Pseudo-Demetrius

On Style, 4

4.190

ἐπὶ δὲ τοῦ ἰσχνοῦ χαρακτῆρος ἔχοιμεν ἂν καὶ πράγματα ἴσως τινὰ μικρὰ καὶ τῷ χαρακτῆρι πρόσφορα, οἷον τὸ παρὰ Λυσίᾳ, οἰκίδιον ἔστι μοι διπλοῦν, ἴσα ἔχον τὰ ἄνω τοῖς κάτω. τὴν δὲ λέξιν εἶναι πᾶσαν χρὴ κυρίαν καὶ συνήθη · μικρότερον γὰρ τὸ συνηθέστερον πάντων, τὸ δὲ ἀσύνηθες καὶ μετενηνεγμένον μεγαλοπρεπές.

4.191

καὶ μη δὲ διπλᾶ ὀνόματα τιθέναι · τοῦ γὰρ ἐναντίου χαρακτῆρος καὶ ταῦτα, μη δὲ μὴν πεποιημένα, μη δ’ὅσα ἄλλα μεγαλοπρέπειαν ποιεῖ, μάλιστα δὲ σαφῆ χρὴ τὴν λέξιν εἶναι. τὸ δὲ σαφὲς ἐν πλείοσιν.

4.192

πρῶτα μὲν ἐν τοῖς κυρίοις, ἔπειτα ἐν τοῖς συνδεδεμένοις. τὸ δὲ ἀσύνδετον καὶ διαλελυμένον ὅλον ἀσαφὲς πᾶν · ἄδηλος γὰρ ἑκάστου κώλου ἀρχὴ διὰ τὴν λύσιν, ὥσπερ τὰ Ἡρακλείτου · καὶ γὰρ ταῦτα σκοτεινὰ ποιεῖ τὸ πλεῖστον λύσις.

4.193

ἐναγώνιος μὲν οὖν ἴσως μᾶλλον διαλελυμένη λέξις, δ’αὐτὴ καὶ ὑποκριτικὴ καλεῖται · κινεῖ γὰρ ὑπόκρισιν λύσις. γραφικὴ δὲ λέξις εὐανάγνωστος. αὕτη δ’ἐστιν συνηρτημένη καὶ οἷον ἠσφαλισμένη τοῖς συνδέσμοις. διὰ τοῦτο δὲ καὶ Μένανδρον ὑποκρίνονται λελυμένον ἐν τοῖς πλείστοις, Φιλήμονα δὲ ἀναγινώσκουσιν.

4.194

ὅτι δὲ ὑποκριτικὸν λύσις, παράδειγμα ἐγκείσθω τόδε, ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φίλε. οὕτως γὰρ λελυμένον ἀναγκάσει καὶ τὸν μὴ θέλοντα ὑποκρίνεσθαι διὰ τὴν λύσιν · εἰ δὲ συνδήσας εἴποις, ἐδεξάμην καὶ ἔτικτον καὶ ἐκτρέφω, πολλὴν ἀπάθειαν τοῖς συνδέσμοις συνεμβαλεῖς. πάνυ δὲ τὸ ἀπαθὲς ἀνυπόκριτον.

4.195

ἔστι δὲ καὶ ἄλλα θεωρήματα ὑποκριτικά, οἷον καὶ παρὰ τῷ Εὐριπίδει Ἴων τόξα ἁρπάζων καὶ τῷ κύκνῳ ἀπειλῶν τῷ ὄρνιθι, ἀποπατοῦντι κατὰ τῶν ἀγαλμάτων · καὶ γὰρ κινήσεις πολλὰς παρέχει τῷ ὑποκριτῇ ἐπὶ τὰ τόξα δρόμος καὶ πρὸς τὸν ἀέρα ἀνάβλεψις τοῦ προσώπου διαλεγομένου τῷ κύκνῳ, καὶ λοιπὴ πᾶσα διαμόρφωσις πρὸς τὸν ὑποκριτὴν πεποιημένη. ἀλλ’οὐ περὶ ὑποκρίσεως ἡμῖν τὰ νῦν λόγος.

4.196

φευγέτω δὲ σαφὴς γραφὴ καὶ τὰς ἀμφιβολίας, σχήματι δὲ χρήσθω τῇ ἐπαναλήψει καλουμένῃ. ἐπανάληψις δέ ἐστι συνδέσμου ἐπιφορὰ τοῦ αὐτοῦ ἐν τοῖς διὰ μακροῦ ἐπιφερομένοις λόγοις, οἷον ὅσα μὲν ἔπραξε Φίλιππος, καὶ ὡς τὴν Θρᾴκην κατεστρέψατο, καὶ Χερρόνησον εἷλεν, καὶ Βυζάντιον ἐπολιόρκησεν, καὶ Ἀμφίπολιν οὐκ ἀπέδωκεν, ταῦτα μὲν παραλείψω. σχεδὸν γὰρ μὲν σύνδεσμος ἐπενεχθεὶς ἀνέμνησεν ἡμᾶς τῆς προθέσεως, καὶ ἀπεκατέστησεν ἐπὶ τὴν ἀρχήν.

4.197

σαφηνείας δὲ ἕνεκεν καὶ διλογητέον πολλάκις · ἥδιον γάρ πως τὸ συντομώτερον σαφέστερον · ὡς γὰρ οἱ παρατρέχοντες παρορῶνται ἐνίοτε, οὕτως καὶ λέξις παρακούεται διὰ τὸ τάχος.

4.198

φεύγειν δὲ καὶ τὰς πλαγιότητας · καὶ γὰρ τοῦτο ἀσαφές, ὥσπερ Φιλίστου λέξις. συντομώτερον δὲ παράδειγμα πλαγίας λέξεως καὶ διὰ τοῦτο ἀσαφοῦς τὸ παρὰ Ξενοφῶντι, οἷον καὶ ὅτι τριήρεις ἤκουεν περιπλεούσας ἀπ’Ἰωνίας εἰς Κιλικίαν Τάμον ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου. τοῦτο γὰρ ἐξ εὐθείας μὲν ὧδέ πως λέγοιτο · τριήρεις προσεδοκῶντο εἰς Κιλικίαν πολλαὶ μὲν Λάκαιναι, πολλαὶ δὲ Περσίδες, Κύρῳ ναυπηγηθεῖσαι ἐπ’αὐτῷ τούτῳ. ἔπλεον δ’ἀπ’Ἰωνίας · ναύαρχος δ’αὐταῖς ἐπεστάτει Τάμος Αἰγύπτιος. μακρότερον μὲν οὕτως ἐγένετο ἴσως, σαφέστερον δέ.

4.199

καὶ ὅλως τῇ φυσικῇ τάξει τῶν ὀνομάτων χρηστέον, ὡς τὸ Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι εἰς τὸν Ἰόνιον κόλπον · πρῶτον μὲν γὰρ ὠνόμασται τὸ περὶ οὗ, δεύτερον δὲ τοῦτό ἐστιν, ὅτι πόλις, καὶ τὰ ἄλλα ἐφεξῆς.

4.200

γίγνοιτο μὲν οὖν ἂν καὶ τὸ ἔμπαλιν, ὡς τὸ ἔστι πόλις Ἐφύρη. οὐ γὰρ πάντη ταύτην δοκιμάζομεν τὴν τάξιν, οὐ δὲ τὴν ἑτέραν ἀποδοκιμάζομεν, καθὰ ἐκτιθέμεθα μόνον τὸ φυσικὸν εἶδος τῆς τάξεως.

4.201

ἐν δὲ τοῖς διηγήμασιν ἤτοι ἀπὸ τῆς ὀρθῆς ἀρκτέον, Ἐπίδαμνός ἐστι πόλις, ἀπὸ τῆς αἰτιατικῆς, ὡς τὸ λέγεται Ἐπίδαμνον τὴν πόλιν. αἱ δὲ ἄλλαι πτώσεις ἀσάφειάν τινα παρέξουσι καὶ βάσανον τῷτε λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι.

4.202

πειρᾶσθαι δὲ μὴ εἰς μῆκος ἐκτείνειν τὰς περιαγωγάς · γὰρ Ἀχελῷος ῥέων ἐκ Πίνδου ὄρους ἄνωθεν μὲν παρὰ Στράτον πόλιν ἐπὶ θάλασσαν διέξεισιν · ἀλλ’αὐτόθεν ἀπολήγειν καὶ ἀναπαύειν τὸν ἀκούοντα οὕτως · γὰρ Ἀχελῷος ῥεῖ μὲν ἐκ Πίνδου ὄρους, ἔξεισιν δὲ εἰς θάλασσαν · πολὺ γὰρ οὕτως σαφέστερον, ὥσπερ ἂν αἱ πολλὰ σημεῖα ἔχουσαι ὁδοὶ καὶ πολλὰς ἀναπαύλας · ἡγεμόσι γὰρ τὰ σημεῖα ἔοικεν, δὲ ἀσημείωτος καὶ μονοειδής, κἂν μικρὰ , ἄδηλος δοκεῖ.

4.203

περὶ μὲν δὴ σαφηνείας τοσαῦτα, ὡς ὀλίγα ἐκ πολλῶν, καὶ μάλιστα ἐν τοῖς ἰσχνοῖς αὐτῇ λόγοις χρηστέον.

4.204

φεύγειν δὲ ἐν τῇ συνθέσει τοῦ χαρακτῆρος τούτου πρῶτον μὲν τὰ μήκη τῶν κώλων · μεγαλοπρεπὲς γὰρ πᾶν μῆκος, ὥσπερ καὶ ἐπὶ τῶν μέτρων τὸ ἑξάμετρον ἡρωϊκὸν καλεῖται ὑπὸ μεγέθους καὶ πρέπον ἥρωσιν, κωμῳδία δὲ συνέσταλται εἰς τὸ τρίμετρον νέα.

4.205

τὰ πολλὰ οὖν κώλοις τριμέτροις χρησόμεθα καὶ ἐνίοτε κόμμασιν, ὥσπερ μὲν Πλάτων φησί, κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος · πυκναὶ γὰρ αἱ ἀνάπαυλαι καὶ ἀποθέσεις. Αἰσχίνης δὲ ἐκαθήμεθα μέν, φησίν, ἐπὶ τῶν θάκων ἐν Λυκείῳ, οὗ οἱ ἀθλοθέται τὸν ἀγῶνα διατιθέασιν.

4.206

ἐχέτω δὲ καὶ ἕδραν ἀσφαλῆ τῶν κώλων τὰ τέλη καὶ βάσιν, ὡς τὰ εἰρημένα · αἱ γὰρ κατὰ τὰ τελευταῖα ἐκτάσεις μεγαλοπρεπεῖς, ὡς τὰ Θουκυδίδου, Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους καὶ τὰ ἑξῆς.

4.207

φευκτέον οὖν καὶ τὰς τῶν μακρῶν στοιχείων συμπλήξεις ἐν τῷ χαρακτῆρι τούτῳ καὶ τῶν διφθόγγων · ὀγκηρὸν γὰρ πᾶσα ἔκτασις. καὶ εἴ που βραχέα συγκρουστέον βραχέσιν, ὡς πάντα μὲν τὰ νέα καλά ἐστιν, βραχέα μακροῖς, ὡς ἠέλιος, ἁμῶς γέ πως διὰ βραχέων · καὶ ὅλως ἐμφαίνεται εὐκαταφρόνητος τοιοῦτος τρόπος τῆς λέξεως καὶ ἰδιωτικός, κἀπ’αὐτὰ ταῦτα πεποιημένος.

4.208

φευγέτω δὴ καὶ τὰ σημειώδη σχήματα · πᾶν γὰρ τὸ παράσημον ἀσύνηθες καὶ οὐκ ἰδιωτικόν. τὴν δὲ ἐνάργειαν καὶ τὸ πιθανὸν μάλιστα χαρακτὴρ οὗτος ἐπιδέξεται. περὶ ἐναργείας οὖν καὶ περὶ πιθανότητος λεκτέον.

4.209

πρῶτον δὲ περὶ ἐναργείας · γίνεται δ’ ἐνάργεια πρῶτα μὲν ἐξ ἀκριβολογίας καὶ τοῦ παραλείπειν μηδὲν μη δ’ἐκτέμνειν, οἷον ὡς δ’ὅτ’ἀνὴρ ὀχετηγὸς καὶ πᾶσα αὕτη παραβολή · τὸ γὰρ ἐναργὲς ἔχει ἐκ τοῦ πάντα εἰρῆσθαι τὰ συμβαίνοντα, καὶ μὴ παραλελεῖφθαι μηδέν.

4.210

καὶ ἱπποδρομία δὲ ἐπὶ Πατρόκλῳ, ἐν οἷς λέγει, πνοιῇ δ’Εὐμήλοιο μετάφρενον, καὶ αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην. πάντα ταῦτα ἐναργῆ ἐστιν ἐκ τοῦ μηδὲν παραλελεῖφθαι τῶντε συμβαινόντων καὶ συμβάντων.

4.211

ὥστε πολλάκις καὶ διλογία ἐνάργειαν ποιεῖ μᾶλλον, τὸ ἅπαξ λέγειν, ὥσπερ τὸ σὺ δ’αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς, καὶ νῦν ἀποθανόντα γράφεις κακῶς. δὶς γὰρ κείμενον τὸ κακῶς ἐναργεστέραν σημαίνει τὴν βλασφημίαν.

4.212

ὅπερ δὲ τῷ Κτησίᾳ ἐγκαλοῦσιν ὡς ἀδολεσχοτέρῳ διὰ τὰς διλογίας, πολλαχῆ μὲν ἴσως ἐγκαλοῦσιν ὀρθῶς, πολλαχῆ δὲ οὐκ αἰσθάνονται τῆς ἐναργείας τοῦ ἀνδρός · τίθεται γὰρ ταὐτὸ διὰ τὸ πολλάκις ποιεῖν ἔμφασιν πλείονα.

4.213

οἷα τὰ τοιάδε, Στρυαγγαῖός τις, ἀνὴρ Μῆδος, γυναῖκα Σακίδα καταβαλὼν ἀπὸ τοῦ ἵππου · μάχονται γὰρ δὴ αἱ γυναῖκες ἐν Σάκαις ὥσπερ αἱ Ἀμαζόνες · θεασάμενος δὴ τὴν Σακίδα εὐπρεπῆ καὶ ὡραίαν μεθῆκεν ἀποσώζεσθαι. μετὰ δὲ τοῦτο σπονδῶν γενομένων, ἐρασθεὶς τῆς γυναικὸς ἀπετύγχανεν · ἐδέδοκτο μὲν αὐτῷ ἀποκαρτερεῖν · γράφει δὲ πρότερον ἐπιστολὴν τῇ γυναικὶ μεμφόμενος τοιάνδε · ἐγὼ μὲν σὲ ἔσωσα, καὶ σὺ μὲν δι’ἐμὲ ἐσώθης · ἐγὼ δὲ διὰ σὲ ἀπωλόμην.

4.214

ἐνταῦθα ἐπιτιμήσειεν ἂν ἴσως τις βραχυλόγος οἰόμενος εἶναι, ὅτι δὶς ἐτέθη πρὸς οὐδὲν τὸ ἔσωσα καὶ δι’ἐμὲ ἐσώθης. ταὐτὸν γὰρ σημαίνει ἀμφότερα. ἀλλ’εἰ ἀφέλοις θάτερον, συναφαιρήσεις καὶ τὴν ἐνάργειαν καὶ τὸ ἐκ τῆς ἐναργείας πάθος. καὶ τὸ ἐπιφερόμενον δέ, τὸ ἀπωλόμην ἀντὶ τοῦ ἀπόλλυμαι, ἐναργέστερον αὐτῇ τῇ συντελείᾳ ἐστί · τὸ γὰρ δὴ γεγονὸς δεινότερον τοῦ μέλλοντος γινομένου ἔτι.

4.215

καὶ ὅλως δὲ ποιητὴς οὗτος ποιητὴν γὰρ αὐτὸν καλοίη τις εἰκότως ἐναργείας δημιουργός ἐστιν ἐν τῇ γραφῇ συμπάσῃ.

4.216

οἷον καὶ ἐν τοῖς τοιοῖσδε · δεῖ τὰ γενόμενα οὐκ εὐθὺς λέγειν, ὅτι ἐγένετο, ἀλλὰ κατὰ μικρόν, κρεμνῶντα τὸν ἀκροατὴν καὶ ἀναγκάζοντα συναγωνιᾶν. τοῦτο Κτησίας ἐν τῇ ἀγγελίᾳ τῇ περὶ Κύρου τεθνεῶτος ποιεῖ. ἐλθὼν γὰρ ἄγγελος οὐκ εὐθὺς λέγει ὅτι ἀπέθανεν Κῦρος παρὰ τὴν Παρυσάτιν · τοῦτο γὰρ λεγομένη ἀπὸ Σκυθῶν ῥῆσίς ἐστιν · ἀλλὰ πρῶτον μὲν ἤγγειλεν, ὅτι νικᾷ, δὲ ἥσθη καὶ ἠγωνίασεν · μετὰ δὲ τοῦτο ἐρωτᾷ, βασιλεὺς δὲ πῶς πράττει; δὲ πέφευγέ φησι · καὶ ὑπολαβοῦσα · Τισσαφέρνης γὰρ αὐτῷ τούτων αἴτιος · καὶ πάλιν ἐπανερωτᾷ · Κῦρος δὲ ποῦ νῦν; δὲ ἄγγελος ἀμείβεται · ἔνθα χρὴ τοὺς ἀγαθοὺς ἄνδρας αὐλίζεσθαι. κατὰ μικρὸν καὶ κατὰ βραχὺ προϊὼν μόλις, τὸ δὴ λεγόμενον, ἀπέρρηξεν αὐτό, μάλα ἠθικῶς καὶ ἐναργῶς τόντε ἄγγελον ἐμφήνας ἀκουσίως ἀγγελοῦντα τὴν συμφοράν, καὶ τὴν μητέρα εἰς ἀγωνίαν ἐμβαλὼν καὶ τὸν ἀκούοντα.

4.217

γίνεται δὲ καὶ ἐκ τοῦ τὰ παρεπόμενα τοῖς πράγμασι λέγειν ἐνάργεια, οἷον ὡς ἐπὶ τοῦ ἀγροίκου βαδίζοντος ἔφη τις, ὅτι πρόσωθεν ἤκουστο αὐτοῦ τῶν ποδῶν κτύπος προσιόντος, ὡς οὐ δὲ βαδίζοντος, ἀλλ’οἷόν γε λακτίζοντος τὴν γῆν.

4.218

ὅπερ δὲ Πλάτων φησὶν ἐπὶ τοῦ Ἱπποκράτους, ἐρυθριάσας ἤδη γὰρ ὑπέφηνέν τι ἡμέρας, εἰς τὸ καταφανῆ αὐτὸν γενέσθαι, ὅτι μὲν ἐναργέστατόν ἐστι, παντὶ δῆλον · δ’ἐνάργεια γέγονεν ἐκ τῆς φροντίδος τῆς περὶ τὸν λόγον καὶ τοῦ ἀπομνημονεῦσαι, ὅτι νύκτωρ πρὸς αὐτὸν εἰσῆλθεν Ἱπποκράτης.

4.219

κακοφωνία δὲ πολλάκις, ὡς τὸ κόπτ’, ἐκ δ’ἐγκέφαλος, καὶ πολλὰ δ’ἄναντα, κάταντα · μεμίμηται γὰρ τῇ κακοφωνίᾳ τὴν ἀνωμαλίαν · πᾶσα δὲ μίμησις ἐναργές τι ἔχει.

4.220

καὶ τὰ πεποιημένα δὲ ὀνόματα ἐνάργειαν ποιεῖ διὰ τὸ κατὰ μίμησιν ἐξενηνέχθαι, ὥσπερ τὸ λάπτοντες. εἰ δὲ πίνοντες εἶπεν, οὔτ’ἐμιμεῖτο πίνοντας τοὺς κύνας, οὔτε ἐνάργεια ἄν τις ἐγίνετο. καὶ τὸ γλώσσῃσι δὲ τῷ λάπτοντες προσκείμενον ἔτι ἐναργέστερον ποιεῖ τὸν λόγον. καὶ περὶ ἐναργείας μὲν ὡς ἐν τύπῳ εἰπεῖν τοσαῦτα.

4.221

τὸ πιθανὸν δὲ ἐν δυοῖν, ἐντε τῷ σαφεῖ καὶ συνήθει · τὸ γὰρ ἀσαφὲς καὶ ἀσύνηθες ἀπίθανον · λέξιντε οὖν οὐ τὴν περιττὴν οὐ δὲ ὑπέρογκον διωκτέον ἐν τῇ πιθανότητι, καὶ ὡσαύτως σύνθεσιν βεβαιοῦσαν καὶ μηδὲν ἔχουσαν ῥυθμοειδές.

4.222

ἐν τούτοιςτε οὖν τὸ πιθανόν, καὶ ἐν Θεόφραστός φησιν, ὅτι οὐ πάντα ἐπ’ἀκριβείας δεῖ μακρηγορεῖν, ἀλλ’ἔνια καταλιπεῖν καὶ τῷ ἀκροατῇ συνιέναι, καὶ λογίζεσθαι ἐξ αὑτοῦ · συνεὶς γὰρ τὸ ἐλλειφθὲν ὑπὸ σοῦ οὐκ ἀκροατὴς μόνον, ἀλλὰ καὶ μάρτυς σου γίνεται, καὶ ἅμα εὐμενέστερος. συνετὸς γὰρ ἑαυτῷ δοκεῖ διὰ σὲ τὸν ἀφορμὴν παρεσχηκότα αὐτῷ τοῦ συνιέναι, τὸ δὲ πάντα ὡς ἀνοήτῳ λέγειν καταγινώσκοντι ἔοικεν τοῦ ἀκροατοῦ.

4.223

ἐπεὶ δὲ καὶ ἐπιστολικὸς χαρακτὴρ δεῖται ἰσχνότητος, καὶ περὶ αὐτοῦ λέξομεν. Ἀρτέμων μὲν οὖν τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολάς φησιν, ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόντε γράφειν καὶ ἐπιστολάς · εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ διαλόγου.

4.224

καὶ λέγει μέν τι ἴσως, οὐ μὴν ἅπαν · δεῖ γὰρ ὑποκατεσκευάσθαι πως μᾶλλον τοῦ διαλόγου τὴν ἐπιστολήν · μὲν γὰρ μιμεῖται αὐτοσχεδιάζοντα, δὲ γράφεται καὶ δῶρον πέμπεται τρόπον τινά.

4.225

τίς γοῦν οὕτως ἂν διαλεχθείη πρὸς φίλον, ὥσπερ Ἀριστοτέλης πρὸς Ἀντίπατρον ὑπὲρ τοῦ φυγάδος γράφων τοῦ γέροντός φησιν · εἰ δὲ πρὸς ἁπάσας οἴχεται γᾶς φυγὰς οὗτος, ὥστε μὴ κατάγειν, δῆλον ὡς τοῖσγε εἰς Ἅιδου κατελθεῖν βουλομένοις οὐδεὶς φθόνος · γὰρ οὕτως διαλεγόμενος ἐπιδεικνυμένῳ ἔοικεν μᾶλλον, οὐ λαλοῦντι.

4.226

καὶ λύσεις συχναὶ ὁποῖαι οὐ πρέπουσιν ἐπιστολαῖς · ἀσαφὲς γὰρ ἐν γραφῇ λύσις, καὶ τὸ μιμητικὸν οὐ γραφῆς οὕτως οἰκεῖον, ὡς ἀγῶνος, οἷον ὡς ἐν τῷ Εὐθυδήμῳ · τίς ἦν, Σώκρατες, χθὲς ἐν Λυκείῳ διελέγου; πολὺς ὑμᾶς ὄχλος περιειστήκει · καὶ μικρὸν προελθὼν ἐπιφέρει, ἀλλά μοι ξένος τις φαίνεται εἶναι, διελέγου · τίς ἦν; γὰρ τοιαύτη πᾶσα ἑρμηνεία καὶ μίμησις ὑποκριτῇ πρέποι μᾶλλον, οὐ γραφομέναις ἐπιστολαῖς.

4.227

πλεῖστον δὲ ἐχέτω τὸ ἠθικὸν ἐπιστολή, ὥσπερ καὶ διάλογος · σχεδὸν γὰρ εἰκόνα ἕκαστος τῆς ἑαυτοῦ ψυχῆς γράφει τὴν ἐπιστολήν. καὶ ἔστι μὲν καὶ ἐξ ἄλλου λόγου παντὸς ἰδεῖν τὸ ἦθος τοῦ γράφοντος, ἐξ οὐδενὸς δὲ οὕτως, ὡς ἐπιστολῆς.

4.228

τὸ δὲ μέγεθος συνεστάλθω τῆς ἐπιστολῆς, ὥσπερ καὶ λέξις. αἱ δὲ ἄγαν μακραί, καὶ προσέτι κατὰ τὴν ἑρμηνείαν ὀγκωδέστεραι, οὐ μὰ τὴν ἀλήθειαν ἐπιστολαὶ γένοιντο ἄν, ἀλλὰ συγγράμματα, τὸ χαίρειν ἔχοντα προσγεγραμμένον, καθάπερ τοῦ Πλάτωνος πολλαὶ καὶ Θουκυδίδου.

4.229

καὶ τῇ συντάξει μέντοι λελύσθω μᾶλλον · γελοῖον γὰρ περιοδεύειν, ὥσπερ οὐκ ἐπιστολήν, ἀλλὰ δίκην γράφοντα · καὶ οὐ δὲ γελοῖον μόνον, ἀλλ’οὐ δὲ φιλικὸν τὸ γὰρ δὴ κατὰ τὴν παροιμίαν τὰ σῦκα σῦκα λεγόμενον ἐπιστολαῖς ταῦτα ἐπιτηδεύειν.

4.230

εἰδέναι δὲ χρή, ὅτι οὐχ ἑρμηνεία μόνον, ἀλλὰ καὶ πράγματά τινα ἐπιστολικά ἐστιν. Ἀριστοτέλης γοῦν ὃς μάλιστα ἐπιτετευχέναι δοκεῖ τοῦ ἐπιστολικοῦ, τοῦτο δὲ οὐ γράφω σοί, φησίν · οὐ γὰρ ἦν ἐπιστολικόν.

4.231

εἰ γάρ τις ἐν ἐπιστολῇ σοφίσματα γράφοι καὶ φυσιολογίας, γράφει μέν, οὐ μὴν ἐπιστολὴν γράφει. φιλοφρόνησις γάρ τις βούλεται εἶναι ἐπιστολὴ σύντομος, καὶ περὶ ἁπλοῦ πράγματος ἔκθεσις καὶ ἐν ὀνόμασιν ἁπλοῖς.

4.232

κάλλος μέντοι αὐτῆς αἵτε φιλικαὶ φιλοφρονήσεις καὶ πυκναὶ παροιμίαι ἐνοῦσαι · καὶ τοῦτο γὰρ μόνον ἐνέστω αὐτῇ σοφόν, διότι δημοτικόν τί ἐστιν παροιμία καὶ κοινόν, δὲ γνωμολογῶν καὶ προτρεπόμενος οὐ δι’ἐπιστολῆς ἔτι λαλοῦντι ἔοικεν, ἀλλὰ μηχανῆς.

4.233

Ἀριστοτέλης μέντοι καὶ ἀποδείξεσί που χρῆται ἐπιστολικῶς, οἷον διδάξαι βουλόμενος, ὅτι ὁμοίως χρὴ εὐεργετεῖν τὰς μεγάλας πόλεις καὶ τὰς μικράς, φησίν, οἱ γὰρ θεοὶ ἐν ἀμφοτέραις ἴσοι, ὥστ’ἐπεὶ αἱ χάριτες θεαί, ἴσαι ἀποκείσονταί σοι παρ’ἀμφοτέραις. καὶ γὰρ τὸ ἀποδεικνύμενον αὐτῷ ἐπιστολικὸν καὶ ἀπόδειξις αὐτή.

4.234

ἐπεὶ δὲ καὶ πόλεσίν ποτε καὶ βασιλεῦσιν γράφομεν, ἔστωσαν τοιαῦται ἐπιστολαὶ μικρὸν ἐξηρμέναι πως. στοχαστέον γὰρ καὶ τοῦ προσώπου γράφεται · ἐξηρμένη μέντοι οὐχ ὥστε σύγγραμμα εἶναι ἀντ’ἐπιστολῆς, ὥσπερ αἱ Ἀριστοτέλους πρὸς Ἀλέξανδρον, καὶ πρὸς τοὺς Δίωνος οἰκείους Πλάτωνος.

4.235

καθόλου δὲ μεμίχθω ἐπιστολὴ κατὰ τὴν ἑρμηνείαν ἐκ δυοῖν χαρακτήροιν τούτοιν, τοῦτε χαρίεντος καὶ τοῦ ἰσχνοῦ. καὶ περὶ ἐπιστολῆς μὲν τοσαῦτα, καὶ ἅμα περὶ τοῦ χαρακτῆρος τοῦ ἰσχνοῦ.

4.236

παράκειται δὲ καὶ τῷ ἰσχνῷ διημαρτημένος χαρακτήρ, ξηρὸς καλούμενος. γίνεται δὲ καὶ οὗτος ἐν τρισίν · ἐν διανοίᾳ μέν, ὥσπερ τις ἐπὶ Ξέρξου ἔφη, ὅτι κατέβαινεν Ξέρξης μετὰ πάντων τῶν ἑαυτοῦ. μάλα γὰρ ἐσμίκρυνεν τὸ πρᾶγμα, ἀντὶ τοῦ μετὰ τῆς Ἀσίας ἁπάσης εἰπεῖν μετὰ πάντων τῶν ἑαυτοῦ φήσας.

4.237

περὶ δὲ τὴν λέξιν γίνεται τὸ ξηρόν, ὅταν πρᾶγμα μέγα σμικροῖς ὀνόμασιν ἀπαγγέλλῃ, οἷον ὡς Γαδαρεὺς ἐπὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας φησί · καὶ τοῦ Φαλάριδος τοῦ τυράννου ἔφη τις, ἄττα γὰρ Φάλαρις ἠνώχλει τοῖς Ἀκραγαντίνοις. ναυμαχίαν γὰρ τοσαύτην καὶ τυράννων ὠμότητα οὐχὶ τῷ ἄττα ὀνόματι οὐ δὲ τῷ ἠνώχλει ἐχρῆν λέγειν, ἀλλ’ἐν μεγάλοις καὶ πρέπουσιν τῷ ὑποκειμένῳ πράγματι.

4.238

ἐν δὲ συνθέσει γίνεται τὸ ξηρόν, ἤτοι ὅταν πυκνὰ τὰ κόμματα, ὥσπερ ἐν τοῖς Ἀφορισμοῖς ἔχει · βίος βραχύς, δὲ τέχνη μακρά, δὲ καιρὸς ὀξύς, δὲ πεῖρα σφαλερά · ὅταν ἐν μεγάλῳ πράγματι ἀποκεκομμένον τὸ κῶλον καὶ μὴ ἔκπλεων, ὥσπερ τις Ἀριστείδου κατηγορῶν, ὅτι οὐκ ἀφίκετο εἰς τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ἀλλὰ αὐτόκλητος, ἔφη, ὅτι μὲν Δημήτηρ ἦλθεν καὶ συνεναυμάχει, Ἀριστείδης δὲ οὔ. γὰρ ἀποκοπὴ καὶ ἀπρεπὴς καὶ ἄκαιρος. ταῖς μὲν τοιαύταις ἀποκοπαῖς ἐν ἑτέροις χρηστέον.

4.239

πολλάκις μέντοι τὸ μὲν διανόημα αὐτὸ ψυχρόν τί ἐστι, καὶ ὡς νῦν ὀνομάζομεν κακόζηλον, σύνθεσις δ’ἀποκεκομμένη καὶ κλέπτουσα τοῦ διανοήματος τὴν ἄδειαν, ὥσπερ ἐπὶ τοῦ νεκρᾷ τῇ γυναικὶ μιχθέντος ἔφη τις, ὅτι οὐ μίγνυται αὖ τῇ ἀνθρώπῳ · τὸ μὲν γὰρ διανόημα καὶ τυφλῷ δῆλόν φασιν, σύνθεσις δὲ συσταλεῖσα κλέπτει μέν πως τὴν ἄδειαν τοῦ πράγματος, ποιεῖ δὲ τὴν νῦν ὄνομα ἔχουσαν ξηροκακοζηλίαν συγκειμένην ἐκ δυοῖν κακῶν, ἐκ μὲν τῆς κακοζηλίας διὰ τὸ πρᾶγμα, ἐκ δὲ τοῦ ξηροῦ διὰ τὴν σύνθεσιν.