Aesopic Fables in Verse, 1
γενεὴ ενεὴ δικαίων ἦν τὸ πρῶτον ἀνθρώπων, ὡ Βράγχε τέκνον, ἥν καλοῦσι χρυσείην. G_L τρίτη δ’ἀπ’αὐτῶν τις ἐγενήθη χαλκείη, μεθ’ἥν γενέσθαι φασὶ θείαν ἡρώων.
1.pr.5πέμπτη σιδηρᾶ ῥίζα καὶ γένος χεῖρον. ἐπὶ τῆς δὲ χρυσῆς καὶ τὰ λοιπὰ τῶν ζῴων φωνὴν ἔναρθρον εἶχε καὶ λόγους ᾔδει · ἀγοραὶ δὲ τούτων ἡσαν ἐν μέσαις ὕλαις. ἐλάλει δὲ πέτρα καὶ τὰ φύλλα τῆς πεύκης,
1.pr.10ἐλάλει δὲ πόντος, Βράγχε, νηὶ καὶ ναύτῃ, στρουθοὶ δὲ συνετὰ πρὸς γεωργὸν ὡμίλουν ἐφύετ’ἐκ γῆς πάντα μηδὲν αἰτούσης, θνητῶν δ’ὑπῆρχε καὶ θεῶν ἑταιρείη. μάθοις δ’ἂν οὕτω ταῦτ’ἔχοντα καὶ γνοίης
1.pr.15ἐκ τοῦ σοφοῦ γέροντος ἡμῶν Αἰσώπου μύθους φράσαντος τῆς παλαιτέρας μούσης. ών νῦν ἕκαστον ἵνα θέῃς ἐνὶ μνήμῃ μελισταγές σοι, λῷστε, κηρίον θήσω, πικρῶν ἰάμβων σκληρὰ κῶλα συνθλάσας.
1.1ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγήσων, τόξου βολῆς ἔμπειρος · ἦν δὲ τῶν ζῴων φυγήτε πάντων καὶ φόβου δρόμος πλήρης. λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσας
1.5αὐτῷ μάχεσθαι. “μεῖνον” εἶπε, “μὴ σπεύσῃς” ἄνθρωπος αὐτῷ, “μη δ’ἐπελπίσῃς νίκῃ · τῷ δ’ἀγγέλῳ μου πρῶτον ἐντυχών γνώσῃ τί σοι πτοητόν ἐστιν”. εἶτα τοξεύει μικρὸν διαστάς. χώ μὲν οἰστὸς ἐκρύφθη
1.10λέοντος ὑγραῖς χολάσιν · ὁ δὲ λέων δείσας ῶρμησε φεύγειν ἐς νάπας ἐρημαίας. τούτου δ’ἀλώπηξ οὐκ ἄπωθεν εἰστήκει. ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης, “οὔ με πλανήσεις” · φησίν, “οὐ δ’ἐνεδρεύσεις ·
1.15ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει, πῶς αὐτὸς ἤδη φοβερός ἐστι γιγνώσκω”. ὅτι δεῖ ἐκ τῶν προσφερομένων γινώσκειν τὴν ἑκάστου διάθε. σιν. καὶ ὅτι ἡ σοφία τῆς δυνάμεως διαφέρει.
1.1ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων καὶ τὴν δίκελλαν ἀπολέσας ἐπεζήτει, μὴ τῶν παρόντων τις ὑπέκλεψεν ἀγροίκων. ἠρνεῖθ’ἕκαστος. οὐκ ἔχων δ’ὃ ποιήσει,
1.5εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων · τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις ἀγρούς κατοικεῖν, τοὺς δ’ἐσωτέρω τείχους εἶναίτ’ἀληθεῖς καὶ τὰ πάντ’ἐποπτεύειν. ὡς δ’εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης
1.10τούς πόδας ἔνιζον κα- κἀπέθεντο τὰς πήρας, κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν μήνυτρα σύλων ὧν ὁ θεὸς ἐσυλήθη. ὁ δὲ τοῦτ’ἀκούσας εἶπεν “ὡς μάτην ἥκω · κλέπτας γὰρ ἄλλους πῶς θεός γ’ἂν εἰδείη,
1.15ὅς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει, ζητεῖ δὲ μισθοῦ μή τις οἶδεν ἀνθρώπων”; ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμένοις ὧν οὐκ εἰσὶ δεσπιστά (δεσπόταιG).
1.1αἶγάς ποτ’εἰς ἔπαυλιν αἰπόλος κλῇζων ἐπὶ σηκὸν ἄγεινθ’, ὡς αἱ μὲν ἡλθον, αἱ δ’οὔπω, μιᾶς ἀπειθοῦς ἐν φάραγγι τρωγούσης κόμην γλυκεῖαν αἰγίλουτε καὶ σχίνου
1.5τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας. τὴν δ’ἱκέτευε “μή, χίμαιρα συνδούλη, πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει, τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς · ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας”.
1.10ἡ δ’εἶπε “καὶ πῶς ἔργον ἐκφανὲς κρύψω; τὸ κέρας κέκραγε, κα- κἄν ἐγὼ σιωπήσω”. ὅτι τὰ δημοσίᾳ ἁμαρτηθέντα κατ’οὐδένα τρόπον χρὴ κρύπτειν.
1.1ἁλιεὺς σαγήνην, ἣν νεωστὶ βεβλήκει, ἀνείλετ’· ὄψου δ’ἔτυχε ποικίλου πλήρης. τῶν δ’ἐχθύων ὁ λεπτὸς εἰς βυθὸν φεύγων ὑπεξέδυνε δικτύου πολυτρήτου,
1.5ὁ μέγας δ’ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη. σωτηρία πώς ἐστι καὶ κακῶν ἔξω τὸ μικρὸν εἶναι · τὸν μέγαν δὲ τῇ δόξῃ σπανίως ἴδοις ἄν ἐκφυγόντα κινδύνους.
1.1ἀλεκτορίσκων ἠν μάχη αναγραίων, οἷς θυμὸν εἶναί φασιν οἷον ἀνθρώποις. τούτων ὁ λειφθείς (τραυμάτων γὰρ ἦν πλήρης) ἔκυπτ’ἐς οἴκου γωνίην ὑπ’αἰσχύνης ·
1.5ὁ δ’ἄλλος εὐθύς εἰς τὸ δῶμα πηδήσας ἐπικροτῶντε τοῖς πτεροῖς ἐκεκράγει. καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας ἀπῆλθ’ὁ δ’ἄλλος ἀμφέβαινε θηλείαις, ἀμείνονα σχὼν τα- τἀπίχειρα τῆς ἥττης.
1.10ἄνθρωπε, καὶ σὺ μή ποτ’ἴσθι καυχήμων, ἄλλου σε πλεῖον τῆς τύχης ἐπαιρούσης. πολλούς ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν.
1.1ἁλιεὺς θαλάσσης πᾶσαν ᾐόνα ξύων λεπτῷτε καλάμῳ τὸν γλυκύν βίον σῴζων μικρόν ποτ’ἰχθύν ὁρμιῆς ἀφ’ἱππείης ἢγρευσεν, οὐ τῶν εἰς τάγηνον ῥαίων.
1.5ὁ δ’αὐτὸν οὕτως ίκέτευεν ἀσπαίρων · τί σοι τὸ κέρδος; ἠ τίν’ὧνον εὑρήσεις; οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρῴην πρὸς τῇδε πέτρῃ φυκὶς ἔκυσ’ἐμὴ μήτηρ. νῦν οὑν ἄφες με, μὴ μάτην ἀποκτείνῃς.
1.10ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων μέγας γένωμαι, πλουσίοις πρέπων δείπνοις, τότ’ἐνθάδ’ἐλθών ὕστερόν με συλλήψψῃ. · τοιαῦτα μύζων ίκέτευε κα- κἀσπαίρων, ἀλλ’οὐκ ἔμελλε τὸν γέροντα θωπεύσειν ·
1.15ἔφη δὲ πείρων αὐτὸν ὀξέῃ σχοίνῳ “ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύῃ”.
1.1ἄνθρωπος ἕπον εἶχε. τοῦτον εἰώθει κενὸν παρέλκειν, ἐπετίθει δὲ τὸν φόρτον ὄνῳ γέροντι. πολλὰ τοιγαροῦν κάμνων ἐκεῖνος ἐλθών πρὸς τὸν ἵππον ὡμίλει
1.5“ἄν μοι θελήσῃς συλλαβεῖν τι τοῦ φόρτου, τάχ’ἂν γενοίμην σῷος · εἰ δὲ μή, θνήσκω”. ὁ δ’“οὐ προάξεις”; εἶπε “μή μ’ἐνοχλήσῃς”. εἷρπεν σιωπῶν, τῷ κόπῳ δ’ἀπαυδήσας πεσών ἔκειτο νεκρός, ὡς προειρήκει.
1.10τὸν ἵππον οὖν παρ’αὐτὸν εὐθέως στήσας ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων ἐπ’αὐτὸν ἐτίθει τὴν σάγηντε τοῦ κτήνους, καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας. ὁ δ’ἵππος “οίμοι τῆς κακῆς · ἔφη μγνώμης ·
1.15οὐ γὰρ μετασχεῖν μικρὸν οὐκ ἐβουλήθην, τοῦτ’αὐτό μοι πᾶν ἐπιτέθεικεν ἡ χρεία”.
1.1Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα πότερ’ἀναβαίνειν μᾶλλον ἠ κάτω βαίνειν αίροῖτο. κα- χὡ κάμηλος οὐκ ἄτερ μούσης εἶφ’“ἡ γαρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη”. ὁ λόγος εὐθετος πρὸς ἄνδρας διεστραμμένους τῆς εὐθείας ὀδοῦ ἐκκλίνοντας.
1.1ἁλιεύς τις αὐλούς εἶχε καὶ σοφῶς ηὔλει, καὶ δή ποτ’ὄψον ἐλπίσας ἀμοχθήτως πολύ πρὸς αὐλῶν ἡδυφωνίην ἄξειν, τὸ δίκτυον θεὶς ἐτερέτιζεν εὐμούσως.
1.5ἐπεὶ δὲ φυσῶν ἔκαμε καὶ μάτην ηὔλει, βαλών σαγήνην ἔλαβεν ἰχθύας πλείστους. ἐπὶ γῆς δ’ἰδών σπαίροντας ἄλλον ἀλλοίως, τοιαῦτ’ἐκερτόμησε, τὸν βόλον πλύνων. “ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἥν ὑμᾶς
1.10πάλαι χορεύειν, ἡνίκ’εἰς χοροὺς ηὔλουν”. οὐκ ἔστιν ἀπόνως οὐ καμόντα κερδαίνειν · ὅταν βαλών δὲ τοῦθ’ἑλῃς ὅπερ βούλει, τὸ κερτομεῖν σοι καιρός ἐστι καὶ παίζειν. ὁ μῦθος λέλεκται πρὸς τοὺς ματαίως παρὰ τὸ δέον τι ἐργαζομένους.
1.1αἰσχρᾶς τις ἤρα καὶ κακορρύπου δούλης ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ ἅπανθ’ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης, σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας,
1.5πᾶσαν μάχην συνῆπτεν οἰκοδεσποίνῃ. τὴν δ’Ἀφροδίτην ὥσπερ αἰτίην τούτων λύχνοις ἐτίμα, καὶ καθ’ἡμέραν πᾶσαν ἔθυεν ηὔχεθ’ίκέτευεν ἠρώτα, ἕως ποτ’αὐτῶν ἡ θεὸς καθευδόντων
1.10ἡλθεν καθ’ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ “μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ. τούτῳ κεχόλωμαι” φησίν “ᾧ καλὴ φαίνῃ”. ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.
1.1ἀλώπεκ’ἐχθρὰν ἀμπέλωντε καὶ κήπων ξένῃ θελήσας περιβαλεῖν τις αἰκίη, τὴν κέρκον ἂψψας καὶ λένον τι προσδήσας ἀφῆκε φεύγειν. τὴν δ’ἐπίσκοπος δαίμων
1.5ἐς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει τὸ πῦρ φλέγουσαν. ὴν δὲ ληίων ὥρη καὶ καλλίπαις ἂμητος ἐλπίδων πλήρης. ὁ δ’ἠκολούθει τὸν πολύν κόπον κλαίων, οὐ δ’εἶδεν αὐτοῦ τὴν ἄλωνα Δημήτηρ.
1.10χρὴ πρᾷον εἶναι μη δ’ἄμετρα θυμοῦσθαι. ἔστιν τις ὀργῆς νέμεσις, ἢν φυλαττοίμην, αὐτοῖς βλάβην φέρουσα τοῖς δυσοργήτοις. θυμῷ χρῆσθαι κατὰ τῶν πέλας ἀμέτρῳ καλὸν οὐκ ἔνι.
1.1ἀγροῦ χελιδών μακρὸν ἐξεπωτήθη, εὐρεν δ’ἐρήμοις ἐγκαθημένην ὕλαις ἀηδόν’ὀξύφωνον · ἡ δ’ἀπεθρήνει τὸν Ἴτυν ἄωρον ἐκπεσόντα τῆς ὥρης.
1.5ἐκ τοῦ μέλους δ’ἔγνωσαν αἱ δύ’ἀλλήλας, καὶ δὴ προσέπτησάντε καὶ προσωμίλουν. κα- χἡ μὲν χελιδὼν εἶπε “φιλτάτη, ζῴεις; πρῶτον βλέπω σε σήμερον μετὰ Θρᾴκην. ἀεί τις ἡμᾶς πικρὸς ἔσχισεν δαίμων ·
1.10καὶ παρθένοι γὰρ χωρὶς ἦμεν ἀλλήλων. ἀλλ’ἔλθ’ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων · σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις. ὕπαιθρον ὕλην λεῖπε, καὶ παρ’ἀνθρώποις ὁμώροφόν μοι δῶμα καὶ στέγην οἴκει.
1.15τί σε δροσίζει πηκτὸς ἔννυχος στίβη, καὶ καῦμα θάλπει, πάντα δ’ἀγρότιν τήκει; ἄγε δὴ σεαυτήν, σοφὰ λαλοῦσα, μηνύσῃς ὅπου γεωργοῖς κα- κοὐχὶ θηρίοις ᾄσεις”. τὴν δ’αὖτ’ἀηδὼν ὀξύφωνος ἠμείφθη ·
1.20“ἔα με πέτραις ἐμμένειν ἀοικήτοις, καὶ μή μ’ὀρεινῆς ὀργάδος σὺ χωρίσσῃς. μετὰ τὰς Ἀθήνας ἄνδρα καὶ πόλιν φεύγω · οἶκος δέ μοι πᾶς κα- κἀπίμιξις ἀνθρώπων λύπην παλαιῶν συμφορῶν ἀναξαίνει”.
1.25παραμυθία τίς ἐστι τῆς κακῆς μοίρης λόγος σοφὸς καὶ μοῦσα καὶ φυγὴ πλήθους · λύπη δ’, ὅταν τις οἷς ποτ’εὐθενῶν ὤφθη, τούτοις ταπεινὸς αὖθις ὢν συνοικήσῃ. ὅτι συμφέρει τῷ ἠδικημένῳ πόρρω γενέσθαι τῶν εἰς ἀνάμνησιν αὐτὸν φερόντων κακῶν.
1.1αὔλαξι λεπτὰς παγίδας ἀγρότης πήξας γεράνους σποραίων πολεμίας συνειλήφει. τοῦτον πελαργὸς ἱκέτευε χωλεύων (ὁμοῦ γὰρ αὐταῖς καὶ πελαργὸς ἡλώκει)
1.5“οὐκ εἰμὶ γέρανος, οὐ σπόρον καταφθείρω. πελαργός εἰμι (κα- χἡ χρόη με σημαίνει), πτηνῶν πελαργὸς εὐσεβέστατον ζῴων. τὸν ἐμὸν τιθηνῶ πατέρα καὶ νοσηλεύω”. κα- κἀκεῖνος “ὦ πελαργέ, τίνι βίῳ χαίρεις,
1.10οὐκ οἶδα” φησίν · “ἀλλὰ τοῦτο γινώσκω, ἔλαβόν σε σὺν ταῖς τα- τἆργα τα- τἀμὰ πορθούσαις. ἀπολῇ μετ’αὐτῶν τοιγαροῦν, μεθ’ὧν ἥλως”. κακοῖς ὁμιλῶν ὡς ἐκεῖνοι μισήσῃ, κα- κἂν μηδὲν αὐτὸς τοὺς πέλας καταβλάψῃς. ὁ λόγος διδάσκει φεύγειν ἡμᾶς τὰς τῶν πονηρῶν ἀνθρώπων κοινωνίας, ἵνα μὴ τῇ αὐτῶν κακίᾳ συναπολώμεθα.
1.1ἄρκος φιλεῖν ἄνθρωπον ἐκτόπως ηὔχει · νεκρὸν γὰρ αὐτοῦ σῶμ’ἔφασκε μὴ σύρειν. πρὸς ἣν ἀλώπηξ εἶπε “μᾶλλον ᾑρούμην εἰ νεκρὸν εἷλκες, τοῦ δὲ ζῶντος οὐχ ἥπτου”.
1.5ὁ ζῶντα βλάπτων μὴ νεκρόν με θρηνείτω.
1.1ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ κοινῶς ὁδεύων, ὥσπερ εἰκός, ὡμίλει. ῥέων δ’ὁ μῦθος ἦλθε μέχρις ἡρώων · — μακρὴ μὲν ἄλλως ῥῆσις οὐ δ’ἀναγκαίη —
1.5τέλος δ’ὁ μὲν Θηβαῖος υἱὸν Ἀλκμήνης μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει · ὁ δ’ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης.
1.10λέγων δ’ἐνίκα · στωμύλος γὰρ ἦν ῥήτωρ. ὁ δ’ἄλλος ὡς Βοιωτὸς οὐκ ἔχων ἴσην λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ “πέπαυσο · νικᾷς. τοιγαροῦν χολωθείη Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δ’Ἀθηναίοις”. ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ τῶν ὑπεξουσίων εἰς ματαιολογίας καὶ ἔριδας.
1.1ἄγροικος ἠπείλησε νηπίῳ τίτθη κλαίοντι “παῦσαι, μή σε τῷ λύκῳ ῥίψω”. ὁ λύκος δ’ἀκούσας τήντε γραῦν ἀληθεύειν νομίσας ἔμεινεν ὡς ἕτοιμα δειπνήσων,
1.5ἕως ὁ παῖς μὲν ἑσπέρης ἐκοιμήθη, αὐτὸς δὲ πεινῶν καὶ λύκος χανὼν ὄντως ἀπῆλθε νωθραῖς ἐλπίσιν παρεδρεύσας. λύκαινα δ’αὐτὸν ἡ σύνοικος ἠρώτα “πῶς οὐδὲν ἄρας ἦλθες, ὥσπερ εἰώθεις”;
1.10ὁ δ’εἶπε “πῶς γάρ, ὃς γυναικὶ πιστεύω”; διδάσκει ἡμὰς ὁ μῦθος ὅτι οὐ χρὴ πᾶσι πιστεύειν, γυναικὶ δὲ μάλιστα μεγάλα καὶ πάμπολλα ἐπαγγελλομένῃ. πρὸς τὸν κεναῖς ἀπάταις ἐξαπατηθέντα.
1.1αἴλουρος ὄρνεις οἰκίης ἐνεδρεύων, ὡς θύλακός τις πασσάλων ἀπηρτήθη. τὸν δ’εἶδ’ἀλέκτωρ πινυτὸς ἀγκυλογλώχιν, καὶ ταῦτ’ἐκερτόμησεν ὀξὺ φωνήσας ·
1.5“πολλοὺς μὲν οἶδα θυλάκους ἰδὼν ἤδη · οὐδεὶς δ’ὀδόντας ζῶντος εἶχεν αἰλούρου”. πρὸς τοὺς ἀπὸ πείρας γνωρισθέντας κακούργους, καὶ μηκέτι ταῖς τούτων ὑποκρίσεσί τινα ἐξαπατᾶσθαι,
1.1Βορέῃ λέγουσιν ἡλίῳτε τοιαύτην ἔριν γενέσθαι, πότερος ἀνδρὸς ἀγροίκου ὁδοιποροῦντος τὴν σίσυρναν ἐκδύσει. βορέης δ’ἐφύσα πρῶτος οἷος ἐκ Θρᾴκης,
1.5βίᾳ νομίζων τὸν φοροῦντα συλήσειν · ὁ δ’οὐ μεθῆκε, μᾶλλον ἀλλὰ ῥιγώσας καὶ πάντα κύκλῳ χερσὶ κράσπεδα σφίγξας καθῆστο, πέτρης νῶτον ἐξοχῇ κλίνας. ὁ δ’ἥλιος τὸ πρῶτον ἡδὺς ἐκκύψας
1.10ἀνῆκεν αὐτὸν τοῦ δυσηνέμου ψύχους, ἔπειτα δ’αὖ προσῆγε τὴν ἕλην πλείω · καὶ καῦμα τὸν γεωργὸν εἶχεν ἐξαίφνης, αὐτὸς δὲ ῥίψας τὴν σισύραν ἐγυμνώθη. βορέης μὲν οὕτω συγκριθεὶς ἐνικήθη ·
1.15λέγει δ’ὁ μῦθος “πρᾳότητα, παῖ, ζήλου. ἀνύσεις τι πειθοῖ μᾶλλον ἢ βίᾳ ῥέζων”. μῦθος παραινῶν ὅτι οὐ χρὴ φιλόνεικον εἶναι, ἀλλὰ πραΰτητι καὶ πειθοῖ ἀνύειν τὰ ἀνήκοντα.
1.1βότρυς μελαίνης ἀμπέλου παρ’αἰώρῃ ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη πηδῶσα ποσσὶ πορφυρῆς θιγεῖν ὥρης ·
1.5ἦν γὰρ πέπειρος κα- κεἰς τρύγητον ἀκμαία. κάμνουσα δ’ἄλλως (οὐ γὰρ ἴσχυε ψαύειν), παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην · “ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην”. ὁ μῦθος ἐλέγχει τοὺς εἰς ἀνέκβατα κοπιῶντας πράγματα καὶ τούτων ἀστοχοῦντας τρόπους ψευδεῖς προβαλλομένους.
1.1βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης. τῆς δ’ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν αὐτόν, ἀργὸς εἱστήκει, τῷ δ’Ἡρακλεῖ προσηύχεθ’, ὃν μόνον πάντων
1.5θεῶν ἀληθῶς προσεκύνειτε κα- κἀτίμα. θεὸς δ’ἐπιστὰς εἶπε “τῶν τροχῶν ἅπτου καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δ’εὔχου, ὅταν τι ποιῇς κα- καὐτός, ἢ μάτην εὔξῃ”.
1.1βόες μαγείρους ἀπολέσαι ποτ’ἐζήτουν, ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμην, καὶ δὴ συνηθροίζοντο πρὸς μάχην ἤδη κέρατ’ἀποξύνοντες. εἷς δέ τις λίην
1.5γέρων ἐν αὐτοῖς, πολλὰ γῆν ἀροτρεύσας, “οὗτοι μὲν ἡμᾶς” εἶπε “χερσὶν ἐμπείροις σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης · ἢν δ’εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, διπλοῦς τότ’ἔσται θάνατος. οὐ γὰρ ἐλλείψει
1.10τὸν βοῦν ὁ θύσων, κα- κἂν μάγειρος ἐλλείψῃ”. ὁ τὴν παροῦσαν πημονὴν φυγεῖν σπεύδων ὁρᾶν ὀφείλει μή τι χεῖρον ἐξεύρῃ. ὁ μῦθος τοῦτο δηλοῖ, ὅτι ἄμεινον δουλεύειν σοφοῖς καὶ ἐπιεικέσιν δεσπόζεσθαι ὑπὸ σκαιῶντε καὶ ἀπαιδεύτων.
1.1βίου τις ἤδη τὴν μέσην ἔχων ὥρην (νέος μὲν οὐκ ἦν, οὐδέπω δὲ πρεσβύτης) λευκαῖς μελαίνας μιγάδας ἐκλόνει χαίτας, εἶτ’εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους.
1.5ἤρα γυναικῶν δύο, νέαςτε καὶ γραίας. νέον μὲν αὐτὸν ἡ νεᾶνις ἐζήτει βλέπειν ἐραστήν, συγγέροντα δ’ἡ γραίη. τῶν οὖν τριχῶν ἑκάστοθ’ἡ μὲν ἀκμαία ἔτιλλεν ἃς ηὕρισκε λευκανθιζούσας,
1.10ἔτιλλε δ’ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει, ἕως φαλακρὸν ἡ νέατε κα- χἡ γραίη ἔθηχ’, ἑκατέρη τῶν τριχῶν ἀποσπῶσα · ἀεὶ γὰρ ἕν γε τιλλόμενος ἐγυμνοῦτο. φάσκει δ’ὁ μῦθος τοῦτο πᾶσιν ἀνθρώποις ·
1.15ἐλεεινὸς ὅστις εἰς γυναῖκας ἐμπίπτει · ἀεὶ γὰρ ἕν γε δακνόμενος ἀναλοῦται.
1.1βοηλάτης ἄνθρωπος εἰς μακρὰν ὕλην ταῦρον κεράστην ἀπολέσας ἀνεζήτει. ἔθηκε δ’εὐχὴν ταῖς ὀρεινόμοις νύμφαις, Ἑρμῇ νομαίῳ, Πανί, τοῖς πέριξ, ἄρνα
1.5λοιβὴν παρασχεῖν, εἰ λάβοι γε τὸν κλέπτην. ὄχθον δ’ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρον λέοντι θοίνην · δυστυχὴς δ’ἐπαρᾶται καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην. ἐντεῦθεν ἡμᾶς τοῦτ’ἔοικε γινώσκειν,
1.10ἄβουλον εὐχὴν τοῖς θεοῖσι μὴ πέμπειν, ἐκ τῆς πρὸς ὥραν ἐκφοβουμένους λύπης.
1.1γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρῃ, τὰ ζῷα δ’ἱλαροὺς ἦγε τῷ θεῷ κώμους. καὶ βάτραχοι δὲ λιμναίους χοροὺς ἦγον · οὓς εἶπε παύσας φρῦνος “οὐχὶ παιάνων
1.5τοῦτ’ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης · ὃς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει, τί μὴ πάθωμεν τῶν κακῶν, ἐὰν γήμας ὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ”; χαίρουσι πολλοὶ τῶν ὑπερβολῇ κούφων
1.10ἐφ’οἷς ἄγαν μέλλουσιν οὐχὶ χαιρήσειν.
1.1γνώμη λαγωοὺς εἶχε μηκέτι ζῴειν, πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ, ὁτ- ὅθοὔνεκ’εἰσὶν ἀδρανέστατοι ζῴων ψυχάςτ’ἄτολμοι, μοῦνον εἰδότες φεύγειν.
1.5ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων, ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας “ἂψ νῦν ἴωμεν. οὐκέτι χρεὼν θνήσκειν ·
1.10ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἡμῶν”.
1.1γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρη ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ. ὁ δ’ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων.
1.5αἱ δ’ὡς ἐπέσχον, σφενδονῶντα τὰς αὔρας κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν, ἕως ἐκεῖνος οὐκέθ’ὡς πρὶν εἰώθει, λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους. αἱ δ’ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις
1.10“φεύγωμεν” ἐκραύγαζον “εἰς τὰ Πυγμαίων. ἅνθρωπος οὗτος οὐκέτ’ἐκφοβεῖν ἡμᾶς ἔοικεν, ἤδη δ’ἄρχεταί τι καὶ πράσσειν”. παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων παραινέσεσι πταίοντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ ποτε πειραθεῖεν ὀδύναις.
1.1γαλῆν δόλῳ τις συλλαβώντε καὶ δήσας ἔπνιγεν ὑδάτων ἐν συναγγίᾳ κοίλῃ. τῆς δ’αὖ λεγούσης “ὡς κακὴν χάριν τίνεις ὧν σ’ὠφέλουν θηρῶσα μῦςτε καὶ σαύρας,”
1.5“ἐπιμαρτυρῶ σοι” φησίν · “ἀλλὰ καὶ πάσας ἔπνιγες ὄρνεις, πάντα δ’οἶκον ἠρήμους, βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ’ἡμᾶς”. πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας δὲ τὰ μεγάλα, εὔκαιρος ἐστὶν ὁ λόγος.
1.1γέννημα φρύνου συνεπάτησε βοῦς πίνων. ἐλθοῦσα δ’αὐτόν (οὐ παρῆν γάρ) ἡ μήτηρ παρὰ τῶν ἀδελφῶν ποῦ ποτ’ἦν ἐπεζήτει. “τέθνηκε, μῆτερ · ἄρτι πρωίης ὥρης
1.5ἦλθεν πάχιστον τετράπουν, ὑφ’οὗ κεῖται χηλῇ μαλαχθείς”. ἡ δὲ φρῦνος ἠρώτα, φυσῶσ’ἑαυτήν, εἰ τοσοῦτον ἦν ὄγκῳ τὸ ζῷον. οἱ δὲ μητρί “παῦε, μὴ πρίου. θᾶσσον σεαυτήν” εἶπον “ἐκ μέσου ῥήξεις,
1.10ἢ τὴν ἐκείνου ποσσότητα μιμήσῃ”. ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι.
1.1γέρων ποθ’ἵππος εἰς ἀλητὸν ἐπράθη, G_L ζευχθεὶς ὑπὸ μύλην ἑσπέρην τάλας πᾶσαν, καὶ δὴ στενάξας εἶπεν “ἐκ δρόμων οἵων καμπτῆρας οἵους ἀλφιτεῦσι γυρεύω”.
1.5μὴ λὴν ἐπαίρου πρὸς τὸ τῆς ἀκμῆς γαῦρον. πολλοῖς τὸ γῆρας εἰς πόνους ἀνηλώθη.
1.1γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην. τὸν δ’ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην (υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει), ὁ δὲ χειροτέχνημ’ὡς θεὸν καθιδρύσων.
1.5ἦν δ’ὀψέ, κα- χὡ λιθουργὸς οὐκ ἐπεπράκει, συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον αὖ δεῖξαι ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶδεν ὑπνώσας αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις, “σὺ δή” λέγοντα “τα- τἀμὰ νῦν ταλαντεύῃ ·
1.10ἓν γάρ με, νεκρὸν ἢ θεόν, σὺ ποιήσεις”.
1.1γαλαῖ ποτ’εἶχον καὶ μύες πρὸς ἀλλήλους ἄσπονδον αἰεὶ πόλεμον αἱμάτων πλήρη · γαλαῖ δ’ἐνίκων. οἱ μύες δὲ τῆς ἥττης ἐδόκουν ὑπάρχειν αἰτίην σφίσιν ταύτην,
1.5ὅτι στρατηγοὺς οὐκ ἔχοιεν ἐκδήλους, ἀεὶ δ’ἀτάκτως ὑπομένουσι κινδύνους. εἵλοντο τοίνυν τοὺς γένειτε καὶ ῥώμῃ γνώμῃτ’ἀρίστους, εἰς μάχηντε γενναίους, οἳ σφᾶς ἐκόσμουν καὶ διεῖλον εἰς ἴλας
1.10λόχουςτε καὶ φάλαγγας, ὡς ἐν ἀνθρώποις. ἐπεὶ δ’ἐτάχθη πάντα καὶ συνηθροίσθη, οἵτε στρατηγοὶ λεπτὰ πηλίνων τοίχων κάρφη μετώποις ἁρμόσαντες ἀκραίοις ἡγοῦντο παντὸς ἐκφανέστατοι πλήθους,
1.15καί τις γαλῆν μῦς προὐκαλεῖτο θαρσήσας. πάλιν δὲ φύζα τοὺς μύας κατειλήφει. ἇλλοι μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις · τοὺς δὲ στρατηγοὺς εἰστρέχοντας οὐκ εἴα τὰ περισσὰ κάρφη τῆς ὀπῆς ἔσω δύνειν,
1.20μόνοιθ’ἑάλον αὐτόθεν μυχῶν πρόσθεν. νίκης δ’ἐπ’αὐτοῖς καὶ τρόπαιον εἱστήκει, γαλῆς ἑκάστης μῦν στρατηγὸν ἑλκούσης. λέγει δ’ὁ μῦθος “εἰς τὸ ζῆν ἀκινδύνως τῆς λαμπρότητος εὐτέλεια βελτίων”.
1.1γαλῇ ποτ’ἀνδρὸς εὐπρεποῦς ἐρασθείσῃ δίδωσι σεμνὴ Κύπρις, ἡ πόθων μήτηρ, μορφὴν ἀμεῖψαι καὶ λαβεῖν γυναικείην καλῆς γυναικός, ἧς τίς οὐκ ἰδὼν ἤρα;
1.5ἰδὼν δ’ἐκεῖνος (ἐν μέρει γὰρ ἡλώκει) γαμεῖν ἔμελλεν. ᾐρμένου δὲ τοῦ δείπνου παρέδραμεν μῦς · τὸν δὲ τῆς βαθυστρώτου καταβᾶσα κοίτης ἐπεδίωκεν ἡ νύμφη. γάμου δὲ δαιτὴ λέλυτο, καὶ κακῶς παίξας
1.10ἔρως ἀπῆλθε · τῇ φύσει γὰρ ἡττήθη. πρὸς τοὺς τὴν φύσιν τῶν πραγμάτων ὁρᾶν ὡς ἔχει μὴ βουλ μένους, τῇ δὲ τούτων φαντασίᾳ πλανωμένους, ἔλεγχον ὁ μῦθ ἔχει.
1.1δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δ’ὥρη, καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας ἐφύλασσεν ἑστώς · καὶ γὰρ ἄκριτον πλήθει μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων,
1.5ψᾶρέςτ’ὄλεθρος σπερμάτων ἀρουραίων. τῷ δ’ἠκολούθει σφενδόνην ἔχων κοίλην παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης ἤκουον εἰ τὴν σφενδόνην ποτ’ᾐτήκει, καὶ πρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνην
1.10ὁ γεωργὸς ἄλλην τόντε παῖδα φωνήσας ἐδίδασκεν. “ὦ παῖ · χρὴ γὰρ ὀρνέων ἡμᾶς σοφὸν δολῶσαι φῦλον. ἡνίκ’ἂν τοίνυν ἔλθωσ’, ἐγὼ μέν” εἶπεν “ἄρτον αἰτήσω, σὺ δ’οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις”.
1.15οἱ ψᾶρες ἦλθον κα- κἀνέμοντο τὴν χώρην. ὁ δ’ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην · οἱ δ’οὐκ ἔφευγον. τῷ δ’ὁ παῖς λίθων πλήρη τὴν σφενδόνην ἔδωκεν · ὁ δὲ γέρων ῥίψας τοῦ μὲν τὸ βρέγμα, τοῦ δ’ἔτυψε τὴν κνήμην,
1.20ἑτέρου τὸν ὦμον, οἱ δ’ἔφευγον ἐκ χώρης. γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων. καί τις κολοιῶν εἶπε “φεύγετ’ἀνθρώπων γένος πονηρόν, ἄλλα μὲν πρὸς ἀλλήλους λαλεῖν μαθόντων, ἄλλα δ’ἔργα ποιούντων”.
1.25δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.
1.1Δήμητρι ταῦρον ὄχλος ἀγρότης θύων ἅλω πλατεῖαν οἰνάροις ὑπεστρώκει […] κρεῶν τραπέζας εἶχε καὶ πίθους οἴνου. ἐκ τῶν δὲ παίδων ἐσθίων τις ἀπλήστως
1.5ὑπὸ τῶν βοείων ἐγκάτων ἐφυσήθη, κα- κἀπῆλθ’ἐς οἴκους γαστρὸς ὄγκον ἀλγήσας. πεσὼν δ’ἐν ὑγραῖς μητρὸς ἀγκάλαις “οἴμοι, τί ταῦτ’”; ἐφώνει “δυστυχὴς ἀποθνήσκω · τὰ σπλάγχνα γάρ, τεκοῦσα, πάντα μου πίπτει”.
1.10ἡ δ’εἶπε “θάρσει κα- κἀπόβαλλε, μὴ φείδου · οὐ γὰρ σά, τέκνον, ἀλλ’ἐμεῖς τὰ τοῦ ταύρου”. ὅταν ὀρφανοῦ τις οὐσίαν ἀναλώσας ἔπειτα ταύτην ἐκτίνων ἀποιμώζῃ, πρὸς τοῦτον ἄν τις καταχρέοιτο τῷ μύθῳ.
1.1δύω μὲν υἱοὺς ἡ πίθηκος ὠδίνει, τεκοῦσα δ’αὐτοῖς ἐστὶν οὐκ ἴση μήτηρ, ἀλλ’ὃν μὲν αὐτῶν ἀθλίης ὑπ’εὐνοίης θάλπουσα κόλποις ἀγρίοις ἀποπνίγει,
1.5τὸν δ’ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει. κα- κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζῴει. τοιοῦτο πολλῶν ἐστὶν ἦθος ἀνθρώπων, οἷς ἐχθρὸς αἰεὶ μᾶλλον ἢ φίλος γίγνου.
1.1δρῦν αὐτόριζον ἄνεμος ἐξ ὅρους ἄρας ἔδωκε ποταμῷ · τὴν δ’ἔσυρε κυμαίνων πελώριον φύτευμα τῶν πρὶν ἀνθρώπων, πολὺς δὲ κάλαμος ἑκατέρωθεν εἰστήκει
1.5ἐλαφρὸς ὄχθης ποταμίας ὕδωρ πίνων. θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην λεπτός τις ὢν κα- κἀβληχρὸς οὐκ ἐπεπτώκει, αὐτὴ δὲ τόσση φηγὸς ἐξεριζώθη. σοφῶς δὲ κάλαμος εἶπε “μηδὲν ἐκπλήσσου.
1.10σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης, ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῇ γνώμῃ, κα- κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσῃ”. κάλαμος μὲν οὕτως · ὁ δέ γε μῦθος ἐμφαίνει μὴ δεῖν μάχεσθαι τοῖς κρατοῦσιν, ἀλλ’εἴκειν.
1.1δαμάλης ἐν ἀγροῖς ἄφετος, ἀτριβὴς ζεύγλης, κάμνοντι καὶ σύροντι τὴν ὕνιν ταύρῳ “τάλας” ἐφώνει “μόχθον οἷον ὀτλεύεις”. ὁ βοῦς δ’ἐσίγα κα- χὑπέτεμνε τὴν χώρην.
1.5ἐπεὶ δ’ἔμελλον ἀγρόται θεοῖς θύειν, ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς ἀπεζεύχθη, ὁ δὲ μόσχος ἁδμὴς κεῖνος εἵλκετο σχοίνῳ δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων. κα- κἀκεῖνος αὐτῷ τοιάδ’εἶπε φωνήσας ·
1.10“εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης. ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύῃ, καί σου τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει”. διδάσκει ἡμᾶς ὁ μῦθος ὅτι ἡ καλὴ ἐπιστήμη ἐκ θανάτου ῥύεται.
1.1δρυτόμοι τινὲς σχίσαντες ἀγρίαν πεύκην ἐνεῖραν αὐτῇ σφῆνας, ὡς διασταίη γένοιτότ’αὐτοῖς ὁ πόνος ὕστερον ῥᾴων. πεύκη στένουσα “πῶς ἄν” εἶπε “μεμφοίμην
1.5τὸν πέλτκυν, ὅς μου μὴ προσῆκε τῇ ῥίζῃ, ὡς τοὺς G2ίστους σφῆνας, ὧν ἐγὼ μήτηρ; ἄλλος γὰρ ἄλλῃ μ’ἐμπεσὼν διαρρήσσει”. ὁG2ῦθας ἡμῖν τοῦτο πᾶσι μηνύει, ὡς οὐδ G2 οὕτω δG2ὸν ἂν ὑπ’ἀνθρώπων
1.10πάθῃς τι τῶν G2 ὡς ὑπ’οἰκείων.
1.1δελφῖνες ἀεὶ διεφέροντο φαλαίναις. τούτοις παρῆλθε καρκίνος μεσιτεύων, ὡς εἴ τις ὢν ἄδοξος ἐν πολιτείαις στάσιν τυράννων μαχομένων εἰρηνεύοι.
1.1διέβαινε ποταμὸν ὀξὺν ὄντα τῷ ῥείθρῳ κυρτὴ κάμηλος, εἶτ’ἔχεζε. τοῦ δ’ὄνθου φθάνοντος αὐτὴν εἶπεν “ἦ κακῶς πράττω · ἔμπροσθεν ἤδη τα- τἀξόπισθέ μου βαίνει”.
1.5πόλις ἄν τις εἴποι τὸν λόγον τὸν Αἰσώπου, ἧς ἔσχατοι κρατοῦσιν ἀντὶ τῶν πρώτων.
1.1διαρραγῆναί φασιν ἐκ μέσου νώτου δράκοντι μῆκος ἐξισουμένην σαύραν. βλάψεις σεαυτόν, κα- κοὐδὲν ἄλλο ποιήσεις, ἂν τόν σε λίαν ὑπερέχοντα μιμήσῃ.
1.1δεῖπνόν τις εἶχε λαμπρὸν ἐν πόλει θύσας. ὁ κύων δὲ τούτου κυνὶ φίλῳ συναντήσας ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα. κα- κἀκεῖνος ἦλθε · τὸν δὲ τοῦ σκέλους ἄρας
1.5ὁ μάγειρος ἐκτὸς ἐξέριψε τοῦ τοίχου ἐς τὴν ἄγυιαν. τῶν κυνῶν δ’ἐρωτώντων ὅπως ἐδείπνησ’, εἶπε “πῶς γὰρ ἂν κρεῖττον, ὃς οὐ δὲ ποίαν ἠλόων με γινώσκω”; ὅτι τοῖς μὴ λόγῳ τοῖς πράγμασιν ἐγχειροῦσιν ἕπεται πολλάκις τὸ κακῶς ἐν αὐτοῖς πάσχειν.
1.1ἔλαφος κεράστης ὑπὸ τὸ καῦμα διψήσας λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης. ἐκεῖ δ’ἑαυτοῦ τὴν σκιὰν θεωρήσας χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη,
1.5ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει. παρῆν δὲ νέμεσις, ἣ τὰ γαῦρα πημαίνει. κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις, ἰδὼν δ’ἔφευγε, δίφαν οὐδέπω παύσας,
1.10καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις. ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην, κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη, καὶ ταῦτ’ἔφη · “δύστηνος ὡς διεψεύσθην · οἱ γὰρ πόδες μ’ἔσῳζον, οἷς ἐπῃδούμην,
1.15τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην”. περὶ τῶν σεαυτοῦ πραγμάτων ὅταν κρίνῃς, μηδὲν βέβαιον ὑπολάβῃς προγινώσκων, μη δ’αὖτ’ἀπογνῷς, μη δ’ἀπελπίσῃς · οὕτω σφάλλουσιν ἡμᾶς ἐνίοθ’αἱ πεποιθήσεις.
1.1ἐνέμοντο ταῦροι τρεῖς ἀεὶ μετ’ἀλλήλων. λέων δὲ τούτους συλλαβεῖν ἐφεδρεύων, ὁμοῦ μὲν αὐτοὺς οὐκ ἔδοξε νικήσειν, λόγοις δ’ὑπούλοις διαβολαῖςτε συγκρούων
1.5ἐχθροὺς ἐποίει, χωρίσας δ’ἀπ’ἀλλήλων ἕκαστον αὐτῶν ἔσχε ῥᾳδίαν θοίνην. ὅταν μάλιστα ζῆν θέλῃς ἀκινδύνως, ἐχθροῖς ἀπίστει, τοὺς φίλους δ’ἀεὶ τήρει.
1.1ἔνιφεν ὁ Ζεύς · αἰπόλος δέ τις φεύγων εἰς ἄντρον εἰσήλαυνε τῶν ἀοικήτων τὰς αἶγας ἁδρῇ χιόνι λευκανθιζούσας. εὑρὼν δ’ἐκεῖ τάχιον εἰσδεδυκυίας
1.5αἶγας κερούχους ἀγρίας, πολὺ πλείους ὧν αὐτὸς ἦγε, μείζονάςτε καὶ κρείσσους, ταῖς μὲν φέρων ἔβαλλε θαλλὸν ἐξ ὕλης, τὰς δ’ἐνδίους ἀφῆκε μακρὰ λιμώττειν. ὡς δ’ᾐθρίαζε, τὰς μὲν εὗρε τεθνώσας,
1.10αἱ δ’οὐκ ἔμειναν, ἀλλ’ὀρῶν ἀβοσκήτων ἀνέμβατον δρυμῶνα ποσσὶν ἠρεύνων. ὁ δ’αἰπόλος γελαστὸς ἦλθεν εἰς οἴκους, αἰγῶν ἔρημος · ἐλπίσας δὲ τὰς κρείσσους, οὐκ ὤνατ’οὐ δ’ὧν αὐτὸς εἶχεν ἐκ πρώτης. ὁ μῦθος ἡμᾶς ἐκδιδάσκει μηδαμῶς τῶν οἰκείων ἀμελεῖν, μάλιστα κέρδους ἕνεκα ἀμφιβόλου ὑπάρχοντος.
1.1ἔλαφος καθ’ὕλην γυῖα κοῦφα ναρκήσας ἔκειτο πεδίων ἐν χλόῃ βαθυσχίνῳ, ἐξ ἧς ἑτοῖμον χιλὸν εἶχε πεινήσας. ἤρχοντο δ’ἀγέλαι ποικίλων ἐκεῖ ζῴων
1.5ἐπισκοπούντων · ἦν γὰρ ἀβλαβὴς γείτων. ἐλθὼν δ’ἕκαστος τῆς πόας ἀποτρώγων ᾔει πρὸς ὕλας · […] ἔλαφος δὲ λιμῷ κα- κοὐ νόσῳ κατεσκλήκει, μή πω κορώνην δευτέραν ἀναπλήσας,
1.10ὃς εἰ φίλους οὐκ ἔσχε, κα- κἂν γεγηράκει. ὁ μῦθος τοῦτο λέγει, δεῖν τὰ ὁπωσοῦν ἐπιόντα δεινὰ λόγοις ἐξευμαρίζειν ἠπίοις, καὶ τὸ τούτων ὀχληρὸν ἀποπαύειν.
1.1ἐν τοῖς παλαιοῖς ἦν ἀνὴρ ὑπεργήρως, εἶχεν δὲ πολλοὺς παῖδας · οἷς ἐπισκήπτων (ἔμελλε γὰρ δὴ τὸν βίον τελευτήσειν) ἐκέλευε λεπτῶν, εἴ τις ἔστι που, ῥάβδων
1.5δέσμην ἐνεγκεῖν. ἧκέ τις φέρων ταύτην. “πειρᾶσθε δή μοι, τέκνα, σὺν βίῃ πάσῃ ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις”. οἱ δ’οὐ γὰρ ἡδύναντο · “κατὰ μίαν τοίνυν πειρᾶσθ’”. ἑκάστης δ’εὐχερῶς καταγείσης,
1.10“ὦ παῖδες, οὕτως” εἶπεν, “ἂν μὲν ἀλλήλοις ὁμοφρονῆτε πάντες, οὐ δ’ἂν εἷς ὑμᾶς βλάεψαι δύναιτο, κα- κἂν μέγιστον ἰσχύῃ · ἢν δ’ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην, πείσεσθ’ἕκαστος τα- ταὐτὰ τῇ μιᾷ ῥάβδῳ”.
1.15φιλαδελφία μέγιστον ἀγαθὸν ἀνθρώποις, ἣ καὶ ταπεινοὺς ὄντας ἦρεν εἰς ὕψος. ὁ μῦθος ἡμᾶς ἐκδιδάσκει ὅσον τὸ τῆς ὁμονοίας καλόν, καὶ τί πάλιν τὸ ἐπιζήμιον τοῖς μηδαμῶς ταύτην κεκτημένοις.
1.1ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἱστήκει, λίθων δ’ὑπ’αὐτῷ σωρὸς ἦν. κύων τούτῳ εἶπεν προσελθών “χαῖρε πρῶτον, Ἑρμεία · ἔπειτ’ἀλεῖψαι βούλομαί σε, μη δ’οὕτω
1.5θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην”. ὁ δ’εἶπεν “ἂν μὴ τοῦτό μο- μοὐπιλιχμήσῃς το- τοὔλαιον ἐλθών, μη δέ μοι προσουρήσῃς, χάριν εἴσομαί σοι · καὶ πλέον με μὴ τίμα”. ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως δυναμένοις δρᾶσαι τὰ βελτίω, κα- κἂν τῶν συνήθων αὐτῶν αἰτιῶν ἀργῆσαι.
1.1ἐκάθευδε νύκτωρ ἐργάτης ὑπ’ἀγνοίας φρέατος ἐγγύς. τῆς τύχης δ’ἐπιστάσης ἔδοξ’ἀκούειν “οὗτος, οὐκ ἐγερθήσῃ; μή σου πεσόντος αἰτίη παρ’ἀνθρώποις
1.5ἐγὼ λέγωμαι καὶ κακὴν λάβω φήμην. ἐμοὶ γὰρ ἐγκαλοῦσι πάντα συλλήβδην, ὅσ’ἂν παρ’αὑτοῦ δυστυχῇ τις ἢ πταίῃ”. ἔλεγχος τῶν εἱμαρμένην δοξαζόντων καὶ ἀνάγκῃ τὰ τῆς ἡμῶν ἐξουσίας ὑποβαλλόντων καὶ μὴ τῷ αὐτεξουσίῳ εἰς δέον κεχρημένων.
1.1ἔφευγ’ἀλώπηξ, τῆς δ’ὄπισθε φευγούσης κυνηγὸς ἐτρόχαζεν. ἡ δ’ἐκεκμήκει, δρυτόμον δ’ἰδοῦσα “πρὸς θεῶν σε σωτήρων, κρύψον με ταύταις αἷς ἔκοψας αἰγείροις,
1.5καὶ τῷ κυνηγῷ” φησί “μή με μηνύσῃς”. ὁ δ’οὐ προδώσειν ὤμνυ’· ἡ δ’ἀπεκρύφθη. ἦλθεν κυνηγός, καὶ τὸν ἄνδρ’ἐπηρώτα τῇδ’ἀλώπηξ καταδέδυκεν ἢ φεύγει. “οὐκ εἶδον” εἶπε, τῷ δὲ δακτύλῳ νεύων
1.10τὸν τόπον ἐδείκνυ’οὗ πανοῦργος ἐκρύφθη. ὁ δ’οὐκ ἐπισχών, τῷ λόγῳ δὲ πιστεύσας, παρῆλθε. θερμοῦ δ’ἐκφυγοῦσα κινδύνου κερδὼ παχείας ἐξέκυπτεν αἰγείρου, σεσηρὸς αἰκάλλουσα. τῇ δ’ὁ πρεσβύτης
1.15“ζωαγρίους μοι χάριτας” εἶπεν “ὀφλήσεις”. “ἐρρυσάμην σε” φησίν · “ἀλλά μου μνήσκου”. “πῶς οὐκ ἄν” εἶπεν “ὧν γε μάρτυς εἰστήκειν; ἔρρωσο τοίνυν, καὶ τὸν Ὅρκον οὐ φεύξῃ φωνῇ με σῴσας, δακτύλῳ δ’ἀποκτείνας”.
1.20σοφὸν τὸ θεῖον κα- κἀπλάνητον · οὐ δ’ἄν τις λαθεῖν ἐπιορκῶν προσδοκᾷ, δίκην φεύγει. εὐκαίρως ὁ μῦθος ῥηθήσεται πρὸς ἐκείνους τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους, δόλια δὲ καὶ φαῦλα ἐργαζομένους.
1.1ἔν τῴ ποτ’οἴκῳ πρόβατον εἶχέ τις χήρα, θέλουσα δ’αὐτοῦ τὸν πόκον λαβεῖν μείζω ἔκειρεν ἀτέχνως, τῆςτε σαρκὸς οὐ πόρρω τὸν μαλλὸν ἐψάλιζεν, ὥστε τιτρώσκειν.
1.5ἀλγοῦν δὲ πρόβατον εἶπε “μή με λυμαίνου · πόσην γὰρ ὁλκὴν το- τοὐμὸν οἷμα προσθήσει; ἀλλ’εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις, ἔστιν μάγειρος, ὅς με συντόμως θύσει · εἰ δ’εἰρίων πόκουτε κα- κοὐ κρεῶν χρῄζεις,
1.10πάρεστι κουρεύς, ὃς κερεῖ με καὶ σῴσει”. πρὸς τοὺς μετὰ ἀπειρίας τοῖς πράγμασιν ἐγχειροῦντας, ἐξ ἦς οὐ τοσοῦτον τὸ κέρδος ὅση βλάβη προσγίνεται.
1.1εἰς ἄστυ τετράκυκλον ἄρρενες ταῦροι ἅμαξαν ὤμοις εἷλκον · ἡ δ’ἐτετρίγει. καὶ τὸν βοώτην θυμὸς εἷλε, τῇ δ’οὕτως ἐγγὺς προσελθὼν εἶπεν ὡς ἀκουσθῆναι.
1.5“ὦ παγκάκιστον κτημάτων, τί δὴ κρώζεις ἄλλων ἐπ’ὤμοις φερομένη σιωπώντων”; κακοῦ πρὸς ἀνδρός ἐστι μακρὸν οἰμώζειν ἄλλων πονούντων, ὡσπερεὶ κάμνων αὐτὸς. ὁ μῦθος τοῦτο λέγει, μηδαμῶς ἐν τοῖς πράγμασιν ἄλλων πονουμένων ἄλλους ἀδίκως οἰμώζειν καὶ πόνους ἀλλοτρίους ἑαυτοῖς ἐπιγράφειν.
1.1εἰς λύκον ἀλώπηξ ἐμπεσοῦσα δειλαίη ζωγρεῖν ἐδεῖτο, μη δὲ γραῦν ἀποκτείνειν. ὁ δ’“ἂν λόγους μοι τρεῖς ἀληθινούς εἴπῃς, ἐγώ σε νὴ τὸν Πᾶνα” φησί “ζωγρήσω”.
1.5ἡ δ’“εἴθε μέν μοι πρῶτα μὴ συνηντήκοις · ἔπειτα δ’εἴθε τυφλὸς ὢν ὑπηντήκοις · τρίτον δ’ἐπ’αὐτοῖς εἴθε μὴ σύγ’εἰς ὥρας ἵκοιο, μη δὲ πάλιν ἐμοὶ συναντήσαις” · ὅτι πολλάκις αἱ περιστάσεις πεφύκασι καὶ παρὰ γνώμην τὰ σιγῆς ἄξια εἰς το- τοὐμφανὲς ἄγειν.
1.1εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων σκεψόμενος. ὁ θύτης δ’ἁγνὸν ἧπαρ ἁπλώσας “ὅταν μέν” εἶπε “τοῦτ’ἴδω, πατηρ γίγνῃ, ὅταν δὲ τὴν σὴν ὄψιν, οὐ δ’ἀνὴρ φαίνῃ”. πρὸς τοὺς τὰς εὐχὰς ὑπὲρ τῶν οὐ δεόντων ποιουμένους, ἢ καὶ ἄλλως μὴ δυναμένων γενέσθαι.
1.1ἕνα βοῦν τις εἶχε, τὴν ὄνον δὲ συζεύξας ἠροτρία, πτωχῶς μέν, ἀλλ’ἀναγκαίως. ἐπεὶ δὲ το- τοὖργον ἐτετέλεστο καὶ λύειν ἔμελλεν αὐτούς, εἶτ’ὄνος διηρώτα
1.5τὸν βοῦν “τίς ἄξει τῷ γέροντι τὰ σκεύη”; ὁ δὲ βοῦς πρὸς αὐτὴν εἶπεν “ὅσπερ εἰώθει”.
1.1εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζῴοις ὁ Ζεὺς ἔθηκε, πάντα δ’ἔβλεπεν κρίνων. ἦλθεν δὲ καὶ πίθηκος, ὡς καλὴ μήτηρ πίθωνα γυμνὸν σιμὸν ᾐρμένη κόλποις.
1.5γέλως δ’ἐπ’αὐτῷ τοῖς θεοῖς ἐκινήθη. ἡ δ’εἶπεν οὕτω. “Ζεὺς μὲν οἶδε τὴν νίκην, ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων”. ὁ λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν, τά γ’αὐτὸς αὐτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.
1.1Ἑρμῆς ἅμαξαν ψευσμάτωντε πληρώσας ἀπάτηςτε πολλῆς καὶ πανουργίας πάσης ἤλαυνε διὰ γῆς, ἄλλο φῦλον ἐξ ἄλλου σχέδην ἀμείβων καὶ μέρος τι τῶν δώρων
1.5νέμων ἑκάστῳ μικρόν. ὡς δὲ τῷ χώρῳ τῷ τῶν Ἀράβων ἐπῆλθε καὶ διεξῄει, λέγουσιν αὐτοῦ συντριβεῖσαν ἐξαίφνης ἐπισταθῆναι τὴν ἅμαξαν. οἱ δ’ὥσπερ πολύτιμον ἁρπάζοντες ἐμπόρου φόρτον,
1.10ἐκένωσαν αὐτὴν οὐ δ’ἀφῆκαν εἰς ἄλλους ἔτι προελθεῖν, καίπερ ὄντας, ἀνθρώπους ἐντεῦθεν Ἄραβές εἰσιν, ὡς ἐπειράθην, ψεῦσταίτε καὶ γόητες, ὧν ἐπὶ γλώσσης οὐδὲν κάθηται ῥῆμα τῆς ἀληθείας.
1.1Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας ἔθηκεν αὐτὸν πωμάσας παρ’ἀνθρώπῳ. ὁ δ’ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων τί ποτ’ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας,
1.5διῆκ’ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους, κα- κἀκεῖ πέτεσθαι τῆςτε γῆς ἄνω φεύγειν. μόνη δ’ἔμεινεν ἐλπίς, ἣν κατειλήφει τεθὲν τὸ πῶμα. τοιγὰρ ἐλπὶς ἀνθρώποις μόνη σύνεστι, τῶν πεφευγότων ἡμᾶς
1.10ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.
1.1Ζεὺς καὶ Ποσειδῶν, φασί, καὶ τρίτη τούτοις ἤριζ’Ἀθηνᾶ, τίς καλόν τι ποιήσει. ποιεῖ μὲν ὁ Ζλεὺς ἐκπρεπέστατον ζῴων ἄνθρωπον, ἡ δὲ Παλλὰς οἶκον ἀνθρώποις,
1.5ὁ δ’αὖ Ποσειδῶν ταῦρον. ᾑρέθη τούτοις κριτὴς ὁ μῶμος · ἔτι γὰρ ἐν θεοῖς ᾤκει. κα- κἀκεῖνος, ὡς πέφυκε, πάντας ἐχθραίνων, πρῶτον μὲν εὐθὺς ἔψεγεν τὸ τοῦ ταύρου, τῶν ὀμμάτων τὰ κέρατα μὴ κάτω κεῖσθαι,
1.10ὡς ἂν βλέπων ἔτυπτε · τοῦ δέ γ’ἀνθρώπου, μὴ σχεῖν θυρωτὰ μη δ’ἀνοικτὰ τὰ στήθη, ὡς ἂν βλέποιτ’ἐς τὸν πέλας τί βουλεύοι · τῆς οἰκίας δέ, μὴ τροχοὺς σιδηρείους ἐν τοῖς θεμελίοις γεγονέναι, τόπους ἄλλους
1.15συνεξαμείβειν δεσπόταισιν ἐκδήμοις. τί οὖν ὁ μῦθός φησιν ἐν διηγήσει; πειρῶ τι ποιεῖν, τὸν φθόνον δὲ μὴ κρίνειν. ἀρεστὸν ἁπλῶς οὐδέν ἐστι τῷ μώμῳ.
1.1ζωμοῦ χύτρᾳ μῦς ἐμπεσών ἀπωμάστῳ καὶ τῷ λίπει πνιγόμενος ἐκπνέωντ’ἤδη “βέβρωκα” φησί “καὶ πέπωκα καὶ πάσης τρυφῆς πέπλησμαι · καιρός ἐστί μοι θνήσκειν”.
1.5τότ’ἂν λίχνος γένοιο μῦς ἐν ἀνθρώποις, ἂν τὸ καταβλάπτον ἡδὺ μὴ παραιτήσῃ. ὅτι τὰ ἐπερχόμενα κατὰ ἀνάγκην κακὰ εἰώθασί τινες τοιούτοις ἐξομαλίζειν λόγοις.
1.1ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας, ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας. καί πως συνηβόλησαν οἱ δύ’ἀλλήλοις, κα- χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων,
1.5θήραν δ’ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην, τάτ’εἶχον ἀντέδωκαν. εἶτα τὴν θήρην ἤμειβον ἀεί, δεῖπνα δ’εἶχον ἡδίω, ἕως τις αὐτοῖς εἶπεν “ἀλλὰ καὶ τούτων τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ,
1.10πάλιν δ’ἕκαστος ἃ πρὶν εἶχε ζητήσει”. ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδέος μικρόν τι ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφ’ἕτερον τρέπει.
1.1ἡμίονος ἀργὸς χιλὸν ἐσθίων φάτνης καὶ κριθιάσας ἐτρόχαζε κα- κἀφώνει, τένοντα σείων, “ἵππος ἐστί μοι μήτηρ, ἐγὼ δ’ἐκείνης οὐδὲν ἐν δρόμοις ἥττων”.
1.5ἄφνω δ’ἔπαυσε τὸν δρόμον κατηφήσας · ὄνου γὰρ εὐθὺς πατρὸς ὢν ἀνεμνήσθη. ὁ μῦθος διδάσκει ἡμᾶς μὴ μέγα φρονεῖν ἐν ταῖς εὐημερίαις, μάλιστα δὲ τοὺς ἐξ ἀγενῶν προγόνων κατὰ τύχην δοξασθέντας.
1.1ἦν τις κατ’οἴκους ἀνδρὸς εὐσεβοῦς ἥρως ἔχων ἐν αὐλῇ τέμενος, ἔνθα δὴ θύων στέφωντε βωμοὺς καὶ καταβρέχων οἴνῳ προσηύχετ’ἀεί “χαῖρε, φίλταθ’ἡρώων,
1.5καὶ τὸν σύνοικον ἀγαθὰ δαψιλῆ ποίει”. κα- κἀκεῖνος αὐτῷ νυκτὸς ἐν μέσαις ὥραις “ἀγαθὸν μέν” εἶπεν “οὐ δ’ἂν εἷς τις ἡρώων ὦ τᾶν παράσχοι · ταῦτα τοὺς θεοὺς αἴτει · κακῶν δὲ πάντων, ἅ γε σύνεστιν ἀνθρώποις,
1.10δοτῆρες ἡμεῖς. τοιγὰρ εἰ κακῶν χρῄζεις, εὔχου · παρέξω πολλά, κα- κἂν ἓν αἰτήσῃς. πρὸς ταῦτα λοιπὸν αὐτὸς οἶδας εἰ θύσεις”. ὅτι τοὺς πονηροὺς οὐ δεῖ αἰτεῖν ἀγαθά · οὐ γὰρ παρέξουσιν. εἰ δὲ κακά τις αἰτεῖται, ἑτοίμως μᾶλλον παρέχουσι.
1.1ἤριζον ἐλάτη καὶ βάτος πρὸς ἀλλήλας. ἐλάτης δ’ἑαυτὴν πολλαχῶς ἐπαινούσης “καλὴ μέν εἰμι καὶ τὸ μέτρον εὐμήκης, καὶ τῶν νεφῶν σύνοικος ὀρθίη φύω,
1.5στέγητε μελάθρων εἰμὶ καὶ τρόπις πλοίων, δένδρων τοσούτων ἐκπρεπεστάτη πάντων”, βάτος πρὸς αὐτὴν εἶπεν “ἢν λάβῃς μνήμην τῶν πελέκεώντε τῶν ἀεί σε κοπτόντων, τῶν πριόνωντε τῶν ἀεί σε τεμνόντων,
1.10βάτος γενέσθαι καὶ σὺ μᾶλλον αἱρήσῃ”. ἅπας ὁ λαμπρὸς τῶν ἐλαττόνων μᾶλλον καὶ δόξαν ἔσχε κα- χὑπέμεινε κινδύνους. ὁ μῦθος πρὸς τοὺς κοσμικαῖς ἀρχαῖς μεγαλοφρονοῦντας καὶ διὰ τοῦτο τῶν πέλας κατεπαιρομένους, οἳ μετὰ αὐταρκείας βιοῦντες κα- κἀντεῦθεν τῶν μεγάλων ἐκφεύγουσι κινδύνων.
1.1ἤριζε τεφρὴ γέρανος εὐφυεῖ ταῷ σείοντι χρυσᾶς πτέρυγας. “ἀλλ’ἐγὼ ταύταις” ἡ γέρανος εἶπεν, “ὧν σὺ τὴν χρόην σκώπτεις, ἄστρων σύνεγγυς ἵπταμαίτε καὶ κράζω ·
1.5σὺ δ’ὡς ἀλέκτωρ ταῖσδε ταῖς καταχρύσοις χαμαὶ πτερύσσῃ” φησίν, “οὐ δ’ἄνω φαίνῃ”. θαυμαστὸς εἶναι σὺν τρίβωνι βουλοίμην ἢ ζῆν ἀδόξως πλουσίᾳ σὺν ἐσθῆτι.
1.1θεῶν Προμηθεύς ἦν τις, ἀλλὰ τῶν πρώτων. τοῦτον πλάσασθαί φασι δεσπότην ζῴων ἄνθρωπον ἐκ γῆς, ἐκ δὲ τοῦ δύω πήρας κρεμάσαι τένοντός φασι τῶν ἐν ἀνθρώποις
1.5κακῶν γεμούσας, τὴν πρόσω μὲν ὀθνείων, ἰδίων δὲ τὴν ὄπισθεν, ἥτις ἦν μείζων. διό μοι δοκοῦσι συμφορὰς μὲν ἀλλήλων βλέπειν ἀκριβῶς, ἀγνοεῖν δὲ τὰς οἴκοι.
1.1θήρης ὄναγρος καὶ λέων ἐκοινώνουν. ἀλκῇ μὲν ὁ λέων, ὁ δ’ὄνος ἦν ποσὶν κρείσσων. ἐπεὶ δὲ λείαν εἶχον ἄφθονον ζῴων, ὁ λέων μερίζει, καὶ τίθησι τρεῖς μοίρας,
1.5καὶ “τὴν μὲν αὐτός” φησί “λήψομαι πρῶτος · βασιλεὺς γάρ εἰμι · λήψομαι δὲ κα- κἀκείνην ὡς ἐξ ἴσου κοινωνός. ἡ τρίτη δ’αὕτη κακόν τι δώσει μὴ θέλοντί σοι φεύγειν”. μέτρει σεαυτόν · πρᾶγμα μηδὲν ἀνθρώπῳ
1.10δυνατωτέρῳ σύναπτε μη δὲ κοινώνει.
1.1θεοῖς Ἀπόλλων ἔλεγε μακρὰ τοξεύων · “οὐκ ἂν βάλοι τις πλεῖον, οὐ δὲ τοξεύσει”. ὁ Ζεὺς δὲ παίζων ἠρίδαινε τῷ Φοίβῳ. Ἑρμῆς δ’ἔσειεν Ἄρεος ἐν κυνῇ κλήρους.
1.5λαχὼν δ’ὁ Φοῖβος, χρυσέηντε κυκλώσας τόξοιο νευρήν, ὀξέως ἀφεὶς πρῶτος τὸ βέλος ἔπηξεν ἐντὸς ἑσπέρου κήπου. ὁ Ζεὺς δὲ διαβὰς τα- ταὐτὸ μέτρον εἱστήκει, καί “ποῦ βάλω, παῖ,” φησίν “οὐκ ἔχω χώραν”.
1.10τόξου δὲ νίκην ἔλαβε μη δὲ τοξεύσας. ὅτι ἔστι τινὰ καὶ κόπου χωρὶς νίκην ἄρασθαι, σοφῶς τοῖς πράγμασι κεχρημένον.
1.1θάμνου λαγωὸν δασύποδ’ἐξαναστήσας κύων ἐδέωκεν οὐκ ἄπειρος ἀγρεύειν, δρόμῳ δ’ἐλείφθη. καί τις αἰπόλος σκώπτων “ὁ πηλίκος σου” φησίν “εὑρέθη θάσσων”.
1.5ὁ δ’εἶπεν “ἄλλως ἄλλον ἁρπάσαι σπεύδων τρέχει τις, ἄλλως δ’αὑτὸν ἐκ κακοῦ σῴζων”.
1.1θεῶν γαμούντων, ὡς ἕκαστος ἐζεύχθη, ἐφ’ἄπασι Πόλεμος ἐσχάτῳ παρῆν κλήρῳ. ὕβριν δὲ γήμας, ἣν ἄρ’ὕστατ’εἰλήφει, ταύτης περισσῶς, ὡς λέγουσιν, ἠράσθη,
1.5ἕπεται δὲ ταύτῃ πανταχοῦ βαδιζούσῃ. μήτ’οὖν ἔθνη που, μὴ πόλεις τὰς ἀνθρώπων ὕβρις ἐπέλθοι, προσγελῶσα τοῖς δήμοις, ἐπεὶ μετ’αὐτὴν πόλεμος εὐθέως ἥξει.
1.1ἰδὼν γεωργὸς νῆα ναυτίλων πλήρη βάπτουσαν ἤδη κῦμα κυρτὸν ἐκ πρῴρης, “ὦ πέλαγος” εἶπεν, “εἴθε μήποτ’ἐπλεύσθης, ἀνηλεὲς στοιχεῖον ἐχθρὸν ἀνθρώποις”.
1.5ἤκουσε δ’ἡ θάλασσα, καὶ γυναικείην λαβοῦσα φωνὴν εἶπε “μή με βλασφήμει · ἐγὼ γὰρ ὑμῖν οὐδὲν αἰτίη τούτων, ἄνεμοι δέ, πάντων ὧν ἐγὼ μέση κεῖμαι. τούτων δὲ χωρὶς ἂν ἴδῃς με καὶ πλεύσῃς,
1.10ἐρεῖς με τῆς σῆς ἠπιωτέρην γαίης”. ὅτι πολλὰ χρηστὰ πράγμαθ’αἱ κακαὶ χρήσεις τρέπουσιν εἰς τὸ χεῖρον, ὡς δοκεῖν φαῦλα. ὁ μῦθος οὗτος ἐλέγχει ἐκείνους οἵτινες διαβολαῖς πρὸς τοὺς υνάστας βλάπτειν πεφύκασι τοὺς πέλας, οἳ παραπλήσιοί εἰσιν ἀνέμοις χειμερίοις.
1.1Ἶρίς ποτ’οὐρανοῖο πορφυρῆ κῆρυξ πτηνοῖσι κάλλους εἶπεν ἐν θεῶν οἴκοις. ἀγῶνα κεῖσθαι · πᾶσι δ’εὐθὺς ἠκούσθη, καὶ πάντα θείων ἔσχεν ἵμερον δώρων.
1.5ἔσταζε πέτρης αἰγὶ δυσβάτου κρήνη, καὶ θερινὸν ὕδωρ καὶ διαυγὲς εἰστήκει · πάντωντ’ἐπ’αὐτὸ φῦλον ἦλθεν ὀρνίθων, πρόσωπα δ’αὑτῶν ἐξέλουε καὶ κνήμας, ἔσειε ταρσούς, ἐκτένιζε τὰς χαίτας.
1.10ἦλθεν δ’ἐκείνην καὶ κολοιὸς εἰς κρήνην γέρων, κορώνης υἱός, ἄλλο δ’ἐξ ἄλλου πτερὸν καθύγρων ἐντὸς ἁρμόσας ὤμων μόνος τὰ πάντων ποικίλως ἐκοσμήθη, καὶ πρὸς θεοὺς ἤιξεν αἰετοῦ κρείσσων.
1.15ὁ Ζεὺς δ’ἐθάμβει, καὶ παρεῖχε τὴν νίκην, εἰ μὴ χελιδὼν αὐτόν, ὡς Ἀθηναία, ἤλεγξεν ἑλκύσασα τὸ πτερὸν πρώτη. ὁ δ’εἶπεν αὐτῇ “μή με συκοφαντήσῃς”. τὸν δ’ἆρα τρυγὼν ἐσπάραττε καὶ κίχλα
1.20καὶ κίσσα καὶ κορυδαλὸς οὑν τάφοις σπίζων, κα- χὡ νηπίων δὲ φηλὸς ὀρνέων ἵρηξ, τάτ’ἄλλ’ὁμοίως. καὶ κολοιὸς ἐγνώσθη. ὦ παῖ, σεαυτὸν κόσμον οἰκεῖον κόσμει · ξένοις γὰρ ἐμπρέπων στερηθήσῃ τούτων. ὅτι οἱ νόθον καὶ ἐπείσακτον αὑτοῖς περιθέντες κόσμον ἀλλο τρίῳτε κάλλει σεμνυνόμενοι, εἴ ποτε τοῦ τοιούτου γυμνωθεῖεν, γέλως λοιπὸν τοῖς πρὶν ἀγνοοῦσιν ὁρῶνται.
1.1ἴκτινος ἄλλην εἶχεν ὀξέην κλάγγα · ἵππου δ’ἀκούσας χρεμετίσαντος εὐφώνως, μιμούμενος τὸν ἵππον οὔτε τὴν κρείσσω φωνὴν θελήσας ἔσχεν οὔτε τὴν πρώτην. ὅτι οἱ τῶν ἀδυνάτων ἐρῶντες ἔσθ’τε καὶ τῶν μετὰ χεῖρας ἀστοχοῦσι.
1.1ἵπποςτε καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους κάμνοντες ἦλθον οἰκίην ἐς ἀνθρώπου. κα- κἀκεῖνος αὐτοῖς τὰς θύρας ἀναπλώσας παρῆγεν ἔνδον, καὶ παρ’ἑστίῃ θάλψας
1.5πυρὸς γεμούσῃ παρετίθει τι τῶν ὄντων, κριθὰς μὲν ἵππῳ, λάθυρα δ’ἐργάτῃ ταύρῳ · ὁ κύων γὰρ αὐτῷ συντράπεζος εἱστήκει. ξενίας δ’ἀμοιβὴν ἀντέδωκαν ἀνθρώπῳ μερίσαντες αὐτῷ τῶν ἐθῶν ἀφ’ὧν ἔζων,
1.10ὁ μὲν ἵππος εὐθύ · διόπερ ἐν χρόνοις πρώτοις ἕκαστος ἡμῶν γαῦρός ἐστι τὴν γνώμην · ὁ δὲ βοῦς μετ’αὐτόν · διόπερ εἰς μέσους ἥκων μοχθεῖ φίλεργόςτ’ἐστὶν ὄλβον ἀθροίζων. ὁ κύων δ’ἔδωκε, φασί, τοὺς τελευταίους ·
1.15διὸ δυσκολαίνει, Βράγχε, πᾶς ὁ γηράσας, καὶ τὸν διδόντα τὴν τροφὴν μόνον σαίνει, ἀεὶ δ’ὑλακτεῖ, καὶ ξένοισιν οὐ χαίρει. διαβολὴν ὁ μῦθος ἔχει ἀνδρῶν ἐκείνων τῶν μηδεμίαν τοῖς ξένοις πρόνοιαν ποιουμένων, εἰς μόνον δὲ τοὺς οἰκείους τὴν στοργὴν περιιστώντων, ἀπὸ τῆς τοῦ κυνὸς ὑποδείξεως.
1.1ἰατρὸς ἦν ἄτεχνος. οὗτος ἀρρώστῳ πάντων λεγόντων “μὴ δέδιθι, σωθήσῃ · πάθος μέν ἐστι χρόνιον, ἀλλ’ἔσῃ ῥᾴων,” ὧδ’ἁτεχνὴς ἰατρὸς εἶπεν εἰσβαίνων ·
1.5“ἕτοιμα δεῖ σε πάντ’ἔχειν · ἀποθνήσκεις. οὐκ ἐξαπατῶ σε” φησίν “οὐ δ’ἐνεδρεύω · τὴν αὔριον γὰρ τό γ’ἄκρον οὐχ ὑπερβήσῃ”. ταῦτ’εἶπε, καὶ τὸ λοιπὸν οὐκέτ’εἰσῄει. χρόνῳ δ’ἐκεῖνος ἐκ νόσων ἀνασφήλας
1.10προῆλθεν ὠχρός, τοῖς ποσὶν μόλις βαίνων. ὁ δ’ἰατρὸς αὐτῷ “χαῖρ’” ἔφη συναντήσας, καὶ πῶς ἔχουσιν οἱ κάτω διηρώτα. κα- κἀκεῖνος εἶπεν “ἠρεμοῦσι τῆς Λήθης πιόντες. ἡ Κόρη δὲ κα- χὡ μέγας Πλούτων
1.15πρῴην ἰατροῖς δεινὰ πᾶσιν ἠπείλουν ἐπὶ τῷ θεραπεύειν τοὺς νοσοῦντας ἀνθρώπους, ἀνέγραφον δὲ πάντας, ἐν δὲ τοῖς πρώτοις καὶ σὲ γράφειν ἔμελλον · ἀλλ’ἐγὼ δείσας εὐθὺς προσῆλθον, ἡψάμηντε τῶν σκήπτρων,
1.20κα- κἀπώμοσ’αὐτοῖς ὅτι σὺ ταῖς ἀληθείαις ἰατρὸς οὐκ εἶ καὶ μάτην διεβλήθης”. ὁ μῦθος οὗτος ῥηθήσεται πρὸς τοὺς κενὸν ὄνομα ἐπὶ πράγματί τινι κεκτημένους, τὴν δὲ τουτου πεῖραν παντελῶς οὐκ ἔχοντας.
1.1ἱππεὺς τὸν ἵππον, ἄχρι μὲν συνειστήκει ὁ πόλεμος, ἐκρίθιζε κα- κἄτρεφεν χόρτῳ, παραστάτην γενναῖον ἐν μάχαις κρίνων · ἐπεὶ δ’ἐπαύσατ’, ἦν δὲ λοιπὸν εἰρήνη
1.5καὶ μισθὸν ἱππεὺς οὐκέτ’εἶχεν ἐκ δήμου, τότ’ἐκεῖνος ἵππος πολλάκις μὲν ἐξ ὕλης κορμοὺς παχεῖς κατῆγεν εἰς πόλιν βαίνων, μισθῷτε φόρτον ἔφερεν ἄλλοτ’ἀλλοῖον, τὸ πνεῦμα σῴζων ἐπ’ἀχύροισι δυστήνοις,
1.10σάγην δὲ νώτοις ἔφερεν οὐκέθ’ἱππείην. ὡς δ’αὖ πρὸ τειχῶν πόλεμος ἄλλος ἠκούσθη, σάλπιγξτ’ἐκέλευε πᾶσιν ἀσπίδα σμήχειν ἵππουςτε κοσμεῖν καὶ σίδηρον ὀξύνειν, κα- κἀκεῖνος αὖ τὸν ἵππον ἐγχαλινώσας
1.15ὁ δεσπότης παρῆγεν ὡς ἐφιππεύσων. ὁ δ’ὀκλάσας ἔπιπτεν οὐκέτ’ἰσχύων. “ἔντασσε πεζοῖς σαυτόν” εἶπεν “ὁπλίταις σὺ γάρ μ’ἀφ’ἵππων εἰς ὄνους μεταστήσας πῶς αὖθις ἵππον ἐξ ὄνου με ποιήσεις”; μηδαμῶς τοῦ παρόντος δεῖν ἐπιμελεῖσθαι μόνον ὁ μῦθος δι. δάσκει, ἀλλὰ καὶ τοῦ μέλλοντος προνοεῖσθαι τὸ γὰρ μὴ οὕτω γινόμενον πολλοῖς πολλάκις οὐ τὴν τυχοῦσαν ἤγαγε βλάβην.
1.1κόραξ δεδηχὼς στόματι τυρὸν εἱστήκει · τυροῦ δ’ἀλώπηξ ἰχανῶσα κερδῴη μύθῳ τὸν ὄρνιν ἠπάτησε τοιούτῳ. “κόραξ, καλαί σοι πτέρυγες, ὀξέη γλήνη,
1.5θηητὸς αὐχήν · στέρνον αἰετοῦ φαίνεις, ὄνυξι πάντων θηρίων κατισχύεις. ὁ τοῖος ὄρνις κωφός ἐσσι κα- κοὐ κρώζεις”. κόραξ δ’ἐπαίνῳ καρδίην ἐχαυνώθη, στόματος δὲ τυρὸν ἐκβαλὼν ἐκεκράγει.
1.10τὸν δ’ἡ σοφὴ λαβοῦσα κερτόμῳ γλώσσῃ “οὐκ ἦσθ’ἄφωνος” εἶπεν “ἀλλὰ φωνήεις. ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ σοι λείπει”. ὁ μῦθος διδάσκει μηδαμῶς ἄνθρωπον ἐπαίνοις ἐξαπατᾶσθαι ζημίαι γὰρ ἐντεῦθεν καὶ ἀτιμίαι εἰώθασι γίνεσθαι.
1.1κόραξ νοσήσας εἶπε μητρὶ κλαιούσῃ “μὴ κλαῖε, μῆτερ, ἀλλὰ τοῖς θεοῖς εὔχου νόσου με δεινῆς καὶ πόνων ἀνασφῆλαι”. “καὶ τίς σε” φησί “τῶν θεῶν, τέκνον, σῴσει;
1.5τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη”; ὅτι τοῖς ἀμεταμέλητα φησὶν εἰς θεὸν πλημμελοῦσιν ἀνωφελεῖς γίγνονται αἱ ὑπὲρ αὐτῶν δεήσεις.
1.1κρέας κύων ἔκλεψεν ἐκ μαγειρείου, καὶ δὴ παρῄει ποταμόν · ἐν δὲ τῷ ῥείθρῳ πολὺ τοῦ κρέως ἰδοῦσα τὴν σκιὴν μείζω, τὸ κρέας ἀφῆκε, τῇ σκιῇ δ’ἐφωρμήθη.
1.5ἀλλ’οὔτ’ἐκείνην εὗρεν οὔθ’ὃ βεβλήκει, πεινῶσα δ’ὀπίσω τὸν πόρον διεξῄει. βίος ἀβέβαιος παντὸς ἀνδρὸς ἀπλήστου ἐλπίσι ματαίαις πραγμάτων ἀναλοῦται.
1.1κάμηλον ἠνάγκαζε δεσπότης πίνων ὀρχεῖσθ’ὑπ’αὐλοῖς κυμβάλοιςτε χαλκείοις. ἡ δ’εἶπ’“ἐμοὶ γένοιτο κα- κἀν ὁδῷ βαίνειν ἄνευ γέλωτος, μή τι κα- κἀν χορῷ παίζειν”. ἀντίρρησιν ὁ λόγος ἔχει παρὰ τῶν σωφρόνως ζῆν αἱρουμένων πρὸς τοὺς ἐν βίῳ κενὰ ἐπινοουμένους.
1.1κερδοῖ πίθηκος φησίν “ἣν ὁρᾷς στήλην, ἐμοὶ πατρῴητ’ἐστὶ κα- κἄτι παππῴη”. κερδὼ πιθήκῳ φησίν “ὡς θέλεις ψεύδου, ἔλεγχον οὐκ ἔχουσα τῆς ἀληθείας”.
1.5κακοῦ πρὸς ἀνδρός ἐστι μὴ φεύγειν ψεῦδος, κα- κἂν λανθάνειν ψευδόμενος εὐχερῶς μέλλῃ. οὕτως οἱ λίαν ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅτε τοὺς ἐλέγχους κατ’ὄψιν οὐκ ἔχουσι.
1.1κοιμωμένου λέοντος ἀγρίης χαίτης διέδραμεν μῦς · ὁ δὲ λέων ἐθυμώθη, φρίξας δὲ χαίτην ἔθορε φωλάδος κοίτης. κερδὼ δ’ἐπεχλεύαζεν, ὡς ἐκινήθη
1.5πρὸς μῦν ὁ πάντων θηρίων τυραννεύων. ὁ δ’“οὐχὶ τὸν μῦν” εἶπεν, “ὦ παλαμναίη, δέδοικα, μή μου τὴν δορὴν κνίσῃ φεύγων · χαίτην δ’ἔμελλε τὴν ἐμὴν καταισχύνειν”. ἀρχόμενον ἅρτι τὸ θρασὺ τῶν ὑβριζόντων,
1.10κα- κἂν μικρὸν ᾖ, κώλυε, μη δὲ συγχώρει εὐκαταφρόνητον σαυτὸν εἶναι τοῖς φαύλοις. ὁ λόγος διδάσκει ὅτι οὐ δὲ ὑπὸ τῶν μετρίων δέῖ ἡμᾶς καταφρονεῖσθαι, διὰ τὸ μὴ ἐντεῦθεν συνήθειαν κακὴν γεννηθῆναι.
1.1κριθάς τις ἵππον […] […] πᾶσαν ἡμέραν πίνων, ἔτριβεν ἐκτένιζεν ἡμέρῃ πάσῃ. ὁ δ’εἶπεν “εἰ θέλεις με ταῖς ἀληθείαις
1.5καλὸν γενέσθαι, τὸ τρέφον με μὴ πώλει”. τῶν καιρίων δεῖ τὸν φιλοῦντα φροντίζειν καὶ συμφερόντων · κόσμος οὐδὲν ὠνήσει […] τὸν ἀποροῦντα τῶν ἀναγκαίων. ὁ παρὼν ῥηθήσεται λόγος πρὸς τοὺς ἀντὶ ἀναγκαίων πραγμάτων τοῖς λόγοις μόνοις τοὺς πέλας ἐξαπατῶντας.
1.1κώνωψ ἐπιστὰς κέρατι καμπύλῳ ταύρου μικρόντ’ἐπισχὼν εἶπε ταῦτα βομβήσας. “εἰ σοῦ βαρύνω τὸν τένοντα καὶ κλίνω, καθεδοῦμ’ἀπελθὼν ποταμίας ἐπ’αἱγείρου”.
1.5ὁ δ’“οὐ μέλει μοι” φησίν “οὔτ’ἑὰν μείνῃς οὔτ’ἂν ἀπέλθῃς · οὐ δ’ὅτ’ἦλθες ἐγνώκειν”. γελοῖος ὅστις οὐδὲν ὢν κατ’ἀνθρώπων τῶν κρειττόνων θρασύνεθ’ὥς τις ὢν σφόδρα. κατηγορίαν ὁ λόγος περιέχει ἀνδρὸς εὐτελοῦς καὶ λίαν ἀνδυνάτου, ὑπολήψεις δὲ μεγάλας περὶ ἑαυτοῦ κεκτημένου.
1.1κυσίν ποτ’ἔχθρα καὶ λύκοις συνειστήκει. κύων δ’Ἀχαιὸς ᾑρέθη κυνῶν δήμου στρατηγὸς εἶναι. καὶ μάχης ἐπιστήμων ἔμελλεν, ἐβράδυνεν. οἱ δ’ἐπηπείλουν,
1.5εἰ μὴ προάξει, τὴν μάχην δ’ἐνεδρεύσει. “ἀκούσατ’” εἶπεν “οὗ χάριν διατρίβω, τί δ’εὐλαβοῦμαι · χρὴ δ’ἀεὶ προβουλεύειν. τῶν μὲν πολεμίων τὸ γένος ὧν ὁρῶ πάντων ἕν ἐστιν · ἡμῶν δ’ἦλθον οἱ μὲν ἐκ Κρήτης,
1.10οἱ δ’ἐκ Μολοσσῶν, εἰσὶν οἳ δ’Ἀκαρνάνων, ἄλλοι δὲ Δόλοπες, οἱ δὲ Κύπρον ἢ Θρᾴκην αὐχοῦσιν, ἄλλοι δ’ἄλλοθεν. τί μηκύνω; τὸ χρῶμα δ’ἡμῖν οὐχ ἕν ἐστιν ὡς τούτοις, ἀλλ’οἱ μὲν ἡμῶν μέλανες, οἱ δὲ τεφρώδεις,
1.15ἔνιοι δὲ λαμπροὶ καὶ διάργεμοι στήθη, ἄλλοι δὲ λευκοί. πῶς ἂν οὖν δυνηθείην εἰς πόλεμον ἄρχειν” εἶπε “τῶν ἀσυμφώνων πρὸς τοὺς ὅμοια πάντ’ἔχοντας ἀλλήλοις”; συμφωνία μέγιστον ἀγαθὸν ἀνθρώποις ·
1.20τὸ δὲ στασιάζον ἀσθενέςτε καὶ δοῦλον.
1.1κοίλωμα ῥίζης φηγὸς εἶχεν ἀρχαίη · ἐν τῇ δ’ἔκειτο ῥωγὰς αἰπόλου πήρη, ἄρτων ἑώλων πᾶσα καὶ κρεῶν πλήρης. ταύτην ἀλώπηξ εἰσδραμοῦσα τὴν πήρην
1.5ἐξέφαγε · γαστὴρ δ’, ὥσπερ εἰκός, ὠγκώθη, στενῆς δὲ τρώγλης οὐκέτ’εἶχεν ἐκδῦναι. ἑτέρα δ’ἀλώπηξ ὡς ἐπῆλθε κλαιούσῃ, σκώπτουσα “μεῖνον” εἶπεν “ἄχρι πεινήσῃς · οὐ δ’ἐξελεύσῃ πρότερον ἄχρι τοιαύτην
1.10τὴν γαστέρα σχῇς, ἡλίκην ὅτ’εἰσῄεις”. ὁ μῦθος παραινεῖ μηδαμῶς σπεύδειν τινὰ πρὸς πλεονεξίαν τοῦ πέλας, γινώσκων ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.
1.1κύων λαγωὸν ἐξ ὄρους ἀναστήσας ἐδίωκε δάκνων αὐτὸν εἰ κατειλήφει, μεταστραφεὶς δ’ἔσαινεν ὡς φίλῳ ψαύων. ὁ λαγωός “ἁπλοῦν” δ’εἶπε “θηρίον γίγνου.
1.5φίλος εἶ; τί δάκνεις; ἐχθρὸς εἶ; τί οὖν σαίνεις”; ἀμφίβολος οὗτός ἐστι νοῦς ἐν ἀνθρώποις, οἷς οὔτ’ἀπιστεῖν ἔχομεν οὔτε πιστεύειν.
1.1κορυδαλλὸς ἦν τις ἐν χλόῃ νεοσσεύων, ὁ τῷ χαραδριῷ πρὸς τὸν ὄρθρον ἀντᾴδων, καὶ παῖδας εἶχε ληίου κόμῃ θρέψας λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους.
1.5ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων ὡς ξηρὸν εἶδε τὸ θέρος, εἶπε “νῦν ὥρη πάντας λαβεῖν μοι τοὺς φίλους, ἵν’ἀμήσω”. καί τις κορυδαλοῦ τῶν λοφηφόρων παίδων ἤκουεν αὐτοῦ, τῷτε πατρὶ μηνύει,
1.10σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει. ὁ δ’εἶπεν “οὔπω καιρός ἐστι νῦν φεύγειν · ὃς γὰρ φίλοις πέποιθεν, οὐκ ἄγαν σπεύδει”. ὡς δ’αὖτις ἦλθεν, ἡλίου δ’ὑπ’ἀκτίνων ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας
1.15μισθὸν μὲν ἀμητῆρσιν αὔριον δώσειν, μισθὸν δέ φησι δραγματηφόροις δώσειν, εἶπεν κορυδαλὸς παισὶ νηπίοις “ὥρη νῦν ἐστὶν ὄντως, παῖδες, ἐκ τόπων φεύγειν, ὅτ’αὐτὸς ἀμᾷ κα- κοὐ φίλοισι πιστεύει”. ὁ μῦθος διδάσκει ἡμᾶς ἐπιμελεῖσθαι τῶν οἰκείων, ὅση δύνα. μις, καὶ μὴ καταφρονεῖν, θαρροῦντας ταῖς τῶν φίλων συνδρομαῖς.
1.1λύκος ποτ’ἄρνα πεπλανημένον ποίμνης ἰδὼν βίᾳ μὲν οὐκ ἐπῆλθεν ἁρπάξων, ἔγκλημα δ’ἔχθρας εὐπρόσωπον ἐζήτει. “οὐ σὺ μέ τι πέρυσι μικρὸς ὢν ἐβλασφήμεις”;
1.5“ἐγὼ οὐ περυσινός, ὅς γ’ἐπ’ἔτος ἐγεννήθην”. “οὐκοῦν σὺ τὴν ἄρουραν ἣν ἔχω κείρεις”; “οὔπω τι χλωρὸν ἔφαγον, οὐ δ’ἐβοσκήθην”. “οὐ δ’ἆρα πηγὴν ἐκπέπωκας ἣν πίνω”; “θηλὴ μεθύσκει μέχρι νῦν με μητρῴη”.
1.10τότε δὴ τὸν ἄρνα συλλαβώντε καὶ τρώγων “ἀλλ’οὐκ ἄδειπνον” εἶπε “τὸν λύκον θήσεις, κα- κἂν εὐχερῶς μου πᾶσαν αἰτίην λύσῃς”. ὅτι τοὺς φύσει πονηροὺς καὶ ἀδίκους οὐ δ’εὔλογος ἀπολογία πείθει.
1.1λέων ἐλύσσα. τὸν δὲ νεβρὸς ἐξ ὕλης ἰδὼν ἔφησεν “ἡμέων ταλαιπώρων · τί γὰρ μεμηνὼς οὗτος οὐχὶ ποιήσει, ὃς ἦν φορητὸς οὐ δὲ σωφρονῶν ἡμῖν”. πρὸς ἄνδρα φύσει ὀργίλον καὶ αἱμοβόρον ἐξουσίαν ἀρχῆς κατὰ τῶν ὑπηκόων λαμβάνοντα.
1.1λέοντα φεύγων ταῦρος εἰς ἐρημαίην σπήλυγγα κατέδυ ποιμένων ὀρειφοίτων, ὅπου τράγος τις χωρὶς αἰπόλου μείνας τὸν ταῦρον ἐμβὰς τοῖς κέρασιν ἐξώθει.
1.5ὁ δ’εἶπεν “οὐ σέ, τὸν λέοντα δ’ἐκκλίνω. ἀνέξομαί σου μικρὰ τῆς ἐπηρείης · ἐπεὶ παρελθέτω με, καὶ τότε γνώσῃ πόσον τράγου μεταξὺ καὶ πόσον ταύρου”. πρὸς τοὺς τοῖς δυνατωτέροις ἐπεμβαίνοντας δι’ἐπικειμένην αὐτοῖς συμφοράν.
1.1λέοντά τις κυνηγὸς οὐχὶ τολμήεις ἴχνευεν ὀρέων ἐν βαθυσκίοις ὕλαις · δρυτόμῳ δὲ μακρᾶς ἐγγὺς ἐντυχὼν πεύκης “ὢ πρός σε νυμφῶν” εἶπεν, “ἆρα γινώσκεις
1.5ἴχνη λέοντος, ὅστις ὧδε φωλεύει”; κα- κἀκεῖνος εἶπεν “ἀλλὰ σὺν θεῷ βαίνεις · αὐτὸν γὰρ ἤδη τὸν λέοντά σοι δείξω”. ὁ δ’ὠχριήσας γομφίουςτε συγκρούων “μή μοι χαρίζου” φησί “πλεῖον οὗ χρῄζω,
1.10τὸ δ’ἴχνος εἰπέ · τὸν λέοντα μὴ δείξῃς”. ὁ μῦθος ἐλέγχει τοὺς λόγοις μὲν ἀνδρείους ἐπιδεικνυμένους, ἔργοις δὲ ἀνικάνους ἀποφαινομένους.
1.1λύκων παρῆσαν ἄγγελοί ποτ’εἰς ποίμνη ὅρκους φέροντες καὶ βέβαιον εἰρήνην, ἐφ’ᾧ λάβωσι τοὺς κύνας πρὸς αἰκίην, δι’οὓς μάχονται καὶ κοτοῦσιν ἀλλήλοις.
1.5μωρὰ δὲ ποίμνη καὶ τὰ πάντα βληχώδης πέμπειν ἕμελλεν. ἀλλά τις γέρων ἤδη κριὸς βαθείῃ φρικὶ μαλλὸν ὀρθώσας “καινῆς γε ταύτης” εἶπε “τῆς μεσιτείης. ἀφύλακτος ὑμῖν πῶς ἐγὼ συνοικήσω,
1.10δι’οὓς νέμεσθαι μη δὲ νῦν ἀκινδύνως ἔξεστι, καίτοι τῶν κυνῶν με τηρούντων”; οὐδαμῶς ἀκαταλλάκτοις ἐχθροῖς πιστεύειν δεῖ, ὅταν σε τῆς οἰκείας βούλωνται ἀμελεῖν σωτηρίας, κα- κἂν ὅρκοις τυχὸν τὴν εἰ. ρήνην λαλῶσι.
1.1λύκῳ ποτ’ὀστοῦν φάρυγος ἐντὸς ἠρείσθη · ἐρῳδιῷ δὲ μισθὸν ἄξιον δώσειν ἔταξε, τὸν τράχηλον εἰ καθιμήσας ἀνελκύσειε καὶ πόνων ἄκος δοίη.
1.5ὁ δ’ἑλκύσας τὸν μισθὸν εὐθέως ᾔτει. κα- κἀκεῖνος αὐτῷ, κάρχαρόν τι μειδήσας, “σοὶ μισθὸς ἀρκεῖ” φησί “τῆς ἰατρείης κεφαλὴν λυκείου φάρυγος ἐξελεῖν σῴην”. κακοῖς βοηθῶν μισθὸν ἀγαθὸν οὐ λήψῃ,
1.10ἀλλ’ἀρκέσει σοι μή τι τῶν κακῶν πάσχειν.
1.1λέων νοσήσας ἐν φάραγγι πετραίῃ ἔκειτο νωθρὰ γυῖα γῆς ἐφαπλώσας, φίλην δ’ἀλώπεκ’εἶχεν ᾗ προσωμίλει. ταύτῃ ποτ’εἶπεν “εἰ θέλεις με σὺ ζῴειν ·
1.5πεινῶ γὰρ ἐλάφου τῆς ὑπ’ἀγρίαις πεύκαις κεῖνον τὸν ὑλήεντα δρυμὸν οἰκούσης, καὶ νῦν διώκειν ἔλαφον οὐκέτ’ἰσχύω · σὺ δ’ἂν θελήσῃς, χεῖρας εἰς ἐμὰς ἥξει λόγοισι θηρευθεῖσα σοῖς μελιγλώσσοις”.
1.10ἀπῆλθε κερδώ, τὴν δ’ὑπ’ἀγρίαις ὕλαις σκιρτῶσαν εὗρε μαλθακῆς ὑπὲρ ποίης. ἔσκυσσε δ’αὐτὴν πρῶτον, εἶτα καὶ χαίρειν προσεῖπε, χρηστῶντ’ἄγγελος λόγων ἥκειν. “ὁ λέων” ἔφασκεν, “οἶδας, ἔστι μοι γείτων,
1.15ἔχει δὲ φαύλως, κα- κἀγγύς ἐστι τοῦ θνήσκειν. τίς οὖν μετ’αὐτὸν θηρίων τυραννήσει, διεσκοπεῖτο. σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθής, πάρδαλις δὲ θυμώδης, τίγρις δ’ἀλαζών καὶ τὸ πᾶν ἐρημαίη.
1.20ἔλαφον τυραννεῖν ἀξιωτάτην κρίνει · γαύρη μὲν εἶδος, πολλὰ δ’εἰς ἔτη ζῴει, κέρας δὲ φοβερὸν πᾶσιν ἑρπετοῖς φύει, δένδροις ὅμοιον, κα- κοὐχ ὁποῖα τῶν ταύρων. τί σοι λέγω τὰ πολλά; πλὴν ἐκυρώθης,
1.25μέλλειςτ’ἀνάσσειν θηρίων ὀρειφοίτων. τότ’οὖν γένοιτο τῆς ἀλώπεκος μνήμη, δέσποινα, τῆς σοι τοῦτο πρῶτον εἰπούσης. ταῦτ’ἦλθον. ἀλλὰ χαῖρε, φιλτάτη. σπεύδω πρὸς τὸν λέοντα, μὴ πάλιν με ζητήσῃ ·
1.30χρῆται γὰρ ἡμῖν εἰς ἅπαντα συμβούλοις. δοκῶ δὲ καὶ σέ, τέκνον, εἴ τι τῆς γραίης κεφαλῆς ἀκούεις. ἔπρεπέ σοι παρεδρεύειν ἐλθοῦσαν αὐτῷ καὶ πονοῦντα θαρσύνειν. τὰ μικρὰ πείθει τοὺς ἐν ἐσχάταις ὥραις ·
1.35ψυχαὶ δ’ἐν ὀφοθαλμοῖσι τῶν τελευτώντων”. ὣς εἶπε κερδώ. τῆς δ’ὁ νοῦς ἐχαυνώθη λόγοισι ποιητοῖσιν, ἦλθε δ’εἰς κοίλην σπήλυγγα θηρός, καὶ τὸ μέλλον οὐκ ᾔδει. λέων δ’ἀπ’εὐνῆς ἀσκόπως ἐφορμήσας
1.40ὄνυξιν οὔατ’ἐσπάραξεν ἀκραίοις, σπουδῇ διωχθείς · τὴν δὲ φύζα δειλαίην θύρης κατιθὺς ἦγεν εἰς μέσας ὕλας. κερδὼ δὲ χεῖρας ἐπεκρότησεν ἀλλήλαις, ἐπεὶ πόνος μάταιος ἐξανηλώθη.
1.45κα- κἀκεῖνος ἐστέναζε τὸ στόμα βρύχων (ὁμοῦ γὰρ αὐτὸν λιμὸς εἶχε καὶ λύπη), πάλιν δὲ κερδοῦν ἱκέτευε φωνήσας ἄλλον τιν’εὑρεῖν δεύτερον δόλον θήρης. ἡ δ’εἶπε κινήσασα βυσσόθεν γνώμην
1.50“χαλεπὸν κελεύεις, αὖθις ἀλλ’ὑπουργήσω”. καὶ δὴ κατ’ἴχνος ὡς σοφὴ κύων ᾔει, πλέκουσα τέχνας καὶ πανουργίας πάσας, ἀεὶ δ’ἕκαστον ποιμένων ἐπηρώτα μή πού τις ἔλαφος ᾑματωμένη φεύγει.
1.55τὴν δ’ὥς τις εἶδε, δεικνύων ἂν ὡδήγει, ἕως ποθ’εὗρεν ἐν κατασκίῳ χώρῳ δρόμων ἀναψύχουσαν. ἡ δ’ἀναιδείης ὀφρὺν ἔχουσα καὶ μέτωπον εἱστήκει. ἐλάφου δὲ φρὶξ ἐπέσχε νῶτα καὶ κνήμας,
1.60χολῇ δ’ἐπέζει καρδίην, ἔφη δ’οὕτω · “σὺ νῦν διώκεις πανταχοῦ μ’ὅποι φεύγω. ἀλλ’ὦ στύγημα, νῦν μὲν οὐχὶ χαιρήσεις, ἤν μοι προσέλθῃς καί τι γρύξαι τολμήσῃς. ἄλλοις ἀλωπέκιζε τοῖς ἀπειρήτοις,
1.65ἄλλους δὲ βασιλεῖς ὑπερέθιζε καὶ ποίει”. τῆς δ’οὐκ ἐτράφθη θυμός, ἀλλ’ὑποβλήδην “οὕτως ἀγεννής” φησί “καὶ φόβου πλήρης πέφυκας; οὕτω τοὺς φίλους ὑποπτεύεις; ὁ μὲν λέων σοι συμφέροντα βουλεύων
1.70μέλλωντ’ἐγείρειν τῆς πάροιθε νωθείης ἔψαυσεν ὠτός, ὡς πατὴρ ἀποθνήσκων · ἔμελλε γάρ σοι πᾶσαν ἐντολὴν δώσειν, ἀρχὴν τοσαύτην πῶς λαβοῦσα τηρήσεις · σὺ δ’οὐχ ὑπέστης κνίσμα χειρὸς ἀρρώστου,
1.75βίῃ δ’ἀποσπασθεῖσα μᾶλλον ἐτρώθης. καὶ νῦν ἐκεῖνος πλεῖον ἢ σὺ θυμοῦται, λίην ἄπιστον πειράσας σε καὶ κούφην, βασιλῆ δέ φησι τὸν λύκον καταστήσειν. οἴμοι πονηροῦ δεσπότου. τί ποιήσω;
1.80ἅπασιν ἡμῖν αἰτίη κακῶν γίνῃ. ἀλλ’ἐλθέ, καὶ τὸ λοιπὸν ἴσθι γενναία, μη δ’ἐπτόησο, πρόβατον οἷον ἐκ ποίμνης. ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ κρήνας, οὕτω γένοιτο σοὶ μόνῃ με δουλεύειν,
1.85ὡς οὐδὲν ἐχθρὸν οἶδεν, ἀλλ’ὑπ’εὐνοίης τίθησι πάντων κυρίαν σε τῶν ζῴων”. τοιαῦτα κωτίλλουσα τὴν ἀχαιίνην ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην. ἐπεὶ δὲ λόχμης εἰς μυχὸν κατεκλείσθη,
1.90λέων μὲν αὐτὸς εἶχε δαῖτα παντοίην, ἔγκατα λαφύσσων, μυελὸν ὀστέων πίνων καὶ σπλάγχνα δάπτων · ἡ δ’ἀγωγὸς εἱστήκει πεινῶσα θήρης, καρδίην δὲ νεβρείην λάπτει πεσοῦσαν ἁρπάσασα λαθραίως,
1.95καὶ τοῦτο κέρδος εἶχεν ὧν ἐκεκμήκει. λέων δ’ἕκαστον ἐγκάτων ἀριθμήσας, μόνην ἀπ’ἄλλων καρδίην ἐπεζήτει, καὶ πᾶσαν εὐνὴν πάντα δ’οἶκον ἠρεύνα. κερδὼ δ’ἀπαιολῶσα τῆς ἀληθείης
1.100“οὐκ εἶχε πάντως” φησί · “μὴ μάτην ζήτει. ποίην δ’ἔμελλε καρδίην ἔχειν, ἥτις ἐκ δευτέρου λέοντος ἦλθεν εἰς οἴκους”; ὅτι τοὺς τοῖς προλαβοῦσι κακοῖς μὴ σωφρονισθέντας εἰκότως ἄφυκτα κακὰ διαδέχεται ἐν ᾧ καὶ ἔλεγχος κατὰ φιλοδόξων.
1.1λύκος παρῄει τριγχόν, ἔνθεν ἐκκύψας ἀρνειὸς αὐτὸν ἔλεγε πολλὰ βλασφήμως. κα- κἀκεῖνος εἶπε, τὰς σιαγόνας πρίων, “ὁ τόπος μ’ἐλοιδόρησε · μὴ σὺ καυχήσῃ”.
1.5ὁ μῦθος ὀρθῶς πᾶσι τοῦτο μηνύει, μηδεὶς διὰ καιρὸν ἰσχύων τι γαυρούσθω. κατάλληλος ὁ μῦθος τοῖς διὰ περίστασιν καὶ τόπον κατὰ τύχην τῶν δυνατωτέρων κατεπαιρομένοις.
1.1λέων ποτ’ἐπεβούλευεν ἀγρίῳ ταύρῳ, καὶ προσποιηθεὶς μητρὶ τῇ θεῶν θύειν, τὸν ταῦρον ἐλθεῖν ἐπὶ τὸ δεῖπνον ἠρώτα. κα- κἀκεῖνος ἥξειν εἶπεν οὐχ ὑποπτεύσας.
1.5ἐλθὼν δὲ καὶ στὰς ἐπὶ θύρας λεοντείους ὡς εἶδε θερμοῦ πολλὰ χαλκία πλήρη, σφαγίδας, μαχαίρας βουδόρους νεοσμήκτους, πρὸς τῇ θύρᾳ δὲ μηδέν, ἀλλὰ δεσμώτην ἀλεκτορίσκον, ᾤχετ’εἰς ὄρος φεύγων.
1.10ἐμέμφεθ’ὁ λέων ὕστερον συναντήσας. ὁ δ’“ἦλθον” εἶπε, “καὶ τὸ σύμβολον δώσω · οὐκ ἦν ὅμοιον θῦμα τῷ μαγειρείῳ”. ὁ μῦθος ἡμᾶς ὑπομιμνήσκει, τὸ ἐπιὸν πάντως δεινὸν προορῶντας, μηδαμῶς ἀμελεῖν τῆς ἑαυτῶν σωτηρίας.
1.1λέων ἁλοὺς ἔρωτι παιδὸς ὡραίης παρὰ πατρὸς ἐμνήστευε. τῷ δ’ὁ πρεσβύτης οὐδέν τι δύσνουν οὐ δ’ὕπουλον ἐμφήνας “δίδωμι γῆμαι” φησι, “καὶ διδοὺς χαίρω ·
1.5τίς οὐ δυνάστῃ καὶ λέοντι κηδεύσει; φρένες δὲ δειλαὶ παρθένωντε καὶ παίδων · σὺ δ’ἡλίκους μὲν ὄνυχας, ἡλίκους δ’ἡμῖν φέρεις ὀδόντας, τίς κόρη σε τολμήσει ἀφόβως περιλαβεῖν; τίς δ’ἰδοῦσα μὴ κλαύσῃ;
1.10πρὸς ταῦτα δὴ σκόπησον εἰ γάμου χρῄζεις, μη δ’ἄγριος θὴρ ἀλλὰ νυμφίος γίγνου”. ὁ δὲ πτερωθεὶς τῇ δόσειτε πιστεύσας ἐξεῖλε τοὺς ὀδόντας, εἶθ’ὑπὸ σμίλης ἀπωνυχίσθη, τῷτε πενθερῷ δείξας
1.15τὴν παῖδ’ἀπῄτει. τὸν δ’ἕκαστος ἠλοία, ῥοπάλῳ τις ἢ λίθῳ τις ἐκ χερὸς παίων. ἔκειτο δ’ἀργὸς ὥσπερ ὗς ἀποθνήσκων, γέροντος ἀνδρὸς ποικίλουτε τὴν γνώμην σοφίῃ διδαχθεὶς ὡς ἄμικτον ἀνθρώπους
1.20ἐρᾶν λεόντων ἢ λέοντας ἀνθρώπων. αὐτός τις αὑτὸν λανθάνει κακῶς δράσας, ὧν οὐ πέφυκε μεταλαβεῖν ὅταν σπεύδῃ.
1.1λύκῳ συνήντα πιμελὴς κύων λίην. ὁ δ’αὐτὸν ἐξήταζε, ποῦ τραφεὶς οὕτω μέγας κύων ἐγένετο καὶ λίπους πλήρης. “ἄνθρωπος” εἶπε “δαψιλής με σιτεύει”.
1.5“ὁ δέ σοι τράχηλος” εἶπε “πῶς ἐλευκώθη”; “κλοιῷ τέτριπται σάρκα τῷ σιδηρείῳ, ὃν ὁ τροφεύς μοι περιτέθεικε χαλκεύσας”. λύκος δ’ἐπ’αὐτῷ καγχάσας “ἐγὼ τοίνυν χαίρειν κελεύω” φησί “τῇ τροφῇ ταύτῃ,
1.10δι’ἣν σίδηρος τὸν ἐμὸν αὐχένα τρίψει”. ὅτι αἰσχρὸν καὶ ἐπονείδιστον τὸν μικρᾶς ἡδονῆς χάριν δουλοπρεπῶς ζωὴν φευκτέον ὁ μῦθος παραινεῖ.
1.1λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει κοινωνὸς εἶναι. κα- χὡ λέων “τί κωλύει”; πρὸς αὐτὸν εἶπεν. “ἀλλ’ἐνέχυρον ἦ δώσεις τω- τὠκύπτερόν σου μὴ μεθεῖναι τὴν πίστιν;
1.5πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω”; ὁ μῦθος ἐκδιδάσκει μὴ τάχιστα πᾶσι πιστεύειν, καὶ μόλιστα τοῖς μήπω φίλοις.
1.1λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη, λέοντα δ’αὐτὸν ἐπεκάλουν · ὁ δ’ἀγνώμων τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων ἀποστατήσας τοῖς λέουσιν ὡμίλει.
1.5κερδὼ δ’ἐπισκώπτουσα “μὴ φρενωθείην” ἔφη “τοσοῦτον ὡς σὺ νῦν ἐτυφώθης · σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ, ἐν δ’οὖ λεόντων συγκρίσει λύκος γίγνῃ”. πρὸς τοὺς ἀπὸ τῶν κολάκων οὐκ ὀρθῇ κρίσει ἐπαινομένους κα- κἀντεῦθεν μέγα φρονοῦντας, ἔπειτα δὲ ἐλεγχομένους ἑαυτοὺς ἐπιγινώσκειν.
1.1λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης οὐ δ’ὠμὸς οὐ δὲ πάντα τῇ βίῃ χαίρων, πρᾷος δὲ καὶ δίκαιος ὥς τις ἀνθρώπων. ἐπὶ τῆς ἐκείνου φασὶ δὴ δυναστείας
1.5τῶν ἀγρίων ἀγυρμὸς ἐγεγόνει ζῴων, δίκαςτε δοῦναι καὶ λαβεῖν παρ’ἀλλήλων. τὰ ζῷα πάντα δ’ὡς ὑπέσχον εὐθύνας, λύκος μὲν ἀρνί, πάρδαλις δέ γ’αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, πάντα δ’εἶχεν εἰρήνην,
1.10ὁ πτὼξ λαγωὸς εἶπεν “ἀλλ’ἐγὼ ταύτην τὴν ἡμέραν ἀεί ποτ’ηὐχόμην, ἥτις καὶ τοῖς βιαίοις φοβερὰ τα- τἀσθενῆ θήσει”. ἔπαινον ὁ μῦθος ἔχει κριτῇ πρᾴῳ καὶ λίαν δικαίῳ.
1.1λέων ἐπ’ἄγρην οὐκέτι σθένων βαίνειν (πολλῷ γὰρ ἤδη τῷ χρόνῳ γεγηράκει) κοίλης ἔσω σπήλυγγος ὡς νόσῳ κάμνων ἔκειτο, δόλιον οὐκ ἀληθὲς ἀσθμαίνων,
1.5φωνὴν βαρεῖαν προσποιητὰ λεπτύνων. θηρῶν δ’ἐπ’αὐλὰς ἦλθεν ἄγγελος φήμη, καὶ πάντες ἤλγουν ὡς λέοντος ἀρρώστου, ἐπισκοπήσων δ’εἷς ἕκαστος εἰσῄει. τούτους ἐφεξῆς λαμβάνων ἀμοχθήτως
1.10κατήσθιεν, γῆρας δὲ λιπαρὸν ηὑρήκει. σοφὴ δ’ἀλώπηξ ὑπενόησε, καὶ πόρρω σταθεῖσα “βασιλεῦ, πῶς ἔχεις”; ἐπηρώτα. κα- κἀκεῖνος εἶπε “χαῖρε, φιλτάτη ζῴων. τί δ’οὐ προσέρχῃ, μακρόθεν δέ με σκέπτῃ;
1.15δεῦρο, γλυκεῖα, καί με ποικίλοις μύθοις παρηγόρησον ἐγγὺς ὄντα τῆς μοίρης”. “σῴοιο” φησίν · “εἰ δ’ἄπειμι, συγγνώσῃ · πολλῶν γὰρ ἴχνη θηρίων με κωλύει, ὧν ἐξιόντων οὐκ ἔχεις ὅ μοι δείξεις”.
1.20μακάριος ὅστις οὐ προλαμβάνει πταίσας, ἀλλ’αὐτὸς ἄλλων συμφοραῖς ἐπαιδεύθη. οὕτω τινῶν οἱ κίνδυνοι διδαχὴ εἶναι ὀφείλει τῆς ἡμῶν σωτηρίας.
1.1λάθρῃ κύων ἔδακνε · τῷ δὲ χαλκεύσας ὁ δεσπότης κώδωνα καὶ προσαρτήσας πρόδηλον εἶναι μακρόθεν πεποιήκει. ὁ κύων δὲ τὸν κώδωνα δι’ἀγορᾶς σείων
1.5ἠλαζονεύετ’. ἀλλὰ δὴ κύων γραίη πρὸς αὐτὸν εἶπεν “ὦ τάλαν, τί σεμνύνῃ; οὐ κόσμον ἀρετῆς τοῦτον οὐ δ’ἐπεικείης, σαυτοῦ δ’ἔλεγχον τῆς πονηρίας κρούεις”. ἔλεγχον ὁ μῦθος ἔχει τῶν οὐ καλῶς ἐφ’ἑαυτοῖς μέγα φρονούντων, ὅταν διὰ κακίαν τι πάθοιεν.
1.1λύκος ποτ’ἄρας πρόβατον ἐκ μέσης ποίμνης ἐκόμιζεν οἴκαδ’· ᾧ λέων συναντήσας ἀπέσπασ’αὐτοῦ. καὶ λύκος σταθεὶς πόρρω “ἀδίκως ἀφείλου τῶν ἐμῶν” ἐκεκράγει.
1.5λέων δὲ τερφθεὶς εἶπε τὸν λύκον σκώπτων “σοὶ γὰρ δικαίως ὑπὸ φίλων ἐδωρήθη”. ὁ μῦθος δικαίως καὶ προσφόρως ῥηθήσεται πρὸς ἄνδρας ἀδίκους, ἀλλήλους αἰτιωμένους, ἐπὶ τῷ αὐτῷ πταίσματι κειμένους.
1.1λέων ποτ’ἀνδρῶν βίον ἄριστον ἐζήλου, καὶ δὴ κατ’εὐρὺν φωλεὸν διατρίβων, ὅσων ἀρίστην ὀριτρόφων φυὴν ἔγνω, φιλοφρονεῖσθαι γνησίως ἐπειρᾶτο.
1.5πολὺς δ’ὑπὸ σπήλυγγι θαμινὰ παντοίων θηρῶ ὅμιλος ἡμέρως συνηυλίσθη · ὁ δ’εἱστίατε κα- κἀφίλει νόμῳ ξείνων, λίην τιθεὶς ἅπασι δαῖτα θυμήρη. φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει,
1.10μεθ’ἧς τὰ πολλὰ μειλίχως συνεζήκει. γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων κρεῶντε συσσίτοισι διανέμων μοίρας, ὅς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης, τα- ταὐτὸν παρετίθει δεσπότῃτε κα- κἀκείνῳ,
1.15ὅπερ εἷλεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ · κερδὼ δ’ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν. καὶ δή ποτ’αὐτὴν προσποιητὰ σιγῶσαν λέων τίν’εἶχεν αἰτίην διηρώτα, δείπνουτε χεῖρα καὶ βορῆς ἀποσχοῦσα.
1.20“κερδοῖ σοφή, λάλησον ὥσπερ εἰώθεις · φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον”. ἡ δ’εἶπεν “ὦ φέριστε θηρίων γέννης, πολλῇ μερίμνῃ καρδίην διαξαίνω · οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει,
1.25τὰ δ’ἔπειτα” φησί “προσκοπουμένη κλαίω. καθ’ἡμέραν γὰρ εἴ τις ἄλλος, εἶτ’ἄλλος ξένος πελάζοι, τοῦτο δ’εἰς ἔθος βαίνοι, τάχ’οὐ δ’ἑώλων γεύσομαι κρεῶν μούνη”. ὁ λέων δὲ τερφθεὶς ὡς λέωντε μειδήσας
1.30εἶπεν “πιθήκῳ ταῦτα μη δ’ἐμοὶ μέμφου”. ὅτι μᾶλλον ἀλγύνειν καὶ λυπεῖν οἶδεν ἀνθρώπους οὐ τὰ παρόντα μόνον, καθ’ὅσον ἤδη ἡ τῶν μελλόντων προσδοκία.
1.1λέων ἀγρεύσας μῦν ἔμελλε δειπνήσειν · ὁ δ’οἰκότριψ κλὼψ ἐγγὺς ὢν μόρου τλήμων τοιοῖσδε μύθοις ἱκέτευε τὸν θῆρα · “ἐλάφους πρέπει σοι καὶ κερασφόρους ταύρους
1.5θηρῶντα νηδὺν σαρκὶ τῇδε πιαίνειν · μυὸς δὲ δεῖπνον οὐ δ’ἄκρων ἐπιψαῦσαι χειλῶν θέμις σῶν. ἀλλὰ λίσσομαι, φείδου. ἴσως χάριν σοι τῆσδε μικρὸς ὢν θήσω”. γελάσας δ’ὁ θὴρ παρῆκε τὸν ἱκέτην ζῶντα,
1.10καὶ φηλαγρευταῖς ἐμπεσὼν νεανίσκοις ἐδικτυώθη, καὶ σφαλοῖς ἐδεσμεύθη. ὁ μῦς δὲ λάθρῃ χηραμοῦ προπηδήσας, στερρόντ’ὀδοῦσι βραχυτάτοις βρόχον κείρας, ἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς βλέψαι
1.15ἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας. σαφὴς ὁ μῦθος εὐνοοῦσιν ἀνθρώποις, σῴζειν πένητας, μη δέ πως ἀπελπίζειν, εἰ καὶ λέοντα μῦς ἔσῳσ’ἀγρευθέντα.