Discourses, 2
2.1.1παράδοξον μὲν τυχὸν φαίνεταί τισιν τὸ ἀξιούμενον ὑπὸ τῶν φιλοσόφων, ὅμως δὲ σκεψώμεθα κατὰ δύναμιν, εἰ ἀληθές ἐστι τὸ δεῖν ἅμα μὲν εὐλαβῶς ἅμα δὲ θαρρούντως πάντα ποιεῖν.
2.1.2ἐναντίον γάρ πως δοκεῖ τῷ θαρραλέῳ τὸ εὐλαβές, τὰ δ’ἐναντία οὐδαμῶς συνυπάρχει.
2.1.3τὸ δὲ φαινόμενον πολλοῖς ἐν τῷ τόπῳ παράδοξον δοκεῖ μοι τοιούτου τινὸς ἔχεσθαι · εἰ μὲν γὰρ πρὸς τα- ταὐτὰ ἠξιοῦμεν χρῆσθαι τῇτ’εὐλαβείᾳ καὶ τῷ θάρσει, δικαίως ἂν ἡμᾶς ᾐτιῶντο ὡς τὰ ἀσύνακτα συνάγοντας.
2.1.4νῦν δὲ τί δεινὸν ἔχει τὸ λεγόμενον; εἰ γὰρ ὑγιῆ ταῦτ’ἐστι τὰ πολλάκις μὲν εἰρημένα, πολλάκις δ’ἀποδεδειγμένα, ὅτι ἡ οὐσία τοῦ ἀγαθοῦ ἔστιν ἐν χρήσει φαντασιῶν καὶ τοῦ κακοῦ ὡσαύτως, τὰ δ’ἀπροαίρετα οὔτε τὴν τοῦ κακοῦ δέχεται φύσιν οὔτε τὴν τοῦ ἀγαθοῦ, τί παράδοξον ἀξιοῦσιν οἱ φιλόσοφοι, εἰ λέγουσιν “ὅπου μὲν τὰ ἀπροαίρετα, ἐκεῖ τὸ θάρσος ἔστω σοι, ὅπου δὲ τὰ προαιρετικά, ἐκεῖ ἡ εὐλάβεια”;
2.1.6εἰ γὰρ ἐν κακῇ προαιρέσει τὸ κακόν, πρὸς μόνα ταῦτα χρῆσθαι ἄξιον εὐλαβείᾳ · εἰ δὲ τὰ ἀπροαίρετα καὶ μὴ ἐφ’ἡμῖν οὐδὲν πρὸς ἡμᾶς, πρὸς ταῦτα τῷ θάρσει χρηστέον.
2.1.7καὶ οὕτως ἅμα μὲν εὐλαβεῖς ἅμα δὲ θαρραλέοι ἐσόμεθα καὶ νὴ Δία διὰ τὴν εὐλάβειαν θαρραλέοι. διὰ γὰρ τὸ εὐλαβεῖσθαι τὰ ὄντως κακὰ συμβήσεται θαρρεῖν ἡμῖν πρὸς τὰ μὴ οὕτως ἔχοντα.
2.1.8λοιπὸν ἡμεῖς τὸ τῶν ἐλάφων πάσχομεν · ὅτε φοβοῦνται καὶ φεύγουσιν αἱ ἔλαφοι τὰ πτερά, ποῦ τρέπονται καὶ πρὸς τίνα ἀναχωροῦσιν ὡς ἀσφαλῆ; πρὸς τὰ δίκτυα · καὶ οὕτως ἀπόλλυνται ἐναλλάξασαι τὰ φοβερὰ καὶ τὰ θαρραλέα.
2.1.9οὕτως καὶ ἡμεῖς ποῦ χρώμεθα τῷ φόβῳ; πρὸς τὰ ἀπροαίρετα. ἐν τίσιν πάλιν θαρροῦντες ἀναστρεφόμεθα ὡς οὐδενὸς ὄντος δεινοῦ; ἐν τοῖς προαιρετικοῖς.
2.1.10ἐξαπατηθῆναι ἢ προπεσεῖν ἢ ἀναίσχυντόν τι ποιῆσαι ἢ μετ’ἐπιθυμίας αἰσχρᾶς ὀρεχθῆναί τινος οὐδὲν διαφέρει ἡμῖν, ἂν μόνον ἐν τοῖς ἀπροαιρέτοις εὐστοχῶμεν. ὅπου δὲ θάνατος ἢ φυγὴ ἢ πόνος ἢ ἀδοξία, ἐκεῖ τὸ ἀναχωρητικόν, ἐκεῖ τὸ σεσοβημένον.
2.1.11τοιγαροῦν ὥσπερ εἰκὸς τοὺς περὶ τὰ μέγιστα διαμαρτάνοντας τὸ μὲν φύσει θαρραλέον θρασὺ κατασκευάζομεν, ἀπονενοημένον, ἰταμόν, ἀναίσχυντον, τὸ δ’εὐλαβὲς φύσει καὶ αἰδῆμον δειλὸν καὶ ταπεινόν, φόβων καὶ ταραχῶν μεστόν.
2.1.12ἂν γάρ τις ἐκεῖ μεταθῇ τὸ εὐλαβές, ὅπου προαίρεσις καὶ ἔργα προαιρέσεως, εὐθὺς ἅμα τῷ θέλειν εὐλαβεῖσθαι καὶ ἐπ’αὐτῷ κειμένην ἕξει τὴν ἔκκλισιν · ἂν δ’ὅπου τὰ μὴ ἐφ’ἡμῖν ἐστι καὶ ἀπροαίρετα, πρὸς τὰ ἐπ’ἄλλοις ὄντα τὴν ἔκκλισιν ἔχων ἀναγκαίως φοβήσεται, ἀκαταστατήσει, ταραχθήσεται.
2.1.13οὐ γὰρ θάνατος ἢ πόνος φοβερόν, ἀλλὰ τὸ φοβεῖσθαι πόνον ἢ θάνατον. διὰ τοῦτο ἐπαινοῦμεν τὸν εἰπόντα ὅτι οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλ’αἰσχρῶς θανεῖν.
2.1.14ἔδει οὖν πρὸς μὲν τὸν θάνατον τὸ θάρσος ἐστράφθαι, πρὸς δὲ τὸν φόβον τοῦ θανάτου τὴν εὐλάβειαν · νῦν δὲ τὸ ἐναντίον πρὸς μὲν τὸν θάνατον τὴν φυγήν, πρὸς δὲ τὸ περὶ αὐτοῦ δόγμα τὴν ἀνεπιστρεψίαν καὶ τὸ † ἀφειδὲς καὶ τὸ ἀδιαφορητικόν.
2.1.15ταῦτα δ’ὁ Σωκράτης καλῶς ποιῶν μορμολύκεια ἐκάλει. ὡς γὰρ τοῖς παιδίοις τὰ προσωπεῖα φαίνεται δεινὰ καὶ φοβερὰ δι’ἀπειρίαν, τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν πρὸς τὰ πράγματα δι’οὐδὲν ἄλλο ἢ ὥσπερ καὶ τὰ παιδία πρὸς τὰς μορμολυκείας.
2.1.16τί γάρ ἐστι παιδίον; ἄγνοια. τί ἐστι παιδίον; ἀμαθία. ἐπεὶ ὅπου οἶδεν, κα- κἀκεῖνα οὐδὲν ἡμῶν ἔλαττον ἔχει.
2.1.17θάνατος τί ἐστιν; μορμολύκειον. στρέψας αὐτὸ κατάμαθε · ἰδοῦ, πῶς οὐ δάκνει. τὸ σωμάτιον δεῖ χωρισθῆναι τοῦ πνευματίου, ὡς πρότερον ἐκεχώριστο, ἢ νῦν ἢ ὕστερον. τί οὖν ἀγανακτεῖς, εἰ νῦν; εἰ γὰρ μὴ νῦν, ὕστερον.
2.1.18διὰ τί; ἵνα ἡ περίοδος ἀνύηται τοῦ κόσμου · χρείαν γὰρ ἔχει τῶν μὲν ἐνισταμένων, τῶν δὲ μελλόντων, τῶν δ’ἠνυσμένων.
2.1.19πόνος τί ἐστιν; μορμολύκειον. στρέψον αὐτὸ καὶ κατάμαθε. τραχέως κινεῖται τὸ σαρκίδιον, εἶτα πάλιν λείως. ἄν σοι μὴ λυσιτελῇ, ἡ θύρα ἤνοικται · ἂν λυσιτελῇ, φέρε.
2.1.20πρὸς πάντα γὰρ ἠνοῖχθαι δεῖ τὴν θύραν · καὶ πρᾶγμα οὐκ ἔχομεν.
2.1.21τίς οὖν τούτων τῶν δογμάτων καρπός; ὅνπερ δεῖ κάλλιστόντ’εἶναι καὶ πρεπωδέστατον τοῖς τῷ ὄντι παιδευομένοις, ἀταραξία ἀφοβία ἐλευθερία.
2.1.22οὐ γὰρ τοῖς πολλοῖς περὶ τούτων πιστευτέον, οἳ λέγουσιν μόνοις ἐξεῖναι παιδεύεσθαι τοῖς ἐλευθέροις, ἀλλὰ τοῖς φιλοσόφοις μᾶλλον, οἳ λέγουσι μόνους τοὺς παιδευθέντας ἐλευθέρους εἶναι.
2.1.23— πῶς τοῦτο; — οὕτως · νῦν ἄλλο τί ἐστιν ἐλευθερία ἢ τὸ ἐξεῖναι ὡς βουλόμεθα διεξάγειν; “οὐδέν”. λέγετε δή μοι, ὦ ἄνθρωποι, βούλεσθε ζῆν ἁμαρτάνοντες; “οὐ βουλόμεθα”. οὐδεὶς τοίνυν ἁμαρτάνων ἐλεύθερός ἐστιν.
2.1.24βούλεσθε ζῆν φοβούμενοι, βούλεσθε λυπούμενοι, βούλεσθε ταρασσόμενοι; “οὐδαμῶς”. οὐδεὶς ἄρα οὔτε φοβούμενος οὔτε λυπούμενος οὔτε ταρασσόμενος ἐλεύθερός ἐστιν, ὅστις δ’ἀπήλλακται λυπῶν καὶ φόβων καὶ ταραχῶν, οὗτος τῇ αὐτῇ ὁδῷ καὶ τοῦ δουλεύειν ἀπήλλακται.
2.1.25πῶς οὖν ἔτι ὑμῖν πιστεύσομεν, ὦ φίλτατοι νομοθέται; οὐκ ἐπιτρέπομεν παιδεύεσθαι, εἰ μὴ τοῖς ἐλευθέροις; οἱ φιλόσοφοι γὰρ λέγουσιν ὅτι οὐκ ἐπιτρέπομεν ἐλευθέροις εἶναι εἰ μὴ τοῖς πεπαιδευμένοις, τοῦτό ἐστιν ὁ θεὸς οὐκ ἐπιτρέπει.
2.1.26— ὅταν οὖν στρέψῃ τις ἐπὶ στρατηγοῦ τὸν αὑτοῦ δοῦλον, οὐδὲν ἐποίησεν; — ἐποίησεν. — τί; — ἔστρεψεν τὸν αὑτοῦ δοῦλον ἐπὶ στρατηγοῦ. — ἄλλο οὐδέν; — ναί · καὶ εἰκοστὴν αὐτοῦ δοῦναι ὀφείλει.
2.1.27— τί οὖν; ὁ ταῦτα παθὼν οὐ γέγονεν ἐλεύθερος; — οὐ μᾶλλον ἢ ἀτάραχος.
2.1.28ἐπεὶ σὺ ὁ ἄλλους στρέφειν δυνάμενος οὐδένα ἔχεις κύριον; οὐκ ἀργύριον, οὐ κοράσιον, οὐ παιδάριον, οὐ τὸν τύραννον, οὐ φίλον τινὰ τοῦ τυράννου; τί οὖν τρέμεις ἐπί τινα τοιαύτην ἀπιὼν περίστασιν; διὰ τοῦτο λέγω πολλάκις “ταῦτα μελετᾶτε καὶ ταῦτα πρόχειρα ἔχετε, πρὸς τίνα δεῖ τεθαρρηκέναι καὶ πρὸς τίνα εὐλαβῶς διακεῖσθαι, ὅτι πρὸς τὰ ἀπροαίρετα θαρρεῖν, εὐλαβεῖσθαι τὰ προαιρετικά”.
2.1.30— ἀλλ’οὐκ ἀνέγνων σοι οὐ δ’ἔγνως τί ποιῶ.
2.1.31— ἐν τίνι; ἐν λεξειδίοις. ἔχε σου τὰ λεξείδια · δεῖξον, πῶς ἔχεις πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἰ μὴ ἀποτυγχάνεις ὧν θέλεις, εἰ μὴ περιπίπτεις οἷς οὐ θέλεις. ἐκεῖνα δὲ τὰ περιόδια, ἂν νοῦν ἔχῃς, ἄρας πού ποτε ἀπαλείψεις.
2.1.32— τί οὖν; Σωκράτης οὐκ ἔγραφεν; — καὶ τίς τοσαῦτα; ἀλλὰ πῶς; ἐπεὶ μὴ ἐδύνατο ἔχειν ἀεὶ τὸν ἐλέγχοντα αὐτοῦ τὰ δόγματα ἢ ἐλεγχθησόμενον ἐν τῷ μέρει, αὐτὸς ἑαυτὸν ἤλεγχεν καὶ ἐξήταζεν καὶ ἀεὶ μίαν γέ τινα πρόληψιν ἐγύμναζεν χρηστικῶς.
2.1.33ταῦτα γράφει φιλόσοφος · λεξείδια δὲ καὶ † ἡ ὁδός, ἣν λέγω, ἄλλοις ἀφίησι, τοῖς ἀναισθήτοις ἢ τοῖς μακαρίοις, τοῖς σχολὴν ἄγουσιν ὑπὸ ἀταραξίας ἢ τοῖς μηδὲν τῶν ἑξῆς ὑπολογιζομένοις διὰ μωρίαν.
2.1.34καὶ νῦν καιροῦ καλοῦντος ἐκεῖνα δείξεις ἀπελθὼν καὶ ἀναγνώσῃ καὶ ἐμπερπερεύσῃ; “ἰδοῦ, πῶς διαλόγους συντίθημι”.
2.1.35μή, ἄνθρωπε, ἀλλ’ἐκεῖνα μᾶλλον “ἰδοῦ, πῶς ὀρεγόμενος οὐκ ἀποτυγχάνω. ἰδοῦ, πῶς ἐκκλίνων οὐ περιπίπτω. φέρε θάνατον καὶ γνώσῃ · φέρε πόνους, φέρε δεσμωτήριον, φέρε ἀδοξίαν, φέρε καταδίκην”.
2.1.36αὕτη ἐπίδειξις νέου ἐκ σχολῆς ἐληλυθότος. τα- τἆλλα δ’ἄλλοις ἄφες, μη δὲ φωνήν τις ἀκούσῃ σου περὶ αὐτῶν ποτε μη δ’, ἂν ἐπαινέσῃ τις ἐπ’αὐτοῖς, ἀνέχου, δόξον δὲ μηδεὶς εἶναι καὶ εἰδέναι μηδέν.
2.1.37μόνον τοῦτο εἰδὼς φαίνου, πῶς μήτ’ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς.
2.1.38ἄλλοι μελετάτωσαν δίκας, ἄλλοι προβλήματα, ἄλλοι συλλογισμούς · σὺ ἀποθνῄσκειν, σὺ δεδέσθαι, σὺ στρεβλοῦσθαι, σὺ ἐξορίζεσθαι.
2.1.39πάντα ταῦτα θαρρούντως, πεποιθότως τῷ κεκληκότι σε ἐπ’αὐτά, τῷ ἄξιον τῆς χώρας ταύτης κεκρικότι, ἐν ᾗ καταταχθεὶς ἐπιδείξεις, τίνα δύναται λογικὸν ἡγεμονικὸν πρὸς τὰς ἀπροαιρέτους δυνάμεις ἀντιταξάμενον.
2.1.40καὶ οὕτως τὸ παράδοξον ἐκεῖνο οὐκέτι οὔτ’ἀδύνατον φανεῖται οὔτε παράδοξον, ὅτι ἅμα μὲν εὐλαβεῖσθαι δεῖ ἅμα δὲ θαρρεῖν, πρὸς μὲν τὰ ἀπροαίρετα θαρρεῖν, ἐν δὲ τοῖς προαιρετικοῖς εὐλαβεῖσθαι.
2.2.1ὅρα σὺ ὁ ἀπιὼν ἐπὶ τὴν δίκην, τί θέλεις τηρῆσαι καὶ ποῦ θέλεις ἀνύσαι.
2.2.2εἰ γὰρ προαίρεσιν θέλεις τηρῆσαι κατὰ φύσιν ἔχουσαν, πᾶσά σοι ἀσφάλεια, πᾶσά σοι εὐμάρεια, πρᾶγμα οὐκ ἔχεις.
2.2.3τὰ γὰρ ἐπὶ σοὶ αὐτεξούσια καὶ φύσει ἐλεύθερα θέλων τηρῆσαι καὶ τούτοις ἀρκούμενος τίνος ἔτι ἐπιστρέφῃ; τίς γὰρ αὐτῶν κύριος, τίς αὐτὰ δύναται ἀφελέσθαι;
2.2.4εἰ θέλεις αἰδήμων εἶναι καὶ πιστός, τίς οὐκ ἐάσει σε; εἰ θέλεις μὴ κωλύεσθαι μη δ’ἀναγκάζεσθαι, τίς σε ἀναγκάσει ὀρέγεσθαι ὧν οὐ δοκεῖ σοι, τίς ἐκκλίνειν ἃ μὴ φαίνεταί σοι;
2.2.5ἀλλὰ τί; πράξει μέν σοί τινα ἃ δοκεῖ φοβερὰ εἶναι · ἵνα δὲ καὶ ἐκκλίνων αὐτὰ πάθῃς, πῶς δύναται ποιῆσαι;
2.2.6ὅταν οὖν ἐπὶ σοὶ ᾖ τὸ ὀρέγεσθαι καὶ ἐκκλίνειν, τίνος ἔτι ἐπιστρέφῃ;
2.2.7τοῦτό σοι προοίμιον, τοῦτο διήγησις, τοῦτο πίστις, τοῦτο νίκη, τοῦτο ἐπίλογος, τοῦτο εὐδοκίμησις.
2.2.8διὰ τοῦτο ὁ Σωκράτης πρὸς τὸν ὑπομιμνῄσκοντα, ἵνα παρασκευάζηται πρὸς τὴν δίκην, ἔφη “οὐ δοκῶ οὖν σοι ἅπαντι τῷ βίῳ πρὸς τοῦτο παρασκευάζεσθαι”;
2.2.9— “ποίαν παρασκευήν”; — “τετήρηκα,” φησίν, “τὸ ἐπ’ἐμοί”. — “πῶς οὖν”; — “οὐδὲν οὐδέποτ’ἄδικον οὔτ’ἰδίᾳ οὔτε δημοσίᾳ ἔπραξα”.
2.2.10εἰ δὲ θέλεις καὶ τὰ ἐκτὸς τηρῆσαι, τὸ σωμάτιον καὶ τὸ οὐσίδιον καὶ τὸ ἀξιωμάτιον, λέγω σοι · ἤδη αὐτόθεν παρασκευάζου τὴν δυνατὴν παρασκευὴν πᾶσαν καὶ λοιπὸν σκέπτου καὶ τὴν φύσιν τοῦ δικαστοῦ καὶ τὸν ἀντίδικον.
2.2.11εἰ γονάτων ἅψασθαι δεῖ, γονάτων ἅψαι · εἰ κλαῦσαι, κλαῦσον · εἰ οἰμῶξαι, οἴμωξον.
2.2.12ὅταν γὰρ ὑποθῇς τὰ σὰ τοῖς ἐκτός, δούλευε τὸ λοιπὸν καὶ μὴ ἀντισπῶ καὶ ποτὲ μὲν θέλε δουλεύειν, ποτὲ δὲ μὴ θέλε, ἀλλ’ἁπλῶς καὶ ἐξ ὅλης τῆς διανοίας ἢ ταῦτα ἢ ἐκεῖνα ·
2.2.13ἢ ἐλεύθερος ἢ δοῦλος, ἢ πεπαιδευμένος ἢ ἀπαίδευτος, ἢ γενναῖος ἀλεκτρυὼν ἢ ἀγεννής, ἢ ὑπόμενε τυπτόμενος, μέχρις ἂν ἀποθάνῃς, ἢ ἀπαγόρευσον εὐθύς. μή σοι γένοιτο πληγὰς πολλὰς λαβεῖν καὶ ὕστερον ἀπαγορεῦσαι.
2.2.14εἰ δ’αἰσχρὰ ταῦτα, αὐτόθεν ἤδη δίελε “ποῦ φύσις κακῶν καὶ ἀγαθῶν; οὗ καὶ ἀλήθεια. ὅπου ἀλήθεια καὶ οὗ φύσις, ἐκεῖ τὸ εὐλαβές · ὅπου ἡ ἀλήθεια, ἐκεῖ τὸ θαρραλέον, ὅπου ἡ φύσις”.
2.2.15ἐπεί τ οι δοκεῖς, ὅτι τὰ ἐκτὸς τηρῆσαι θέλων Σωκράτης παρελθὼν ἂν ἔλεγε “ἐμὲ δ’Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ’οὔ”; οὕτω μωρὸς ἦν, ἵνα μὴ ἴδῃ ὅτι αὕτη ἡ ὁδὸς ἐνταῦθα οὐ φέρει, ἀλλ’ἄλλῃ;
2.2.16τί οὖν ἐστιν, ὅτι οὐκ ἔχει λόγον καὶ προσερεθίζει;
2.2.17ὡς ὁ ἐμὸς Ἡράκλειτος περὶ ἀγριδίου πραγμάτιον ἔχων ἐν Ῥόδῳ καὶ ἀποδείξας τοῖς δικασταῖς ὅτι δίκαια λέγει ἐλθὼν ἐπὶ τὸν ἐπίλογον ἔφη ὅτι “ἀλλ’οὔτε δεήσομαι ὑμῶν οὔτ’ἐπιστρέφομαι, τί μέλλετε κρίνειν · ὑμεῖςτε μᾶλλον οἱ κρινόμενοί ἐστε ἢ ἐγώ”.
2.2.18καὶ οὕτως κατέστρεψε τὸ πραγμάτιον. τίς χρεία; μόνον μὴ δέου, μὴ προστίθει δ’ὅτι “καὶ οὐ δέομαι”. εἰ μή τι καιρός ἐστιν ἐπίτηδες ἐρεθίσαι τοὺς δικαστὰς ὡς Σωκράτει.
2.2.19καὶ σὺ εἰ τοιοῦτον ἐπίλογον παρασκευάζῃ, τί ἀναβαίνεις, τί ὑπακούεις;
2.2.20εἰ γὰρ σταυρωθῆναι θέλεις, ἔκδεξαι καὶ ἥξει ὁ σταυρός · εἰ δ’ὑπακοῦσαι λόγος αἱρεῖ καὶ πεῖσαι τό γε παρ’αὐτόν, τὰ ἑξῆς τούτῳ ποιητέον τηροῦντι μέντοι τὰ ἴδια. ταύτῃ καὶ γελοῖόν ἐστι τὸ λέγειν “ὑπόθου μοι”.
2.2.21τί σοι ὑποθῶμαι; ἀλλὰ “ποίησόν μου τὴν διάνοιαν ὅ τι ἂν ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι”.
2.2.22ἐπεὶ ἐκεῖνό γε ὅμοιόν ἐστιν οἷον εἰ ἀγράμματος λέγοι “εἰπέ μοι τί γράψω, ὅταν μοι προβληθῇ τι ὄνομα”.
2.2.23ἂν γὰρ εἴπω ὅτι Δίων, εἶτα παρελθὼν ἐκεῖνος αὐτῷ προβάλῃ μὴ τὸ Δίωνος ὄνομα, ἀλλὰ τὸ Θέωνος, τί γένηται;
2.2.24τί γράψῃ; ἀλλ’εἰ μὲν μεμελέτηκας γράφειν, ἔχεις καὶ παρασκευάσασθαι πρὸς πάντα τὰ ὑπαγορευόμενα · εἰ δὲ μή, τί σοι ἐγὼ νῦν ὑποθῶμαι; ἂν γὰρ ἄλλο τι ὑπαγορεύῃ τὰ πράγματα, τί ἐρεῖς ἢ τί πράξεις;
2.2.25τούτου οὖν τοῦ καθολικοῦ μέμνησο καὶ ὑποθήκης οὐκ ἀπορήσεις. ἐὰν δὲ πρὸς τὰ ἔξω χάσκῃς, ἀνάγκη σε ἄνω καὶ κάτω κυλίεσθαι πρὸς τὸ βούλημα τοῦ κυρίου.
2.2.26τίς δ’ἐστὶ κύριος; ὁ τῶν ὑπὸ σοῦ τινος σπουδαζομένων ἢ ἐκκλινομένων ἔχων ἐξουσίαν.
2.3.1καλῶς ὁ Διογένης πρὸς τὸν ἀξιοῦντα γράμματα παρ’αὐτοῦ λαβεῖν συστατικὰ “ὅτι μὲν ἄνθρωπος,” φησίν, “εἶ, καὶ ἰδὼν γνώσεται · εἰ δ’ἀγαθὸς ἢ κακός, εἰ μὲν ἔμπειρός ἐστι διαγνῶναι τοὺς ἀγαθοὺς καὶ κακούς, γνώσεται, εἰ δ’ἄπειρος, οὐ δ’ἂν μυριάκις γράψω αὐτῷ”.
2.3.2ὅμοιον γὰρ ὥσπερ εἰ δραχμὴ συσταθῆναί τινι ἠξίου, ἵνα δοκιμασθῇ. εἰ ἀργυρογνωμονικός ἐστιν, σὺ σαυτὴν συστήσεις.
2.3.3ἔδει οὖν τοιοῦτόν τι ἔχειν ἡμᾶς καὶ ἐν τῷ βίῳ οἷον ἐπ’ἀργυρίου, ἵν’εἰπεῖν δύνωμαι καθάπερ ὁ ἀργυρογνώμων λέγει “φέρε ἣν θέλεις δραχμὴν καὶ διαγνώσομαι”.
2.3.4ἀλλ’ἐπὶ συλλογισμῶν “φέρε ὃν θέλεις καὶ διακρινῶ σοι τὸν ἀναλυτικόντε καὶ μή”. διὰ τί; οἶδα γὰρ ἀναλύειν συλλογισμούς · ἔχω τὴν δύναμιν, ἣν ἔχειν δεῖ τὸν ἐπιγνωστικὸν τῶν περὶ συλλογισμοὺς κατορθούντων.
2.3.5ἐπὶ δὲ τοῦ βίου τί ποιῶ; νῦν μὲν λέγω ἀγαθόν, νῦν δὲ κακόν. τί τὸ αἴτιον; τὸ ἐναντίον ἢ ἐπὶ τῶν συλλογισμῶν, ἀμαθία καὶ ἀπειρία.
2.4.1λέγοντος αὐτοῦ ὅτι Ὁ ἄνθρωπος πρὸς πίστιν γέγονεν καὶ τοῦτο ὁ ἀνατρέπων ἀνατρέπει τὸ ἴδιον τοῦ ἀνθρώπου ἐπεισῆλθέν τις τῶν δοκούντων φιλολόγων, ὃς κατείληπτό ποτε μοιχὸς ἐν τῇ πόλει.
2.4.2ὁ δ’Ἀλλ’ἄν, φησίν, ἀφέντες τοῦτο τὸ πιστόν, πρὸς ὃ πεφύκαμεν, ἐπιβουλεύωμεν τῇ γυναικὶ τοῦ γείτονος, τί ποιοῦμεν; τί γὰρ ἄλλο ἢ ἀπόλλυμεν καὶ ἀναιροῦμεν; τίνα; τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ὅσιον.
2.4.3ταῦτα μόνα; γειτνίασιν δ’οὐκ ἀναιροῦμεν, φιλίαν δ’οὔ, πόλιν δ’οὔ; εἰς τίνα δὲ χώραν αὑτοὺς κατατάσσομεν; ὡς τίνι σοι χρῶμαι, ἄνθρωπε; ὡς γείτονι, ὡς φίλῳ; ποίῳ τινί; ὡς πολίτῃ; τί σοι πιστεύσω;
2.4.4εἶτα σκευάριον μὲν εἰ ἦς οὕτως σαπρόν, ὥστε σοι πρὸς μηδὲν δύνασθαι χρῆσθαι, ἔξω ἂν ἐπὶ τὰς κοπρίας ἐρρίπτου καὶ οὐ δ’ἐκεῖθεν ἄν τίς σε ἀνῃρεῖτο ·
2.4.5εἰ δ’ἄνθρωπος ὢν οὐδεμίαν χώραν δύνασαι ἀποπληρῶσαι ἀνθρωπικήν, τί σε ποιήσομεν; ἔστω γάρ, φίλου οὐ δύνασαι τόπον ἔχειν · δούλου δύνασαι; καὶ τίς σοι πιστεύσει; οὐ θέλεις οὖν ῥιφῆναί που καὶ αὐτὸς ἐπὶ κοπρίαν ὡς σκεῦος ἄχρηστον, ὡς κόπριον;
2.4.6εἶτα ἐρεῖς “οὐδείς μου ἐπιστρέφεται, ἀνθρώπου φιλολόγου”; κακὸς γὰρ εἶ καὶ ἄχρηστος. οἷον εἰ οἱ σφῆκες ἠγανάκτουν, ὅτι οὐδεὶς αὐτῶν ἐπιστρέφεται, ἀλλὰ φεύγουσι πάντες κα- κἄν τις δύνηται, πλήξας κατέβαλεν.
2.4.7σὺ κέντρον ἔχεις τοιοῦτον, ὥστε ὃν ἂν πλήξῃς εἰς πράγματα καὶ ὀδύνας ἐμβάλλειν. τί σε θέλεις ποιήσωμεν; οὐκ ἔχεις ποῦ τεθῇς.
2.4.8τί οὖν; οὐκ εἰσὶν αἱ γυναῖκες κοιναὶ φύσει; κα- κἀγὼ λέγω. καὶ γὰρ τὸ χοιρίδιον κοινὸν τῶν κεκλημένων · ἀλλ’ὅταν μέρη γένηται, ἄν σοι φανῇ, ἀνάρπασον ἀπελθὼν τὸ τοῦ παρακατακειμένου μέρος, λάθρᾳ κλέψον ἢ παρακαθεὶς τὴν χεῖρα λίχνευε, κα- κἂν μὴ δύνῃ τοῦ κρέως ἀποσπάσαι, λίπαινε τοὺς δακτύλους καὶ περίλειχε. καλὸς συμπότης καὶ σύνδειπνος Σωκρατικός.
2.4.9ἄγε, τὸ δὲ θέατρον οὐκ ἔστι κοινὸν τῶν πολιτῶν; ὅταν οὖν καθίσωσιν, ἐλθών, ἄν σοι φανῇ, ἔκβαλέ τινα αὐτῶν.
2.4.10οὕτως καὶ αἱ γυναῖκες φύσει κοιναί. ὅταν δ’ὁ νομοθέτης ὡς ἑστιάτωρ διέλῃ αὐτάς, οὐ θέλεις καὶ αὐτὸς ἴδιον μέρος ζητεῖν, ἀλλὰ τὸ ἀλλότριον ὑφαρπάζεις καὶ λιχνεύεις;
2.4.11“ἀλλὰ φιλόλογός εἰμι καὶ Ἀρχέδημον νοῶ”. Ἀρχέδημον τοίνυν νοῶν μοιχὸς ἴσθι καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώπου λύκος ἢ πίθηκος. τί γὰρ κωλύει;
2.5.1αἱ ὗλαι ἀδιάφοροι, ἡ δὲ χρῆσις αὐτῶν οὐκ ἀδιάφορος.
2.5.2πῶς οὖν τηρήσῃ τις ἅμα μὲν τὸ εὐσταθὲς καὶ ἀτάραχον, ἅμα δὲ τὸ ἐπιμελὲς καὶ μὴ εἰκαῖον μη δ’ἐπισεσυρμένον;
2.5.3ἂν μιμῆται τοὺς κυβεύοντας. αἱ ψῆφοι ἀδιάφοροι, οἱ κύβοι ἀδιάφοροι · πόθεν οἶδα, τί μέλλει πίπτειν; τῷ πεσόντι δ’ἐπιμελῶς καὶ τεχνικῶς χρῆσθαι, τοῦτο ἤδη ἐμὸν ἔργον ἐστίν.
2.5.4οὕτως τοίνυν τὸ μὲν προηγούμενον καὶ ἐπὶ τοῦ βίου ἔργον ἐκεῖνο · δίελε τὰ πράγματα καὶ διάστησον καὶ εἰπὲ “τὰ ἔξω οὐκ ἐπ’ἐμοί · προαίρεσις ἐπ’ἐμοί.
2.5.5ποῦ ζητήσω τὸ ἀγαθὸν καὶ τὸ κακόν; ἔσω ἐν τοῖς ἐμοῖς”. ἐν δὲ τοῖς ἀλλοτρίοις μηδέποτε μήτ’ἀγαθὸν ὀνομάσῃς μήτε κακὸν μήτ’ὠφέλειαν μήτε βλάβην μήτ’ἄλλο τι τῶν τοιούτων.
2.5.6τί οὖν; ἀμελῶς τούτοις χρηστέον; οὐδαμῶς. τοῦτο γὰρ πάλιν τῇ προαιρέσει κακόν ἐστι καὶ ταύτῃ παρὰ φύσιν.
2.5.7ἀλλ’ἅμα μὲν ἐπιμελῶς, ὅτι ἡ χρῆσις οὐκ ἀδιάφορον, ἅμα δ’εὐσταθῶς καὶ ἀταράχως, ὅτι ἡ ὕλη οὐ διαφέρουσα.
2.5.8ὅπου γὰρ τὸ διαφέρον, ἐκεῖ οὔτε κωλῦσαί μέ τις δύναται οὔτ’ἀναγκάσαι. ὅπου κωλυτὸς καὶ ἀναγκαστός εἰμι, ἐκείνων ἡ μὲν τεῦξις οὐκ ἐπ’ἐμοὶ οὐ δ’ἀγαθὸν ἢ κακόν, ἡ χρῆσις δ’ἢ κακὸν ἢ ἀγαθόν, ἀλλ’ἐπ’ἐμοί.
2.5.9δύσκολον δὲ μῖξαι καὶ συναγαγεῖν ταῦτα, ἐπιμέλειαν τοῦ προσπεπονθότος ταῖς ὕλαις καὶ εὐστάθειαν τοῦ ἀνεπιστρεπτοῦντος, πλὴν οὐκ ἀδύνατον. εἰ δὲ μή, ἀδύνατον τὸ εὐδαιμονῆσαι.
2.5.10ἀλλ’οἷόν τι ἐπὶ τοῦ πλοῦ ποιοῦμεν. τί μοι δύναται; τὸ ἐκλέξασθαι τὸν κυβερνήτην, τοὺς ναύτας, τὴν ἡμέραν, τὸν καιρόν.
2.5.11εἶτα χειμὼν ἐμπέπτωκεν. τί οὖν ἔτι μοι μέλει; τὰ γὰρ ἐμὰ ἐκπεπλήρωται. ἄλλου ἐστὶν ἡ ὑπόθεσις, τοῦ κυβερνήτου. ἀλλὰ καὶ ἡ ναῦς καταδύεται.
2.5.12τί οὖν ἔχω ποιῆσαι; ὃ δύναμαι, τοῦτο μόνον ποιῶ · μὴ φοβούμενος ἀποπνίγομαι οὐ δὲ κεκραγὼς οὐ δ’ἐγκαλῶν τῷ θεῷ, ἀλλ’εἰδώς, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ.
2.5.13οὐ γάρ εἰμι αἰών, ἀλλ’ἄνθρωπος, μέρος τῶν πάντων ὡς ὥρα ἡμέρας. ἐνστῆναί με δεῖ ὡς τὴν ὥραν καὶ παρελθεῖν ὡς ὥραν. τί οὖν μοι διαφέρει πῶς παρέλθω, πότερον πνιγεὶς ἢ πυρέξας;
2.5.14διὰ γὰρ τοιούτου τινὸς δεῖ παρελθεῖν με.
2.5.15τοῦτο ὄψει ποιοῦντας καὶ τοὺς σφαιρίζοντας ἐμπείρως. οὐδεὶς αὐτῶν διαφέρεται περὶ τοῦ ἁρπαστοῦ ὡς περὶ ἀγαθοῦ ἢ κακοῦ, περὶ δὲ τοῦ βάλλειν καὶ δέχεσθαι.
2.5.16λοιπὸν ἐν τούτῳ ἡ εὐρυθμία, ἐν τούτῳ ἡ τέχνη, τὸ τάχος, ἡ εὐγνωμοσύνη, ἵν’ἐγώ, μη δ’ἂν τὸν κόλπον ἐκτείνω, δύναμαι λαβεῖν αὐτό, ὁ δέ, ἂν βάλω, λαμβάνει.
2.5.17ἂν δὲ μετὰ ταραχῆς καὶ φόβου δεχώμεθα ἢ βάλλωμεν αὐτό, ποία ἔτι παιδιά, ποῦ δέ τις εὐσταθήσει, ποῦ δέ τις τὸ ἑξῆς ὄψεται ἐν αὐτῇ; ἀλλ’ὁ μὲν ἐρεῖ “βάλε,” ὁ δὲ “μὴ βάλῃς,” ὁ δὲ † “μὴ ἀνέβαλες”. τοῦτο δὴ μάχη ἐστὶ καὶ οὐ παιδιά.
2.5.18τοιγαροῦν Σωκράτης ᾔδει σφαιρίζειν. πῶς; παίζειν ἐν τῷ δικαστηρίῳ. “λέγε μοι,” φησίν, “Ἄνυτε, πῶς με φῂς θεὸν οὐ νομίζειν; οἱ δαίμονές σοι τίνες εἶναι δοκοῦσιν; οὐχὶ ἤτοι θεῶν παῖδές εἰσιν ἢ ἐξ ἀνθρώπων καὶ θεῶν μεμιγμένοι τινές”;
2.5.19ὁμολογήσαντος δὲ “τίς οὖν σοι δοκεῖ δύνασθαι ἡμιόνους μὲν ἡγεῖσθαι εἶναι, ὄνους δὲ μή”; ὡς ἁρπαστίῳ παίζων. καὶ τί ἐκεῖ ἐν μέσῳ ἁρπάστιον τότ’ἦν; τὸ δεδέσθαι, τὸ φυγαδευθῆναι, τὸ πιεῖν φάρμακον, τὸ γυναικὸς ἀφαιρεθῆναι, τὸ τέκνα ὀρφανὰ καταλιπεῖν.
2.5.20ταῦτα ἦν ἐν μέσῳ οἷς ἔπαιζεν, ἀλλ’οὐδὲν ἧττον ἔπαιζεν καὶ ἐσφαίριζεν εὐρύθμως. οὕτως καὶ ἡμεῖς τὴν μὲν ἐπιμέλειαν σφαιριστικωτάτην, τὴν δ’ἀδιαφορίαν ὡς ὑπὲρ ἁρπαστίου.
2.5.21δεῖ γὰρ πάντως περί τινα τῶν ἐκτὸς ὑλῶν φιλοτεχνεῖν, ἀλλ’οὐκ ἐκείνην ἀποδεχόμενον, ἀλλ’οἵα ἂν ᾖ ἐκείνη, τὴν περὶ αὐτὴν φιλοτεχνίαν ἐπιδεικνύοντα. οὕτως καὶ ὁ ὑφάντης οὐκ ἔρια ποιεῖ, ἀλλ’οἷα ἂν παραλάβῃ περὶ αὐτὰ φιλοτεχνεῖ.
2.5.22ἄλλος σοι δίδωσι τροφὰς καὶ κτῆσιν καὶ αὐτὰ ταῦτα δύναται ἀφελέσθαι καὶ τὸ σωμάτιον αὐτό. σὺ λοιπὸν παραλαβὼν τὴν ὕλην ἐργάζου. εἶτα ἂν ἐξέλθῃς μηδὲν παθών, οἱ μὲν ἄλλοι ἀπαντῶντές σοι συγχαρήσονται ὅτι ἐσώθης, ὁ δ’εἰδὼς βλέπειν τὰ τοιαῦτα, ἂν μὲν ἴδῃ ὅτι εὐσχημόνως ἀνεστράφης ἐν τούτῳ, ἐπαινέσει καὶ συνησθήσεται ·
2.5.23ἂν δὲ δι’ἀσχημοσύνην τινὰ διασεσωσμένον, τὰ ἐναντία. ὅπου γὰρ τὸ χαίρειν εὐλόγως, ἐκεῖ καὶ τὸ συγχαίρειν.
2.5.24πῶς οὖν λέγεται τῶν ἐκτός τινα κατὰ φύσιν καὶ παρὰ φύσιν; ὥσπερ ἂν εἰ ἀπόλυτοι ἦμεν. τῷ γὰρ ποδὶ κατὰ φύσιν εἶναι ἐρῶ τὸ καθαρῷ εἶναι, ἀλλ’, ἂν αὐτὸν ὡς πόδα λάβῃς καὶ ὡς μὴ ἀπόλυτον, καθήξει αὐτὸν καὶ εἰς πηλὸν ἐμβαίνειν καὶ ἀκάνθας πατῆσαι καὶ ἔστιν ὅτε ἀποκοπῆναι ὑπὲρ τοῦ ὅλου · εἰ δὲ μή, οὐκέτι ἔσται πούς. τοιοῦτόν τι καὶ ἐφ’ἡμῶν ὑπολαβεῖν δεῖ.
2.5.25τί εἶ; ἄνθρωπος. εἰ μὲν ὡς ἀπόλυτον σκοπεῖς, κατὰ φύσιν ἐστὶ ζῆσαι μέχρι γήρως, πλουτεῖν, ὑγιαίνειν. εἰ δ’ὡς ἄνθρωπον σκοπεῖς καὶ μέρος ὅλου τινός, δι’ἐκεῖνο τὸ ὅλον νῦν μέν σοι νοσῆσαι καθήκει, νῦν δὲ πλεῦσαι καὶ κινδυνεῦσαι, νῦν δ’ἀπορηθῆναι, πρὸ ὥρας δ’ἔστιν ὅτ’ἀποθανεῖν.
2.5.26τί οὖν ἀγανακτεῖς; οὐκ οἶδας ὅτι ὡς ἐκεῖνος οὐκέτι ἔσται πούς, οὕτως οὐ δὲ σὺ ἄνθρωπος; τί γάρ ἐστιν ἄνθρωπος; μέρος πόλεως, πρώτης μὲν τῆς ἐκ θεῶν καὶ ἀνθρώπων, μετὰ ταῦτα δὲ τῆς ὡς ἔγγιστα λεγομένης, ἥ τί ἐστι μικρὸν τῆς ὅλης μίμημα.
2.5.27“νῦν οὖν ἐμὲ κρίνεσθαι”; νῦν οὖν ἄλλον πυρέσσειν, ἄλλον πλεῖν, ἄλλον ἀποθνῄσκειν, ἄλλον κατακεκρίσθαι; ἀδύνατον γὰρ ἐν τοιούτῳ σώματι, ἐν τούτῳ τῷ περιέχοντι, τούτοις τοῖς συζῶσιν μὴ συμπίπτειν ἄλλοις ἄλλα τοιαῦτα.
2.5.28σὸν οὖν ἔργον ἐλθόντα εἰπεῖν ἃ δεῖ, διαθέσθαι ταῦτα ὡς ἐπιβάλλει.
2.5.29εἶτα ἐκεῖνος λέγει “κρίνω σε ἀδικεῖν”. “εὖ σοι γένοιτο. ἐποίησα ἐγὼ τὸ ἐμόν, εἰ δὲ καὶ σὺ τὸ σὸν ἐποίησας, ὄψει αὐτός”. ἔστι γάρ τις κα- κἀκείνου κίνδυνος, μή σε λανθανέτω.
2.6.1τὸ συνημμένον ἀδιάφορον · ἡ κρίσις ἡ περὶ αὐτοῦ οὐκ ἀδιάφορος, ἀλλ’ἢ ἐπιστήμη ἢ δόξα ἢ ἀπάτη. οὕτως τὸ ζῆν ἀδιάφορον, ἡ χρῆσις οὐκ ἀδιάφορος.
2.6.2μή ποτ’οὖν, ὅταν εἴπῃ τις ὑμῖν ἀδιαφορεῖν καὶ ταῦτα, ἀμελεῖς γίνεσθε, μήθ’ὅταν εἰς ἐπιμέλειάν τις ὑμᾶς παρακαλῇ, ταπεινοὶ καὶ τᾶς ὕλας τεθαυμακότες.
2.6.3καλὸν δὲ καὶ τὸ εἰδέναι τὴν αὑτοῦ παρασκευὴν καὶ δύναμιν, ἵν’ἐν οἷς μὴ παρεσκεύασαι, ἡσυχίαν ἄγῃς μη δ’ἀγανακτῇς, εἴ τινες ἄλλοι πλεῖόν σου ἔχουσιν ἐν ἐκείνοις.
2.6.4καὶ γὰρ σὺ ἐν συλλογισμοῖς πλεῖον ἀξιώσεις σεαυτὸν ἔχειν κα- κἂν ἀγανακτῶσιν ἐπὶ τούτῳ, παραμυθήσῃ αὐτούς · “ἐγὼ ἔμαθον, ὑμεῖς δ’οὔ”.
2.6.5οὕτως καί, ὅπου τινὸς χρεία τριβῆς, μὴ ζήτει τὸ ἀπὸ τῆς χρείας περιγινόμενον, ἀλλ’ἐκείνου μὲν παραχώρει τοῖς περιτετριμμένοις, σοὶ δ’ἀρκείτω τὸ εὐσταθεῖν.
2.6.6“ἄπελθε καὶ ἄσπασαι τὸν δεῖνα”. “ἀσπάζομαι”. “πῶς”; “οὐ ταπεινῶς”. “ἀλλ’ἐξεκλείσθης”. “διὰ θυρίδος γὰρ οὐκ ἔμαθον εἰσέρχεσθαι. ὅταν δὲ κεκλειμένην εὕρω τὴν θύραν, ἀνάγκη μ’ἢ ἀποχωρῆσαι ἢ διὰ τῆς θυρίδος εἰσελθεῖν”.
2.6.7“ἀλλὰ καὶ λάλησον αὐτῷ”. “λαλῶ”.
2.6.8“τίνα τρόπον”; “οὐ ταπεινῶς”. “ἀλλ’οὐκ ἐπέτυχες”. μὴ γὰρ σὸν τοῦτο τὸ ἔργον ἦν; ἀλλ’ἐκείνου. τί οὖν ἀντιποιῇ τοῦ ἀλλοτρίου; ἀεὶ μεμνημένος ὅ τι σὸν καὶ τί ἀλλότριον οὐ ταραχθήσῃ.
2.6.9διὰ τοῦτο καλῶς ὁ Χρύσιππος λέγει ὅτι “μέχρις ἂν ἄδηλά μοι ᾖ τὰ ἑξῆς, ἀεὶ τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγχάνειν τῶν κατὰ φύσιν · αὐτὸς γάρ μ’ὁ θεὸς ἐποίησεν τούτων ἐκλεκτικόν.
2.6.10εἰ δέ γε ᾔδειν ὅτι νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπ’αὐτό · καὶ γὰρ ὁ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν ἐπὶ τὸ πηλοῦσθαι”.
2.6.11ἐπεί τοι τίνος ἕνεκα γίνονται στάχυες; οὐχ ἵνα καὶ ξηρανθῶσιν; ἀλλὰ ξηραίνονται μέν, οὐχ ἵνα δὲ καὶ θερισθῶσιν;
2.6.12οὐ γὰρ ἀπόλυτοι γίνονται. εἰ οὖν αἴσθησιν εἶχον, εὔχεσθαι αὐτοὺς ἔδει, ἵνα μὴ θερισθῶσιν μηδέποτε; τοῦτο δὲ κατάρα ἐστὶν ἐπὶ σταχύων τὸ μηδέποτε θερισθῆναι.
2.6.13οὕτως ἴστε ὅτι καὶ ἐπ’ἀνθρώπων κατάρα ἐστὶ τὸ μὴ ἀποθανεῖν · ὅμοιον τῷ μὴ πεπανθῆναι, μὴ θερισθῆναι.
2.6.14ἡμεῖς δ’ἐπειδὴ οἱ αὐτοί ἐσμεν, ἅμα μὲν οὓς δεῖ θερισθῆναι, ἅμα δὲ καὶ αὐτῷ τούτῳ παρακολουθοῦντες ὅτι θεριζόμεθα, διὰ τοῦτο ἀγανακτοῦμεν. οὔτε γὰρ ἴσμεν τίνες ἐσμὲν οὔτε μεμελετήκαμεν τὰ ἀνθρωπικὰ ὡς ἱππικοὶ τὰ ἱππικά.
2.6.15ἀλλὰ Χρυσάντας μὲν παίειν μέλλων τὸν πολέμιον, ἐπειδὴ τῆς σάλπιγγος ἤκουσεν ἀνακαλούσης, ἀνέσχεν · οὕτως προυργιαίτερον ἔδοξεν αὐτῷ τὸ τοῦ στρατηγοῦ πρόσταγμα ἢ τὸ ἴδιον ποιεῖν ·
2.6.16ἡμῶν δ’οὐδεὶς θέλει οὐ δὲ τῆς ἀνάγκης καλούσης εὐλύτως ὑπακοῦσαι αὐτῇ, ἀλλὰ κλάοντες καὶ στένοντες πάσχομεν ἃ πάσχομεν καὶ περιστάσεις αὐτὰ καλοῦντες.
2.6.17ποίας περιστάσεις, ἄνθρωπε; εἰ περιστάσεις λέγεις τὰ περιεστηκότα, πάντα περιστάσεις εἰσίν · εἰ δ’ὡς δύσκολα καλεῖς, ποίαν δυσκολίαν ἔχει τὸ γενόμενον φθαρῆναι;
2.6.18τὸ δὲ φθεῖρον ἢ μάχαιρά ἐστιν ἢ τροχὸς ἢ θάλασσα ἢ κεραμὶς ἢ τύραννος. τί σοι μέλει, ποίᾳ ὁδῷ καταβῇς εἰς Ἅιδου;
2.6.19ἴσαι πᾶσαί εἰσιν. εἰ δὲ θέλεις ἀκοῦσαι τα- τἀληθῆ, συντομωτέρα ἣν πέμπει ὁ τύραννος. οὐδέποτ’οὐδεὶς τύραννος ἓξ μησίν τινα ἔσφαξεν, πυρετὸς δὲ καὶ ἐνιαυτῷ πολλάκις. ψόφος ἐστὶ πάντα ταῦτα καὶ κόμπος κενῶν ὀνομάτων.
2.6.20“τῇ κεφαλῇ κινδυνεύω ἐπὶ Καίσαρος”. ἐγὼ δ’οὐ κινδυνεύω, ὃς οἰκῶ ἐν Νικοπόλει, ὅπου σεισμοὶ τοσοῦτοι; σὺ δ’αὐτὸς ὅταν διαπλέῃς τὸν Ἀδρίαν, τί κινδυνεύεις; οὐ τῇ κεφαλῇ;
2.6.21“ἀλλὰ καὶ τῇ ὑπολήψει κινδυνεύω”. τῇ σῇ; πῶς; τίς γάρ σε ἀναγκάσαι δύναται ὑπολαβεῖν τι ὧν οὐ θέλεις; ἀλλὰ τῇ ἀλλοτρίᾳ; καὶ ποῖός ἐστι κίνδυνος σὸς ἄλλους τὰ ψεύδη ὑπολαβεῖν;
2.6.22“ἀλλ’ἐξορισθῆναι κινδυνεύω”. τί ἐστιν ἐξορισθῆναι; ἀλλαχοῦ εἶναι ἢ ἐν Ῥώμῃ; “ναί. τί οὖν; ἂν εἰς Γύαρα πεμφθῶ”; ἄν σοι ποιῇ, ἀπελεύσῃ · εἰ δὲ μή, ἔχεις ποῦ ἀντὶ Γυάρων ἀπέλθῃς, ὅπου κα- κἀκεῖνος ἐλεύσεται, ἄντε θέλῃ ἄντε μή, ὁ πέμπων σε εἰς Γύαρα.
2.6.23τί λοιπὸν ὡς ἐπὶ μεγάλα ἀνέρχῃ; μικρότερά ἐστι τῆς παρασκευῆς, ἵν’εἴπῃ νέος εὐφυὴς ὅτι “οὐκ ἦν τοσούτου τοσούτων μὲν ἀκηκοέναι, τοσαῦτα δὲ γεγραφέναι, τοσούτῳ δὲ χρόνῳ παρακεκαθικέναι γεροντίῳ οὐ πολλοῦ ἀξίῳ”.
2.6.24μόνον ἐκείνης τῆς διαιρέσεως μέμνησο, καθ’ἣν διορίζεται τὰ σὰ καὶ οὐ τὰ σά. μή ποτ’ἀντιποιήσῃ τινὸς τῶν ἀλλοτρίων.
2.6.25βῆμα καὶ φυλακὴ τόπος ἐστὶν ἑκάτερον, ὁ μὲν ὑψηλός, ὁ δὲ ταπεινός · ἡ προαίρεσις δ’ἴση, ἂν ἴσην αὐτὴν ἐν ἑκατέρῳ φυλάξαι θέλῃς, δύναται φυλαχθῆναι.
2.6.26καὶ τότ’ἐσόμεθα ζηλωταὶ Σωκράτους, ὅταν ἐν φυλακῇ δυνώμεθα παιᾶνας γράφειν.
2.6.27μέχρι δὲ νῦν ὡς ἔχομεν, ὅρα εἰ ἠνεσχόμεθ’ἂν ἐν τῇ φυλακῇ ἄλλου τινὸς ἡμῖν λέγοντος “θέλεις ἀναγνῶ σοι παιᾶνας”; “τί μοι πράγματα παρέχεις; οὐκ οἶδας τὰ ἔχοντά με κακά; ἐν τούτοις γάρ μοι ἔστιν —” ἐν τίσιν οὖν; “ἀποθνῄσκειν μέλλω”. ἄνθρωποι δ’ἄλλοι ἀθάνατοι ἔσονται;
2.7.1διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ παραλείπομεν.
2.7.2τί γὰρ ὁ μάντις δύναται πλέον ἰδεῖν θανάτου ἢ κινδύνου ἢ νόσου ἢ ὅλως τῶν τοιούτων;
2.7.3ἂν οὖν δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμφοτέρων;
2.7.4τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων ἢ τῶν οἰωνῶν; ἀλλ’ἀνέχομαι λέγοντος ἐκείνου “συμφέρει σοι”; τί γάρ ἐστι συμφέρον οἶδεν;
2.7.5τί ἐστιν ἀγαθὸν οἶδεν; μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως σημεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν σημεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ ἀδίκων.
2.7.6ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ ἢ θάνατος, πενία ἢ πλοῦτος · πότερον δὲ συμφέρει ταῦτα ἢ ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι;
2.7.7διὰ τί ἐν γραμματικοῖς οὐ λέγεις; ἐνθάδ’οὖν, ὅπου πάντες ἄνθρωποι πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα;
2.7.8διὰ τοῦτο ἡ γυνὴ καλῶς εἶπεν ἡ πέμψαι θέλουσα τῇ Γρατίλλῃ ἐξωρισμένῃ τὸ πλοῖον τῶν ἐπιμηνίων κατὰ τὸν εἰπόντα ὅτι “ἀφαιρήσεται αὐτὰ Δομιτιανὸς” “μᾶλλον θέλω,” φησίν, “ἵν’ἐκεῖνος αὐτὰ ἀφέληται ἢ ἵν’ἐγὼ μὴ πέμψω”.
2.7.9τί οὖν ἡμᾶς ἐπὶ τὸ οὕτω συνεχῶς μαντεύεσθαι ἄγει; ἡ δειλία, τὸ φοβεῖσθαι τὰς ἐκβάσεις. διὰ τοῦτο κολακεύομεν τοὺς μάντεις · “κληρονομήσω, κύριε, τὸν πατέρα”; “ἴδωμεν · ἐπεκθυσώμεθα”. “ναί, κύριε, ὡς ἡ τύχη θέλει”. εἶτ’ἂν εἴπῃ “κληρονομήσεις,” ὡς παρ’αὐτοῦ τὴν κληρονομίαν εἰληφότες εὐχαριστοῦμεν αὐτῷ. διὰ τοῦτο κα- κἀκεῖνοι λοιπὸν ἐμπαίζουσιν ἡμῖν.
2.7.10τί οὖν; δεῖ δίχα ὀρέξεως ἔρχεσθαι καὶ ἐκκλίσεως, ὡς ὁ ὁδοιπόρος πυνθάνεται παρὰ τοῦ ἀπαντήσαντος, ποτέρα τῶν ὁδῶν φέρει, οὐκ ἔχων ὄρεξιν πρὸς τὸ τὴν δεξιὰν μᾶλλον φέρειν ἢ τὴν ἀριστεράν · οὐ γὰρ τούτων τινὰ ἀπελθεῖν θέλει, ἀλλὰ τὴν φέρουσαν.
2.7.11οὕτως ἔδει καὶ ἐπὶ τὸν θεὸν ἔρχεσθαι ὡς ὁδηγόν, ὡς τοῖς ὀφθαλμοῖς χρώμεθα, οὐ παρακαλοῦντες αὐτοὺς ἵνα τὰ τοιαῦτα μᾶλλον ἡμῖν δεικνύωσιν, ἀλλ’οἷα ἐνδείκνυνται τούτων τὰς φαντασίας δεχόμενοι.
2.7.12νῦν δὲ τρέμοντες τὸ ὀρνιθάριον κρατοῦμεν καὶ τὸν θεὸν ἐπικαλούμενοι δεόμεθα αὐτοῦ ·
2.7.13“κύριε, ἐλέησον · ἐπίτρεψόν μοι ἐξελθεῖν”. ἀνδράποδον, ἄλλο γάρ τι θέλεις ἢ τὸ ἄμεινον; ἄλλο οὖν τι ἄμεινον ἢ τὸ τῷ θεῷ δοκοῦν;
2.7.14τί τὸ ὅσον ἐπὶ σοὶ διαφθείρεις τὸν κριτήν, παράγεις τὸν σύμβουλον;
2.8.1ὁ θεὸς ὠφέλιμος · ἀλλὰ καὶ τα- τἀγαθὸν ὠφέλιμον. εἰκὸς οὖν, ὅπου ἡ οὐσία τοῦ θεοῦ, ἐκεῖ εἶναι καὶ τὴν τοῦ ἀγαθοῦ.
2.8.2τίς οὖν οὐσία θεοῦ; σάρξ; μὴ γένοιτο. ἀγρός; μὴ γένοιτο. φήμη; μὴ γένοιτο. νοῦς, ἐπιστήμη, λόγος ὀρθός.
2.8.3ἐνταῦθα τοίνυν ἁπλῶς ζήτει τὴν οὐσίαν τοῦ ἀγαθοῦ. ἐπεί τοι μή τι αὐτὴν ἐν φυτῷ ζητεῖς; οὔ. μή τι ἐν ἀλόγῳ; οὔ. ἐν λογικῷ οὖν ζητῶν τί ἔτι ἀλλαχοῦ ζητεῖς ἢ ἐν τῇ παραλλαγῇ τῇ πρὸς τὰ ἄλογα;
2.8.4τὰ φυτὰ οὐ δὲ φαντασίαις χρηστικά ἐστιν · διὰ τοῦτο οὐ λέγεις ἐπ’αὐτῶν τὸ ἀγαθόν. δεῖται οὖν τὸ ἀγαθὸν χρήσεως φαντασιῶν.
2.8.5ἆρά γε μόνης; εἰ γὰρ μόνης, λέγε καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἀγαθὰ εἶναι καὶ εὐδαιμονίαν καὶ κακοδαιμονίαν.
2.8.6νῦν δ’οὐ λέγεις καὶ καλῶς ποιεῖς · εἰ γὰρ καὶ τὰ μάλιστα χρῆσιν φαντασιῶν ἔχει, ἀλλὰ παρακολούθησίν γε τῇ χρήσει τῶν φαντασιῶν οὐκ ἔχει. καὶ εἰκότως. ὑπηρετικὰ γὰρ γέγονεν ἄλλοις, οὐκ αὐτὰ προηγούμενα.
2.8.7ὁ ὄνος ἐπεὶ γέγονεν μή τι προηγουμένως; οὔ · ἀλλ’ὅτι νώτου χρείαν. εἴχομεν βαστάζειν τι δυναμένου. ἀλλὰ νὴ Δία καὶ περιπατοῦντος αὐτοῦ χρείαν εἴχομεν · διὰ τοῦτο προσείληφε καὶ τὸ χρῆσθαι φαντασίαις · ἄλλως γὰρ περιπατεῖν οὐκ ἐδύνατο.
2.8.8καὶ λοιπὸν αὐτοῦ που πέπαυται. εἰ δὲ καὶ αὐτός που προσειλήφει παρακολούθησιν τῇ χρήσει τῶν φαντασιῶν, καὶ δῆλον ὅτι κατὰ λόγον οὐκέτ’ἂν ἡμῖν ὑπετέτακτο οὐ δὲ τὰς χρείας ταύτας παρεῖχεν, ἀλλ’ἦν ἂν ἴσος ἡμῖν καὶ ὅμοιος.
2.8.9οὐ θέλεις οὖν ἐκεῖ ζητεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, οὗ μὴ παρόντος ἐπ’οὐδενὸς τῶν ἄλλων θέλεις λέγειν τὸ ἀγαθόν;
2.8.10“τί οὖν; οὐκ ἔστι θεῶν ἔργα κα- κἀκεῖνα”; ἔστιν, ἀλλ’οὐ προηγούμενα οὐ δὲ μέρη θεῶν.
2.8.11σὺ δὲ προηγούμενον εἶ, σὺ ἀπόσπασμα εἶ τοῦ θεοῦ · ἔχεις τι ἐν σεαυτῷ μέρος ἐκείνου. τί οὖν ἀγνοεῖς σου τὴν συγγένειαν; τί οὐκ οἶδας, πόθεν ἐλήλυθας;
2.8.12οὐ θέλεις μεμνῆσθαι, ὅταν ἐσθίῃς, τίς ὢν ἐσθίεις καὶ τίνα τρέφεις; ὅταν συνουσίᾳ χρῇ, τίς ὢν χρῇ; ὅταν ὁμιλίᾳ; ὅταν γυμνάζῃ, ὅταν διαλέγῃ, οὐκ οἶδας ὅτι θεὸν τρέφεις, θεὸν γυμνάζεις; θεὸν περιφέρεις, τάλας, καὶ ἀγνοεῖς.
2.8.13δοκεῖς με λέγειν ἀργυροῦν τινα ἢ χρυσοῦν ἔξωθεν; ἐν σαυτῷ φέρεις αὐτὸν καὶ μολύνων οὐκ αἰσθάνῃ ἀκαθάρτοις μὲν διανοήμασι, ῥυπαραῖς δὲ πράξεσι.
2.8.14καὶ ἀγάλματος μὲν τοῦ θεοῦ παρόντος οὐκ ἂν τολμήσαις τι τούτων ποιεῖν ὧν ποιεῖς. αὐτοῦ δὲ τοῦ θεοῦ παρόντος ἔσωθεν καὶ ἐφορῶντος πάντα καὶ ἐπακούοντος οὐκ αἰσχύνῃ ταῦτα ἐνθυμούμενος καὶ ποιῶν, ἀναίσθητε τῆς αὑτοῦ φύσεως καὶ θεοχόλωτε;
2.8.15λοιπὸν ἡμεῖς τί φοβούμεθα ἐκπέμποντες νέον ἐπί τινας πράξεις ἐκ τῆς σχολῆς, μὴ ἄλλως ποιήσῃ τι, μὴ ἄλλως φάγῃ, μὴ ἄλλως συνουσιάσῃ, μὴ ταπεινώσῃ αὐτὸν ῥάκη περιτεθέντα, μὴ ἐπάρῃ κομψὰ ἱμάτια;
2.8.16οὗτος οὐκ οἶδεν αὑτοῦ θεόν, οὗτος οὐκ οἶδεν, μετὰ τίνος ἀπέρχεται. ἀλλ’ἀνεχόμεθα λέγοντος αὐτοῦ “σὲ ἤθελον ἔχειν”;
2.8.17ἐκεῖ τὸν θεὸν οὐκ ἔχεις; εἶτ’ἄλλον τινὰ ζητεῖς ἐκεῖνον ἔχων;
2.8.18ἢ ἄλλα σοι ἐρεῖ ἐκεῖνος ἢ ταῦτα; ἀλλ’εἰ μὲν τὸ ἄγαλμα ἦς τὸ Φειδίου, ἡ Ἀθηνᾶ ἢ ὁ Ζεύς, ἐμέμνησο ἂν καὶ σαυτοῦ καὶ τοῦ τεχνίτου καὶ εἴ τινα αἴσθησιν εἶχες, ἐπειρῶ ἂν μηδὲν ἀνάξιον ποιεῖν τοῦ κατασκευάσαντος μη δὲ σεαυτοῦ μη δ’ἐν ἀπρεπεῖ σχήματι φαίνεσθαι τοῖς ὁρῶσι ·
2.8.19νῦν δέ σε ὅτι ὁ Ζεὺς πεποίηκεν, διὰ τοῦτο ἀμελεῖς οἷόν τινα δείξεις σεαυτόν; καὶ τί ὁ τεχνίτης τῷ τεχνίτῃ ὅμοιος ἢ τὸ κατασκεύασμα τῷ κατασκευάσματι;
2.8.20καὶ ποῖον ἔργον τεχνίτου εὐθὺς ἔχει τὰς δυνάμεις ἐν ἑαυτῷ, ἃς ἐμφαίνει διὰ τῆς κατασκευῆς; οὐχὶ λίθος ἐστὶν ἢ χαλκὸς ἢ χρυσὸς ἢ ἐλέφας; καὶ ἡ Ἀθηνᾶ ἡ Φειδίου ἅπαξ ἐκτείνασα τὴν χεῖρα καὶ τὴν Νίκην ἐπ’αὐτῆς δεξαμένη ἕστηκεν οὕτως ὅλῳ τῷ αἰῶνι, τὰ δὲ τοῦ θεοῦ κινούμενα, ἔμπνοα, χρηστικὰ φαντασιῶν, δοκιμαστικά.
2.8.21τούτου τοῦ δημιουργοῦ κατασκεύασμα ὢν καταισχύνεις αὐτό; τί δ’; ὅτι οὐ μόνον σε κατεσκεύασεν, ἀλλὰ καὶ σοὶ μόνῳ ἐπίστευσεν καὶ παρακατέθετο, οὐ δὲ τούτου μεμνήσῃ, ἀλλὰ καὶ καταισχυνεῖς τὴν ἐπιτροπήν;
2.8.22εἰ δέ σοι ὀρφανόν τινα ὁ θεὸς παρέθετο, οὕτως ἂν αὐτοῦ ἠμέλεις;
2.8.23παραδέδωκέ σοι σεαυτὸν καὶ λέγει “οὐκ εἶχον ἄλλον πιστότερόν σου · τοῦτόν μοι φύλασσε τοιοῦτον οἷος πέφυκεν, αἰδήμονα, πιστόν, ὑψηλόν, ἀκατάπληκτον, ἀπαθῆ, ἀτάραχον”. εἶτα σὺ οὐ φυλάσσεις;
2.8.24“ἀλλ’ἐροῦσιν · ” πόθεν ἡμῖν οὗτος ὀφρῦν ἐνήνοχεν καὶ σεμνοπροσωπεῖ “; ” οὔπω κατ’ἀξίαν. “ἔτι γὰρ οὐ θαρρῶ οἷς ἔμαθον καὶ συγκατεθέμην · ἔτι τὴν ἀσθένειαν τὴν ἐμαυτοῦ φοβοῦμαι.
2.8.25ἐπεί τοι ἄφετέ με θαρρῆσαι καὶ τότε ὄψεσθε βλέμμα οἷον δεῖ καὶ σχῆμα οἷον δεῖ, τότε ὑμῖν δείξω τὸ ἄγαλμα, ὅταν τελειωθῇ, ὅταν στιλπνωθῇ.
2.8.26τί δοκεῖτε; ὀφρῦν; μὴ γένοιτο. μὴ γὰρ ὁ Ζεὺς ὁ ἐν Ὀλυμπίᾳ ὀφρῦν ἀνέσπακεν; ἀλλὰ πέπηγεν αὐτοῦ τὸ βλέμμα, οἷον δεῖ εἶναι τοῦ ἐροῦντος” οὐ γὰρ ἐμὸν παλινάγρετον οὐ δ’ἀπατηλόν “. τοιοῦτον ὑμῖν δείξω ἐμαυτόν, πιστόν, αἰδήμονα, γενναῖον, ἀτάραχον.
2.8.28μή τι οὖν ἀθάνατον ἀγήρων, μή τι ἄνοσον; ἀλλ’ἀποθνῄσκοντα θείως, νοσοῦντα θείως. ταῦτα ἔχω, ταῦτα δύναμαι · τὰ δ’ἄλλα οὔτ’ἔχω οὔτε δύναμαι.
2.8.29δείξω ὑμῖν νεῦρα φιλοσόφου. ποῖα νεῦρα; ὄρεξιν ἀναπότευκτον, ἔκκλισιν ἀπερίπτωτον, ὁρμὴν καθήκουσαν, πρόθεσιν ἐπιμελῆ, συγκατάθεσιν ἀπρόπτωτον. ταῦτα ὄψεσθε”.
2.9.1οὐκ ἔστι τὸ τυχὸν αὐτὸ μόνον ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι.
2.9.2τί γάρ ἐστιν ἄνθρωπος; — ζῷον, φησί, λογικὸν θνητόν. — εὐθὺς ἐν τῷ λογικῷ τίνων χωριζόμεθα; — τῶν θηρίων. — καὶ τίνων ἄλλων;
2.9.3— τῶν προβάτων καὶ τῶν ὁμοίων. — ὅρα οὖν μή τί πως ὡς θηρίον ποιήσῃς · εἰ δὲ μή, ἀπώλεσας τὸν ἄνθρωπον, οὐκ ἐπλήρωσας τὴν ἐπαγγελίαν. ὅρα μή τι ὡς πρόβατον · εἰ δὲ μή, καὶ οὕτως ἀπώλετο ὁ ἄνθρωπος.
2.9.4τίνα οὖν ποιοῦμεν ὡς πρόβατα; ὅταν τῆς γαστρὸς ἕνεκα, ὅταν τῶν αἰδοίων, ὅταν εἰκῇ, ὅταν ῥυπαρῶς, ὅταν ἀνεπιστρέπτως, ποῦ ἀπεκλίναμεν; ἐπὶ τὰ πρόβατα.
2.9.5τί ἀπωλέσαμεν; τὸ λογικόν. ὅταν μαχίμως καὶ βλαβερῶς καὶ θυμικῶς καὶ ὠστικῶς, ποῦ ἀπεκλίναμεν;
2.9.6ἐπὶ τὰ θηρία. λοιπὸν οἱ μὲν ἡμῶν μεγάλα θηρία εἰσίν, οἱ δὲ θηρίδια κακοήθη καὶ μικρά, ἀφ’ὧν ἔστιν εἰπεῖν “λέων με καὶ φαγέτω”.
2.9.7διὰ πάντων δὲ τούτων ἀπόλλυται ἡ τοῦ ἀνθρώπου ἐπαγγελία.
2.9.8πότε γὰρ σῴζεται συμπεπλεγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ, ὥστε σωτηρία συμπεπλεγμένου ἐστὶ τὸ ἐξ ἀληθῶν συμπεπλέχθαι. πότε διεζευγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ. πότε αὐλοί, πότε λύρα, πότε ἵππος, πότε κύων;
2.9.9τί οὖν θαυμαστόν, εἰ καὶ ἄνθρωπος ὡσαύτως μὲν σῴζεται, ὡσαύτως δ’ἀπόλλυται;
2.9.10αὔξει δ’ἕκαστον καὶ σῴζει τὰ κατάλληλα ἔργα · τὸν τέκτονα τὰ τεκτονικά, τὸν γραμματικὸν τὰ γραμματικά. ἂν δ’ἐθίσῃ γράφειν ἀγραμμάτως, ἀνάγκη καταφθείρεσθαι καὶ ἀπόλλυσθαι τὴν τέχνην.
2.9.11οὕτως τὸν μὲν αἰδήμονα σῴζει τὰ αἰδήμονα ἔργα, ἀπολλύει δὲ τὰ ἀναιδῆ · τὸν δὲ πιστὸν τὰ πιστὰ καὶ τὰ ἐναντία ἀπολλύει.
2.9.12καὶ τοὺς ἐναντίους πάλιν ἐπαύξει τὰ ἐναντία · τὸν ἀναίσχυντον ἀναισχυντία, τὸν ἄπιστον ἀπιστία, τὸν λοίδορον λοιδορία, τὸν ὀργίλον ὀργή, τὸν φιλάργυρον αἱ ἀκατάλληλοι λήψεις καὶ δόσεις.
2.9.13διὰ τοῦτο παραγγέλλουσιν οἱ φιλόσοφοι μὴ ἀρκεῖσθαι μόνῳ τῷ μαθεῖν, ἀλλὰ καὶ μελέτην προσλαμβάνειν, εἶτα ἄσκησιν.
2.9.14πολλῷ γὰρ χρόνῳ τὰ ἐναντία ποιεῖν εἰθίσμεθα καὶ τὰς ὑπολήψεις τὰς ἐναντίας ταῖς ὀρθαῖς χρηστικὰς ἔχομεν. ἂν οὖν μὴ καὶ τὰς ὀρθὰς χρηστικὰς ποιήσωμεν, οὐδὲν ἄλλο ἢ ἐξηγηταὶ ἐσόμεθα ἀλλοτρίων δογμάτων.
2.9.15ἄρτι γὰρ τίς ἡμῶν οὐ δύναται τεχνολογῆσαι περὶ ἀγαθῶν καὶ κακῶν; ὅτι τῶν ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δ’ἀδιάφορα · ἀγαθὰ μὲν οὖν ἀρεταὶ καὶ τὰ μετέχοντα τῶν ἀρετῶν · κακὰ τὰ δ’ἐναντία · ἀδιάφορα δὲ πλοῦτος, ὑγεία, δόξα.
2.9.16εἶτ’ἂν μεταξὺ λεγόντων ἡμῶν ψόφος μείζων γένηται ἢ τῶν παρόντων τις καταγελάσῃ ἡμῶν, ἐξεπλάγημεν.
2.9.17ποῦ ἐστιν, φιλόσοφε, ἐκεῖνα ἃ ἔλεγες; πόθεν αὐτὰ προφερόμενος ἔλεγες; ἀπὸ τῶν χειλῶν αὐτόθεν. τί οὖν ἀλλότρια βοηθήματα μολύνεις; τί κυβεύεις περὶ τὰ μέγιστα;
2.9.18ἄλλο γάρ ἐστιν ὡς εἰς ταμιεῖον ἀποθέσθαι ἄρτους καὶ οἶνον, ἄλλο ἐστὶ φαγεῖν. τὸ βρωθὲν ἐπέφθη, ἀνεδόθη, νεῦρα ἐγένετο, σάρκες, ὀστέα, αἷμα, εὔχροια, εὔπνοια. τὰ ἀποκείμενα ὅταν μὲν θελήσῃς ἐκ προχείρου λαβὼν δεῖξαι δύνασαι, ἀπ’αὐτῶν δέ σοι ὄφελος οὐδὲν εἰ μὴ μέχρι τοῦ δοκεῖν ὅτι ἔχεις. τί γὰρ διαφέρει ταῦτα ἐξηγεῖσθαι ἢ τὰ τῶν ἑτεροδόξων;
2.9.19τεχνολόγει νῦν καθίσας τὰ Ἐπικούρου καὶ τάχα ἐκείνου χρηστικώτερον τεχνολογήσεις. τί οὖν Στωικὸν λέγεις σεαυτόν, τί ἐξαπατᾷς τοὺς πολλούς, τί ὑποκρίνῃ Ἰουδαῖον ὢν Ἕλλην;
2.9.20οὐχ ὁρᾷς, πῶς ἕκαστος λέγεται Ἰουδαῖος, πῶς Σύρος, πῶς Αἰγύπτιος; καὶ ὅταν τινὰ ἐπαμφοτερίζοντα ἴδωμεν, εἰώθαμεν λέγειν “οὐκ ἔστιν Ἰουδαῖος, ἀλλ’ὑποκρίνεται”. ὅταν δ’ἀναλάβῃ τὸ πάθος τὸ τοῦ βεβαμμένου καὶ ᾑρημένου, τότε καὶ ἔστι τῷ ὄντι καὶ καλεῖται Ἰουδαῖος.
2.9.21οὕτως καὶ ἡμεῖς παραβαπτισταί, λόγῳ μὲν Ἰουδαῖοι, ἔργῳ δ’ἄλλο τι, ἀσυμπαθεῖς πρὸς τὸν λόγον, μακρὰν ἀπὸ τοῦ χρῆσθαι τούτοις ἃ λέγομεν, ἐφ’οἷς ὡς εἰδότες αὐτὰ ἐπαιρόμεθα.
2.9.22οὕτως οὐ δὲ τὴν τοῦ ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι δυνάμενοι προσλαμβάνομεν τὴν τοῦ φιλοσόφου, τηλικοῦτο φορτίον οἷον εἴ τις δέκα λίτρας ἆραι μὴ δυνάμενος τὸν τοῦ Αἴαντος λίθον βαστάζειν ἤθελεν.
2.10.1σκέψαι τίς εἶ. τὸ πρῶτον ἄνθρωπος, τοῦτο δ’ἔστιν οὐδὲν ἔχων κυριώτερον προαιρέσεως, ἀλλὰ ταύτῃ τὰ ἄλλα ὑποτεταγμένα, αὐτὴν δ’ἀδούλευτον καὶ ἀνυπότακτον.
2.10.2σκόπει οὖν, τίνων κεχώρισαι κατὰ λόγον. κεχώρισαι θηρίων, κεχώρισαι προβάτων.
2.10.3ἐπὶ τούτοις πολίτης εἶ τοῦ κόσμου καὶ μέρος αὐτοῦ, οὐχ ἓν τῶν ὑπηρετικῶν, ἀλλὰ τῶν προηγουμένων · παρακολουθητικὸς γὰρ εἶ τῇ θείᾳ διοικήσει καὶ τοῦ ἑξῆς ἐπιλογιστικός.
2.10.4τίς οὖν ἐπαγγελία πολίτου; μηδὲν ἔχειν ἰδίᾳ συμφέρον, περὶ μηδενὸς βουλεύεσθαι ὡς ἀπόλυτον, ἀλλ’ὥσπερ ἄν, εἰ ἡ χεὶρ ἢ ὁ ποὺς λογισμὸν εἶχον καὶ παρηκολούθουν τῇ φυσικῇ κατασκευῇ, οὐδέποτ’ἂν ἄλλως ὥρμησαν ἢ ὠρέχθησαν ἢ ἐπανενεγκόντες ἐπὶ τὸ ὅλον.
2.10.5διὰ τοῦτο καλῶς λέγουσιν οἱ φιλόσοφοι ὅτι εἰ προῄδει ὁ καλὸς καὶ ἀγαθὸς τὰ ἐσόμενα, συνήργει ἂν καὶ τῷ νοσεῖν καὶ τῷ ἀποθνῄσκειν καὶ τῷ πηροῦσθαι, αἰσθανόμενός γε, ὅτι ἀπὸ τῆς τῶν ὅλων διατάξεως τοῦτο ἀπονέμεται, κυριώτερον δὲ τὸ ὅλον τοῦ μέρους καὶ ἡ πόλις τοῦ πολίτου.
2.10.6νῦν δ’ὅτι οὐ προγιγνώσκομεν, καθήκει τῶν πρὸς ἐκλογὴν εὐφυεστέρων ἔχεσθαι, ὅτι καὶ πρὸς τοῦτο γεγόναμεν.
2.10.7μετὰ τοῦτο μέμνησο, ὅτι υ ἱὸς εἶ. τίς τούτου τοῦ προσώπου ἐπαγγελία; πάντα τὰ αὑτοῦ ἡγεῖσθαι τοῦ πατρός, πάντα ὑπακούειν, μηδέποτε ψέξαι πρός τινα μη δὲ βλαβερόν τι αὐτῷ εἰπεῖν ἢ πρᾶξαι, ἐξίστασθαι ἐν πᾶσιν καὶ παραχωρεῖν συνεργοῦντα κατὰ δύναμιν. μετὰ τοῦτο ἴσθι ὅτι καὶ ἀδελφὸς εἶ.
2.10.8καὶ πρὸς τοῦτο δὲ τὸ πρόσωπον ὀφείλεται παραχώρησις, εὐπείθεια, εὐφημία, μηδέποτ’ἀντιποιήσασθαί τινος πρὸς αὐτὸν τῶν ἀπροαιρέτων, ἀλλ’ἡδέως ἐκεῖνα προίεσθαι, ἵν’ἐν τοῖς προαιρετικοῖς πλέον ἔχῃς.
2.10.9ὅρα γὰρ οἷόν ἐστιν ἀντὶ θίδρακος, ἂν οὕτως τύχῃ, καὶ καθέδρας αὐτὸν εὐγνωμοσύνην κτήσασθαι, ὅση ἡ πλεονεξία.
2.10.10μετὰ ταῦτα εἰ βουλευτὴς πόλεώς τινος, ὅτι βουλευτής · εἰ νέος, ὅτι νέος · εἰ πρεσβύτης, ὅτι πρεσβύτης · εἰ πατήρ, ὅτι πατήρ.
2.10.11ἀεὶ γὰρ ἕκαστον τῶν τοιούτων ὀνομάτων εἰς ἐπιλογισμὸν ἐρχόμενον ὑπογράφει τὰ οἰκεῖα ἔργα.
2.10.12ἐὰν δ’ἀπελθὼν ψέγῃς σου τὸν ἀδελφόν, λέγω σοι “ἐπελάθου, τίς εἶ καὶ τί σοι ὄνομα”.
2.10.13εἶτα εἰ μὲν χαλκεὺς ὢν ἐχρῶ τῇ σφύρᾳ ἄλλως, ἐπιλελησμένος ἂν ἦς τοῦ χαλκέως · εἰ δὲ τοῦ ἀδελφοῦ ἐπελάθου καὶ ἀντὶ ἀδελφοῦ ἐχθρὸς ἐγένου, οὐδὲν ἀντ’οὐδενὸς ἠλλάχθαι φανεῖ σεαυτῷ;
2.10.14εἰ δ’ἀντὶ ἀνθρώπου, ἡμέρου ζῴου καὶ κοινωνικοῦ, θηρίον γέγονας βλαβερόν, ἐπίβουλον, δηκτικόν, οὐδὲν ἀπολώλεκας; ἀλλὰ δεῖ σε κέρμα ἀπολέσαι, ἵνα ζημιωθῆς, ἄλλου δ’οὐδενὸς ἀπώλεια ζημιοῖ τὸν ἄνθρωπον;
2.10.15εἶτα γραμματικὴν μὲν ἀποβαλὼν ἢ μουσικὴν ζημίαν ἂν ἡγοῦ τὴν ἀπώλειαν αὐτῆς · εἰ δ’αἰδῶ καὶ καταστολὴν καὶ ἡμερότητα ἀποβαλεῖς, οὐδὲν ἡγῇ τὸ πρᾶγμα;
2.10.16καίτοι ἐκεῖνα μὲν παρ’ἔξωθέν τινα καὶ ἀπροαίρετον αἰτίαν ἀπόλλυται, ταῦτα δὲ παρ’ἡμᾶς · καὶ ἐκεῖνα μὲν οὔτ’ἔχειν καλόν ἐστιν οὔτ’ἀπολλύειν αἰσχρόν ἐστιν, ταῦτα δὲ καὶ μὴ ἔχειν καὶ ἀπολλύειν καὶ αἰσχρόν ἐστι καὶ ἐπονείδιστον καὶ ἀτύχημα. τί ἀπολλύει ὁ τὰ τοῦ κιναίδου πάσχων;
2.10.17τὸν ἄνδρα. ὁ δὲ διατιθείς; πολλὰ μὲν καὶ ἄλλα καὶ αὐτὸς δ’οὐδὲν ἧττον τὸν ἄνδρα.
2.10.18τί ἀπολλύει ὁ μοιχεύων; τὸν αἰδήμονα, τὸν ἐγκρατῆ, τὸν κόσμιον, τὸν πολίτην, τὸν γείτονα. τί ἀπολλύει ὁ ὀργιζόμενος; ἄλλο τι. ὁ φοβούμενος;
2.10.19ἄλλο τι. οὐδεὶς δίχα ἀπωλείας καὶ ζημίας κακός ἐστιν. λοιπὸν εἰ τὴν ζημίαν ζητεῖς ἐν κέρματι, πάντες οὗτοι ἀβλαβεῖς, ἀζήμιοι, ἂν οὕτως τύχῃ, καὶ ὠφελούμενοι καὶ κερδαίνοντες, ὅταν διά τινος τούτων τῶν ἔργων κέρμα αὐτοῖς προσγένηται.
2.10.20ὅρα δ’εἰ ἐπὶ κερμάτιον πάντα ἀνάγεις, ὅτι οὐ δ’ὁ τὴν ῥῖνά σοι ἀπολλύων ἔσται βεβλαμμένος. — ναί, φησίν, κεκολόβωται γὰρ τὸ σῶμα.
2.10.21— ἄγε, ὁ δὲ τὴν ὀσφρασίαν αὐτὴν ἀπολωλεκὼς οὐδὲν ἀπολλύει; ψυχῆς οὖν δύναμις οὐκ ἔστιν οὐδεμία, ἣν ὁ μὲν κτησάμενος ὠφελεῖται, ὁ δ’ἀποβαλὼν ζημιοῦται;
2.10.22— ποίαν καὶ λέγεις; — οὐδὲν ἔχομεν αἰδῆμον φύσει; — ἔχομεν. — ὁ τοῦτο ἀπολλύων οὐ ζημιοῦται, οὐδενὸς στερίσκεται, οὐδὲν ἀποβάλλει τῶν πρὸς αὑτόν;
2.10.23οὐκ ἔχομεν φύσει τι πιστόν, φύσει στερκτικόν, φύσει ὠφελητικόν, ἀλλήλων φύσει ἀνεκτικόν; ὅστις οὖν εἰς ταῦτα περιορᾷ ζημιούμενον ἑαυτόν, οὗτος ᾖ ἀβλαβὴς καὶ ἀζήμιος;
2.10.24τί οὖν; μὴ βλάψω τὸν βλάψαντα; — πρῶτον μὲν ἰδού, τί ἐστι βλάβη καὶ μνήσθητι ὧν ἤκουσας παρὰ τῶν φιλοσόφων.
2.10.25εἰ γὰρ τὸ ἀγαθὸν ἐν προαιρέσει καὶ τὸ κακὸν ὡσαύτως ἐν προαιρέσει, βλέπε μὴ τοιοῦτ’ἐστιν ὃ λέγεις “τί οὖν;
2.10.26ἐπειδὴ ἐκεῖνος ἑαυτὸν ἔβλαψεν πρὸς ἐμέ τι ἄδικον ποιήσας, ἐγὼ ἐμαυτὸν μὴ βλάψω πρὸς ἐκεῖνον ἄδικόν τι ποιήσας”;
2.10.27τί οὖν οὐ τοιοῦτόν τι φανταζόμεθα, ἀλλ’ὅπου τι σωματικὸν ἐλάττωμα ἢ εἰς κτῆσιν, ἐκεῖ ἡ βλάβη, ὅπου εἰς τὴν προαίρεσιν, οὐδεμία βλάβη;
2.10.28οὔτε γὰρ τὴν κεφαλὴν ἀλγεῖ ὁ ἐξαπατηθεὶς ἢ ἀδικήσας οὔτε τὸν ὀφθαλμὸν οὔτε τὸ ἰσχίον οὔτε τὸν ἀγρὸν ἀπολλύει.
2.10.29ἡμεῖς δ’ἄλλο οὐδὲν ἐθέλομεν ἢ ταῦτα · τὴν προαίρεσιν δὲ πότερον αἰδήμονα καὶ πιστὴν ἕξομεν ἢ ἀναίσχυντον καὶ ἄπιστον, οὐ δ’ἐγγὺς διαφερόμεθα πλὴν μόνον ἐν τῇ σχολῇ μέχρι τῶν λογαρίων.
2.10.30τοιγαροῦν μέχρι τῶν λογαρίων προκόπτομεν, ἔξω δ’αὐτῶν οὐ δὲ τὸ ἐλάχιστον.
2.11.1ἀρχὴ φιλοσοφίας παρά γε τοῖς ὡς δεῖ καὶ κατὰ θύραν ἁπτομένοις αὐτῆς συναίσθησις τῆς αὑτοῦ ἀσθενείας καὶ ἀδυναμίας περὶ τὰ ἀναγκαῖα.
2.11.2ὀρθογωνίου μὲν γὰρ τριγώνου ἢ διέσεως ἡμιτονίου οὐδεμίαν φύσει ἔννοιαν ἥκομεν ἔχοντες, ἀλλ’ἔκ τινος τεχνικῆς παραλήψεως διδασκόμεθα ἕκαστον αὐτῶν καὶ διὰ τοῦτο οἱ μὴ εἰδότες αὐτὰ οὐ δ’οἴονται εἰδέναι.
2.11.3ἀγαθοῦ δὲ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ πρέποντος καὶ ἀπρεποῦς καὶ εὐδαιμονίας καὶ προσήκοντος καὶ ἐπιβάλλοντος καὶ ὅ τι δεῖ ποιῆσαι καὶ ὅ τι οὐ δεῖ ποιῆσαι τίς οὐκ ἔχων ἔμφυτον ἔννοιαν ἐλήλυθεν;
2.11.4διὰ τοῦτο πάντες χρώμεθα τοῖς ὀνόμασιν καὶ ἐφαρμόζειν πειρώμεθα τὰς προλήψεις ταῖς ἐπὶ μέρους οὐσίαις.
2.11.5καλῶς ἐποίησεν, δεόντως, οὐ δεόντως · ἠτύχησεν, εὐτύχησεν · ἄδικός ἐστιν, δίκαιός ἐστιν. τίς ἡμῶν φείδεται τούτων τῶν ὀνομάτων; τίς ἡμῶν ἀναβάλλεται τὴν χρῆσιν αὐτῶν μέχρι μάθῃ καθάπερ τῶν περὶ τὰς γραμμὰς ἢ τοὺς φθόγγους οἱ οὐκ εἰδότες;
2.11.6τούτου δ’αἴτιον τὸ ἥκειν ἤδη τινὰ ὑπὸ τῆς φύσεως κατὰ τὸν τόπον ὥσπερ δεδιδαγμένους, ἀφ’ὧν ὁρμώμενοι καὶ τὴν οἴησιν προσειλήφαμεν.
2.11.7— † διὰ γάρ, φησίν, οὐκ οἶδα ἐγὼ τὸ καλὸν καὶ τὸ αἰσχρόν; οὐκ ἔχω ἔννοιαν αὐτοῦ; — ἔχεις. — οὐκ ἐφαρμόζω τοῖς ἐπὶ μέρους; — ἐφαρμόζεις. — οὐ καλῶς οὖν ἐφαρμόζω;
2.11.8— ἐνταῦθά ἐστι τὸ ζήτημα πᾶν καὶ οἴησις ἐνταῦθα προσγίνεται. ἀφ’ὁμολογουμένων γὰρ ὁρμώμενοι τούτων ἐπὶ τὸ ἀμφισβητούμενον προάγουσιν ὑπὸ τῆς ἀκαταλλήλου ἐφαρμογῆς.
2.11.9ὡς εἴ γε καὶ τοῦτο ἔτι πρὸς ἐκείνοις ἐκέκτηντο, τί ἐκώλυεν αὐτοὺς εἶναι τελείους;
2.11.10νῦν δ’ἐπεὶ δοκεῖς ὅτι καὶ καταλλήλως ἐφαρμόζεις τὰς προλήψεις τοῖς ἐπὶ μέρους, εἰπέ μοι, πόθεν τοῦτο λαμβάνεις; — ὅτι δοκεῖ μοι. — τουτὶ οὖν ᾧτινι οὐ δοκεῖ, καὶ οἴεται καὶ αὐτὸς ἐφαρμόζειν καλῶς · ἢ οὐκ οἴεται;
2.11.11— οἴεται. — δύνασθε οὖν περὶ ὧν τὰ μαχόμενα δοξάζετε ἀμφότεροι καταλλήλως ἐφαρμόζειν τὰς προλήψεις;
2.11.12— οὐ δυνάμεθα. — ἔχεις οὖν δεῖξαί τι ἡμῖν πρὸς τὸ αὐτὰς ἐφαρμόζειν ἄμεινον ἀνωτέρω τοῦ δοκεῖν σοι; ὁ δὲ μαινόμενος ἄλλα τινὰ ποιεῖ ἢ τὰ δοκοῦντά οἱ καλά; κα- κἀκείνῳ οὖν ἀρκεῖ τοῦτο τὸ κριτήριον; — οὐκ ἀρκεῖ. — ἐλθὼν οὖν ἐπί τι ἀνωτέρω τοῦ δοκεῖν τί τοῦτό ἐστιν † ἴδ’ἀρχὴ φιλοσοφίας ·
2.11.13αἴσθησις μάχης τῆς πρὸς ἀλλήλους τῶν ἀνθρώπων καὶ ζήτησις τοῦ παρ’ὃ γίνεται ἡ μάχη καὶ κατάγνωσις καὶ ἀπιστία πρὸς τὸ ψιλῶς δοκοῦν, ἔρευνα δέ τις περὶ τὸ δοκοῦν εἰ ὀρθῶς δοκεῖ καὶ εὕρεσις κανόνος τινός, οἷον ἐπὶ βαρῶν τὸν ζυγὸν εὕρομεν, οἷον ἐπὶ εὐθέων καὶ στρεβλῶν τὴν στάθμην.
2.11.14— τοῦτ’ἔστιν ἀρχὴ φιλοσοφίας; πάντα καλῶς ἔχει τὰ δοκοῦντα ἅπασι; — καὶ πῶς δυνατὸν τὰ μαχόμενα καλῶς ἔχειν; οὐκοῦν οὐ πάντα, ἀλλὰ τὰ ἡμῖν δοκοῦντα.
2.11.15τί μᾶλλον ἢ τὰ Σύροις, τί μᾶλλον ἢ τὰ Αἰγυπτίοις, τί μᾶλλον ἢ τὰ ἐμοὶ φαινόμενα ἢ τὰ τῷ δεῖνι; — οὐδὲν μᾶλλον. — οὐκ ἄρα ἀρκεῖ τὸ δοκοῦν ἑκάστῳ πρὸς τὸ εἶναι · οὐ δὲ γὰρ ἐπὶ βαρῶν ἢ μέτρων ψιλῇ τῇ ἐμφάσει ἀρκούμεθα, ἀλλὰ κανόνα τινὰ ἐφ’ἑκάστου εὕρομεν.
2.11.16ἐνταῦθ’οὖν οὐδεὶς κανὼν ἀνωτέρω τοῦ δοκεῖν; καὶ πῶς οἷόντε ἀτέκμαρτα εἶναι καὶ ἀνεύρετα τὰ ἀναγκαιότατα ἐν ἀνθρώποις; — ἔστιν οὖν.
2.11.17— καὶ διὰ τί οὐ ζητοῦμεν αὐτὸν καὶ ἀνευρίσκομεν καὶ ἀνευρόντες λοιπὸν ἀπαραβάτως χρώμεθα δίχα αὐτοῦ μη δὲ τὸν δάκτυλον ἐκτείνοντες;
2.11.18τοῦτο γάρ, οἶμαι, ἐστὶν ὃ εὑρεθὲν ἀπαλλάσσει μανίας τοὺς μόνῳ τῷ δοκεῖν μέτρῳ πάντων χρωμένους, ἵνα λοιπὸν ἀπό τινων γνωρίμων καὶ διευκρινημένων ὁρμώμενοι χρώμεθα ἐπὶ τῶν ἐπὶ μέρους διηρθρωμέναις ταῖς προλήψεσι. τίς ὑποπέπτωκεν οὐσία περὶ ἧς ζητοῦμεν;
2.11.19— ἡδονή.
2.11.20— ὕπαγε αὐτὴν τῷ κανόνι, βάλε εἰς τὸν ζυγόν. τὸ ἀγαθὸν δεῖ εἶναι τοιοῦτον, ἐφ’ᾧ θαρρεῖν ἄξιον καὶ ᾧ πεποιθέναι; — δεῖ. — ἀβεβαίῳ οὖν τινι θαρρεῖν ἄξιον;
2.11.21— οὔ. — μή τι οὖν βέβαιον ἡ ἡδονή; — οὔ. — ἆρον οὖν καὶ βάλε ἔξω ἐκ τοῦ ζυγοῦ καὶ ἀπέλασον τῆς χώρας τῶν ἀγαθῶν μακράν.
2.11.22εἰ δ’οὐκ ὀξυβλεπτεῖς καὶ ἕν σοι ζυγὸν οὐκ ἀρκεῖ, φέρε ἄλλο. ἐπὶ τῷ ἀγαθῷ ἄξιον ἐπαίρεσθαι; — ναί. — ἐφ’ἡδονῇ οὖν παρούσῃ ἄξιον ἐπαίρεσθαι; βλέπε μὴ εἴπῃς ὅτι ἄξιον · εἰ δὲ μή, οὐκέτι σε οὐ δὲ τοῦ ζυγοῦ ἄξιον ἡγήσομαι.
2.11.23οὕτως κρίνεται τὰ πράγματα καὶ ἵσταται τῶν κανόνων ἡτοιμασμένων ·
2.11.24καὶ τὸ φιλοσοφεῖν τοῦτό ἐστιν, ἐπισκέπτεσθαι καὶ βεβαιοῦν τοὺς κανόνας, τὸ δ’ἤδη χρῆσθαι τοῖς ἐγνωσμένοις τοῦτο τοῦ καλοῦ καὶ ἀγαθοῦ ἔργον ἐστίν.
2.12.1ἃ μὲν δεῖ μαθόντα εἰδέναι χρῆσθαι λόγῳ, ἠκρίβωται ὑπὸ τῶν ἡμετέρων. περὶ δὲ τὴν χρῆσιν αὐτῶν τὴν προσήκουσαν τελέως ἀγύμναστοί ἐσμεν.
2.12.2δὸς γοῦν ᾧ θέλεις ἡμῶν ἰδιώτην τινὰ τὸν προσδιαλεγόμενον · καὶ οὐχ εὑρίσκει χρήσασθαι αὐτῷ, ἀλλὰ μικρὰ κινήσας τὸν ἄνθρωπον, ἂν παρὰ σκέλος ἀπαντᾷ ἐκεῖνος, οὐκέτι δύναται μεταχειρίσασθαι, ἀλλ’ἢ λοιδορεῖ λοιπὸν ἢ καταγελᾷ καὶ λέγει “ἰδιώτης ἐστίν · οὐκ ἔστιν αὐτῷ χρήσασθαι”.
2.12.3ὁ δ’ὁδηγός, ὅταν λάβῃ τινὰ πλανώμενον, ἤγαγεν ἐπὶ τὴν ὁδὸν τὴν δέουσαν, οὐχὶ καταγελάσας ἢ λοιδορησάμενος ἀπῆλθεν.
2.12.4καὶ σὺ δεῖξον αὐτῷ τὴν ἀλήθειαν καὶ ὄψει ὅτι ἀκολουθεῖ. μέχρι δ’ἂν οὗ μὴ δεικνύῃς, μὴ ἐκείνου καταγέλα, ἀλλὰ μᾶλλον αἰσθάνου τῆς ἀδυναμίας τῆς αὑτοῦ.
2.12.5πῶς οὖν ἐποίει Σωκράτης; αὐτὸν ἠνάγκαζεν τὸν προσδιαλεγόμενον αὐτῷ μαρτυρεῖν, ἄλλου δ’οὐδενὸς ἐδεῖτο μάρτυρος. τοιγαροῦν ἐξῆν αὐτῷ λέγειν ὅτι “τοὺς μὲν ἄλλους ἐῶ χαίρειν, ἀεὶ δὲ τῷ ἀντιλέγοντι ἀρκοῦμαι μάρτυρι · καὶ τοὺς μὲν ἄλλους οὐκ ἐπιψηφίζω, τὸν δὲ προσδιαλεγόμενον μόνον”.
2.12.6οὕτω γὰρ ἐναργῆ ἐτίθει τὰ ἀπὸ τῶν ἐννοιῶν, ὥστε πάνθ’ὁντιναοῦν συναισθανόμενον τῆς μάχης ἀναχωρεῖν ἀπ’αὐτῆς.
2.12.7“ἆρά γε ὁ φθονῶν χαίρει”; — “οὐδαμῶς, ἀλλὰ μᾶλλον λυπεῖται”. ἀπὸ τοῦ ἐναντίου ἐκίνησε τὸν πλησίον. “τί δ’; ἐπὶ κακοῖς δοκεῖ σοι εἶναι λύπη ὁ φθόνος; καὶ τί ὁ φθόνος ἐστὶ κακῶν”;
2.12.8οὐκοῦν ἐκεῖνον ἐποίησεν εἰπεῖν ὅτι λύπη ἐστὶν ἐπ’ἀγαθοῖς ὁ φθόνος. “τί δέ; φθονοίη ἄν τις τοῖς οὐδὲν πρὸς αὐτόν”;
2.12.9— “οὐδαμῶς”. καὶ οὕτως ἐκπεπληρωκὼς τὴν ἔννοιαν καὶ διηρθρωκὼς ἀπηλλάσσετο, οὐ λέγων ὅτι “ὅρισαί μοι τὸν φθόνον,” εἶτα ὁρισαμένου “κακῶς ὡρίσω · οὐ γὰρ ἀντακολουθεῖ τῷ κεφαλαιώδει τὸ ὁρικόν” ·
2.12.10ῥήματα τεχνικὰ καὶ διὰ τοῦτο τοῖς ἰδιώταις φορτικὰ καὶ δυσπαρακολούθητα, ὧν ἡμεῖς ἀποστῆναι οὐ δυνάμεθα.
2.12.11ἐξ ὧν δ’αὐτὸς ὁ ἰδιώτης ἐπακολουθῶν ταῖς αὑτοῦ φαντασίαις παραχωρῆσαι δύναιτ’ἄν τι ἢ ἀθετῆσαι, οὐδαμῶς διὰ τούτων αὐτὸν κινῆσαι δυνάμεθα.
2.12.12καὶ λοιπὸν εἰκότως συναισθανόμενοι ταύτης ἡμῶν τῆς ἀδυναμίας ἀπεχόμεθα τοῦ πράγματος, ὅσοις γ’ἐστί τι εὐλαβείας.
2.12.13οἱ δὲ πολλοὶ καὶ εἰκαῖοι συγκαθέντες εἴς τι τοιοῦτον φύρονται καὶ φύρουσι καὶ τὰ τελευταῖα λοιδορήσαντες καὶ λοιδορηθέντες ἀπέρχονται.
2.12.14τὸ πρῶτον δὲ τοῦτο καὶ μάλιστα ἴδιον Σωκράτους μηδέποτε παροξυνθῆναι ἐν λόγῳ, μηδέποτε λοίδορον προενέγκασθαι μηδέν, μηδέποθ’ὑβριστικόν, ἀλλὰ τῶν λοιδορούντων ἀνέχεσθαι καὶ παύειν μάχην.
2.12.15εἰ θέλετε γνῶναι, πόσην ἐν τούτῳ δύναμιν εἶχεν, ἀνάγνωτε τὸ Ξενοφῶντος Συμπόσιον καὶ ὄψεσθε πόσας μάχας διαλέλυκεν.
2.12.16διὰ τοῦτο εἰκότως καὶ παρὰ τοῖς ποιηταῖς ἐν μεγίστῳ ἐπαίνῳ λέλεκται τὸ αἶψάτε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν.
2.12.17τί οὖν; οὐ λίαν ἐστὶ νῦν ἀσφαλὲς τὸ πρᾶγμα καὶ μάλιστα ἐν Ῥώμῃ. τὸν γὰρ ποιοῦντα αὐτὸ οὐκ ἐν γωνίᾳ δηλονότι δεήσει ποιεῖν, ἀλλὰ προσελθόντα ὑπατικῷ τινι, ἂν οὕτως τύχῃ, πλουσίῳ πυθέσθαι αὐτοῦ “ἔχεις μοι εἰπεῖν, ὦ οὗτος, ᾧ τινι τοὺς ἵππους τοὺς σεαυτοῦ παρέδωκας”;
2.12.18“ἔγωγε”. “ἆρα τῷ τυχόντι καὶ ἀπείρῳ ἱππικῆς”; “οὐδαμῶς”. “τί δ’; ᾧ τινι τὸ χρυσίον ἢ τὸ ἀργύριον ἢ τὴν ἐσθῆτα”; “οὐ δὲ ταῦτα τῷ τυχόντι”.
2.12.19“τὸ σῶμα δὲ τὸ σαυτοῦ ἤδη τινὶ ἔσκεψαι ἐπιτρέψαι εἰς ἐπιμέλειαν αὐτοῦ”; “πῶς γὰρ οὔ”; “ἐμπείρῳ δηλονότι καὶ τούτῳ ἀλειπτικῆς ἢ ἰατρικῆς”; “πάνυ μὲν οὖν”.
2.12.20“πότερον ταῦτά σοι τὰ κράτιστά ἐστιν ἢ καὶ ἄλλο τι ἐκτήσω πάντων ἄμεινον”; “ποῖον καὶ λέγεις”; “τὸ αὐτοῖς νὴ Δία τούτοις χρώμενον καὶ δοκιμάζον ἕκαστον καὶ βουλευόμενον”.
2.12.21“ἆρά γε τὴν ψυχὴν λέγεις”; “ὀρθῶς ὑπέλαβες · ταύτην γάρ τοι καὶ λέγω”. “πολὺ νὴ Δία τῶν ἄλλων τοῦτο ἄμεινον δοκῶ μοι κεκτῆσθαι”.
2.12.22“ἔχεις οὖν εἰπεῖν, ὅτῳ τρόπῳ τῆς ψυχῆς ἐπιμεμέλησαι; οὐ γὰρ εἰκῇ κα- χὠς ἔτυχεν εἰκός σε οὕτως σοφὸν ὄντα καὶ ἐν τῇ πόλει δόκιμον τὸ κράτιστον τῶν σεαυτοῦ περιορᾶν ἀμελούμενον καὶ ἀπολλύμενον”.
2.12.23“οὐδαμῶς”. “ἀλλ’αὐτὸς ἐπιμεμέλησαι αὐτοῦ; πότερον μαθὼν παρά του ἢ εὑρὼν αὐτός”; ὧδε λοιπὸν ὁ κίνδυνος, μὴ πρῶτον μὲν εἴπῃ “τί δέ σοι μέλει, βέλτιστε;
2.12.24κύριός μου εἶ”; εἶτ’ἂν ἐπιμείνῃς πράγματα παρέχων, διαράμενος κονδύλους σοι δῷ.
2.12.25τούτου τοῦ πράγματος ἤμην ποτὲ ζηλωτὴς καὶ αὐτός, πρὶν εἰς ταῦτα ἐμπεσεῖν.
2.13.1ὅταν ἀγωνιῶντα ἴδω ἄνθρωπον, λέγω · οὗτος τί ποτε θέλει; εἰ μὴ τῶν οὐκ ἐφ’αὑτῷ τι ἤθελεν, πῶς ἂν ἔτι ἠγωνία;
2.13.2διὰ τοῦτο καὶ ὁ κιθαρῳδὸς μόνος μὲν ᾁδων οὐκ ἀγωνιᾷ, εἰς θέατρον δ’εἰσερχόμενος, κα- κἂν λίαν εὔφωνος ᾖ καὶ καλῶς κιθαρίζῃ · οὐ γὰρ ᾆσαι μόνον θέλει καλῶς, ἀλλὰ καὶ εὐδοκιμῆσαι, τοῦτο δ’οὐκέτι ἐστὶν ἐπ’αὐτῷ.
2.13.3λοιπὸν οὗ μὲν ἡ ἐπιστήμη αὐτῷ πρόσεστιν, ἐκεῖ τὸ θάρσος · φέρε ὃν θέλεις ἰδιώτην καὶ οὐκ ἐπιστρέφεται · ὅπου δ’οὐκ οἶδεν οὐ δὲ μεμελέτηκεν, ἐκεῖ ἀγωνιᾷ.
2.13.4τί δ’ἔστι τοῦτο; οὐκ οἶδεν, τί ἐστιν ὄχλος οὐ δὲ τί ὄχλου ἔπαινος · ἀλλὰ τὴν νήτην μὲν τύπτειν ἔμαθεν καὶ τὴν ὑπάτην, ἔπαινος δ’ὁ παρὰ τῶν πολλῶν τί ἐστι καὶ τίνα δύναμιν ἔχει ἐν βίῳ οὔτε οἶδεν οὔτε μεμελέτηκεν αὐτό.
2.13.5ἀνάγκη λοιπὸν τρέμειν καὶ ὠχριᾶν. κιθαρῳδὸν μὲν οὖν οὐ δύναμαι εἰπεῖν μὴ εἶναι, ὅταν ἴδω τινὰ φοβούμενον, ἄλλο δέ τι δύναμαι εἰπεῖν καὶ οὐ δὲ ἕν, ἀλλὰ πολλά.
2.13.6καὶ πρῶτον πάντων ξένον αὐτὸν καλῶ καὶ λέγω · οὗτος ὁ ἄνθρωπος οὐκ οἶδεν ποῦ τῆς γῆς ἐστιν, ἀλλ’ἐκ τοσούτου χρόνου ἐπιδημῶν ἀγνοεῖ τοὺς νόμους τῆς πόλεως καὶ τὰ ἔθη καὶ τί ἔξεστι καὶ τί οὐκ ἔξεστιν. ἀλλ’οὐ δὲ νομικόν τινα παρέλαβεν πώποτε τὸν ἐροῦντα αὐτῷ καὶ ἐξηγησόμενον τὰ νόμιμα ·
2.13.7ἀλλὰ διαθήκην μὲν οὐ γράφει μὴ εἰδὼς πῶς δεῖ γράφειν ἢ παραλαβὼν τὸν εἰδότα οὐ δ’ἐγγύην ἄλλως σφραγίζεται ἢ ἀσφάλειαν γράφει, ὀρέξει δὲ χρῆται δίχα νομικοῦ καὶ ἐκκλίσει καὶ ὁρμῇ καὶ ἐπιβολῇ καὶ προθέσει.
2.13.8πῶς δίχα νομικοῦ; οὐκ οἶδεν ὅτι θέλει τὰ μὴ διδόμενα καὶ οὐ θέλει τὰ ἀναγκαῖα καὶ οὐκ οἶδεν οὔτε τὰ ἴδια οὔτε τὰ ἀλλότρια. εἰ δέ γ’ᾔδει, οὐδέποτ’ἂν ἐνεποδίζετο, οὐδέποτ’ἐκωλύετο, οὐκ ἂν ἠγωνία.
2.13.9πῶς γὰρ οὔ; φοβεῖταί τις οὖν ὑπὲρ τῶν μὴ κακῶν; — οὔ. — τί δ’; ὑπὲρ τῶν κακῶν μέν, ἐπ’αὐτῷ δ’ὄντων ὥστε μὴ συμβῆναι;
2.13.10— οὐδαμῶς. — εἰ οὖν τὰ μὲν ἀπροαίρετα οὔτ’ἀγαθὰ οὔτε κακά, τὰ προαιρετικὰ δὲ πάντα ἐφ’ἡμῖν καὶ οὔτ’ἀφελέσθαι τις ἡμῶν αὐτὰ δύναται οὔτε περιποιῆσαι ἃ οὐ θέλομεν αὐτῶν, ποῦ ἔτι τόπος ἀγωνίας;
2.13.11ἀλλὰ περὶ τοῦ σωματίου ἀγωνιῶμεν, ὑπὲρ τοῦ κτησιδίου, περὶ τοῦ τί δόξει τῷ Καίσαρι, περὶ τῶν ἔσω δ’οὐδενός. μή τι περὶ τοῦ μὴ ψεῦδος ὑπολαβεῖν; — οὔ · ἐπ’ἐμοὶ γάρ ἐστιν. — μή τι τοῦ ὁρμῆσαι παρὰ φύσιν; — οὐ δὲ περὶ τούτου. — ὅταν οὖν ἴδῃς τινὰ ὠχριῶντα, ὡς ὁ ἰατρὸς ἀπὸ τοῦ χρώματος λέγει “τούτου ὁ σπλὴν πέπονθε, τούτου δὲ τὸ ἧπαρ,” οὕτως καὶ σὺ λέγε “τούτου ὄρεξις καὶ ἔκκλισις πέπονθεν, οὐκ εὐοδεῖ, φλεγμαίνει”.
2.13.13χρῶμα γὰρ οὐ μεταβάλλει οὐδὲν ἄλλο οὐ δὲ τρόμον ποιεῖ οὐ δὲ ψόφον τῶν ὀδόντων οὐ δὲ “μετοκλάζει καὶ ἐπ’ἀμφοτέρους πόδας ἵζει”.
2.13.14διὰ τοῦτο Ζήνων μὲν Ἀντιγόνῳ μέλλων ἐντυγχάνειν οὐκ ἠγωνία · ἃ γὰρ οὗτος ἐθαύμαζεν, τούτων οὐδενὸς εἶχεν ἐκεῖνος ἐξουσίαν, ὧν δ’εἶχεν ἐκεῖνος οὐκ ἐπεστρέφετο οὗτος ·
2.13.15Ἀντίγονος δὲ Ζήνωνι μέλλων ἐντυγχάνειν ἠγωνία, καὶ εἰκότως · ἤθελε γὰρ ἀρέσκειν αὐτῷ, τοῦτο δ’ἔξω ἔκειτο · οὗτος δ’ἐκείνῳ οὐκ ἤθελεν, οὐ δὲ γὰρ ἄλλος τις τεχνίτης τῷ ἀτέχνῳ.
2.13.16ἐγώ σοι ἀρέσαι θέλω; ἀντὶ τίνος; οἶδας γὰρ τὰ μέτρα, καθ’ἃ κρίνεται ἄνθρωπος ὑπ’ἀνθρώπου; μεμέληκέ σοι γνῶναι, τί ἐστιν ἀγαθὸς ἄνθρωπος καὶ τί κακὸς καὶ πῶς ἑκάτερον γίγνεται; διὰ τί οὖν σὺ αὐτὸς ἀγαθὸς οὐκ εἶ;
2.13.17— πῶς, φησίν, οὐκ εἰμί; — ὅτι οὐδεὶς ἀγαθὸς πενθεῖ οὐ δὲ στενάζει, οὐδεὶς οἰμώζει, οὐδεὶς ὠχριᾷ καὶ τρέμει οὐ δὲ λέγει “πῶς μ’ἀποδέξεται, πῶς μου ἀκούσει”;
2.13.18ἀνδράποδον, ὡς ἂν αὐτῷ δοκῇ. τί οὖν σοὶ μέλει περὶ τῶν ἀλλοτρίων; νῦν οὐκ ἐκείνου ἁμάρτημά ἐστι τὸ κακῶς ἀποδέξασθαι τὰ παρὰ σοῦ; — πῶς γὰρ οὔ; — δύναται δ’ἄλλου μὲν εἶναι ἁμάρτημα, ἄλλου δὲ κακόν; — οὔ. — τί οὖν ἀγωνιᾷς ὑπὲρ τῶν ἀλλοτρίων;
2.13.19— ναί · ἀλλ’ἀγωνιῶ, πῶς ἐγὼ αὐτῷ λαλήσω. — εἶτ’οὐκ ἔξεστι γὰρ ὡς θέλεις αὐτῷ λαλῆσαι; — ἀλλὰ δέδοικα μὴ ἐκκρουσθῶ.
2.13.20— μή τι γράφειν μέλλων τὸ Δίωνος ὄνομα δέδοικας μὴ ἐκκρουσθῇς; — οὐδαμῶς. — τί τὸ αἴτιον; οὐχ ὅτι μεμελέτηκας γράφειν; — πῶς γὰρ οὔ; — τί δ’; ἀναγιγνώσκειν μέλλων οὐχ ὡσαύτως ἂν εἶχες; — ὡσαύτως. — τί τὸ αἴτιον; ὅτι πᾶσα τέχνη ἰσχυρόν τι ἔχει καὶ θαρραλέον ἐν τοῖς ἑαυτῆς.
2.13.21λαλεῖν οὖν οὐ μεμελέτηκας; καὶ τί ἄλλο ἐμελέτας ἐν τῇ σχολῇ; — συλλογισμοὺς καὶ μεταπίπτοντας. — ἐπὶ τί; οὐχ ὥστε ἐμπείρως διαλέγεσθαι; τὸ δ’ἐμπείρως ἐστὶν οὐχὶ εὐκαίρως καὶ ἀσφαλῶς καὶ συνετῶς, ἔτι δ’ἀπταίστως καὶ ἀπαραποδίστως, ἐπὶ πᾶσι δὲ τούτοις τεθαρρηκότως; — ναί.
2.13.22— ἱππεὺς οὖν ὢν εἰς πεδίον ἐληλυθὼς πρὸς πεζὸν ἀγωνιᾶς, ὅπου σὺ μεμελέτηκας, ἐκεῖνος δ’ἀμελέτητός ἐστιν; — ναί · ἀλλὰ ἐξουσίαν ἔχει ἀποκτεῖναί με.
2.13.23— λέγε οὖν τὰ ἀληθῆ, δύστηνε, καὶ μὴ ἀλαζονεύου μη δὲ φιλόσοφος εἶναι ἀξίου μη δὲ ἀγνόει σου τοὺς κυρίους, ἀλλὰ μέχρις ἂν ἔχῃς ταύτην τὴν λαβὴν τὴν ἀπὸ τοῦ σώματος, ἀκολούθει παντὶ τῷ ἰσχυροτέρῳ.
2.13.24λέγειν δὲ Σωκράτης ἐμελέτα ὁ πρὸς τοὺς τυράννους οὕτως διαλεγόμενος, ὁ πρὸς τοὺς δικαστάς, ὁ ἐν τῷ δεσμωτηρίῳ. λέγειν Διογένης μεμελετήκει ὁ πρὸς Ἀλέξανδρον οὕτως λαλῶν, ὁ πρὸς Φίλιππον, ὁ πρὸς τοὺς πειρατάς, ὁ πρὸς τὸν ὠνησάμενον αὐτόν G10 ἐκείνοις, οἷς μεμέληκεν, τοῖς θαρροῦσι ·
2.13.25/26σὺ δ’ἐπὶ τὰ σαυτοῦ βάδιζε καὶ ἐκείνων ἀποστῇς μηδέποτε · εἰς τὴν γωνίαν ἀπελθὼν κάθησο καὶ πλέκε συλλογισμοὺς καὶ ἄλλῳ πρότεινε · “οὐκ ἔστι δ’ἐν σοὶ πόλεος ἡγεμὼν ἀνήρ”.
2.14.1εἰσελθόντος τινὸς τῶν Ῥωμαικῶν μετὰ υἱοῦ καὶ ἐπακούοντος ἑνὸς ἀναγνώσματος οὗτος, ἔφη, ὁ τρόπος ἐστὶ τῆς διδασκαλίας καὶ ἀπεσιώπησεν.
2.14.2ἀξιοῦντος δ’ἐκείνου εὑρεῖν τὰ ἑξῆς κόπον ἔχει, ἔφη, πᾶσα τέχνη τῷ ἰδιώτῃ καὶ ἀπείρῳ αὐτῆς, ὅταν παραδιδῶται.
2.14.3καὶ τὰ μὲν ἀπὸ τῶν τεχνῶν γινόμενα τήντε χρείαν εὐθὺς ἐνδείκνυται πρὸς ὃ γέγονεν καὶ τὰ πλεῖστα αὐτῶν ἔχει τι καὶ ἀγωγὸν καὶ ἐπίχαρι.
2.14.4καὶ γὰρ σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές, τὸ δ’ὑπόδημα χρήσιμον καὶ ἰδεῖν ἄλλως οὐκ ἀηδές.
2.14.5καὶ τέκτονος ἡ μὲν μάθησις ἀνιαρὰ μάλιστα τῷ ἰδιώτῃ παρατυγχάνοντι, τὸ δ’ἔργον ἐπιδείκνυσι τὴν χρείαν τῆς τέχνης.
2.14.6πολὺ δὲ μᾶλλον ἐπὶ μουσικῆς ὄψει αὐτό · ἂν γὰρ παρῇς τῷ διδασκομένῳ, φανεῖταί σοι πάντων ἀτερπέστατον τὸ μάθημα, τὰ μέντοι ἀπὸ τῆς μουσικῆς ἡδέα καὶ ἐπιτερπῆ τοῖς ἰδιώταις ἀκούειν.
2.14.7καὶ ἐνταῦθα τὸ μὲν ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα, ὅτι δεῖ τὴν αὑτοῦ βούλησιν συναρμόσαι τοῖς γινομένοις, ὡς μήτε τι τῶν γινομένων ἀκόντων ἡμῶν γίνεσθαι μήτε τῶν μὴ γινομένων θελόντων ἡμῶν μὴ γίνεσθαι.
2.14.8ἐξ οὗ περίεστι τοῖς συστησαμένοις αὐτὸ ἐν ὀρέξει μὴ ἀποτυγχάνειν, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτειν, ἀλύπως, ἀφόβως, ἀταράχως διεξάγειν καθ’αὑτὸν μετὰ τῶν κοινωνῶν τηροῦντα τὰς σχέσεις τάςτε φυσικὰς καὶ ἐπιθέτους, τὸν υἱόν, τὸν πατέρα, τὸν ἀδελφόν, τὸν πολίτην, τὸν ἄνδρα, τὴν γυναῖκα, τὸν γείτονα, τὸν σύνοδον, τὸν ἄρχοντα, τὸν ἀρχόμενον.
2.14.9τὸ ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα. λοιπὸν ἐφεξῆς τούτῳ ζητοῦμεν, πῶς ἔσται τοῦτο. ὁρῶμεν οὖν ὅτι ὁ τέκτων μαθών τινα γίνεται τέκτων, ὁ κυβερνήτης μαθών τινα γίνεται κυβερνήτης.
2.14.10μή ποτ’οὖν καὶ ἐνθάδε οὐκ ἀπαρκεῖ τὸ βούλεσθαι καλὸν καὶ ἀγαθὸν γενέσθαι, χρεία δὲ καὶ μαθεῖν τινα; ζητοῦμεν οὖν τίνα ταῦτα.
2.14.11λέγουσιν οἱ φιλόσοφοι, ὅτι μαθεῖν δεῖ πρῶτον τοῦτο, ὅτι ἔστι θεὸς καὶ προνοεῖ τῶν ὅλων καὶ οὐκ ἔστι λαθεῖν αὐτὸν οὐ μόνον ποιοῦντα, ἀλλ’οὐ δὲ διανοούμενον ἢ ἐνθυμούμενον · εἶτα ποῖοί τινες εἰσίν.
2.14.12οἷοι γὰρ ἂν ἐκεῖνοι εὑρεθῶσιν, τὸν ἐκείνοις ἀρέσοντα καὶ πεισθησόμενον ἀνάγκη πειρᾶσθαι κατὰ δύναμιν ἐξομοιοῦσθαι ἐκείνοις ·
2.14.13εἰ πιστόν ἐστι τὸ θεῖον, καὶ τοῦτον εἶναι πιστόν · εἰ ἐλεύθερον, καὶ τοῦτον ἐλεύθερον · εἰ εὐεργετικόν, καὶ τοῦτον εὐεργετικόν · εἰ μεγαλόφρον, καὶ τοῦτον μεγαλόφρονα · ὡς θεοῦ τοίνυν ζηλωτὴν τὰ ἑξῆς πάντα καὶ ποιεῖν καὶ λέγειν. πόθεν οὖν ἄρξασθαι δεῖ;
2.14.14— ἂν συγκαθῇς, ἐρῶ σοι ὅτι πρῶτον δεῖ σε τοῖς ὀνόμασι παρακολουθεῖν. — ὥστ’ἐγὼ νῦν οὐ παρακολουθῶ τοῖς ὀνόμασιν;
2.14.15— οὐ παρακολουθεῖς. — πῶς οὖν χρῶμαι αὐτοῖς; — οὕτως ὡς οἱ ἀγράμματοι ταῖς ἐγγραμμάτοις φωναῖς, ὡς τὰ κτήνη ταῖς φαντασίαις · ἄλλο γάρ ἐστι χρῆσις, ἄλλο παρακολούθησις.
2.14.16εἰ δ’οἴει παρακολουθεῖν, φέρε ὃ θέλεις ὄνομα καὶ βασανίσωμεν αὑτούς, εἰ παρακολουθοῦμεν.
2.14.17— ἀλλ’ἀνιαρὸν τὸ ἐξελέγχεσθαι πρεσβύτερον ἄνθρωπον ἤδη κα- κἂν οὕτως τύχῃ τὰς τρεῖς στρατείας ἐστρατευμένον.
2.14.18— οἶδα κα- κἀγώ. νῦν γὰρ σὺ ἐλήλυθας πρὸς ἐμὲ ὡς μηδενὸς δεόμενος. τίνος δ’ἂν καὶ φαντασθείης ὡς ἐνδέοντος; πλουτεῖς, τέκνα ἔχεις τυχὸν καὶ γυναῖκα καὶ οἰκέτας πολλούς, ὁ Καῖσάρ σε οἶδεν, ἐν Ῥώμῃ πολλοὺς φίλους κέκτησαι, τὰ καθήκοντα ἀποδίδως, οἶδας τὸν εὖ ποιοῦντα ἀντευποιῆσαι καὶ τὸν κακῶς ποιοῦντα κακῶς ποιῆσαι.
2.14.19τί σοι λείπει; ἂν οὖν σοι δείξω, ὅτι τὰ ἀναγκαιότατα καὶ μέγιστα πρὸς εὐδαιμονίαν καὶ ὅτι μέχρι δεῦρο πάντων μᾶλλον ἢ τῶν προσηκόντων ἐπιμεμέλησαι, καὶ τὸν κολοφῶνα ἐπιθῶ · οὔτε τί θεός ἐστιν οἶδας οὔτε τί ἄνθρωπος οὔτε τί ἀγαθὸν οὔτε τί κακόν, καὶ τὸ μὲν τῶν ἄλλων ἴσως ἀνεκτόν, ὅτι δ’αὐτὸς αὑτὸν ἀγνοεῖς, πῶς δύνασαι ἀνασχέσθαι μου καὶ ὑποσχεῖν τὸν ἔλεγχον καὶ παραμεῖναι;
2.14.21οὐδαμῶς, ἀλλ’εὐθὺς ἀπαλλάσσῃ χαλεπῶς ἔχων. καίτοι τί σοι ἐγὼ κακὸν πεποίηκα; εἰ μὴ καὶ τὸ ἔσοπτρον τῷ αἰσχρῷ, ὅτι δεικνύει αὐτὸν αὐτῷ οἷός ἐστιν · εἰ μὴ καὶ ὁ ἰατρὸς τὸν νοσοῦντα ὑβρίζει, ὅταν εἴπῃ αὐτῷ “ἄνθρωπε, δοκεῖς μηδὲν ἔχειν, πυρέσσεις δέ · ἀσίτησον σήμερον, ὕδωρ πίε” · καὶ οὐδεὶς λέγει “ὦ δεινῆς ὕβρεως”.
2.14.22ἐὰν δέ τινι εἴπῃς “αἱ ὀρέξεις σου φλεγμαίνουσιν, αἱ ἐκκλίσεις ταπειναί εἰσιν, αἱ ἐπιβολαὶ ἀνομολογούμεναι, αἱ ὁρμαὶ ἀσύμφωνοι τῇ φύσει, αἱ ὑπολήψεις εἰκαῖαι καὶ ἐψευσμέναι,” εὐθὺς ἐξελθὼν λέγει “ὕβρισέν με”.
2.14.23τοιαῦτά ἐστι τὰ ἡμέτερα ὡς ἐν πανηγύρει. τὰ μὲν κτήνη πραθησόμενα ἄγεται καὶ οἱ βόες, οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων οἱ μὲν ὠνησόμενοι οἱ δὲ πωλήσοντες · ὀλίγοι δέ τινές εἰσιν οἱ κατὰ θέαν ἐρχόμενοι τῆς πανηγύρεως, πῶς τοῦτο γίνεται καὶ διὰ τί καὶ τίνες οἱ τιθέντες τὴν πανήγυριν καὶ ἐπὶ τίνι.
2.14.24οὕτως καὶ ἐνθάδ’ἐν τῇ πανηγύρει ταύτῃ · οἱ μέν τινες ὡς κτήνη οὐδὲν πλέον πολυπραγμονοῦσι τοῦ χόρτου · ὅσοι γὰρ περὶ κτῆσιν καὶ ἀγροὺς καὶ οἰκέτας καὶ ἀρχάς τινας ἀναστρέφεσθε, ταῦτα οὐδὲν ἄλλο ἢ χόρτος ἐστίν ·
2.14.25ὀλίγοι δ’εἰσὶν οἱ πανηγυρίζοντες ἄνθρωποι φιλοθεάμονες. τί ποτ’οὖν ἐστιν ὁ κόσμος, τίς αὐτὸν διοικεῖ. οὐδείς;
2.14.26καὶ πῶς οἷόντε πόλιν μὲν ἢ οἶκον μὴ δύνασθαι διαμένειν μη δ’ὀλιγοστὸν χρόνον δίχα τοῦ διοικοῦντος καὶ ἐπιμελομένου, τὸ δ’οὕτως μέγα καὶ καλὸν κατασκεύασμα εἰκῇ καὶ ὡς ἔτυχεν οὕτως εὐτάκτως οἰκονομεῖσθαι;
2.14.27ἔστιν οὖν ὁ διοικῶν. ποῖός τις καὶ πῶς ὁ διοικῶν; ἡμεῖς δὲ τίνες ὄντες ὑπ’αὐτοῦ γεγόναμεν καὶ πρὸς τί ἔργον; ἆρά γ’ἔχομέν τινα ἐπιπλοκὴν πρὸς αὐτὸν καὶ σχέσιν ἢ οὐδεμίαν;
2.14.28ταῦτ’ἔστιν ἃ πάσχουσιν οὗτοι οἱ ὀλίγοι · καὶ λοιπὸν τούτῳ μόνῳ σχολάζουσι τῷ τὴν πανήγυριν ἱστορήσαντας ἀπελθεῖν.
2.14.29τί οὖν; καταγελῶνται ὑπὸ τῶν πολλῶν · καὶ γὰρ ἐκεῖ οἱ θεαταὶ ὑπὸ τῶν ἐμπόρων · καὶ εἰ τὰ κτήνη συναίσθησίν τινα εἶχεν, κατεγέλα τῶν ἄλλο τι τεθαυμακότων ἢ τὸν χόρτον.
2.15.1ὅταν ἀκούσωσί τινες τούτων τῶν λόγων, ὅτι βέβαιον εἶναι δεῖ καὶ ἡ μὲν προαίρεσις ἐλεύθερον φύσει καὶ ἀνανάγκαστον, τὰ δ’ἄλλα κωλυτά, ἀναγκαστά, δοῦλα, ἀλλότρια, φαντάζονται ὅτι δεῖ παντὶ τῷ κριθέντι ὑπ’αὐτῶν ἀπαραβάτως ἐμμένειν.
2.15.2ἀλλὰ πρῶτον ὑγιὲς εἶναι δεῖ τὸ κεκριμένον. θέλω γὰρ εἶναι τόνους ἐν σώματι, ἀλλ’ὡς ὑγιαίνοντι, ὡς ἀθλοῦντι ·
2.15.3ἂν δέ μοι φρενιτικοῦ τόνους ἔχων ἐνδεικνύῃ καὶ ἀλαζονεύῃ ἐπ’αὐτοῖς, ἐρῶ σοι ὅτι “ἄνθρωπε, ζήτει τὸν θεραπεύσοντα. τοῦτο οὐκ εἰσὶ τόνοι, ἀλλ’ἀτονία”.
2.15.4ἕτερον τρόπον τοιοῦτόν τι καὶ ἐπὶ τῆς ψυχῆς πάσχουσιν οἱ παρακούοντες τῶν λόγων τούτων. οἷον καὶ ἐμός τις ἑταῖρος ἐξ οὐδεμιᾶς αἰτίας ἔκρινεν ἀποκαρτερεῖν.
2.15.5ἔγνων ἐγὼ ἤδη τρίτην ἡμέραν ἔχοντος αὐτοῦ τῆς ἀποχῆς καὶ ἐλθὼν ἐπυνθανόμην τί ἐγένετο.
2.15.6— κέκρικα, φησίν. — ἀλλ’ὅμως τί σε ἦν τὸ ἀναπεῖσαν; εἰ γὰρ ὀρθῶς ἔκρινας, ἰδοὺ παρακαθήμεθά σοι καὶ συνεργοῦμεν, ἵν’ἐξέλθῃς · εἰ δ’ἀλόγως ἔκρινας, μετάθου.
2.15.7— τοῖς κριθεῖσιν ἐμμένειν δεῖ. — τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν, ἀλλὰ τοῖς ὀρθῶς. ἐπεὶ παθὼν ἄρτι ὅτι νύξ ἐστιν, ἄν σοι δοκῇ, μὴ μετατίθεσο, ἀλλ’ἔμμενε καὶ λέγε ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ.
2.15.8 οὐ θέλεις τὴν ἀρχὴν στῆσαι καὶ τὸν θεμέλιον, τὸ κρίμα σκέψασθαι πότερον ὑγιὲς ἢ οὐχ ὑγιές, καὶ οὕτως λοιπὸν ἐποικοδομεῖν αὐτῷ τὴν εὐτονίαν, τὴν ἀσφάλειαν;
2.15.9ἂν δὲ σαπρὸν ὑποστήσῃ καὶ καταπῖπτον, οὐκ † οἰκοδόμημά τι ὄν, ὅσῳ δ’ἂν πλείονα καὶ ἰσχυρότερα ἐπιθῇς, τοσούτῳ θᾶττον κατενεχθήσεται.
2.15.10ἄνευ πάσης αἰτίας ἐξάγεις ἡμῖν ἄνθρωπον ἐκ τοῦ ζῆν φίλον καὶ συνήθη, τῆς αὐτῆς πόλεως πολίτην καὶ τῆς μεγάλης καὶ τῆς μικρᾶς ·
2.15.11εἶτα φόνον ἐργαζόμενος καὶ ἀπολλύων ἄνθρωπον μηδὲν ἠδικηκότα λέγεις ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ.
2.15.12εἰ δ’ἐπῆλθέν σοί πώς ποτ’ἐμὲ ἀποκτεῖναι, ἔδει σε ἐμμένειν τοῖς κριθεῖσιν;
2.15.13ἐκεῖνος μὲν οὖν μόγις μετεπείσθη. τῶν δὲ νῦν τινας οὐκ ἔστι μεταθεῖναι. ὥστε μοι δοκῶ ὃ πρότερον ἠγνόουν νῦν εἰδέναι, τί ἐστι τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον · μωρὸν οὔτε πεῖσαι οὔτε ῥῆξαι ἔστιν.
2.15.14μή μοι γένοιτο φίλον ἔχειν σοφὸν μωρόν. δυσμεταχειριστότερον οὐδέν ἐστιν. “κέκρικα”. καὶ γὰρ οἱ μαινόμενοι · ἀλλ’ὅσῳ βεβαιότερον κρίνουσι τὰ οὐκ ὄντα, τοσούτῳ πλείονος ἐλλεβόρου δέονται.
2.15.15οὐ θέλεις τὰ τοῦ νοσοῦντος ποιεῖν καὶ τὸν ἰατρὸν παρακαλεῖν; “νοσῶ, κύριε · βοήθησόν μοι. τί με δεῖ ποιεῖν σκέψαι · ἐμόν ἐστι πείθεσθαί σοι”.
2.15.16οὕτως καὶ ἐνταῦθ’. “ἃ δεῖ με ποιεῖν οὐκ οἶδα, ἐλήλυθα δὲ μαθησόμενος”. οὔ, ἀλλὰ “περὶ τῶν ἄλλων μοι λέγε.
2.15.17τοῦτο δὲ κέκρικα”. περὶ ποίων ἄλλων; τί γάρ ἐστι μεῖζον ἢ προὐργιαίτερον τοῦ πεισθῆναί σε, ὅτι οὐκ ἀρκεῖ τὸ κεκρικέναι καὶ τὸ μὴ μεταθέσθαι;
2.15.18οὗτοι οἱ μανικοὶ τόνοι, οὐχ ὑγιεινοί. “ἀποθανεῖν θέλω, ἄν με τοῦτο ἀναγκάσῃς”. διὰ τί, ἄνθρωπε; τί ἐγένετο; “κέκρικα”. ἐσώθην, ὅτι οὐ κέκρικας ἐμὲ ἀποκτεῖναι.
2.15.19“ἀργύριον οὐ λαμβάνω”. διὰ τί; “κέκρικα”. ἴσθι ὅτι ᾧ τόνῳ νῦν χρῇ πρὸς τὸ μὴ λαμβάνειν, οὐδὲν κωλύει σε ἀλόγως ποτὲ ῥέψαι πρὸς τὸ λαμβάνειν καὶ πάλιν λέγειν ὅτι “κέκρικα,” ὥσπερ ἐν νοσοῦντι καὶ ῥευματιζομένῳ σώματι ποτὲ μὲν ἐπὶ ταῦτα ποτὲ δ’ἐπ’ἐκεῖνα ῥέπει τὸ ῥεῦμα.
2.15.20οὕτως καὶ ἀσθενὴς ψυχή, ὅπου μὲν κλίνει, ἄδηλον ἔχει · ὅταν δὲ καὶ τόνος προσῇ τῷ κλίματι τούτῳ καὶ τῇ φορᾷ, τότε γίνεται τὸ κακὸν ἀβοήθητον καὶ ἀθεράπευτον.
2.16.1ποῦ τὸ ἀγαθόν; — ἐν προαιρέσει. — ποῦ τὸ κακόν; — ἐν προαιρέσει. — ποῦ τὸ οὐδέτερον; — ἐν τοῖς ἀπροαιρέτοις.
2.16.2— τί οὖν; μέμνηταί τις ἡμῶν ἔξω τούτων τῶν λόγων; μελετᾷ τις αὐτὸς ἐφ’αὑτοῦ τοῦτον τὸν τρόπον ἀποκρίνεσθαι τοῖς πράγμασιν ὡς ἐπὶ τῶν ἐρωτημάτων · “ἆρά γε ἡμέρα ἐστίν”; “ναί”. “τί δέ; νύξ ἐστιν”; “οὔ”. “τί δ’; ἄρτιοί εἰσιν οἱ ἀστέρες”; “οὐκ ἔχω λέγειν”.
2.16.3ὅταν σοι προφαίνηται ἀργύριον, μεμελέτηκας ἀποκρίνεσθαι τὴν δέουσαν ἀπόκρισιν, ὅτι “οὐκ ἀγαθόν”; ἤσκηκας ἐν ταύταις ταῖς ἀποκρίσεσιν ἢ πρὸς μόνα · τὰ σοφίσματα;
2.16.4τί οὖν θαυμάζεις, εἰ, ὅπου μὲν μεμελέτηκας, ἐκεῖ κρείττων γένῃ σεαυτοῦ, ὅπου δ’ἀμελετήτως ἔχεις, ἐκεῖ δ’ὁ αὐτὸς διαμένεις;
2.16.5ἐπεὶ διὰ τί ὁ ῥήτωρ εἰδὼς ὅτι γέγραφε καλῶς, ὅτι ἀνείληφε τὰ γεγραμμένα, φωνὴν εἰσφέρων ἡδεῖαν ὅμως ἔτι ἀγωνιᾷ; ὅτι οὐκ ἀρκεῖται τῷ μελετῆσαι.
2.16.6τί οὖν θέλει; ἐπαινεθῆναι ὑπὸ τῶν παρόντων. πρὸς μὲν οὖν τὸ δύνασθαι μελετᾶν ἤσκηται, πρὸς ἔπαινον δὲ καὶ ψόγον οὐκ ἤσκηται.
2.16.7πότε γὰρ ἤκουσεν παρά τινος, τί ἐστιν ἔπαινος, τί ἐστι ψόγος, τίς ἑκατέρου φύσις; τοὺς ποίους τῶν ἐπαίνων διωκτέον ἢ τοὺς ποίους τῶν ψόγων φευκτέον; πότε δ’ἐμελέτησεν ταύτην τὴν μελέτην ἀκόλουθον τούτοις τοῖς λόγοις;
2.16.8τί οὖν ἔτι θαυμάζεις, εἰ, ὅπου μὲν ἔμαθεν, ἐκεῖ διαφέρει τῶν ἄλλων, ὅπου δ’οὐ μεμελέτηκεν, ἐκεῖ τοῖς πολλοῖς ὁ αὐτός ἐστιν;
2.16.9ὡς ὁ κιθαρῳδὸς οἶδεν κιθαρίζειν, ᾁδει καλῶς, στατὸν ἔχει καλὸν καὶ ὅμως εἰσερχόμενος τρέμει · ταῦτα γὰρ οἶδεν, ὄχλος δὲ τί ἐστιν οὐκ οἶδεν οὐ δ’ὄχλου βοὴ οὐ δὲ κατάγελως.
2.16.10ἀλλ’οὐ δ’αὐτὸ τὸ ἀγωνιᾶν τί ἐστιν οἶδεν, πότερον ἡμέτερον ἔργον ἐστὶν ἢ ἀλλότριον, ἔστιν αὐτὸ παῦσαι ἢ οὐκ ἔστιν. διὰ τοῦτο ἐὰν μὲν ἐπαινεθῇ, φυσηθεὶς ἐξῆλθεν · ἐὰν δὲ καταγελασθῇ, τὸ φυσημάτιον ἐκεῖνο ἐκεντήθη καὶ προσεκάθισεν.
2.16.11τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν. τίνα θαυμάζομεν; τὰ ἐκτός. περὶ τίνα σπουδάζομεν; περὶ τὰ ἐκτός. εἶτ’ἀποροῦμεν, πῶς φοβούμεθα ἢ πῶς ἀγωνιῶμεν;
2.16.12τί οὖν ἐνδέχεται, ὅταν τὰ ἐπιφερόμενα κακὰ ἡγώμεθα; οὐ δυνάμεθα μὴ φοβεῖσθαι, οὐ δυνάμεθα μὴ ἀγωνιᾶν.
2.16.13εἶτα λέγομεν “κύριε ὁ θεός, πῶς μὴ ἀγωνιῶ”; μωρέ, χεῖρας οὐκ ἔχεις; οὐκ ἐποίησέν σοι αὐτὰς ὁ θεός; εὔχου νῦν καθήμενος, ὅπως αἱ μύξαι σου μὴ ῥέωσιν · ἀπόμυξαι μᾶλλον καὶ μὴ ἐγκάλει.
2.16.14τί οὖν; ἐνταῦθά σοι οὐδὲν δέδωκεν; οὐ δέδωκέ σοι καρτερίαν, οὐ δέδωκέ σοι μεγαλοψυχίαν, οὐ δέδωκεν ἀνδρείαν; τηλικαύτας ἔχων χεῖρας ἔτι ζητεῖς τὸν ἀπομύξοντα;
2.16.15ἀλλ’οὐ δὲ μελετῶμεν ταῦτα οὐ δ’ἐπιστρεφόμεθα. ἐπεὶ δότε μοι ἕνα, ᾧ μέλει πῶς τι ποιήσῃ, ὃς ἐπιστρέφεται οὐ τοῦ τυχεῖν τινος, ἀλλὰ τῆς ἐνεργείας τῆς αὑτοῦ · τίς περιπατῶν τῆς ἐνεργείας τῆς αὑτοῦ ἐπιστρέφεται; τίς βουλευόμενος αὐτῆς τῆς βουλῆς, οὐχὶ δὲ τοῦ τυχεῖν ἐκείνου περὶ οὗ βουλεύεται;
2.16.16κα- κἂν μὲν τύχῃ, ἐπῆρται καὶ λέγει “πῶς γὰρ ἡμεῖς καλῶς ἐβουλευσάμεθα; οὐκ ἔλεγόν σοι, ἀδελφέ, ὅτι ἀδύνατόν ἐστιν ἡμῶν τι σκεψαμένων μὴ οὕτως ἐκβῆναι”; ἂν δ’ἑτέρως χωρήσῃ, τεταπείνωται τάλας, οὐχ εὑρίσκει οὐ δὲ τί εἴπῃ περὶ τῶν γεγονότων. τίς ἡμῶν τούτου ἕνεκα μάντιν παρέλαβεν;
2.16.17τίς ἡμῶν † οὐκ ἐνεκοιμήθη † ὑπὲρ ἐνεργείας; τίς; ἕνα μοι δότε, ἵνα ἴδω τοῦτον, ὃν ἐκ πολλοῦ χρόνου ζητῶ, τὸν ταῖς ἀληθείαις εὐγενῆ καὶ εὐφυᾶ · εἴτε νέον εἴτε πρεσβύτερον, δότε.
2.16.18τί οὖν ἔτι θαυμάζομεν εἰ περὶ μὲν τὰς ὕλας τετρίμμεθα, ἐν δὲ ταῖς ἐνεργείαις ταπεινοί, ἀσχήμονες, οὐδενὸς ἄξιοι, δειλοί, ἀταλαίπωροι, ὅλοι ἀτυχήματα; οὐ γὰρ μεμέληκεν ἡμῖν οὐ δὲ μελετῶμεν.
2.16.19εἰ δὲ μὴ τὸν θάνατον ἢ τὴν φυγὴν ἐφοβούμεθα, ἀλλὰ τὸν φόβον, ἐμελετῶμεν ἂν ἐκείνοις μὴ περιπίπτειν ἃ φαίνεται ἡμῖν κακά.
2.16.20νῦν δ’ἐν μὲν τῇ σχολῇ γοργοὶ καὶ κατάγλωσσοι, κα- κἂν ζητημάτιον ἐμπέσῃ περί τινος τούτων, ἱκανοὶ τὰ ἑξῆς ἐπελθεῖν · ἕλκυσον δ’εἰς χρῆσιν καὶ εὑρήσεις τάλανας ναυαγούς. προσπεσέτω φαντασία ταρακτικὴ καὶ γνώσῃ, τί ἐμελετῶμεν καὶ πρὸς τί ἐγυμναζόμεθα.
2.16.21λοιπὸν ὑπὸ τῆς ἀμελετησίας προσεπισωρεύομεν ἀεί τινα καὶ προσπλάσσομεν μείζονα τῶν καθεστώτων. εὐθὺς ἐγώ, ὅταν πλέω, κατακύψας εἰς τὸν βυθὸν ἢ τὸ πέλαγος περιβλεψάμενος καὶ μὴ ἰδὼν γῆν ἐξίσταμαι καὶ φανταζόμενος, ὅτι ὅλον με δεῖ τὸ πέλαγος τοῦτο ἐκπιεῖν, ἂν ναυαγήσω, οὐκ ἐπέρχεταί μοι, ὅτι μοι τρεῖς ξέσται ἀρκοῦσιν.
2.16.22τί οὖν με ταράσσει; τὸ πέλαγος; οὔ, ἀλλὰ τὸ δόγμα.
2.16.23πάλιν ὅταν σεισμὸς γένηται, φαντάζομαι ὅτι ἡ πόλις ἐπιπίπτειν μοι μέλλει · οὐ γὰρ ἀρκεῖ μικρὸν λιθάριον, ἵν’ἔξω μου τὸν ἐγκέφαλον βάλῃ;
2.16.24τίνα οὖν ἐστι τὰ βαροῦντα καὶ ἐξιστάντα ἡμᾶς; τίνα γὰρ ἄλλα ἢ τὰ δόγματα; τὸν γὰρ ἐξιόντα καὶ ἀπαλλαττόμενον τῶν συνήθων καὶ ἑταίρων καὶ τόπων καὶ συναναστροφῆς τί ἐστι τὸ βαροῦν ἄλλο ἢ δόγμα;
2.16.25τὰ γοῦν παιδία εὐθὺς ὅταν κλαύσῃ μικρὰ τῆς τιτθῆς ἀπελθούσης, πλακούντιον λαβόντα ἐπιλέλησται.
2.16.26θέλεις οὖν καὶ ἡμεῖς τοῖς παιδίοις ὁμοιῶμεν; οὔ, νὴ τὸν Δία. οὐ γὰρ ὑπὸ πλακουντίου τοῦτο πάσχειν ἀξιῶ, ἀλλ’ὑπὸ δογμάτων ὀρθῶν.
2.16.27τίνα δ’ἐστὶ ταῦτα; ἃ δεῖ τὸν ἄνθρωπον ὅλην τὴν ἡμέραν μελετῶντα μηδενὶ προσπάσχειν τῶν ἀλλοτρίων, μηθ’ἑταίρῳ μήτε τόπῳ μήτε γυμνασίοις, ἀλλὰ μη δὲ τῷ σώματι τῷ αὑτοῦ, μεμνῆσθαι δὲ τοῦ νόμου καὶ τοῦτον πρὸ ὀφθαλμῶν ἔχειν. τίς δ’ὁ νόμος ὁ θεῖος;
2.16.28τὰ ἴδια τηρεῖν, τῶν ἀλλοτρίων μὴ ἀντιποιεῖσθαι, ἀλλὰ διδομένοις μὲν χρῆσθαι, μὴ διδόμενα δὲ μὴ ποθεῖν, ἀφαιρουμένου δέ τινος ἀποδιδόναι εὐλύτως καὶ αὐτόθεν, χάριν εἰδότα οὗ ἐχρήσατο χρόνου, εἰ θέλεις μὴ κλάειν τὴν τιτθὴν καὶ μάμμην.
2.16.29τί γὰρ διαφέρει, τίνος ἥττων ἐστὶ καὶ ἐκ τίνος κρέμαται; τί κρείττων εἶ τοῦ διὰ κοράσιον κλάοντος, εἰ διὰ γυμνασίδιον καὶ στωίδια καὶ νεανισκάρια καὶ τοιαύτην διατριβὴν πενθεῖς;
2.16.30ἄλλος ἐλθὼν ὅτι οὐκέτι τὸ τῆς Δίρκης ὕδωρ πίνειν μέλλει. τὸ γὰρ Μάρκιον χεῖρόν ἐστι τοῦ τῆς Δίρκης; “ἀλλ’ἐκεῖνό μοι σύνηθες ἦν”.
2.16.31καὶ τοῦτο πάλιν ἔσται σοι σύνηθες. εἶτ’ἂν μὲν τοιούτῳ προσπάθῃς, καὶ τοῦτο πάλιν κλαῖε καὶ ζήτει στίχον ὅμοιον τῷ Εὐριπίδου ποιῆσαι “θερμάςτε τὰς Νέρωνος Μάρκιόνθ’ὕδωρ”. ἴδε πῶς τραγῳδία γίνεται, ὅταν εἰς μωροὺς ἀνθρώπους πράγματα τὰ τυγχάνοντ’ἐμπέσῃ.
2.16.32“πότε οὖν Ἀθήνας πάλιν ὄψομαι καὶ τὴν ἀκρόπολιν”; τάλας, οὐκ ἀρκεῖ σοι ἃ βλέπεις καθ’ἡμέραν; κρεῖττόν τι ἔχεις ἢ μεῖζον ἰδεῖν τοῦ ἡλίου, τῆς σελήνης, τῶν ἄστρων, τῆς γῆς ὅλης, τῆς θαλάσσης;
2.16.33εἰ δὲ δὴ παρακολουθεῖς τῷ διοικοῦντι τὰ ὅλα κα- κἀκεῖνον ἐν σαυτῷ περιφέρεις, ἔτι ποθεῖς λιθάρια καὶ πέτραν κομψήν; ὅταν οὖν μέλλῃς ἀπολιπεῖν αὐτὸν τὸν ἥλιον καὶ τὴν σελήνην, τί ποιήσεις;
2.16.34κλαύσεις καθήμενος ὡς τὰ παιδία; τί οὖν ἐν τῇ σχολῇ ἐποίεις, τί ἤκουες, τί ἐμάνθανες; τί σαυτὸν φιλόσοφον ἐπέγραφες ἐξὸν τὰ ὄντα ἐπιγράφειν; ὅτι “εἰσαγωγὰς ἔπραξά τινας καὶ Χρυσίππεια ἀνέγνων, φιλοσόφου δ’οὐ δὲ θύραν παρῆλθον.
2.16.35ποῦ γάρ μοι μέτεστι τούτου τοῦ πράγματος, οὗ Σωκράτει μετῆν τῷ οὕτως ἀποθανόντι, οὕτως ζήσαντι; οὗ Διογένει μετῆν”; ἐπινοεῖς τούτων τινὰ κλάοντα ἢ ἀγανακτοῦντα, ὅτι τὸν δεῖνα οὐ μέλλει βλέπειν οὐ δὲ τὴν δεῖνα οὐ δ’ἐν Ἀθήναις ἔσεσθαι ἢ ἐν Κορίνθῳ, ἀλλ’, ἂν οὕτως τύχῃ, ἐν Σούσοις ἢ ἐν Ἐκβατάνοις;
2.16.37ᾧ γὰρ ἔξεστιν ἐξελθεῖν, ὅταν θέλῃ, τοῦ συμποσίου καὶ μηκέτι παίζειν, ἔτι οὗτος ἀνιᾶται μένων; οὐχὶ δ’ὡς παιδιᾷ παραμένει, μέχρις ἂν ψυχαγωγῆται;
2.16.38ταχύ γ’ἂν ὁ τοιοῦτος ὑπομείναι φυγήν τινα φυγεῖν εἰς ἅπαντα ἢ τὴν ἐπὶ θανάτῳ κατακριθείς.
2.16.39οὐ θέλεις ἤδη ὡς τὰ παιδία ἀπογαλακτισθῆναι καὶ ἅπτεσθαι τροφῆς στερεωτέρας μη δὲ κλάειν μάμμας καὶ τιτθάς, γραῶν ἀποκλαύματα;
2.16.40“ἀλλ’ἐκείνας ἀπαλλασσόμενος ἀνιάσω”. σὺ αὐτὰς ἀνιάσεις; οὐδαμῶς, ἀλλ’ὅπερ καὶ σέ, τὸ δόγμα. τί οὖν ἔχεις ποιῆσαι; ἔξελε, τὸ δ’ἐκείνων, ἂν εὖ ποιῶσιν, αὐταὶ ἐξελοῦσιν · εἰ δὲ μή, οἰμώξουσι δι’αὑτάς.
2.16.41ἄνθρωπε, τὸ λεγόμενον τοῦτο ἀπονοήθητι ἤδη ὑπὲρ εὐροίας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ μεγαλοψυχίας. ἀνάτεινόν ποτε τὸν τράχηλον ὡς ἀπηλλαγμένος δουλείας, τόλμησον ἀναβλέψας πρὸς τὸν θεὸν εἰπεῖν ὅτι “χρῶ μοι λοιπὸν εἰς ὃ ἂν θέλῃς ·
2.16.42ὁμογνωμονῶ σοι, σός εἰμι · οὐδὲν παραιτοῦμαι τῶν σοὶ δοκούντων · ὅπου θέλεις, ἄγε · ἣν θέλεις ἐσθῆτα περίθες. ἄρχειν με θέλεις, ἰδιωτεύειν, μένειν, φεύγειν, πένεσθαι, πλουτεῖν; ἐγώ σοι ὑπὲρ ἁπάντων τούτων πρὸς τοὺς ἀνθρώπους ἀπολογήσομαι · δείξω τὴν ἑκάστου φύσιν οἵα ἐστίν”.
2.16.43οὔ ·
2.16.44ἀλλ’ἐν βοὸς κοιλίᾳ καθήμενος ἐκδέχου σου τὴν μάμμην, μέχρις σε χορτάσῃ. ὁ Ἡρακλῆς εἰ τοῖς ἐν οἴκῳ παρεκάθητο, τίς ἂν ἦν; Εὐρυσθεὺς καὶ οὐχὶ Ἡρακλῆς. ἄγε, πόσους δὲ περιερχόμενος τὴν οἰκουμένην συνήθεις ἔσχεν, φίλους; ἀλλ’οὐδὲν φίλτερον τοῦ θεοῦ · διὰ τοῦτο ἐπιστεύθη Διὸς υἱὸς εἶναι καὶ ἦν. ἐκείνῳ τοίνυν πειθόμενος περιῄει καθαίρων ἀδικίαν καὶ ἀνομίαν.
2.16.45ἀλλ’οὐκ εἶ Ἡρακλῆς καὶ οὐ δύνασαι καθαίρειν τὰ ἀλλότρια κακά, ἀλλ’οὐ δὲ Θησεύς, ἵνα τὰ τῆς Ἀττικῆς καθάρῃς · τὰ σαυτοῦ κάθαρον. ἐντεῦθεν ἐκ τῆς διανοίας ἔκβαλε ἀντὶ Προκρούστου καὶ Σκίρωνος λύπην, φόβον, ἐπιθυμίαν, φθόνον, ἐπιχαιρεκακίαν, φιλαργυρίαν, μαλακίαν, ἀκρασίαν.
2.16.46ταῦτα δ’οὐκ ἔστιν ἄλλως ἐκβαλεῖν, εἰ μὴ πρὸς μόνον τὸν θεὸν ἀποβλέποντα, ἐκείνῳ μόνῳ προσπεπονθότα, τοῖς ἐκείνου προστάγμασι καθωσιωμένον. ἂν δ’ἄλλο τι θέλῃς, οἰμώζων καὶ στένων ἀκολουθήσεις τῷ ἰσχυροτέρῳ ἔξω ζητῶν ἀεὶ τὴν εὔροιαν καὶ μηδέποτ’εὐροεῖν δυνάμενος.
2.16.47ἐκεῖ γὰρ αὐτὴν ζητεῖς, οὗ μή ἐστιν, ἀφεὶς ἐκεῖ ζητεῖν, ὅπου ἐστίν.
2.17.1τί πρῶτόν ἐστιν ἔργον τοῦ φιλοσοφοῦντος; ἀποβαλεῖν οἴησιν · ἀμήχανον γάρ, ἅ τις εἰδέναι οἴεται, ταῦτα ἄρξασθαι μανθάνειν.
2.17.2τὰ μὲν οὖν ποιητέα καὶ οὐ ποιητέα καὶ ἀγαθὰ καὶ κακὰ καὶ καλὰ καὶ αἰσχρὰ πάντες ἄνω καὶ κάτω λαλοῦντες ἐρχόμεθα πρὸς τοὺς φιλοσόφους, ἐπὶ τούτοις ἐπαινοῦντες ψέγοντες, ἐγκαλοῦντες μεμφόμενοι, περὶ ἐπιτηδευμάτων καλῶν καὶ αἰσχρῶν ἐπικρίνοντες καὶ διαλαμβάνοντες.
2.17.3τίνος δ’ἕνεκα προσερχόμεθα τοῖς φιλοσόφοις; † ἃ οὐκ οἰόμεθα εἰδέναι. τίνα δ’ἐστὶ ταῦτα; τὰ θεωρήματα. ἃ γὰρ λαλοῦσιν οἱ φιλόσοφοι, μαθεῖν θέλομεν ὡς κομψὰ καὶ δριμέα, οἱ δ’, ἵν’ἀπ’αὐτῶν περιποιήσωνται.
2.17.4γελοῖον οὖν τὸ οἴεσθαι, ὅτι ἄλλα μέν τις μαθεῖν βούλεται, ἄλλα δὲ μαθήσεται, ἢ λοιπὸν ὅτι προκόψει τις ἐν οἷς οὐ μανθάνει.
2.17.5τὸ δ’ἐξαπατῶν τοὺς πολλοὺς τοῦτ’ἔστιν, ὅπερ καὶ Θεόπομπον τὸν ῥήτορα, ὅπου καὶ Πλάτωνι ἐγκαλεῖ ἐπὶ τῷ βούλεσθαι ἕκαστα ὁρίζεσθαι.
2.17.6τί γὰρ λέγει; “οὐδεὶς ἡμῶν πρὸ σοῦ ἔλεγεν ἀγαθὸν ἢ δίκαιον; ἢ μὴ παρακολουθοῦντες τί ἐστι τούτων ἕκαστον ἀσήμως καὶ κενῶς ἐφθεγγόμεθα τὰς φωνάς”;
2.17.7τίς γάρ σοι λέγει, Θεόπομπε, ὅτι ἐννοίας οὐκ εἴχομεν ἑκάστου τούτων φυσικὰς καὶ προλήψεις; ἀλλ’οὐχ οἷόντ’ἐφαρμόζειν τὰς προλήψεις ταῖς καταλλήλοις οὐσίαις μὴ διαρθρώσαντα αὐτὰς καὶ αὐτὸ τοῦτο σκεψάμενον, ποίαν τινὰ ἑκάστῃ αὐτῶν οὐσίαν ὑποτακτέον.
2.17.8ἐπεὶ τοιαῦτα λέγε καὶ πρὸς τοὺς ἰατρούς · “τίς γὰρ ἡμῶν οὐκ ἔλεγεν ὑγιεινόν τι καὶ νοσερόν, πρὶν Ἱπποκράτη γενέσθαι; ἢ κενῶς τὰς φωνὰς ταύτας ἀπηχοῦμεν”;
2.17.9ἔχομεν γάρ τινα καὶ ὑγιεινοῦ πρόληψιν, ἀλλ’ἐφαρμόσαι οὐ δυνάμεθα. διὰ τοῦτο ὁ μὲν λέγει “ἀνάτεινον,” ὁ δὲ λέγει “δὸς τροφήν” · καὶ ὁ μὲν λέγει “φλεβοτόμησον,” ὁ δὲ λέγει “σικύασον”. τί τὸ αἴτιον; ἄλλο γε ἢ ὅτι τὴν τοῦ ὑγιεινοῦ πρόληψιν οὐ δύναται καλῶς ἐφαρμόσαι τοῖς ἐπὶ μέρους;
2.17.10οὕτως ἔχει καὶ ἐνθάδ’ἐπὶ τῶν κατὰ τὸν βίον. ἀγαθὸν καὶ κακὸν καὶ συμφέρον καὶ ἀσύμφορον τίς ἡμῶν οὐ λαλεῖ; τίς γὰρ ἡμῶν οὐκ ἔχει τούτων ἑκάστου πρόληψιν; ἆρ’οὖν διηρθρωμένην καὶ τελείαν;
2.17.11τοῦτο δεῖξον. “πῶς δείξω”; ἐφάρμοσον αὐτὴν καλῶς ταῖς ἐπὶ μέρους οὐσίαις. εὐθὺς τοὺς ὅρους Πλάτων μὲν ὑποτάσσει τῇ τοῦ χρησίμου προλήψει, σὺ δὲ τῇ τοῦ ἀχρήστου.
2.17.12δυνατὸν οὖν ἐστιν ἀμφοτέρους ὑμᾶς ἐπιτυγχάνειν; πῶς οἷόντε; τῇ δὲ τοῦ πλούτου οὐσίᾳ οὐχ ὁ μέν τις ἐφαρμόζει τὴν τοῦ ἀγαθοῦ πρόληψιν, ὁ δ’οὔ; τῇ δὲ τῆς ἡδονῆς, τῇ δὲ τῆς ὑγείας;
2.17.13καθόλου γὰρ εἰ πάντες οἱ τὰ ὀνόματα λαλοῦντες μὴ κενῶς ἴσμεν ἕκαστα τούτων καὶ μηδεμιᾶς ἐπιμελείας περὶ τὴν διάρθρωσιν τῶν προλήψεων δεόμεθα, τί διαφερόμεθα, τί πολεμοῦμεν, τί ψέγομεν ἀλλήλους;
2.17.14καὶ τί μοι νῦν τὴν πρὸς ἀλλήλους μάχην παραφέρειν καὶ ταύτης μεμνῆσθαι; σὺ αὐτὸς εἰ ἐφαρμόζεις καλῶς τὰς προλήψεις, διὰ τί δυσροεῖς, διὰ τί ἐμποδίζῃ;
2.17.15ἀφῶμεν ἄρτι τὸν δεύτερον τόπον τὸν περὶ τὰς ὁρμὰς καὶ τὴν κατὰ ταύτας περὶ τὸ καθῆκον φιλοτεχνίαν. ἀφῶμεν καὶ τὸν τρίτον τὸν περὶ τὰς συγκαταθέσεις.
2.17.16χαρίζομαί σοι ταῦτα πάντα. στῶμεν ἐπὶ τοῦ πρώτου καὶ σχεδὸν αἰσθητὴν παρέχοντος τὴν ἀπόδειξιν τοῦ μὴ ἐφαρμόζειν καλῶς τὰς προλήψεις.
2.17.17νῦν σὺ θέλεις τὰ δυνατὰ καὶ τὰ σοὶ δυνατά; τί οὖν ἐμποδίζῃ; διὰ τί δυσροεῖς; νῦν οὐ φεύγεις τὰ ἀναγκαῖα; διὰ τί οὖν περιπίπτεις τινί, διὰ τί δυστυχεῖς; διὰ τί θέλοντός σού τι οὐ γίνεται καὶ μὴ θέλοντος γίνεται;
2.17.18ἀπόδειξις γὰρ αὕτη μεγίστη δυσροίας καὶ κακοδαιμονίας. θέλω τι καὶ οὐ γίνεται · καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ; οὐ θέλω τι καὶ γίνεται · καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ;
2.17.19τοῦτο καὶ ἡ Μήδεια οὐχ ὑπομείνασα ἦλθεν ἐπὶ τὸ ἀποκτεῖναι τὰ τέκνα. μεγαλοφυῶς κατά γε τοῦτο. εἶχε γὰρ ἣν δεῖ φαντασίαν, οἷόν ἐστι τὸ ἃ θέλει τινὶ μὴ προχωρεῖν.
2.17.20“εἶτα οὕτως τιμωρήσομαι τὸν ἀδικήσαντά με καὶ ὑβρίσαντα. καὶ τί ὄφελος τοῦ κακῶς οὕτως διακειμένου; πῶς οὖν γένηται; ἀποκτείνω μὲν τὰ τέκνα. ἀλλὰ καὶ ἐμα υτὴν τιμωρήσομαι.
2.17.21καὶ τί μοι μέλει”; τοῦτ’ἔστιν ἔκπτωσις ψυχῆς μεγάλα νεῦρα ἐχούσης. οὐ γὰρ ᾔδει, ποῦ κεῖται τὸ ποιεῖν ἃ θέλομεν, ὅτι τοῦτο οὐκ ἔξωθεν δεῖ λαμβάνειν οὐ δὲ τὰ πράγματα μετατιθέντα καὶ μεθαρμοζόμενον.
2.17.22μὴ θέλε τὸν ἄνδρα, καὶ οὐδὲν ὧν θέλεις οὐ γίνεται. μὴ θέλε αὐτὸν ἐξ ἅπαντός σοι συνοικεῖν, μὴ θέλε μένειν ἐν Κορίνθῳ καὶ ἁπλῶς μηδὲν ἄλλο θέλε ἢ ἃ ὁ θεὸς θέλει. καὶ τίς σε κωλύσει, τίς ἀναγκάσει; οὐ μᾶλλον ἢ τὸν Δία.
2.17.23ὅταν τοιοῦτον ἔχῃς ἡγεμόνα καὶ τοιούτῳ συνθέλῃς καὶ συνορέγῃ, τί φοβῇ ἔτι μὴ ἀποτύχῃς;
2.17.24χάρισαί σου τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν πενίᾳ καὶ πλούτῳ · ἀποτεύξῃ, περιπεσῇ. ἀλλ’ὑγιείᾳ · δυστυχήσεις · ἀρχαῖς, τιμαῖς, πατρίδι, φίλοις, τέκνοις, ἁπλῶς ἄν τινι τῶν ἀπροαιρέτων. ἀλλὰ τῷ Διὶ χάρισαι αὐτά ς, τοῖς ἄλλοις θεοῖς ·
2.17.25ἐκείνοις παράδος, ἐκεῖνοι κυβερνάτωσαν, μετ’ἐκείνων τετάχθωσαν · καὶ ποῦ ἔτι δυσροήσεις;
2.17.26εἰ δὲ φθονεῖς, ἀταλαίπωρε, καὶ ἐλεεῖς καὶ ζηλοτυπεῖς καὶ τρέμεις καὶ μίαν ἡμέραν οὐ διαλείπεις, ἐν ᾗ οὐ κατακλάεις καὶ σαυτοῦ καὶ τῶν θεῶν, καὶ τί ἔτι λέγεις πεπαιδεῦσθαι;
2.17.27ποίαν παιδείαν, ἄνθρωπε; ὅτι συλλογισμοὺς ἔπραξας, μεταπίπτοντας; οὐ θέλεις ἀπομαθεῖν, εἰ δυνατόν, πάντα ταῦτα καὶ ἄνωθεν ἄρξασθαι συναισθανόμενος ὅτι μέχρι νῦν οὐ δ’ἥψω τοῦ πράγματος, καὶ λοιπὸν ἔνθεν ἀρξάμενος προσοικοδομεῖν τὰ ἑξῆς, πῶς μηδὲν ἔσται σοῦ μὴ θέλοντος, θέλοντος μηδὲν οὐκ ἔσται;
2.17.29δότε μοι ἕνα νέον κατὰ ταύτην τὴν ἐπιβολὴν ἐληλυθότα εἰς σχολήν, τούτου τοῦ πράγματος ἀθλητὴν γενόμενον καὶ λέγοντα ὅτι “ἐμοὶ τὰ μὲν ἄλλα πάντα χαιρέτω, ἀρκεῖ δ’εἰ ἐξέσται ποτὲ ἀπαραποδίστῳ καὶ ἀλύπῳ διαγαγεῖν καὶ ἀνατεῖναι τὸν τράχηλον πρὸς τὰ πράγματα ὡς ἐλεύθερον καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπειν ὡς φίλον τοῦ θεοῦ μηδὲν φοβούμενον τῶν συμβῆναι δυναμένων”. δειξάτω τις ὑμῶν αὐτὸν τοιοῦτον, ἵνα εἴπω ·
2.17.30ἔρχου, νεανίσκε, εἰς τὰ σά · σοὶ γὰρ εἵμαρται κοσμῆσαι φιλοσοφίαν, σά ἐστι ταῦτα τὰ κτήματα, σὰ τὰ βιβλία, σοὶ οἱ λόγοι.
2.17.31εἶθ’, ὅταν τοιοῦτον ἐκπονήσῃ καὶ καταθλήσῃ τὸν τόπον, πάλιν ἐλθών μοι εἰπάτω “ἐγὼ θέλω μὲν καὶ ἀπαθὴς εἶναι καὶ ἀτάραχος, θέλω δ’ὡς εὐσεβὴς καὶ φιλόσοφος καὶ ἐπιμελὴς εἰδέναι τί μοι πρὸς θεούς ἐστι καθῆκον, τί πρὸς γονεῖς, τί πρὸς ἀδελφούς, τί πρὸς τὴν πατρίδα, τί πρὸς ξένους”.
2.17.32ἔρχου καὶ ἐπὶ τὸν δεύτερον τόπον · σός ἐστι καὶ οὗτος.
2.17.33“ἀλλ’ἤδη καὶ τὸν δεύτερον τόπον ἐκμεμελέτηκα. ἤθελον δ’ἀσφαλῶς καὶ ἀσείστως καὶ οὐ μόνον ἐγρηγορώς, ἀλλὰ καὶ καθεύδων καὶ οἰνωμένος καὶ ἐν μελαγχολίᾳ”. σὺ θεὸς εἶ, ὦ ἄνθρωπε, σὺ μεγάλας ἔχεις ἐπιβολάς. οὔ · ἀλλ’“ἐγὼ θέλω γνῶναι, τί λέγει Χρύσιππος ἐν τοῖς περὶ τοῦ Ψευδομένου”.
2.17.34οὐκ ἀπάγξῃ μετὰ τῆς ἐπιβολῆς ταύτης, τάλας; καὶ τί σοι ὄφελος ἔσται; πενθῶν ἅπαν ἀναγνώσῃ καὶ τρέμων πρὸς ἄλλους ἐρεῖς.
2.17.35οὕτως καὶ ὑμεῖς ποιεῖτε. “θέλεις ἀναγνῶ σοι, ἀδελφέ”; “καὶ σὺ ἐμοί”. “θαυμαστῶς, ἄνθρωπε, γράφεις” · καὶ “σὺ μεγάλως εἰς τὸν Ξενοφῶντος χαρακτῆρα,” “σὺ εἰς τὸν Πλάτωνος,” “σὺ εἰς τὸν Ἀντισθένους”.
2.17.36εἶτ’ἀλλήλοις ὀνείρους διηγησάμενοι πάλιν ἐπὶ τα- ταὐτὰ ἐπανέρχεσθε · ὡσαύτως ὀρέγεσθε, ὡσαύτως ἐκκλίνετε, ὁμοίως ὁρμᾶτε, ἐπιβάλλεσθε, προτίθεσθε, τα- ταὐτὰ εὔχεσθε, περὶ τα- ταὐτὰ σπουδάζετε. εἶτα οὐ δὲ ζητεῖτε τὸν ὑπομνήσοντα ὑμᾶς, ἀλλ’ἄχθεσθε, ἐὰν ἀκούητε τούτων.
2.17.37εἶτα λέγετε “ἀφιλόστοργος γέρων · ἐξερχομένου μου οὐκ ἔκλαυσεν οὐ δ’εἶπεν” εἰς οἵαν περίστασιν ἀπέρχῃ μοι, τέκνον · ἂν σωθῇς, ἅψω λύχνους “”. ταῦτ’ἔστι τὰ τοῦ φιλοστόργου;
2.17.38μέγα σοι ἀγαθὸν ἔσται σωθέντι τοιούτῳ καὶ λύχνων ἄξιον. ἀθάνατον γὰρ εἶναί σε δεῖ καὶ ἄνοσον.
2.17.39ταύτην οὖν, ὅπερ λέγω, τὴν οἴησιν τὴν τοῦ δοκεῖν εἰδέναι τι τῶν χρησίμων ἀποβάλλοντας ἔρχεσθαι δεῖ πρὸς τὸν λόγον, ὡς πρὸς τὰ γεωμετρικὰ προσάγομεν, ὡ ς πρὸς τὰ μουσικά ·
2.17.40εἰ δὲ μή, οὐ δ’ἐγγὺς ἐσόμεθα τῷ προκόψαι, κα- κἂν πάσας τὰς εἰσαγωγὰς καὶ τὰς συντάξεις τὰς Χρυσίππου μετὰ τῶν Ἀντιπάτρου καὶ Ἀρχεδήμου διέλθωμεν.
2.18.1πᾶσα ἕξις καὶ δύναμις ὑπὸ τῶν καταλλήλων ἔργων συνέχεται καὶ αὔξεται, ἡ περιπατητικὴ ὑπὸ τοῦ περιπατεῖν, ἡ τροχαστικὴ ὑπὸ τοῦ τρέχειν.
2.18.2ἂν θέλῃς ἀναγνωστικὸς εἶναι, ἀναγίγνωσκε · ἂν γραφικός, γράφε. ὅταν δὲ τριάκοντα ἐφεξῆς ἡμέρας μὴ ἀναγνῷς, ἀλλ’ἄλλο τι πράξῃς, γνώσῃ τὸ γινόμενον.
2.18.3οὕτως κα- κἂν ἀναπέσῃς δέκα ἡμέρας, ἀναστὰς ἐπιχείρησον μακροτέραν ὁδὸν περιπατῆσαι καὶ ὄψει, πῶς σου τὰ σκέλη παραλύεται.
2.18.4καθόλου οὖν εἴ τι ποιεῖν ἐθέλῃς, ἑκτικὸν ποίει αὐτό · εἴ τι μὴ ποιεῖν ἐθέλῃς, μὴ ποίει αὐτό, ἀλλ’ἔθισον ἄλλο τι πράττειν μᾶλλον ἀντ’αὐτοῦ.
2.18.5οὕτως ἔχει καὶ ἐπὶ τῶν ψυχικῶν · ὅταν ὀργισθῇς, γίγνωσκε ὅτι οὐ μόνον σοι τοῦτο γέγονεν κακόν, ἀλλ’ὅτι καὶ τὴν ἕξιν ηὔξησας καὶ ὡς πυρὶ φρύγανα παρέβαλες.
2.18.6ὅταν ἡττηθῇς τινος ἐν συνουσίᾳ, μὴ τὴν μίαν ἧτταν ταύτην λογίζου, ἀλλ’ὅτι καὶ τὴν ἀκρασίαν σου τέτροφας, ἐπηύξησας.
2.18.7ἀδύνατον γὰρ ἀπὸ τῶν καταλλήλων ἔργων μὴ καὶ τὰς ἕξεις καὶ τὰς δυνάμεις τὰς μὲν ἐμφύεσθαι μὴ πρότερον οὔσας, τὰς δ’ἐπιτείνεσθαι καὶ ἰσχυροποιεῖσθαι.
2.18.8οὕτως ἀμέλει καὶ τὰ ἀρρωστήματα ὑποφύεσθαι λέγουσιν οἱ φιλόσοφοι. ὅταν γὰρ ἅπαξ ἐπιθυμήσῃς ἀργυρίου, ἂν μὲν προσαχθῇ λόγος εἰς αἴσθησιν ἄξων τοῦ κακοῦ, πέπαυταίτε ἡ ἐπιθυμία καὶ τὸ ἡγεμονικὸν ἡμῶν εἰς τὸ ἐξαρχῆς ἀποκατέστη ·
2.18.9ἐὰν δὲ μηδὲν προσαγάγῃς εἰς θεραπείαν, οὐκέτι εἰς τα- ταὐτὰ ἐπάνεισιν, ἀλλὰ πάλιν ἐρεθισθὲν ὑπὸ τῆς καταλλήλου φαντασίας θᾶττον ἢ πρότερον ἐξήφθη πρὸς τὴν ἐπιθυμίαν. καὶ τούτου συνεχῶς γινομένου τυλοῦται λοιπὸν καὶ τὸ ἀρρώστημα βεβαιοῖ τὴν φιλαργυρίαν.
2.18.10ὁ γὰρ πυρέξας, εἶτα παυσάμενος οὐχ ὁμοίως ἔχει τῷ πρὸ τοῦ πυρέξαι, ἂν μή τι θεραπευθῇ εἰς ἅπαν.
2.18.11τοιοῦτόν τι καὶ ἐπὶ τῶν τῆς ψυχῆς παθῶν γίνεται. ἴχνη τινὰ καὶ μώλωπες ἀπολείπονται ἐν αὐτῇ, οὓς εἰ μή τις ἐξαλείψῃ καλῶς, πάλιν κατὰ τῶν αὐτῶν μαστιγωθεὶς οὐκέτι μώλωπας, ἀλλ’ἕλκη ποιεῖ. εἰ οὖν θέλεις μὴ εἶναι ὀργίλος, μὴ τρέφε σου τὴν ἕξιν, μηδὲν αὐτῇ παράβαλλε αὐξητικόν.
2.18.12τὴν πρώτην ἡσύχασον καὶ τὰς ἡμέρας ἀρίθμει ἃς οὐκ ὠργίσθης.
2.18.13“καθ’ἡμέραν εἰώθειν ὀργίζεσθαι, νῦν παρ’ἡμέραν, εἶτα παρὰ δύο, εἶτα παρὰ τρεῖς”. ἂν δὲ καὶ τριάκοντα παραλίπῃς, ἐπίθυσον τῷ θεῷ. ἡ γὰρ ἕξις ἐκλύεται τὴν πρώτην, εἶτα καὶ παντελῶς ἀναιρεῖται.
2.18.14“σήμερον οὐκ ἐλυπήθην οὐ δ’αὔριον οὐ δ’ἐφεξῆς διμήνῳ καὶ τριμήνῳ · ἀλλὰ προσέσχον γενομένων τινῶν ἐρεθιστικῶν”. γίγνωσκε ὅτι κομψῶς σοί ἐστιν.
2.18.15“σήμερον καλὸν ἰδὼν ἢ καλὴν” οὐκ εἶπον αὐτὸς ἐμαυτῷ ὅτι “ὤφελόν τις μετὰ ταύτης ἐκοιμήθη” καὶ “μακάριος ὁ ἀνὴρ αὐτῆς” · ὁ γὰρ τοῦτ’εἰπὼν “μακάριος” καὶ “ὁ μοιχός” ·
2.18.16οὐ δὲ τὰ ἑξῆς ἀναζωγραφῶ, παροῦσαν αὐτὴν καὶ ἀποδυομένην καὶ παρακατακλινομένην.
2.18.17καταψῶ τὴν κορυφήν μου καὶ λέγω · εὖ, Ἐπίκτητε, κομψὸν σοφισμάτιον ἔλυσας, πολλῷ κομψότερον τοῦ Κυριεύοντος.
2.18.18ἂν δὲ καὶ βουλομένου τοῦ γυναικαρίου καὶ νεύοντος καὶ προσπέμποντος, ἂν δὲ καὶ ἁπτομένου καὶ συνεγγίζοντος ἀπόσχωμαι καὶ νικήσω, τοῦτο μὲν ἤδη τὸ σόφισμα ὑπὲρ τὸν Ψευδόμενον, ὑπὲρ τὸν Ἡσυχάζοντα. ἐπὶ τούτῳ καὶ μέγα φρονεῖν ἄξιον, οὐκ ἐπὶ τῷ τὸν Κυριεύοντα ἐρωτῆσαι.
2.18.19πῶς οὖν γένηται τοῦτο; θέλησον ἀρέσαι αὐτός ποτε σεαυτῷ, θέλησον καλὸς φανῆναι τῷ θεῷ · ἐπιθύμησον καθαρὸς μετὰ καθαροῦ σαυτοῦ γενέσθαι καὶ μετὰ τοῦ θεοῦ.
2.18.20εἶθ’ὅταν προσπίπτῃ σοί τις φαντασία τοιαύτη, Πλάτων μὲν ὅτι ἴθι ἐπὶ τὰς ἀποδιοπομπήσεις, ἴθι ἐπὶ θεῶν ἀποτροπαίων ἱερὰ ἱκέτης ·
2.18.21ἀρκεῖ κα- κἂν ἐπὶ τὰς τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν συνουσίας ἀποχωρήσας πρὸς τούτῳ γίνῃ ἀντεξετάζων, ἄντε τῶν ζώντων τινὰ ἔχῃς ἄντε τῶν ἀποθανόντων.
2.18.22ἄπελθε πρὸς Σωκράτη καὶ ἴδε αὐτὸν συγκατακείμενον Ἀλκιβιάδῃ καὶ διαπαίζοντα αὐτοῦ τὴν ὥραν. ἐνθυμήθητι οἵαν νίκην ποτὲ ἔγνω ἐκεῖνος νενικηκότα ἑαυτόν, οἷα Ὀλύμπια, πόστος ἀφ’Ἡρακλέους ἐγένετο · ἵνα τις, νὴ τοὺς θεούς, δικαίως ἀσπάζηται αὐτὸν “χαῖρε, παράδοξε,” οὐχὶ τοὺς σαπροὺς τούτους πύκτας καὶ παγκρατιαστὰς οὐ δὲ τοὺς ὁμοίους αὐτοῖς, τοὺς μονομάχους.
2.18.23ταῦτα ἀντιθεὶς νικήσεις τὴν φαντασίαν, οὐχ ἑλκυσθήσῃ ὑπ’αὐτῆς.
2.18.24τὸ πρῶτον δ’ὑπὸ τῆς ὀξύτητος μὴ συναρπασθῇς, ἀλλ’εἰπὲ “ἔκδεξαί με μικρόν, φαντασία · ἄφες ἴδω τίς εἶ καὶ περὶ τίνος, ἄφες σε δοκιμάσω”.
2.18.25καὶ τὸ λοιπὸν μὴ ἐφῇς αὐτῇ προάγειν ἀναζωγραφούσῃ τὰ ἑξῆς. εἰ δὲ μή, οἴχεταί σε ἔχουσα ὅπου ἂν θέλῃ. ἀλλὰ μᾶλλον ἄλλην τινὰ ἀντεισάγαγε καλὴν καὶ γενναίαν φαντασίαν καὶ ταύτην τὴν ῥυπαρὰν ἔκβαλε.
2.18.26κα- κἂν ἐθισθῇς οὕτως γυμνάζεσθαι, ὄψει, οἷοι ὦμοι γίνονται, οἷα νεῦρα, οἷοι τόνοι · νῦν δὲ μόνον τὰ λογάρια καὶ πλέον οὐ δὲ ἕν.
2.18.27οὗτός ἐστιν ὁ ταῖς ἀληθείαις ἀσκητὴς ὁ πρὸς τὰς τοιαύτας φαντασίας γυμνάζων ἑαυτόν.
2.18.28μεῖνον, τάλας, μὴ συναρπασθῇς. μέγας ὁ ἀγών ἐστιν, θεῖον τὸ ἔργον, ὑπὲρ βασιλείας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ εὐροίας, ὑπὲρ ἀταραξίας.
2.18.29τοῦ θεοῦ μέμνησο, ἐκεῖνον ἐπικαλοῦ βοηθὸν καὶ παραστάτην ὡς τοὺς Διοσκόρους ἐν χειμῶνι οἱ πλέοντες. ποῖος γὰρ μείζων χειμὼν ἢ ὁ ἐκ φαντασιῶν ἰσχυρῶν καὶ ἐκκρουστικῶν τοῦ λόγου; αὐτὸς γὰρ ὁ χειμὼν τί ἄλλο ἐστὶν ἢ φαντασία;
2.18.30ἐπεί τοι ἆρον τὸν φόβον τοῦ θανάτου καὶ φέρε ὅσας θέλεις βροντὰς καὶ ἀστραπὰς καὶ γνώσῃ, ὅση γαλήνη ἐστὶν ἐν τῷ ἡγεμονικῷ καὶ εὐδία.
2.18.31ἂν δ’ἅπαξ ἡττηθεὶς εἴπῃς ὅτι ὕστερον νικήσεις, εἶτα πάλιν τὸ αὐτό, ἴσθι ὅτι οὕτως ποθ’ἕξεις κακῶς καὶ ἀσθενῶς, ὥστε μη δ’ἐφιστάνειν ὕστερον ὅτι ἁμαρτάνεις, ἀλλὰ καὶ ἀπολογίας ἄρξῃ πορίζειν ὑπὲρ τοῦ πράγματος ·
2.18.32καὶ τότε βεβαιώσεις τὸ τοῦ Ἡσιόδου, ὅτι ἀληθές ἐστιν “αἰεὶ δ’ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει”.
2.19.1ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται · κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι καὶ τῷ δυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν καὶ τῷ δυνατὸν εἶναι ὃ οὔτ’ἔστιν ἀληθὲς οὔτ’ἔσται, συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος τῇ τῶν πρώτων δυεῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ μηδὲν εἶναι δυνατόν, ὃ οὔτ’ἔστιν ἀληθὲς οὔτ’ἔσται.
2.19.2λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυεῖν, ὅτι ἔστιτέ τι δυνατόν, ὃ οὔτ’ἔστιν ἀληθὲς οὔτ’ἔσται, καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ · οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν Ἀντίπατρος.
2.19.3οἱ δὲ τα- τἆλλα δύο, ὅτι δυνατόντ’ἐστίν, ὃ οὔτ’ἔστιν ἀληθὲς οὔτ’ἔσται, καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, δυνατῷ δ’ἀδύνατον ἀκολουθεῖ.
2.19.4τὰ τρία δ’ἐκεῖνα τηρῆσαι ἀμήχανον διὰ τὸ κοινὴν εἶναι αὐτῶν μάχην. ἂν οὖν τίς μου πύθηται “σὺ δὲ ποῖα αὐτῶν τηρεῖς”;
2.19.5ἀποκρινοῦμαι πρὸς αὐτὸν ὅτι οὐκ οἶδα · παρείληφα δ’ἱστορίαν τοιαύτην, ὅτι Διόδωρος μὲν ἐκεῖνα ἐτήρει, οἱ δὲ περὶ Πανθοίδην οἶμαι καὶ Κλεάνθην τὰ ἄλλα, οἱ δὲ περὶ Χρύσιππον τὰ ἄλλα.
2.19.6“σὺ οὖν τί”; οὐ δὲ γέγονα πρὸς τούτῳ, τῷ βασανίσαι τὴν ἐμαυτοῦ φαντασίαν καὶ συγκρῖναι τὰ λεγόμενα καὶ δόγμα τι ἐμαυτοῦ ποιήσασθαι κατὰ τὸν τόπον. διὰ τοῦτο οὐδὲν διαφέρω τοῦ γραμματικοῦ.
2.19.7“τίς ἦν ὁ τοῦ Ἕκτορος πατήρ”; “Πρίαμος”. “τίνες ἀδελφοί”; “Ἀλέξανδρος καὶ Δηίφοβος”. “μήτηρ δ’αὐτῶν τίς”; “Ἑκάβη. παρείληφα ταύτην τὴν ἱστορίαν”. “παρὰ τίνος”; “παρ’Ὁμήρου. γράφει δὲ περὶ τῶν αὐτῶν δοκῶ καὶ Ἑλλάνικος καὶ εἴ τις ἄλλος τοιοῦτος”.
2.19.8κα- κἀγὼ περὶ τοῦ Κυριεύοντος τί ἄλλο ἔχω ἀνωτέρω; ἀλλ’ἂν ὦ κενός, μάλιστα ἐπὶ συμποσίῳ καταπλήσσομαι τοὺς παρόντας ἐξαριθμούμενος τοὺς γεγραφότας.
2.19.9“γέγραφεν δὲ καὶ Χρύσιππος θαυμαστῶς ἐν τῷ πρώτῳ περὶ Δυνατῶν. καὶ Κλεάνθης δ’ἰδίᾳ γέγραφεν περὶ τούτου καὶ Ἀρχέδημος. γέγραφεν δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δ’ἐν τοῖς περὶ Δυνατῶν, ἀλλὰ καὶ κατ’ἰδίαν ἐν τοῖς περὶ τοῦ Κυριεύοντος.
2.19.10οὐκ ἀνέγνωκας τὴν σύνταξιν”; “οὐκ ἀνέγνωκα”. “ἀνάγνωθι”. καὶ τί ὠφεληθήσεται; φλυαρότερος ἔσται καὶ ἀκαιρότερος ἢ νῦν ἐστιν. σοὶ γὰρ τί ἄλλο προσγέγονεν ἀναγνόντι; ποῖον δόγμα πεποίησαι κατὰ τὸν τόπον; ἀλλ’ἐρεῖς ἡμῖν Ἑλένην καὶ Πρίαμον καὶ τὴν τῆς Καλυψοῦς νῆσον τὴν οὔτε γενομένην οὔτ’ἐσομένην.
2.19.11καὶ ἐνταῦθα μὲν οὐδὲν μέγα τῆς ἱστορίας κρατεῖν, ἴδιον δὲ δόγμα μηδὲν πεποιῆσθαι. ἐπὶ τῶν ἠθικῶν δὲ πάσχομεν αὐτὸ πολὺ μᾶλλον ἢ ἐπὶ τούτων.
2.19.12“εἰπέ μοι περὶ ἀγαθῶν καὶ κακῶν”. “ἄκουε · ” Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν “. τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δ’ἀδιάφορα.
2.19.13ἀγαθὰ μὲν οὖν αἱ ἀρεταὶ καὶ τὰ μετέχοντα αὐτῶν, κακὰ δὲ κακίαι καὶ τὰ μετέχοντα κακίας, ἀδιάφορα δὲ τὰ μεταξὺ τούτων, πλοῦτος, ὑγίεια, ζωή, θάνατος, ἡδονή, πόνος”.
2.19.14“πόθεν οἶδας”; “Ἑλλάνικος λέγει ἐν τοῖς Αἰγυπτιακοῖς”. τί γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ὅτι Διογένης ἐν τῇ Ἠθικῇ ἢ Χρύσιππος ἢ Κλεάνθης; βεβασάνικας οὖν τι αὐτῶν καὶ δόγμα σεαυτοῦ πεποίησαι;
2.19.15δείκνυε πῶς εἴωθας ἐν πλοίῳ χειμάζεσθαι. μέμνησαι ταύτης τῆς διαιρέσεως, ὅταν ψοφήσῃ τὸ ἱστίον καὶ ἀνακραυγάσαντί σοι κακόσχολός πως παραστὰς εἴπῃ “λέγε μοι τοὺς θεούς σοι ἃ πρῴην ἔλεγες · μή τι κακία ἐστὶ τὸ ναυαγῆσαι, μή τι κακίας μετέχον”;
2.19.16οὐκ ἄρας ξύλον ἐνσείσεις αὐτῷ; “τί ἡμῖν καὶ σοί, ἄνθρωπε; ἀπολλύμεθα καὶ σὺ ἐλθὼν παίζεις”.
2.19.17ἂν δέ σε ὁ Καῖσαρ μεταπέμψηται κατηγορούμενον, μέμνησαι τῆς διαιρέσεως, ἄν τίς σοι εἰσιόντι καὶ ὠχριῶντι ἅμα καὶ τρέμοντι προσελθὼν εἴπῃ “τί τρέμεις, ἄνθρωπε; περὶ τίνων σοί ἐστιν ὁ λόγος; μή τι ἔσω ὁ Καῖσαρ ἀρετὴν καὶ κακίαν τοῖς εἰσερχομένοις δίδωσι”;
2.19.18“τί μοι ἐμπαίζεις καὶ σὺ πρὸς τοῖς ἐμοῖς κακοῖς”; “ὅμως, φιλόσοφε, εἰπέ μοι, τί τρέμεις; οὐχὶ θάνατός ἐστι τὸ κινδυνευόμενον ἢ δεσμωτήριον ἢ πόνος τοῦ σώματος ἢ φυγὴ ἢ ἀδοξία; τί γὰρ ἄλλο; μή τι κακία, μή τι μέτοχον κακίας;
2.19.19σὺ οὖν τίνα ταῦτα ἔλεγες”; “τί ἐμοὶ καὶ σοί, ἄνθρωπε; ἀρκεῖ ἐμοὶ τὰ ἐμὰ κακά”. καὶ καλῶς λέγεις. ἀρκεῖ γάρ σοι τὰ σὰ κακά, ἡ ἀγέννεια, ἡ δειλία, ἡ ἀλαζονεία, ἣν ἠλαζονεύου ἐν τῇ σχολῇ καθήμενος. τί τοῖς ἀλλοτρίοις ἐκαλλωπίζου; τί Στωικὸν ἔλεγες σεαυτόν;
2.19.20τηρεῖτε οὕτως ἑαυτοὺς ἐν οἷς ἐπράσσετε καὶ εὑρήσετε τίνος ἔσθ’αἱρέσεως. τοὺς πλείστους ὑμῶν Ἐπικουρείους εὑρήσετε, ὀλίγους τινὰς Περιπατητικοὺς καὶ τούτους ἐκλελυμένους.
2.19.21ποῦ γὰρ ἵν’ὑμεῖς τὴν ἀρετὴν πᾶσιν τοῖς ἄλλοις ἴσην ἢ καὶ κρείττονα ἔργῳ ὑπολάβητε; Στωικὸν δὲ δείξατέ μοι, εἴ τινα ἔχητε.
2.19.22ποῦ ἢ πῶς; ἀλλὰ τὰ λογάρια τὰ Στωικὰ λέγοντας μυρίους. τὰ γὰρ Ἐπικούρεια αὐτοὶ οὗτοι χεῖρον λέγουσι; τὰ γὰρ Περιπατητικὰ οὐ καὶ αὐτὰ ὁμοίως ἀκριβοῦσιν;
2.19.23τίς οὖν ἐστι Στωικός; ὡς λέγομεν ἀνδριάντα Φειδιακὸν τὸν τετυπωμένον κατὰ τὴν τέχνην τὴν Φειδίου, οὕτως τινά μοι δείξατε κατὰ τὰ δόγματα ἃ λαλεῖ τετυπωμένον.
2.19.24δείξατέ μοί τινα νοσοῦντα καὶ εὐτυχοῦντα, κινδυνεύοντα καὶ εὐτυχοῦντα, ἀποθνῄσκοντα καὶ εὐτυχοῦντα, πεφυγαδευμένον καὶ εὐτυχοῦντα, ἀδοξοῦντα καὶ εὐτυχοῦντα. δείξατ’· ἐπιθυμῶ τινα νὴ τοὺς θεοὺς ἰδεῖν Στωικόν.
2.19.25ἀλλ’οὐκ ἔχετε τὸν τετυπωμένον δεῖξαι · τόν γε τυπούμενον δείξατε, τὸν ἐπὶ ταῦτα κεκλικότα. εὐεργετήσατέ με · μὴ φθονήσητε ἀνθρώπῳ γέροντι ἰδεῖν θέαμα, ὃ μέχρι νῦν οὐκ εἶδον.
2.19.26οἴεσθε ὅτι τὸν Δία τὸν Φειδίου δείξετε ἢ τὴν Ἀθηνᾶν, ἐλεφάντινον καὶ χρυσοῦν κατασκεύασμα. ψυχὴν δειξάτω τις ὑμῶν ἀνθρώπου θέλοντος ὁμογνωμονῆσαι τῷ θεῷ καὶ μηκέτι μήτε θεὸν μήτ’ἄνθρωπον μέμφεσθαι, μὴ ἀποτυχεῖν τινος, μὴ περιπεσεῖν τινι, μὴ ὀργισθῆναι, μὴ φθονῆσαι, μὴ ζηλοτυπῆσαι (τί γὰρ δεῖ περιπλέκειν;
2.19.27), θεὸν ἐξ ἀνθρώπου ἐπιθυμοῦντα γενέσθαι καὶ ἐν τῷ σωματίῳ τούτῳ τῷ νεκρῷ περὶ τῆς πρὸς τὸν Δία κοινωνίας βουλευόμενον. δείξατε. ἀλλὰ οὐκ ἔχετε. τί οὖν αὑτοῖς ἐμπαίζετε καὶ τοὺς ἄλλους κυβεύετε;
2.19.28καὶ περιθέμενοι σχῆμα ἀλλότριον περιπατεῖτε κλέπται καὶ λωποδύται τούτων τῶν οὐδὲν προσηκόντων ὀνομάτων καὶ πραγμάτων;
2.19.29καὶ νῦν ἐγὼ μὲν παιδευτής εἰμι ὑμέτερος, ὑμεῖς δὲ παρ’ἐμοὶ παιδεύεσθε. κα- κἀγὼ μὲν ἔχω ταύτην τὴν ἐπιβολήν, ἀποτελέσαι ὑμᾶς ἀκωλύτους, ἀναναγκάστους, ἀπαραποδίστους, ἐλευθέρους, εὐροοῦντας, εὐδαιμονοῦντας, εἰς τὸν θεὸν ἀφορῶντας ἐν παντὶ καὶ μικρῷ καὶ μεγάλῳ · ὑμεῖς δὲ ταῦτα μαθησόμενοι καὶ μελετήσοντες πάρεστε.
2.19.30διὰ τί οὖν οὐκ ἀνύετε τὸ ἔργον, εἰ καὶ ὑμεῖς ἔχετ’ἐπιβολὴν οἵαν δεῖ κα- κἀγὼ πρὸς τῇ ἐπιβολῇ καὶ παρασκευὴν οἵαν δεῖ;
2.19.31τί τὸ λεῖπόν ἐστιν; ὅταν ἴδω τέκτονα, ὅτῳ ὕλη πάρεστιν παρακειμένη, ἐκδέχομαι τὸ ἔργον. καὶ ἐνθάδε τοίνυν ὁ τέκτων ἐστίν, ἡ ὕλη ἐστίν · τί ἡμῖν λείπει;
2.19.32οὐκ ἔστι διδακτὸν τὸ πρᾶγμα; διδακτόν. οὐκ ἔστιν οὖν ἐφ’ἡμῖν; μόνον μὲν οὖν τῶν ἄλλων πάντων. οὔτε πλοῦτός ἐστιν ἐφ’ἡμῖν οὔθ’ὑγίεια οὔτε δόξα οὔτε ἄλλο τι ἁπλῶς πλὴν ὀρθὴ χρῆσις φαντασιῶν. τοῦτο ἀκώλυτον φύσει μόνον, τοῦτο ἀνεμπόδιστον.
2.19.33διὰ τί οὖν οὐκ ἀνύετε; εἴπατέ μοι τὴν αἰτίαν. ἢ γὰρ παρ’ἐμὲ γίνεται ἢ παρ’ὑμᾶς ἢ παρὰ τὴν φύσιν τοῦ πράγματος. αὐτὸ τὸ πρᾶγμα ἐνδεχόμενον καὶ μόνον ἐφ’ἡμῖν. λοιπὸν οὖν ἢ παρ’ἐμέ ἐστιν ἢ παρ’ὑμᾶς ἤ, ὅπερ ἀληθέστερον, παρ’ἀμφοτέρους. τί οὖν;
2.19.34θέλετε ἀρξώμεθά ποτε τοιαύτην ἐπιβολὴν κομίζειν ἐνταῦθα; τὰ μέχρι νῦν ἀφῶμεν. ἀρξώμεθα μόνον, πιστεύσατέ μοι, καὶ ὄψεσθε.
2.20.1τοῖς ὑγιέσι καὶ ἐναργέσιν ἐξ ἀνάγκης καὶ οἱ ἀντιλέγοντες προσχρῶνται. καὶ σχεδὸν τοῦτο μέγιστον ἄν τις ποιήσαιτο τεκμήριον τοῦ ἐναργές τι εἶναι, τὸ ἐπάναγκες εὑρίσκεσθαι καὶ τῷ ἀντιλέγοντι συγχρήσασθαι αὐτῷ · οἷον εἴ τις ἀντιλέγοι τῷ εἶναί τι καθολικὸν ἀληθές, δῆλον ὅτι τὴν ἐναντίαν ἀπόφασιν οὗτος ὀφείλει ποιήσασθαι ·
2.20.2οὐδέν ἐστι καθολικὸν ἀληθές. ἀνδράποδον, οὐ δὲ τοῦτο.
2.20.3τί γὰρ ἄλλο ἐστὶ τοῦτο ἢ οἷον εἴ τι ἔστι καθολικόν, ψεῦδός ἐστιν;
2.20.4πάλιν ἄν τις παρελθὼν λέγῃ “γίγνωσκε, ὅτι οὐδέν ἐστι γνωστόν, ἀλλὰ πάντα ἀτέκμαρτα” ἢ ἄλλος ὅτι “πίστευσόν μοι καὶ ὠφεληθήσῃ · οὐδὲν δεῖ ἀνθρώπῳ πιστεύειν” ἢ πάλιν ἄλλος “μάθε παρ’ἐμοῦ, ἄνθρωπε, ὅτι οὐδὲν ἐνδέχεται μαθεῖν · ἐγώ σοι λέγω τοῦτο καὶ διδάξω σε, ἐὰν θέλῃς” ·
2.20.5τίνι οὖν τούτων διαφέρουσιν οὗτοι — τίνες ποτέ; — οἱ Ἀκαδημαικοὺς αὑτοὺς λέγοντες; “ὦ ἄνθρωποι, συγκατάθεσθε ὅτι οὐδεὶς συγκατατίθεται · πιστεύσατε ἡμῖν ὅτι οὐδεὶς πιστεύει οὐδενί”.
2.20.6οὕτως καὶ Ἐπίκουρος, ὅταν ἀναιρεῖν θέλῃ τὴν φυσικὴν κοινωνίαν ἀνθρώποις πρὸς ἀλλήλους, αὐτῷ τῷ ἀναιρουμένῳ συγχρῆται.
2.20.7τί γὰρ λέγει; “μὴ ἐξαπατᾶσθε, ἄνθρωποι, μη δὲ παράγεσθε μη δὲ διαπίπτετε · οὐκ ἔστι φυσικὴ κοινωνία τοῖς λογικοῖς πρὸς ἀλλήλους · πιστεύσατέ μοι. οἱ δὲ τὰ ἕτερα λέγοντες ἐξαπατῶσιν ὑμᾶς καὶ παραλογίζονται”.
2.20.8τί οὖν σοι μέλει; ἄφες ἡμᾶς ἐξαπατηθῆναι. μή τι χεῖρον ἀπαλλάξεις, ἂν πάντες οἱ ἄλλοι πεισθῶμεν, ὅτι φυσική ἐστιν ἡμῖν κοινωνία πρὸς ἀλλήλους καὶ ταύτην δεῖ παντὶ τρόπῳ φυλάσσειν; καὶ πολὺ κρεῖσσον καὶ ἀσφαλέστερον.
2.20.9ἄνθρωπε, τί ὑπὲρ ἡμῶν φροντίζεις, τί δι’ἡμᾶς ἀγρυπνεῖς, τί λύχνον ἅπτεις, τί ἐπανίστασαι, τί τηλικαῦτα βιβλία συγγράφεις; μή τις ἡμῶν ἐξαπατηθῇ περὶ θεῶν ὡς ἐπιμελουμένων ἀνθρώπων ἢ μή τις ἄλλην οὐσίαν ὑπολάβῃ τοῦ ἀγαθοῦ ἢ ἡδονήν;
2.20.10εἰ γὰρ οὕτως ταῦτα ἔχει, βαλὼν κάθευδε καὶ τὰ τοῦ σκώληκος ποίει, ὧν ἄξιον ἔκρινας σεαυτόν · ἔσθιε καὶ πῖνε καὶ συνουσίαζε καὶ ἀφόδευε καὶ ῥέγκε.
2.20.11τί δὲ σοὶ μέλει, πῶς οἱ ἄλλοι ὑπολήψονται περὶ τούτων, πότερον ὑγιῶς ἢ οὐχ ὑγιῶς; τί γὰρ σοὶ καὶ ἡμῖν; τῶν γὰρ προβάτων σοι μέλει, ὅτι παρέχει ἡμῖν αὑτὰ καρησόμενα καὶ ἀμελχθησόμενα καὶ τὸ τελευταῖον κατακοπησόμενα;
2.20.12οὐχὶ δ’εὐκταῖον ἦν, εἰ ἐδύναντο οἱ ἄνθρωποι κατακηληθέντες καὶ ἐπᾳσθέντες ὑπὸ τῶν Στωικῶν ἀπονυστάζειν καὶ παρέχειν σοι καὶ τοῖς ὁμοίοις καρησομένους καὶ ἀμελχθησομένους ἑαυτούς;
2.20.13πρὸς γὰρ τοὺς Συνεπικουρείους ἔδει σε ταῦτα λέγειν, οὐχὶ δὲ πρὸς ἐκείνους † ἀποκρύπτεσθαι, πολὺ μάλιστ’ἐκείνους πρὸ πάντων ἀναπείθειν, ὅτι φύσει κοινωνικοὶ γεγόναμεν, ὅτι ἀγαθὸν ἡ ἐγκράτεια, ἵνα σοι πάντα τηρῆται;
2.20.14ἢ πρός τινας μὲν δεῖ φυλάττειν ταύτην τὴν κοινωνίαν, πρός τινας δ’οὔ; πρὸς τίνας οὖν δεῖ τηρεῖν; πρὸς τοὺς ἀντιτηροῦντας ἢ πρὸς τοὺς παραβατικῶς αὐτῆς ἔχοντας; καὶ τίνες παραβατικώτερον αὐτῆς ἔχουσιν ὑμῶν τῶν ταῦτα διειληφότων;
2.20.15τί οὖν ἦν τὸ ἐγεῖρον αὐτὸν ἐκ τῶν ὕπνων καὶ ἀναγκάζον γράφειν ἃ ἔγραφεν; τί γὰρ ἄλλο ἢ τὸ πάντων τῶν ἐν ἀνθρώποις ἰσχυρότατον, ἡ φύσις ἕλκουσα ἐπὶ τὸ αὑτῆς βούλημα ἄκοντα καὶ στένοντα;
2.20.16“ὅτι γὰρ δοκεῖ σοι ταῦτα τὰ ἀκοινώνητα, γράψον αὐτὰ καὶ ἄλλοις ἀπόλιπε καὶ ἀγρύπνησον δι’αὐτὰ καὶ αὐτὸς ἔργῳ κατήγορος γενοῦ τῶν σαυτοῦ δογμάτων”.
2.20.17εἶτα Ὀρέστην μὲν ὑπὸ Ἐρινύων ἐλαυνόμενον φῶμεν ἐκ τῶν ὕπνων ἐξεγείρεσθαι · τούτῳ δ’οὐ χαλεπώτεραι αἱ Ἐρινύες καὶ Ποιναί; ἐξήγειρον καθεύδοντα καὶ οὐκ εἴων ἠρεμεῖν, ἀλλ’ἠνάγκαζον ἐξαγγέλλειν τὰ αὑτοῦ κακὰ ὥσπερ τοὺς Γάλλους ἡ μανία καὶ ὁ οἶνος.
2.20.18οὕτως ἰσχυρόν τι καὶ ἀνίκητόν ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη. πῶς γὰρ δύναται ἄμπελος μὴ ἀμπελικῶς κινεῖσθαι, ἀλλ’ἐλαικῶς, ἢ ἐλαία πάλιν μὴ ἐλαικῶς, ἀλλ’ἀμπελικῶς; ἀμήχανον, ἀδιανόητον.
2.20.19οὐ τοίνυν οὐ δ’ἄνθρωπον οἷόντε παντελῶς ἀπολέσαι τὰς κινήσεις τὰς ἀνθρωπικὰς καὶ οἱ ἀποκοπτόμενοι τάς γε προθυμίας τὰς τῶν ἀνδρῶν ἀποκόψασθαι οὐ δύνανται.
2.20.20οὕτως καὶ Ἐπίκουρος τὰ μὲν ἀνδρὸς πάντ’ἀπεκόψατο καὶ τὰ οἰκοδεσπότου καὶ πολίτου καὶ φίλου, τὰς δὲ προθυμίας τὰς ἀνθρωπικὰς οὐκ ἀπεκόψατο · οὐ γὰρ ἠδύνατο, οὐ μᾶλλον ἢ οἱ ἀταλαίπωροι Ἀκαδημαικοὶ τὰς αἰσθήσεις τὰς αὑτῶν ἀποβαλεῖν ἢ ἀποτυφλῶσαι δύνανται καίτοι τοῦτο μάλιστα πάντων ἐσπουδακότες.
2.20.21† τίς ἢ ἀτυχίας; λαβών τις παρὰ τῆς φύσεως μέτρα καὶ κανόνας εἰς ἐπίγνωσιν τῆς ἀληθείας οὐ προσφιλοτεχνεῖ τούτοις προσθεῖναι καὶ προσεξεργάσασθαι τὰ λείποντα, ἀλλὰ πᾶν το- τοὐναντίον, εἴ τι καὶ ἔχει γνωριστικὸν τῆς ἀληθείας, ἐξαιρεῖν πειρᾶται καὶ ἀπολλύειν.
2.20.22τί λέγεις, φιλόσοφε; τὸ εὐσεβὲς καὶ τὸ ὅσιον ποῖόν τί σοι φαίνεται; “ἂν θέλῃς, κατασκευάσω ὅτι ἀγαθόν”. ναὶ κατασκεύασον, ἵν’οἱ πολῖται ἡμῶν ἐπιστραφέντες τιμῶσι τὸ θεῖον καὶ παύσωνταί ποτε ῥᾳθυμοῦντες περὶ τὰ μέγιστα. “ἔχεις οὖν τὰς κατασκευάς”; ἔχω καὶ χάριν οἶδα.
2.20.23“ἐπεὶ οὖν ταῦτά σοι λίαν ἀρέσκει, λάβε τὰ ἐναντία · ὅτι θεοὶ οὔτ’εἰσίν, εἴτε καὶ εἰσίν, οὐκ ἐπιμελοῦνται ἀνθρώπων οὐ δὲ κοινόν τι ἡμῖν ἐστι πρὸς αὐτοὺς τότ’εὐσεβὲς τοῦτο καὶ ὅσιον παρὰ τοῖς πολλοῖς ἀνθρώποις λαλούμενον κατάψευσμά ἐστιν ἀλαζόνων ἀνθρώπων καὶ σοφιστῶν ἢ νὴ Δία νομοθετῶν εἰς φόβον καὶ ἐπίσχεσιν τῶν ἀδικούντων”.
2.20.24εὖ, φιλόσοφε · ὠφέλησας ἡμῶν τοὺς πολίτας, ἀνεκτήσω τοὺς νέους ῥέποντας ἤδη πρὸς καταφρόνησιν τῶν θείων.
2.20.25“τί οὖν; οὐκ ἀρέσκει σοι ταῦτα; λάβε νῦν, πῶς ἡ δικαιοσύνη οὐδέν ἐστιν, πῶς ἡ αἰδὼς μωρία ἐστίν, πῶς πατὴρ οὐδέν ἐστιν, πῶς ὁ υἱὸς οὐδέν ἐστιν”.
2.20.26εὖ, φιλόσοφε · ἐπίμενε, πεῖθε τοὺς νέους, ἵνα πλείονας ἔχωμεν τα- ταὐτά σοι πεπονθότας καὶ λέγοντας. ἐκ τούτων τῶν λόγων ηὐξήθησαν ἡμῖν αἱ εὐνομούμεναι πόλεις, Λακεδαίμων διὰ τούτους τοὺς λόγους ἐγένετο, Λυκοῦργος ταῦτα τὰ πείσματα ἐνεποίησεν αὐτοῖς διὰ τῶν νόμων αὐτοῦ καὶ τῆς παιδείας, ὅτι οὔτε τὸ δουλεύειν αἰσχρόν ἐστι μᾶλλον ἢ καλὸν οὔτε τὸ ἐλευθέρους εἶναι καλὸν μᾶλλον ἢ αἰσχρόν, οἱ ἐν Θερμοπύλαις ἀποθανόντες διὰ ταῦτα τὰ δόγματα ἀπέθανον, Ἀθηναῖοι δὲ τὴν πόλιν διὰ ποίους ἄλλους λόγους ἀπέλιπον;
2.20.27εἶτα οἱ λέγοντες ταῦτα γαμοῦσι καὶ παιδοποιοῦνται καὶ πολιτεύονται καὶ ἱερεῖς καθιστᾶσιν αὑτοὺς καὶ προφήτας. τίνων; τῶν οὐκ ὄντων · καὶ τὴν Πυθίαν ἀνακρίνουσιν αὐτοί, ἵνα τὰ ψευδῆ πύθωνται, καὶ ἄλλοις τοὺς χρησμοὺς ἐξηγοῦνται. ὦ μεγάλης ἀναισχυντίας καὶ γοητείας.
2.20.28ἄνθρωπε, τί ποιεῖς; αὐτὸς σεαυτὸν ἐξελέγχεις καθ’ἡμέραν καὶ οὐ θέλεις ἀφεῖναι τὰ ψυχρὰ ταῦτα ἐπιχειρήματα; ἐσθίων ποῦ φέρεις τὴν χεῖρα; εἰς τὸ στόμα ἢ εἰς τὸν ὀφθαλμόν; λουόμενος ποῦ ἐμβαίνεις; πότε τὴν χύτραν εἶπες λοπάδα ἢ τὴν τορύνην ὀβελίσκον;
2.20.29εἴ τινος αὐτῶν δοῦλος ἤμην, εἰ καὶ ἔδει με καθ’ἡμέραν ὑπ’αὐτοῦ ἐκδέρεσθαι, ἐγὼ ἂν αὐτὸν ἐστρέβλουν. “βάλε ἐλάδιον, παιδάριον, εἰς τὸ βαλανεῖον”. ἔβαλον ἂν γάριον καὶ ἀπελθὼν κατὰ τῆς κεφαλῆς αὐτοῦ κατέχεον. “τί τοῦτο”; “φαντασία μοι ἐγένετο ἐλαίου ἀδιάκριτος, ὁμοιοτάτη, νὴ τὴν σὴν τύχην”.
2.20.30“δὸς ὧδε τὴν πτισάνην”. ἤνεγκα ἂν αὐτῷ γεμίσας παροψίδα ὀξογάρου. “οὐκ ᾔτησα τὴν πτισάνην”; “ναὶ κύριε · τοῦτο πτισάνη ἐστίν”. “τοῦτο οὐκ ἔστιν ὀξόγαρον”; “τί μᾶλλον ἢ πτισάνη”; “λάβε καὶ ὀσφράνθητι, λάβε καὶ γεῦσαι”. “πόθεν οὖν οἶδας, εἰ αἱ αἰσθήσεις ἡμᾶς ψεύδονται”;
2.20.31τρεῖς, τέσσαρας τῶν συνδούλων εἰ ἔσχον ὁμονοοῦντας, ἀπάγξασθαι ἂν αὐτὸν ἐποίησα ῥηγνύμενον ἢ μεταθέσθαι. νῦν δ’ἐντρυφῶσιν ἡμῖν τοῖς μὲν παρὰ τῆς φύσεως διδομένοις πᾶσι χρώμενοι, λόγῳ δ’αὐτὰ ἀναιροῦντες.
2.20.32εὐχάριστοί γ’ἄνθρωποι καὶ αἰδήμονες. εἰ μηδὲν ἄλλο καθ’ἡμέραν ἄρτους ἐσθίοντες τολμῶσι λέγειν ὅτι “οὐκ οἴδαμεν, εἰ ἔστι τις Δημήτηρ ἢ Κόρη ἢ Πλούτων” · ἵνα μὴ λέγω, ὅτι νυκτὸς καὶ ἡμέρας ἀπολαύοντες καὶ μεταβολῶν τοῦ ἔτους καὶ ἄστρων καὶ θαλάσσης καὶ γῆς καὶ τῆς παρ’ἀνθρώπων συνεργίας ὑπ’οὐδενὸς τούτων οὐ δὲ κατὰ ποσὸν ἐπιστρέφονται, ἀλλὰ μόνον ἐξεμέσαι τὸ προβλημάτιον ζητοῦσι καὶ τὸν στόμαχον γυμνάσαντες ἀπελθεῖν εἰς βαλανεῖον.
2.20.34τί δ’ἐροῦσι καὶ περὶ τίνων ἢ πρὸς τίνας καὶ τί ἔσται αὐτοῖς ἐκ τῶν λόγων τούτων, οὐ δὲ κατὰ βραχὺ πεφροντίκασι · μή τι νέος εὐγενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι ὑπ’αὐτῶν ἢ καὶ παθὼν πάντ’ἀπολέσῃ τὰ τῆς εὐγενείας σπέρματα ·
2.20.35μή τινι μοιχεύοντι ἀφορμὰς παράσχωμεν τοῦ ἀπαναισχυντῆσαι πρὸς τὰ γινόμενα · μή τις τῶν νοσφιζομένων τὰ δημόσια εὑρεσιλογίας τινὸς ἐπιλάβηται ἀπὸ τῶν λόγων τούτων · μή τις τῶν αὑτοῦ γονέων ἀμελῶν θράσος τι καὶ ἀπὸ τούτων προσλάβῃ. τί οὖν κατὰ σὲ ἀγαθὸν ἢ κακόν, αἰσχρὸν ἢ καλόν;
2.20.36ταῦτα ἢ ταῦτα; τί οὖν; ἔτι τούτων τις ἀντιλέγει τινὶ ἢ λόγον δίδωσιν ἢ λαμβάνει ἢ μεταπείθειν πειρᾶται;
2.20.37πολὺ νὴ Δία μᾶλλον τοὺς κιναίδους ἐλπίσαι τις ἂν μεταπείσειν ἢ τοὺς ἐπὶ τοσοῦτον ἀποκεκωφωμένους καὶ ἀποτετυφλωμένους.
2.21.1τῶν περὶ αὑτοὺς κακῶν τὰ μὲν ῥᾳδίως ὁμολογοῦσιν ἄνθρωποι, τὰ δ’οὐ ῥᾳδίως. οὐδεὶς οὖν ὁμολογήσει ὅτι ἄφρων ἐστὶν ἢ ἀνόητος, ἀλλὰ πᾶν το- τοὐναντίον πάντων ἀκούσεις λεγόντων “ὤφελον ὡς φρένας ἔχω οὕτως καὶ τύχην εἶχον”.
2.21.2δειλοὺς δὲ ῥᾳδίως ἑαυτοὺς ὁμολογοῦσι καὶ λέγουσιν “ἐγὼ δειλότερός εἰμι, ὁμολογῶ · τὰ δ’ἄλλ’οὐχ εὑρήσεις με μωρὸν ἄνθρωπον”.
2.21.3ἀκρατῆ οὐ ῥᾳδίως ὁμολογήσει τις, ἄδικον οὐ δ’ὅλως, φθονερὸν οὐ πάνυ ἢ περίεργον, ἐλεήμονα οἱ πλεῖστοι.
2.21.4τί οὖν τὸ αἴτιον; τὸ μὲν κυριώτατον ἀνομολογία καὶ ταραχὴ ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν, ἄλλοις δ’ἄλλα αἴτια καὶ σχεδὸν ὅσα ἂν αἰσχρὰ φαντάζωνται, ταῦτα οὐ πάνυ ὁμολογοῦσι ·
2.21.5τὸ δὲ δειλὸν εἶναι εὐγνώμονος ἤθους φαντάζονται καὶ τὸ ἐλεήμονα, τὸ δ’ἠλίθιον εἶναι παντελῶς ἀνδραπόδου · καὶ τὰ περὶ κοινωνίαν δὲ πλημμελήματα οὐ πάνυ προσίενται.
2.21.6ἐπὶ δὲ τῶν πλείστων ἁμαρτημάτων κατὰ τοῦτο μάλιστα φέρονται ἐπὶ τὸ ὁμολογεῖν αὐτά, ὅτι φαντάζονταί τι ἐν αὐτοῖς εἶναι ἀκούσιον καθάπερ ἐν τῷ δειλῷ καὶ ἐλεήμονι.
2.21.7κα- κἂν ἀκρατῆ που παρομολογῇ τις αὑτόν, ἔρωτα προσέθηκεν, ὥστε συγγνωσθῆναι ὡς ἐπ’ἀκουσίῳ. τὸ δ’ἄδικον οὐδαμῶς φαντάζονται ἀκούσιον. ἔνι τι καὶ τῷ ζηλοτύπῳ, ὡς οἴονται, τοῦ ἀκουσίου · διὰ τοῦτο καὶ περὶ τούτου παρομολογοῦσιν.
2.21.8ἐν οὖν τοιούτοις ἀνθρώποις ἀναστρεφόμενον, οὕτως τεταραγμένοις, οὕτως οὐκ εἰδόσιν οὔθ’ὅ τι λέγουσιν οὔθ’ὅ τι ἔχουσιν κακὸν ἢ εἰ ἔχουσιν ἢ παρὰ τί ἔχουσιν ἢ πῶς παύσονται αὐτῶν, καὶ αὐτὸν οἶμαι ἐφιστάνειν ἄξιον συνεχὲς “μή που καὶ αὐτὸς εἷς εἰμι ἐκείνων;
2.21.9τίνα φαντασίαν ἔχω περὶ ἐμαυτοῦ; πῶς ἐμαυτῷ χρῶμαι; μή τι καὶ αὐτὸς ὡς φρονίμῳ, μή τι καὶ αὐτὸς ὡς ἐγκρατεῖ; μὴ καὶ αὐτὸς λέγω ποτὲ ταῦτα, ὅτι εἰς τὸ ἐπιὸν πεπαίδευμαι;
2.21.10ἔχω ἣν δεῖ συναίσθησιν τὸν μηδὲν εἰδότα, ὅτι οὐδὲν οἶδα; ἔρχομαι πρὸς τὸν διδάσκαλον ὡς ἐπὶ τὰ χρηστήρια πείθεσθαι παρεσκευασμένος; ἢ καὶ αὐτὸς κορύζης μεστὸς εἰς τὴν σχολὴν εἰσέρχομαι μόνην τὴν ἱστορίαν μαθησόμενος καὶ τὰ βιβλία νοήσων, ἃ πρότερον οὐκ ἐνόουν, ἂν δ’οὕτως τύχῃ, καὶ ἄλλοις ἐξηγησόμενος”;
2.21.11ἄνθρωπ’, ἐν οἴκῳ διαπεπύκτευκας τῷ δουλαρίῳ, τὴν οἰκίαν ἀνάστατον πεποίηκας, τοὺς γείτονας συντετάραχας · καὶ ἔρχῃ μοι καταστολὰς ποιήσας ὡς σοφὸς καὶ καθήμενος κρίνεις, πῶς ἐξηγησάμην τὴν λέξιν, πῶς τί ποτ’ἐφλυάρησα τὰ ἐπελθόντα μοι;
2.21.12φθονῶν ἐλήλυθας, τεταπεινωμένος, ὅτι σοι ἐξ οἴκου φέρεται οὐδέν, καὶ κάθῃ μεταξὺ λεγομένων τῶν λόγων αὐτὸς οὐδὲν ἄλλο ἐνθυμούμενος ἢ πῶς ὁ πατὴρ τὰ πρός σε ἢ πῶς ὁ ἀδελφός;
2.21.13“τί λέγουσιν οἱ ἐκεῖ ἄνθρωποι περὶ ἐμοῦ; νῦν οἴονταί με προκόπτειν καὶ λέγουσιν ὅτι” ἥξει ἐκεῖνος πάντα εἰδώς “ἤθελόν πώς ποτε πάντα μαθὼν ἐπανελθεῖν, ἀλλὰ πολλοῦ πόνου χρεία καὶ οὐδεὶς οὐδὲν πέμπει καὶ ἐν Νικοπόλει σαπρῶς λούει τὰ βαλανεῖα καὶ ἐν οἴκῳ κακῶς καὶ ὧδε κακῶς”.
2.21.14εἶτα λέγουσιν “οὐδεὶς ὠφελεῖται ἐκ τῆς σχολῆς”.
2.21.15τίς γὰρ ἔρχεται εἰς σχολήν, τίς γάρ, ὡς θεραπευθησόμενος; τίς ὡς παρέξων αὑτοῦ τὰ δόγματα ἐκκαθαρθησόμενα, τίς συναισθησόμενος τίνων δεῖται;
2.21.16τί οὖν θαυμάζετ’, εἰ ἃ φέρετ’εἰς τὴν σχολήν, αὐτὰ ταῦτα ἀποφέρετε πάλιν; οὐ γὰρ ὡς ἀποθησόμενοι ἢ ἐπανορθώσοντες ἢ ἄλλ’ἀντ’αὐτῶν ληψόμενοι ἔρχεσθε.
2.21.17πόθεν; οὐ δ’ἐγγύς. ἐκεῖνο γοῦν βλέπετε μᾶλλον, εἰ ἐφ’ὃ ἔρχεσθε τοῦτο ὑμῖν γίνεται. θέλετε λαλεῖν περὶ τῶν θεωρημάτων. τί οὖν; οὐ φλυαρότεροι γίνεσθε; οὐχὶ δὲ παρέχει τινὰ ὕλην ὑμῖν πρὸς τὸ ἐπιδείκνυσθαι τὰ θεωρημάτια; οὐ συλλογισμοὺς ἀναλύετε, μεταπίπτοντας; οὐκ ἐφοδεύετε Ψευδομένου λήμματα, ὑποθετικούς; τί οὖν ἔτι ἀγανακτεῖτε εἰ ἐφ’ἃ πάρεστε, ταῦτα λαμβάνετε;
2.21.18“ναί · ἀλλ’ἂν ἀποθάνῃ μου τὸ παιδίον ἢ ὁ ἀδελφὸς ἢ ἐμὲ ἀποθνῄσκειν δέῃ ἢ στρεβλοῦσθαι, τί με τὰ τ οιαῦτα ὠφελήσει”;
2.21.19μὴ γὰρ ἐπὶ τοῦτο ἦλθες, μὴ γὰρ τούτου ἕνεκά μοι παρακάθησαι, μὴ γὰρ διὰ τοῦτό ποτε λύχνον ἧψας ἢ ἠγρύπνησας; ἢ εἰς τὸν περίπατον ἐξελθὼν προέβαλές ποτε σαυτῷ φαντασίαν τινὰ ἀντὶ συλλογισμοῦ καὶ ταύτην κοινῇ ἐφωδεύσατε;
2.21.20ποῦ ποτε; εἶτα λέγετε “ἄχρηστα τὰ θεωρήματα”. τίσιν; τοῖς οὐχ ὡς δεῖ χρωμένοις. τὰ γὰρ κολλύρια οὐκ ἄχρηστα τοῖς ὅτε δεῖ καὶ ὡς δεῖ ἐγχριομένοις, τὰ μαλάγματα δ’οὐκ ἄχρηστα, οἱ ἁλτῆρες οὐκ ἄχρηστοι, ἀλλὰ τισὶν ἄχρηστοι, τισὶν πάλιν χρήσιμοι.
2.21.21ἄν μου πυνθάνῃ νῦν “χρήσιμοί εἰσιν οἱ συλλογισμοί”; ἐρῶ σοι ὅτι χρήσιμοι, κα- κἂν θέλῃς, ἀποδείξω, πῶς. “ἐμὲ οὖν τι ὠφελήκασιν”; ἄνθρωπε, μὴ γὰρ ἐπύθου, εἰ σοὶ χρήσιμοι, ἀλλὰ καθόλου;
2.21.22πυθέσθω μου καὶ ὁ δυσεντερικός, εἰ χρήσιμον ὄξος, ἐρῶ ὅτι χρήσιμον. “ἐμοὶ οὖν χρήσιμον”; ἐρῶ “οὔ”. ζήτησον πρῶτον σταλῆναί σου τὸ ῥεῦμα, τὰ ἑλκύδρια ἀπουλωθῆναι. καὶ ὑμεῖς, ἄνδρες, τὰ ἕλκη πρῶτον θεραπεύετε, τὰ ῥεύματα ἐπιστήσατε, ἠρεμήσατε τῇ διανοίᾳ, ἀπερίσπαστον αὐτὴν ἐνέγκατε εἰς τὴν σχολήν · καὶ γνώσεσθε οἵαν ἰσχὺν ὁ λόγος ἔχει.
2.22.1περὶ ἅ τις ἐσπούδακεν, φιλεῖ ταῦτα εἰκότως. μή τι οὖν περὶ τὰ κακὰ ἐσπουδάκασιν οἱ ἄνθρωποι; οὐδαμῶς. ἀλλὰ μή τι περὶ τὰ μηδὲν πρὸς αὐτούς; οὐ δὲ περὶ ταῦτα.
2.22.2ὑπολείπεται τοίνυν περὶ μόνα τὰ ἀγαθὰ ἐσπουδακέναι αὐτούς · εἰ δ’ἐσπουδακέναι, καὶ φιλεῖν ταῦτα.
2.22.3ὅστις οὖν ἀγαθῶν ἐπιστήμων ἐστίν, οὗτος ἂν καὶ φιλεῖν εἰδείη · ὁ δὲ μὴ δυνάμενος διακρῖναι τὰ ἀγαθὰ ἀπὸ τῶν κακῶν καὶ τὰ οὐδέτερα ἀπ’ἀμφοτέρων πῶς ἂν ἔτι οὗτος φιλεῖν δύναιτο; τοῦ φρονίμου τοίνυν ἐστὶ μόνου τὸ φιλεῖν.
2.22.4καὶ πῶς; φησίν · ἐγὼ γὰρ ἄφρων ὢν ὅμως φιλῶ μου τὸ παιδίον.
2.22.5— θαυμάζω μὲν νὴ τοὺς θεούς, πῶς καὶ τὸ πρῶτον ὡμολόγηκας ἄφρονα εἶναι σεαυτόν. τί γάρ σοι λείπει; οὐ χρῇ αἰσθήσει, οὐ φαντασίας διακρίνεις, οὐ τροφὰς προσφέρῃ τὰς ἐπιτηδείους τῷ σώματι, οὐ σκέπην, οὐκ οἴκησιν;
2.22.6πόθεν οὖν ὁμολογεῖς ἄφρων εἶναι; ὅτι νὴ Δία πολλάκις ἐξίστασαι ὑπὸ τῶν φαντασιῶν καὶ ταράττῃ καὶ ἡττῶσίν σε αἱ πιθανότητες αὐτῶν · καὶ ποτὲ μὲν ταῦτα ἀγαθὰ ὑπολαμβάνεις, εἶτα ἐκεῖνα αὐτὰ κακά, ὕστερον δ’οὐδέτερα · καὶ ὅλως λυπῇ, φοβῇ, φθονεῖς, ταράσσῃ, μεταβάλλῃ · διὰ ταῦτα ὁμολογεῖς ἄφρων εἶναι.
2.22.7ἐν δὲ τῷ φιλεῖν οὐ μεταβάλλῃ; ἀλλὰ πλοῦτον μὲν καὶ ἡδονὴν καὶ ἁπλῶς αὐτὰ τὰ πράγματα ποτὲ μὲν ἀγαθὰ ὑπολαμβάνεις εἶναι, ποτὲ δὲ κακά · ἀνθρώπους δὲ τοὺς αὐτοὺς οὐχὶ ποτὲ μὲν ἀγαθούς, ποτὲ δὲ κακοὺς καὶ ποτὲ μὲν οἰκείως ἔχεις, ποτὲ δ’ἐχθρῶς αὐτοῖς καὶ ποτὲ μὲν ἐπαινεῖς, ποτὲ δὲ ψέγεις; — ναὶ καὶ ταῦτα πάσχω.
2.22.8— τί οὖν; ὁ ἐξηπατημένος περί τινος δοκεῖ σοι φίλος εἶναι αὐτοῦ; — οὐ πάνυ. — οὐ δ’ὁ μεταπτώτως ἑλόμενος αὐτὸν εἶναι εὔνους αὐτῷ; — οὐ δ’οὗτος. — ὁ δὲ νῦν λοιδορῶν μέν τινα, ὕστερον δὲ θαυμάζων;
2.22.9— οὐ δ’οὗτος. — τί οὖν; κυνάρια οὐδέποτ’εἶδες σαίνοντα καὶ προσπαίζοντα ἀλλήλοις, ἵν’εἴπῃς “οὐδὲν φιλικώτερον”; ἀλλ’ὅπως ἴδῃς, τί ἐστι φιλία, βάλε κρέας εἰς μέσον καὶ γνώσῃ.
2.22.10βάλε καὶ σοῦ καὶ τοῦ παιδίου μέσον ἀγρίδιον καὶ γνώσῃ, πῶς σὲ τὸ παιδίον ταχέως κατορύξαι θέλει καὶ σὺ τὸ παιδίον εὔχῃ ἀποθανεῖν. εἶτα σὺ πάλιν “οἷον ἐξέθρεψα τεκνίον · πάλαι ἐκφέρει”.
2.22.11βάλε κορασίδιον κομψὸν καὶ αὐτὸ ὁ γέρων φίλει κα- κἀκεῖνος ὁ νέος · ἂν δέ, δοξάριον. ἂν δὲ κινδυνεῦσαι δέῃ, ἐρεῖς τὰς φωνὰς τὰς τοῦ Ἀδμήτου πατρός · “ θέλεις βλέπειν φῶς, πατέρα δ’οὐ θέλειν δοκεῖς”; οἴει ὅτι ἐκεῖνος οὐκ ἐφίλει τὸ ἴδιον παιδίον, ὅτε μικρὸν ἦν, οὐ δὲ πυρέσσοντος αὐτοῦ ἠγωνία οὐ δ’ἔλεγεν πολλάκις ὅτι “ὤφελον ἐγὼ μᾶλλον ἐπύρεσσον”;
2.22.12εἶτα ἐλθόντος τοῦ πράγματος καὶ ἐγγίσαντος ὅρα οἵας φωνὰς ἀφιᾶσιν.
2.22.13ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης οὐκ ἦσαν ἐκ τῆς αὐτῆς μητρὸς καὶ τοῦ αὐτοῦ πατρός; οὐκ ἦσαν συντεθραμμένοι, συμβεβιωκότες, συμπεπωκότες, συγκεκοιμημένοι, πολλάκις ἀλλήλους καταπεφιληκότες; ὥστ’εἴ τις οἶμαι εἶδεν αὐτούς, κατεγέλασεν ἂν τῶν φιλοσόφων ἐφ’οἷς περὶ φιλίας παραδοξολογοῦσιν.
2.22.14ἀλλ’ἐμπεσούσης εἰς τὸ μέσον ὥσπερ κρέως τῆς τυραννίδος ὅρα οἷα λέγουσι · “ποῦ ποτε στήσῃ πρὸ πύργων; — ὡς τί μ’† ἐρωτᾷς τῷδ’†; — ἀντιτάξομαι κτενῶν σε. — κα- κἀμὲ τοῦδ’ἔρως ἔχει”. καὶ εὔχονται εὐχὰς τοιάσδε.
2.22.15καθόλου γὰρ — μὴ ἐξαπατᾶσθε — πᾶν ζῷον οὐδενὶ οὕτως ᾠκείωται ὡς τῷ ἰδίῳ συμφέροντι. ὅ τι ἂν οὖν πρὸς τοῦτο φαίνηται αὐτῷ ἐμποδίζειν, ἄντ’ἀδελφὸς ᾖ τοῦτο ἄντε πατὴρ ἄντε τέκνον ἄντ’ἐρώμενος ἄντ’ἐραστής, μισεῖ, προβάλλεται, καταρᾶται.
2.22.16οὐδὲν γὰρ οὕτως φιλεῖν πέφυκεν ὡς τὸ αὑτοῦ συμφέρον · τοῦτο πατὴρ καὶ ἀδελφὸς καὶ συγγενεῖς καὶ πατρὶς καὶ θεός. ὅταν γοῦν εἰς τοῦτο ἐμποδίζειν ἡμῖν οἱ θεοὶ δοκῶσιν, κα- κἀκείνους λοιδοροῦμεν καὶ τὰ ἱδρύματα αὐτῶν καταστρέφομεν καὶ τοὺς ναοὺς ἐμπιπρῶμεν, ὥσπερ Ἀλέξανδρος ἐκέλευσεν ἐμπρησθῆναι τὰ Ἀσκλήπεια ἀποθανόντος τοῦ ἐρωμένου.
2.22.18διὰ τοῦτο ἂν μὲν ἐν τα- ταὐτῷ τις θῇ τὸ συμφέρον καὶ τὸ ὅσιον καὶ τὸ καλὸν καὶ πατρίδα καὶ γονεῖς καὶ φίλους, σῴζεται ταῦτα πάντα · ἂν δ’ἀλλαχοῦ μὲν τὸ συμφέρον, ἀλλαχοῦ δὲ τοὺς φίλους καὶ τὴν πατρίδα καὶ τοὺς συγγενεῖς καὶ αὐτὸ τὸ δίκαιον, οἴχεται πάντα ταῦτα καταβαρούμενα ὑπὸ τοῦ συμφέροντος.
2.22.19ὅπου γὰρ ἂν τὸ “ἐγὼ” καὶ τὸ “ἐμόν,” ἐκεῖ ἀνάγκη ῥέπειν τὸ ζῷον · εἰ ἐν σαρκί, ἐκεῖ τὸ κυριεῦον εἶναι · εἰ ἐν προαιρέσει, ἐκεῖ εἶναι · εἰ ἐν τοῖς ἐκτός, ἐκεῖ.
2.22.20εἰ τοίνυν ἐκεῖ εἰμι ἐγώ, ὅπου ἡ προαίρεσις, οὕτως μόνως καὶ φίλος ἔσομαι οἷος δεῖ καὶ υἱὸς καὶ πατήρ. τοῦτο γάρ μοι συνοίσει τηρεῖν τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ἀνεκτικόν, τὸν ἀφεκτικὸν καὶ συνεργητικόν, φυλάσσειν τὰς σχέσεις.
2.22.21ἂν δ’ἀλλαχοῦ μὲν ἐμαυτὸν θῶ, ἀλλαχοῦ δὲ τὸ καλόν, οὕτως ἰσχυρὸς γίνεται ὁ Ἐπικούρου λόγος, ἀποφαίνων ἢ μηδὲν εἶναι τὸ καλὸν ἢ εἰ ἄρα τὸ ἔνδοξον.
2.22.22διὰ ταύτην τὴν ἄγνοιαν καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι διεφέροντο καὶ Θηβαῖοι πρὸς ἀμφοτέρους καὶ μέγας βασιλεὺς πρὸς τὴν Ἑλλάδα καὶ Μακεδόνες πρὸς ἀμφοτέρους καὶ νῦν Ῥωμαῖοι πρὸς Γέτας καὶ ἔτι πρότερον τὰ ἐν Ἰλίῳ διὰ ταῦτα ἐγένετο.
2.22.23ὁ Ἀλέξανδρος τοῦ Μενελάου ξένος ἦν, καὶ εἴ τις αὐτοὺς εἶδεν φιλοφρονουμένους ἀλλήλους, ἠπίστησεν ἂν τῷ λέγοντι οὐκ εἶναι φίλους αὐτούς. ἀλλ’ἐβλήθη εἰς τὸ μέσον μερίδιον, κομψὸν γυναικάριον, καὶ περὶ αὐτοῦ πόλεμος.
2.22.24καὶ νῦν ὅταν ἴδῃς φίλους, ἀδελφοὺς ὁμονοεῖν δοκοῦντας, μὴ αὐτόθεν ἀποφήνῃ περὶ τῆς φιλίας τι αὐτῶν μη δ’ἂν ὀμνύωσιν μη δ’ἂν ἀδυνάτως ἔχειν λέγωσιν ἀπηλλάχθαι ἀλλήλων.
2.22.25οὐκ ἔστι πιστὸν τὸ τοῦ φαύλου ἡγεμονικόν · ἀβέβαιόν ἐστιν, ἄκριτον, ἄλλοθ’ὑπ’ἄλλης φαντασίας νικώμενον.
2.22.26ἀλλ’ἐξέτασον μὴ ταῦθ’ἃ οἱ ἄλλοι, εἰ ἐκ τῶν αὐτῶν γονέων καὶ ὁμοῦ ἀνατεθραμμένοι καὶ ὑπὸ τῷ αὐτῷ παιδαγωγῷ, ἀλλ’ἐκεῖνο μόνον, ποῦ τὸ συμφέρον αὐτοῖς τίθενται, πότερον ἐκτὸς ἢ ἐν προαιρέσει.
2.22.27ἂν ἐκτός, μὴ εἴπῃς φίλους οὐ μᾶλλον ἢ πιστοὺς ἢ βεβαίους ἢ θαρραλέους ἢ ἐλευθέρους, ἀλλὰ μη δ’ἀνθρώπους, εἰ νοῦν ἔχεις.
2.22.28οὐ γὰρ ἀνθρωπικὸν δόγμα ἐστὶ τὸ ποιοῦν δάκνειν ἀλλήλους καὶ λοιδορεῖσθαι καὶ τὰς ἐρημίας καταλαμβάνειν ἢ τὰς ἀγορὰς † ὡς τὰ ὄρη καὶ ἐν τοῖς δικαστηρίοις ἀποδείκνυσθαι τὰ λῃστῶν · οὐ δὲ τὸ ἀκρατεῖς καὶ μοιχοὺς καὶ φθορεῖς ἀπεργαζόμενον οὐ δ’ὅσ’ἄλλα πλημμελοῦσιν ἄνθρωποι κατ’ἀλλήλων δι’ἓν καὶ μόνον τοῦτο δόγμα, τὸ ἐν τοῖς ἀπροαιρέτοις τίθεσθαι αὑτοὺς καὶ τὰ ἑαυτῶν.
2.22.29ἂν δ’ἀκούσῃς, ὅτι ταῖς ἀληθείαις οὗτοι οἱ ἄνθρωποι ἐκεῖ μόνον οἴονται τὸ ἀγαθὸν ὅπου προαίρεσις, ὅπου χρῆσις ὀρθὴ φαντασιῶν, μηκέτι πολυπραγμονήσῃς μήτ’εἰ υἱὸς καὶ πατήρ ἐστι μήτ’εἰ ἀδελφοὶ μήτ’εἰ πολὺν χρόνον συμπεφοιτηκότες καὶ ἑταῖροι, ἀλλὰ μόνον αὐτὸ τοῦτο γνοὺς θαρρῶν ἀποφαίνου, ὅτι φίλοι, ὥσπερ ὅτι πιστοί, ὅτι δίκαιοι.
2.22.30ποῦ γὰρ ἀλλαχοῦ φιλία ἢ ὅπου πίστις, ὅπου αἰδώς, ὅπου δόσις τοῦ καλοῦ, τῶν δ’ἄλλων οὐδενός;
2.22.31“ἀλλὰ τεθεράπευκέ με τοσούτῳ χρόνῳ · καὶ οὐκ ἐφίλει με”; πόθεν οἶδας, ἀνδράποδον, εἰ οὕτως τεθεράπευκεν ὡς τὰ ὑποδήματα σπογγίζει τὰ ἑαυτοῦ, ὡς τὸ κτῆνος; πόθεν οἶδας, εἰ τὴν χρείαν σ’ἀποβαλόντα τὴν τοῦ σκευαρίου ῥίψει ὡς κατεαγὸς πινάκιον;
2.22.32“ἀλλὰ γυνή μου ἐστὶ καὶ τοσούτῳ χρόνῳ συμβεβιώκαμεν”. πόσῳ δ’ἡ Ἐριφύλη μετὰ τοῦ Ἀμφιαράου καὶ τέκνων μήτηρ καὶ πολλῶν;
2.22.33ἀλλ’ὅρμος ἦλθεν εἰς τὸ μέσον. τί δ’ἐστὶν ὅρμος; τὸ δόγμα τὸ περὶ τῶν τοιούτων. ἐκεῖνο ἦν τὸ θηριῶδες, ἐκεῖνο τὸ διακόπτον τὴν φιλίαν, τὸ οὐκ ἐῶν εἶναι γυναῖκα γαμετήν, μητέρα μητέρα.
2.22.34καὶ ὑμῶν ὅστις ἐσπούδακεν ἢ αὐτός τινι εἶναι φίλος ἢ ἄλλον κτήσασθαι φίλον, ταῦτα τὰ δόγματα ἐκκοπτέτω, ταῦτα μισησάτω, ταῦτα ἐξελασάτω ἐκ τῆς ψυχῆς τῆς ἑαυτοῦ.
2.22.35καὶ οὕτως ἔσται πρῶτον μὲν αὐτὸς ἑαυτῷ μὴ λοιδορούμενος, μὴ μαχόμενος, μὴ μετανοῶν, μὴ βασανίζων ἑαυτόν ·
2.22.36ἔπειτα καὶ ἑτέρῳ, τῷ μὲν ὁμοίῳ παντὶ ἁπλῶς, τοῦ δ’ἀνομοίου ἀνεκτικός, πρᾷος πρὸς αὐτόν, ἥμερος, συγγνωμονικὸς ὡς πρὸς ἀγνοοῦντα, ὡς πρὸς διαπίπτοντα περὶ τῶν μεγίστων · οὐδενὶ χαλεπός, ἅτ’εἰδὼς ἀκριβῶς τὸ τοῦ Πλάτωνος, ὅτι πᾶσα ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας.
2.22.37εἰ δὲ μή, τὰ μὲν ἄλλα πράξετε πάντα ὅσα οἱ φίλοι καὶ συμπιεῖσθε καὶ συσκηνήσετε καὶ συμπλεύσετε καὶ ἐκ τῶν αὐτῶν γεγενημένοι ἔσεσθε · καὶ γὰρ οἱ ὄφεις · φίλοι δ’οὔτ’ἐκεῖνοι οὔθ’ὑμεῖς, μέχρις ἂν ἔχητε τὰ θηριώδη ταῦτα καὶ μιαρὰ δόγματα.
2.23.1βιβλίον πᾶς ἂν ἥδιον ἀναγνῴη καὶ ῥᾷον τὸ εὐσημοτέροις γράμμασι γεγραμμένον οὐκοῦν καὶ λόγους πᾶς ἄν τις ῥᾷον ἀκούσειε τοὺς εὐσχήμοσιν ἅμα καὶ εὐπρεπέσιν ὀνόμασι σεσημασμένους.
2.23.2οὐκ ἄρα τοῦτο ῥητέον, ὡς οὐδεμία δύναμίς ἐστιν ἀπαγγελτική · τοῦτο γὰρ ἅμα μὲν ἀσεβοῦς ἐστιν ἀνθρώπου, ἅμα δὲ δειλοῦ. ἀσεβοῦς μέν, ὅτι τὰς παρὰ τοῦ θεοῦ χάριτας ἀτιμάζει, ὥσπερ εἰ ἀνῄρει τὴν εὐχρηστίαν τῆς ὁρατικῆς ἢ τῆς ἀκουστικῆς δυνάμεως ἢ αὐτῆς τῆς φωνητικῆς.
2.23.3εἰκῇ οὖν σοι ὁ θεὸς ὀφθαλμοὺς ἔδωκεν, εἰκῇ πνεῦμα ἐνεκέρασεν αὐτοῖς οὕτως ἰσχυρὸν καὶ φιλότεχνον, ὥστε μακρὰν ἐξικνούμενον ἀναμάσσεσθαι τοὺς τύπους τῶν ὁρωμένων;
2.23.4καὶ ποῖος ἄγγελος οὕτως ὠκὺς καὶ ἐπιμελής; εἰκῇ δὲ καὶ τὸν μεταξὺ ἀέρα οὕτως ἐνεργὸν ἐποίησεν καὶ ἔντονον, ὥστε δι’αὐτοῦ τεινομένου πως διικνεῖσθαι τὴν ὅρασιν; εἰκῇ δὲ φῶς ἐποίησεν, οὗ μὴ παρόντος οὐδενὸς τῶν ἄλλων ὄφελος ἦν;
2.23.5ἄνθρωπε, μήτ’ἀχάριστος ἴσθι μήτε πάλιν ἀμνήμων τῶν κρεισσόνων, ἀλλ’ὑπὲρ μὲν τοῦ ὁρᾶν καὶ ἀκούειν καὶ νὴ Δία ὑπὲρ αὐτοῦ τοῦ ζῆν καὶ τῶν συνεργῶν πρὸς αὐτό, ὑπὲρ καρπῶν ξηρῶν, ὑπὲρ οἴνου, ὑπὲρ ἐλαίου εὐχαρίστει τῷ θεῷ ·
2.23.6μέμνησο δ’ὅτι ἄλλο τί σοι δέδωκεν κρεῖττον ἁπάντων τούτων, τὸ χρησόμενον αὐτοῖς, τὸ δοκιμάσον, τὸ τὴν ἀξίαν ἑκάστου λογιούμενον.
2.23.7τί γάρ ἐστι τὸ ἀποφαινόμενον ὑπὲρ ἑκάστης τούτων τῶν δυνάμεων, πόσου τις ἀξία ἐστὶν αὐτῶν; μή τι αὐτὴ ἑκάστη ἡ δύναμις; μή τι τῆς ὁρατικῆς ποτ’ἤκουσας λεγούσης τι περὶ ἑαυτῆς, μή τι τῆς ἀκουστικῆς; ἀλλ’ὡς διάκονοι καὶ δοῦλαι τεταγμέναι εἰσὶν ὑπηρετεῖν τῇ χρηστικῇ τῶν φαντασιῶν.
2.23.8κα- κἂν πύθῃ, πόσου ἕκαστον ἄξιόν ἐστιν, τίνος πυνθάνῃ; τίς σοι ἀποκρίνεται; πῶς οὖν δύναταί τις ἄλλη δύναμις κρείσσων εἶναι ταύτης, ἣ καὶ ταῖς λοιπαῖς διακόνοις χρῆται καὶ δοκιμάζει αὐτὴ ἕκαστα καὶ ἀποφαίνεται;
2.23.9τίς γὰρ ἐκείνων οἶδεν, τίς ἐστιν αὐτὴ καὶ πόσου ἀξία; τίς ἐκείνων οἶδεν, ὁπότε δεῖ χρῆσθαι αὐτῇ καὶ πότε μή; τίς ἐστιν ἡ ἀνοίγουσα καὶ κλείουσα τοὺς ὀφθαλμοὺς καὶ ἀφ’ὧν δεῖ ἀποστρέφουσα, τοῖς δὲ προσάγουσα; ἡ ὁρατική; οὔ, ἀλλ’ἡ προαιρετική. τίς ἡ τὰ ὦτα ἐπικλείουσα καὶ ἀνοίγουσα;
2.23.10τίς, καθ’ἣν περίεργοι καὶ πευθῆνες ἢ πάλιν ἀκίνητοι ὑπὸ λόγου; ἡ ἀκουστική;
2.23.11οὐκ ἄλλη ἢ ἡ προαιρετικὴ δύναμις. εἶτ’αὐτὴ ἰδοῦσα, ὅτι ἐν τυφλαῖς καὶ κωφαῖς ταῖς ἄλλαις ἁπάσαις δυνάμεσίν ἐστι μη δέ τι ἄλλο συνορᾶν δυναμέναις πλὴν αὐτὰ ἐκεῖνα τὰ ἔργα, ἐφ’οἷς τεταγμέναι εἰσὶ διακονεῖν ταύτῃ καὶ ὑπηρετεῖν, αὐτὴ δὲ μόνη ὀξὺ βλέπει καὶ τάςτ’ἄλλας καθορᾷ, πόσου ἑκάστη ἀξία, καὶ αὑτήν, μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ αὐτήν;
2.23.12καὶ τί ποιεῖ ἄλλο ὀφθαλμὸς ἀνοιχθεὶς ἢ ὁρᾷ; εἰ δὲ δεῖ τὴν τοῦ τινος ἰδεῖν γυναῖκα καὶ πῶς, τίς λέγει;
2.23.13ἡ προαιρετική. εἰ δὲ δεῖ πιστεῦσαι τοῖς λεχθεῖσιν ἢ ἀπιστῆσαι καὶ πιστεύσαντα ἐρεθισθῆναι ἢ μή, τίς λέγει;
2.23.14οὐχ ἡ προαιρετική; ἡ δὲ φραστικὴ αὕτη καὶ καλλωπιστικὴ τῶν ὀνομάτων, εἴ τις ἄρα ἰδία δύναμις, τί ἄλλο ποιεῖ ἤ, ὅταν ἐμπέσῃ λόγος περί τινος, καλλωπίζει τὰ ὀνομάτια καὶ συντίθησιν ὥσπερ οἱ κομμωταὶ τὴν κόμην;
2.23.15πότερον δ’εἰπεῖν ἄμεινον ἢ σιωπῆσαι καὶ οὕτως ἄμεινον ἢ ἐκείνως καὶ τοῦτο πρέπον ἢ οὐ πρέπον, καὶ τὸν καιρὸν ἑκάστου καὶ τὴν χρείαν τίς ἄλλη λέγει ἢ ἡ προαιρετική; θέλεις οὖν αὐτὴν παρελθοῦσαν αὑτῆς καταψηφίσασθαι;
2.23.16“τί οὖν; ,” φησίν, “εἰ οὕτως τὸ πρᾶγμα ἔχει, καὶ δύναται τὸ διακονοῦν κρεῖσσον εἶναι ἐκείνου ᾧ διακονεῖ, ὁ ἵππος τοῦ ἱππέως ἢ ὁ κύων τοῦ κυνηγοῦ ἢ τὸ ὄργανον τοῦ κιθαριστοῦ ἢ οἱ ὑπηρέται τοῦ βασιλέως”. — τί ἐστι τὸ χρώμενον;
2.23.17προαίρεσις. τί ἐπιμελεῖται πάντων; προαίρεσις. τί ὅλον ἀναιρεῖ τὸν ἄνθρωπον ποτὲ μὲν λιμῷ, ποτὲ δ’ἀγχόνῃ, ποτὲ δὲ κατὰ κρημνοῦ; προαίρεσις.
2.23.18εἶτα τούτου τί ἰσχυρότερον ἐν ἀνθρώποις ἐστίν; καὶ πῶς οἷόντε τοῦ ἀκωλύτου τὰ κωλυόμενα; τὴν ὁρατικὴν δύναμιν τίνα πέφυκεν ἐμποδίζειν;
2.23.19καὶ προαίρεσις καὶ ἀπροαίρετα. τὴν ἀκουστικὴν τα- ταὐτά, τὴν φραστικὴν ὡσαύτως. προαίρεσιν δὲ τί ἐμποδίζειν πέφυκεν; ἀπροαίρετον οὐδέν, αὐτὴ δ’ἑαυτὴν διαστραφεῖσα. διὰ τοῦτο κακία μόνη αὕτη γίνεται ἢ ἀρετὴ μόνη.
2.23.20εἶτα τηλικαύτη δύναμις οὖσα καὶ πᾶσι τοῖς ἄλλοις ἐπιτεταγμένη παρελθοῦσα ἡμῖν λεγέτω κράτιστον εἶναι τῶν ὄντων τὴν σάρκα. οὐ δὲ εἰ αὐτὴ ἡ σὰρξ ἑαυτὴν ἔλεγεν εἶναι κράτιστον, ἠνέσχετο ἄν τις αὐτῆς.
2.23.21νῦν δὲ τί ἐστιν, Ἐπίκουρε, τὸ ταῦτα ἀποφαινόμενον; τὸ περὶ Τέλους συγγεγραφός, τὸ τὰ Φυσικά, τὸ περὶ Κανόνος; τὸ τὸν πώγωνα καθεικός; τὸ γράφον, ὅτε ἀπέθνῃσκεν, ὅτι “τὴν τελευταίαν ἄγοντες ἅμα καὶ μακαρίαν ἡμέραν”;
2.23.22ἡ σὰρξ ἢ ἡ προαίρεσις; εἶτα τούτου τι κρεῖσσον ἔχειν ὁμολογεῖς καὶ οὐ μαίνῃ; οὕτως τυφλὸς ταῖς ἀληθείαις καὶ κωφὸς εἶ;
2.23.23τί οὖν; ἀτιμάζει τις τὰς ἄλλας δυνάμεις; μὴ γένοιτο. λέγει τις μηδεμίαν εἶναι χρείαν ἢ προαγωγὴν G4 τῆς προαιρετικῆς δυνάμεως; μὴ γένοιτο. ἀνόητον, ἀσεβές, ἀχάριστον πρὸς τὸν θεόν. ἀλλὰ τὴν ἀξίαν ἑκάστῳ ἀποδίδωσιν.
2.23.24ἔστι γάρ τις καὶ ὄνου χρεία, ἀλλ’οὐχ ἡλίκη βοός · ἔστι καὶ κυνός, ἀλλ’οὐχ ἡλίκη οἰκέτου · ἔστι καὶ οἰκέτου, ἀλλ’οὐχ ἡλίκη τῶν πολιτῶν · ἔστι καὶ τούτων, ἀλλ’οὐχ ἡλίκη τῶν ἀρχόντων.
2.23.25οὐ μέντοι διὰ τὸ ἄλλα εἶναι κρείττονα καὶ ἣν παρέχει τὰ ἕτερα χρείαν ἀτιμαστέον. ἔστι τις ἀξία καὶ τῆς φραστικῆς δυνάμεως, ἀλλ’οὐχ ἡλίκη τῆς προαιρετικῆς.
2.23.26ὅταν οὖν ταῦτα λέγω, μή τις οἰέσθω ὅτι ἀμελεῖν ὑμᾶς ἀξιῶ φράσεως · οὐ δὲ γὰρ ὀφθαλμῶν οὐ δ’ὤτων οὐ δὲ χειρῶν οὐ δὲ ποδῶν οὐ δ’ἐσθῆτος οὐ δ’ὑποδημάτων.
2.23.27ἀλλ’ἄν μου πυνθάνῃ “τί οὖν ἐστι κράτιστον τῶν ὄντων; ,” τί εἴπω; τὴν φραστικήν; οὐ δύναμαι · ἀλλὰ τὴν προαιρετικήν, ὅταν ὀρθὴ γένηται.
2.23.28τοῦτο γάρ ἐστι τὸ κα- κἀκείνῃ χρώμενον καὶ ταῖς ἄλλαις πάσαις καὶ μικραῖς καὶ μεγάλαις δυνάμεσιν · τούτου κατορθωθέντος ἀγαθὸς ἄνθρωπος γίνεται, ἀποτευχθέντος κακὸς ἄνθρωπος γίνεται ·
2.23.29παρ’ὃ ἀτυχοῦμεν, εὐτυχοῦμεν, μεμφόμεθ’ἀλλήλους, εὐαρεστοῦμεν, ἁπλῶς ὃ λεληθὸς μὲν κακοδαιμονίαν ποιεῖται, τυχὸν δ’ἐπιμελείας εὐδαιμονίαν.
2.23.30τὸ δ’αἴρειν τὴν δύναμιν τῆς φραστικῆς καὶ λέγειν μὴ εἶναι μηδεμίαν ταῖς ἀληθείαις οὐ μόνον ἀχαρίστου ἐστὶ πρὸς τοὺς δεδωκότας, ἀλλὰ καὶ δειλοῦ.
2.23.31ὁ γὰρ τοιοῦτος φοβεῖσθαί μοι δοκεῖ, μή, εἴπερ ἐστί τις δύναμις κατὰ τὸν τόπον, οὐ δυνηθῶμεν αὐτῆς καταφρονῆσαι.
2.23.32τοιοῦτοί εἰσι καὶ οἱ λέγοντες μηδεμίαν εἶναι παραλλαγὴν κάλλους πρὸς αἶσχος. εἶτα ὁμοίως ἦν κινηθῆναι τὸν Θερσίτην ἰδόντα καὶ τὸν Ἀχιλλέα; ὁμοίως τὴν Ἑλένην καὶ ἣν ἔτυχε γυναῖκα;
2.23.33καὶ ταῦτα μωρὰ καὶ ἄγροικα καὶ οὐκ εἰδότων τὴν ἑκάστου φύσιν, ἀλλὰ φοβουμένων μὴ ἄν τις αἴσθηται τῆς διαφορᾶς, εὐθὺς συναρπασθεὶς καὶ ἡττηθεὶς ἀπέλθῃ.
2.23.34ἀλλὰ τὸ μέγα τοῦτο, ἀπολιπεῖν ἑκάστῳ τὴν αὑτοῦ δύναμιν ἣν ἔχει καὶ ἀπολιπόντα ἰδεῖν τὴν ἀξίαν τῆς δυνάμεως καὶ τὸ κράτιστον τῶν ὄντων καταμαθεῖν καὶ τοῦτο ἐν παντὶ μεταδιώκειν, περὶ τοῦτο ἐσπουδακέναι, πάρεργα τα- τἆλλα πρὸς τοῦτο πεποιημένον, οὐ μέντοι ἀμελοῦντα οὐ δ’ἐκείνων κατὰ δύναμιν.
2.23.35καὶ γὰρ ὀφθαλμῶν ἐπιμελητέον, ἀλλ’οὐχ ὡς τοῦ κρατίστου, ἀλλὰ καὶ τούτων διὰ τὸ κράτιστον · ὅτι ἐκεῖνο οὐκ ἄλλως ἕξει κατὰ φύσιν εἰ μὴ ἐν τούτοις εὐλογιστοῦν καὶ τὰ ἕτερα παρὰ τὰ ἕτερα αἱρούμενον.
2.23.36τί οὖν ἐστι τὸ γινόμενον; οἷον εἴ τις ἀπιὼν εἰς τὴν πατρίδα τὴν ἑαυτοῦ καὶ διοδεύων πανδοκεῖον καλὸν ἀρέσαντος αὐτῷ τοῦ πανδοκείου καταμένοι ἐν τῷ πανδοκείῳ.
2.23.37ἄνθρωπε, ἐπελάθου σου τῆς προθέσεως · οὐκ εἰς τοῦτο ὥδευες, ἀλλὰ διὰ τούτου. “ἀλλὰ κομψὸν τοῦτο”. πόσα δ’ἄλλα πανδοκεῖα κομψά, πόσοι δὲ λειμῶνες · ἁπλῶς ὡς δίοδος.
2.23.38τὸ δὲ προκείμενον ἐκεῖνο · εἰς τὴν πατρίδα ἐπανελθεῖν, τοὺς οἰκείους ἀπαλλάξαι δέους, αὐτὸν τὰ τοῦ πολίτου ποιεῖν, γῆμαι, παιδοποιεῖσθαι, ἄρξαι τὰς νομιζομένας ἀρχάς.
2.23.39οὐ γὰρ τοὺς κομψοτέρους ἡμῖν τόπους ἐκλεξόμενος ἐλήλυθας, ἀλλ’ἐν οἷς ἐγένου καὶ ὧν κατατέταξαι πολίτης, ἐν τούτοις ἀναστραφησόμενος. τοιοῦτόν τι καὶ ἐνταῦθά ἐστι τὸ γινόμενον.
2.23.40ἐπεὶ διὰ λόγου καὶ τοιαύτης παραδόσεως ἐλθεῖν ἐπὶ τὸ τέλειον δεῖ καὶ τὴν αὑτοῦ προαίρεσιν ἐκκαθᾶραι καὶ τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν ὀρθὴν κατασκευάσαι, ἀνάγκη δὲ τὴν παράδοσιν γίνεσθαι διά τινων θεωρημάτων καὶ διὰ λέξεως ποιᾶς καὶ μετά τινος ποικιλίας καὶ δριμύτητος τῶν θεωρημάτων, ὑπ’αὐτῶν τινες τούτων ἁλισκόμενοι καταμένουσιν αὐτοῦ, ὁ μὲν ὑπὸ τῆς λέξεως, ὁ δ’ὑπὸ συλλογισμῶν, ὁ δ’ὑπὸ μεταπιπτόντων, ὁ δ’ὑπ’ἄλλου τινὸς τοιούτου πανδοκείου, καὶ προσμείναντες κατασήπονται ὡς παρὰ ταῖς Σειρῆσιν.
2.23.42ἄνθρωπε, τὸ προκείμενον ἦν σοι κατασκευάσαι σαυτὸν χρηστικὸν ταῖς προσπιπτούσαις φαντασίαις κατὰ φύσιν, ἐν ὀρέξει ἀναπότευκτον, ἐν δ’ἐκκλίσει ἀπερίπτωτον, μηδέποτ’ἀτυχοῦντα, μηδέποτε δυστυχοῦντα, ἐλεύθερον, ἀκώλυτον, ἀνανάγκαστον, συναρμόζοντα τῇ τοῦ Διὸς διοικήσει, ταύτῃ πειθόμενον, ταύτῃ εὐαρεστοῦντα, μηδένα μεμφόμενον, μηδέν’αἰτιώμενον, δυνάμενον εἰπεῖν τούτους τοὺς στίχους ἐξ ὅλης ψυχῆς “ἄγου δέ μ’, ὦ Ζεῦ, καὶ σύ γ’ἡ Πεπρωμένη”.
2.23.43εἶτα τοῦτο τὸ προκείμενον ἔχων ἀρέσαντός σοι λεξειδίου, ἀρεσάντων θεωρημάτων τινῶν αὐτοῦ καταμένεις καὶ κατοικεῖν προαιρῇ ἐπιλαθόμενος τῶν ἐν οἴκῳ καὶ λέγεις “ταῦτα κομψά ἐστιν”; τίς γὰρ λέγει μὴ εἶναι αὐτὰ κομψά;
2.23.44ἀλλ’ὡς δίοδον, ὡς πανδοκεῖα. τί γὰρ κωλύει φράζοντα ὡς Δημοσθένης ἀτυχεῖν; τί δὲ κωλύει συλλογισμοὺς ἀναλύοντα ὡς Χρύσιππος ἄθλιον εἶναι, πενθεῖν, φθονεῖν, ἁπλῶς ταράσσεσθαι, κακοδαιμονεῖν;
2.23.45οὐ δὲ ἕν. ὁρᾷς οὖν ὅτι πανδοκεῖα ἦν ταῦτα οὐδενὸς ἄξια, τὸ δὲ προκείμενον ἄλλο ἦν.
2.23.46ταῦτα ὅταν λέγω πρός τινας, οἴονταί με καταβάλλειν τὴν περὶ τὸ λέγειν ἐπιμέλειαν ἢ τὴν περὶ τὰ θεωρήματα. ἐγὼ δ’οὐ ταύτην καταβάλλω, ἀλλὰ τὸ περὶ ταῦτ’ἀκαταληκτικῶς ἔχειν καὶ ἐνταῦθα τίθεσθαι τὰς αὑτῶν ἐλπίδας.
2.23.47εἴ τις τοῦτο παριστὰς βλάπτει τοὺς ἀκούοντας, κα- κἀμὲ τίθεσθε ἕνα τῶν βλαπτόντων. οὐ δύναμαι δ’ἄλλο βλέπων τὸ κράτιστον καὶ τὸ κυριώτατον ἄλλο λέγειν εἶναι, ἵν’ὑμῖν χαρίσωμαι.
2.24.1εἰπόντος αὐτῷ τινος ὅτι Πολλάκις ἐπιθυμῶν σου ἀκοῦσαι ἦλθον πρὸς σὲ καὶ οὐδέποτέ μοι ἀπεκρίνω · καὶ νῦν, εἰ δυνατόν, παρακαλῶ σε εἰπεῖν τί μοι, δοκεῖ σοι, ἔφη, καθάπερ ἄλλου τινὸς εἶναι τέχνη οὕτως δὲ καὶ τοῦ λέγειν, ἣν ὁ μὲν ἔχων ἐμπείρως ἐρεῖ, ὁ δὲ μὴ ἔχων ἀπείρως;
2.24.3— δοκεῖ. — οὐκοῦν ὁ μὲν διὰ τοῦ λέγειν αὐτόςτε ὠφελούμενος καὶ ἄλλους οἷόςτε ὢν ὠφελεῖν οὗτος ἐμπείρως ἂν λέγοι, ὁ δὲ βλαπτόμενος μᾶλλον καὶ βλάπτων οὗτος ἄπειρος ἂν εἴη τῆς τέχνης ταύτης τῆς τοῦ λέγειν; εὕροις ἂν τοὺς μὲν βλαπτομένους τοὺς δ’ὠφελουμένους.
2.24.4οἱ δ’ἀκούοντες πάντες ὠφελοῦνται ἀφ’ὧν ἀκούουσιν ἢ καὶ τούτων εὕροις ἂν τοὺς μὲν ὠφελουμένους τοὺς δὲ βλαπτομένους; — καὶ τούτων, ἔφη. — οὐκοῦν καὶ ἐνταῦθα ὅσοι μὲν ἐμπείρως ἀκούουσιν ὠφελοῦνται, ὅσοι δ’ἀπείρως βλάπτονται;
2.24.5— ὡμολόγει. — ἔστιν ἄρα τις ἐμπειρία καθάπερ τοῦ λέγειν οὕτως καὶ τοῦ ἀκούειν; — ἔοικεν.
2.24.6— εἰ δὲ βούλει, καὶ οὕτως σκέψαι αὐτό. τὸ μουσικῶς ἅψασθαι τίνος σοι δοκεῖ; — μουσικοῦ. — τί δέ;
2.24.7τὸν ἀνδριάντα ὡς δεῖ κατασκευάσαι τίνος σοι φαίνεται; — ἀνδριαντοποιοῦ. — τὸ ἰδεῖν ἐμπείρως οὐδεμιᾶς σοι προσδεῖσθαι φαίνεται τέχνης; — προσδεῖται καὶ τοῦτο.
2.24.8— οὐκοῦν εἰ καὶ τὸ λέγειν ὡς δεῖ τοῦ ἐμπείρου ἐστίν, ὁρᾷς ὅτι καὶ τὸ ἀκούειν ὠφελίμως τοῦ ἐμπείρου ἐστίν;
2.24.9καὶ τὸ μὲν τελείως καὶ ὠφελίμως, εἰ βούλει, πρὸς τὸ παρὸν ἀφῶμεν, ἐπεὶ καὶ μακράν ἐσμεν ἀμφότεροι παντὸς τοῦ τοιούτου ·
2.24.10ἐκεῖνο δὲ πᾶς ἄν τις ὁμολογῆσαί μοι δοκεῖ, ὅτι ποσῆς γέ τινος τριβῆς περὶ τὸ ἀκούειν προσδεῖται ὁ τῶν φιλοσόφων ἀκουσόμενος. ἢ γὰρ οὔ;
2.24.11περὶ τίνος οὖν λέγω πρὸς σέ; δεῖξόν μοι. περὶ τίνος ἀκοῦσαι δύνασαι; περὶ ἀγαθῶν καὶ κακῶν; τίνος; ἆρά γε ἵππου; — οὔ. — ἀλλὰ βοός; — οὔ. — τί οὖν;
2.24.12ἀνθρώπου; — ναί. — οἴδαμεν οὖν, τί ἐστιν ἄνθρωπος, τίς ἡ φύσις αὐτοῦ, τίς ἡ ἔννοια; ἔχομεν καὶ κατὰ ποσὸν περὶ τοῦτο τὰ ὦτα τετρημένα; ἀλλὰ φύσις τί ἐστιν ἐννοεῖς ἢ δύνασαι καὶ κατὰ ποσὸν ἀκολουθῆσαί μοι λέγοντι;
2.24.13ἀλλ’ἀποδείξει χρήσομαι πρὸς σέ; πῶς; παρακολουθεῖς γὰρ αὐτῷ τούτῳ, τί ἐστιν ἀπόδειξις ἢ πῶς τι ἀποδείκνυται ἢ διὰ τίνων; ἢ τίνα ὅμοια μὲν ἀποδείξει ἐστίν, ἀπόδειξις δ’οὐκ ἔστιν;
2.24.14τί γάρ ἐστιν ἀληθὲς οἶδας ἢ τί ἐστι ψεῦδος; τί τίνι ἀκολουθεῖ, τί τίνι μάχεται ἢ ἀνομολογούμενόν ἐστιν ἢ ἀσύμφωνον;
2.24.15ἀλλὰ κινῶ σε πρὸς φιλοσοφίαν; πῶς παραδεικνύω σοι τὴν μάχην τῶν πολλῶν ἀνθρώπων, καθ’ἣν διαφέρονται περὶ ἀγαθῶν καὶ κακῶν καὶ συμφερόντων καὶ ἀσυμφόρων, αὐτὸ τοῦτο τί ἐστι μάχη οὐκ εἰδότι; δεῖξον οὖν μοι, τί περανῶ διαλεγόμενός σοι. κίνησόν μοι προθυμίαν.
2.24.16ὡς ἡ κατάλληλος πόα τῷ προβάτῳ φανεῖσα προθυμίαν αὐτῷ κινεῖ πρὸς τὸ φαγεῖν, ἂν δὲ λίθον ἢ ἄρτον παραθῇς, οὐ κινηθήσεται, οὕτως εἰσί τινες ἡμῖν φυσικαὶ προθυμίαι καὶ πρὸς τὸ λέγειν, ὅταν ὁ ἀκουσόμενος φανῇ τις, ὅταν αὐτὸς ἐρεθίσῃ. ἂν δ’ὡς λίθος ἢ χόρτος ᾖ παρακείμενος, πῶς δύναται ἀνθρώπῳ ὄρεξιν κινῆσαι;
2.24.17ἡ ἄμπελος μή τι λέγει τῷ γεωργῷ “ἐπιμελοῦ μου”; ἀλλ’αὐτὴ δι’αὑτῆς ἐμφαίνουσα, ὅτι ἐπιμεληθέντι λυσιτελήσει αὐτῷ, ἐκκαλεῖται πρὸς τὴν ἐπιμέλειαν.
2.24.18τὰ παιδία τὰ πιθανὰ καὶ δριμέα τίνα οὐκ ἐκκαλεῖται πρὸς τὸ συμπαίζειν αὐτοῖς καὶ συνέρπειν καὶ πρὸς τὸ συμψελλίζειν; ὄνῳ δὲ τίς προθυμεῖται συμπαίζειν ἢ συνογκᾶσθαι; καὶ γὰρ εἰ μικρόν, ὅμως ὀνάριόν ἐστιν. τί οὖν μοι οὐδὲν λέγεις;
2.24.19— ἐκεῖνο μόνον ἔχω σοι εἰπεῖν, ὅτι ὁ ἀγνοῶν, τίς ἐστι καὶ ἐπὶ τί γέγονεν καὶ ἐν τίνι τούτῳ τῷ κόσμῳ καὶ μετὰ τίνων κοινωνῶν καὶ τίνα τὰ ἀγαθά ἐστι καὶ τὰ κακὰ καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ μήτε λόγῳ παρακολουθῶν μήτ’ἀποδείξει, μήτε τί ἐστιν ἀληθὲς ἢ τί ψεῦδος, μήτε διακρῖναι ταῦτα δυνάμενος οὔτ’ὀρέξεται κατὰ φύσιν οὔτ’ἐκκλινεῖ οὔθ’ὁρμήσει οὔτ’ἐπιβαλεῖται, οὐ συγκαταθήσεται, οὐκ ἀνανεύσει, οὐκ ἐφέξει, τὸ σύνολον. κωφὸς καὶ τυφλὸς περιελεύσεται δοκῶν μέν τις εἶναι, ὢν δ’οὐδείς.
2.24.20νῦν γὰρ πρῶτον τοῦθ’οὕτως ἔχει; οὐχὶ ἐξ οὗ γένος ἀνθρώπων ἐστίν, ἐξ ἐκείνου πάντα τὰ ἁμαρτήματα καὶ τὰ ἀτυχήματα παρὰ ταύτην τὴν ἄγνοιαν γεγένηται;
2.24.21Ἀγαμέμνων καὶ Ἀχιλλεὺς διὰ τί ἀλλήλοις διεφέροντο; οὐχὶ διὰ τὸ μὴ εἰδέναι, τίνα ἐστὶ συμφέροντα καὶ ἀσύμφορα; οὐχὶ ὁ μὲν λέγει, ὅτι συμφέρει ἀποδοῦναι τῷ πατρὶ τὴν Χρυσηίδα, ὁ δὲ λέγει, ὅτι οὐ συμφέρει; οὐχὶ ὁ μὲν λέγει, ὅτι δεῖ αὐτὸν λαβεῖν τὸ ἄλλου γέρας, ὁ δέ, ὅτι οὐ δεῖ; οὐχὶ διὰ ταῦτα ἐπελάθοντο καὶ τίνες ἦσαν καὶ ἐπὶ τί ἐληλύθεσαν;
2.24.22ἔα, ἄνθρωπε, ἐπὶ τί ἐλήλυθας; ἐρωμένας κτησόμενος ἢ πολεμήσων; “πολεμήσων”. τίσι; τοῖς Τρωσὶν ἢ τοῖς Ἕλλησιν; “τοῖς Τρωσίν”. ἀφεὶς οὖν τὸν Ἕκτορα ἐπὶ τὸν βασιλέα τὸν σαυτοῦ σπᾷς τὸ ξίφος;
2.24.23σὺ δ’, ὦ βέλτιστε, ἀφεὶς τὰ τοῦ βασιλέως ἔργα, “ᾧ λαοίτ’ἐπιτετράφαται καὶ τόσσα μέμηλεν,” περὶ κορασιδίου διαπυκτεύεις τῷ πολεμικωτάτῳ τῶν συμμάχων, ὃν δεῖ παντὶ τρόπῳ περιέπειν καὶ φυλάττειν; καὶ χείρων γίνῃ κομψοῦ ἀρχιερέως, ὃς τοὺς καλοὺς μονομάχους διὰ πάσης ἐπιμελείας ἔχει; ὁρᾷς, οἷα ποιεῖ ἄγνοια περὶ τῶν συμφερόντων;
2.24.24“ἀλλὰ κα- κἀγὼ πλούσιός εἰμι”. μή τι οὖν τοῦ Ἀγαμέμνονος πλουσιώτερος; “ἀλλὰ καὶ καλός εἰμι”. μή τι οὖν τοῦ Ἀχιλλέως καλλίων; “ἀλλὰ καὶ κόμιον κομψὸν ἔχω”. ὁ δ’Ἀχιλλεὺς οὐ κάλλιον καὶ ξανθόν; καὶ οὐκ ἐκτένιζεν αὐτὸ κομψῶς οὐ δ’ἔπλασσεν.
2.24.25“ἀλλὰ καὶ ἰσχυρός εἰμι”. μή τι οὖν δύνασαι λίθον ἆραι ἡλίκον ὁ Ἕκτωρ ἢ ὁ Αἴας; “ἀλλὰ καὶ εὐγενής”. μή τι ἐκ θεᾶς μητρός, μή τι πατρὸς ἐγγόνου Διός; τί οὖν ἐκεῖνον ὠφελεῖ ταῦτα, ὅταν καθήμενος κλαίῃ διὰ τὸ κορασίδιον; “ἀλλὰ ῥήτωρ εἰμί”.
2.24.26ἐκεῖνος δ’οὐκ ἦν; οὐ βλέπεις πῶς κέχρηται τοῖς δεινοτάτοις τῶν Ἑλλήνων περὶ λόγους Ὀδυσσεῖ καὶ Φοίνικι, πῶς αὐτοὺς ἀστόμους πεποίηκε;
2.24.27ταῦτά σοι μόνα ἔχω εἰπεῖν καὶ οὐ δὲ ταῦτα προθύμως.
2.24.28— διὰ τί; — ὅτι με οὐκ ἠρέθισας. εἰς τί γὰρ ἀπιδὼν ἐρεθισθῶ ὡς οἱ ἱππικοὶ περὶ τοὺς ἵππους τοὺς εὐφυεῖς; εἰς τὸ σωμάτιον; αἰσχρῶς αὐτὸ πλάσσεις. εἰς τὴν ἐσθῆτα; καὶ ταύτην τρυφερὰν ἔχεις. εἰς σχῆμα, εἰς βλέμμα;
2.24.29εἰς οὐδέν. ὅταν ἀκοῦσαι θέλῃς φιλοσόφου, μὴ λέγε αὐτῷ ὅτι “οὐδέν μοι λέγεις; ,” ἀλλὰ μόνον δείκνυε σαυτὸν † τοῦ ἀκούειν καὶ ὄψει, πῶς κινήσεις τὸν λέγοντα.
2.25.1τῶν παρόντων δέ τινος εἰπόντος Πεῖσόν με, ὅτι τὰ λογικὰ χρήσιμά ἐστιν, θέλεις, ἔφη, ἀποδείξω σοι τοῦτο;
2.25.2— ναί. — οὐκοῦν λόγον μ’ἀποδεικτικὸν διαλεχθῆναι δεῖ; — ὁμολογήσαντος δὲ πόθεν οὖν εἴσῃ, ἄν σε σοφίσωμαι;
2.25.3— σιωπήσαντος δὲ τοῦ ἀνθρώπου ὁρᾷς, ἔφη, πῶς αὐτὸς ὁμολογεῖς ὅτι ταῦτα ἀναγκαῖά ἐστιν, εἰ χωρὶς αὐτῶν οὐ δ’αὐτὸ τοῦτο δύνασαι μαθεῖν, πότερον ἀναγκαῖα ἢ οὐκ ἀναγκαῖά ἐστιν.
2.26.1πᾶν ἁμάρτημα μάχην περιέχει. ἐπεὶ γὰρ ὁ ἁμαρτάνων οὐ θέλει ἁμαρτάνειν, ἀλλὰ κατορθῶσαι, δῆλον ὅτι ὃ μὲν θέλει οὐ ποιεῖ.
2.26.2τί γὰρ ὁ κλέπτης θέλει πρᾶξαι; τὸ αὑτῷ συμφέρον. οὐκ οὖν, εἰ ἀσύμφορόν ἐστιν αὐτῷ τὸ κλέπτειν, ὃ μὲν θέλει ποιεῖ.
2.26.3πᾶσα δὲ ψυχὴ λογικὴ φύσει διαβέβληται πρὸς μάχην · καὶ μέχρι μὲν ἂν μὴ παρακολουθῇ τούτῳ, ὅτι ἐν μάχῃ ἐστίν, οὐδὲν κωλύεται τὰ μαχόμενα ποιεῖν · παρακολουθήσαντα δὲ πολλὴ ἀνάγκη ἀποστῆναι τῆς μάχης καὶ φυγεῖν οὕτως ὡς καὶ ἀπὸ τοῦ ψεύδους ἀνανεῦσαι πικρὰ ἀνάγκη τῷ αἰσθανομένῳ, ὅτι ψεῦδός ἐστιν · μέχρι δὲ τοῦτο μὴ φαντάζηται, ὡς ἀληθεῖ ἐπινεύει αὐτῷ.
2.26.4δεινὸς οὖν ἐν λόγῳ, ὁ δ’αὐτὸς καὶ προτρεπτικὸς καὶ ἐλεγκτικὸς οὗτος ὁ δυνάμενος ἑκάστῳ παραδεῖξαι τὴν μάχην, καθ’ἣν ἁμαρτάνει, καὶ σαφῶς παραστῆσαι, πῶς ὃ θέλει οὐ ποιεῖ καὶ ὃ μὴ θέλει ποιεῖ.
2.26.5ἂν γὰρ τοῦτο δείξῃ τις, αὐτὸς ἀφ’αὑτοῦ ἀναποχωρήσει. μέχρι δὲ μὴ δεικνύῃς, μὴ θαύμαζε, εἰ ἐπιμένει · κατορθώματος γὰρ φαντασίαν λαμβάνων ποιεῖ αὐτό.
2.26.6διὰ τοῦτο καὶ Σωκράτης ταύτῃ τῇ δυνάμει πεποιθὼς ἔλεγεν ὅτι “ἐγὼ ἄλλον μὲν οὐδένα εἴωθα παρέχειν μάρτυρα ὧν λέγω, ἀρκοῦμαι δ’ἀεὶ τῷ προσδιαλεγομένῳ καὶ ἐκεῖνον ἐπιψηφίζω καὶ καλῶ μάρτυρα καὶ εἷς ὢν οὗτος ἀρκεῖ μοι ἀντὶ πάντων”.
2.26.7ᾔδει γάρ, ὑπὸ τίνος λογικὴ ψυχὴ κινεῖται †, ζυγῷ ἐπιρρέψει, ἄντε θέλῃς ἄντε μή. λογικῷ ἡγεμονικῷ δεῖξον μάχην καὶ ἀποστήσεται · ἂν δὲ μὴ δεικνύῃς, αὐτὸς σαυτῷ μᾶλλον ἐγκάλει ἢ τῷ μὴ πειθομένῳ.