Valerius Babrius

Aesopic Fables in Verse, 2

2.p.1
μῦθος μέν, παῖ βασιλέως Ἀλεξάνδρου, Σύρων παλαιόν ἐστιν εὕρεμ’ἀνθρώπων, οἳ πρίν ποτ’ἦσαν ἐπὶ Νίνουτε καὶ Βήλου · πρῶτος δέ φασιν εἶπε παισὶν Ἑλλήνων
2.p.5
Αἴσωπος σοφός, εἶπε καὶ Λιβυστίνοις λόγους Κυβίσσης. ἀλλ’ἐγὼ νέῃ μούσῃ δίδωμι φαλάρῳ χρυσέῳ χαλινώσας τὸν μυθίαμβον ὥσπερ ἵππον ὁπλίτην. ὑπ’ἐμοῦ δὲ πρώτου τῆς θύρας ἀνοιχθείσης
2.p.10
εἰσῆλθον ἄλλοι, καὶ ψοφωτέρας μούσης γρίφοις ὁμοίας ἐκφέρουσι ποιήσεις, μαθόντες οὐδὲν πλεῖον γεγωνίσκειν. ἐγὼ δὲ λευκῇ μυθιάζομαι ῥήσει, καὶ τῶν ἰάμβων τοὺς ὀδόντας οὐ θήγων,
2.p.15
ἀλλ’εὖ πυρώσας, εὖ δὲ κέντρα πρῃύνας, ἐκ δευτέρου σοι τήνδε βίβλον ἀείδω.
2.1
μυῶν μέν τις βίον ἔχων ἀρουραῖον, δ’ἐν ταμείοις πλουσίοισι φωλεύων, ἔθεντο κοινὸν τὸν βίον πρὸς ἀλλήλους. δ’οἰκόσιτος πρότερος ἦλθε δειπνήσων
2.5
ἐπὶ τῆς ἀρούρης ἄρτι χλωρὸν ἀνθούσης · τρώγων δ’ἀραιὰς καὶ διαβρόχους σίτου ῥίζας μελαίνῃ συμπεφυρμένας βώλῳ μύρμηκος εἶπε ζῇς βίον ταλαιπώρου, ἐν πυθμέσιν γῆς κρίμνα λεπτὰ βιβρώσκων.
2.10
ἐμοὶ δ’ὑπάρχει πολλὰ καὶ περισσεύει · τὸ κέρας κατοικῶ πρὸς σὲ τῆς Ἀμαλθείας. εἰ μοι συνέλθοις, ὡς θέλεις ἀσωτεύσῃ, παρεὶς ὀρύσσειν ἀσφάλαξι τὴν χώρην. · ἀπῆγε τὸν μῦν τὸν γεηπόνον πείσας
2.15
εἰς οἶκον ἐλθεῦν ὑπότε τοῖχον ἀνθρώπου. ἔδειξε δ’αὐτῷ, ποῦ μὲν ἀλφίτων πήρη, ποῦ δ’ὀσπρίων ἦν σωρὸς πίθοι σύκων στάμνοιτε μέλιτος σώρακοίτε φοινίκων. δ’ὡς ἐτέρφθη πᾶσι καὶ παρωρμήθη
2.20
καὶ τυρὸν ἦγεν ἐκ κανισκίου σύρων, ἀνέῳξε τὴν θύραν τις · δ’ἀποπηδήσας στεινῆς ἔφευγε δειλὸς ἐς μυχὸν τρώγλης, ἄσημα τρίζων τόντε πρόξενον θλίβων. μικρὸν δ’ἐπισχὼν εἶτ’ἔσωθεν ἐκκύψας
2.25
ψαύειν ἔμελλεν ἰσχάδος Καμειραίης · ἕτερος δ’ἐπῆλθεν ἄλλο τι προαιρήσων · οἱ δ’ἔνδον ἐκρύβοντο. μῦς δ’ἀρουρίτης τοιαῦτα δειπνῶν εἶπε χαῖρε καὶ πλούτει, καὶ τοῖς περισσοῖς αὐτὸς ἐντρύφα δείπνοις,
2.30
ἔχων τὰ πολλὰ ταῦτα μεστὰ κινδύνων. ἐγὼ δὲ λιτῆς οὐκ ἀφέξομαι βώλου, ὑφ’ἣν τὰ κρίμνα μὴ φοβούμενος τρώγω. ταῦτα ῥητέον τῷ ἐν προσχήματι φιλίας κακαῖς συμβουλίαις ἀπάγειν ἡμᾶς βουλομένῳ ζωῆς ἀταράχου καὶ κινδύνοις καθυποβάλλειν χάριν ῥεουσῶν ἡδονῶν.
2.1
μὴ λοξὰ βαίνειν ἔλεγεκαρκίνῳ μήτηρ, ὑγρῇτε πέτρῃ πλάγια κῶλα μὴ σύρειν. δ’εἶπε μῆτερ διδάσκαλος, πρώτη ὀρθὴν ἄπελθε, καὶ βλέπων σε ποιήσω. ἀντίρρησιν μῦθος ἔχει πρὸς τοὺς ἐναντίας τοῖς ἔργοις διδασκαλίας ποιουμένους.
2.1
μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσης εἶπεν τί χάσκεις; πάνθ’ἕτοιμά σοι ποίει · μετ’ἐμοῦ γὰρ ἥξεις. δὲ κέρκον οὐραίην ἄρασά φησι πάντ’ἔχω · σὺ βαρδύνεις. πρὸς ἄνδρα ἀπαρασκεύαστον πρὸς τὸν ἐν ἑτοιμασίᾳ ὄντα, καὶ περὶ συνοδοιπορίας κατεπείγοντα λόγος εὔκαιρος.
2.1
μικρέμπορός τις ὄνον ἔχων ἐβουλήθη, τοὺς ἅλας ἀκούων παρὰ θάλασσαν εὐώνους, τούτους πρίασθαι, φορτίσαςτε γενναίως τὸν ὄνον κατῆγε. τῆς δ’ὁδοῦ προκοπτούσης
2.5
ὤλισθεν ἄκων εἰς τι ῥεῖθρον ἐξαίφνης, καὶ συντακέντων τῶν ἁλῶν ἠλαφρύνθη, ῥᾴων δ’ἀνέστη καὶ παρῆν ἀμοχθήτως εἰς τὴν μεσόγεων. τοὺς ἅλας δὲ πωλήσας, πάλιν γομώσων τὸν ὄνον ἦγε, καὶ πλείω
2.10
ἔτ’ἐπετίθει τὸν φόρτον. ὡς δὲ μοχθήσας διέβαινε τὸν ῥοῦν, οὗπερ ἦν πεσὼν πρῴην, ἑκὼν κατέπεσε, καὶ πάλιν δ’ὅλους τήξας γαύρως ἀνέστη κοῦφος ὥς τι κερδήνας. δ’ἔμπορος τέχνην τιν’ἐπινοῶν πλείους
2.15
σπόγγους κατῆγεν ὕστερον πολυτρήτους ἐκ τῆς θαλάσσης, τούςθ’ἅλας μεμισήκει. δ’ὄνος πανούργως, ὡς προσῆλθε τῷ ῥείθρῳ, ἑκὼν κατέπεσεν · ἀθρόως δὲ τῶν σπόγγων διαβραχέντων πᾶς φόρτος ὠγκώθη,
2.20
βάρος δὲ διπλοῦν ἦλθε βαστάσας νώτοις. πολλάκις ἐν οἷς τις ηὐτύχησε καὶ πταίει.
2.1
μῦς ταῦρον ἔδακεν. δ’ἐδίωκεν ἀλγήσας τὸν μῦν · φθάσαντος δ’εἰς μυχὸν φυγεῖν τρώγλης, ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους, ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη
2.5
παρὰ τὴν ὀπὴν ταῦρος. ἔνθεν ἐκκύψας μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει. δ’ἐξαναστὰς οὐκ ἔχων ποιήσει, διηπορεῖτο · τῷ δ’ μῦς ἐπιτρύξας οὐχ μέγας αἰεὶ δυνατός. ἔσθ’ὅπου μᾶλλον
2.10
τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.
2.1
Μάνδρης ἔσω τις πρόβατα συλλέγων δείλης κνηκὸν μετ’αὐτῶν λύκον ἔμελλε συγκλείειν. κύων δ’ἰδὼν πρὸς αὐτὸν εἶπε πῶς σπεύδεις τὰ πρόβατα σῷσαι, τοῦτον εἰσάγων ἡμῖν; μῦθος δηλοί ὅτι οὐκ ἀσφαλὴς μετὰ τῶν κακῶν συνοικία.
2.1
μεθύων ἐλαίῳ λύχνος ἑσπέρης ηὔχει πρὸς τοὺς παρόντας ὡς ἑωσφόρου κρείσσων, λάμπειν ἅπασιν ἐκπρεπέστατον φέγγος. ἀνέμου δὲ συρίσαντος εὐθὺς ἐσβέσθη
2.5
πνοῇ ῥαπισθείς. ἐκ δὲ δευτέρης ἅπτων εἶπέν τις αὐτῷ φαῖνε, λύχνε, καὶ σίγα · τῶν δ’ἀστέρων τὸ φέγγος οὐκ ἀποθνήσκει. μῦθος ἡμᾶς διδάσκει μηδαμῶς φυσιοῦσθαι ἐπὶ τοῖς τοῦ βίου λαμπροῖς, ἐπισταμένους μηδὲν εἶναι μόνιμον.
2.1
νωθὴς χελώνη λιμνάσιν ποτ’αἰθυίαις λάροιςτε καὶ κήυξιν εἶπεν ἀγρώσταις κἀμὲ πτερωτὴν εἴθε τις πεποιήκοι. τῇ δ’ἐκ τύχης ἔλεξεν αἰετὸς ταῦτα.
2.5
πόσον, χέλυνα, μισθὸν αἰετῷ δώσεις, ὅστις σ’ἐλαφρὴν καὶ μετάρσιον θήσω; τὰ τῆς ἐρυθρῆς πάντα δῶρά σοι δώσω. τοιγὰρ διδάξω φησίν. ὑπτίην δ’ἄρας ἔκρυψε νέφεσιν, ἔνθεν εἰς ὄρος ῥίψας
2.10
ἤραξεν αὐτῆς οὖλον ὄστρακον νώτων. δ’εἶπεν ἐκψύχουσα σὺν δίκῃ θνήσκω · τίς γὰρ νεφῶν μοι καὶ τίς ἦν πτερῶν χρεία, τῇ καὶ χαμᾶζε δυσκόλως προβαινούσῃ;
2.1
νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως. γυνὴ δ’ἀκούει τοῦδε, κἀξαναστᾶσα θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα λαμπρᾶς σελήνης ἐν φάει καλὸν λίην,
2.5
τὸν ἄνδρ’ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι, κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω ἐλθοῦσ’ἐποίει τὴν προθυμίην πλήρη. ἀνὴρ δὲ ταύτης ἐξανίστατ’ἐξαίφνης ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω
2.10
ἀμηχανῶντε καὐτὸς ἦλθεν εἰς οἶμον. καὶ τῇ συνεύνῳ φησί μηδὲν ἐκπλήσσου, τὸν παῖδα δ’ἡμῶν πεῖσον εἰς δόμους ἥκειν. ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος, ἄμφω θελόντων δρᾶν τι, χἥδ’ἐρᾳθύμει.
2.15
τουτὶ μὲν οὕτως · ἔμφασις δὲ τοῦ μύθου, κακόν ἐστι δαίρειν ὅταν ἔχῃ τις ἐκτῖσαι.
2.1
Νεώς ποτ’αὐτοῖς ἀνδράσιν βυθισθείσης, ἰδών τις ἔλεγεν ἄδικα τοὺς θεοὺς κρίνειν · ἑνὸς γὰρ ἀσεβοῦς ἐμβεβηκότος πλοίῳ, πολλοὺς σὺν αὐτῷ μηδὲν αἰτίους θνήσκειν.
2.5
καὶ ταῦθ’ὁμοῦ λέγοντος, οἶα συμβαίνει, πολλῶν ἐπ’αὐτὸν ἐσμὸς ἦλθε μυρμήκων, σπεύδοντες ἄχνας πυρίνας ἀποτρώγειν · ὑφ’ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πλείους. Ἑρμῆς δ’ἐπιστὰς τῷτε ῥαβδίῳ παίων
2.10
εἶτ’οὐκ ἀνέξῃ φησί τοὺς θεοὺς ὑμῶν εἶναι δικαστὰς οἷος εἶ σὺ μυρμήκων; λόγος διδάσκει ἡμᾶς μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν ἄδικοι τοῖς ἀπαιδεύτοις δοκοῖεν εἶναι,
2.1
Ξουθὴ χελιδών, πάροικος ἀνθρώπων, ἦρος καλιὴν ηὐθέτιζεν ἐν τοίχῳ, ὅπου γερόντων οἶκος ἦν δικαστήρων · κἀκεῖ νεοσσῶν ἑπτὰ γίνεται μήτηρ,
2.5
οὔπω πτερίσκοις πορφυροῖς ἐπανθούντων. ὄφις δὲ τούτους ἑρπύσας ἀπὸ τρώγλης ἅπαντας ἐξῆς ἔφαγεν. δὲ δειλαίη παίδων ἀώρων συμφορὰς ἀπεθρήνει, οἴμοι λέγουσα, τῆς ἐμῆς ἐγὼ μοίρης ·
2.10
ὅπου νόμοι γὰρ καὶ θέμιστες ἀνθρώπων, ἔνθεν χελιδὼν ἠδικημένη φεύγω. κατὰ δικαστῶν λόγος βοηθεῖν δυναμένων τοῖς μηδὲν κακὸν πράξασι, καὶ τούτοις ὑπὸ μειζόνων ἀδικουμένοις μηδεμίαν ἀνάληψιν παρεχομένων.
2.1
ξύλινόν τις Ἑρμῆν εἶχεν · ἦν δὲ τεχνίτης. σπένδων δὲ τούτῳ καὶ καθ’ἡμέραν θύων ἔπρασσε φαύλως. τῷ θεῷ δ’ἐθυμώθη, χαμαὶ δ’ἀπεκρότησε τοῦ σκέλους ἄρας.
2.5
χρυσὸς δὲ κεφαλῆς ἐρρύη καταγείσης, ὃν συλλέγων ἅνθρωπος εἶπεν Ἑρμεία, σκαιός τίς ἐσσι καὶ φίλοισιν ἀγνώμων, ὃς προσκυνοῦντας οὐδὲν ὠφέλεις ἡμᾶς, ἀγαθοῖς δὲ πολλοῖς ὑβρίσαντας ἠμείψω.
2.10
τὴν εἰς σὲ καινὴν εὐσέβειαν οὐκ ᾔδειν. καὶ τοὺς θεοὺς Αἴσωπος ἐμπλέκει μύθοις, βουλόμενος ἡμᾶς νουθετεῖν πρὸς ἀλλήλους. πλέον οὐδὲν ἕξεις σκαιὸν ἄνδρα τιμήσας, ἀτιμάσας δ’ἂν αὐτὸν ὠφεληθείης.
2.1
τελμάτων ἔνοικος, σκιῇ χαίρων, ζῶν ὀρυκτοῖς βάτραχος παρ’εὐρίποις, εἰς γῆν παρελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις ίατρός εἰμι φαρμάκων ἐπιστήμων,
2.5
οἵων τάχ’οὐδεὶς οἶδεν, οὐ δ’ Παιήων, ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει. καὶ πῶς ἀλώπηξ εἶπεν ἄλλον ἰήσῃ, ὅς σαυτὸν οὕτω χλωρὸν ὅντα μὴ σῴζεις; πρὸς ἄνδρα ἀμαθῆ καὶ ἀπαίδευτον, ἄλλους παιδεύειν ἐπαγγελλομενον.
2.1
ὄρνις ποτ’ἠσθένησε. τῇ δὲ παρκύνψας αἴλουρος εἶπε πῶς ἔχεις; τίνων χρῄζεις; ἐγὼ παρέξω πάντα σοι · μόνον σῴζου. δ’ἂν ἀπέλθῃς εἶπεν, οὐκ ἀποθνήσω. πρὸς τοὺς πονηρᾷ διαθέσει χρηστότητα ἐπιδεικνυμένους λόγος εὔκαιρος.
2.1
ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει · λύκον δ’ἰδὼν παρόντα καὶ σαφῆ δείσας ὄλεθρον οὕτως εἶπεν. λύκε, θνήσκω, μέλλωτ’ἀποπνεῖν · σοὶ δὲ σμβαλὼν χαίρω.
2.5
σὺ μᾶλλον γὺψ κόραξ με δειπνήσεις. χάριν δέ μοι δὸς ἀβλαβῆτε καὶ κούφην, ἐκ τοῦ ποδός μου τὴν ἂκανθαν εἰρύσσας, ὥς μου κατέλθῃ πνεῦμ’ἀναλγὲς εἰς ᾅδου. κἀκεῖνος εἰπών χάριτος οὐ φθονῶ ταύτης
2.10
ὀδοῦσιν ἄκροις σκόλοπα θερμὸν ἐξῄρει. δ’ἐκλυθεὶς πόνωντε κἀνίης πάσης τὸν κνηκίαν χάσκοντα λακτίσας φεύγει, ῥῖνας μέτωπα γομφίουςτ’ἀλοιήσας. οἴμοι λύκος, τάδ’ εἶπε σὺν δίκῃ πάσχω ·
2.15
τί γὰρ ἄρτι χωλοὺς ἠρξάμην ἰατρεύειν, μαθὼν ἀπ’ἀρχῆς οὐδὲν μαγειρεύειν; ὅτι οἱ τοῖς μηδὲν προσήκουσιν ἐπιτηδεύειν ἐπιχειροῦντες, εἰκότως δυστυχοῦντες βλάβην ἑαυτοῖς ἐπιφέρουσι.
2.1
ὄρνιθος ἀγαθῆς χρύσε’ᾠὰ τικτουσης, δεσπότης θησαυρὸν ᾤεθ’εὑρήσειν ἐν τῆσδε πλεῖστον ἐγκάτοις ἀγερθέντα, κἄκτεινε ταύτην, ἀθρόων μένων λῆψιν.
2.5
εὑρὼν δ’ὅμοια τἆνδον ὀρνέοις ἄλλοις ᾤμωζε πολλὸν ἐλπίδων ἀτευκτήσας · πλείονος ἔρως γὰρ ἐστέρησε τῶν ὄντων.
2.1
ὀρνιθοθήρᾳ φίλος ἐπῆλθεν ἐξαίφνης, μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν. δὲ κλωβὸς εἶχεν οὐδέν · οὐ γὰρ ἠγρεύκει. ὥρμησε δὴ πέρδικα ποικίλον θύσων,
2.5
ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν. δ’αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι. τὸ λοιπόν εἶπε δικτύῳ τί ποιήσεις, ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων;
2.10
τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις; ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην ἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη. δ’ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει,
2.15
τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ πότ’ἐννυχεύει χυσότοξος Ὠρίων; ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει, ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων; κἀκεῖνος εἶπεν οἶσθα χρησίμους ὥρας ·
2.20
ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τί δειπνήσει. ὅτι τῷ ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένῳ οὐδεὶς λόγος ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθ’ἡδονήν.
2.1
ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων τὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπων ἐπιδραμών κατῆγε τῷ ξύλῳ παίων. δ’ὄνος πρὸς αὐτόν, ὅς τὰ νῶτ’ἐληλέγχει,
2.5
καὶ μὴν πίθηκος ἐχθές εἶπε καὶ πρώην ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας. μῦθος πρὸς ἄνδρας τοὺς ἐναντίως ἔχοντας τὰς δόξας καὶ κινδύνους ἑαυτοῖς ἐπιφέροντας.
2.1
ὄνος τις οὐκ εὔμοιρος ἀλλὰ δυσδαίμων γάλλοις ἀγύρταις εἰς τὸ κοινὸν ἐπράθη, ὅστις φέρῃ πτωχοῖσι καὶ παντουργοῖσιν πείνης ἄκος δίψηςτε, καὶ τὰ τῆς τέχνης.
2.5
οὗτοι δὲ κύκλῳ πᾶσαν ἐξ ἔθους κώμην περιόντες ἐλέγοντ’ὄψα · τίς γὰρ ἀγροίκων οὐκ οἶδεν ττιν λευκόν, ὡς ἐπηρώθη; τίς οὐκ ἀπαρχὰς ὀσπρίωντε καὶ σίτων ἁγνῷ φέρων δίδωσι τυμπάνῳ Ῥείης; […]
2.1
Ὁδοιπορῶν ἄνθρυπος εἰς ἐρημίαν ἑστῶσαν εὗρε τὴν Ἀληθίην μούνην. καί φησιν αὐτῇ διὰ τίν’αἰτίην, γραῖα, τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν ναίεις;
2.5
δ’εὐθὺ πρὸς τάδ’εἶπεν βαθυγνώμων ὅτι πρὸ τοῦ μὲν παρ’ὀλίγοισιν ἦν ψεῦδος, νῦν δ’εἰς ἅπανία βροτὸν ἐλήλυθε ψεῦδος. εἰ δ’ἔστιν εἰπεῖν καὶ κλύειν ἐμοῦ βούλῃ, νῦν πονηρὸς βίοτός ἐστιν ἀνθρώπων. λόγος οὗτος ἀνθρώπους κωμῳδεῖ, ὧν ἀλήθεια μακρὰν πέφευγε διὰ τὸ τὸ ψεῦδος τούτους φιλεῖν καὶ μᾶλλον συνοικεῖν.
2.1
ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε κωμήτης […] ὅνος εἶ θεὸν φέρων σὺ […]
2.1
Ζεὺς γράφοντ’ἐν ὀστράκοισιν Ἑρμείην […] ἐκέλευσεν εἰς κιβωτὸν αὐτὰ σωρεύειν […] ἐρευνήσας
2.5
ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. τῶν ὀστράκων δὲ κεχυμένων ἐπ’ἀλλήλοις τὸ μὲν βράδιον τὸ δὲ τάχιον ἐμπίπτει εἰς τοῦ Διὸς τὰς χεῖρας, εἴ ποτ’εὐθύνοι. τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζειν
2.10
ἂν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσῃ.
2.1
οἰῶν τις εἶπε πρὸς νομῆα τοιαῦτα. κείρεις μὲν ἡμᾶς, καὶ πόκους ἔχεις κέρσας, τὸ γάλα δ’ἀμέλγοντ’ἔστι σοι φλέον πῆξαι, ἡμῶν δὲ τέκνα μῆλά σοι περισσεύει.
2.5
πλέον οὐδὲν ἡμῖν, ἀλλὰ χἡ τροφὴ γαίης ἅπασ’· ἐν ὄρεσι δ’εὐθαλὲς τί γεννᾶται; βοτάνη γ’ὀρείῃ καὶ δρόσου γεμισθεῖσα, φέρβεις δ’ἄρ’ἡμῖν τὴν κύν’ἐν μέσοις ταύτην, τρέφων ὁποῖα σαυτὸν εὐθαλεῖ σίτῳ .
2.10
τούτων ἀκούσασ’ κύων ἔφη τοῖα · εἰ μὴ παρήμην κἀν μέσοις ἐπωλεύμην, οὐκ ἄν ποθ’ὑμεῖς ἔσχετ’ἄφθονον ποίην · ἐγὼ δὲ περιτρέχουσα πάντα κωλύω δρηστῆρα λῃστὴν καὶ λύκον διωκτῆρα . μῦθος πρὸς τοὺς τῇ τῶν πλησίον διαφθονομένους εὐημερίᾳ ἐστέν, ὅτε καὶ ὑπ’αὐτῶν ἐκείνων τὰ μέγιστα ὠφελοῦνται.
2.1
ὄνον τις ἔτρεφε καὶ κυνίδιον ὡραῖον. τὸ κυνίδιον δ’ἔχαιρε παῖζον εὐρύθμως, τὸν δεσπότηντε ποικίλως περισκαῖρον · κἀκεῖνος ἀντέχαιρεν αὔτ’ἔχων κόλποις.
2.5
δέ γ’ὄνος οὖ τὰς νύκτας ἠλέει πάσας πυρὸν φίλης Δήμητρος, ἡμέρας δ’ὕλην κατῆγ’ἀφ’ὕψους, ἐξ ἀγροῦθ’ὅσων χρεία. καὶ νῦν ἐν αὐλῇ παρὰ φάτναισι δεσμώτης ἔτρωγε κριθῆς χόρτον ὥσπερ εἰώθει.
2.10
δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμωξας, σκύμνον θεωρῶν ἁβρότητι σὺν πάσῃ, φάτνης ὀνείης δεσμὰ καὶ κάλους ῥήξας ἐς μέσσον αὐλῆς ἦλθεν ἄμετρα λακτίζων. σαίνων δ’ὁποῖα, καὶ θέλων περισκαίρειν,
2.15
τὴν μὲν τράπεζαν ἐς μέσον βαλών ἔθλα, ἅπαντα δ’εὐθὺς ἠλόησε τὰ σκεύη. δειπνοῦντα δ’ἐγγὺς ἦλθε δεσπότην κύσσων, νώτοις ἐπεμβάς · ἐσχάτου δὲ κινδύνου θεράποντες ἐν μέσοισι τοῦτον ὡς εἶδον,
2.20
ἐσάωσαν […] κρανέης δὲ κορύναις ἄλλος ἄλλοθεν κρούων ἔκτεινον, ὡς δὴ καὐτὸς ὕστατ’ἐκπνείων ἔτλην ἔλεξεν οἷα χρή με, δυσδαίμων · τί γὰρ παρ’οὐρήεσσιν οὐκ ἐπωλεύμην,
2.25
βαιῷ δ’ μέλεος κυνιδίῳ παρισούμην ; ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κἂν φθόνῳ ἀλαζονεύωνται.
2.1
σοφῆς ἀράχνης ίστὸν εὗρε κωλώτης, καὶ λεπτὸν ἐνέδυ φάρος ἐκτεμὼν τοίχου.
2.1
στικτή ποτ’ηὔχει πάρδαλις φορεῖν μούνη δορὴν ἀπάντων ποικιλωτάτην ζῴων. πρὸς ἥν ἀλώπηξ εἶπ’ ἐγὼ δὲ κἀκείνης κρείσσωτ’ἔχω καὶ ποικιλωτέρην γνώμην .
2.1
ποιμήν τις εὗρε νεόγονον λύκου σκύμνον […] γνώμη πονηρὰ χρηστὸν ἦθος οὐ τίκτει.
2.1
υἱὸν γέρων τις δειλὸς εἶχε γενναῖον […] χὥπως ἔχῃ τι βουκόλημα τῆς λύπης, ἀνέθηκε τοίχοις ποικίλας γραφὰς ζῴων […] […] τῇδ’ἐν οἰκίῃ κατεκλείσθην […]
2.5
[…] ὄγκωμα μέχρι βουβῶνος. σοι πέπρωται, ταῦτα τλῆθι γενναίως, καὶ μὴ σοφίζου · τὸ χρεών γὰρ οὐ φεύξῃ.
2.1
Ὑμηττία μέλισσα, κηρίων μήτηρ, […] ἀνῆλθεν εἰς θεῶν οἴκους […] […] δ’εἶπε δός μοι κέντρον […]
2.5
καὶ μὴ θέλων ἔδωκεν · εἶπε γὰρ δώσειν […] ζωὴ γὰρ αὐτῆς ἐστὶ πετομένης κέντρον.
2.1
χειμῶνος ὥρῃ σῖτον ἐκ μυχοῦ σύρων ἔψυχε μύρμηξ, ὃν θέρους σεσωρεύκει. τέττιξ δὲ τοῦτον ἱκέτευσε λιμώττων, δοῦναί τι καὐτῷ τῆς τροφῆς, ὅπως ζήσῃ.
2.5
τί οὖν ἐποίεις φησί τῷ θέρει τούτῳ; οὐκ ἐσχόλαζον, ἀλλὰ διετέλουν ᾄδων. γελάσας δ’ μύρμηξ, τόντε πυρὸν ἐγκλείων, χειμῶνος ὀρχοῦ φησίν, εἰ θέρους ᾖσας. κρεῖττον τὸ φροντίζειν ἀναγκαίων χρειῶν
2.10
τὸ προσέχειν νοῦν τέρψεσίντε καὶ κώμοις.
2.1
[…] ἄσωτος καταφαγὼν τὰ πατρῷα […] ταύτης ἀκούσας μικρὰ τιττυβιζούσης […]
2.1
εἰ μὴ γὰρ ὑμεῖς στελεὰ πάντ’ἐγεννᾶτε, οὐκ ἄν γεωργὸς πέλεκυν ἐν δόμοις εἶχεν.
2.1
μέλλονθ’ἑαυτὸν εἶδε κυριευθῆναι […] Τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσι.
2.1
[…] κατῆλθεν εἰς βαθὺν κρημνόν […] […] καὶ βοηθὸν ἐζήτει […] Δέον τὰ τέλη τῶν πραγμιάτων ἡμᾶς περιορᾶν καὶ οὕτως τὴν τούτωον ἐγχείρησιν ποιεῖσθαι.
2.1
πτεροῖσι τοῖς ἐμοῖσι νῦν κατεβλήθην .
2.1
Λίβυσσα γέρανος ἠδὲ ταὼς εὐπήληξ χλωρὴν ἀεὶ βόσκοντο λείμακος ποίηνG?
2.1
στρουθὸς Λίβυσσα […]
2.1
τοῦτον προσεῖπεν ἄμπελος τί με βλάπτεις; μὴ οὐκ ἔστι χλοίη; […]
2.1
οὔπω δὲ καιρός ἐστιν ἤι’ἀλλύειν.