Hippocrates and the Hippocratic Corpus

Prorrhetic, 2

2.1

τῶν ἰητρῶν προρρήσιες ἀπαγγέλλονται συχναίτε καὶ καλαὶ καὶ θαυμασταὶ, οἵας ἐγὼ μὲν οὔτ’αὐτὸς προεῖπον οὔτ’ἄλλου του ἤκουσα προλέγοντος. εἰσὶ δ’αὐτῶν αἱ μὲν τοιαίδε · ἄνθρωπον δοκέειν ὀλέθριον εἶναι καὶ τῷ ἰητρῷ τῷ μελεδαίνοντι αὐτέου καὶ τοῖσιν ἄλλοισιν, ἐπεισιόντα δὲ ἰητρὸν ἕτερον εἰπεῖν ὅτι μὲν ἄνθρωπος οὐκ ἀπολεῖται, ὀφθαλμῶν δὲ τυφλὸς ἔσται · καὶ παρ’ἕτερον δοκέοντα παγκάκως ἔχειν εἰσελθόντα προειπεῖν τὸν μὲν ἄνθρωπον ἀναστήσεσθαι, χεῖρα δὲ χωλὴν ἕξειν καὶ ἄλλῳ τῳ δοκέοντι οὐ περιέσεσθαι εἰπεῖν αὐτὸν μὲν ὑγιέα ἔσεσθαι, τῶν δὲ ποδῶν τοὺς δακτύλους μελανθέντας ἀποσαπήσεσθαι · καὶ τἄλλα τοιουτότροπα προρρήματα λέγεται ἐν τοιουτέῳ τῷ εἴδει. ἕτερος δὲ τρόπος προρρήσιος, ὠνεομένοισίτε καὶ διαπρησσομένοισι προειπεῖν τοῖσι μὲν θανάτους, τοῖσι δὲ μανίας, τοῖσι δὲ ἄλλας νούσους, ἐπὶ πᾶσι τούτοισίτε καὶ τοῖσι προτέροισι χρόνοισι προφητίζειν καὶ πάντα ἀληθεύειν. ἄλλοτε δὲ σχῆμα προρρήσεων τόδε λέγεται · τοὺς ἀθλητὰς γινώσκειν καὶ τοὺς τῶν νούσων εἵνεκα γυμναζομένουςτε καὶ ταλαιπωρέοντας, ἤν τι τοῦ σιτίου ἀπολίπωσιν, ἑτεροῖόν τι φάγωσιν, ποτῷ πλέονι χρήσωνται, τοῦ περιπάτου ἀπολίπωσιν, ἀφροδισίων τι πρήξωσι · τούτων πάντων οὐδὲν λανθάνει, οὐ δ’εἰ σμικρόν τι εἴη ἀπειθήσας ὥνθρωπος. οὕτως ἐξηκριβῶσθαι οὗτοι πάντες οἱ τρόποι λέγονται τῶν προρρησίων. ἐγὼ δὲ τοιαῦτα μὲν οὐ μαντεύσομαι, σημεῖα δὲ γράφω οἷσι χρὴ τεκμαίρεσθαι τούςτε ὑγιέας ἐσομένους τῶν ἀνθρώπων καὶ τοὺς ἀποθανουμένους, τούςτε ἐν ὀλίγῳ χρόνῳ ἐν πολλῷ ὑγιέας ἐσομένους ἀπολουμένους · γέγραπται δέ μοι καὶ περὶ ἀποστασίων ὡς χρὴ ἐπισκέπτεσθαι ἑκάστας.

2.2

δοκέω δὲ καὶ τοὺς προειπόντας περίτε τῶν χωλωσίων καὶ τῶν ἄλλων τῶν τοιουτέων ἤδη ἀποστηριζομένου τοῦ νοσήματος προειπεῖν, καὶ δήλου ἐόντος ὅτι οὐ παλινδρομήσει ἀπόστασις, εἴ περ νόον εἶχον, πολὺ μᾶλλον πρὶν ἄρχεσθαι τὴν ἀπόστασιν γινομένην. ἐλπίζω δὲ καὶ τἄλλα προρρηθῆναι ἀνθρωπινωτέρως ὅσα περ τοῖσιν ὠνεομένοισίτε καὶ περναμένοισι λέγεται προρρηθῆναι, θανάτουςτε καὶ νοσήματα καὶ μανίας. ταῦτα δέ μοι δοκέει τοιαῦτα γενέσθαι, καὶ οὐδέν τι δοκέει χαλεπὰ εἶναι προειπεῖν τῷ βουλομένῳ τὰ τοιάδε διαγωνίζεσθαι. πρῶτον μὲν γὰρ τοὺς ὑφύδρουςτε καὶ φθινώδεας τίς οὐκ ἂν γνοίη; ἔπειτα τοὺς παραφρονήσοντας ἐστὶ μὴ πολὺ λανθάνειν, εἴ τις εἰδείη οἷσι τὸ νόσημα τοῦτο ξυγγενές ἐστιν, πρόσθεν ποτ’ἐμάνησαν · εἰ γὰρ οὗτοι οἱ ἄνθρωποι οἰνόφλυγες εἶεν, κρεηφαγοῖεν, ἀγρυπνοῖεν, τῷ ψύχει τῷ θάλπει ἀλογίστως ὁμιλοῖεν, πολλαὶ ἐλπίδες ἐκ τουτέων τῶν διαιτημάτων παραφρονῆσαι αὐτούς. τούςτε τὰς αἱμορροΐδας ἔχοντας, εἴ τις ὁρῴη τοῦ χειμῶνος πολυποτέοντάςτε καὶ εὐχρόους ἐόντας, ἔστι προειπεῖν ἀμφὶ τούτων · ἐς γὰρ τὸ ἔαρ καταρραγῆναι τὸ αἷμα πολλαὶ ἐλπίδες, ὥστε ἀχρόουςτε καὶ ὑδαλέους ὑπὸ τὴν θερείην τούτους εἶναι. ἀλλὰ χρὴ προλέγειν καταμανθάνοντα πάντα ταῦτα, ὅστις τῶν τοιουτέων ἐπιθυμέει ἀγωνισμάτων · ἐστὶ γὰρ ἐκ τῶν γεγραμμένων προειπεῖν καὶ θάνατον καὶ μανίην καὶ εὐεξίην. εἴποιμι δ’ἂν καὶ ἄλλα πάμπολλα τοιαῦτα, ἀλλὰ τὰ εὐγνωστότατα ἔδοξέ μοι γράψαι · συμβουλεύω δὲ ὡς σωφρονεστάτους εἶναι καὶ ἐν τῇ ἄλλῃ τέχνῃ καὶ ἐν τοῖσι τοιούτοισι προρρήμασι, γνόντας ὅτι ἐπιτυχὼν μὲν ἄν τις τοῦ προρρήματος θαυμασθείη ὑπὸ τοῦ ξυνιόντος ἀλγέοντος, ἁμαρτὼν δ’ἄν τις πρὸς τῷ μισεῖσθαι τάχ’ἂν καὶ μεμηνέναι δόξειεν. ὧν δὴ ἕνεκα κελεύω σωφρόνως τὰ προρρήματα ποιέεσθαι καὶ τἄλλα πάντα ταῦτα · καίτοι γε ἀκούω καὶ ὁρῶ οὔτε κρίνοντας ὀρθῶς τοὺς ἀνθρώπους τὰ λεγόμενάτε καὶ ποιεύμενα ἐν τῇ τέχνῃ οὔτ’ἀπαγγέλλοντας.

2.3

ἀμφὶ δὲ · τῶν γυμναζομένων καὶ ταλαιπωρεόντων τὰς μὲν ἀτρεκείας τὰς λεγομένας ὡς λέγουσιν οἱ λέγοντες οὔτε δοκέω εἶναι, οὔτ’εἴ τις δοκέει, κωλύω δοκέειν · ὑπὸ σημείου μὲν γὰρ οὐδενὸς βλάπτεται τὰ ὑπονοήματα οὔτε καλοῦ οὔτε κακοῦ, χρὴ πιστεύσαντα εἰδέναι εἴτε ὀρθῶς ἀπήγγελται εἴτ’οὔ · ἄλλως δὲ ἐκποιέει τῷ βουλομένῳ πιστεύειν, οὐ γὰρ ἐμποδὼν ἵσταμαι. δοκέω δὲ αὐτῶν εἴ τι ἀληθὲς λέγεται τῶνδε τῶν περὶ τοὺς γυμναζομένους, ἐκείνων τῶν πρότερον γεγραμμένων, πρῶτον μὲν τῶν σημείων ὧν λέγω τεκμήρασθαι τοῦτο γνόντα, ἔπειτα ἐνδοιαστῶςτε καὶ ἀνθρωπίνως προειπεῖν, ἅμα δὲ καὶ τοὺς ἀπαγγέλλοντας τερατωδεστέρως διηγεῖσθαι ὡς ἐγένετο. ἐπεὶ οὐ δ’ἐν τῇσι νούσοισιν εὐπετὲς γινώσκειν τὰ ἁμαρτήματα · καί τοι κατάκεινταί γε οἱ ἄνθρωποι καὶ διαιτήμασιν ὀλιγοτρόφοισι χρῶνται, ὥστε μὴ πάμπολλα δεῖ ὁρᾶσθαι ὑποσκεπτόμενον τὸν μελεδαίνοντα. οἱ μὲν γὰρ πίνουσι μόνον, οἱ δὲ πρὸς τῷ πίνειν ῥόφημα σιτίον ὀλίγιστον ἐπιφέρονται · ἀνάγκη οὖν ἐν τῷ τοιούτῳ τοὺς μὲν τῷ ποτῷ πλέονι χρησαμένους δυσπνοωτέρους γίνεσθαι, καὶ οὐρέοντας πλέον φαίνεσθαι, τοὺς δὲ τῷ ῥοφήματι τῷ σιτίῳ πλεονάσαντας διψᾷντε μᾶλλον καὶ πυρεταίνειν · εἰ δέ τις ἀμφότερα, καὶ τῷ ποτῷ καὶ τοῖσι περὶ τὰ σιτία ἀμέτρως χρήσαιτο, πρὸς τῷ πυρεταίνειν καὶ δυσπνοεῖν καὶ τὴν γαστέρα περιτεταμένην ἂν καὶ μείζω ἔχειν. ἔξεστι δὲ καὶ ταῦτα πάντα καταβασανίζειν κάλλιστα καὶ τἄλλα τοῖσι δοκιμίοισιν, οἷσιν ἔχομέντε καὶ χρεόμεθα εὖ πάντα. πρῶτον μὲν γὰρ τῇ γνώμῃτε καὶ τοῖσιν ὀφθαλμοῖσιν ἄνθρωπον κατακείμενον ἐν τῷ αὐτῷ καὶ ἀτρεκέως διαιτώμενον ῥᾷόν ἐστι γνῶναι, ἤν τι ἀπειθήσῃ, περιοδοιπορέοντα καὶ πάμπολλα ἐσθίοντα · ἔπειτα τῇσι χερσὶ ψαύσαντα τῆς γαστρόςτε καὶ τῶν φλεβῶν ἧσσόν ἐστιν ἐξαπατᾶσθαι μὴ ψαύσαντα. αἵτε ῥῖνες ἐν μὲν τοῖσι πυρεταίνουσι πολλάτε καὶ καλῶς σημαίνουσιν · αἱ γὰρ ὀδμαὶ μέγα διαφέρουσιν · ἐν δὲ τοῖσιν ἰσχύουσίτε καὶ ὀρθῶς διαιτωμένοισιν οὐκ οἶδα τί ἂν χρησαίμην, οὐ δ’ἐν τούτῳ τῷ δοκιμίῳ. ἔπειτα τοῖς ὠσὶ τῆς φωνῆς ἀκούσαντα καὶ τοῦ πνεύματος, ἔστι διαγινώσκειν, ἐν τοῖσιν ἰσχύουσιν οὐχ ὁμοίως ἐστὶ δῆλα. ἀλλ’ὅμως πρόσθεν ἢν μὴ τὰ ἤθεα τῶν νοσημάτωντε καὶ τῶν ἀλγεόντων ἐκμάθῃ ἰητρὸς, οὐ χρὴ προλέγειν οὐδέν · καὶ γὰρ ἂν δυσπνούστερος ὥνθρωπος γένοιτο, ἔτι πλανωμένης τῆς νούσου, καὶ πυρετήνειεν ὀξυτέρῳ πυρὶ, καὶ γαστὴρ ἐπιταθείη · ὥστε διὰ ταῦτα οὐκ ἀσφαλὲς προλέγειν πρόσθεν πρὶν ἂν κατάστασιν λαβεῖν τὸ νόσημα · μετὰ δὲ τοῦτον τὸν χρόνον τι ἂν παράλογον γένηται λέγειν χρή. δῆλα δὲ τὰ διὰ τὴν ἀπειθίην γινόμενα κακά · αἵτε γὰρ δύσπνοιαι καὶ τἄλλα ταῦτα τῇ ὑστεραίῃ πεπαύσεται, ἢν δι’ἁμαρτάδα γένηται · ἢν οὖν τις ταύτην τὴν κρίσιν προϊδὼν λέγῃ, οὐχ ἁμαρτήσεται.

2.4

ἐγὼ μὲν νῦν τόνδε τὸν τρόπον ἐσηγέομαι τῶν ἐπισκεψίων, καὶ περὶ τῶν οἴκοι μενόντων, οἷα ἐξαμαρτάνουσιν, καὶ περὶ τῶν γυμναζομένωντε καὶ τῶν ἄλλων πάντων · τὰς δ’ἀκριβείας κείνας ἀκούωτε καὶ καταγελῶ τῶν ἀπαγγελλόντων · σμικρὰ μὲν γὰρ ἀπειθούντων τῶν ἀνθρώπων, οὐκ οἶδ ὅπως ἂν ἐλέγξαιμι · εἰ δ’εἴη μείζονα τὰ ἁμαρτήματα, ὅντινα τρόπον ἐπισκέπτεσθαι χρὴ γράφω. χρὴ δὲ πρῶτον μὲν τὸν ἄνθρωπον ἐν μέλλει τις γνώσεσθαι τὰ ἀπειθεύμενα, ἅπασαν ἡμέρην ὁρᾷν ἐν τῷ αὐτῷτε χωρίῳ καὶ τὴν αὐτὴν ὥρην, μάλιστάτ’ἦμος ἠέλιος νεωστὶ καταλάμπει · τοῦτον γὰρ τὸν χρόνον ὑποκεκενωμένος ἂν εἴη, καὶ νῆστις ἂν ἔτι ἐστὶ, καὶ τεταλαιπωρηκὼς οὐδὲν πλὴν τῶν ὀρθρινῶν περιπάτων, ἐν οἷς ἥκιστα ἀπειθεῖ, ἤν γε ἐπανεγερθεὶς ὥνθρωπος ἐς τὴν περίοδον καταστῇ, ὥστε ἀνάγκη τὸν δικαίως διαιτώμενον μάλιστα ταύτην τὴν ὥρην ὁμαλῶς ἔχειν τὴν κατάστασιν τοῦ χρώματόςτε καὶ τοῦ ξύμπαντος σώματος, διὸ καὶ ἐπιμελόμενος ὀξύτατόςτ’ἂν εἴη καὶ τὸν νόον καὶ τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦτον τὸν χρόνον. ἐνθυμέεσθαι δὲ χρὴ καὶ τοῦ ἀνθρώπου τῆςτε γνώμης τοὺς τρόπους, τοῦτε σώματος τὴν δύναμιν · ἄλλοι γὰρ ἄλλα ῥηϊδίως ἐπιτελοῦσι τῶν προστασσομένων καὶ χαλεπῶς. πρῶτον μὲν οὖν λιμαγχεόμενος εἰ πλείονα φάγοιτε καὶ, πίοι, τούτοισι δῆλος ἔσται · καὶ ὀγκηρότερον αὐτοῦ τὸ σῶμα φανεῖται, καὶ λιπαρώτερον καὶ εὐχρούστερον ἔσται, ἢν μὴ κακῶς διακεχωρήκῃ τὰ ἀπὸ τῆς γαστρὸς αὐτῷ · ἔσται δὲ καὶ εὐθυμότερος ἐν τῇ ταλαιπωρίῃ. σκεπτέον δὲ καὶ ἤν τι ἐρυγγάνῃ ὑπὸ φύσης ἔχηται · ταῦτα γὰρ προσήκει γίνεσθαι τοῖσιν ὧδε διακειμένοισιν ἐπὶ ταύτῃ τῇ ἁμαρτάδι. ἢν δὲ ἐσθίειντε ἤδη ἀναγκαζόμενος συχνὰ καὶ ταλαιπωρέειν ἰσχυρῶς, τὸ σιτίον μὴ καταφάγῃ, θωρηχθῇ, μὴ περιέλθῃ ἀπὸ τοῦ δείπνου συχνοῦ, ὧδ’ὑποσκέπτεσθαι · τὸ μὲν δεῖπνον εἰ καταφάγοι, περιπατήσαι δὲ τὰ μεμαθηκότα, ἡδίωντε ἂν προσιδεῖν, ὀξύτερόςτε καὶ ἐργαστικώτερος ἐν τοῖσι γυμνασίοισιν · δ’ἀπόπατος σμικρότερόςτε καὶ ξυνεστηκὼς μάλιστ’ἂν τούτῳ γένοιτο. ἢν δὲ τὸ δεῖπνον καταφαγὼν μὴ περιπατήσῃ, ἐρυγγάνοιτ’ἂν καὶ φυσώδης εἴη, καὶ πλῆθος οὐκ ἔλασσον φαίνοιτο, καὶ ἱδρώη ἂν · μᾶλλον πρόσθεν ἐν τῇ ταλαιπωρίῃ, καὶ δύσπνοος ἂν εἴη καὶ βαρύς · αἵτε διέξοδοι τῆς κοιλίης μέζονέςτε καὶ ἧσσον γλίσχραι τουτέῳ γένοιντ’ἄν. εἰ δὲ μήτε τὸ σιτίον καταναλώσειε, μήτε περιπατήσειε, νωθρότερος ἂν, εἴη καὶ ὀκνωδέστερος. εἰ δὲ μεθυσθείη, ἱδρώητ’ἂν μᾶλλον πρόσθεν, καὶ δύσπνοος ἂν εἴη, καὶ βαρύτερος αὐτὸς ἑωυτοῦ καὶ ὑγρότερος · εἴη δ’ἂν καὶ εὐθυμότερος, ἢν μή τι αὐτῷ κεφαλὴ ἀνιῷτο. γυναικὶ δὲ χρησάμενος ἅπαξ, ὀξύτερόςτ’ἂν εἴη καὶ λελυμένος μᾶλλον · εἰ δὲ πλειστάκις διαπρήξαιτο, σκληρότερος ἂν γένοιτο, καὶ αὐχμηρόν τι ἔχων, καὶ ἀχρούστερόςτε καὶ κοπιώδης μᾶλλον. ἀποπάτους δὲ χρὴ διαχωρέειν τοῖσι ταλαιπωρέουσιν, ἔστ’ἂν ὀλιγοσιτέωσίτε καὶ ὀλιγοποτέωσι, σμικρούςτε καὶ σκληροὺς, ἀνὰ δὲ πᾶσαν ἡμέρην · ἢν δὲ διὰ τρίτης, τετάρτης, διὰ πλέονος χρόνου διαχωρέῃ, κίνδυνος πυρετὸν διαρροίην ἐπιλαβεῖν. ὅσα δὲ ὑγρότερά ἐστι τῶν διαχωρημάτων ὥστε ἐκτυποῦσθαι ἐν τῇ διεξόδῳ, ταῦτα δὲ πάντα κακίω. τοῖσι δὲ συχνὰ ἐσθίουσιν ἤδη καὶ πολλὰ ταλαιπωρέουσι τὴν διέξοδον χρὴ μαλθακὴν ἐοῦσαν ξηρὴν εἶναι, πλῆθόςτε τῶν εἰσιόντων κατὰ λόγον καὶ τῆς ταλαιπωρίης · διαχωρέει δὲ ἀπὸ τῶν ἴσων σιτίων τοῖσι μὲν ἐλάχιστα ταλαιπωρέουσι πλεῖστα, τοῖσι δὲ ταλαιπωρέουσι πλεῖστα σμικρὸν, ἢν ὑγιαίνωσίτε καὶ δικαίως διαιτῶνται · ἄλλα πρὸς ταῦτα συμβάλλεσθαι. αἱ δὲ ὑγρότεραι τῶν διαχωρήσεων καὶ ἄτερ πυρετῶν γινόμεναι, καὶ ἑβδομαῖαι, καὶ θᾶσσον κρινόμεναι, λυσιτελέες, ἐς ἅπαξ πᾶσαι γινόμεναι, καὶ μὴ ὑποστρέφουσαι · εἰ δ’ἐπιπυρεταίνοιεν οἱ ἄνθρωποι, ὑποστρέφοιεν αἱ διάρροιαι, εἰ μακραὶ γίγνοιντο, πάντως πονηραὶ, εἴτε χολώδεες εἴησαν, εἴτε φλεγματώδεες, εἴτε ὠμαὶ, καὶ διαιτημάτωντε ἰδίων προσδεόμεναι ἕκασται, καὶ φαρμακευσίων ἄλλαι ἄλλων. οὖρον δὲ χρὴ κατάτε τὸ τοῦ πινομένου πλῆθος διουρέεσθαι, καὶ ἴσον αἰεὶ, καὶ ἀθρόον ὡς μάλιστα, καὶ ῥοπῇ ὀλίγῳ παχύτερον οἷον ἐπόθη. εἰ δὲ εἴη ὑδατῶδέςτε καὶ πλεῖον τοῦ προστασσομένου πίνεσθαι, σημαίνει μὴ πείθεσθαι τὸν ἄνθρωπον, ἄλλὰ πλέονι ποτῷ χρῆσθαι, οὐ δύνασθαι ἀνατραφῆναι, ἔστ’ἂν τὰ τοιαῦτα ποιέῃ τὸ οὖρον. εἰ δὲ κατ’ὀλίγον τρύζοι τὸ οὖρον, σημαίνει φαρμακεύσιος δεῖσθαι τὸν ἄνθρωπον, νόσημά τι τῶν περὶ κύστιν ἔχειν. αἷμα δὲ οὐρῆσαι ὀλιγάκις μὲν καὶ ἄτερ πυρετοῦ καὶ ὀδύνης οὐδὲν κακὸν σημαίνει, ἀλλὰ κόπων λύσις γίνεται · εἰ δὲ πολλάκις οὐρέοι, τι τούτων προσγίνοιτο, δεινόν · ἀλλὰ προλέγειν, ἤντε ξὺν ὀδύνῃσιν οὐρέηται, ἤντε ξὺν πυρετῷ, πῦον ἐπιδιουρήσειν, καὶ οὕτω παύσεσθαι τῶν ἀλγεόντων. παχὺ δὲ οὖρον λευκὴν ὑπόστασιν ἔχον σημαίνει περὶ τὰ ἄρθρα τινὰ ὀδύνην καὶ ἔπαρσιν περὶ τὰ σπλάγχνα · χλωρὴν δὲ, καθαραίην τοῦ σώματος δηλοῖ περὶ τὰ σπλάγχνα καὶ τούτων ὀδύνηντε καὶ ἔπαρσιν. αἱ δ’ἄλλαὶ ὑποστάσεις αἱ ἐν τοῖσιν οὔροισι τῶν γυμναζομένων πᾶσαι ἀπὸ τῶν νοσημάτων γίνονται τῶν περὶ τὴν κύστιν · δῆλον δὲ ποιήσουσι, ξὺν ὀδύνῃσίτε γὰρ ἐσονται καὶ δυσαπάλλακτοι. καὶ ταῦτα μὲν γράφω περὶ, τούτων, καὶ λέγω τοιαῦτα ἕτερα. ὧν δὲ δι’ἀκρίβειαν κατηγορέονται τῶν προρρήσεων, τοῖσι μὲν αὐτῶν αὐτὸς ξυνεγενόμην, τῶν δὲ παισίτε καὶ μαθητῇσιν ἐλεσχηνευσάμην, τῶν δὲ ξυγγράμματα ἔλαβον · ὥστε, εὖ εἰδὼς οἷα ἕκαστος αὐτῶν ἐφρόνει, καὶ τὰς ἀκριβείας οὐδαμοῦ εὑρὼν, ἐπεχείρησα τάδε γράφειν.

2.5

περὶ δὲ τῶν ὑδρώπωντε καὶ φθισίων, καὶ τῶν ποδαγρῶν, τῶντε λαμβανομένων ὑπὸ τῆς ἱερῆς νόσου καλεομένης, τάδε λέγω, κατὰ μέν τι περὶ πάντων τὸ αὐτό · γὰρ ξυγγενές τι τουτέων τῶν νοσημάτων, ἔστιν εἰδέναι δυσαπάλλακτον ἐόντα · τὰ δὲ ἄλλα καθ’ἕκαστον γράψω.

2.6

χρὴ δὲ τὸν ὑπὸ τοῦ ὕδρωπος ἐχόμενον καὶ μέλλοντα περιέσεσθαι εὔσπλαγχνόντε εἶναι, καὶ ἀνατείνεσθαι κατὰ φύσιν ἅμα πέπτεσθαίτε εὐπετέως, εὔπνοόντ’ἐόντα ἀνώδυνον εἶναι, καὶ χλιαρὸν ὁμαλῶς πᾶν τὸ σῶμα ἔχειν καὶ μὴ περιτετηκὸς περὶ τὰ ἔσχατα κρέσσον δὲ ἐπάρματα μᾶλλον ἔχειν ἐν τοῖσιν ἀκρωτηρίοισιν, ἄριστον δὲ μη δὲ ἕτερον τούτων, ἀλλὰ μαλακάτε χρὴ καὶ ἰσχνὰ εἶναι τὰ ἀκρωτήρια · καὶ τὴν γαστέρα μαλθακὴν εἶναι ψαυομένην · βῆχα δὲ μὴ προσεῖναι, μη δὲ δίψαν, μη δὲ τὴν γλῶσσαν ἐπιξηραίνεσθαι, ἔντε τῷ ἄλλῳ χρόνῳ καὶ μετὰ τοὺς ὕπνους, γίνεται δὲ ταῦτα κάρτα · τὰ δὲ σιτία ἡδέως δέχεσθαι, καὶ ἐσθίοντα ἱκανὰ μὴ πονεῖσθαι τὴν δὲ κοιλίην πρὸς μὲν τὰ φάρμακα ὀξέην εἶναι, τὸν δ’ἄλλον χρόνον διαχωρέειν μαλθακὸν ἐκτετυπωμένον · τὸ δὲ οὖρον φαίνεσθαι περαιούμενον πρὸς τὰ ἐπιτηδεύματα καὶ τῶν οἴνων τὰς μεταβολάς · τὴν δὲ ταλαιπωρίην εὐπετῶς φέρειν, καὶ ἄκοπον εἶναι. ἄριστον μὲν οὕτω πάντα διακεῖσθαι τὸν ἄνθρωπον, καὶ ἀσφαλέστατ’ἂν γένοιτο ὑγιής · εἰ δὲ μὴ, ὡς πλεῖστα τουτέων ἐχέτω, ἐν ἐλπίδι γὰρ ἔσται περιγενέσθαι · ὃς δ’ἂν μηδὲν τούτων ἔχῃ, ἀλλὰ τὰ ἐναντία, ἀνέλπιστον ἐόντα εἰδέναι · ὃς δ’ἂν τούτων ὀλίγα ἔχῃ, φημὶ χρηστὰ εἶναι τῷ ὑδρωπιῶντι προσόντα, ὀλίγαι ἐλπίδες αὐτῷ. δ’ἂν αἱμορραγέῃ πολλὸν ἄνω καὶ κάτω, καὶ πυρετὸς ἐπιγένηται, ὕδατος ἐμπλησθῆναι πολλαὶ ἐλπίδες τοῦτον, καὶ τῶν ὑδρώπων οὗτος ὀλιγοχρονιώτατόςτε καὶ ἐν τοῖσιν ἀφυκτοτάτοισιν · ἄλλῳ δὲ προσημαίνειν περὶ τούτου. οἷσι δὲ οἰδήματα μεγάλα γενόμενα καταμαραίνεται, καὶ αὖθις ἐπαίρεται, οὗτοι δὲ μᾶλλον περιγίνονται τῶν ἐκ τῶν αἱμάτων τῆς ἀναρρήξιος ἐμπιπλαμένων · ἐξαπατέουσι δὲ τοὺς ἀλγέοντας οὗτοι οἱ ὕδρωπες, ὥστε ποιέουσιν αὐτοὺς ἀπιστέοντας τοῖσιν ἰητροῖσιν ἀπόλλυσθαι.

2.7

περὶ δὲ τῶν φθινόντων κατὰ μὲν τὸ πτύελον καὶ τὴν βῆχα ταὐτὰ λέγω ἅπερ περὶ τῶν ἐμπύων ἔγραφον. χρὴ γὰρ τὸ πτύελον τῷ μέλλοντι καλῶς ἀπαλλάξειν εὐπετέωςτε ἀναβήσσεσθαι καὶ εἶναι λευκὸν, καὶ ὁμαλὸν, καὶ ὁμόχροον, καὶ ἀφλέγμαντον, τὸ δ’ἀπὸ τῆς κεφαλῆς καταρρέον ἐς τὰς ῥῖνας τρέπεσθαι · πυρετὸν δὲ μὴ λαμβάνειν, τοσοῦτον λαμβάνειν, ὥστε τῶν δείπνων μὴ κωλύεσθαι, μη δὲ διψῇν · δὲ γαστὴρ ὑποχωρείτω πᾶσαν ἡμέρην, καὶ τὸ ὑποχωρέον ἔστω σκληρὸν, πλῆθος δὲ κατὰ τὰ εἰσιόντα · τὸν δὲ ἄνθρωπον ὡς ἥκιστα λεπτὸν εἶναι · τὸ δὲ στῆθος ἐπαινεῖν χρὴ τετράγωνόντε ἐὸν καὶ λάσιον, καὶ χόνδρος αὐτοῦ μικρὸς ἔστω καὶ σεσαρκωμένος ἰσχυρῶς. ὅστις μὲν γὰρ ταῦτα πάντα ἔχει, περιεστικώτατος γίνεται · ὃς δ’ἂν μηδὲν τούτων ἔχῃ, ὀλεθριώτατος. ὅσοι δ’ἂν ἔμπυοι γένωνται, νέοι ἐόντες, ἐξ ἀποσκήψιος, σύριγγος, ἀπ’ἄλλου τινὸς τῶν τοιούτων, ἐκ παλινδρομίης ἀποστάσιος, οὐ περιγίνονται, ἢν μὴ πολλὰ κάρτα αὐτοῖσιν ἐπιγένηται τῶν ἀγαθῶν σημείων. ἀπόλλυνται δὲ οἱ ἄνθρωποι οὗτοι ἐς τὸ φθινόπωρον · ἰσχυρῶς δὲ καὶ ἐκ τῶν ἄλλων νοσημάτων τῶν μακρῶν ἐς τὴν ὥρην ταύτην τελευτῶσιν οἱ πλεῖστοι. τῶν δ’ἄλλων ἥκιστα περιγίνονται αἵτε παρθένοι καὶ αἱ γυναῖκες, ᾗσιν ἀπολήψει ἐπιμηνίων φθίσις γένηται. εἰ δὲ μέλλοι τις περιέσεσθαι τῶν παρθένων τῶν γυναικῶν, τῶντε ἄλλων σημείων τῶν ἀγαθῶν δεῖ πολλὰ ἐπιγενέσθαι καὶ τὰ ἐπιμήνια λαμπρῶςτε καὶ καθαρῶς ἐπιφαίνεσθαι, οὐδεμία ἐλπίς. οἱ δὲ ἐκ τῶν αἱμάτων τῆς ἀναρρήξιος ἔμπυοι γινόμενοι τῶντε ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ τῶν παρθένων περιγίνονται μὲν οὐχ ἧσσον, τὰ δὲ σημεῖα χρὴ πάντα ἀναλογισάμενον τά γε περὶ τῶν ἐμπύων καὶ τῶν φθινόντων προλέγειν τόντε περιεσόμενον καὶ τὸν ἀπολούμενον. μαλίστα δὲ περιγίνονται ἐκ τῶν τοῦ αἵματος ἀναρρήξεων οἷσιν ἂν ἀλγήματα ὑπάρχῃ μελαγχολικὰ ἔντε τῷ νώτῳ καὶ ἐν τῷ στήθει, καὶ μετὰ τὴν ἀνάρρηξιν ἀνωδυνώτεροι γένωνται · βῆχέςτε γὰρ οὐ κάρτα ἐπιγίνονται, καὶ πυρετοὶ οὐ πλεῖστοι διατελέουσιν ἐόντες, καὶ δίψαν εὐπετέως φέρουσιν · ὑποστροφαὶ δὲ τῆς ἀναρρήξιος μάλιστα γίνονται τούτοισιν, εἰ μὴ ἀποστάσιες ἐπιγίνονται · ἄρισται δὲ τῶν ἀποστασίων αἱ αἱματηρόταται. ὁκόσοισι δὲ ἐν τοῖσι στήθεσιν ἀλγήματα ἔνεστι, καὶ διὰ χρόνου λεπτύνονταίτε καὶ βήσσουσι, καὶ δύσπνοιαι γίνονται, οὔτε πυρετῶν ἐπιλαμβανόντων, οὔτε ἐμπυημάτων ἐπιγινομένων, τούτους ἐπανερέσθαι, ὁπόταν βήσσωσίτε καὶ δύσπνοοι ἔωσιν, εἰ ξυνεστραμμένον τι καὶ μικρὸν, ὀδμὴν ἔχον, ἐκβήσσουσιν.

2.8

περὶ δὲ ποδαγρώντων τάδε · ὅσοι μὲν γέροντες περὶ τοῖσιν ἄρθροισιν ἐπιπωρώματα ἔχουσιν, τρόπον ἀταλαίπωρον ζῶσι κοιλίας ξηρὰς ἔχοντες, οὗτοι μὲν πάντες ἀδύνατοι ὑγιέες γίνεσθαι ἀνθρωπίνῃ τέχνῃ, ὅσον ἐγὼ οἶδα · ἰῶνται δὲ τούτους ἄριστα μὲν δυσεντερίαι, ἢν ἐπιγένωνται, ἀτὰρ καὶ ἄλλαι ἐκτήξιες ὠφελέουσι κάρτα αἱ ἐς τὰ κάτω χωρία ῥέπουσαι. ὅστις δὲ νέος ἐστὶ καὶ ἀμφὶ τοῖσιν ἄρθροισιν οὔπω ἐπιπωρώματα ἔχει καὶ τὸν τρόπον ἐστὶν ἐπιμελήςτε καὶ φιλόπονος καὶ κοιλίας ἀγαθὰς ἔχων ὑπακούειν πρὸς τὰ ἐπιτηδεύματα, οὗτος δὴ ἰητροῦ γνώμην ἔχοντος ἐπιτυχὼν ὑγιὴς ἂν γένοιτο.

2.9

τῶν δ’ὑπὸ τῆς ἱερῆς νόσου λαμβανομένων χαλεπώτατοι μὲν ἐξίστασθαι, ὁκόσοισιν ἂν ἀπὸ παιδὸς ξυμβήσηται καὶ συνανδρωθῇ τὸ νόσημα · ἔπειτα δὲ ὅσοισιν ἂν γένηται ἐν ἀκμάζοντι τῷ σώματι τῆς ἡλικίης, εἴη δ’ἂν ἀπὸ εἴκοσι καὶ πέντε ἐτέων ἐς πέντε καὶ τεσαράκοντα ἔτεα · μετὰ δὲ τούτους, ὅσοις ἂν γένηται τὸ νόσημα μηδὲν προσημαῖνον, ὁκόθεν ἄρχεται τοῦ σώματος. οἷσι δὲ ἀπὸ τῆς κεφαλῆς δοκέει ἄρχεσθαι, ἀπὸ τοῦ πλευροῦ, ἀπὸ τῆς χειρὸς, τοῦ ποδὸς, εὐπετέστερα ἰῆσθαι · διαφέρει γὰρ καὶ ταῦτα · τὰ γὰρ ἀπὸ τῆς κεφαλῆς τούτων χαλεπώτατα · ἔπειτα τὰ ἀπὸ τοῦ πλευροῦ · τὰ δὲ ἀπὸ τῶν χειρῶν καὶ ποδῶν μάλιστα οἷάτε ἐξυγιαίνεσθαι. ἐπιχειρέειν δὲ χρὴ τουτέοισι τὸν ἰητρὸν, εἰδότα τὸν τρόπον τῆς ἰήσιος, ἢν ἔωσιν οἱ ἄνθρωποι νέοιτε καὶ φιλόπονοι. · πλὴν ὅσον αἴ φρένες τι κακὸν ἔχουσιν, εἴ τις ἀπόπληκτος γέγονεν · αἱ μὲν γὰρ μελαγχολικαὶ αὗται ἐκστάσιες οὐ λυσιτελέες · αἱ δὲ ἄλλαι αἱ ἐς τὰ κάτω τρεπόμεναι πᾶσαι ἀγαθαί · ἄρισται δὲ καὶ ἐνταῦθα πολλῷ αἱ αἱματηρόταται. ὁκόσοι δὲ γέροντες ἤρξαντο λαμβάνεσθαι, ἀποθνήσκουσίτε μάλιστα, καὶ ἢν μὴ ἀπόλωνται, τάχιστα ἀπαλλάσσονται ὑπὸ τοῦ αὐτομάτου, ὑπὸ δὲ τῶν ἰητρῶν ἥκιστα ὠφελέονται.

2.10

οἷσι δὲ τῶν παιδίων ἐξαπίνης οἱ ὀφθαλμοὶ διεστράφησαν, μεῖζόν τι κακὸν ἔπαθον, φύματα ὑπὸ τὸν αὐχένα ἐφύη, ἰσχνοφωνότεροι ἐγένοντο, βῆχες ξηραὶ χρόνιοι προσέχουσιν, ἐς τὴν γαστέρα μείζοσι γενομένοισιν ὀδύνη φοιτᾷ, καὶ οὐκ ἐκταράσσεται, ἐν τοῖσι πλευροῖσι διαστρέμματα ἔχουσιν φλέβας παχέας περὶ τὴν γαστέρα κιρσώδεας, ἐπίπλοον καταβαίνει, ὄρχις μέγας γέγονεν, χεὶρ λεπτὴ καὶ ἀκρατὴς, ποὺς, κνήμη ξύμπασα ἐχωλώθη, ἄτερ προφάσιος ἄλλης, τούτοισι πᾶσιν εἰδέναι ὅτι νοῦσος προεγένετο πρὸ τούτων ἁπάντων, καὶ οἱ μὲν πλεῖστοι τῶν τρεφόντων τὰ παιδία ἐρωτώμενοι ὁμολογήσουσι, τοὺς δὲ καὶ λανθάνει, καὶ οὐ φασὶν εἰδέναι τοιοῦτον οὐδὲν γενόμενον.

2.11

τὸν δὲ περὶ τῶν ἑλκέων μέλλοντα γνώσεσθαι, ὅκως ἔκαστα τελευτήσει, πρῶτον μὲν χρὴ τὰ εἴδεα τῶν ἀνθρώπων ἐξεπίστασθαι, τάτε ἀμείνω πρὸς τὰ ἕλκεα καὶ τὰ κακίω ἔπειτα τὰς ἡλικίας εἰδέναι, ὁποίῃσιν ἕκαστα τῶν ἑλκέων δυσαπάλλακτα γίνεται · τάτε χωρία ἐπεσκέφθαι τὰ ἐν τοῖσι σώμασιν, ὅσον διαφέρει θάτερα θατέρων · τάτε ἄλλα ὑκοῖα ἐφ’ἑκάστοισιν ἐπιγίνεται ἀγαθάτε καὶ κακὰ εἰδέναι. εἰδὼς μὲν γὰρ ἄν τις ταῦτα πάντα εἰδῇ ἂν καὶ ὅκως ἔκαστα ἀποβήσεται · μὴ εἰδὼς δὲ ταῦτα, οὐκ ἂν εἰδῇ, ὅκως αἱ τελευταὶ ἔσονται ἀμφὶ τῶν ἑλκέων. εἴδεα μὲν γὰρ ἀγαθά ἐστι τὰ τοιάδε · ἐλαφρὰ καὶ ξύμμετρα, καὶ εὔσπλαγχνα, καὶ μήτε σαρκώδεα ἰσχυρῶς μήτε σκληρά · κατὰ δὲ χρῶμα ἔστω λευκὸν, μέλαν, ἐρυθρόν ταῦτα γὰρ πάντα ἀγαθὰ ἄκρητα ἐόντα · εἰ δ’εἴη μιξόχλωρον, χλωρὸν, πελιδνὸν τὸ χρῶμα, κάκιον γίνεται. τὰ δὲ εἴδεα ὅσα ἂν τοῖσι προγεγραμμένοισι τἀναντία πεφύκῃ, εἰδέναι χρὴ κακίω ἐόντα. περὶ δὲ ἡλικιῶν, φύματα μὲν ἔμπυα καὶ τὰ χοιρώδεα, ταῦτα πλεῖστα τὰ παιδία ἴσχουσι, καὶ ῥᾷστα ἐξ αὐτέων ἀπαλλάσσει · τοῖσι δὲ γεραιτέροισίτε τῶν παιδίων καὶ νεηνίσκοισι φύεται μὲν ἐλάσσω, χαλεπώτερον δὲ ἐξ αὐτέων ἀπαλλάσσουσι. τοῖσι δὲ ἀνδράσι τὰ μὲν τοιαῦτα φύματα οὐ κάρτα ἐπιγίνεται · τὰ δὲ κηρία δεινὰ, καὶ οἱ κρυπτοὶ καρκῖνοι οἱ ὑποβρύχιοι, καὶ οἱ ἐκ τῶν ἐπινυκτίδων ἕρπητες, ἔστ’ἂν ἑξήκοντα ἔτεα συχνῷ ὑπερβάλλωσι. τοῖσι δὲ γέρουσι τῶν μὲν τοιουτοτρόπων φυμάτων οὐδὲν ἐπιγίνεται · οἱ δὲ καρκῖνοι οἱ κρυπτοὶ καὶ οἱ ἀκρόπαθοι γίνονται, καὶ ξυναποθνήσκουσιν. τῶν δὲ χωρίων μασχάλαι δυσιητότεραι, καὶ κενεῶνέςτε καὶ μηροί · ὑποστάσιέςτε γὰρ ἐν αὐτοῖσι γίνονται καὶ ὑποστροφαί. τῶν δὲ περὶ ἄρθρα ἐπικινδυνότατοι οἱ μεγάλοι δάκτυλοι, καὶ μᾶλλον οἱ τῶν ποδῶν. οἷσι δὲ τῆς γλώττης ἐν τῷ πλαγίῳ ἕλκος γίνεται πολυχρόνιον, καταμαθεῖν τῶν ὀδόντων ἤν τις ὀξὺς τῶν κατ’αὐτό.

2.12

τὰ δὲ τρώματα θανατωδέστερα μὲν τὰ ἐς τὰς φλέβας τὰς παχείας τὰς ἐν τῷ τραχήλῳτε καὶ τοῖς βουβῶσιν, ἔπειτα ἐς τὸν ἐγκέφαλον καὶ ἐς τὸ ἧπαρ, ἔπειτα τὰ ἐς ἔντερον καὶ ἐς κύστιν. ἔστι δὲ ταῦτα πάντα, ὀλέθρια ἐόντα ἰσχυρῶς, οὐχ οὕτως ἄφυκτα ὡς δοκέει · τάτε γὰρ χωρία ὀνόματα ἔχοντα ταὐτὰ μέγα διαφέρει, καὶ οἱ αὐτοὶ τρόποι. πολὺ δὲ διαφέρει τοῦ αὐτοῦ ἀνθρώπου τοῦ σώματος παρασκευή · ἔστι μὲν γὰρ ὅτε οὔτ’ἂν πυρετήνειεν οὔτε φλεγμήνειε τρωθείς · ἔστι δ’ὅτε καὶ ἄνευ προφάσιος ἐπυρέτηνεν ἂν, καὶ φλεγμανθείη τι τοῦ σώματος πάντως. ἀλλ’ὅτε ἕλκος ἔχων μὴ παραφρονέει εὐπετέωςτε φέρει τὸ τρῶμα, ἐγχειρέειν χρὴ τῷ τρώματι ὡς ἀποβησομένῳ κατὰ λόγον τῆς ἰητρείηςτε καὶ τῶν ἐπιγινομένων. ἀποθνήσκουσι μὲν γὰρ οἱ ἄνθρωποι ὑπὸ τρωμάτων παντοίων · πολλαὶ μὲν γὰρ φλέβες εἰσὶ καὶ λεπταὶ καὶ παχεῖαι, αἵτινες αἱμορραγοῦσαι ἀποκτείνουσιν, ἢν αὐτῷ τύχωσιν ὀργῶσαι, ἃς ἐν ἐτέρῳ καιρῷ διακόπτοντες ὠφελέουσι τὰ σώματα. πολλὰ δὲ τῶν τρωμάτων ἐν χωρίοισίτε εἶναι εὐήθεσι καὶ οὐδέν τι δεινὰ φαινόμενα, οὕτως ὠδύνησεν πληγὴ ὥστε μὴ δύνασθαι ἀναπνεῦσαι · ἄλλοι δὲ ὑπὸ τῆς ὀδύνης τοῦ τρώματος οὐδὲν δή τι δεινοῦ ἐόντος, τὸ μὲν πνεῦμα ἀνήνεγκαν, παρεφρόνησαν δὲ καὶ πυρετήναντες ἀπέθανον · ὅσοι γὰρ ἂν τὸ σῶμα πυρετῶδες ἔχωσιν τὰς γνώμας θορυβώδεας, τὰ τοιαῦτα πάσχουσιν. ἀλλὰ χρὴ μήτε ταῦτα θαυμάζειν, μήτε ὀρρωδέειν κεῖνα, εἰδότα ὅτι αἱ ψυχαίτε καὶ τὰ σώματα πλεῖστον διαφέρουσιν αἱ τῶν ἀνθρώπων, καὶ δύναμιν ἔχουσι μεγίστην. ὅσα μὲν οὖν τῶν τρωμάτων καιροῦ ἔτυχεν, σώματόςτε καὶ γνώμης τοιαύτης, ὀργῶντος οὕτω τοῦ σώματος, μέγεθος τοσαῦτα ἦν ὥστε μὴ δύνασθαι καταστῆναι τὸν ἄνθρωπον εἰς τὴν ἴησιν καταφρονέοντα, τοῖσι μὲν ἐξίστασθαι χρὴ ὁποῖα ἂν , πλὴν τῶν ἐφημέρων λειποθυμιῶν · τοῖσι δ’ἄλλοισι πᾶσιν ἐπιχειρέειν, νεοτρώτοισιν ἐοῦσιν, ὡς ἂν τούςτε πυρετοὺς διαφεύγωσιν οἱ ἄνθρωποι καὶ τὰς αἱμορραγίαςτε καὶ τὰς νομὰς φυλασσόμενον. ἀτρεκέστατα δὲ καὶ ἐπὶ πλεῖστον χρόνον τὰς φυλακὰς αἰεὶ τῶν δεινοτάτων ποιέεσθαι · καὶ γὰρ δίκαιον οὕτως.

2.13

αἱ δὲ νομαὶ θανατωδέσταται μὲν ὧν αἱ σηπεδόνες βαθύταται, καὶ μελάνταται, καὶ ξηρόταται · πονηραὶ δὲ καὶ ἐπικίνδυνοι ὅσαι μέλανα ἰχῶρα ἀναδιδοῦσιν · αἱ δὲ λευκαὶ καὶ μυξώδεες τῶν σηπεδόνων ἀποκτείνουσι μὲν ἧσσον, ὑποστρέφουσι δὲ μᾶλλον, καὶ χρονιώτεραι γίνονται. οἱ δ’ἕρπητες ἀκινδυνότατοι πάντων ἑλκέων ὅσα νέμεται, δυσαπάλλακτοι δὲ μάλιστα, κατά γε τοὺς κρυπτοὺς καρκίνους. ἐπὶ πᾶσι δὲ τοῖσι τοιουτέοισι πυρετόντε ἐπιγενέσθαι ξυμφέρει μίην ἡμέρην καὶ πῦον ὡς λευκότατον καὶ παχύτατον · λυσιτελεῖ δὲ καὶ σφακελισμὸς νεύρου, ὀστέου, καὶ ἀμφοῖν, ἐπί γε τῇσι βαθείῃσι σηπεδόσι καὶ μελαίνῃσι · πῦον γὰρ ἐν τοῖσι σφακελισμοῖσι ῥεῖ πουλὺ καὶ λύει τὰς σηπεδόνας.

2.14

τῶν δὲ ἐν τῇ κεφαλῇ τρωμάτων θανατωδέστατα μὲν τὰ ἐς τὸν ἐγκέφαλον, ὡς καὶ προγέγραπται · δεινὰ δὲ καὶ τὰ τοιαῦτα πάντα, ὀστέον ψιλὸν μέγα, ὀστέον ἐμπεφλασμένον, ὀστέον κατερρωγός · εἰ δὲ καὶ τὸ στόμα τοῦ ἕλκεος σμικρὸν εἴη, δὲ ῥωγμὴ τοῦ ὀστέου ἐπὶ πολὺ παρατείνοι, ἐπικινδυνότερόν ἐστι · ταῦτα δὲ πάντα δεινότερα γίνεται καὶ κατὰ ῥαφήντε ὄντα, καὶ τῶν χωρίων αἰεὶ τὰ ἐν τοῖσιν ἀνωτάτω τῆς κεφαλῆς. πυνθάνεσθαι δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀξίοις λόγου τρώμασιν, ἢν ἔτι νεότρωτοι αἱ πληγαὶ ἔωσιν, εἰ βλήματα εἴη, κατέπεσεν ὥνθρωπος, εἰ ἐκαρώθη · ἢν γάρ τι τούτων γεγονὸς, φυλακῆς πλείονος δεῖται, ὡς τοῦ ἐγκεφάλου ἐσακούσαντος τοῦ τρώματος. εἰ δὲ μὴ νεότρωτος εἴη, ἐς τἄλλα σημεῖα σκέπτεσθαι καὶ βουλεύεσθαι. ἄριστον μὲν οὖν μήτε πυρετῆναι μηδαμᾶ τὸν τὸ ἕλκος ἔχοντα ἐν τῇ κεφαλῇ, μήθ’αἷμα ἐπαναρραγῆναι αὐτῷ, μήτε φλεγμονὴν μηδεμίην ὀδύνην ἐπιγενέσθαι · εἰ δέ τι τούτων ἐπιφαίνοιτο, ἐν ἀρχῇσίτε γίνεσθαι ἀσφαλέστατον, καὶ ὀλίγον χρόνον παραμένειν. ξυμφέρει δὲ ἐν τῇσιν ὀδύνῃσι καὶ τῇσι φλεγμονῇσι τὰς ἐπὶ τοῖσιν ἕλκεσιν ἐπιγίνεσθαι, τῇσι δ’αἱμορραγίῃσι πῦον ἐπὶ τῇσι φλεψὶ φαίνεσθαι · τοῖσι δὲ πυρετοῖσιν ἐν τοῖσιν ὀξέσι νοσήμασιν ἔγραψα ξυμφέρειν ἐπὶ τούτοισι γενέσθαι, ταῦτα καὶ ἐνθάδε λέγω ἀγαθὰ εἶναι, τὰ δ’ἐναντία κακά. ἄρξασθαι δὲ πυρετὸν ἐπὶ κεφαλῆς τρώσει τεταρταίῳ, ἑβδομαίῳ, ἑνδεκαταίῳ, θανατῶδες μάλα. κρίνεται δὲ τοῖσι πλείστοισιν, ἢν μὲν τεταρταίου ἐόντος τοῦ ἕλκεος πυρετὸς ἄρξηται, ἐς τὴν ἑνδεκάτην · ἢν δ’ἑβδομαῖος ἐὼν πυρετήνῃ, ἐς τὴν τεσσαρεσκαιδεκάτην ἑπτακαιδεκάτην · ἢν δὲ τῇ ἑνδεκάτῃ ἄρξηται πυρεταίνειν, ἐς τὴν εἰκοστὴν, ὡς ἐν τοῖσι πυρετοῖσι διαγέγραπται τοῖς ἄνευ προφάσεων ἐμφανέων γινομένοισι. τῇσι δ’ἀρχῇσι τῶν πυρετῶν ἤντε παραφροσύνη ἐπιγένηται, ἤντε ἀπόπληξις τῶν μελέων τινὸς, εἰδέναι τὸν ἄνθρωπον ἀπολλύμενον, ἢν μὴ παντάπασιν τῶν καλλίστων τι σημείων ἐπιγένηται, σώματος ἀρετὴ ὑπόκειται · ἀλλ’ὑποσκεπτέσθω τὸν τρόπον τῷ ἀνθρώπῳ · ἔτι γὰρ αὕτη ἐλπὶς γίνεται σωτηρίης, χωλὸν δὲ γενέσθαι τὸ ἄρθρον ἐς ἀπεστήριξεν, ἀναγκαῖόν ἐστιν, ἢν ἄρα καὶ περιγένηναι ἄνθρωπος.

2.15

τὰ δὲ τρώματα τὰ ἐν τοῖσιν ἄρθροισι μεγάλα μὲν ἐόντα καὶ τελέως ἀποκόπτοντα τὰ νεῦμα τὰ συνέχοντα, εὔδηλον ὅτι χωλοὺς ἀποδείξει. εἰ δὲ ἐνδοιαστὸν εἴη ἀμφὶ τῶν νεύρων, ὅπως ἔχοι, ὀξέος μὲν ἐόντος τοῦ βέλεος τοῦ ποιήσαντος, ὀρθὸν τὸ τρῶμα εἰδέναι ἄμεινον ἐπικαρσίου · εἰ δ’εἴη βαρύτε καὶ ἀμβλὺ τὸ τρῶσαν, οὐδὲν διαφέρει · ἀλλ’ἐς τὸ βάθοςτε τῆς πληγῆς σκέπτεσθαι καὶ τἄλλα σημεῖα. ἔστι δὲ τάδε · πῦον ἢν ἐπιγένηται ἐπὶ τὸ ἄρθρον, σκληρότερον ἀνάγκη γενέσθαι · ἢν δὲ καὶ οἰδήματα συμπαραμείνῃ, σκληρὸν ἀνάγκη πουλὺν χρόνον τοῦτο τὸ χωρίον γίνεσθαι, καὶ τὸ οἴδημα, ὑγιέος ἐόντος τοῦ ἕλκεος, παραμένειν · καὶ βραδέως ἀνάγκη συγκάμπτεσθαίτε καὶ ἐκτείνεσθαι ὁκόσα ἂν τοῦ ἄρθρου καμπύλου ἐόντος θεραπεύηται. οἷσι δ’ἂν καὶ νεῦρον δοκέῃ ἐκπεσεῖσθαι, ἀσφαλεστέρως τὰ περὶ τῆς χωλώσιος προλέγειν, ἄλλωςτε καὶ ἢν τῶν κάτωθεν νεύρων τὸ ἐκλυόμενον · γνώσῃ δὲ τοῖσι νεῦρον μέλλον ἐκπίπτειν, πῦον λευκόντε καὶ παχὺ καὶ πουλὺν χρόνον ὑπορρεῖ · ὀδύναιτε καὶ φλεγμοναὶ γίνονται περὶ τὸ ἄρθρον ἐν ἀρχῇσι. τὰ δ’αὐτὰ ταῦτα γίνεται καὶ ὀστέου μέλλοντος ἐκπεσεῖσθαι. τὰ δὲ ἐν τοῖσιν ἀγκῶσι διακόμματα ἐν φλεγμονῇ μάλιστα ἐόντα ἐς διαπύησιν ἀφικνέεται καὶ τομάςτε καὶ καύσιας.

2.16

δὲ νωτιαῖος μυελὸς ἢν νοσέῃ ἤντε ἐκ πτώματος, ἤντε ἐξ ἄλλης τινὸς προφάσιος, ἤντε ἀπὸ αὐτομάτου, τῶντε σκελέων ἀκρατὴς γίνεται ἄνθρωπος, ὥστε μη δὲ θιγγανόμενος ἐπαΐειν, καὶ τῆς γαστρὸς καὶ τῆς κύστιος, ὥστε τοὺς μὲν πρώτους χρόνους μήτε κόπρον μήτε οὖρον διαχωρέειν, ἢν μὴ πρὸς ἀνάγκην. ὅταν δὲ παλαιότερον γένηται τὸ νόσημα, οὐκ ἐπαΐοντι τῷ ἀνθρώπῳ τε κόπρος διαχωρέει καὶ τὸ οὖρον · ἀποθνήσκει δὲ μετὰ ταῦτα οὐ πολλῷ ὕστερον χρόνῳ.

2.17

ὧν δὲ ἐμπίπλαται αἵματος φάρυγξ, πολλάκις τῆς ἡμέρηςτε καὶ τῆς νυκτὸς ἑκάστης, οὔτε κεφαλὴν προαλγήσαντι, οὔτε βηχὸς ἐχούσης, οὔτε ἐμέοντι, οὔτε πυρετοῦ λαμβάνοντος, οὔτε ὀδύνης ἐχούσης οὔτε τοῦ στήθεος οὔτε τοῦ μεταφρένου, τούτων κατιδεῖν ἐς τὰς ῥῖναι καὶ τὴν φάρυγγα · γὰρ ἕλκος τι ἔχων φανεῖται ἐν τῷ χωρίῳ τούτῳ, βδέλλαν.

2.18

ὀφθαλμοὶ δὲ λημῶντες ἄριστα ἐπαλλάττουσιν, ἢν τότε δάκρυον καὶ λήμη καὶ τὸ οἴδημα ἄρξηται ὁμοῦ γενόμενα. ἤν δὲ τὸ μὲν δάκρυον τῇ λήμῃ μεμιγμένον καὶ μὴ θερμὸν ἰσχυρῶς, δὲ λήμη λευκήτε καὶ μαλθακὴ, τότε οἴδημα ἐλαφρόντε καὶ λελυμένον · εἰ γὰρ οὕτω ταῦτ’ἔχοι, ξυμπλάσσοιτ’ἂν ὀφθαλμὸς ἐς τὰς νύκτας ὥστε ἀνώδυνος εἶναι, καὶ ἀκινδυνότατον οὕτως ἂν εἴη καὶ ὀλιγοχρονιώτατον. εἰ δὲ τὸ δάκρυον χωρέει πουλὺ καὶ θερμὸν ξὺν ὀλιγίστῃ λήμῃ καὶ σμικρῷ οἰδήματι, εἰ μὲν ἐκ τοῦ ἑτέρου τῶν ὀφθαλμῶν, χρόνιον μὲν κάρτα γίνεται, ἀκίνδυνον δὲ · καὶ ἀνώδυνος οὗτος τρόπος ἐν τοῖσι μάλιστα. τὴν δὲ κρίσιν ὑποσκέπτεσθαι, τὴν μὲν πρώτην, ἐς τὰς εἴκοσιν ἡμέρας · ἢν δ’ὑπερβάλλῃ τοῦτον τὸν χρόνον, ἐς τὰς τεσσαράκοντα προσδέχεσθαι · ἢν δὲ μη δ’ἐν ταύτῃσι παύηται, ἐν τῇσιν ἑξήκοντα κρίνεται. παρὰ πάντα δὲ τὸν χρόνον τοῦτον ἐνθυμεῖσθαι τὴν λήμην, ἢν ἐν τῷ δακρύῳτε μίσγηται καὶ λευκήτε καὶ μαλθακὴ γίνηται, μάλιστα δ’ὑπὸ τοὺς χρόνους τοὺς κρισίμους · ἢν γὰρ μέλλῃ παύεσθαι, ταῦτα ποιήσει. εἰ δὲ οἱ ὀφθαλμοὶ ἀμφότεροι ταῦτα πάθοιεν, ἐπικινδυνότεροι γίνονται ἑλκωθῆναι · δὲ κρίσις ἐλάσσονος χρόνου ἔσται. λῆμαι δὲ ξηραὶ ἐπώδυνοι κάρτα, κρίνονται δὲ ταχέως, ἢν μὴ τρῶμα λάβῃ ὀφθαλμός. οἴδημα δὲ ἢν μέγα , ἀνώδυνόντε καὶ ξηρὸν ἀκίνδυνον · εἰ δὲ εἴη ξὺν ὀδύνῃ, κακὸν μὲν ξηρὸν ἐὸν καὶ ἐπικίνδυνον ἑλκῶσαίτε τὸν ὀφθαλμὸν καὶ ξυμφῦσαι · δεινὸν δὲ καὶ ξὺν δακρύῳτε ἐὸν καὶ ὀδύνῃ · εἰ γὰρ δάκρυον χωρέει θερμὸν καὶ ἁλμυρὸν, κίνδυνος τῇτε κόρῃ ἑλκωθῆναι καὶ τοῖσι βλεφάροισιν. εἰ δὲ τὸ μὲν οἴδημα κατασταίη, δάκρυον δὲ πουλὺ ἐπιχέεται πολὺν χρόνον, καὶ λῆμαι εἰσὶ, τοῖσι μὲν ἀνδράσι βλεφάρων ἐκτροπὴν προλέγειν, τῇσι δὲ γυναιξὶ καὶ τοῖσι παιδίοισιν ἕλκωσιν καὶ τῶν βλεφάρων ἐκτροπήν. ἢν δὲ λῆμαι χλωραὶ πελιδναὶ ἔσωι, καὶ δάκρυον πουλὺ καὶ θερμὸν, καὶ ἐν τῇ κεφαλῇ καῦμα , καὶ διὰ τοῦ κροτάφου ὀδύναι ἐς τὸν ὀφθαλμὸν καταστηρίξωσι καὶ ἀγρυπνίη τουτέοισιν ἐπιγένηται, ἕλκος ἀνάγκη γενέσθαι ἐν τῷ ὀφθαλμῷ · ἐλπὶς δὲ καὶ ῥαγῆναι τὸ τοιοῦτον. ὠφελέει δὲ καὶ πυρετὸς ἐπιγενόμενος ὀδύνη ἐς τὴν ὀσφὺν στηρίξασα. προλέγειν δὲ δεῖ τούτοισι τὰ ἐσόμενα, ἔςτε τὸν χρόνον σκεπτόμενον ἔςτε τὰ ἐκ τοῦ ὀφθαλμοῦ ῥέοντα, ἐς τὰς περιωδυνίαςτε καὶ ἀγρυπνίας.

2.19

ἐπὴν δὲ τὸν ὀφθαλμὸν οἷόντε κατιδεῖν, ἢν μὲν εὑρεθῇ ἐρρωγώςτε καὶ διὰ τῆς ῥωγμῆς ὑπερέχουσα ὄψις, πονηρὸν καὶ χαλεπὸν καθιδρύσαι · εἰ δὲ καὶ σηπεδὼν ὑπῇ τῷ τοιούτῳ, τελέως ἄχρηστος ὀφθαλμὸς γίνεται. τοὺς δ’ἄλλους τρόπους τῶν ἑλκέων ἐς τὰ χωρία σκεπτόμενον προλέγειν, καὶ τάςτε σηπεδόνας καὶ βαθυτῆτας · ἀναγκαῖον γὰρ κατὰ τὴν ἰσχὺν τῶν ἑλκέων τὰς οὐλὰς γίνεσθαι. οἷσι μὲν οὖν ῥήγνυνται οἱ ὀφθαλμοὶ, καὶ μέγα ὑπερίσχουσιν ὥστε ἔξω τὴν ὄψιν τῆς χώρης εἶναι, ἀδύνατοι ὠφελέεσθαι καὶ χρόνῳ καὶ τέχνῃ εἰς τὸ βλέπειν · τὰ δὲ σμικρὰ μετακινήματα τῶν ὄψεων οἷάτε καθιδρύεσθαι, ἢν μήτε κακὸν ἐπιγένηται μηδὲν, τε ἄνθρωπος νέος .

2.20

αἱ δὲ ἐκ τῶν ἑλκέων οὐλαὶ, οἷσιν ἂν μὴ κακόν τι ἄλλο προσῇ, πᾶσαι οἷαίτε ὠφελέεσθαι καὶ ὑπὸ τῶν χρόνων καὶ ὑπὸ τῆς τέχνης, μάλιστα δὲ αἱ νεώταταίτε καὶ ἐν τοῖσι νεωτάτοισι τῶν σωμάτων. τῶν δὲ χωρίων μάλιστα μὲν αἱ ὄψιες βλάπτονται ἑλκούμεναι, ἔπειτα τὸ ὑπεράνω τῶν ὀφρύων, ἔπειτα δὲ καὶ τι ἂν ἄγχιστα τούτων τῶν τόπων. αἱ δὲ κόραι γλαυκούμεναι, ἀργυροειδέες γινόμεναι, κυάνεαι, οὐδὲν χρηστόν · τουτέων δὲ ὀλίγῳ ἀμείνους, ὁκόσαι σμικρότεραι φαίνονται, εὐρύτεραι, γωνίας ἔχουσαι, εἴτ’ἐκ προφασίων τοιαῦται γενοίατο, εἴτ’αὐτόματοι. ἀχλύες, καὶ νεφέλαι, καὶ αἰγίδες ἐκλεαίνονταίτε καὶ ἀφανίζονται, ἢν μὴ τρῶμά τι ἐπιγένηται ἐν τούτῳ τῷ χωρίῳ, πρόσθεν τύχῃ οὐλὴν ἔχων ἐν τῷ χωρίῳ τούτῳ, πτερύγιον. ἢν δὲ παράλαμψις γένηται καὶ ἀπολευκάνῃ τοῦ μέλανος μόριόν τι, εἰ πουλὺν χρόνον παραμένοι, καὶ τρηχείητε καὶ παχείη εἴη, οἵητε καὶ μνημόσυνον ὑποκαταλιπεῖν.

2.21

αἱ δὲ κρίσιες ὡς ἐν τοῖσι πυρετοῖσιν ἔγραψα, οὕτω καὶ ἐνθάδε ἔχουσιν. ἀλλὰ χρὴ τὰ σημεῖα ἐκμαθόντα προλέγειν, τὰς μὲν διαφορὰς τῶν ὀφθαλμιῶν ὡς διαγέγραπται ἐφ’ἑκάστῃσι, τὰς δὲ πουλυχρονίους τῶν ὀφθαλμιῶν, ὅταν τὰ κάκιστα τῶν σημείων ἐπιγένηται, τὰς δὲ ὀλιγοχρονίους, ὅταν τὰ σημεῖα προφαίνηται τὰ ἄριστα, τότε προλέγειν ἑβδομαίας παύσασθαι, ἐγγὺς τουτέων, καὶ ἄλλως ἀσφαλῶς νομίζειν ἔχειν · τὰς δὲ ὑποστροφὰς προσδέχεσθαι, οἷσιν ἂν ῥᾴστωναι γένωνται, μήτ’ἐν ἡμέρῃσι κρισίμοισι, μήτε σημείων ἀγαθῶν ἐπιφανέντων. πάντων δὲ χρὴ μάλιστα τὴν κατάστασιν τοῦ οὔρου ἐν τοῖσι περὶ τοὺς ὀφθαλμοὺς ἐνθυμεῖσθαι · οἱ γὰρ καιροὶ ὀξέες.

2.22

αἱ δὲ δυσεντερίαι ξὺν πυρετῷ μὲν ἢν ἐπίωσιν, ποικίλοισίτε διαχωρήμασιν, ξὺν φλεγμονῇ ἥπατος, ὑποχονδρίου, γαστρὸς, ὅσαι ἐπώδυνοι, ὅσαι τῶν σιτίων ἀπολαμβάνουσι δίψαντε παρέχουσιν, αὗται μὲν πᾶσαι πονηραί · καὶ ὃς ἂν πλεῖστα ἔχῃ τούτων τῶν κακῶν, τάχιστα ἀπολεῖται · δ’ἂν ἐλάχιστα τῶν τοιούτων προσῇ, πλεῖσται αὐτῷ ἐλπίδες, Ἀποθνήσκουσι δὲ ὑπὸ ταύτης τῆς νόσου μάλιστα παιδία τὰ πενταετέα, καὶ γεραίτερα ἔςτε τὰ δεκαετέα · αἱ δ’ἄλλαι ἡλικίαι ἧσσον. ὅσαι δὲ τῶν δυσεντεριῶν λυσιτελέες, τὰ μὲν κακὰ ταῦτα οὐκ ἐμποιέουσιν, αἷμα δὲ καὶ ξύσματα διαχωρήσαντα ἐπαύσαντο ἑβδομαῖα, τεσσαρεσκαιδεκαταῖα, εἰκοσταῖα, τεσσαρακονθήμερα, ἐντὸς τούτων τῶν χρόνων. τὰ τοιαῦτα γὰρ διαχωρήματα καὶ ὑπάρχοντα πρόσθεν ἐν τοῖσι σώμασι νοσήματα ὑγιάζει, τὰ μὲν παλαιότερα, ἐν πλείονι χρόνῳ, τὰ δὲ νεώτερα δύναται καὶ ἐν ὀλίγῃσιν ἡμέρῃσιν ἀπαλλάσσειν. ἐπεὶ καὶ αἱ ἐν γαστρὶ ἔχουσαι καὶ αὗται περιγίνονται, μᾶλλον ἐς τοὺς τόκουςτε καὶ ἐκ τῶν τόκων, καὶ τὰ ἔμβρυα διασώζουσιν, αἵματόςτε καὶ ξύσματος διαχωρεόντων καὶ πολλοὺς μῆνας, ἢν μή τις ὀδύνη αὐτῇσι προσῇ, ἄλλο τι τῶν πονηρῶν ὧν ἔγραψα σημείων εἶναι ἐν τῇσι δυσεντερίῃσιν ἐπιγένηται · εἰ δέ τι κείνων ἐπιφαίνοιτο, τῷτε ἐμβρύῳ ὄλεθρον σημαίνει καὶ τῇ ἐχούσῃ κίνδυνον, ἢν μὴ μετὰ τοῦ ἐμβρύου τὴν ἀπόφευξιν καὶ τοῦ ὑστέρου τὴν ἀπόλυσιν δυσεντερίη παύσηται αὐθημερὸν; μετ’ὀλίγον χρόνον.

2.23

αἱ δὲ λειεντερίαι ξυνεχέες μὲν καὶ πουλυχρόνιοι καὶ πᾶσαν ὥρην ξὺν ψόφοισίτε καὶ ἄνευ ψόφων ἐκταρασσόμεναι, καὶ ὁμοίως νυκτόςτε καὶ ἡμέρης ἐπικείμεναι, καὶ τοῦ διαχωρήματος ὑπιόντος ὠμοῦ ἰσχυρῶς, μέλανόςτε καὶ λείου καὶ δυσώδεος, αὗται μὲν πᾶσαι πονηραί. καὶ γὰρ δίψαν παρέχουσι, καὶ τὸ ποτὸν οὐκ ἐς τὴν κύστιν τρέπουσιν ὥστε διουρέεσθαι, καὶ τὸ στόμα ἐξελκοῦσι, καὶ ἔρευθος ἐξηρμένον ἐπὶ τῷ προσώπῳ ποιέουσι καὶ ἐφήλιδας παντοῖα χρώματα ἐχούσας · ἅμα δὲ καὶ τὰς γαστέρας · ἀποζύμουςτε καὶ ῥυπαρὰς ἀποδεικνύουσι καὶ ῥυτιδώδεας. ἐκ δὲ τῶν τοιούτων ἐσθίειντε ἀδύνατοι γίνονται οἱ ἄνθρωποι, καὶ τῇσι περιόδοισι χρῆσθαι, καὶ τἄλλα τὰ πρασσόμενα ποιέειν. τὸ δὲ νούσημα τοῦτο δεινότατον μὲν τοῖσι πεσβυτέροισιν, ἰσχυρὸν δὲ γίνεται καὶ τοῖσιν ἀνδράσι, τῇσι δὲ ἄλλῃσιν ἡλικίῃσι πολλῷ ἧσσον. ὅστις δὲ μήτε ἐν τῇσιν ἡλικίῃσίν ἐστι ταύτῃσιν ᾗσι φημὶ ὑπὸ τοῦ νοσήματος τούτου κακῶς περιέπεσθαι, ἐλάχιστάτε τῶν σημείων ἔχει τῶν πονηρῶν ἔγραψα εἶναι, ἀσφαλέστατα διάκειται οὗτος. θεραπείης δὲ προσδεῖται νοῦσος αὕτη, ἔστ’ἂν τότε οὖρον χωρέηται τοῦ πινομένου κατὰ λόγον, καὶ τὸ σῶμα τῶν σιτίων εἰσιόντων αὔξηται, καὶ τῶν χροιῶν τῶν πονηρῶν ἀπαλλαχθῇ. αἱ δὲ ἄλλαι διάρροιαι. ὅσαι ἄνευ πυρετῶν, ὀλιγοχρόνιοίτε καὶ εὐήθεες · γὰρ κατανιφθεῖσαι πεπαύσονται, ἀπὸ τοῦ αὐτομάτου. προαγορεύειν δὲ χρὴ παύεσθαι τὴν ὑπέξοδον, ὅταν τῇ χειρὶ ψαύοντι τῆς γαστρὸς μηδεμία κίνησις ὑπῇ καὶ φῦσα διέλθῃ ἐπὶ τῇ τελευτῇ τοῦ διαχωρήματος. ἕδραι δὲ ἐκτρέπονται, ἀνδράσι μὲν οὓς ἂν διάρροια λάβῃ ἔχοντας αἱμορροΐδας, παιδίοισι δὲ λιθιῶσίτε καὶ ἐν τῇσι δυσεντερίῃσι τῇσι μακρῇσίτε καὶ ἀκρήτοισι, πρεσβυτάτοισι δὲ οἷς ἂν προσπήγματα μύξης ἐνῇ.

2.24

τῶν δὲ γυναικῶν ὅσαι μᾶλλον καὶ ἧσσον ἐν γαστρὶ λαμβάνειν πεφύκασιν, ὧδε ὑποσκέπτεσθαι · πρῶτον μὲν τὰ εἴδεα · σμικραίτε γὰρ μειζόνων ἀμείνονες ξυλλαμβάνειν, λεπταὶ παχειῶν, λευκαὶ ἐρυθρῶν, μέλαιναι πελιδνῶν, φλέβας ὅσαι ἐμφανέας ἔχουσιν, ἀμείνονες ὅσῃσι μὴ καταφαίνονται · σάρκα δὲ ἐπίθρεπτον ἔχειν πρεσβυτικῇ πονηρὸν, μαζοὺς δὲ ὀγκηρούςτε καὶ μεγάλους ἀγαθόν. ταῦτα μὲν τῇ πρώτῃ ὄψει δῆλά ἐστι. πυνθάνεσθαι δὲ χρὴ καὶ περὶ τῶν καταμηνίων, ἢν πάντας μῆνας φαίνωνται, καὶ ἢν πλῆθος ἱκανὰ, καὶ ἢν εὔχροάτε καὶ ἴσα ἐν ἑκάστοισι τῶν χρόνων, καὶ ἐν τῇσιν αὐτῇσιν ἡμέρῃσι τῶν μηνῶν · οὕτω γὰρ ταῦτα γίνεσθαι ἄριστον. τὸ δὲ χωρίον ἐν ξύλληψίς ἐστιν, δὴ μήτρην ὀνομάζομεν, ὑγιέςτε χρὴ εἶναι καὶ ξηρὸν καὶ μαλθακὸν, καὶ μήτ’ἀνεσπασμένον ἔστω μήτε προπετὲς, μήτε τὸ στόμα αὐτοῦ ἀπεστράφθω μήτε ξυμμεμυκέτω μήτ’ἐκπεπλίχθω · ἀμήχανον γὰρ, τι ἂν τῶν τοιούτων κωλυμάτων, σύλληψιν γενέσθαι. ὁκόσαι μὲν οὖν τῶν γυναικῶν μὴ δύνανται ἐν γαστρὶ λαμβάνειν, φαίνονται δὲ χλωραὶ, μήτε πυρετοῦ μήτε τῶν σπλάγχνων αἰτίων ἐόντων, αὗται φήσουσι κεφαλὴν ἀλγέειν, καὶ τὸ καταμήνια πονηρῶςτε σφίσι καὶ ἀκρίτως γίνεσθαι. καὶ ὀλίγως δὲ καὶ πολὺν χρόνον ἢν τῇσιν οὕτω διακειμένῃσιν γίνηται παντάπασιν ἀφανέα , αἱ μῆτραι καθάρσιος ταύτῃσι προσχρῄζουσιν. ὁκόσαι δὲ εὔχροοίτέ εἰσι καὶ σάρκα πολλήντε καὶ πίειραν ἔχουσι, καὶ φλέβια κεκρυμμένα, ἀνώδυνοίτέ εἰσι καὶ τὰ καταμήνια ταύτῃσιν παντάπασιν οὐ φαίνεται, ὀλίγατε καὶ ἀκρίτως γίνεται, τῶν τρόπων οὗτος ἐν τοῖσι χαλεπωτάτοισιν ἐστὶ καταναγκάσαι ὡς ἐν γαστρὶ λαμβάνειν. ἢν δὲ, ἐπιφαινομένων τῶν καταμηνίων ἀπροφασίστως, τότε σῶμα ὧδε διάκειται γυνὴ καὶ μὴ συλλαμβάνῃ, τὸ χωρίον ἐν μήτρη αἴτιον, ὥστε μὴ δύνασθαι γίνεσθαι ἔκγονα · γὰρ ἀνεσπασμένον ἐστὶν, ἐκπεπλιγμένον · τὰ γὰρ ἄλλα κακὰ γινόμενα ἐνταῦθα ξὺν ὀδύνῃσίτε γίνεται καὶ ἀχροίῃσίτε καὶ τήξει. ἧισι δ’ἂν ἕλκος γένηται ἐν τῇς μήτρῃσιν, εἴτε ἐκ τόκου, εἴτε ἐκ φύματος, εἴτε ἐξ ἄλλης τινὸς προφάσιος, πυρετούςτε καὶ βουβῶνας ταύτῃσιν ἀνάγκη ἐπιγίνεσθαι καὶ ὀδύνας ἐν τοῖσι χωρίοισι τούτοισιν. εἰ δὲ καὶ τὰ λοχεῖα συναποληφθείη, ταύτῃ τὰ ὑπάρχοντα κακὰ πάντη ἀκριτότεράτε καὶ χρονιώτερα · καὶ πρὸς τούτοισιν ὑποχονδρίωντε καὶ κεφαλῆς ὀδύναι. ἕλκεος δὲ γενομένου καὶ ἐξυγιασθέντος, τὸ χωρίον τοῦτο ἀνάγκη λειότερον καὶ σκληρότερον γίνεσθαι, καὶ ἧσσον δύνασθαι ἐν γαστρὶ λαμβάνειν. εἰ δὲ μοῦνον ἐν τοῖσιν ἐπ’ἀριστερὰ γένοιτο ἕλκος, δὲ γυνὴ ἐν γαστρὶ λάβοι, εἴτε τὸ ἕλκος ἔτι ἔχουσα, εἴτε λοιπὸν ἤδη ὑγιὴς ἐοῦσα, ἄρσεν μᾶλλον τεκεῖν αὐτὴν ἐλπίς ἐστιν · εἰ δὲ ἐν τοῖσιν ἐπὶ δεξιὰ τὸ ἕλκος γένοιτο, δὲ γυνὴ ἐν γαστρὶ ἔχοι, θῆλυ μᾶλλον τὸ ἔκγονον χρὴ δοκέειν ἔσεσθαι.

2.25

ἢν δὲ πυρετοὶ γένωνται οὐ δυναμένῃ ἐν γαστρὶ λαβεῖν, καὶ λεπτῆς τῆς γυναικὸς ἐούσης, πυνθάνεσθαι χρὴ μή τι αἱ μῆτραι ἕλκος ἔχουσιν, ἄλλο τι τῶν πονηρῶν ὧν ἔγραψα · εἰ γὰρ ἐν τῷ χωρίῳ τούτῳ μηδὲν ὑπεὸν κακὸν φαίνοιτο αἴτιον τῆς λεπτύνσιόςτε καὶ τοῦ μὴ συλλαμβάνειν δύνασθαι, αἷμα ἐμέσαι τὴν γυναῖκα προσδόκιμον · τὰ δὲ καταμήνια τῇ τοιαύτῃ ἠφανίσθαι ἀνάγκη · ἢν δὲ πυρετὸς λυθῇ ὑπὸ τῆς ῥήξιος τοῦ αἵματος, καὶ τά γε καταμήνια φανῇ, ἐν γαστρὶ λήψεται · ἢν δὲ τὰ τῆς γαστρὸς πρὶν τὸ αἷμα ἀναρραγῆναι ὑγρὰ γένηται πονηρὸν τρόπον, κίνδυνος ἀπολέσθαι τὴν γυναῖκα ἔμπροσθεν τὸ αἷμα ἐμέσαι.

2.26

οκόσαι δὲ ἐν γαστρὶ δοκέουσιν ἔχειν, οὐκ ἔχουσαι, καὶ πολλοὺς μῆνας ἐξαπατῶνται, τῶν καταμηνίων οὐ φαινομένων, καὶ τὰς γαστέρας ὁρῶσιν αὐξανομέναςτε καὶ κινεομένας, αὗται κεφαλήντε ἀλγέουσι καὶ τράχηλον καὶ ὑποχόνδρια · καὶ ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται σφίσιν, εἰ μὴ ὀλίγον τι καὶ ὑδαρὲς. ἐπὴν δὲ τὸ κύρτωμα τὸ τῆς γαστρὸς ἀπολυθῇ, καὶ λαπαραὶ γένωνται, αὗται ἐν γαστρὶ λήψονται, ἢν μή τι ἄλλο κώλυμα γένηται σφίσιν · ἐπεὶ τὸ πάθος γε τοῦτο ἀγαθόν ἐστι μεταβολὴν ποιῆσαι ἐν τῇ ὑστέρῃ, ὥστε μετὰ τοῦτον τὸν χρόνον ἐν γαστρὶ λαμβάνειν. τῇσι δ’ἐχούσῃσιν ἐν γαστρὶ τὰ ἀλγήματα ταῦτα οὐ γίνεται, ἢν μὴ ξυνήθεα ἔωσι, καὶ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται.

2.27

τὰς δὲ ὑπὸ τῶν ῥόων τῶν πολυχρονίων ἐχομένας ἐρωτᾷν, εἰ κεφαλὴν ἀλγέουσι καὶ ὀσφὺν καὶ τὸ κάτω τῆς γαστρός · ἐρέσθαι δὲ καὶ περὶ αἱμωδίας, καὶ ἀμβλυωσμοῦ, καὶ ἤχων.

2.28

ὁκόσαι δὲ νήστιες ἐοῦσαι ὑπόχολα ἐμέουσι πολλὰς ἡμέρας, μήτε ἐν γαστρὶ ἔχουσαι μήτε πυρεταίνουσαι, πυνθάνεσθαι ἕλμινθας στρογγύλας εἰ ξυνεμέουσιν · ἢν γὰρ μὴ ὁμολόγεωσι, προλέγειν αὐτῇσι τοῦτο ἔσεσθαι · γίνεται δὲ μάλιστα μὲν τῇσι γυναιξὶ τὸ νοσήμα τοῦτο, ἔπειτα δὲ καὶ παρθένοισι, τοῖσι δ’ἄλλοισιν ἀνθρώποισιν ἧσσον.

2.29

ὅσαι δὲ ἄνευ πυρετῶν ὀδύναι γίνονται, θανάτους μὲν οὐκ ἐξεργάζονται, πολυχρόνιοι δὲ αἱ πλείους εἰσὶ καὶ πολλὰς μεταστάσιας ἔχουσι καὶ ὑποστροφάς.

2.30

οἱ δὲ τρόποι πρῶτον μὲν τῶν περὶ τὴν κεφαλὴν ἀλγημάτων, τὰ μὲν εὐήθεα, τὰ δὲ χαλεπώτερα πολλῷ. χρὴ δὲ ὑποσκέπτεσθαι ἑκάτερα αὐτῶν ὧδε · ὁκόσοι δὲ αὐτῶν ἀμβλυώσσουσι καὶ ἔρευθός τι ἔχουσιν ἐπὶ τῶν ὀφθαλμῶν, καὶ κνησμὸς ἔχει τὸ μέτωπον, τούτοισιν ἀρήγει αἷμα ῥυὲν ἀπὸ τοῦ αὐτομάτου καὶ ἐξ ἀνάγκης · ἁπλοῦς οὗτος τρόπος. οἷσι δὲ ὀδύναι περὶ τὴν κεφαλὴν καὶ τὸ μέτωπον ἐκτε τῶν ἀνέμων τῶν μεγάλων γίνονται καὶ ἐκ τῶν ψυχέων ὅταν θαλφθῶσιν ἰσχυρῶς, τούτους δὲ κόρυζαι μὲν τέλειαι μάλιστα ἀπαλλάσσουσιν, ὠφελέουσι δὲ καὶ πταρμοὶ, καὶ βλένναι ἐν τῇσι ῥισὶ γινόμεναι, μᾶλλον μὲν ἀπὸ τοῦ αὐτομάτου, εἰ δὲ μὴ, ἐξ ἀνάγκης. αἱ δὲ κόρυζαι γενόμεναι τελέως, ὥστε καὶ βῆχας ἐπιγενέσθαι, οἵτε πταρμοὶ ἐπιγενόμενοι, τὰς ὀδύνας ἢν μὴ παύωσι, φύματα ἀνάγκη ἐπιγενέσθαι καὶ ἀχροίας τούτοισιν. ὁκόσοισι δὲ ὀδύναι ἄνευ προφάσιος γίνονται καὶ πολυχρόνιοι καὶ ἐν πάσῃ τῇ κεφαλῇ ἰσχνοῖσιτε ἐοῦσι καὶ ἀμενηνοῖσι, προορᾶσθαι τούτοισι τὸ νόσημα πολλῷ χαλεπώτερον τοῦ πρόσθεν · ἢν δὲ καὶ ἐς τὸν τράχηλόντε καὶ ἐς τὸν νῶτον ὀδύνη καταβαίνῃ τὴν κεφαλὴν ἀπολιποῦσα, καὶ αὖθις παλινδρομέῃ ἐς τὴν κεφαλὴν, καὶ ἔτι χαλεπώτερον γίνεται · τούτων δὲ πάντων δεινότατον, εἰ ξυντείνοι ἐκ τῆς κεφαλῆς ἐς τὸν τράχηλόντε καὶ τὸν νῶτον. τὰς δὲ ὠφελείας τουτέοισι προσδέχεσθαι ἐξ ἀποστασίων ἔσεσθαι, πῦον βήξασιν, αἱμορροΐδας ἔχουσιν, ἐξανθήματα ἐν τοῖς σώμασι · λυσιτελέει δὲ καὶ πιτυρωθεῖσα κεφαλή. νάρκαι δὲ καὶ κνιδώσιες οἷσι διὰ τῆς κεφαλῆς διαΐσσουσι, τοτὲ μὲν διὰ πάσης, τοτὲ δὲ διὰ μέρους τινὸς, πολλάκις δὲ καὶ ψυχρόν τι δοκέει αὐτοῖσι διαχωρέειν διὰ τῆς κεφαλῆς, τούτους ἐπανερέσθαι, εἰ καὶ ἐς τὴν γλῶσσαν ἄκρην ἀφικνεῖται κνίδωσις · εἰ γὰρ τοῦτο ποιέοι, τέλεον τὸ νόσημα γίνεται, καὶ χαλεπώτερον ἀπαλλάξαι, εὐπετὲς δὲ ἄνευ τούτου. οἱ δὲ τρόποι τῶν ὠφελειῶν ἐξ ἀποστασίων ὥσπερ προγέγραπται · ἧσσον μέντοι ἐπιγίνονται ἀποστάσιες ἐπὶ τούτοισιν ἐκείνοισιν. ὁκόσους δὲ ξὺν τῇσιν ὀδύνῃσιν σκοτόδινοι λαμβάνουσι, δυσαπάλλακτον καὶ μανικόν · γέρουσι δὲ τρόπος οὗτος μάλιστα γίνεται. αἱ δὲ ἄλλαι νοῦσοι αἱ ἀμφὶ κεφαλὰς ἀνδράσιτε καὶ γυναιξὶν ἀσφαλῶς ἰσχυρόταται καὶ πουλυχρονιώτεραι · γίνονται δὲ καὶ νεανίσκοισίτε καὶ παρθένοισι τῇσιν ἐν ἡλικίῃ, καὶ μάλιστα τῶν καταμηνίων ἐς τὴν πρόοδον. τῇσι δὲ γυναιξὶν ἐν τῇσι κεφαλαλγίῃσι τὰ μὲν. ἄλλα πάντα γίνεται καὶ τοῖσιν ἀνδράσιν · αἱ κνιδώσιες δὲ καὶ τὰ μελαγχολικὰ ταύτῃσιν ἧσσον τοῖσιν ἀνδράσιν, ἢν μὴ τὰ καταμήνια τελέως ἠφανισμένα .

2.31

οἷσι δὲ τὰ χρώματα νέοις ἐοῦσι πονηρά ἐστι πολὺν χρόνον, ξυνεχέως δὲ μὴ ἰκτεριώδεα τρόπον, οὗτοι καὶ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν κεφαλὴν ἀλγέουσι, καὶ λίθουςτε καὶ γῆν τρώγουσι, καὶ αἱμορροΐδας ἔχουσιν. τὰ δὲ χλωρὰ χρώματα ὅσα χρόνιά εἰσι, καὶ μὴ ἰσχυροὶ ἴκτεροί εἰσι, τὰ μὲν ἄλλα τὰ αὐτὰ ποιέειν αὐτοῖσι ξυμβαίνει, ἀντὶ δὲ τῶν λίθωντε καὶ τῆς γῆς τρώξιος τὰ ὑποχόνδρια λυπέει μᾶλλον τοὺς ἑτέρους.

2.32

ὁκόσοι δὲ πουλὺν χρόνον ὠχροὶ φαίνονται, καὶ τὰ πρόσωπα ἐπηρμένα ἔχοντες, εἰδέναι χρὴ τούτους τὴν κεφαλὴν ὀδυνωμένους, περὶ τὰ σπλάγχνα ἀλγήματα ἔχοντας, ἐν τῇ ἕδρῃ κακόν τι φαινόμενον σφίσι. τοῖσι δὲ πλείστοισι τῶν τοιούτων οὐχ ἕν τι τούτων τῶν κακῶν φαίνεται, ἀλλ’ἔστιν ὅτε πολλὰ καὶ πάντα.

2.33

οἱ δὲ τῆς νυκτὸς ὁρῶντες, οὓς δὴ νυκτάλωπας καλέομεν, οὗτοι ἁλίσκονται ὑπὸ τοῦ νοσήματος νέοι, παῖδες νεανίσκοι · καὶ ἀπαλλάσσονται ὑπὸ τοῦ αὐτομάτου, οἱ μὲν τεσσαρακονθήμεροι, οἱ δὲ ἑπτάμηνοι, τισὶ. δὲ καὶ ἐνιαυτὸν ὅλον παρέμεινεν. σημαίνεσθαι δὲ χρὴ περὶ τοῦ χρόνου ἔςτε τὴν ἰσχὺν τοῦ νοσήματος ὁρῶντα ἔςτε τὴν ἡλικίην τοῦ νοσέοντος. αἱ δὲ ἀποστάσιες ὠφελέουσι μὲν τούτους ἐπιφαινόμεναίτε καὶ ἐς τὰ κάτω ῥέπουσαι, ἐπιγίνονται δὲ οὐ κάρτα διὰ τὴν νεότητα. αἱ δὲ γυναῖκες οὐχ ἁλίσκονται ὑπὸ τοῦ νοσήματος τούτου, οὐ δὲ αἱ παρθένοι ᾖσι τὰ ἐπιμήνια φαίνεται.

2.34

οἷσι δὲ ῥεύματα δακρύων πολυχρόνια νυκτάλωπες γίνονται, τούτους ἐπανερωτᾷν, ἢν τὴν κεφαλήν τι προηλγηκότες ἔωσι πρὸ τῶν ἀποστηριγμάτων τουτέων.

2.35

ὁκόσοι δὲ μήτε πυρετήναντες μήτε ἄχροοι ἐόντες ἀλγέουσι πολλάκις τήντε κορυφὴν καὶ τοὺς κροτάφους, ἢν μή τινα ἄλλην φανερὴν ἔχωσιν ἀπόστασιν ἐν τῷ προσώπῳ, βαρὺ φθέγγωνται, ὀδόντας ἀλγέωσι, τούτοισιν αἱμορραγῆναι διὰ τῶν ῥινῶν προσδέχεσθαι. οἷσι δὲ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, δοκέουσιν οἵδ’ὑγιαίνειν τἄλλα, τούτους δὲ σπλῆνα εὑρήσεις ἐπηρμένον ἔχοντας, τὴν κεφαλὴν ἀλγέοντάςτε καὶ μαρμαρυγῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαινόμενον σφίσι. τοῖσι δὲ πλείστοισι τῶν τοιούτων ἅμα καὶ · τὰ ἀπὸ τῆς κεφαλῆς οὕτως ἔχοντα φαίνεται καὶ τὰ ἀπὸ τοῦ σπληνός.

2.36

οὖλα δὲ πονηρὰ καὶ στόματα δυσώδεα οἷσι σπλῆνες μεγάλοι. ὁκόσοι δὲ ἔχουσι σπλῆνας μεγάλους, μήτε αἱμορραγίαι γίνονται μήτε στόμα δυσῶδες, τουτέων αἱ κνῆμαι ἕλκεα πονηρὰ ἴσχουσι καὶ οὐλὰς μελαίνας.

2.37

οἷσι δὲ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ἐπαίρεται ἰσχυρῶς, τούτους σπλῆνας μεγάλους εὑρήσεις ἔχοντας · εἰ δὲ καὶ ἐν τοῖσι ποσὶν οἰδήματα προσγίνονται, καὶ ὕδωρ φανήσονται ἔχοντες, ἀλλὰ τὴν γαστέρα καὶ τὴν ὀσφὺν ἐπικατιδεῖν.

2.38

τὰ δὲ ἐν τοῖσι προσώποισι παραστρέμματα ἢν μηδενὶ ἄλλῳ τοῦ σώματος ἐπικοινωνέῃ, ταχέως παύεται, καὶ αὐτόματα καὶ πρὸς ἀνάγκας · οἱ δ’ἄλλοι ἀπόπληκτοι.

2.39

οἷσι μὲν τῷ μὴ δύνασθαι κινέειν λεπτύνεται τὸ νενοσηκὸς τοῦ σώματος, οὗτοι ἀδύνατοι εἰς τωὐτὸ καθίστασθαι · οἷσι δὲ ξυντήξιες μὴ ἐπιγίνονται, οὗτοι δὴ ἔσονται ὑγιέες. περὶ δὲ τοῦ χρόνου ὁπότε ἔσονται, προλέγειν ἔςτε τὴν ἰσχὺν τοῦ νοσήματος ὁρῶντα, καὶ ἐς τὸν χρόνον, καὶ ἐς τὴν ἡλικίην τοῦ ἀνθρώπου, καὶ ἐς τὴν ὤρην, εἰδὼς ὅτι τὰ παλαιότατα τῶν νοσημάτων καὶ τὰ κάκιστα καὶ κυλινδούμενα βαρύτατα ὑπακούει, καὶ τὰ ἐν τοῖσι γεραιτάτοισι τῶν σωμάτων · ἔστι δὲ καὶ τὸ φθινόπωρόντε καὶ χειμὼν τοῦ ἦρόςτε καὶ τοῦ θέρεος ἀνεπιτηδειότερος ταῦτα τὰ νοσήματα ἀφιέναι.

2.40

αἱ δὲ ἐν τοῖσιν ὤμοισι γενόμεναι ὀδύναι, ὁκόσαι μὲν ἐς τὰς χεῖρας ἐπικαταβαίνουσαι νάρκαςτε καὶ ὀδύνας παρέχουσι, ταύτῃσιν ἀποστάσιες μὲν οὐκ ἐπιγίνονται, ὑγιάζονται δὲ μελαίνας χολὰς ἐμέοντες · ὁκόσαι δὲ αὐτοῦ μένουσιν ἐν τοῖσιν ὤμοισιν, καὶ ἐς τὸν νῶτον ἀφικνέονται, ταύτας πῦον ἐμέσαντες ἐκφυγγάνουσιν, μέλαιναν χολήν. καταμανθάνειν δὲ περὶ τουτέων ὧδε · ἢν μὲν γὰρ εὔπνοοι ἔωσι καὶ ἰσχνοὶ, μέλαιναν χολὴν αὐτοὺς μᾶλλον ἐλπὶς ἐμέσαι · εἰ δ’αὖ δυσπνοώτεροι, καὶ ἐπὶ τοῦ προσώπου ἐπιτρέχει τι αὐτοῖσι χρῶμα, πρόσθεν οὐκ ἐπεγένετο, ὑπέρυθρον, εἴτε μέλαν, τούτους πῦον ἐλπὶς μᾶλλον πτύσειν. σκέπτεσθαι δὲ πρὸς τούτοισι καὶ εἰ ἐν τοῖσι ποσὶν οἰδήματα ἔνεστι · καὶ γὰρ τοῦτο τὸ σημεῖον τούτοισιν ὁμολογέον ἐστίν. τὸ δὲ νόσημα τοῦτο τοῖσιν ἀνδράσι προσγίνεται ἰσχυρότατον τοῖσιν ἀπὸ τεσσαράκοντα ἐτέων ἐς τὰ ἐξήκοντα · τὴν ἡλικίην δὲ ταύτην μάλιστα ἰσχιάδες βιάζονται.

2.41

σκέπτεσθαι δὲ δεῖ ὧδε περὶ ἰσχιάδων · ὁκόσοισι γὰρ τῶν γεραιτέρων αἵτε νάρκαι ἰσχυρόταται καὶ καταψύξιες τῆς ὀσφύοςτε καὶ τῶν σκελέων, καὶ τὸ αἰδοῖον ἐπαίρειν ἀδυνατέουσι, καὶ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ πρὸς ἀνάγκην, καὶ κοπρώδης μύξα πολλὴ διεξέρχεται, τουτέοισι χρονιώτατον τὸ νούσημα ἔσται, καὶ προλέγειν ἐνιαυτὸν τὸ ἐλάχιστον, ἀφ’οὗ χρόνου ἤρξατο τὸ νούσημα γίνεσθαι, καὶ τὰς ὠφελείας ἐς τὸ ἔαρτε καὶ τὸ θέρος προσδέχεσθαι. τοῖσι δὲ νεανίσκοισιν ἐπώδυνοι μὲν οὐχ ἧσσον αἱ ἰσχιάδες, βραχύτεραι δέ · καὶ γὰρ τεσσαρακονθήμεροι ἀπαλλάσσονται · ἀλλ’οὐ δὲ αἱ νάρκαι ἐπιγίνονται ἰσχυραὶ, οὔτε αἱ καταψύξιες τῶν σκελέωντε καὶ τῆς ὀσφύος. οἷσι δὲ τὸ νούσημα τοῦτό ἐστι μὲν ἐν τῇ ὀσφύϊ καὶ τῷ σκέλεϊ, βιάζεται δὲ οὐχ οὕτως ὥστε κατακέεσθαι, ξυστρέμματα σκέπτεσθαι μὲν εἴ που ἐν τῷ ἰσχίῳ, καὶ ἐπανερέσθαι εἰ εἰς τὸν βουβῶνα ὀδύνη ἀφικνεῖται · ἢν γὰρ ταῦτ’ἔχῃ ἄμφω, χρόνιον τὸ νούσημα γίνεται · ἐπανερέσθαι δὲ καὶ εἰ ἐν τῷ μηρῷ νάρκαι ἐγγίνονται, καὶ ἐς τὴν ἰγνύην ἀφικνοῦνται · καὶ ἢν φῇ, αὖθις ἐρέεσθαι, καὶ ἢν διὰ τῆς κνήμης, ἐπὶ τὸν ταρσὸν τοῦ ποδός. ὁκόσοι δ’ἂν τουτέων τὰ πλεῖστα ὁμολογέωσι, εἰπεῖν αὐτοῖσιν ὅτι τὸ σκέλος σφὶν τοτὲ μὲν θερμὸν γίνεται, τοτὲ δὲ ψυχρόν. δὲ νοῦσος αὕτη ὁκόσοισι μὲν τὴν ὀσφὺν ἐκλείπουσα ἐς τὰ κάτω τρέπεται, θαρσύνει. ὁκόσοισι δὲ τάτε ἰσχία καὶ τὴν ὀσφὺν μὴ ἐκλείπουσα ἐς τὰ ἄνω τρέπεται, προλέγειν δεινὰ εἶναι.

2.42

οἷσι δὲ περὶ τὰ ἄρθρα ὀδύναιτε γίνονται καὶ ἐπάρσιες καὶ καταπαύονται, οὐκ ἐν τῷ ποδαγρικῷ τρόπῳ, εὑρήσεις τάτε σπλάγχνα μεγάλα καὶ ἐν τῷ οὔρῳ λευκὴν ὑπόστασιν · καὶ τοὺς κροτάφους, ἢν ἐπέρῃ, φήσει πολλάκις ἀλγέειν · φήσει δὲ καὶ ἱδρῶτας αὐτῷ γίνεσθαι νυκτερινούς. ἢν δὲ μήτε ὑπὸ τῷ οὔρῳ ὑφίσταται ὑπόστασις αὕτη, μήτε οἱ ἱδρῶτες γίνωνται, κίνδυνος χωλωθῆναι τὰ ἄρθρα, δὴ μελικηρίδα καλέουσι γίνεσθαι ὑπ’αὐτοῖσι. γίνεται δὲ τὸ νόσημα τοῦτο οἷσιν ἐν τῇ παιδίῃτε καὶ νεότητι ξύνηθες ἐὸν αἷμα ῥεῖν ἐκ τῶν ῥινῶν πέπαυται. ἐπανερέσθαι οὖν περὶ τῆς τοῦ αἵματος ῥήξιος, εἰ ἐγένετο ἐν τῇ νεότητι · καὶ αἱ κνιδώσιες ἔντε τῷ στήθει καὶ τῷ μεταφρένῳ εἰ ἔνεισι · καὶ ὁκόσοις αἱ κοιλίαι ἰσχυρὰς ὀδύνας παρέχουσιν ἄνευ ἐκταραξίων · καὶ ὁκόσοισιν αἱμορροΐδες γίνονται · αὕτη γὰρ ἀρχὴ τῶν νουσημάτων τούτων. ἢν δὲ κακόχροοι οἱ ἄνθρωποι οὗτοι φαίνωνται, ἐπανερέσθαι καὶ κεφαλήν εἰ ὀδυνῶνται · φήσουσι γάρ. τούτων δὲ ὁκόσοισιν αἱ κοιλίαι ἐπώδυνοι ἐν γε τοῖς δεξιοῖς εἶεν, τὰ ἀλγήματα ἰσχυρότερα γίνεται, καὶ μάλιστα, ὅταν πρὸς τῷ ὑποχονδρίῳ κατὰ τὸ ἧπαρ τὸ ὑπόλειμμα τῆς ὀδύνης . ὠφελέει δὲ ταύτας τὰς ὀδύνας τὸ παραυτίκα ψόφος ἐν τῇ γαστρὶ γενόμενος · ὁκόταν δὲ ὀδύνη παύσηται, τὸ οὖρον παχὺ καὶ χλωρὸν οὐρέουσιν. ἔστι δὲ θανατώδης μὲν οὐδαμῶς τρόπος οὗτος, χρόνιος δὲ κάρτα · ὁκόταν δὲ παλαιὸν ἤδη τὸ νούσημα, ἀμβλυώσσουσιν οἱ ἄνθρωποι ὑπ’αὐτοῦ. ἀλλ’ἐπανερέσθαι περὶ τοῦ αἵματος, εἰ νέῳ ἐόντι ἔρρει, καὶ περὶ τοῦ ἀμβλυωγμοῦ, καὶ περὶ τοῦ οὔρου τῆς κενώσιος καὶ τῆς χλωρότητος, καὶ ἀμφὶ τῶν ψόφων εἰ ἐγγίνονταίτε καὶ ὠφελέουσιν ἐπιγινόμενοι · φήσουσι γὰρ πάντα ταῦτα.

2.43

λειχῆνες δὲ καὶ λέπραι καὶ λεῦκαι, οἷσι μὲν νέοισιν παισὶν ἐοῦσιν ἐγένετό τι τούτων, κατὰ μικρὸν φανὲν αὔξεται ἐν πολλῷ χρόνῳ, τούτοισι μὲν οὐ χρὴ ἀπόστασιν νομίζειν τὸ ἐξάνθημα, ἀλλὰ νόσημα · οἷσι δὲ ἐγένετο τούτων τι πολύτε καὶ ἐξαπίνης, τοῦτο ἂν εἴη ἀπόστασις. γίνονται δὲ λεῦκαι μὲν ἐκ τῶν θανατωδεστάτων νοσημάτων, οἷον καὶ νοῦσος φοινικίη καλεομένη. αἱ δὲ λέπραι καὶ οἱ λειχῆνες ἐκ τῶν μελαγχολικῶν. ἰῆσθαι δὲ τουτέων εὐπετέστερά ἐστιν, ὅσα νεωτάτοισίτε γίνεται καὶ νεώτατά ἐστι, καὶ τοῦ σώματος ἐν τοῖσι μαλθακωτάτοισι καὶ σαρκωδεστάτοισι φύεται.