On Style, 3
ὁ γλαφυρὸς λόγος χαριεντισμὸς καὶ ἱλαρὸς λόγος ἐστί. τῶν δὲ χαρίτων αἱ μέν εἰσι μείζονες καὶ σεμνότεραι, αἱ τῶν ποιητῶν, αἱ δὲ εὐτελεῖς μᾶλλον καὶ κωμικώτεραι, σκώμμασιν ἐοικυῖαι, οἷον αἱ Ἀριστοτέλους χάριτες καὶ Σώφρονος καὶ Λυσίου · τὸ γὰρ “ἧς ῥᾷον ἄν τις ἀριθμήσειεν τοὺς ὀδόντας ἢ τοὺς δακτύλους,” τὸ ἐπὶ τῆς πρεσβύτιδος, καὶ τὸ “ὅσας ἄξιος ἦν λαβεῖν πληγάς, τοσαύτας εἴληφεν δραχμάς,” οἱ τοιοῦτοι ἀστεϊσμοὶ οὐδὲν διαφέρουσιν σκωμμάτων, οὐ δὲ πόρρω γελωτοποιΐας εἰσί.
τὸ δὲ τῇ δέθ’ἅμα Νύμφαι παίζουσι · γέγηθε δέτε φρένα Λητώ · καὶ ῥεῖα δ’ἀριγνώτη πέλεται · καλαὶ δέτε πᾶσαι · αὗταί εἰσιν αἱ λεγόμεναι σεμναὶ χάριτες καὶ μεγάλαι.
χρῆται δὲ αὐταῖς Ὅμηρος καὶ πρὸς δείνωσιν ἐνίοτε καὶ ἔμφασιν, καὶ παίζων φοβερώτερός ἐστι, πρῶτόςτε εὑρηκέναι δοκεῖ φοβερὰς χάριτας, ὥσπερ τὸ ἐπὶ τοῦ ἀχαριτωτάτου προσώπου, τὸ ἐπὶ τοῦ Κύκλωπος, τὸ “Οὖτιν ἐγὼ πύματον ἔδομαι, τοὺς δὲ λοιποὺς πρώτους,” τὸ τοῦ Κύκλωπος ξένιον · οὐ γὰρ οὕτως αὐτὸν ἐνέφηνεν δεινὸν ἐκ τῶν ἄλλων, ὅταν δύο δειπνῇ ἑταίρους, οὐ δ’ἀπὸ τοῦ θυρεοῦ ἢ ἐκ τοῦ ῥοπάλου, ὡς ἐκ τούτου τοῦ ἀστεϊσμοῦ.
χρῆται δὲ τῷ τοιούτῳ εἴδει καὶ Ξενοφῶν, καὶ αὐτὸς δεινότητας εἰσάγει ἐκ χαρίτων, οἷον ἐπὶ τῆς ἐνόπλου ὀρχηστρίδος, “ἐρωτηθεὶς ὑπὸ τοῦ Παφλαγόνος, εἰ καὶ αἱ γυναῖκες αὐτοῖς συνεπολέμουν, ἔφη · αὗται γὰρ καὶ ἔτρεψαν τὸν βασιλέα”. διττὴ γὰρ ἐμφαίνεται ἡ δεινότης ἐκ τῆς χάριτος, ἡ μὲν ὅτι οὐ γυναῖκες αὐτοῖς εἵποντο, ἀλλ’Ἀμαζόνες, ἡ δὲ κατὰ βασιλέως, εἰ οὕτως ἦν ἀσθενής, ὡς ὑπὸ γυναικῶν φυγεῖν.
τὰ μὲν οὖν εἴδη τῶν χαρίτων τοσάδε καὶ τοιάδε. εἰσὶν δὲ αἱ μὲν ἐν τοῖς πράγμασι χάριτες, οἷον νυμφαῖοι κῆποι, ὑμέναιοι, ἔρωτες, ὅλη ἡ Σαπφοῦς ποίησις. τὰ γὰρ τοιαῦτα, κα- κἂν ὑπὸ Ἱππώνακτος λέγηται, χαρίεντά ἐστι, καὶ αὐτὸ ἱλαρὸν τὸ πρᾶγμα ἐξ ἑαυτοῦ · οὐδεὶς γὰρ ἂν ὑμέναιον ᾅδοι ὀργιζόμενος, οὐ δὲ τὸν Ἔρωτα Ἐρινὺν ποιήσειεν τῇ ἑρμηνείᾳ ἢ γίγαντα, οὐ δὲ τὸ γελᾶν κλαίειν.
ὥστε ἡ μέν τις ἐν πράγμασι χάρις ἐστί, τὰ δὲ καὶ ἡ λέξις ποιεῖ ἐπιχαριτώτερα, οἷον ὡς δ’ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο · ἐνταῦθα γὰρ καὶ ἡ ἀηδὼν χάριεν ὀρνίθιον, καὶ τὸ ἔαρ φύσει χάριεν, πολὺ δὲ ἐπικεκόσμηται τῇ ἑρμηνείᾳ, καὶ ἔστι χαριέστερα τῷτε “χλωρηῒς” καὶ τῷ “Πανδαρέου κούρη” εἰπεῖν ἐπὶ ὄρνιθος, ἅπερ τοῦ ποιητοῦ ἴδιά ἐστι.
πολλάκις δὲ καὶ τὰ μὲν πράγματα ἀτερπῆ ἐστι φύσει καὶ στυγνά, ὑπὸ δὲ τοῦ λέγοντος γίνεται ἱλαρά. τοῦτο δὲ παρὰ Ξενοφῶντι δοκεῖ πρώτῳ εὑρῆσθαι · λαβὼν γὰρ ἀγέλαστον πρόσωπον καὶ στυγνόν, τὸν Ἀγλαϊτάδαν, τὸν Πέρσην, γέλωτα εὗρεν ἐξ αὐτοῦ χαρίεντα, ὅτι “ῥᾷόν ἐστι πῦρ ἐκτρῖψαι ἀπὸ σοῦ ἢ γέλωτα”.
αὕτη δέ ἐστι καὶ ἡ δυνατωτάτη χάρις, καὶ μάλιστα ἐν τῷ λέγοντι. τὸ μὲν γὰρ πρᾶγμα καὶ φύσει στυγνὸν ἦν καὶ πολέμιον χάριτι, ὥσπερ καὶ Ἀγλαϊτάδας. ὁ δ’ὥσπερ ἐνδείκνυται, ὅτι καὶ ἀπὸ τῶν τοιούτων παίζειν ἔστιν, ὡσπερεὶ καὶ ὑπὸ θερμοῦ ψύχεσθαι, θερμαίνεσθαι δὲ ὑπὸ τῶν ψυχρῶν.
ἐπεὶ δὲ τὰ εἴδη τῶν χαρίτων δέδεικται, τίνα ἐστὶ καὶ ἐν τίσιν, νῦν καὶ τοὺς τόπους παραδείξομεν, ἀφ’ὧν αἱ χάριτες. ἦσαν δὲ ἡμῖν αἱ μὲν ἐν τῇ λέξει, αἱ δὲ ἐν τοῖς πράγμασιν. παραδείξομεν οὖν καὶ τοὺς τόπους καθ’ἑκάτερα · πρώτους δὲ τοὺς τῆς λέξεως.
εὐθὺς οὖν πρώτη ἐστὶ χάρις ἡ ἐκ συντομίας, ὅταν τὸ αὐτὸ μηκυνόμενον ἄχαρι γένηται, ὑπὸ δὲ τάχους χάριεν, ὥσπερ παρὰ Ξενοφῶντι, “τῷ ὄντι τούτῳ οὐδὲν μέτεστι τῆς Ἑλλάδος, ἐπεὶ ἐγὼ αὐτὸν εἶδον, ὡσπερεὶ Λυδόν, ἀμφότερα τὰ ὦτα τετρυπημένον · καὶ εἶχεν οὕτως”. τὸ γὰρ ἐπιλεγόμενον τὸ “εἶχεν οὕτως” ὑπὸ τῆς συντομίας τὴν χάριν ποιεῖ, εἰ δὲ ἐμηκύνθη διὰ πλειόνων, ὅτι “ἔλεγεν ταῦτα ἀληθῆ, σαφῶς γὰρ ἐτετρύπητο,” διήγημα ἂν ψιλὸν ἐγένετο ἀντὶ χάριτος.
πολλάκις δὲ καὶ δύο φράζεται δι’ἑνὸς πρὸς τὸ χάριεν, οἷον ἐπὶ τῆς Ἀμαζόνος καθευδούσης ἔφη τις, ὅτι “τὸ τόξον ἐντεταμένον ἔκειτο, καὶ ἡ φαρέτρα πλήρης, τὸ γέρρον ἐπὶ τῇ κεφαλῇ · τοὺς δὲ ζωστῆρας οὐ λύονται”. ἐν γὰρ τούτῳ καὶ ὁ νόμος εἴρηται ὁ περὶ τοῦ ζωστῆρος, καὶ ὅτι οὐκ ἔλυσε τὸν ζωστῆρα, τὰ δύο πράγματα διὰ μιᾶς ἑρμηνείας. καὶ ἀπὸ τῆς συντομίας ταύτης γλαφυρόν τί ἐστι.
δεύτερος δὲ τόπος ἐστὶν ἀπὸ τῆς τάξεως. τὸ γὰρ αὐτὸ πρῶτον μὲν τεθὲν ἢ μέσον ἄχαρι γίνεται · ἐπὶ δὲ τοῦ τέλους χάριεν, οἷον ὡς ὁ Ξενοφῶν φησιν ἐπὶ τοῦ Κύρου, “δίδωσι δὲ αὐτῷ καὶ δῶρα, ἵππον καὶ στολὴν καὶ στρεπτόν, καὶ τὴν χώραν μηκέτι ἁρπάζεσθαι”. ἐν γὰρ τούτοις τὸ μὲν τελευταῖόν ἐστι τὸ τὴν χάριν ποιοῦν τὸ “τὴν χώραν μηκέτι ἁρπάζεσθαι” διὰ τὸ ξένον τοῦ δώρου καὶ τὴν ἰδιότητα. αἴτιος δὲ ὁ τόπος τῆς χάριτος. εἰ γοῦν πρῶτον ἐτάχθη, ἀχαριτώτερον ἦν, οἷον ὅτι “δίδωσιν αὐτῷ δῶρα, τήντε χώραν μηκέτι ἁρπάζεσθαι, καὶ ἵππον καὶ στολὴν καὶ στρεπτόν”. νῦν δὲ προειπὼν τὰ εἰθισμένα δῶρα, τελευταῖον ἐπήνεγκεν τὸ ξένον καὶ ἄηθες, ἐξ ὧν ἁπάντων συνῆκται ἡ χάρις.
αἱ δὲ ἀπὸ τῶν σχημάτων χάριτες δῆλαί εἰσιν καὶ πλεῖσται παρὰ Σαπφοῖ, οἷον ἐκ τῆς ἀναδιπλώσεως, ὅπου νύμφη πρὸς τὴν παρθενίαν φησί, “παρθενία, παρθενία, ποῖ με λιποῦσα οἴχῃ”; ἡ δὲ ἀποκρίνεται πρὸς αὐτὴν τῷ αὐτῷ σχήματι, “οὐκέτι ἥξω πρὸς σέ, οὐκέτι ἥξω” · πλείων γὰρ χάρις ἐμφαίνεται, ἢ εἴπερ ἅπαξ ἐλέχθη καὶ ἄνευ τοῦ σχήματος. καίτοι ἡ ἀναδίπλωσις πρὸς δεινότητας μᾶλλον δοκεῖ εὑρῆσθαι, ἡ δὲ καὶ τοῖς δεινοτάτοις καταχρῆται ἐπιχαρίτως.
χαριεντίζεται δέ ποτε καὶ ἐξ ἀναφορᾶς, ὡς ἐπὶ τοῦ Ἑσπέρου, “Ἕσπερε, πάντα φέρεις,” φησί, “φέρεις ὄϊν, φέρεις αἶγα, φέρεις ματέρι παῖδα”. καὶ γὰρ ἐνταῦθα ἡ χάρις ἐστὶν ἐκ τῆς λέξεως τῆς “φέρεις” ἐπὶ τὸ αὐτὸ ἀναφερομένης.
πολλὰς δ’ἄν τις καὶ ἄλλας ἐκφέροι χάριτας. γίγνονται δὲ καὶ ἀπὸ λέξεως χάριτες ἢ ἐκ μεταφορᾶς, ὡς ἐπὶ τοῦ τέττιγος, “πτερύγων δ’ὑποκακχέει λιγυρὰν ἀοιδάν, ὅ τι ποτ’ἂν φλόγιον καθέταν ἐπιπτάμενον καταυλεῖ” ·
ἢ ἐκ συνθέτου ὀνόματος καὶ διθυραμβικοῦ, “δέσποτα Πλούτων μελανοπτερύγων, τουτὶ δεινὸν πρὸ πτερύγων αὐτὸ ποίησον”. ἃ μάλιστα δὴ κωμῳδικὰ παίγνιά ἐστι καὶ σατυρικά.
καὶ ἐξ ἰδιωτικοῦ δὲ ὀνόματος γίγνεται, ὡς ὁ Ἀριστοτέλης, “ὅσῳ γάρ,” φησί, “μονώτης εἰμί, φιλομυθότερος γέγονα”. καὶ ἐκ πεποιημένου, ὡς ὁ αὐτὸς ἐν τῷ αὐτῷ, “ὅσῳ γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλομυθότερος γέγονα”. τὸ μὲν γὰρ “μονώτης” ἰδιωτικωτέρου ἔθους ἤδη ἐστί, τὸ δὲ “αὐτίτης” πεποιημένον ἐκ τοῦ αὐτός.
πολλὰ δὲ ὀνόματα καὶ παρὰ τὴν θέσιν τὴν ἐπί τινος χαρίεντά ἐστιν, οἷον “ὁ γὰρ ὄρνις οὗτος κόλαξ ἐστὶ καὶ κόβαλος”. ἐνταῦθα ἡ χάρις ἀπὸ τοῦ σκῶψαι τὸν ὄρνιν καθάπερ ἄνθρωπον, καὶ ὅτι τὰ μὴ συνήθη ἔθετο ὀνόματα τῷ ὄρνιθι. αἱ μὲν οὖν τοιαῦται χάριτες παρ’αὐτὰς τὰς λέξεις.
ἐκ δὲ παραβολῆς καὶ ἐπὶ τοῦ ἐξέχοντος ἀνδρὸς ἡ Σαπφώ φησι, πέρροχος ὡς ὅτ’ἀοιδὸς ὁ Λέσβιος ἀλλοδαποῖσιν. ἐνταῦθα γὰρ χάριν ἐποίησεν ἡ παραβολὴ μᾶλλον ἢ μέγεθος, καίτοι ἐξῆν εἰπεῖν πέρροχος ὥσπερ ἡ σελήνη τῶν ἄλλων ἄστρων, ἢ ὁ ἥλιος ὁ λαμπρότερος, ἢ ὅσα ἄλλα ἐστὶ ποιητικώτερα.
Σώφρων δὲ καὶ αὐτὸς ἐπὶ τοῦ ὁμοίου εἴδους φησί, “θᾶσαι, ὅσα φύλλα καὶ κάρφεα τοὶ παῖδες τοὺς ἄνδρας βαλλίζοντι, οἷόν περ φαντί, φίλα, τοὺς Τρῶας τὸν Αἴαντα τῷ παλῷ”. καὶ γὰρ ἐνταῦθα ἐπίχαρις ἡ παραβολή ἐστι, καὶ τοὺς Τρῶας διαπαίζουσα ὥσπερ παῖδας.
ἔστι δέ τις ἰδίως χάρις Σαπφικὴ ἐκ μεταβολῆς, ὅταν τι εἰποῦσα μεταβάλληται καὶ ὥσπερ μετανοήσῃ, οἷον “ὕψου δή,” φησί, “τὸ μέλαθρον ἀέρατε τέκτονες · γαμβρὸς εἰσέρχεται ἶσος Ἄρηϊ, ἀνδρὸς μεγάλου πολλῷ μείζων,” ὥσπερ ἐπιλαμβανομένη ἑαυτῆς, ὅτι ἀδυνάτῳ ἐχρήσατο ὑπερβολῇ, καὶ ὅτι οὐδεὶς τῷ Ἄρηϊ ἴσος ἐστίν.
τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ παρὰ Τηλεμάχῳ, ὅτι “δύο κύνες δεδέατο πρὸ τῆς αὐλῆς, καὶ δύναμαι καὶ τὰ ὀνόματα εἰπεῖν τῶν κυνῶν. ἀλλὰ τί ἄν μοι βούλοιτο τὰ ὀνόματα ταῦτα”; καὶ γὰρ οὗτος μεταβαλλόμενος μεταξὺ ἠστεΐσατο καὶ ἀποσιγήσας τὰ ὀνόματα.
καὶ ἀπὸ στίχου δὲ ἀλλοτρίου γίνεται χάρις, ὡς ὁ Ἀριστοφάνης σκώπτων που τὸν Δία, ὅτι οὐ κεραυνοῖ τοὺς πονηρούς, φησίν, ἀλλὰ τὸν ἑαυτοῦ νεὼ βάλλει, καὶ Σούνιον ἄκρον Ἀθηνῶν. ὥσπερ γοῦν οὐκέτι ὁ Ζεὺς κωμῳδεῖσθαι δοκεῖ, ἀλλ’Ὅμηρος καὶ ὁ στίχος ὁ Ὁμηρικός, καὶ ἀπὸ τούτου πλείων ἐστὶν ἡ χάρις.
ἔχουσι δέ τι στωμύλον καὶ ἀλληγορίαι τινές, ὥσπερ τό, “Δελφοί, παιδίον ὑμῶν ἁ κύων φέρει”. καὶ τὰ Σώφρονος δὲ τὰ ἐπὶ τῶν γερόντων, “ἐνθάδε ὦν κα- κἠγὼ παρ’ὕμμε τοὺς ὁμότριχας ἐξορμίζομαι, πλόον δοκάζων πόντιον · ἀρτέαι γὰρ ἤδη τοῖς ταλικοῖσδε ταὶ ἄγκυραι” · ὅσατε ἐπὶ τῶν γυναικῶν ἀλληγορεῖ, οἷον ἐπ’ἰχθύων, “σωλῆνες, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα”. καὶ μιμικώτερα τὰ τοιαῦτά ἐστι καὶ αἰσχρά.
ἔστι δέ τις καὶ ἡ παρὰ τὴν προσδοκίαν χάρις, ὡς ἡ τοῦ Κύκλωπος, ὅτι “ὕστατον ἔδομαι Οὖτιν”. οὐ γὰρ προσεδόκα τοιοῦτο ξένιον οὔτε Ὀδυσσεὺς οὔτε ὁ ἀναγινώσκων. καὶ ὁ Ἀριστοφάνης ἐπὶ τοῦ Σωκράτους, “κηρὸν διατήξας,” φησίν, “εἶτα διαβήτην λαβών, ἐκ τῆς παλαίστρας ἱμάτιον ὑφείλετο”.
ἤδη μέντοι ἐκ δύο τόπων ἐνταῦθα ἐγένετο ἡ χάρις. οὐ γὰρ παρὰ προσδοκίαν μόνον ἐπηνέχθη, ἀλλ’οὐ δ’ἠκολούθει τοῖς προτέροις · ἡ δὲ τοιαύτη ἀνακολουθία καλεῖται γρῖφος, ὥσπερ ὁ παρὰ Σώφρονι ῥητορεύων Βουλίας. οὐδὲν γὰρ ἀκόλουθον αὑτῷ λέγει · καὶ παρὰ Μενάνδρῳ δὲ ὁ πρόλογος τῆς Μεσσηνίας.
πολλάκις δὲ καὶ κῶλα ὅμοια ἐποίησεν χάριν, ὡς ὁ Ἀριστοτέλης, “ἐκ μὲν Ἀθηνῶν,” φησίν, “ἐγὼ εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν · ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν”. καταλήξας γὰρ ἐν ἀμφοτέροις τοῖς κώλοις εἰς τὸ αὐτὸ ὄνομα ἐποίησεν τὴν χάριν. ἐὰν δ’οὖν ἀποκόψῃς τοῦ ἑτέρου κώλου τὸ “μέγαν,” συναφαιρεῖται καὶ ἡ χάρις.
καὶ κατηγορίαι δὲ ἀποκεκρυμμέναι ἐνίοτε ὁμοιοῦνται χάρισιν, ὥσπερ παρὰ Ξενοφῶντι ὁ Ἡρακλείδης ὁ παρὰ τῷ Σεύθει προσιὼν τῶν συνδείπνων ἑκάστῳ, καὶ πείθων δωρεῖσθαι Σεύθει ὅ τι ἔχοι · ταῦτα γὰρ καὶ χάριν τινὰ ἐμφαίνει, καὶ κατηγορίαι εἰσὶν ἀποκεκρυμμέναι.
αἱ μὲν οὖν κατὰ τὴν ἑρμηνείαν χάριτες τοσαῦται καὶ οἱ τόποι, ἐν δὲ τοῖς πράγμασι λαμβάνονται χάριτες ἐκ παροιμίας. φύσει γὰρ χάριεν πρᾶγμά ἐστι παροιμία, ὡς ὁ Σώφρων μέν, “Ἠπιόλης,” ἔφη, “ὁ τὸν πατέρα πνίγων”. καὶ ἀλλαχόθι πού φησιν, “ἐκ τοῦ ὄνυχος γὰρ τὸν λέοντα ἔγραψεν · τορύναν ἔξεσεν · κύμινον ἔπρισεν”. καὶ γὰρ δυσὶ παροιμίαις καὶ τρισὶν ἐπαλλήλοις χρῆται, ὡς ἐπιπληθύωνται αὐτῷ αἱ χάριτες · σχεδόντε πάσας ἐκ τῶν δραμάτων αὐτοῦ τὰς παροιμίας ἐκλέξαι ἐστίν.
καὶ μῦθος δὲ λαμβανόμενος καιρίως εὔχαρίς ἐστιν, ἤτοι ὁ κείμενος, ὡς ὁ Ἀριστοτέλης ἐπὶ τοῦ ἀετοῦ φησιν, ὅτι λιμῷ θνήσκει ἐπικάμπτων τὸ ῥάμφος · πάσχει δὲ αὐτό, ὅτι ἄνθρωπος ὤν ποτε ἠδίκησεν ξένον. ὁ μὲν οὖν τῷ κειμένῳ μύθῳ κέχρηται καὶ κοινῷ.
πολλοὺς δὲ καὶ προσπλάσσομεν προσφόρους καὶ οἰκείους τοῖς πράγμασιν, ὥσπερ τις περὶ αἰλούρου λέγων, ὅτι συμφθίνει τῇ σελήνῃ ὁ αἴλουρος καὶ συμπαχύνεται, προσέπλασεν, ὅτι “ἔνθεν καὶ ὁ μῦθός ἐστιν, ὡς ἡ σελήνη ἔτεκεν τὸν αἴλουρον” · οὐ γὰρ μόνον κατ’αὐτὴν τὴν πλάσιν ἔσται ἡ χάρις, ἀλλὰ καὶ ὁ μῦθος ἐμφαίνει χάριέν τι, αἴλουρον ποιῶν σελήνης παῖδα.
πολλάκις δὲ καὶ ἐκ φόβου ἀλλασσομένου γίνεται χάρις, ὅταν διακενῆς τις φοβηθῇ, οἷον τὸν ἱμάντα ὡς ὄφιν ἢ τὸν κρίβανον ὡς χάσμα τῆς γῆς, ἅπερ καὶ αὐτὰ κωμῳδικώτερά ἐστιν.
καὶ εἰκασίαι δ’εἰσὶν εὐχάριτες, ἂν τὸν ἀλεκτρυόνα Μήδῳ εἰκάσῃς, ὅτι τὴν κυρβασίαν ὀρθὴν φέρει · βασιλεῖ δέ, ὅτι πορφύρεός ἐστιν, ἢ ὅτι βοήσαντος ἀλεκτρυόνος ἀναπηδῶμεν, ὥσπερ καὶ βασιλέως βοήσαντος, καὶ φοβούμεθα.
ἐκ δὲ ὑπερβολῶν χάριτες μάλιστα αἱ ἐν ταῖς κωμῳδίαις, πᾶσα δὲ ὑπερβολὴ ἀδύνατος, ὡς Ἀριστοφάνης ἐπὶ τῆς ἀπληστίας τῶν Περσῶν φησιν, ὅτι “ὤπτουν βοῦς κριβανίτας ἀντὶ ἄρτων”. ἐπὶ δὲ τῶν Θρᾳκῶν ἕτερος, ὅτι “Μηδόκης ὁ βασιλεὺς βοῦν ἔφερεν ὅλον ἐν γνάθῳ”.
τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὰ τοιαῦτά ἐστιν, “ὑγιέστερος κολοκύντης,” καὶ “φαλακρότερος εὐδίας,” καὶ τὰ Σαπφικὰ “πολὺ πακτίδος ἁδυμελεστέρα, χρυσοῦ χρυσοτέρα”. πᾶσαι γὰρ αἱ τοιαῦται χάριτες ἐκ τῶν ὑπερβολῶν εὕρηνται.
διαφέρουσι δὲ τὸ γελοῖον καὶ εὔχαρι πρῶτα μὲν τῇ ὕλῃ · χαρίτων μὲν γὰρ ὕλη νυμφαῖοι κῆποι, ἔρωτες, ἅπερ οὐ γελᾶται · γέλωτος δὲ Ἶρος καὶ Θερσίτης. τοσοῦτον οὖν διοίσουσιν, ὅσον ὁ Θερσίτης τοῦ Ἔρωτος.
διαφέρουσι δὲ καὶ τῇ λέξει αὐτῇ. τὸ μὲν γὰρ εὔχαρι μετὰ κόσμου ἐκφέρεται καὶ δι’ὀνομάτων καλῶν, ἃ μάλιστα ποιεῖ τὰς χάριτας, οἷον τὸ “ποικίλλεται μὲν γαῖα πολυστέφανος” καὶ τὸ “χλωρηῒς ἀηδών” · τὸ δὲ γελοῖον καὶ ὀνομάτων ἐστὶν εὐτελῶν καὶ κοινοτέρων, ὥσπερ ἔχει · “ὅσον γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλομυθότερος γέγονα”.
ἔπειτα ἀφανίζεται ὑπὸ τοῦ κόσμου τῆς ἑρμηνείας, καὶ ἀντὶ γελοίου θαῦμα γίνεται. αἱ μέντοι χάριτές εἰσι μετὰ σωφροσύνης, τὸ δὲ ἐκφράζειν τὰ γέλοια ὅμοιόν ἐστι καὶ καλλωπίζειν πίθηκον.
διὸ καὶ ἡ Σαπφὼ περὶ μὲν κάλλους ᾅδουσα καλλιεπής ἐστι καὶ ἡδεῖα, καὶ περὶ ἐρώτων δὲ καὶ ἔαρος καὶ περὶ ἁλκυόνος, καὶ ἅπαν καλὸν ὄνομα ἐνύφανται αὐτῆς τῇ ποιήσει, τὰ δὲ καὶ αὐτὴ εἰργάσατο.
ἄλλως δὲ σκώπτει τὸν ἄγροικον νυμφίον, καὶ τὸν θυρωρὸν τὸν ἐν τοῖς γάμοις, εὐτελέστατα καὶ ἐν πεζοῖς ὀνόμασι μᾶλλον ἢ ἐν ποιητικοῖς, ὥστε αὐτῆς μᾶλλόν ἐστι τὰ ποιήματα ταῦτα διαλέγεσθαι ἢ ᾅδειν, οὐ δ’ἂν ἁρμόσαι πρὸς τὸν χορὸν ἢ πρὸς τὴν λύραν, εἰ μή τις εἴη χορὸς διαλεκτικός.
μάλιστα δὲ διαφέρουσι καὶ ἐκ τῆς προαιρέσεως · οὐ γὰρ ὅμοια προαιρεῖται ὁ εὐχάριστος καὶ ὁ γελωτοποιῶν, ἀλλ’ὁ μὲν εὐφραίνειν, ὁ δὲ γελασθῆναι. καὶ ἀπὸ τῶν ἐπακολουθούντων δέ · τοῖς μὲν γὰρ γέλως, τοῖς δὲ ἔπαινος.
καὶ ἐκ τόπου. ἔνθα μὲν γὰρ γέλωτος τέχναι καὶ χαρίτων, ἐν σατύρῳ καὶ ἐν κωμῳδίαις. τραγῳδία δὲ χάριτας μὲν παραλαμβάνει ἐν πολλοῖς, ὁ δὲ γέλως ἐχθρὸς τραγῳδίας · οὐ δὲ γὰρ ἐπινοήσειεν ἄν τις τραγῳδίαν παίζουσαν, ἐπεὶ σάτυρον γράψει ἀντὶ τραγῳδίας.
χρήσονται δέ ποτε καὶ οἱ φρόνιμοι γελοίοις πρόςτε τοὺς καιρούς, οἷον ἐν ἑορταῖς καὶ ἐν συμποσίοις, καὶ ἐν ἐπιπλήξεσιν δὲ πρὸς τοὺς τρυφερωτέρους, ὡς ὁ τηλαυγὴς θύλακος, καὶ ἡ Κράτητος ποιητική, καὶ φακῆς ἐγκώμιον ἂν ἀναγνῷ τις ἐν τοῖς ἀσώτοις · τοιοῦτος δὲ ὡς τὸ πλέον καὶ ὁ Κυνικὸς τρόπος · τὰ γὰρ τοιαῦτα γελοῖα χρείας λαμβάνει τάξιν καὶ γνώμης.
ἔστι δὲ καὶ τοῦ ἤθους τις ἔμφασις ἐκ τῶν γελοίων καὶ ἢ παιγνίας ἢ ἀκολασίας, ὡς καὶ τὸν οἶνον τὸν προχυθέντα ἐπισχών τις “Πηλέα ἀντὶ Οἰνέως”. ἡ γὰρ ἀντίθεσις ἡ περὶ τὰ ὀνόματα καὶ ἡ φροντὶς ἐμφαίνει τινὰ ψυχρότητα ἤθους καὶ ἀναγωγίαν.
περὶ δὲ σκωμμάτων μέν, οἷον εἰκασία τις ἐστιν · ἡ γὰρ ἀντίθεσις εὐτράπελος. χρήσονταίτε ταῖς τοιαύταις εἰκασίαις, ὡς “Αἰγυπτία κληματίς,” μακρὸν καὶ μέλανα, καὶ τὸ “θαλάσσιον πρόβατον,” τὸν μῶρον τὸν ἐν τῇ θαλάσσῃ. τοῖς μὲν τοιούτοις χρήσονται · εἰ δὲ μή, φευξόμεθα τὰ σκώμματα ὥσπερ λοιδορίας.
ποιεῖ δὲ εὔχαριν τὴν ἑρμηνείαν καὶ τὰ λεγόμενα καλὰ ὀνόματα. ὡρίσατο δ’αὐτὰ Θεόφραστος οὕτως, κάλλος ὀνόματός ἐστι τὸ πρὸς τὴν ἀκοὴν ἢ πρὸς τὴν ὄψιν ἡδύ, ἢ τὸ τῇ διανοίᾳ ἔντιμον.
πρὸς μὲν τὴν ὄψιν ἡδέα τὰ τοιαῦτα, “ῥοδόχροον,” “ἀνθοφόρου χρόας”. ὅσα γὰρ ὁρᾶται ἡδέως, ταῦτα καὶ λεγόμενα καλά ἐστι. πρὸς δὲ τὴν ἀκοὴν “Καλλίστρατος, Ἀννοῶν”. ἥτε γὰρ τῶν λάμβδα σύγκρουσις ἠχῶδές τι ἔχει, καὶ ἡ τῶν νῦ γραμμάτων.
καὶ ὅλως τὸ νῦ δι’εὐφωνίαν ἐφέλκονται οἱ Ἀττικοὶ “Δημοσθένην” λέγοντες καὶ “Σωκράτην”. τῇ διανοίᾳ δὲ ἔντιμα τὰ τοιαῦτά ἐστιν, οἷον τὸ “ἀρχαῖοι” ἀντὶ τοῦ “παλαιοὶ” ἐντιμότερον · οἱ γὰρ ἀρχαῖοι ἄνδρες ἐντιμότεροι.
παρὰ δὲ τοῖς μουσικοῖς λέγεταί τι ὄνομα λεῖον, καὶ ἕτερον τὸ τραχύ, καὶ ἄλλο εὐπαγές, καὶ ἄλλ’ὀγκηρόν. λεῖον μὲν οὖν ἐστιν ὄνομα τὸ διὰ φωνηέντων ἢ πάντων ἢ διὰ πλειόνων, οἷον Αἴας, τραχὺ δὲ οἷον βέβρωκεν · καὶ αὐτὸ δὲ τοῦτο τὸ τραχὺ ὄνομα κατὰ μίμησιν ἐξενήνεκται ἑαυτοῦ. εὐπαγὲς δὲ ἐπαμφοτερίζον καὶ μεμιγμένον ἴσως τοῖς γράμμασιν.
τὸ δὲ ὀγκηρὸν ἐν τρισί, πλάτει, μήκει, πλάσματι, οἷον βροντὰ ἀντὶ τοῦ βροντή · καὶ γὰρ τραχύτητα ἐκ τῆς προτέρας συλλαβῆς ἔχει, καὶ ἐκ τῆς δευτέρας μῆκος μὲν διὰ τὴν μακράν, πλατύτητα δὲ διὰ τὸν Δωρισμόν · πλατέα λαλοῦσι γὰρ πάντα οἱ Δωριεῖς. διόπερ οὐ δὲ ἐκωμῴδουν δωρίζοντες, ἀλλὰ πικρῶς ἠττίκιζον · ἡ γὰρ Ἀττικὴ γλῶσσα συνεστραμμένον τι ἔχει καὶ δημοτικὸν καὶ ταῖς τοιαύταις εὐτραπελίαις πρέπον.
ταῦτα μὲν δὴ παρατεχνολογείσθω ἄλλως. τῶν δὲ εἰρημένων ὀνομάτων τὰ λεῖα μόνα ληπτέον ὡς γλαφυρόν τι ἔχοντα.
γίνεται δὲ καὶ ἐκ συνθέσεως τὸ γλαφυρόν · ἔστι μὲν οὖν οὐ ῥᾴδιον περὶ τοῦ τρόπου τοῦ τοιοῦδε εἰπεῖν · οὐ δὲ γὰρ τῶν πρὶν εἴρηταί τινι περὶ γλαφυρᾶς συνθέσεως. κατὰ τὸ δυνατὸν δὲ ὅμως πειρατέον λέγειν.
τάχα γὰρ δὴ ἔσται τις ἡδονὴ καὶ χάρις, ἐὰν ἁρμόζωμεν ἐκ μέτρων τὴν σύνθεσιν ἢ ὅλων ἢ ἡμίσεων · οὐ μὴν ὥστε φαίνεσθαι αὐτὰ μέτρα ἐν τῷ συνειρμῷ τῶν λόγων, ἀλλ’, εἰ διαχωρίζοι τις καθ’ἓν ἕκαστον καὶ διακρίνοι, τότε δὴ ὑφ’ἡμῶν αὐτῶν φωρᾶσθαι μέτρα ὄντα.
κα- κἂν μετροειδῆ δὲ ᾖ, τὴν αὐτὴν ποιήσει χάριν · λανθανόντως δέ τοι παραδύεται ἡ ἐκ τῆς τοιαύτης ἡδονῆς χάρις, καὶ πλεῖστον μὲν τὸ τοιοῦτον εἶδός ἐστι παρὰ τοῖς Περιπατητικοῖς καὶ παρὰ Πλάτωνι καὶ παρὰ Ξενοφῶντι καὶ Ἡροδότῳ, τάχα δὲ καὶ παρὰ Δημοσθένει πολλαχοῦ · Θουκυδίδης μέντοι πέφευγε τὸ εἶδος.
παραδείγματα δὲ αὐτοῦ λάβοι τις ἂν τοιάδε, οἷον ὡς ὁ Δικαίαρχος · “ἐν Ἐλέᾳ,” φησι, “τῆς Ἰταλίας πρεσβύτην ἤδη τὴν ἡλικίαν ὄντα”. τῶν γὰρ κώλων ἀμφοτέρων αἱ ἀπολήξεις μετροειδές τι ἔχουσιν, ὑπὸ δὲ τοῦ εἱρμοῦ καὶ τῆς συναφείας κλέπτεται μὲν τὸ μετρικόν, ἡδονὴ δ’οὐκ ὀλίγη ἔπεστι.
Πλάτων μέντοι ἐν πολλοῖς αὐτῷ τῷ ῥυθμῷ γλαφυρός ἐστιν ἐκτεταμένῳ πως, καὶ οὔτε ἕδραν ἔχοντι οὔτε μῆκος · τὸ μὲν γὰρ ἰσχνὸν καὶ δεινόν, τὸ δὲ μῆκος μεγαλοπρεπές. ἀλλ’οἷον ὀλίσθῳ τινὶ ἔοικε τὰ κῶλα, καὶ οὔτ’ἐμμέτροις παντάπασιν οὔτ’ἀμέτροις, οἷον ἐν τῷ περὶ μουσικῆς λόγῳ ἐπὰν φῇ “νῦν δὴ ἐλέγομεν”.
καὶ πάλιν, “μινυρίζωντε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς διατελεῖ τὸν βίον ὅλον”. καὶ πάλιν, “τὸ μὲν πρῶτον, εἴ τι θυμοειδὲς εἶχεν, ὥσπερ σίδηρον ἐμάλαξεν”. οὕτως μὲν γὰρ γλαφυρὸν καὶ ᾠδικὸν σαφῶς · εἰ δ’ἀναστρέψας εἴποις, “ἐμάλαξεν ὥσπερ σίδηρον,” ἢ “διατελεῖ ὅλον τὸν βίον,” ἐκχεῖς τοῦ λόγου τὴν χάριν ἐν αὐτῷ τῷ ῥυθμῷ οὖσαν · οὐ γὰρ δὴ ἐν τῇ διανοίᾳ, οὐ δ’ἐν ταῖς λέξεσιν.
καὶ περὶ τῶν μουσικῶν δὲ ὀργάνων πάλιν χαριέντως ἥρμοσεν, ἐν οἷς δή φησιν, “λύρα δή σοι λείπεται κατὰ πόλιν” · εἰ γὰρ ἀναστρέψας εἴποις “κατὰ πόλιν λείπεται,” μεθαρμοσαμένῳ ποιήσεις ὅμοιον. τοῦτο δὲ ἐπιφέρει, “καὶ αὖ κατ’ἀγροὺς τοῖς ποιμέσιν σύριγξ ἄν τις εἴη” · τῇ γὰρ ἐκτάσει καὶ τῷ μήκει πάνυ χαριέντως μεμίμηται τρόπον τινὰ ἦχον σύριγγος. ἔσται δὲ δῆλον, εἴ τις μετασυνθεὶς λέγοι καὶ τοῦτο.
περὶ μὲν δὴ τοῦ κατὰ σύνθεσιν γλαφυροῦ ἐπιφαινομένου τοσαῦτα, ὡς ἐν δυσκόλοις. εἴρηται δὲ καὶ περὶ τοῦ χαρακτῆρος τοῦ γλαφυροῦ, ἐν ὅσοις καὶ ὅπως γίνεται. καθάπερ δὲ τῷ μεγαλοπρεπεῖ παρέκειτο ὁ ψυχρὸς χαρακτήρ, οὕτως τῷ γλαφυρῷ παράκειταί τις διημαρτημένος. ὀνομάζω δὲ αὐτὸν τῷ κοινῷ ὀνόματι κακόζηλον. γίνοιτο δ’ἂν καὶ οὗτος ἐν τρισίν, ὥσπερ καὶ οἱ λοιποὶ πάντες.
ἐν διανοίᾳ μέν, ὡς ὁ εἰπὼν “Κένταυρος ἑαυτὸν ἱππεύων,” καὶ ἐπὶ τοῦ βουλευομένου Ἀλεξάνδρου δρόμον ἀγωνίσασθαι Ὀλυμπιάσιν ἔφη τις οὕτως · “Ἀλέξανδρε, δράμε σοῦ τῆς μητρὸς τὸ ὄνομα”.
ἐν δὲ ὀνόμασιν γίγνοιτ’ἂν οὕτως, οἷον “ἐγέλα που ῥόδον ἡδύχροον” · ἥτε γὰρ μεταφορὰ ἡ “ἐγέλα” πάνυ μετάκειται ἀπρεπῶς, καὶ τὸ σύνθετον τὸ “ἡδύχροον” οὐ δ’ἐν ποιήματι θείη ἄν τις ἀκριβῶς σωφρονῶν. ἢ ὥς τις εἶπεν, “ὅτι λεπταῖς ὑπεσύριζε πίτυς αὔραις”. περὶ μὲν δὴ τὴν λέξιν οὕτως.
σύνθεσις δὲ ἀναπαιστικὴ καὶ μάλιστα ἐοικυῖα τοῖς κεκλασμένοις καὶ ἀσέμνοις μέτροις, οἷα μάλιστα τὰ Σωτάδεια διὰ τὸ μαλακώτερον, “σκήλας καύματι κάλυψον,” καὶ σείων μελίην Πηλιάδα δεξιὸν κατ’ὦμον ἀντὶ τοῦ σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον · ὁποῖα γὰρ μεταμεμορφωμένῳ ἔοικεν ὁ στίχος, ὥσπερ οἱ μυθευόμενοι ἐξ ἀρρένων μεταβάλλειν εἰς θηλείας. τοσάδε μὲν καὶ περὶ κακοζηλίας.