καὶ εἰσαγαγόντες κατέκλιναν.

1.8.2ἦν δ’αὐτοῖς θάλαμος πεποιημένος · κλίνη χρυσῆ στρώμασιν ἔστρωτο πορφυροῖς καὶ ἐπὶ τῆς κλίνης Βαβυλωνία ἐπεποίκιλτο σκηνή · παίζοντες Ἔρωτες, οἱ μὲν Ἀφροδίτην θεραπεύοντες (ἦν δὲ καὶ Ἀφροδίτης εἰκών), οἱ δὲ ἱππεύοντες ἀναβάται στρουθοῖς, οἱ δὲ στεφάνους πλέκοντες, οἱ δὲ ἄνθη φέροντες ·

1.8.3ταῦτα ἐν τῷ ἑτέρῳ μέρει τῆς σκηνῆς · ἐν δὲ τῷ ἑτέρῳ Ἄρης ἦν οὐχ ὡπλισμένος, ἀλλ’ὡς πρὸς ἐρωμένην τὴν Ἀφροδίτην κεκοσμημένος, ἐστεφανωμένος, χλανίδα ἔχων · Ἔρως αὐτὸν ὡδήγει, λαμπάδα ἔχων ἡμμένην. ὑπ’αὐτῇ τῇ σκηνῇ κατέκλιναν τὴν Ἄνθειαν, ἀγαγόντες πρὸς τὸν Ἁβροκόμην, ἐπέκλεισάντε τὰς θύρας.

1.9

1.9.1τοῖς δὲ ἑκατέροις πάθος συνέβη ταὐτόν, καὶ οὔτε προσειπεῖν ἔτι ἀλλήλους ἠδύναντο οὔτε ἀντιβλέψαι τοῖς ὀφθαλμοῖς, ἔκειντο δὲ ὑφ’ἡδονῆς παρειμένοι, αἰδούμενοι, φοβούμενοι, πνευστιῶντες · ἐπάλλετο δὲ αὐτοῖς τὰ σώματα καὶ ἐκραδαίνοντο αὐτοῖς αἱ ψυχαί.

1.9.2ὀψὲ δὲ Ἁβροκόμης ἀνενεγκὼν περιέλαβε τὴν Ἄνθειαν · δὲ ἐδάκρυε τῆς ψυχῆς αὐτῆς σύμβολα προπεμπούσης τῆς ἐπιθυμίας τὰ δάκρυα. καὶ Ἁβροκόμης τῆς ἐμοὶ φησὶ ποθεινοτάτης νυκτός, ἣν μόλις ἀπείληφα, πολλὰς πρότερον νύκτας δυστυχήσας.

1.9.3 φωτὸς ἡδίων ἐμοὶ κόρη καὶ τῶν πώποτε λαλουμένων εὐτυχεστέρα · τὸν ἐραστὴν ἔχεις ἄνδρα, μεθ’οὗ ζῆν καὶ ἀποθανεῖν ὑπάρξει γυναικὶ σώφρονι. εἰπὼν κατεφίλειτε καὶ ὑπεδέχετο τὰ δάκρυα, καὶ αὐτῷ ἐδόκει παντὸς μὲν εἶναι νέκταρος ποτιμώτερα τὰ δάκρυα, παντὸς δὲ τοῦ πρὸς ὀδύνην φαρμάκου δυνατώτερα.

1.9.4 δὲ ὀλίγα αὐτὸν προσφθεγξαμένη ναὶ φησὶν Ἁβροκόμη, δοκῶ σοι καλή, καὶ μετὰ τὴν σὴν εὐμορφίαν ἀρέσκω σοι; ἄνανδρε καὶ δειλέ, πόσον ἐβράδυνας ἐρῶν χρόνον; πόσον ἠμέλησας; ἀπὸ τῶν ἐμαυτῆς κακῶν πέπονθας οἶδα.

1.9.5ἀλλ’ἰδού, δάκρυα μὲν ὑποδέχου τἀμά, καὶ καλή σου κόμη πινέτω πῶμα τὸ ἐρωτικόν, καὶ συμφύντες ἀλλήλοις ἀναμιγῶμεν, καταβρέχωμεν δὲ καὶ τοὺς στεφάνους τοῖς παρ’ἀλλήλων δάκρυσιν, ἵν’ἡμῖν καὶ οὗτοι συνερῶσιν.

1.9.6εἰποῦσα ἅπαν μὲν αὐτοῦ τὸ πρόσωπον ἠσπάζετο, ἅπασαν δὲ τὴν κόμην τοῖς αὑτῆς ὀφθαλμοῖς προσετίθει καὶ τοὺς στεφάνους ἀνελάμβανε καὶ τὰ χείλη τοῖς χείλεσι φιλοῦσα συνηρμόκει, καὶ ὅσα ἐνενόουν, ἐκ ψυχῆς εἰς τὴν θατέρου ψυχὴν διὰ τοῦ φιλήματος παρεπέμπετο.

1.9.7φιλοῦσα δὲ αὐτοῦ τοὺς ὀφθαλμοὺς φησὶ πολλάκις με λυπήσαντες ὑμεῖς, τὸ πρῶτον ἐνθέντες τῇ ἐμῇ κέντρον ψυχῇ, οἱ τότε μὲν σοβαροί, νῦν δὲ ἐρωτικοί, καλῶς μοι διηκονήσατε, καὶ τὸν ἔρωτα τὸν ἐμὸν καλῶς εἰς τὴν Ἁβροκόμου ψυχὴν ὡδηγήσατε.

1.9.8τοιγαροῦν ὑμᾶς πολλὰ φιλῶ καὶ ὑμῖν ἐφαρμόζω τοὺς ὀφθαλμοὺς τοὺς ἐμούς, τοὺς Ἁβροκόμου διακόνους · ὑμεῖς δὲ ἀεὶ βλέποιτε ταῦτα, καὶ μήτε Ἁβροκόμῃ ἄλλην δείξητε καλήν, μήτε ἐμοὶ δόξῃ τις ἄλλος εὔμορφος · ἔχετε ψυχάς, ἃς αὐτοὶ ἐξεκαύσατε · ταύτας ὁμοίως τηρήσατε.

1.9.9ταῦτα εἶπε, καὶ περιφύντες ἀνεπαύοντο καὶ τὰ πρῶτα τῶν Ἀφροδίτης ἀπέλαυον · ἐφιλονείκουν δὲ δι’ὅλης νυκτὸς πρὸς ἀλλήλους, φιλοτιμούμενοι τίς φανεῖται μᾶλλον ἐρῶν.

1.10

1.10.1ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἀνίσταντο πολὺ μὲν ἡδίονες, πολὺ δὲ εὐθυμότεροι, ἀπολαύσαντες ὧν ἐπεθύμησαν χρόνῳ καλῶς.

1.10.2ἑορτὴ δὲ ἦν ἅπας βίος αὐτοῖς καὶ μεστὰ εὐωχίας πάντα καὶ ἤδη καὶ τῶν μεμαντευμένων λήθη · ἀλλ’οὐχὶ τὸ εἱμαρμένον ἐπελέληστο, οὐ δ’ὅτῳ ἐδόκει ταῦτα θεῷ ἠμέλει.

1.10.3χρόνου δὲ διελθόντος ὀλίγου ἔγνωσαν οἱ πατέρες ἐκπέμπειν αὐτοὺς τῆς πόλεως κατὰ τὰ βεβουλευμένα · ἤμελλόντε γὰρ ἄλλην ὄψεσθαι γῆν καὶ ἄλλας πόλεις καὶ τὸν τοῦ θεοῦ χρησμόν, ὡς οἷόντε ἦν, παραμυθήσεσθαι ἀπαλλαγέντες χρόνῳ τινὶ Ἐφέσου.

1.10.4παρεσκευάζετο δὴ πάντα αὐτοῖς πρὸς τὴν ἔξοδον, ναῦςτε μεγάλη καὶ ναῦται πρὸς ἀναγωγὴν ἕτοιμοι, καὶ τὰ ἐπιτήδεια ἐνεβάλλετο, πολλὴ μὲν ἐσθὴς καὶ ποικίλη, πολὺς δὲ ἄργυρος καὶ χρυσός, τε τῶν σιτίων ὑπερβάλλουσα ἀφθονία.

1.10.5θυσίαι δὲ πρὸ τῆς ἀναγωγῆς τῇ Ἀρτέμιδι καὶ εὐχαὶ τοῦ δήμου παντὸς καὶ δάκρυα πάντων, ὡς μελλόντων ἀπαλλάττεσθαι παίδων κοινῶν. ἦν δὲ πλοῦς αὐτοῖς ἐπ’Αἴγυπτον παρεσκευασμένος.

1.10.6ὣς δ’ἦλθεν τῆς ἀναγωγῆς ἡμέρα, πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι μελλούσης δὲ τῆς νεὼς ἐπανάξεσθαι, πᾶν μὲν τὸ Ἐφεσίων παρῆν παραπέμπον, πολλαὶ δὲ καὶ τῶν […] μετὰ λαμπάδων καὶ θυσιῶν.

1.10.7ἐν τούτῳ μὲν οὖν Λυκομήδης καὶ Θεμιστώ, πάντων ἅμα ἐν ὑπομνήσει γενόμενοι, τοῦ χρησμοῦ, τοῦ παιδός, τῆς ἀποδημίας, ἔκειντο εἰς γῆν ἀθυμοῦντες · δὲ Μεγαμήδης καὶ Εὐίππη ἐπεπόνθεσαν μὲν τὰ αὐτά, εὐθυμότεροι δὲ ἦσαν, τὰ τέλη σκοποῦντες τῶν μεμαντευμένων.

1.10.8ἤδη μὲν οὖν ἐθορύβουν οἱ ναῦται, καὶ ἐλύετο τὰ πρυμνήσια, καὶ κυβερνήτης τὴν αὑτοῦ χώραν κατελάμβανε, καὶ ναῦς ἀπεκινεῖτο.

1.10.9βοὴ δὲ τῶν ἀπὸ τῆς γῆς καὶ τῶν ἐν τῇ νηὶ πολλὴ συμμιγής, τῶν μὲν παῖδες λεγόντων φίλτατοι, ἆρα ἔτι ὑμᾶς οἱ φύντες ὀψόμεθα; τῶν δὲ πατέρες, ἆρα ὑμᾶς ἀποληψόμεθα; δάκρυα δὴ καὶ οἰμωγή, καὶ ἕκαστος ὀνομαστὶ τὸν οἰκεῖον ἐκάλει, εἰς ὑπόμνησιν ἀλλήλοις ἐγκαταλείποντες τοὔνομα.

1.10.10 δὲ Μεγαμήδης φιάλην λαβὼν καὶ ἐπισπένδων εὔχετο ὡς ἐξάκουστον εἶναι τοῖς ἐν τῇ νηὶ παῖδες λέγων μάλιστα μὲν εὐτυχοῖτε καὶ φύγοιτε τὰ σκληρὰ τῶν μαντευμάτων, καὶ ὑμᾶς ἀνασωθέντας ὑποδέξαιντο Ἐφέσιοι, καὶ τὴν φιλτάτην ἀπολάβοιτε πατρίδα · εἰ δὲ ἄλλο συμβαίη, τοῦτο μὲν ἴστε οὐ δὲ ἡμᾶς ἔτι ζησομένους · προΐεμεν δὲ ὑμᾶς ὁδὸν μὲν δυστυχῆ ἀλλ’ἀναγκαίαν.

1.11

1.11.1ἔτι λέγοντα ἐξιόντα ἐπέσχε τὰ δάκρυα · καὶ οἱ μὲν ἀπῄεσαν εἰς τὴν πόλιν, τοῦ πλήθους αὐτοὺς θαρρεῖν παρακαλοῦντος, δὲ Ἁβροκόμης καὶ Ἄνθεια ἀλλήλοις περιφύντες ἔκειντο πολλὰ ἅμα ἐννοοῦντες, τοὺς πατέρας οἰκτείροντες, τῆς πατρίδος ἐπιθυμοῦντες, τὸν χρησμὸν δεδοικότες, τὴν ἀποδημίαν ὑποπτεύοντες · παρεμυθεῖτο δ’αὐτοὺς εἰς ἅπαντα μετ’ἀλλήλων πλοῦς.

1.11.2 κἀκείνην μὲν τὴν ἡμέραν οὐρίῳ χρησάμενοι πνεύματι, διανύσαντες τὸν πλοῦν εἰς Σάμον κατήντησαν τὴν τῆς Ἥρας ἱερὰν νῆσον · κἀνταῦθα θύσαντες καὶ δειπνοποιησάμενοι, πολλὰ εὐξάμενοι τῆς νυκτὸς ἐπιγινομένης ἐπανήγοντο.

1.11.3καὶ ἦν πλοῦς αὐτοῖς οὔριος · λόγοι δὲ ἐν αὐτοῖς πολλοὶ πρὸς ἀλλήλους ἆρα ἡμῖν ὑπάρξει συγκαταβιῶναι μετ’ἀλλήλων; καὶ δή ποτε Ἁβροκόμης μέγα ἀναστενάξας, ἐν ὑπομνήσει τῶν ἑαυτοῦ γενόμενος Ἄνθεια ἔφησε, τῆς ψυχῆς μοι ποθεινοτέρα, μάλιστα μὲν εὐτυχεῖν εἴη καὶ σώζεσθαι μετ’ἀλλήλων ·

1.11.4ἂν δ’ἄρα τι πεπρωμένον παθεῖν, καί πως ἀλλήλων ἀπαλλαγῶμεν, ὀμόσωμεν ἑαυτοῖς, φιλτάτη, ὡς σὺ μὲν ἐμοὶ μενεῖς ἁγνὴ καὶ ἄλλον ἄνδρα οὐχ ὑπομενεῖς, ἐγὼ δὲ ὅτι οὐκ ἄλλῃ γυναικὶ συνοικήσαιμι.

1.11.5ἀκούουσα δὲ Ἄνθεια μέγα ἀνωλόλυξε καὶ τί τοῦτο ἔφησεν Ἁβροκόμη, πεπίστευκας ὅτι ἐὰν ἀπαλλαγῶ σοῦ, περὶ ἀνδρὸς ἔτι καὶ γάμου σκέψομαι, ἥτις οὐ δὲ ζήσομαι τὴν ἀρχὴν ἄνευ σοῦ; ὡς ὀμνύω γέ σοι τὴν πάτριον ἡμῖν θεόν, τὴν μεγάλην Ἐφεσίων Ἄρτεμιν, καὶ ταύτην ἣν διανύομεν θάλατταν καὶ τὸν ἐπ’ἀλλήλους ἡμᾶς καλῶς ἐκμήναντα θεόν, ὡς ἐγὼ καὶ βραχύ τι ἀποσπασθεῖσα σοῦ οὔτε ζήσομαι οὔτε τὸν ἥλιον ὄψομαι.

1.11.6ταῦτα ἔλεγεν Ἄνθεια · ἐπώμνυε δὲ καὶ Ἁβροκόμης, καὶ καιρὸς αὐτῶν ἐποίει τοὺς ὅρκους φοβερωτέρους. ἐν τούτῳ δὲ ναῦς Κῶ μὲν παραμείβει καὶ Κνίδον, κατεφαίνετο δ’ Ῥοδίων νῆσος μεγάλη καὶ καλή · καὶ αὐτοὺς ἐνταῦθα ἔδει καταχθῆναι πάντως · δεῖν γὰρ ἔφασκον οἱ ναῦται καὶ ὑδρεύσασθαι καὶ αὐτοὺς ἀναπαύσασθαι, μέλλοντας εἰς μακρὸν ἐμπεσεῖσθαι πλοῦν.

1.12

1.12.1κατήγετο δὴ ναῦς εἰς Ῥόδον καὶ ἐξέβαινον οἱ ναῦται, ἐξῄει δὲ Ἁβροκόμης ἔχων μετὰ χεῖρα τὴν Ἄνθειαν · συνῄεσαν δὲ πάντες οἱ Ῥόδιοι, τὸ κάλλος τῶν παίδων καταπεπληγότες, καὶ οὐκ ἔστιν ὅστις τῶν ἰδόντων παρῆλθε σιωπῶν · ἀλλ’οἱ μὲν ἔλεγον ἐπιδημίαν θεῶν, οἱ δὲ προσεκύνουν καὶ προσεποιοῦντο. ταχὺ δὲ δι’ὅλης τῆς πόλεως διεπεφοιτήκει τοὔνομα Ἁβροκόμου καὶ Ἀνθείας.

1.12.2ἐπεύχονται δὲ αὐτοῖς δημοσίᾳ καὶ θυσίαςτε θύουσι πολλὰς καὶ ἑορτὴν ἄγουσι τὴν ἐπιδημίαν αὐτῶν. οἱ δὲ τήντε πόλιν ἅπασαν ἐξιστόρησαν καὶ ἀνέθεσαν εἰς τὸ τοῦ Ἡλίου ἱερὸν πανοπλίαν χρυσῆν καὶ ἐπέγραψαν ἐπίγραμμα εἰς ὑπόμνημα τῶν ἀναθέντων οἱ ξεῖνοι τάδε σοι χρυσήλατα τεύχε’ἔθηκαν, Ἀνθία Ἁβροκόμηςθ’, ἱερῆς Ἐφέσοιο πολῖται.

1.12.3ταῦτα ἀναθέντες, ὀλίγας ἡμέρας ἐν τῇ νήσῳ μείναντες, ἐπειγόντων τῶν ναυτῶν ἀνήγοντο ἐπισιτισάμενοι · παρέπεμπε δὲ αὐτοὺς ἅπαν τὸ Ῥοδίων πλῆθος. καὶ τὰ μὲν πρῶτα ἐφέροντο οὐρίῳ πνεύματι, καὶ ἦν αὐτοῖς πλοῦς ἀσμένοις, κἀκείνηντε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ἐφέροντο ἀναμετροῦντες τὴν Αἰγυπτίαν καλουμένην θάλατταν · τῇ δὲ δευτέρᾳ ἐπέπαυτο μὲν ἄνεμος, γαλήνη δὲ καὶ πλοῦς βραδὺς καὶ ναυτῶν ῥᾳθυμία καὶ πότος καὶ μέθη καὶ ἀρχὴ τῶν μεμαντευμένων.

1.12.4τῷ δὲ Ἁβροκόμῃ ἐν τούτῳ ἐφίσταται γυνὴ ὀφθῆναι φοβερά, τὸ μέγεθος ὑπὲρ ἄνθρωπον, ἐσθῆτα ἔχουσα φοινικῆν · ἐπιστᾶσα δὲ τὴν ναῦν ἐδόκει κάειν καὶ τοὺς μὲν ἄλλους ἀπόλλυσθαι, αὐτὸν δὲ μετὰ τῆς Ἀνθείας διανήχεσθαι. ταῦτα ὡς εὐθὺς εἶδεν ἐταράχθη καὶ προσεδόκα τι δεινὸν ἐκ τοῦ ὀνείρατος · καὶ τὸ δεινὸν ἐγίνετο.

1.13

1.13.1ἔτυχον μὲν ἐν Ῥόδῳ πειραταὶ παρορμοῦντες αὐτοῖς, Φοίνικες τὸ γένος, ἐν τριήρει μεγάλῃ · παρώρμουν δὲ ὡς φορτίον ἔχοντες καὶ πολλοὶ καὶ γεννικοί. οὗτοι κατεμεμαθήκεσαν τῇ νηὶ ὅτι χρυσὸς καὶ ἄργυρος καὶ ἀνδράποδα πολλὰ καὶ τίμια.

1.13.2διέγνωσαν οὖν ἐπιθέμενοι τοὺς μὲν ἀντιμαχομένους ἀποκτιννύειν, τοὺς δὲ ἄλλους ἄγειν εἰς Φοινίκην πραθησομένους καὶ τὰ χρήματα · κατεφρόνουν δὲ ὡς οὐκ ἀξιομάχων αὐτῶν.

1.13.3τῶν δὲ πειρατῶν ἔξαρχος Κόρυμβος ἐκαλεῖτο, νεανίας ὀφθῆναι μέγας, φοβερὸς τὸ βλέμμα ·

1.13.4κόμη ἦν αὐτῷ αὐχμηρὰ καθειμένη. ὡς δὲ ταῦτα οἱ πειραταὶ ἐβουλεύσαντο, τὰ μὲν πρῶτα παρέπλεον ἡσυχῆ τοῖς περὶ Ἁβροκόμην · τελευταῖον δὲ (ἦν μὲν περὶ μέσον ἡμέρας, ἔκειντο δὲ πάντες οἱ ἐν τῇ νηὶ ὑπὸ μέθης καὶ ῥᾳθυμίας οἱ μὲν καθεύδοντες, οἱ δὲ ἀλύοντες) ἐφίστανται δὲ αὐτοῖς οἱ περὶ τὸν Κόρυμβον ἐλαυνομένῃ τῇ νηὶ σὺν ὀξύτητι πολλῇ.

1.13.5ὡς δὲ πλησίον ἐγένοντο, ἀνεπήδησαν ἐπὶ τὴν ναῦν ὡπλισμένοι, τὰ ξίφη γυμνὰ ἔχοντες · κἀνταῦθα οἱ μὲν ἐρρίπτουν ἑαυτοὺς ὑπ’ἐκπλήξεως εἰς τὴν θάλατταν καὶ ἀπώλλυντο, οἱ δὲ ἀμύνεσθαι θέλοντες ἀπεσφάζοντο.

1.13.6 δὲ Ἁβροκόμης καὶ Ἄνθεια προστρέχουσι τῷ Κορύμβῳ τῷ πειρατῇ, καὶ λαβόμενοι τῶν γονάτων αὐτοῦ τὰ μὲν χρήματα ἔφασαν, δέσποτα, καὶ ἡμᾶς οἰκέτας ἔχε, φεῖσαι δὲ τῆς ψυχῆς καὶ μηκέτι φόνευε τοὺς ἑκόντας ὑποχειρίους σοι γενομένους · μὴ πρὸς αὐτῆς θαλάσσης, μὴ πρὸς δεξιᾶς τῆς σῆς · ἀγαγὼν δὲ ἡμᾶς ὅποι θέλεις, ἀπόδου τοὺς σοὺς οἰκέτας · μόνον οἴκτειρον ἡμᾶς ὑφ’ἑνὶ ποιήσας δεσπότῃ.

1.14

1.14.1ἀκούσας Κόρυμβος εὐθὺς μὲν ἐκέλευσε φείσασθαι φονεύοντας, μεταθέμενος δὲ τὰ τιμιώτερα τῶν φορτίων καὶ τὸν Ἁβροκόμην καὶ τὴν Ἄνθειαν ἄλλουςτε τινὰς τῶν οἰκετῶν ὀλίγους ἐνέπρησε τὴν ναῦν, καὶ οἱ λοιποὶ πάντες κατεφλέχθησαν · τὸ γὰρ πάντας ἄγειν οὔτε ἐδύνατο οὔτε ἀσφαλὲς ἑώρα.

1.14.2ἦν δὲ τὸ θέαμα ἐλεεινόν, τῶν μὲν ἐν τῇ τριήρει ἀναγομένων τῶν δὲ ἐν τῇ νηὶ φλεγομένων τὰς χεῖρας ἐκτεινόντων καὶ ὀλοφυρομένων.

1.14.3καὶ οἱ μὲν ἔλεγον ποῖ ποτε ἀχθήσεσθε, δεσπόται; τίς ὑμᾶς ὑποδέξεται γῆ, καὶ τίνα πόλιν οἰκήσετε; οἱ δὲ μακάριοι, μέλλοντες ἀποθνήσκειν εὐτυχῶς πρὸ τοῦ πειραθῆναι δεσμῶν, πρὸ τοῦ δουλείαν λῃστρικὴν ἰδεῖν. ταῦτα λέγοντες οἱ μὲν ἀνήγοντο, οἱ δὲ κατεφλέγοντο.

1.14.4ἐν τούτῳ δὲ τροφεὺς τοῦ Ἁβροκόμου πρεσβύτης ἤδη, σεμνὸς ἰδεῖν καὶ διὰ τὸ γῆρας ἐλεεινός, οὐκ ἐνεγκὼν ἀναγόμενον τὸν Ἁβροκόμην, ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἐνήχετο ὡς καταληψόμενος τὴν τριήρη τίνι με καταλείπεις, τέκνον λέγων, τὸν γέροντα, τὸν παιδαγωγόν;

1.14.5ποῖ δὲ ἀπερχόμενος, Ἁβροκόμη; αὐτὸς ἀπόκτεινόν με τὸν δυστυχῆ καὶ θάψον · τί γάρ ἐστί μοι ζῆν ἄνευ σοῦ; ταῦτα ἔλεγε καὶ τέλος ἀπελπίσας ἔτι Ἁβροκόμην ὄψεσθαι, παραδοὺς ἑαυτὸν τοῖς κύμασιν ἀπέθανε.

1.14.6τοῦτο δὲ Ἁβροκόμῃ πάντων ἦν ἐλεεινότατον · καὶ γὰρ τὰς χεῖρας ἐξέτεινε τῷ πρεσβύτῃ καὶ τοὺς πειρατὰς ἀναλαμβάνειν παρεκάλει · οἱ δὲ οὐδένα λόγον ποιησάμενοι, διανύσαντες ἡμέραις τρισὶ τὸν πλοῦν κατήχθησαν εἰς πόλιν τῆς Φοινίκης Τύρον, ἔνθα ἦν τοῖς πειραταῖς τὰ οἰκεῖα.

1.14.7ἦγον δὲ αὐτοὺς εἰς αὐτὴν μὲν τὴν πόλιν οὐχί, εἰς πλησίον δέ τι χωρίον ἀνδρὸς ἄρχοντος λῃστηρίου, Ἀψύρτου τοὔνομα, οὗ καὶ Κόρυμβος ἦν ὑπηρέτης ἐπὶ μισθῷ καὶ μέρει τῶν λαμβανομένων. ἐν δὲ τῷ τοῦ πλοὸς διαστήματι ἐκ πολλῆς τῆς καθ’ἡμέραν ὄψεως ἐρᾷ Κόρυμβος τοῦ Ἁβροκόμου σφοδρὸν ἔρωτα, καὶ αὐτὸν πρὸς τὸ μειράκιον συνήθεια ἐπὶ πλέον ἐξέκαε.

1.15

1.15.1καὶ ἐν μὲν τῷ πλῷ οὔτε πεῖσαι δυνατὸν ἐδόκει εἶναι · ἑώρα γὰρ ὡς διάκειται μὲν ὑπ’ἀθυμίας πονήρως, ἑώρα δὲ καὶ τῆς Ἀνθείας ἐρῶντα · ἀλλὰ καὶ τὸ βιάζεσθαι χαλεπὸν εἶναι αὐτῷ κατεφαίνετο · ἐδεδοίκει γὰρ μή τι ἑαυτὸν ἐργάσηται δεινόν ·

1.15.2ἐπεὶ δὲ κατήχθησαν εἰς Τύρον, οὐκέτι καρτερῶν τὰ μὲν πρῶτα ἐθεράπευε τὸν Ἁβροκόμην καὶ θαρρεῖν παρεκάλει καὶ πᾶσαν ἐπιμέλειαν προσέφερεν ·

1.15.3 δὲ ἐλεοῦντα τὸν Κόρυμβον ἐνόμιζεν αὐτοῦ ποιεῖσθαι τὴν ἐπιμέλειαν · τὸ δεύτερον δὲ ἀνακοινοῦται Κόρυμβος τὸν ἔρωτα τῶν συλλῃστῶν τινι, Εὐξείνῳ τοὔνομα, καὶ δεῖται βοηθὸν γενέσθαι καὶ συμβουλεῦσαι τίνι τρόπῳ δυνήσεται πεῖσαι τὸ μειράκιον.

1.15.4 δὲ Εὔξεινος ἄσμενος ἀκούει τὰ περὶ τοῦ Κορύμβου · καὶ γὰρ αὐτὸς ἐπ’Ἀνθείᾳ διέκειτο πονήρως καὶ ἤρα τῆς κόρης σφοδρὸν ἔρωτα · λέγει δὲ πρὸς τὸν Κόρυμβον καὶ τὰ αὑτοῦ καὶ συνεβούλευσε μὴ ἐπὶ πλέον ἐπανιᾶσθαι, ἀλλ’ἔργου ἔχεσθαι ·

1.15.5καὶ γὰρ ἔφη σφόδρα ἀγεννὲς κινδυνεύοντας καὶ παραβαλλομένους μὴ ἀπολαύειν μετὰ ἀδείας ὧν ἐκτησάμεθα πόνων · δυνησόμεθα δὲ αὐτοὺς ἔλεγεν ἐξαιρέτους παρὰ Ἀψύρτου λαβεῖν δωρεάν.

1.15.6ταῦτα εἰπὼν ῥᾳδίως ἔπεισεν αὐτὸν ἐρῶντα. καὶ δὴ συντίθενται κατὰ ταὐτὰ τοὺς ὑπὲρ ἀλλήλων ποιήσασθαι λόγους καὶ πείθειν οὗτος μὲν Ἁβροκόμην, Κόρυμβος δὲ Ἄνθειαν.

1.16

1.16.1ἐν τούτῳ ἔκειντο ἄθυμοι, πολλὰ προσδοκῶντες, ἀλλήλοις διαλεγόμενοι, συνεχὲς ὀμνύοντες τηρήσειν τὰ συγκείμενα.

1.16.2ἔρχονται δὴ πρὸς αὐτοὺς Κόρυμβος καὶ Εὔξεινος καὶ φράσαντες ἰδίᾳ τι θέλειν εἰπεῖν, ἀπάγουσι καθ’αὑτοὺς μὲν τὴν Ἄνθειαν, δὲ τὸν Ἁβροκόμην. τοῖς δὲ αἵτε ψυχαὶ ἐκραδαίνοντο καὶ οὐδὲν ὑγιὲς ὑπενόουν.

1.16.3λέγει οὖν Εὔξεινος πρὸς τὸν Ἁβροκόμην ὑπὲρ Κορύμβου μειράκιον, εἰκὸς μέν ἐπὶ τῇ συμφορᾷ φέρειν χαλεπῶς, οἰκέτην μὲν ἐξ ἐλευθέρου γενόμενον, πένητα δὲ ἀντ’εὐδαίμονος · δεῖ δέ σε τῇ τύχῃ πάντα λογίσασθαι καὶ στέργειν τὸν κατέχοντα δαίμονα καὶ τοὺς γενομένους δεσπότας ἀγαπᾶν.

1.16.4ἴσθι γὰρ ὡς ἔνεστί σοι καὶ εὐδαιμοσύνην καὶ ἐλευθερίαν ἀπολαβεῖν, εἰ θελήσεις πείθεσθαι τῷ δεσπότῃ Κορύμβῳ · ἐρᾷ γὰρ σοῦ σφοδρὸν ἔρωτα καὶ πάντων ἕτοιμός ἐστι δεσπότην ποιεῖν τῶν ἑαυτοῦ. πείσῃ δὲ χαλεπὸν μὲν οὐδέν, εὐνούστερον δὲ σεαυτῷ τὸν δεσπότην ἐργάσῃ.

1.16.5ἐννόησον δὲ ἐν οἷς ὑπάρχεις · βοηθὸς μὲν οὐδείς, γῆ δὲ αὕτη ξένη καὶ δεσπόται λῃσταὶ καὶ οὐδεμία τιμωρίας ἀποφυγὴ ὑπερηφανήσαντι Κόρυμβον. τί δέ σοι γυναικὸς δεῖ νῦν καὶ πραγμάτων; τί δὲ ἐρωμένης τηλικῷδε ὄντι; πάντα ἀπόρριψον, πρὸς μόνον δεῖ σε τὸν δεσπότην βλέπειν, τούτῳ κελεύσαντι ὑπακούειν.

1.16.6ἀκούσας Ἁβροκόμης εὐθὺς μὲν ἀχανὴς ἦν καὶ οὔτε τι ἀποκρίνεσθαι εὕρισκεν, ἐδάκρυε δὲ καὶ ἀνέστενε πρὸς αὑτὸν ἀφορῶν, εἰς οἷα ἄρα ἐλήλυθε · καὶ δὴ λέγει πρὸς τὸν Εὔξενον ἐπίτρεψον, δέσποτα, βουλεύσασθαι βραχύ, καὶ πρὸς πάντα ἀποκρινοῦμαί σοι τὰ ῥηθέντα.

1.16.7καὶ μὲν Εὔξεινος ἀνεχώρει · δὲ Κόρυμβος τῇ Ἀνθείᾳ διείλεκτο τὸν ἔρωτα τὸν Εὐξείνου καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ὅτι δεῖ πάντως αὐτὴν πείθεσθαι τοῖς δεσπόταις · ὑπέσχετο δὲ πολλά καὶ γάμον νόμιμον καὶ χρήματα πεισθείσῃ καὶ περιουσίαν. δὲ αὐτῷ τὰ ὅμοια ἀπεκρίνατο, αἰτησαμένη βραχὺν βουλεύσασθαι χρόνον.