Hippocrates and the Hippocratic Corpus

Prorrhetic, 1

1.1

οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί εἰσιν; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον, ἄλλωςτε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισιν.

1.2

κοιλίης περίπλυσις ἐξέρυθρος, κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖσι προειρημένοισιν.

1.3

αἱ δασεῖαι γλῶσσαι καὶ κατάξηροι, φρενιτικαί.

1.4

τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλασιν, ἐνηωρημένα, ἐφιδρῶντα, φρενιτικά.

1.5

ἐνύπνια τὰ ἐν φρενιτικοῖσιν ἐναργέα.

1.6

ἀνάχρεμψις πυκνή γε, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ, φρενιτικά.

1.7

τὰ ἐγκαταλιμπανόμενα καύματα ἐν ὑποχονδρίῳ, πυρετοῦ περιψυχθέντος, κακὸν, ἄλλωςτε καὶ ἢν ἐφιδρῶσιν.

1.8

αἱ προεξαδυνατησάντων παραφροσύναι, κάκισται, οἷον καὶ Θρασύνοντι.

1.9

τὰ φρενιτικὰ νεανικῶς τρομώδεα τελευτᾷ.

1.10

τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα, μετὰ κωφώσιος, ἀγρύπνῳ, ταχὺ ἐκμαίνει.

1.11

τὰ ἐν ὀξέσι κατὰ φάρυγγα ὀδυνώδεα σμικρὰ, πνιγώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι, ἰσχνῷ, παρακρουστικά · ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριοι.

1.12

ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇσι τὸ ἐπιεικὲς, πυκνὰ δὲ μεταπίπτειν, κακὸν τὸ τοιοῦτον · καὶ πτυελισμὸς κακόν.

1.13

ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις, κακὸν, ὡς καὶ τῷ Ἀρχεκράτει · ἦρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται; ῥῖγος ἐπὶ τουτέοισι κάκιστον.

1.14

τοῖσιν ἐξισταμένοισι μελαγχολικῶς, οἷσι τρόμοι ἐπιγίνονται, κακόηθες.

1.15

οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες σὺν ἱδρῶτι, φρενιτικοὶ γίνονται.

1.16

οἱ φρενιτικοὶ, βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες.

1.17

τὰ ἐξ ἐμέτου ἀσώδεος, κλαγγώδης φωνὴ, ὄμματα ἐπίπνουν ἔχοντα, μανικὰ, οἷον καὶ τοῦ Ἑρμοζύγου, ἐκμανεῖσα ὀξέως, ἄφωνος, ἀπέθανεν.

1.18

ἐν πυρετῷ καυσώδει, ἤχων προσγενομένων μετὰ ἀμβλυωγμοῦ, καὶ κατὰ τὰς ῥῖνας προσελθόντος βάρεος, ἐξίστανται μελαγχολικῶς.

1.19

αἱ παρακρούσιες σὺν φωνῇ κλαγγώδει, γλώσσης σπασμοὶ τρομώδεες, καὶ αὗται τρομώδεες γενόμεναι, ἐξίστανται · σκληρυσμὸς τουτέοισιν ὀλέθριον.

1.20

αἱ τρομώδεες γλῶσσαι, σημεῖον οὐχ ἱδρυμένης γνώμης.

1.21

ἐπὶ τοῖσι χολώδεσι διαχωρήμασι τὸ ἀφρῶδες ἐπάνθισμα, κακὸν, ἄλλωςτε καὶ ὀσφὺν προηλγηκότι καὶ παρενεχθέντι.

1.22

τὰ ἀραιὰ κατὰ πλευρὸν ἐν τουτέοισιν ἀλγήματα παραφροσύνην σημαίνει.

1.23

αἱ μετὰ λυγγὸς ἀφωνίαι, κάκιστον.

1.24

αἱ μετ’ἐκλύσιος ἀφωνίαι, κάκιστον.

1.25

ἐν ἀφωνίῃ πνεῦμα, οἷον τοῖσι πνιγομένοισι πρόχειρον, πονηρόν · ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;

1.26

αἱ ἐπ’ὀλίγον θρασέες παρακρούσιες, θηριώδεες.

1.27

αἱ μετὰ καταψύξιος οὐκ ἀπυρέτῳ, ἐφιδρώοντι τὰ ἄνω, δυσφορίαι φρενιτικαὶ, ὡς καὶ Ἀρισταγόρῃ, καὶ μέντοι καὶ ὀλέθριαι.

1.28

τὰ ἐν φρενίτισι πυκνὰ μεταπίπτοντα, σπασμώδεα.

1.29

τὰ οὐρούμενα, μὴ ὑπομνησάντων, ὀλέθρια · ἦρά γε τουτέοισιν οὐρέεται, οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας;

1.30

οἱ παλμώδεες δι’ὅλου, ἆρά γε ἄφωνοι τελευτῶσιν;

1.31

τὰ ἐν φρενιτικοῖσι, μετὰ καταψύξιος, πτυελίζοντα, μέλανα ἀνεμεῖται.

1.32

κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρούμενα, παρακρουστικά · τοῖσι τουτέοισιν ἰκτεροῦσθαι κακόν · κακὴ δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις · τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαινει γίνεσθαι · οἶμαι δὲ, καὶ κοιλίαι καταρρήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ ἀπέθανεν.

1.33

κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν.

1.34

αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες, πάνυ φρενιτικαὶ, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ.

1.35

αἱ ἐκ ῥίγεος νωθρότητες, οὐ πάνυ παρ’ἑωυτοῖσιν.

1.36

οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ τουτέοισι πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται, καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τουτέοισι γνώμης παράφοροι.

1.37

τὰ κατὰ μηρὸν ἐν πυρετῷ ἀλγήματα ἔχει τι παρακρουστικὸν, ἄλλωςτε καὶ ἢν ἐναιωρηθῇ τι τῷ οὔρῳ, καὶ ὅσα ἄλλα κατ’αὐτὸ γίγνεται παρακρουστικὰ σημεῖα, καὶ οἷα περὶ ἤχους τοιαῦτα.

1.38

ἐπὶ κοιλίῃ ὑγρῇ, κοπώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἀσαφεῖ, ἀδυνάτῳ, οἷσι τὰ τοιαῦτα, ἐλπὶς ἐκστῆναι.

1.39

οἱ ἐφιδρῶντες καὶ μάλιστα κεφαλὴν, ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλωςτε καὶ ἐπ’οὔροισι μέλασι, καὶ τὸ θολερὸν ἐπὶ τουτέοισι πνεῦμα, κακόν.

1.40

αἱ παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι, μὴ ἐούσης κενεαγγείης, κακόν.

1.41

κοιλίαι ἀπολελαμμέναι, σμικρὰ δὲ μέλανα σπυραθώδεα κατ’ἀνάγκην χαλῶσαι, μυκτήρτε ἐπὶ τουτέοισιν ἐπιρρηγνύμενος, κακόν.

1.42

οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πουλὺ μετὰ καύματος ἀσώδεος, ἐφιδρῶντες οὗτοι, κακόν · ἦρά γε τουτέοισι τρομώδεα γίγνεται; καὶ φωνὴ δὲ, ὡς ἐν ῥίγει;

1.43

ἄκρεα ἐπ’ἀμφότερα ταχὺ μεταπίπτοντα, κακὸν, καὶ δίψα δὲ τοιαύτη, πονηρόν.

1.44

ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, κακόν.

1.45

φωνὴ ὀξείη, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται.

1.46

ὄμμα ἀμαυρούμενον, φλαῦρον, καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες, κακόν.

1.47

ὀξυφωνίη κλαγγώδης, πονηρόν.

1.48

ὀδόντων πρίσις, ὀλέθριον, οἷσι μὴ σύνηθες καὶ ὑγιαίνουσιν · πνιγμὸς ἐν τουτέοισι, πάνυ κακόν.

1.49

προσώπου εὔχροια, καὶ τὸ λίην σκυθρωπὸν, πονηρόν.

1.50

τὰ τελευτῶντα διαχωρήματα εἰς ἀφρώδεα, ἄκρητα, παροξυντικά.

1.51

αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες, κάκισται.

1.52

τὰ ὀλέθρια ἀσήμως ῥᾳστωνήσαντα θάνατον σημαίνει.

1.53

ἐν ὀξέσι χολώδεσιν ἔκλευκα, ἀφρώδεα, περίχολα διαχωρήματα, κακόν · κακὸν δὲ καὶ οὖρα τὰ τοιαῦτα · ἆρα τουτέοισιν ἧπαρ ἐπώδυνον;

1.54

αἱ ἐν πυρετοῖσιν ἀφωνίαι σπασμώδεα τρόπον ἐξίστανται σιγῇ, ὀλέθριον.

1.55

αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι.

1.56

οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες.

1.57

δίψα παραλόγως λυθεῖσα ἐν ὀξέσι, κακόν.

1.58

ἱδρὼς πολὺς, ἅμα πυρετοῖσιν ὀξέσι γιγνόμενος, φλαῦρος.

1.59

καὶ οὖρα δὲ πέπονα, πονηρόν · καὶ τὰ ἐρυθρὰ ἐκ τουτέων ἐπανθίσματα, κατεχόμενα, καὶ τὰ ἰώδεα, πονηρά · καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας.

1.60

καὶ ἔμετοι μετὰ ποικιλίης κακὸν, ἄλλωςτε καὶ ἐγγὺς ἀλλήλων ἰόντων.

1.61

ὁκόσα ἐν κρισίμοισιν ἀλυσμῷ ἀνιδρωτὶ περιψύχεται, κακόν · καὶ τὰ ἐπιρριγώσαντα ἐκ τουτέων, κακά.

1.62

ἐμέσματα ἄκρητα, ἀσώδεα, πονηρά.

1.63

τὸ καρῶδες ἆρά γε πανταχοῦ κακόν;

1.64

μετὰ ῥίγεος ἄγνοια, κακόν · κακὸν δὲ καὶ λήθη.

1.65

αἱ ἐκ ῥίγεος καταψύξιες, μὴ ἀναθερμαινόμεναι, κακαί.

1.66

οἱ ἐκ καταψύξιος ἱδρώδεες, ἀναθερμαινόμενοι, κακόν · ἐπὶ τουτέοισιν ἐν πλευρῷ καῦμα ὀδυνῶδες, καὶ τὸ ἐπιρριγῶσαι, κακόν.

1.67

τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια, καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ’ἱδρῶτος ἐν τούτοις κακὸν, ἐπὶ τούτοις ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται.

1.68

οἱ ἐφιδρῶντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν.

1.69

ἐξ ὀσφύος ἀναδρομὴ, ὀφθαλμῶν ἴλλωσις, κακόν.

1.70

ὀδύνη ἐς στῆθος ἱδρυνθεῖσα σὺν νωθρότητι, κακόν · ἐπιπυρετήναντες οὗτοι, καυστικοὶ ὀξέως, ἀποθνήσκουσιν.

1.71

οἱ ἐπανεμεῦντες μέλανα, ἀπόσιτοι, παράφοροι, καθ’ἥβην μικρὰ ὀδυνώδεες, ὄμμα θρασὺ, κεκλεισμένον, τούτους μὴ φαρμακεύειν, ὀλέθριον γάρ · μη δὲ τοὺς ἐποιδέοντας, σκοτώδεας, ἐν τῷ πλανᾶσθαι ἐκλείποντας, ἀποσίτους, ἀχρόους · μη δὲ τοὺς ἐν πυρετῷ κωματώδει κατακεκλασμένους, ὀλέθριον γάρ.

1.72

καρδίης πόνος ἅμα ὑποχονδρίῳ ξυντόνῳ καὶ κεφαλαλγίῃ, κακόηθες, καί τι ἀσθματῶδες · ἆρά γε ἐξαίφνης οὗτοι τελευτῶσιν, ὡς καὶ Λύσις ἐν Ὀδησσῷ; τουτέῳ καὶ οὖρα ἐζυμωμένα ἐγένετο βιαίως, καὶ ἔρευθος.

1.73

τραχήλου πόνος, κακὸν μὲν ἐν παντὶ πυρετῷ, κάκιστον δὲ καὶ οἷσιν ἐκμανῆναι ἐλπίς.

1.74

κωματώδεες, κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, ἐφιδρῶντες πυρετοὶ, κακοήθεες.

1.75

αἱ ἐκ νώτου φρῖκαι πυκναὶ, ὀξέως μεταπίπτουσαι, δύσφεροι, οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσιν.

1.76

οἱ ἀσώδεες, ἀνημέτως παροξυνόμενοι, κακόν.

1.77

κατάψυξις μετὰ σκληρυσμοῦ, σημεῖον ὀλέθριον.

1.78

ἀπὸ κοιλίης λεπτὰ, μὴ αἰσθανομένῳ, διιέναι, ἐόντι παρ’ἑωυτῷ, κακὸν, οἷον τῷ ἡπατικῷ.

1.79

τὰ σμικρὰ ἐμέσματα χολώδεα, κακὸν, ἄλλωςτε καὶ ἢν ἐπαγρυπνῶσιν · μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον.

1.80

αἷς ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ, κώφωσις, καὶ ἐς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως.

1.81

ἐν πυρετοῖσι καυσώδεσιν, ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, σημεῖον κακὸν, ἄλλωςτε καὶ ἢν κάτοχοι γένωνται.

1.82

τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντι χρονίως ὀλέθρια, οἷόν τι ἐπεπόνθει καὶ Νουμηνίου υἱός.

1.83

ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ ἐς καρδίην, πυρετώδεες, φρικώδεες, ἀνεμέουσαι ὑδατώδεα, λεπτὰ, πλέονα, παρενεχθεῖσαι, ἄφωνοι, ἐμέσασαι μέλανα τελευτῶσιν.

1.84

ὄμματος κατάκλεισις, ἐν ὀξέσι, κακόν.

1.85

ἆρά γε τοῖσιν ἀσώδεσιν, ἀνημέτοισιν, ὀσφυαλγέσιν, ἢν θρασέως παρακρούσωσιν, ἐλπὶς μέλανα διελθεῖν;

1.86

φάρυγξ ἐπώδυνος, ἰσχνὴ, μετὰ δυσφορίης, πνιγώδης, ὀλεθρίη ὀξέως.

1.87

οἷς πνεῦμα ἀνέλκεται, καὶ φωνὴ πνιγώδης, σπόνδυλόςτε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῶν τελευτῶν, ὡς συσπῶντός τινος, τὸ πνεῦμα γίνεται.

1.88

οἱ πεφαλαλγικοὶ κατόχως παρακρούοντες, κοιλίης ἀπολελαμμένης, ὄμμα θρασύνοντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται.

1.89

ἐπ’ὀμμάτων διαστροφῇ, πυρετώδει, κοπιώδει, ῥῖγος ὀλέθριον · καὶ οἱ κωματώδεες ἐν τουτέοισι, κακόν.

1.90

αἱ ἐν πυρετοῖσι πρὸς ὑποχόνδρων ὀδύναι, ἀναύδως, ἱδρῶτι λυόμεναι, κακοήθεες · τουτέοισιν ἐς ἰσχία ἀλγήματα ἅμα καυσώδει πυρετῷ, καὶ ἢν κοιλίη καταρραγῇ, ὀλέθριον.

1.91

οἷσι φωναὶ ἅμα πυρετοῖσιν ἐκλείπουσι μετὰ κρίσιν, οὗτοι τρομώδεες καὶ κωματώδεες τελευτῶσιν.

1.92

οἷσι καυστικὰ, μεμωρωμένα, κάτοχα, ποικίλλοντα, ὑποχόνδρια, καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένων, ἐφιδρῶσιν, ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα, καὶ τὸ γονοειδὲς ἐπελθὸν λύγγα σημαίνει; καὶ κοιλίη δὲ ἔπαφρα χολώδεα προσδιέρχεται · τὸ λαμπῶδες ἐν τούτοισιν ὠφελέει οὐρηθὲν, κοιλίη δὲ τούτοισιν ἐπιταράσσεται.

1.93

οἷσι κῶμα γίνεται, ἐπάφρων προσδιελθόντων, πυρετὸς παροξύνεται.

1.94

αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες, χαλῶντα ὑπὸ σφᾶς, ἐπανιέντα, χρονιώτερον · ἐπιρριγῶσαι τουτέοισιν, οὐ πονηρόν.

1.95

χεῖρες τρομώδεες, κεφαλαλγέες, τραχήλου ὀδυνώδεες, ὑπόκωφοι, οὐρέοντες μέλανα δεδασυμένα, οἷσι ταῦτα, μέλανα προσδέχεσθαι ἥξειν, ὀλέθριον.

1.96

αἱ μετ’ἐκλύσιος κατόχως ἀφωνίαι, ὀλέθριαι.

1.97

πλευροῦ ἄλγημα ἐπὶ πτύσεσι χολώδεσιν, ἀλόγως ἀφανισθὲν, ἐξίστανται.

1.98

ἐπὶ τραχήλου ἀλγήματι, κωματώδει, ἱδρώδει, κοιλίη φυσηθεῖσα, εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα ἐκ τουτέων ἄχολα, ἐξίστανται · τὰ τοιαῦτα διασωζόμενα μακροτέρως διανοσέει. ἦρά γέ εἰσιν αἱ ἄχολοι περιπλύσιες εὐηθέστεραι, καὶ τὸ φυσῶδες ὄγκῳ προσωφελέει;

1.99

κοιλίης περίτασις, πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκυλλομένη, ἔχει τι σπασμῶδες, οἷον καὶ τῷ Ἀσπασίου υἱῷ · τὸ ἐπιρριγοῦν τουτέοισιν ὀλέθριον · ἐκ τουτέων σπασμώδης γενηθεὶς, καὶ ἐμφυσηθεὶς, μακρότερον διανοσήσας, στόματι σῆψις χλωρὴ ἐπεγένετο.

1.100

τὰ κατ’ὀσφὺν κατὰ λεπτὸν χρόνια ἀλγήματα, πρὸς ὑποχόνδριον γριφώμενα, ἀποσιτικὰ ἅμα πυρετῷ, τούτοισιν ἐς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπῳ σπασμώδει.

1.101

τὰ ἐπιρριγοῦντα καὶ ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖς ὕπνοις ἔστιν ὅτε οὖρα ὑφ’ἑωυτοὺς χαλῶντες, ἐς σπασμοὺς ἀποτελευτᾷ κωματώδεας.

1.102

οἱ ἐξ ἀρχῆς ἐφιδρῶντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως περιψύχοντες, διὰ ταχέων περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι.

1.103

τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ, καρώδεα μετὰ βάρεος γινόμενα, φλαῦρα, ἴσως δὲ ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν ὀφείλει.

1.104

τὰ ἐν φάρυγγι ἰσχνῷ ἀλγήματα πνιγώδεα ἔχει τι σπασμῶδες, ἄλλωςτε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα, οἷον καὶ τῇ Θρασύνοντος ἀνεψιῇ.

1.105

τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδρῶσι φιλυπόστροφα, τουτέοισιν κρίσις ἐπιρριγώσασιν · οὗτοι ἐπιρριγέουσι, περὶ κοιλίην καύματι προκληθέντες.

1.106

ὀσφύος πόνος, καὶ κεφαλαλγικῷ καὶ καρδιαλγικῷ, μετὰ ἐναχρέμψιος βιαίης, ἔχει τι σπασμῶδες.

1.107

τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος.

1.108

ἀπὸ κοιλίης ὑποπέλια, ταραχώδεα, καὶ οὖρα λεπτὰ καὶ ὑδατώδεα, ὕποπτα.

1.109

φάρυγξ τρηχυνθεῖσα ἐπ’ὀλίγον, καὶ κοιλίη διαβορβορύζουσα κενῇσιν ἐξαναστάσεσι, καὶ μετώπου ἀλγήματα, ψηλαφώδεες, κοπιώδεες, ἐν στρώμασι καὶ ἱματίοισι ὀδυνώδεες, τὰ ἐκ τουτέων αὐξανόμενα δύσκολα · ὕπνος πολὺς ἐν τουτέοισι σπασμώδης, καὶ τὰ ἐς μέτωπον ἀλγήματα βαρέα, καὶ οὔρησις δυσκολαίνουσα.

1.110

καὶ οὔρου ἐπίστασις, οἷσι ῥίγεα ἐπὶ τοῖσι σπασμώδεσιν, οἷον καὶ αὐτὴ φρίξασα ἐφίδρωσεν.

1.111

αἱ ἐς ἄκρητα τελευτῶσαι καθάρσιες, ἐν πᾶσι μὲν παροξυντικαὶ, ἐν τούτοισι δὲ καὶ πάνυ · ἐκ τοιουτέων καὶ τὰ παρ’οὖς ἀνίστανται.

1.112

αἱ ταραχώδεες θρασύταται ἐπεγέρσιες σπασμώδεες, ἄλλωςτε καὶ μεθ’ἱδρῶτος.

1.113

καὶ αἱ τραχήλου καὶ μεταφρένου καταψύξιες, δοκέουσαι καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισι δὲ καὶ ἀφρώδεες οὐρήσιες, ἅμα ἀψυχίῃ καὶ ὀμμάτων ἀμαύρωσις, σπασμὸν ἐγγὺς σημαίνει.

1.114

πήχεων ἀλγήματα μετὰ τραχήλου, σπασμώδεα, ἀπὸ προσώπου δὲ ταῦτα, καὶ κατὰ φάρυγγα, ἦχοι συχνοὶ, σιελίζοντες, ἐν τουτέοισιν οἱ έν ὕπνοισιν ἱδρῶτες, ἀγαθοί · ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοῖσι πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι, τούτοισιν εὔφοροι.

1.115

οἱ ἐν πυρετοῖσιν ἐφιδρῶντες, κεφαλαλγέες, κοιλίης ἀπολελαμμένης, σπασμώδεες.

1.116

τὰ ὑποψάθυρα ὑγρὰ διαχωρήματα, περιψύχοντα οὐκ ἀπύρως, φλαῦρα · τὰ ἐπὶ τούτοισι ῥίγεα, κύστιν καὶ κοιλίην ἐπιλαμβάνοντα, ὀδυνώδεα · ἦρα τὸ κωματῶδες τουτέοισιν ἔχει τι σπασμῶδες; οὐκ ἂν θαυμάσαιμι.

1.117

τὰ ἐν ὀξέσιν ἐμετωδέως ἑλκόμενα, φλαῦρα, καὶ αἱ λευκαὶ διαχωρήσιες, δύσκολοι · ἄγλισχρα ἐκ τουτέων διεξελθόντα, ἐξίστανται καύματι πολλῷ · ἆρα ἐκ τουτέων κωματώδεες, νωθροὶ ἐπιγίνονται; τὰ ἐκ τοιουτέων μακροτέρως ἐπινοσέει · ἦρά γε περὶ κρίσιν οὗτοι βηχώδεες, δύσπνοοι;

1.118

τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύσαντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά · ἆρά γε καὶ λύεται τὰ τοιαῦτα σπασμῷ; ἐκ τῶν τοιουτέων ποικίλως διανοσέουσι, διὰ τῶν αὐτῶν ἰόντες.

1.119

οἱ ἐν ὑστερικαῖσιν ἀπύρως σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι.

1.120

κύστις ἀποληφθεῖσα; ἄλλωςτε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες · τὰ ναρκωδέως ἐν τούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια · ἦρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;

1.121

ἦρά γε καὶ κατὰ κρόταφον ὀστέων διακοπαὶ σπασμὸν ἐπικαλέονται; τὸ μεθύοντα πληγῆναι, τὸ ῥυῆναι πολὺ ἐν ἀρχῇσι;

1.122

σπασμώδεα, ἐν ἱδρῶτι πτύελα παραρρέοντα πυρετώδει ἐόντι, εὐήθεα · ἦρά γε τουτέοισιν ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται; οἴομαι δὲ τουτέοισιν ἐς ἄρθρον ἀπόστημα ἔσεσθαι.

1.123

τὰ ἐπ’ὀλίγον θρασέως παρακρούοντα, μελαγχολικά · ἢν δὲ καὶ ἀπὸ γυναικείων , θηριώδεα · ἐπὶ πλέον δὲ ταῦτα ξυμπίπτει · ἦρά γε καὶ σπασμώδεες αὗται; ἆρά γε καὶ αἱ μετὰ κάρου ἀφωνίαι, σπασμώδεες; οἷον τῇ τοῦ σκυτέως θυγατρί · ἤρξατο γυναικείων παρεόντων.

1.124

οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν · ἀτενέως; οὔτε παρ’ἑωυτοῖσίν εἰσι, διανοσέουσίτε μακροτέρως.

1.125

τὰ ἀνάπαλιν αἱμορραγεῦντα, κακὸν, οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέειν, καὶ τὰ καθ’ὑποχόνδριον ὡσαύτως, ἐφιδρῶντι δὲ, κάκιον.

1.126

τὰ ἐκ ῥινῶν μικροῖς. ἱδρῶσιν περιψυχόμενα κακοήθεα.

1.127

μεθ’αἱμορραγίην μελάνων δίοδος, κακόν · πονηρὰ δὲ καὶ τὰ ἐξερυθρώδεα · ἦρά γε τεταρταίοισι ταῦτα αἱμορραγέει; κωματώδεες, ἐκ τοιουτέων σπασμῷ τελευτῶσιν, ἄρα μελάνων προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης.

1.128

τὰ αἱμορ’ρ’αγέοντα ἐφιδροῦντα τρώματα, κακοήθεα; οὗτοι διαλεγόμενοι λαθραίως τελευτῶσιν.

1.129

μεθ’αἱμορραγίην βραχείην καὶ μελάνων διαχώρησιν, ἐν ὀξέσι, κώφωσις, κακόν · αἵματος διαχώρησις ἐν τουτέοισιν ὀλέθριον, κώφωσιν δὲ λύει.

1.130

ὀσφύϊ ἐπωδύνῶ καρδιαλγικὰ προσιόντα, σημεῖα αἱμορρώδεα, οἶμαι δὲ καὶ προγενόμενα.

1.131

τὰ τεταγμένοισι χρόνοισιν αἱμορραγεῦντα, διψώδεα, ἐκχλοιούμενα, μὴ αἱμορραγήσαντα, ἐπιληπτικὰ τελευτᾷ.

1.132

τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα · ἀποστάξαντα ἑκταῖα, κουφισθέντα νύκτα, πονήσαντα ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμορραγήσει λαύρως · ἦρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει;

1.133

οἷσιν αἱμορραγίαι πλείους, προεληλυθότος χρόνου κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πεπανθῇ.

1.134

ἐν κρισίμοισι περιψύξεσι τῶν αἱμορραγιῶν αἱ νεανικαὶ, κάκισται.

1.135

οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμορ’ρ’αγικοὶ, ἄλλωςτε καὶ ἤν τι ἐν τραχήλῳ ἐντείνῃ.

1.136

τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ αἱμορραγεῖ, ἄλλωςτε καὶ ἤν τι προερ’ρ’υήκῃ · ἆρά γε καὶ φρίξαντα;

1.137

κάτοχα, κεφαλαλγικὰ, τραχήλου ὀδυνώδεα, ὄμματα ἐξέρυθρα, αἱμορ’ρ’αγικά.

1.138

οἷσι, κοιλίης ἐπιστάσης, αἱμορραγέει, καὶ ἐπιρριγέει, ἆρα κοιλίη λειεντεριώδης καὶ ἐπίσκληρος, ἀσκαρίδες, ἀμφότερον;

1.139

οἷσιν ἐξ ὀσφύος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖρας ναρκώδεες, καρδιαλγικοὶ, ἰχωρώδεες, αἱμορραγέουσι λάβρως, καὶ κοιλίη καταρρήγνυται · τούτοισι γνῶμαι ταραχώδεες ὡς ἐπιτοπουλύ.

1.140

οἷσιν ἐφ’αἱμορραγίῃ λαύρῳ πυκνῇ μελάνων συχνῶν διαχώρησις, ἐπιστάσης δὲ αἱμορραγέουσιν, οὗτοι κοιλίην ὀδυνώδεες, ἅμα δὲ τῇσι φύσῃσιν εὔφοροι · ἦρά γε οἱ τοιοῦτοι ψυχροῖσιν ἐφιδροῦσι πολλοῖσιν; τὸ ἀνατεταραγμένον ἐν τουτέοισιν οὖρον οὐ πονηρὸν, οὐ δὲ τὸ ὑφιστάμενον γονοειδές · ἐπίσυχνον δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν.

1.141

οἷσιν ἂν ἀπὸ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρίῃ μικρὰ ἀπόσταξις, ἔχει τι δύσκολον · ἔμετος τουτέοισι ξυμφέρει καὶ κοιλίης ταραχή.

1.142

ἧσιν ἐκ ῥίγεος πυρετοὶ κοπιώδεες, γυναικεῖα κατατρέχει · τράχηλος δ’ἐν τούτοισιν ὀδυνώδης, αἱμορραγικόν.

1.143

τὰ σείοντα κεφαλὴν καὶ τὰ ἠχώδεα αἱμορραγέει, γυναικεῖα καταβιβάζει, ἄλλωςτε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθήσῃ · ἴσως δὲ καὶ δυσεντερικόν.

1.144

οἱ κατὰ κοιλίην παλμοὶ, ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ, ὀγκώδει, αἱμορραγικοί · φρικώδεες οὗτοι.

1.145

τὰ ἐκ ῥινῶν λαῦρα, βίῃ ἀποληφθέντα, ἔστιν οἷσι σπασμοὺς προσάγεται, φλεβοτομίη λύει.

1.146

αἱ πυκναὶ καὶ κατὰ μικρὰ ἐπαναστάσιες ὑπόξανθοι, γλίσχραι, ἔχουσαι μικρὰ κοπρώδεα μεθ’ὑποχονδρίου ἀλγήματος καὶ πλευροῦ, ἰκτεριώδεες · ἦρά γε, ἐπιστάντων τούτὼν, ἐκχλοιοῦνται; οἶμαι δὲ καὶ αἱμορραγέειν τουτέους · τὰ γὰρ ἐς ὀσφὺν ἀλγήματα ἐν τουτέοισιν, αἱμορραγικά.

1.147

ὑποχονδρίου ἔντασις μετὰ καρηβαρίης καὶ κωφώσιος, καὶ τὰ πρὸς αὐγὰς ὀχλέοντα, αἱμορραγικά.

1.148

αἱ ἑνδεκαταῖαι στάξιες, δύσκολοι, ἄλλωςτε καὶ ἢν ἐπιστάξῃ.

1.149

τὰ ἐν φρίκῃσιν ἅμα ἱδρώσαντα κρισίμως, ἐς δὲ τὴν αὔριον φρίξαντα, παραλόγως ἀγρυπνέοντα, αἱμορραγήσειν οἴομαι.

1.150

οἷσιν ἐξ ἀρχῆς αἱμορραγίαι λαῦραι, ῥῖγος ἵστησιν.

1.151

ἐξ αἱμορραγίης ῥίγεα, μακρά.

1.152

οἷσι κεφαλαλγίαι καὶ τραχήλου πόνοι, καὶ ὅλου δέ τις ἀκράτεια τοῦ σώματος τρομώδης, αἱμορραγίαι λύουσιν · ἀτὰρ καὶ οὕτω χρόνῳ λύεται.

1.153

οὖρα τοῖσι παρ’ὦτα ταχὺ καὶ ἐπ’ὀλίγον πεπαινόμενα, φλαῦρα · καὶ τὸ καταψύχεσθαι ὧδε, πονηρόν.

1.154

τὰ ὑποκαρώδεα καὶ ἰκτερώδεα οὐ πάνυ αἰσθανόμενα, οἷσι λύγγες, κοιλίη καταρρήγνυται · ἴσως δὲ καὶ ἐπιστάσης, οὗτοι ἐκχλοιοῦνται · ἦρα τούτοισι καὶ τὰ παρὰ τὰ ὦτα;

1.155

τὰ ἐπεσχημένα μετὰ ῥίγεος οὖρα, πονηρὰ, ἄλλωςτε καὶ προκαρωθέντα · τὰ παρ’οὖς, ἦρα ἐπὶ τούτοισιν ἐλπίς;

1.156

ἐκ στροφωδέων ὑπόστασις ἰλυώδης, ὑποπέλιος, κακή · ἆρά γε ἐκ τοιουτέων ὑποχόνδριον ὀδυνᾶται; δοκέω δὲ δεξιόν · ἦρα καὶ χλοιώδεες οἱ τοιοῦτοι, καὶ τὰ παρ’ὦτα τουτέοισιν ὀδυνώδεα ἐπ’ὀλίγον; κοιλίη καταρραγεῖσα τουτέοισιν, ὀλέθριον.

1.157

ἐν τῇσιν ἀσώδεσιν ἀγρυπνίῃσι τὰ παρ’οὖς μάλιστα.

1.158

ἐπὶ εἰλεοῖσι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ μετεώρῳ χρονιωτέρῳ, τὰ παρ’οὖς ἐπαρθέντα κτείνει.

1.159

ἐκ κωφώσιος ἐπιεικέως τὰ παρ’ὦτα, ἄλλωςτε καὶ ἢν ἀσῶδές τι ἐπιγένηται, καὶ τοῖσι κωματώδεσιν ἐπὶ τούτοισι μᾶλλον.

1.160

τὰ παρ’ὦτα, φλαῦρα τοῖσι παραπληκτικοῖσιν.

1.161

τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ’οὖς ἀνίστησιν.

1.162

τὸ σπασμῶδες, τρομῶδες, ἀσῶδες, κατόχως, σμικρὰ παρ’οὖς ἀνίστησιν.

1.163

ἦρά γε οἷσι τὰ παρ’ὦτα, κεφαλαλγικοὶ οὗτοι; ἦρά γε καὶ ἐφιδροῦσι τὰ ἄνω, τι καὶ ἐπιρριγέουσιν; ἦρά γε καὶ κοιλίη καταρρήγνυται; καί τι καὶ κωματώδεες; ἦρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖσι, καὶ ποικίλως ἔκλευκα, δυσώδεα, ποιέει τὰ παρ’οὖς; ἦρά γε οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἦρά γε καὶ γλῶσσα τούτοισι λείη.

1.164

οἷσι πνευματουμένοισιν ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες ἐπιγίνονται μεθ’ὑποχονδρίων σκληρῶν καταψυχθεῖσι, τὰ παρ’ὦτα μεγάλα ἀνίσταται.

1.165

τὰ κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα σμικρὰ, ἐν τούτοισι τὰ παρ’οὖς ἐπανίσταται, πρόσθεν δὲ καὶ τὰ περὶ πρόσωπον.

1.166

κοιλίης μέλανα κοπρώδεα διείσης, κῶμα ἐπιφανὲν τὰ παρ’οὖς ἀνίστησιν.

1.167

βηχία λεπτὰ μετὰ πτυελισμοῦ ὄντα τὰ παρ’οὖς λαπάσσει.

1.168

ἐκ κεφαλαλγίης κῶμα καὶ κώφωσις παρ’οὖς τι ἐξερεύγεται.

1.169

ὑποχονδρίου σύντασις μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ’οὖς ἐπαίρει.

1.170

τὰ ἐπώδυνα παρ’οὖς ἀκρίτως καταμωλυνθέντα, φλαῦρα.