Epictetus

Discourses, 1

1.1

1.1.1τῶν ἄλλων δυνάμεων οὐδεμίαν εὑρήσετε αὐτὴν αὑτῆς θεωρητικήν, οὐ τοίνυν οὐ δὲ δοκιμαστικὴν ἀποδοκιμαστικήν.

1.1.2 γραμματικὴ μέχρι τίνος κέκτηται τὸ θεωρητικόν; μέχρι τοῦ διαγνῶναι τὰ γράμματα. μουσική; μέχρι τοῦ διαγνῶναι τὸ μέλος.

1.1.3αὐτὴ οὖν αὑτὴν θεωρεῖ τις αὐτῶν; οὐδαμῶς. ἀλλ’ὅτε μέν, ἄν τι γράφῃς τῷ ἑταίρῳ, δεῖ τούτων τῶν γραπτέων, γραμματικὴ ἐρεῖ · πότερον δὲ γραπτέον τῷ ἑταίρῳ οὐ γραπτέον, γραμματικὴ οὐκ ἐρεῖ. καὶ περὶ τῶν μελῶν ὡσαύτως μουσική · πότερον δ’ᾀστέον νῦν καὶ κιθαριστέον οὔτε ᾀστέον οὔτε κιθαριστέον οὐκ ἐρεῖ.

1.1.4τίς οὖν ἐρεῖ; καὶ αὑτὴν θεωροῦσα καὶ τἆλλα πάντα. αὕτη δ’ἐστὶ τίς; δύναμις λογική · μόνη γὰρ αὕτη καὶ αὑτὴν κατανοήσουσα παρείληπται, τίςτέ ἐστι καὶ τί δύναται καὶ πόσου ἀξία οὖσα ἐλήλυθεν, καὶ τὰς ἄλλας ἁπάσας.

1.1.5τί γάρ ἐστιν ἄλλο τὸ λέγον ὅτι χρυσίον καλόν ἐστιν; αὐτὸ γὰρ οὐ λέγει. δῆλον ὅτι χρηστικὴ δύναμις ταῖς φαντασίαις. τί ἄλλο τὸ μουσικήν, γραμματικήν, τὰς ἄλλας δυνάμεις διακρῖνον, δοκιμάζον τὰς χρήσεις αὐτῶν καὶ τοὺς καιροὺς παραδεικνύον;

1.1.6οὐδὲν ἄλλο.

1.1.7ὥσπερ οὖν ἦν ἄξιον, τὸ κράτιστον ἁπάντων καὶ κυριεῦον οἱ θεοὶ μόνον ἐφ’ἡμῖν ἐποίησαν, τὴν χρῆσιν τὴν ὀρθὴν ταῖς φαντασίαις, τὰ δ’ἄλλα οὐκ ἐφ’ἡμῖν. ἆρά γε ὅτι οὐκ ἤθελον;

1.1.8ἐγὼ μὲν δοκῶ ὅτι, εἰ ἠδύναντο, κἀκεῖνα ἂν ἡμῖν ἐπέτρεψαν · ἀλλὰ πάντως οὐκ ἠδύναντο.

1.1.9ἐπὶ γῆς γὰρ ὄντας καὶ σώματι συνδεδεμένους τοιούτῳ καὶ κοινωνοῖς τοιούτοις πῶς οἷόντ’ἦν εἰς ταῦτα ὑπὸ τῶν ἐκτὸς μὴ ἐμποδίζεσθαι; ἀλλὰ τί λέγει Ζεύς;

1.1.10Ἐπίκτητε, εἰ οἷόντε ἦν, καὶ τὸ σωμάτιον ἄν σου καὶ τὸ κτησίδιον ἐποίησα ἐλεύθερον καὶ ἀπαραπόδιστον.

1.1.11νῦν δέ, μή σε λανθανέτω, τοῦτο οὐκ ἔστιν σόν, ἀλλὰ πηλὸς κομψῶς πεφυραμένος.

1.1.12ἐπεὶ δὲ τοῦτο οὐκ ἠδυνάμην, ἐδώκαμέν σοι μέρος τι ἡμέτερον, τὴν δύναμιν ταύτην τὴν ὁρμητικήντε καὶ ἀφορμητικὴν καὶ ὀρεκτικήντε καὶ ἐκκλιτικὴν καὶ ἁπλῶς τὴν χρηστικὴν ταῖς φαντασίαις · ἧς ἐπιμελούμενος καὶ ἐν τὰ σαυτοῦ τιθέμενος οὐδέποτε κωλυθήσῃ, οὐδέποτ’ἐμποδισθήσῃ, οὐ στενάξεις, οὐ μέμψῃ, οὐ κολακεύσεις οὐδένα.

1.1.13τί οὖν; μή τι μικρά σοι φαίνεται ταῦτα; μὴ γένοιτο. ἀρκῇ οὖν αὐτοῖς; εὔχομαι δὲ τοῖς θεοῖς.

1.1.14νῦν δ’ἑνὸς δυνάμενοι ἐπιμελεῖσθαι καὶ ἑνὶ προσηρτηκέναι ἑαυτοὺς μᾶλλον θέλομεν πολλῶν ἐπιμελεῖσθαι καὶ πολλοῖς προσδεδέσθαι καὶ τῷ σώματι καὶ τῇ κτήσει καὶ ἀδελφῷ καὶ φίλῳ καὶ τέκνῳ καὶ δούλῳ.

1.1.15ἅτε οὖν πολλοῖς προσδεδεμένοι βαρούμεθα ὑπ’αὐτῶν καὶ καθελκόμεθα.

1.1.16διὰ τοῦτο, ἂν ἄπλοια , καθήμεθα σπώμενοι καὶ παρακύπτομεν συνεχῶς · τίς ἄνεμος πνεῖ; βορέας. τί ἡμῖν καὶ αὐτῷ; πότε ζέφυρος πνεύσει; ὅταν αὐτῷ δόξῃ, βέλτιστε, τῷ Αἰόλῳ. σὲ γὰρ οὐκ ἐποίησεν θεὸς ταμίαν τῶν ἀνέμων, ἀλλὰ τὸν Αἴολον.

1.1.17τί οὖν; δεῖ τὰ ἐφ’ἡμῖν βέλτιστα κατασκευάζειν, τοῖς δ’ἄλλοις χρῆσθαι ὡς πέφυκεν. πῶς οὖν πέφυκεν; ὡς ἂν θεὸς θέλῃ.

1.1.18ἐμὲ οὖν νῦν τραχηλοκοπεῖσθαι μόνον; τί οὖν; ἤθελες πάντας τραχηλοκοπηθῆναι, ἵνα σὺ παραμυθίαν ἔχῃς; οὐ θέλεις οὕτως ἐκτεῖναι τὸν τράχηλον, ὡς Λατερανός τις ἐν τῇ Ῥώμῃ κελευσθεὶς ὑπὸ τοῦ Νέρωνος ἀποκεφαλισθῆναι;

1.1.19ἐκτείνας γὰρ τὸν τράχηλον καὶ πληγεὶς καὶ πρὸς αὐτὴν τὴν πληγὴν ἀσθενῆ γενομένην ἐπ’ὀλίγον συνελκυσθεὶς πάλιν ἐξέτεινεν.

1.1.20ἀλλὰ καὶ ἔτι πρότερον προσελθόντι τις Ἐπαφροδίτῳ τῷ κυρίῳ τοῦ Νέρωνος καὶ ἀνακρίνοντι αὐτὸν ὑπὲρ τοῦ συγκρουσθῆναι ἄν τί θέλω, φησίν, ἐρῶ σου τῷ κυρίῳ.

1.1.21τί οὖν δεῖ πρόχειρον ἔχειν ἐν τοῖς τοιούτοις; τί γὰρ ἄλλο τί ἐμὸν καὶ τί οὐκ ἐμὸν καὶ τί μοι ἔξεστιν καὶ τί μοι οὐκ ἔξεστιν;

1.1.22ἀποθανεῖν με δεῖ · μή τι οὖν καὶ στένοντα; δεθῆναι · μή τι καὶ θρηνοῦντα; φυγαδευθῆναι · μή τις οὖν κωλύει γελῶντα καὶ εὐθυμοῦντα καὶ εὐροοῦντα;

1.1.23εἰπὲ τὰ ἀπόρρητα. οὐ λέγω · τοῦτο γὰρ ἐπ’ἐμοί ἐστιν. ἀλλὰ δήσω σε. ἄνθρωπε, τί λέγεις; ἐμέ; τὸ σκέλος μου δήσεις, τὴν προαίρεσιν δὲ οὐ δ’ Ζεὺς νικῆσαι δύναται.

1.1.24εἰς φυλακήν σε βαλῶ. τὸ σωμάτιον. ἀποκεφαλίσω σε. πότε οὖν σοὶ εἶπον, ὅτι μόνου ἐμοῦ τράχηλος ἀναπότμητός ἐστιν;

1.1.25ταῦτα ἔδει μελετᾶν τοὺς φιλοσοφοῦντας, ταῦτα καθ’ἡμέραν γράφειν, ἐν τούτοις γυμνάζεσθαι. θρασέας εἰώθει λέγειν σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον αὔριον φυγαδευθῆναι.

1.1.27τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς μωρία τῆς ἐκλογῆς; εἰ δ’ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ δεδομένῳ;

1.1.28διὰ τοῦτο γὰρ Ἀγριππῖνος τί ἔλεγεν; ὅτι ἐγὼ ἐμαυτῷ ἐμπόδιος οὐ γίνομαι. ἀπηγγέλη αὐτῷ ὅτι κρίνῃ ἐν συγκλήτῳ.

1.1.29 ἀγαθῇ τύχῃ. ἀλλὰ ἦλθεν πέμπτη (ταύτῃ δ’εἰώθει γυμνασάμενος ψυχρολουτρεῖν) ·

1.1.30ἀπέλθωμεν καὶ γυμνασθῶμεν. γυμνασαμένῳ λέγει τις, αὐτῷ ἐλθὼν ὅτι Κατακέκρισαι. φυγῇ,, φησίν, θανάτῳ; φυγῇ. τὰ ὑπάρχοντα τί; οὐκ ἀφῃρέθη. εἰς Ἀρίκειαν οὖν ἀπελθόντες ἀριστήσωμεν.

1.1.31 τοῦτ’ἔστι μεμελετηκέναι δεῖ μελετᾶν, ὄρεξιν ἔκκλισιν ἀκώλυτα ἀπερίπτωτα παρεσκευακέναι. ἀποθανεῖν με δεῖ.

1.1.32εἰ ἤδη, ἀποθνῄσκω · κἂν μετ’ὀλίγον, νῦν ἀριστῶ τῆς ὥρας ἐλθούσης, εἶτα τότε τεθνήξομαι. πῶς; ὡς προσήκει τὸν τὰ ἀλλότρια ἀποδιδόντα.

1.2

1.2.1τῷ λογικῷ ζῴῳ μόνον ἀφόρητόν ἐστι τὸ ἄλογον, τὸ δ’εὔλογον φορητόν.

1.2.2πληγαὶ οὐκ εἰσὶν ἀφόρητοι τῇ φύσει. τίνα τρόπον; ὅρα πῶς · Λακεδαιμόνιοι μαστιγοῦνται μαθόντες ὅτι εὔλογόν ἐστιν.

1.2.3 τὸ δ’ἀπάγξασθαι οὐκ ἔστιν ἀφόρητον; ὅταν γοῦν πάθῃ τις ὅτι εὔλογον, ἀπελθὼν ἀπήγξατο.

1.2.4ἁπλῶς ἐὰν προσέχωμεν, ὑπ’οὐδενὸς οὕτως εὑρήσομεν τὸ ζῷον θλιβόμενον ὡς ὑπὸ τοῦ ἀλόγου καὶ πάλιν ἐπ’οὐδὲν οὕτως ἑλκόμενον ὡς ἐπὶ τὸ εὔλογον.

1.2.5ἄλλῳ δ’ἄλλο προσπίπτει τὸ εὔλογον καὶ ἄλογον, καθάπερ καὶ ἀγαθὸν καὶ κακὸν ἄλλο ἄλλῳ καὶ συμφέρον καὶ ἀσύμφορον.

1.2.6διὰ τοῦτο μάλιστα παιδείας δεόμεθα, ὥστε μαθεῖν τοῦ εὐλόγου καὶ ἀλόγου πρόληψιν ταῖς ἐπὶ μέρους οὐσίαις ἐφαρμόζειν συμφώνως τῇ φύσει.

1.2.7εἰς δὲ τὴν τοῦ εὐλόγου καὶ ἀλόγου κρίσιν οὐ μόνον ταῖς τῶν ἐκτὸς ἀξίαις συγχρώμεθα, ἀλλὰ καὶ τῶν κατὰ τὸ πρόσωπον ἑαυτοῦ ἕκαστος.

1.2.8τῷ γάρ τινι εὔλογον τὸ ἀμίδα παρακρατεῖν αὐτὸ μόνον βλέποντι, ὅτι μὴ παρακρατήσας μὲν πληγὰς λήψεται καὶ τροφὰς οὐ λήψεται, παρακρατήσας δ’οὐ πείσεταί τι τραχὺ ἀνιαρόν ·

1.2.9ἄλλῳ δέ τινι οὐ μόνον τὸ αὐτὸν παρακρατῆσαι ἀφόρητον δοκεῖ, ἀλλὰ καὶ τὸ ἄλλου παρακρατοῦντος ἀνασχέσθαι.

1.2.10ἂν οὖν μου πυνθάνῃ παρακρατήσω τὴν ἀμίδα μή; , ἐρῶ σοι ὅτι μείζονα ἀξίαν ἔχει τὸ λαβεῖν τροφὰς τοῦ μὴ λαβεῖν καὶ μείζονα ἀπαξίαν τὸ δαρῆναι τοῦ μὴ δαρῆναι · ὥστ’εἰ τούτοις παραμετρεῖς τὰ σαυτοῦ, ἀπελθὼν παρακράτει.

1.2.11ἀλλ’οὐκ ἂν κατ’ἐμέ. τοῦτο σὲ δεῖ συνεισφέρειν εἰς τὴν σκέψιν, οὐκ ἐμέ. σὺ γὰρ εἶ σαυτὸν εἰδώς, πόσου ἄξιος εἶ σεαυτῷ καὶ πόσου σεαυτὸν πιπράσκεις · ἄλλοι γὰρ ἄλλων πιπράσκουσιν.

1.2.12διὰ τοῦτο Ἀγριππῖνος Φλώρῳ σκεπτομένῳ, εἰ καταβατέον αὐτῷ ἐστιν εἰς Νέρωνος θεωρίας, ὥστε καὶ αὐτόν τι λειτουργῆσαι, ἔφη κατάβηθι.

1.2.13πυθομένου δ’αὐτοῦ διὰ τί σὺ οὐ καταβαίνεις; ἔφη ὅτι ἐγὼ οὐ δὲ βουλεύομαι.

1.2.14 γὰρ ἅπαξ εἰς τὴν περὶ τῶν τοιούτων σκέψιν καὶ τὰς τῶν ἐκτὸς ἀξίας συγκαθεὶς καὶ ψηφίζων ἐγγύς ἐστι τῶν ἐπιλελησμένων τοῦ ἰδίου προσώπου.

1.2.15τί γάρ μου πυνθάνῃ; θάνατος αἱρετώτερόν ἐστιν ζωή; λέγω ζωή.

1.2.16πόνος ἡδονή; λέγω ἡδονή. ἀλλά, ἂν μὴ τραγῳδήσω, τραχηλοκοπηθήσομαι. ἄπελθε τοίνυν καὶ τραγῴδει, ἐγὼ δ’οὐ τραγῳδήσω.

1.2.17διὰ τί; ὅτι σὺ σεαυτὸν ἡγῇ μίαν τινὰ εἶναι κρόκην τῶν ἐκ τοῦ χιτῶνος. τί οὖν; σὲ ἔδει φροντίζειν πῶς ἀνόμοιος ᾖς τοῖς ἄλλοις ἀνθρώποις, ὥσπερ οὐ δ’ κρόκη πρὸς τὰς ἄλλας κρόκας θέλει τι ἔχειν ἐξαίρετον.

1.2.18ἐγὼ δὲ πορφύρα εἶναι βούλομαι, τὸ ὀλίγον ἐκεῖνο καὶ στιλπνὸν καὶ τοῖς ἄλλοις αἴτιον τοῦ εὐπρεπῆ φαίνεσθαι καὶ καλά. τί οὖν μοι λέγεις ὅτι ἐξομοιώθητι τοῖς πολλοῖς; καὶ πῶς ἔτι πορφύρα ἔσομαι;

1.2.19ταῦτα εἶδεν καὶ Πρῖσκος Ἑλουίδιος καὶ ἰδὼν ἐποίησε. προσπέμψαντος αὐτῷ Οὐεσπασιανοῦ, ἵνα μὴ εἰσέλθῃ εἰς τὴν σύγκλητον, ἀπεκρίνατο ἐπὶ σοί ἐστι μὴ ἐᾶσαί με εἶναι συγκλητικόν · μέχρι δὲ ἂν , δεῖ με εἰσέρχεσθαι.

1.2.20ἄγε ἀλλ’εἰσελθών, φησίν, σιώπησον. μή μ’ἐξέταζε καὶ σιωπήσω. ἀλλὰ δεῖ με ἐξετάσαι. κἀμὲ εἰπεῖν τὸ φαινόμενον δίκαιον. ἀλλ’ἐὰν εἴπῃς, ἀποκτενῶ σε.

1.2.21πότε οὖν σοι εἶπον, ὅτι ἀθάνατός εἰμι; καὶ σὺ τὸ σὸν ποιήσεις κἀγὼ τὸ ἐμόν. σόν ἐστιν ἀποκτεῖναι, ἐμὸν ἀποθανεῖν μὴ τρέμοντα · σὸν φυγαδεῦσαι, ἐμὸν ἐξελθεῖν μὴ λυπούμενον.

1.2.22τί οὖν ὠφέλησε Πρῖσκος εἷς ὤν; τί δ’ὠφελεῖ πορφύρα τὸ ἱμάτιον; τί γὰρ ἄλλο διαπρέπει ἐν αὐτῷ ὡς πορφύρα καὶ τοῖς ἄλλοις δὲ καλὸν παράδειγμα ἔκκειται;

1.2.23ἄλλος δ’ἂν εἰπόντος αὐτῷ Καίσαρος ἐν τοιαύτῃ περιστάσει μὴ ἐλθεῖν εἰς σύγκλητον εἶπεν ἔχω χάριν, ὅτι μου φείδῃ.

1.2.24τὸν τοιοῦτον οὐ δ’ἂν ἐκώλυεν εἰσελθεῖν, ἀλλ’ᾔδει, ὅτι καθεδεῖται ὡς κεράμιον λέγων ἐρεῖ, οἶδεν ὅτι Καῖσαρ θέλει, καὶ προσεπισωρεύσει ἔτι πλείονα.

1.2.25τοῦτον τὸν τρόπον καὶ ἀθλητής τις κινδυνεύων ἀποθανεῖν, εἰ μὴ ἀπεκόπη τὸ αἰδοῖον, ἐπελθόντος αὐτῷ τοῦ ἀδελφοῦ (ἦν δ’ἐκεῖνος φιλόσοφος) καὶ εἰπόντος ἄγε, ἀδελφέ, τί μέλλεις ποιεῖν; ἀποκόπτομεν τοῦτο τὸ μέρος καὶ ἔτι εἰς γυμνάσιον προερχόμεθα; οὐχ ὑπέμεινεν, ἀλλ’ἐγκαρτερήσας ἀπέθανεν.

1.2.26πυθομένου δέ τινος · πῶς τοῦτο ἐποίησεν; ὡς ἀθλητὴς ὡς φιλόσοφος; ὡς ἀνήρ, ἔφη, ἀνὴρ δ’Ὀλύμπια κεκηρυγμένος καὶ ἠγωνισμένος, ἐν τοιαύτῃ τινὶ χώρᾳ ἀνεστραμμένος, οὐχὶ παρὰ τῷ Βάτωνι ἀλειφόμενος.

1.2.27ἄλλος δὲ κἂν τὸν τράχηλον ἀπετμήθη, εἰ ζῆν ἠδύνατο δίχα τοῦ τραχήλου.

1.2.28τοιοῦτόν ἐστι τὸ κατὰ πρόσωπον · οὕτως ἰσχυρὸν παρὰ τοῖς εἰθισμένοις αὐτὸ συνεισφέρειν ἐξ αὐτῶν ἐν ταῖς σκέψεσιν.

1.2.29ἄγε οὖν, Ἐπίκτητε, διαξύρησαι. ἂν φιλόσοφος, λέγω οὐ διαξυρῶμαι. ἀλλ’ἀφελῶ σου τὸν τράχηλον. εἰ σοὶ ἄμεινον, ἄφελε.

1.2.30ἐπύθετό τις · πόθεν οὖν αἰσθησόμεθα τοῦ κατὰ πρόσωπον ἕκαστος; πόθεν δ’ ταῦρος, ἔφη, λέοντος ἐπελθόντος μόνος αἰσθάνεται τῆς αὑτοῦ παρασκευῆς καὶ προβέβληκεν ἑαυτὸν ὑπὲρ τῆς ἀγέλης πάσης; δῆλον ὅτι εὐθὺς ἅμα τῷ τὴν παρασκευὴν ἔχειν ἀπαντᾷ καὶ συναίσθησις αὐτῆς;

1.2.31καὶ ἡμῶν τοίνυν ὅστις ἂν ἔχῃ τοιαύτην παρασκευήν, οὐκ ἀγνοήσει αὐτήν.

1.2.32ἄφνω δὲ ταῦρος οὐ γίνεται οὐ δὲ γενναῖος ἄνθρωπος, ἀλλὰ δεῖ χειμασκῆσαι, παρασκευάσασθαι καὶ μὴ εἰκῇ προσπηδᾶν ἐπὶ τὰ μηδὲν προσήκοντα.

1.2.33μόνον σκέψαι, πόσου πωλεῖς τὴν σεαυτοῦ προαίρεσιν. ἄνθρωπε, εἰ μηδὲν ἄλλο, μὴ ὀλίγου αὐτὴν πωλήσῃς. τὸ δὲ μέγα καὶ ἐξαίρετον ἄλλοις τάχα προσήκει, Σωκράτει καὶ τοῖς τοιούτοις.

1.2.34 διὰ τί οὖν, εἰ πρὸς τοῦτο πεφύκαμεν, οὐ πάντες πολλοὶ γίνονται τοιοῦτοι; ἵπποι γὰρ ὠκεῖς ἅπαντες γίνονται, κύνες γὰρ ἰχνευτικοὶ πάντες;

1.2.35τί οὖν; ἐπειδὴ ἀφυής εἰμι, ἀποστῶ τῆς ἐπιμελείας τούτου ἕνεκα;

1.2.36μὴ γένοιτο. Ἐπίκτητος κρείσσων Σωκράτους οὐκ ἔσται · εἰ δὲ μή, οὐ χείρων, τοῦτό μοι ἱκανόν ἐστιν.

1.2.37οὐ δὲ γὰρ Μίλων ἔσομαι καὶ ὅμως οὐκ ἀμελῶ τοῦ σώματος · οὐ δὲ Κροῖσος καὶ ὅμως οὐκ ἀμελῶ τῆς κτήσεως · οὐ δ’ἁπλῶς ἄλλου τινὸς τῆς ἐπιμελείας διὰ τὴν ἀπόγνωσιν τῶν ἄκρων ἀφιστάμεθα.

1.3

1.3.1εἴ τις τῷ δόγματι τούτῳ συμπαθῆσαι κατ’ἀξίαν δύναιτο, ὅτι γεγόναμεν ὑπὸ τοῦ θεοῦ πάντες προηγουμένως καὶ θεὸς πατήρ ἐστι τῶντ’ἀνθρώπων καὶ τῶν θεῶν, οἶμαι ὅτι οὐδὲν ἀγεννὲς οὐ δὲ ταπεινὸν ἐνθυμηθήσεται περὶ ἑαυτοῦ.

1.3.2ἀλλ’ἂν μὲν Καῖσαρ εἰσποιήσηταί σε, οὐδείς σου τὴν ὀφρῦν βαστάσει · ἂν δὲ γνῷς, ὅτι τοῦ Διὸς υἱὸς εἶ, οὐκ ἐπαρθήσῃ;

1.3.3νῦν δ’οὐ ποιοῦμεν, ἀλλ’ἐπειδὴ δύο ταῦτα ἐν τῇ γενέσει ἡμῶν ἐγκαταμέμικται, τὸ σῶμα μὲν κοινὸν πρὸς τὰ ζῷα, λόγος δὲ καὶ γνώμη κοινὸν πρὸς τοὺς θεούς, ἄλλοι μὲν ἐπὶ ταύτην ἀποκλίνουσιν τὴν συγγένειαν τὴν ἀτυχῆ καὶ νεκράν, ὀλίγοι δέ τινες ἐπὶ τὴν θείαν καὶ μακαρίαν.

1.3.4ἐπειδὴ τοίνυν ἀνάγκη πάνθ’ὁντινοῦν οὕτως ἑκάστῳ χρῆσθαι ὡς ἂν περὶ αὐτοῦ ὑπολάβῃ, ἐκεῖνοι μὲν οἱ ὀλίγοι, ὅσοι πρὸς πίστιν οἴονται γεγονέναι καὶ πρὸς αἰδῶ καὶ πρὸς ἀσφάλειαν τῆς χρήσεως τῶν φαντασιῶν, οὐδὲν ταπεινὸν οὐ δ’ἀγεννὲς ἐνθυμοῦνται περὶ αὑτῶν, οἱ δὲ πολλοὶ τἀναντία.

1.3.5τί γὰρ εἰμί; ταλαίπωρον ἀνθρωπάριον καὶ τὰ δύστηνά μου σαρκίδια.

1.3.6τῷ μὲν ὄντι δύστηνα, ἀλλὰ ἔχεις τι καὶ κρεῖσσον τῶν σαρκιδίων. τί οὖν ἀφεὶς ἐκεῖνο τούτοις προστέτηκας;

1.3.7διὰ ταύτην τὴν συγγένειαν οἱ μὲν ἀποκλίναντες λύκοις ὅμοιοι γινόμεθα, ἄπιστοι καὶ ἐπίβουλοι καὶ βλαβεροί, οἱ δὲ λέουσιν, ἄγριοι καὶ θηριώδεις καὶ ἀνήμεροι, οἱ πλείους δ’ἡμῶν ἀλώπεκες καὶ ὡς ἐν ζῴοις ἀτυχήματα.

1.3.8τί γάρ ἐστιν ἄλλο λοίδορος καὶ κακοήθης ἄνθρωπος ἀλώπηξ τι ἄλλο ἀτυχέστερον καὶ ταπεινότερον;

1.3.9ὁρᾶτε οὖν καὶ προσέχετε, μή τι τούτων ἀποβῆτε τῶν ἀτυχημάτων.

1.4

1.4.1 προκόπτων μεμαθηκὼς παρὰ τῶν φιλοσόφων ὅτι μὲν ὄρεξις ἀγαθῶν ἐστιν, δ’ἔκκλισις πρὸς κακά, μεμαθηκὼς δὲ καὶ ὅτι οὐκ ἄλλως τὸ εὔρουν καὶ ἀπαθὲς περιγίνεται τῷ ἀνθρώπῳ ἐν ὀρέξει μὲν μὴ ἀποτυγχάνοντι, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτοντι, τὴν μὲν ὄρεξιν ἦρκεν ἐξ αὑτοῦ εἰσάπαν καὶ ὑπερτέθειται, τῇ ἐκκλίσει δὲ πρὸς μόνα χρῆται τὰ προαιρετικά.

1.4.2τῶν γὰρ ἀπροαιρέτων ἄν τι ἐκκλίνῃ, οἶδεν ὅτι περιπεσεῖταί ποτέ τινι παρὰ τὴν ἔκκλισιν τὴν αὑτοῦ καὶ δυστυχήσει.

1.4.3εἰ δ’ ἀρετὴ ταύτην ἔχει τὴν ἐπαγγελίαν εὐδαιμονίαν ποιῆσαι καὶ ἀπάθειαν καὶ εὔροιαν, πάντως καὶ προκοπὴ πρὸς αὐτὴν πρὸς ἕκαστον τούτων ἐστὶ προκοπή.

1.4.4ἀεὶ γὰρ πρὸς ἂν τελειότης τινὸς καθάπαξ ἄγῃ, πρὸς αὐτὸ προκοπὴ συνεγγισμός ἐστιν. πῶς οὖν τὴν μὲν ἀρετὴν τοιοῦτόν τι ὁμολογοῦμεν, τὴν προκοπὴν δ’ἐν ἄλλοις ζητοῦμεν καὶ ἐπιδείκνυμεν;

1.4.5τί ἔργον ἀρετῆς;

1.4.6εὔροια. τίς οὖν προκόπτει; πολλὰς Χρυσίππου συντάξεις ἀνεγνωκώς;

1.4.7μὴ γὰρ ἀρετὴ τοῦτ’ἔστι Χρύσιππον νενοηκέναι; εἰ γὰρ τοῦτ’ἔστιν, ὁμολογουμένως προκοπὴ οὐδὲν ἄλλο ἐστὶν τὸ πολλὰ τῶν Χρυσίππου νοεῖν.

1.4.8νῦν δ’ἄλλο μέν τι τὴν ἀρετὴν ἐπιφέρειν ὁμολογοῦμεν, ἄλλο δὲ τὸν συνεγγισμόν, τὴν προκοπὴν ἀποφαίνομεν.

1.4.9οὗτος, φησίν, ἤδη καὶ δι’αὑτοῦ δύναται Χρύσιππον ἀναγιγνώσκειν. εὖ, νὴ τοὺς θεούς, προκόπτεις, ἄνθρωπε · ποίαν προκοπήν.

1.4.10τί ἐμπαίζεις αὐτῷ; τί δ’ἀπάγεις αὐτὸν τῆς συναισθήσεως τῶν αὑτοῦ κακῶν; οὐ θέλεις δεῖξαι αὐτῷ τὸ ἔργον τῆς ἀρετῆς, ἵνα μάθῃ ποῦ τὴν προκοπὴν ζητῇ;

1.4.11ἐκεῖ ζήτησον αὐτήν, ταλαίπωρε, ὅπου σου τὸ ἔργον. ποῦ δέ σου τὸ ἔργον; ἐν ὀρέξει καὶ ἐκκλίσει, ἵν’ἀναπότευκτος ᾖς καὶ ἀπερίπτωτος, ἐν ὁρμαῖς καὶ ἀφορμαῖς, ἵν’ἀναμάρτητος, ἐν προσθέσει καὶ ἐποχῇ, ἵν’ἀνεξαπάτητος.

1.4.12πρῶτοι δ’εἰσὶν οἱ πρῶτοι τόποι καὶ ἀναγκαιότατοι. ἂν δὲ τρέμων καὶ πενθῶν ζητῇς ἀπερίπτωτος εἶναι, ἄρα πῶς προκόπτεις;

1.4.13σὺ οὖν ἐνταῦθά μοι δεῖξόν σου τὴν προκοπήν. καθάπερ εἰ ἀθλητῇ διελεγόμην δεῖξόν μοι τοὺς ὤμους, εἶτα ἔλεγεν ἐκεῖνος ἴδε μου τοὺς ἁλτῆρας. ἄπιθι σὺ καὶ οἱ ἁλτῆρες, ἐγὼ τὸ ἀποτέλεσμα τῶν ἁλτήρων ἰδεῖν βούλομαι.

1.4.14λάβε τὴν περὶ ὁρμῆς σύνταξιν καὶ γνῶθι πῶς αὐτὴν ἀνέγνωκα. ἀνδράποδον, οὐ τοῦτο ζητῶ, ἀλλὰ πῶς ὁρμᾷς καὶ ἀφορμᾷς, πῶς ὀρέγῃ καὶ ἐκκλίνεις, πῶς ἐπιβάλλῃ καὶ προτίθεσαι καὶ παρασκευάζῃ, πότερα συμφώνως τῇ φύσει ἀσυμφώνως.

1.4.15εἰ γὰρ συμφώνως, τοῦτό μοι δείκνυε καὶ ἐρῶ σοι ὅτι προκόπτεις · εἰ δ’ἀσυμφώνως, ἄπελθε καὶ μὴ μόνον ἐξηγοῦ τὰ βιβλία, ἀλλὰ καὶ γράφε αὐτὸς τοιαῦτα.

1.4.16καὶ τί σοι ὄφελος; οὐκ οἶδας ὅτι ὅλον τὸ βιβλίον πέντε δηναρίων ἐστίν; οὖν ἐξηγούμενος αὐτὸ δοκεῖ ὅτι πλείονος ἄξιός ἐστιν πέντε δηναρίων;

1.4.17μηδέποτε οὖν ἀλλαχοῦ τὸ ἔργον ζητεῖτε, ἀλλαχοῦ τὴν προκοπήν.

1.4.18ποῦ οὖν προκοπή; εἴ τις ὑμῶν ἀποστὰς τῶν ἐκτὸς ἐπὶ τὴν προαίρεσιν ἐπέστραπται τὴν αὑτοῦ, ταύτην ἐξεργάζεσθαι καὶ ἐκπονεῖν, ὥστε σύμφωνον ἀποτελέσαι τῇ φύσει, ὑψηλὴν ἐλευθέραν ἀκώλυτον ἀνεμπόδιστον πιστὴν αἰδήμονα ·

1.4.19μεμάθηκέντε, ὅτι τὰ μὴ ἐφ’αὑτῷ ποθῶν φεύγων οὔτε πιστὸς εἶναι δύναται οὔτ’ἐλεύθερος, ἀλλ’ἀνάγκη μεταπίπτειν καὶ μεταρριπίζεσθαι ἅμα ἐκείνοις καὶ αὐτόν, ἀνάγκη δὲ καὶ ὑποτεταχέναι ἄλλοις ἑαυτόν, τοῖς ἐκεῖνα περιποιεῖν κωλύειν δυναμένοις ·

1.4.20καὶ λοιπὸν ἕωθεν ἀνιστάμενος ταῦτα τηρεῖ καὶ φυλάσσει, λούεται ὡς πιστός, ὡς αἰδήμων ἐσθίει, ὡσαύτως ἐπὶ τῆς ἀεὶ παραπιπτούσης ὕλης τὰ προηγούμενα ἐκπονῶν, ὡς δρομεὺς δρομικῶς καὶ φώνασκος φωνασκικῶς ·

1.4.21οὗτός ἐστιν προκόπτων ταῖς ἀληθείαις καὶ μὴ εἰκῇ ἀποδεδημηκὼς οὗτός ἐστιν.

1.4.22εἰ δ’ἐπὶ τὴν ἐν τοῖς βιβλίοις ἕξιν τέταται καὶ ταύτην ἐκπονεῖ καὶ ἐπὶ τοῦτο ἐκδεδήμηκε, λέγω αὐτῷ αὐτόθεν πορεύεσθαι εἰς οἶκον καὶ μὴ ἀμελεῖν τῶν ἐκεῖ ·

1.4.23τοῦτο γὰρ ἐφ’ ἀποδεδήμηκεν οὐδέν ἐστιν · ἀλλ’ἐκεῖνο, μελετᾶν ἐξελεῖν τοῦ αὑτοῦ βίου πένθη καὶ οἰμωγὰς καὶ τὸ οἴμοι καὶ τὸ τάλας ἐγὼ καὶ δυστυχίαν καὶ ἀτυχίαν καὶ μαθεῖν, τί ἐστι θάνατος, τί φυγή, τί δεσμωτήριον, τί κώνειον, ἵνα δύνηται λέγειν ἐν τῇ φυλακῇ φίλε Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω καὶ μὴ ἐκεῖνα τάλας ἐγώ, γέρων ἄνθρωπος, ἐπὶ ταῦτά μου τὰς πολιὰς ἐτήρησα.

1.4.25τίς λέγει ταῦτα; δοκεῖτε ὅτι ὑμῖν ἄδοξόν τινα ἐρῶ καὶ ταπεινόν; Πρίαμος αὐτὰ οὐ λέγει; Οἰδίπους οὐ λέγει; ἀλλ’ὁπόσοι βασιλεῖς λέγουσιν;

1.4.26τί γάρ εἰσιν ἄλλο τραγῳδίαι ἀνθρώπων πάθη τεθαυμακότων τὰ ἐκτὸς διὰ μέτρου τοιοῦδ’ἐπιδεικνύμενα;

1.4.27εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει μαθεῖν, ὅτι τῶν ἐκτὸς καὶ ἀπροαιρέτων οὐδέν ἐστι πρὸς ἡμᾶς, ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην, ἐξ ἧς ἤμελλον εὐρόως καὶ ἀταράχως βιώσεσθαι, ὑμεῖς δ’ὄψεσθ’αὐτοὶ τί θέλετε.

1.4.28τί οὖν ἡμῖν παρέχει Χρύσιππος; ἵνα γνῷς, φησίν, ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν, ἐξ ὧν εὔροιά ἐστι καὶ ἀπάθεια ἀπαντᾷ, λάβε μου τὰ βιβλία καὶ γνώσῃ ὡς G5τε καὶ σύμφωνά ἐστι τῇ φύσει τὰ ἀπαθῆ με ποιοῦντα.

1.4.29 μεγάλης εὐτυχίας, μεγάλου εὐεργέτου τοῦ δεικνύοντος τὴν ὁδόν.

1.4.30εἶτα Τριπτολέμῳ μὲν ἱερὰ καὶ βωμοὺς πάντες ἄνθρωποι ἀνεστάκασιν, ὅτι τὰς ἡμέρους τροφὰς ἡμῖν ἔδωκεν, τῷ δὲ τὴν ἀλήθειαν εὑρόντι καὶ φωτίσαντι καὶ εἰς πάντας ἀνθρώπους ἐξενεγκόντι, οὐ τὴν περὶ τὸ ζῆν, ἀλλὰ τὴν πρὸς τὸ εὖ ζῆν, τίς ὑμῶν ἐπὶ τούτῳ βωμὸν ἱδρύσατο ναὸν ἄγαλμα ἀνέθηκεν τὸν θεὸν ἐπὶ τούτῳ προσκυνεῖ;

1.4.32ἀλλ’ὅτι μὲν ἄμπελον ἔδωκαν πυρούς, ἐπιθύομεν τούτου ἕνεκα, ὅτι δὲ τοιοῦτον ἐξήνεγκαν καρπὸν ἐν ἀνθρωπίνῃ διανοίᾳ, δι’οὗ τὴν ἀλήθειαν τὴν περὶ εὐδαιμονίας δείξειν ἡμῖν ἤμελλον, τούτου δ’ἕνεκα οὐκ εὐχαριστήσωμεν τῷ θεῷ;

1.5

1.5.1ἄν τις, φησίν, ἐνίστηται πρὸς τὰ ἄγαν ἐκφανῆ, πρὸς τοῦτον οὐ ῥᾴδιόν ἐστιν εὑρεῖν λόγον, δι’οὗ μεταπείσει τις αὐτόν.

1.5.2τοῦτο δ’οὔτε παρὰ τὴν ἐκείνου γίνεται δύναμιν οὔτε παρὰ τὴν τοῦ διδάσκοντος ἀσθένειαν · ἀλλ’ὅταν ἀπαχθεὶς ἀπολιθωθῇ, πῶς ἔτι χρήσηταί τις αὐτῷ διὰ λόγου;

1.5.3ἀπολιθώσεις δ’εἰσὶ διτταί · μὲν τοῦ νοητικοῦ ἀπολίθωσις, δὲ τοῦ ἐντρεπτικοῦ, ὅταν τις παρατεταγμένος μὴ ἐπινεύειν τοῖς ἐναργέσι μη δ’ἀπὸ τῶν μαχομένων ἀφίστασθαι.

1.5.4οἱ δὲ πολλοὶ τὴν μὲν σωματικὴν ἀπονέκρωσιν φοβούμεθα καὶ πάντ’ἂν μηχανησαίμεθα ὑπὲρ τοῦ μὴ περιπεσεῖν τοιούτῳ τινί, τῆς ψυχῆς δ’ἀπονεκρουμένης οὐδὲν ἡμῖν μέλει.

1.5.5καὶ νὴ Δία ἐπὶ αὐτῆς τῆς ψυχῆς ἂν μὲν οὕτως διακείμενος, ὥστε μηδενὶ παρακολουθεῖν μη δὲ συνιέναι μηδέν, καὶ τοῦτον κακῶς ἔχειν οἰόμεθα · ἂν δέ τινος τὸ ἐντρεπτικὸν καὶ αἰδῆμον ἀπονεκρωθῇ, τοῦτο ἔτι καὶ δύναμιν καλοῦμεν. καταλαμβάνεις ὅτι ἐγρήγορας;

1.5.6οὔ, φησίν · οὐ δὲ γάρ, ὅταν ἐν τοῖς ὕπνοις φαντάζωμαι, ὅτι ἐγρήγορα. οὐδὲν οὖν διαφέρει αὕτη φαντασία ἐκείνης; οὐδέν. ἔτι τούτῳ διαλέγομαι;

1.5.7καὶ ποῖον αὐτῷ πῦρ ποῖον σίδηρον προσαγάγω, ἵν’αἴσθηται ὅτι νενέκρωται; αἰσθανόμενος οὐ προσποιεῖται · ἔτι χείρων ἐστὶ τοῦ νεκροῦ. μάχην οὗτος οὐ συνορᾷ · κακῶς ἔχει.

1.5.8συνορῶν οὗτος οὐ κινεῖται οὐ δὲ προκόπτει · ἔτι ἀθλιώτερον ἔχει.

1.5.9ἐκτέτμηται τὸ αἰδῆμον αὐτοῦ καὶ ἐντρεπτικὸν καὶ τὸ λογικὸν οὐκ ἀποτέτμηται, ἀλλ’ἀποτεθηρίωται.

1.5.10ταύτην ἐγὼ δύναμιν εἴπω; μὴ γένοιτο, εἰ μὴ καὶ τὴν τῶν κιναίδων, καθ’ἣν πᾶν τὸ ἐπελθὸν ἐν μέσῳ καὶ ποιοῦσι καὶ λέγουσι.

1.6

1.6.1ἀφ’ἑκάστου τῶν ἐν τῷ κόσμῳ γινομένων ῥᾴδιόν ἐστιν ἐγκωμιάσαι τὴν πρόνοιαν, ἂν δύο ἔχῃ τις ταῦτα ἐν ἑαυτῷ, δύναμίντε συνορατικὴν τῶν γεγονότων ἑκάστῳ καὶ τὸ εὐχάριστον.

1.6.2εἰ δὲ μή, μὲν οὐκ ὄψεται τὴν εὐχρηστίαν τῶν γεγονότων, δ’οὐκ εὐχαριστήσει ἐπ’αὐτοῖς οὐ δ’ἂν ἴδῃ.

1.6.3χρώματα θεὸς εἰ πεποιήκει, δύναμιν δὲ θεατικὴν αὐτῶν μὴ πεποιήκει, τί ἂν ἦν ὄφελος;

1.6.4 οὐ δ’ὁτιοῦν. ἀλλ’ἀνάπαλιν εἰ τὴν μὲν δύναμιν πεποιήκει, τὰ ὄντα δὲ μὴ τοιαῦτα οἷα ὑποπίπτειν τῇ δυνάμει τῇ ὁρατικῇ, καὶ οὕτως τί ὄφελος;

1.6.5 οὐ δ’ὁτιοῦν.

1.6.6 τί δ’, εἰ καὶ ἀμφότερα ταῦτα πεποιήκει, φῶς δὲ μὴ πεποιήκει; οὐ δ’οὕτως τι ὄφελος. τίς οὖν ἁρμόσας τοῦτο πρὸς ἐκεῖνο κἀκεῖνο πρὸς τοῦτο; τίς δ’ ἁρμόσας τὴν μάχαιραν πρὸς τὸ κολεὸν καὶ τὸ κολεὸν πρὸς τὴν μάχαιραν;

1.6.7οὐδείς; καὶ μὴν ἐξ αὐτῆς τῆς κατασκευῆς τῶν ἐπιτετελεσμένων ἀποφαίνεσθαι εἰώθαμεν, ὅτι τεχνίτου τινὸς πάντως τὸ ἔργον, οὐχὶ δ’εἰκῇ κατεσκευασμένον.

1.6.8ἆρ’οὖν τούτων μὲν ἕκαστον ἐμφαίνει τὸν τεχνίτην, τὰ δ’ὁρατὰ καὶ ὅρασις καὶ φῶς οὐκ ἐμφαίνει;

1.6.9τὸ δ’ἄρρεν καὶ τὸ θῆλυ καὶ προθυμία πρὸς τὴν συνουσίαν ἑκατέρου καὶ δύναμις χρηστικὴ τοῖς μορίοις τοῖς κατεσκευασμένοις οὐ δὲ ταῦτα ἐμφαίνει τὸν τεχνίτην;

1.6.10ἀλλὰ ταῦτα μὲν οὕτω · δὲ τοιαύτη τῆς διανοίας κατασκευή, καθ’ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες τοῖς αἰσθητοῖς τυπούμεθα ὑπ’αὐτῶν, ἀλλὰ καὶ ἐκλαμβάνομέν τι καὶ ἀφαιροῦμεν καὶ προστίθεμεν καὶ συντίθεμεν τάδε τινὰ δι’αὐτῶν καὶ νὴ Δία μεταβαίνομεν ἀπ’ἄλλων ἐπ’ἄλλα τινὰ οὕτω πως παρακείμενα, οὐ δὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ διατρέψαι πρὸς τὸ μὴ ἀπολιπεῖν τὸν τεχνίτην;

1.6.11 ἐξηγησάσθωσαν ἡμῖν τί τὸ ποιοῦν ἐστιν ἕκαστον τούτων πῶς οἷόντε τὰ οὕτω θαυμαστὰ καὶ τεχνικὰ εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι.

1.6.12τί οὖν; ἐφ’ἡμῶν μόνων γίνεται ταῦτα; πολλὰ μὲν ἐπὶ μόνων, ὧν ἐξαιρέτως χρείαν εἶχεν τὸ λογικὸν ζῷον, πολλὰ δὲ κοινὰ εὑρήσεις ἡμῖν καὶ πρὸς τὰ ἄλογα.

1.6.13ἆρ’οὖν καὶ παρακολουθεῖ τοῖς γινομένοις ἐκεῖνα; οὐδαμῶς. ἄλλο γάρ ἐστι χρῆσις καὶ ἄλλο παρακολούθησις. ἐκείνων χρείαν εἶχεν θεὸς χρωμένων ταῖς φαντασίαις, ἡμῶν δὲ παρακολουθούντων τῇ χρήσει.

1.6.14διὰ τοῦτο ἐκείνοις μὲν ἀρκεῖ τὸ ἐσθίειν καὶ πίνειν καὶ τὸ ἀναπαύεσθαι καὶ ὀχεύειν καὶ τἆλλ’ὅσα ἐπιτελεῖ τῶν αὑτῶν ἕκαστον, ἡμῖν δ’, οἷς καὶ τὴν παρακολουθητικὴν δύναμιν ἔδωκεν, οὐκέτι ταῦτ’ἀπαρκεῖ, ἀλλ’ἂν μὴ κατὰ τρόπον καὶ τεταγμένως καὶ ἀκολούθως τῇ ἑκάστου φύσει καὶ κατασκευῇ πράττωμεν, οὐκέτι τοῦ τέλους τευξόμεθα τοῦ ἑαυτῶν.

1.6.16ὧν γὰρ αἱ κατασκευαὶ διάφοροι, τούτων καὶ τὰ ἔργα καὶ τὰ τέλη.

1.6.17οὗ τοίνυν κατασκευὴ μόνον χρηστική, τούτῳ χρῆσθαι ὁπωσοῦν ἀπαρκεῖ · οὗ δὲ καὶ παρακολουθητικὴ τῇ χρήσει, τούτῳ τὸ κατὰ τρόπον ἂν μὴ προσῇ οὐδέποτε τεύξεται τοῦ τέλους.

1.6.18τί οὖν; ἐκείνων ἕκαστον κατασκευάζει τὸ μὲν ὥστ’ἐσθίεσθαι, τὸ δ’ὥστε ὑπηρετεῖν εἰς γεωργίαν, τὸ δ’ὥστε τυρὸν φέρειν, τὸ δ’ἄλλο ἐπ’ἄλλῃ χρείᾳ παραπλησίῳ, πρὸς τίς χρεία τοῦ παρακολουθεῖν ταῖς φαντασίαις καὶ ταύτας διακρίνειν δύνασθαι;

1.6.19τὸν δ’ἄνθρωπον θεατὴν εἰσήγαγεν αὐτοῦτε καὶ τῶν ἔργων τῶν αὐτοῦ, καὶ οὐ μόνον θεατήν, ἀλλὰ καὶ ἐξηγητὴν αὐτῶν.

1.6.20διὰ τοῦτο αἰσχρόν ἐστι τῷ ἀνθρώπῳ ἄρχεσθαι καὶ καταλήγειν ὅπου καὶ τὰ ἄλογα, ἀλλὰ μᾶλλον ἔνθεν μὲν ἄρχεσθαι, καταλήγειν δὲ ἐφ’ κατέληξεν ἐφ’ἡμῶν καὶ φύσις.

1.6.21κατέληξεν δ’ἐπὶ θεωρίαν καὶ παρακολούθησιν καὶ σύμφωνον διεξαγωγὴν τῇ φύσει. ὁρᾶτε οὖν, μὴ ἀθέατοι τούτων ἀποθάνητε.

1.6.23ἀλλ’εἰς Ὀλυμπίαν μὲν ἀποδημεῖτε, ἵν’ἴδητε τὸ ἔργον τοῦ Φειδίου, καὶ ἀτύχημα ἕκαστος ὑμῶν οἴεται τὸ ἀνιστόρητος τούτων ἀποθανεῖν ·

1.6.24ὅπου δ’οὐ δ’ἀποδημῆσαι χρεία ἐστίν, ἀλλ’ἐστὲ ἤδη καὶ πάρεστε τοῖς ἔργοις, ταῦτα δὲ θεάσασθαι καὶ κατανοῆσαι οὐκ ἐπιθυμήσετε;

1.6.25οὐκ αἰσθήσεσθε τοίνυν, οὔτε τίνες ἐστὲ οὔτ’ἐπὶ τί γεγόνατε οὔτε ἐπὶ τί τοῦτό ἐστιν, ἐφ’οὗ τὴν θέαν παρείληφθε;

1.6.26 ἀλλὰ γίνεταί τινα ἀηδῆ καὶ χαλεπὰ ἐν τῷ βίῳ. ἐν Ὀλυμπίᾳ δ’οὐ γίνεται; οὐ καυματίζεσθε; οὐ στενοχωρεῖσθε; οὐ κακῶς λούεσθε; οὐ καταβρέχεσθε, ὅταν βρέχῃ; θορύβου δὲ καὶ βοῆς καὶ τῶν ἄλλων χαλεπῶν οὐκ ἀπολαύετε;

1.6.27ἀλλ’οἶμαι ὅτι ταῦτα πάντα ἀντιτιθέντες πρὸς τὸ ἀξιόλογον τῆς θέας φέρετε καὶ ἀνέχεσθε. ἄγε δυνάμεις δ’οὐκ εἰλήφατε, καθ’ἃς οἴσετε πᾶν τὸ συμβαῖνον;

1.6.28μεγαλοψυχίαν οὐκ εἰλήφατε; ἀνδρείαν οὐκ εἰλήφατε;

1.6.29καρτερίαν οὐκ εἰλήφατε; καὶ τί ἔτι μοι μέλει μεγαλοψύχῳ ὄντι τῶν ἀποβῆναι δυναμένων; τί μ’ἐκστήσει ταράξει τί ὀδυνηρὸν φανεῖται; οὐ χρήσομαι τῇ δυνάμει πρὸς εἴληφα αὐτήν, ἀλλ’ἐπὶ τοῖς ἀποβαίνουσιν πενθήσω καὶ στενάξω;

1.6.30ναί · ἀλλ’αἱ μύξαι μου ῥέουσιν. τίνος οὖν ἕνεκα χεῖρας ἔχεις, ἀνδράποδον; οὐχ ἵνα καὶ ἀπομύσσῃς σεαυτόν;

1.6.31 τοῦτο οὖν εὔλογον μύξας γίνεσθαι ἐν τῷ κόσμῳ;

1.6.32 καὶ πόσῳ κρεῖττον ἀπομύξασθαί σε ἐγκαλεῖν; τί οἴει ὅτι Ἡρακλῆς ἂν ἀπέβη, εἰ μὴ λέων τοιοῦτος ἐγένετο καὶ ὕδρα καὶ ἔλαφος καὶ σῦς καὶ ἄδικοί τινες ἄνθρωποι καὶ θηριώδεις, οὓς ἐκεῖνος ἐξήλαυνεν καὶ ἐκάθαιρεν;

1.6.33καὶ τί ἂν ἐποίει μηδενὸς τοιούτου γεγονότος; δῆλον ὅτι ἐντετυλιγμένος ἂν ἐκάθευδεν; οὐκοῦν πρῶτον μὲν οὐκ ἂν ἐγένετο Ἡρακλῆς ἐν τρυφῇ τοιαύτῃ καὶ ἡσυχίᾳ νυστάζων ὅλον τὸν βίον · εἰ δ’ἄρα καὶ ἐγένετο, τί ὄφελος αὐτοῦ;

1.6.34τίς δὲ χρῆσις τῶν βραχιόνων τῶν ἐκείνου καὶ τῆς ἄλλης ἀλκῆς καὶ καρτερίας καὶ γενναιότητος, εἰ μὴ τοιαῦταί τινες αὐτὸν περιστάσεις καὶ ὗλαι διέσεισαν καὶ ἐγύμνασαν;

1.6.35τί οὖν; αὑτῷ ταύτας ἔδει κατασκευάζειν καὶ ζητεῖν ποθεν λέοντα εἰσαγαγεῖν εἰς τὴν χώραν τὴν αὑτοῦ καὶ σῦν καὶ ὕδραν;

1.6.36μωρία τοῦτο καὶ μανία. γενόμενα δὲ καὶ εὑρεθέντα εὔχρηστα ἦν πρὸς τὸ δεῖξαι καὶ γυμνάσαι τὸν Ἡρακλέα.

1.6.37ἄγε οὖν καὶ σὺ τούτων αἰσθόμενος ἀπόβλεψον εἰς τὰς δυνάμεις ἃς ἔχεις καὶ ἀπιδὼν εἰπὲ φέρε νῦν, Ζεῦ, ἣν θέλεις περίστασιν · ἔχω γὰρ παρασκευὴν ἐκ σοῦ μοι δεδομένην καὶ ἀφορμὰς πρὸς τὸ κοσμῆσαι διὰ τῶν ἀποβαινόντων ἐμαυτόν.

1.6.38οὔ · ἀλλὰ κάθησθε τὰ μὲν μὴ συμβῇ τρέμοντες, τῶν δὲ συμβαινόντων ὀδυρόμενοι καὶ πενθοῦντες καὶ στένοντες · εἶτα τοῖς θεοῖς ἐγκαλεῖτε.

1.6.39τί γάρ ἐστιν ἄλλο ἀκόλουθον τῇ τοιαύτῃ ἀγεννείᾳ καὶ ἀσέβεια;

1.6.40καίτοι γε θεὸς οὐ μόνον ἔδωκεν ἡμῖν τὰς δυνάμεις ταύτας, καθ’ἃς οἴσομεν πᾶν τὸ ἀποβαῖνον μὴ ταπεινούμενοι μη δὲ συγκλώμενοι ὑπ’αὐτοῦ, ἀλλ’ ἦν ἀγαθοῦ βασιλέως καὶ ταῖς ἀληθείαις πατρός, ἀκώλυτον τοῦτο ἔδωκεν, ἀνανάγκαστον, ἀπαραπόδιστον, ὅλον αὐτὸ ἐφ’ἡμῖν ἐποίησεν οὐ δ’αὑτῷ τινα πρὸς τοῦτο ἰσχὺν ἀπολιπών, ὥστε κωλῦσαι ἐμποδίσαι.

1.6.41ταῦτα ἔχοντες ἐλεύθερα καὶ ὑμέτερα μὴ χρῆσθε αὐτοῖς μη δ’αἰσθάνεσθε τίνα εἰλήφατε καὶ παρὰ τίνος, ἀλλὰ κάθησθε πενθοῦντες καὶ στένοντες οἱ μὲν πρὸς αὐτὸν τὸν δόντα ἀποτετυφλωμένοι μη δ’ἐπιγινώσκοντες τὸν εὐεργέτην, οἱ δ’ὑπ’ἀγεννείας εἰς μέμψεις καὶ τὰ ἐγκλήματα τῷ θεῷ ἐκτρεπόμενοι.

1.6.43καίτοι πρὸς μεγαλοψυχίαν μὲν καὶ ἀνδρείαν ἐγὼ σοὶ δείξω ὅτι ἀφορμὰς καὶ παρασκευὴν ἔχεις, πρὸς δὲ τὸ μέμφεσθαι καὶ ἐγκαλεῖν ποίας ἀφορμὰς ἔχεις σὺ δ’ἐμοὶ δείκνυε.

1.7

1.7.1 περὶ τοὺς μεταπίπτοντας καὶ ὑποθετικούς, ἔτι δὲ ἠρωτῆσθαι περαίνοντας καὶ πάντας ἁπλῶς τοὺς τοιούτους λόγους πραγματεία λανθάνει τοὺς πολλοὺς περὶ καθήκοντος οὖσα.

1.7.2ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν εὕροι καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν τὴν ἐν αὐτῇ καθήκουσαν.

1.7.3οὐκοῦν τοῦτο λεγέτωσαν, ὅτι οὐ συγκαθήσει εἰς ἐρώτησιν καὶ ἀπόκρισιν σπουδαῖος ὅτι συγκαθεὶς οὐκ ἐπιμελήσεται τοῦ μὴ εἰκῇ μη δ’ὡς ἔτυχεν ἐν ἐρωτήσει καὶ ἀποκρίσει ἀναστρέφεσθαι, τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν, ὅτι ἐπίσκεψίν τινα ποιητέον τῶν τόπων τούτων, περὶ οὓς μάλιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις.

1.7.5τί γὰρ ἐπαγγέλλεται ἐν λόγῳ; τἀληθῆ τιθέναι, τὰ ψευδῆ αἴρειν, πρὸς τὰ ἄδηλα ἐπέχειν.

1.7.6ἆρ’οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν; ἀρκεῖ, φησίν. οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι, διὰ τί τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ, τὰς δ’ἀδοκίμους ἀποδοκιμάζεις;

1.7.7 οὐκ ἀρκεῖ. τί οὖν δεῖ τούτῳ προσλαβεῖν; τί γὰρ ἄλλο δύναμιν δοκιμαστικήντε καὶ διακριτικὴν τῶν δοκίμωντε καὶ ἀδοκίμων δραχμῶν; οὐκοῦν καὶ ἐπὶ λόγου οὐκ ἀρκεῖ τὸ λεχθέν, ἀλλ’ἀνάγκη δοκιμαστικὸν γενέσθαι καὶ διακριτικὸν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους καὶ τοῦ ἀδήλου;

1.7.9 ἀνάγκη. ἐπὶ τούτοις τί παραγγέλλεται ἐν λόγῳ; τὸ ἀκόλουθον τοῖς δοθεῖσιν ὑπὸ σοῦ καλῶς παραδέχου.

1.7.10ἄγε ἀρκεῖ οὖν κἀνταῦθα γνῶναι τοῦτο; οὐκ ἀρκεῖ, δεῖ δὲ μαθεῖν πῶς τί τισιν ἀκόλουθον γίνεται καὶ ποτὲ μὲν ἓν ἑνὶ ἀκολουθεῖ, ποτὲ δὲ πλείοσιν κοινῇ.

1.7.11μή ποτε οὖν καὶ τοῦτο ἀνάγκη προσλαβεῖν τὸν μέλλοντα ἐν λόγῳ συνετῶς ἀναστραφήσεσθαι καὶ αὐτόντ’ἀποδείξειν ἕκαστα ἀποδόντα καὶ τοῖς ἀποδεικνύουσι παρακολουθήσειν μη δ’ὑπὸ τῶν σοφιζομένων διαπλανηθήσεσθαι ὡς ἀποδεικνυόντων;

1.7.12οὐκοῦν ἐλήλυθεν ἡμῖν περὶ τῶν συναγόντων λόγων καὶ τρόπων πραγματεία καὶ γυμνασία καὶ ἀναγκαία πέφηνεν.

1.7.13ἀλλὰ δὴ ἔστιν ἐφ’ὧν δεδώκαμεν ὑγιῶς τὰ λήμματα καὶ συμβαίνει τουτὶ ἐξ αὐτῶν · ψεῦδος δὲ ὂν οὐδὲν ἧττον συμβαίνει.

1.7.14τί οὖν μοι καθήκει ποιεῖν; προσδέχεσθαι τὸ ψεῦδος;

1.7.15καὶ πῶς οἷόντ’; ἀλλὰ λέγειν ὅτι οὐχ ὑγιῶς παρεχώρησα τὰ ὡμολογημένα; καὶ μὴν οὐ δὲ τοῦτο δίδοται. ἀλλ’ὅτι οὐ συμβαίνει διὰ τῶν παρακεχωρημένων; ἀλλ’οὐ δὲ τοῦτο δίδοται.

1.7.16τί οὖν ἐπὶ τούτων ποιητέον; μή ποτε ὡς οὐκ ἀρκεῖ τὸ δανείσασθαι πρὸς τὸ ἔτι ὀφείλειν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὸ ἐπιμένειν ἐπὶ τοῦ δανείου καὶ μὴ διαλελύσθαι αὐτό, οὕτως οὐκ ἀρκεῖ πρὸς τὸ δεῖν παραχωρεῖν τὸ ἐπιφερόμενον τὸ δεδωκέναι τὰ λήμματα, δεῖ δ’ἐπιμένειν ἐπὶ τῆς παραχωρήσεως αὐτῶν;

1.7.17καὶ δὴ μενόντων μὲν αὐτῶν εἰς τέλος ὁποῖα παρεχωρήθη πᾶσα ἀνάγκη ἡμᾶς ἐπὶ τῆς παραχωρήσεως ἐπιμένειν καὶ τὸ ἀκόλουθον αὐτοῖς προσδέχεσθαι ·

1.7.19G5 οὐ δὲ γὰρ ἡμῖν ἔτι οὐ δὲ καθ’ἡμᾶς συμβαίνει τοῦτο τὸ ἐπιφερόμενον, ἐπειδὴ τῆς συγχωρήσεως τῶν λημμάτων ἀπέστημεν.

1.7.20δεῖ οὖν καὶ τὰ τοιαῦτα τῶν λημμάτων ἱστορῆσαι καὶ τὴν τοιαύτην μεταβολήντε καὶ μετάπτωσιν αὐτῶν, καθ’ἣν ἐν αὐτῇ τῇ ἐρωτήσει τῇ ἀποκρίσει τῷ συλλελογίσθαι τινι ἄλλῳ τοιούτῳ λαμβάνοντα τὰς μεταπτώσεις ἀφορμὴν παρέχει τοῖς ἀνοήτοις τοῦ ταράσσεσθαι μὴ βλέπουσι τὸ ἀκόλουθον. τίνος ἕνεκα; ἵν’ἐν τῷ τόπῳ τούτῳ μὴ παρὰ τὸ καθῆκον μη δ’εἰκῇ μη δὲ συγκεχυμένως ἀναστρεφώμεθα.

1.7.22καὶ τὸ αὐτὸ ἐπίτε τῶν ὑποθέσεων καὶ τῶν ὑποθετικῶν λόγων. ἀναγκαῖον γὰρ ἔστιν ὅτ’αἰτῆσαί τινα ὑπόθεσιν ὥσπερ ἐπιβάθραν τῷ ἑξῆς λόγῳ.

1.7.23πᾶσαν οὖν τὴν δοθεῖσαν παραχωρητέον οὐ πᾶσαν; καὶ εἰ οὐ πᾶσαν, τίνα;

1.7.24περὶ τίνος σκέψις; περὶ καθήκοντος. παραχωρήσαντι δὲ μενετέον εἰς ἅπαν ἐπὶ τῆς τηρήσεως ἔστιν ὅτε ἀποστατέον, τὰ δ’ἀκόλουθα προσδεκτέον καὶ τὰ μαχόμενα οὐ προσδεκτέον;

1.7.25 ναί. ἀλλὰ λέγει τις ὅτι ποιήσω σε δυνατοῦ δεξάμενον ὑπόθεσιν ἐπ’ἀδύνατον ἀπαχθῆναι. πρὸς τοῦτον οὐ συγκαθήσει φρόνιμος, ἀλλὰ φεύξεται ἐξέτασιν καὶ κοινολογίαν;

1.7.26καὶ τίς ἔτι ἄλλος ἐστὶ λόγῳ χρηστικὸς καὶ δεινὸς ἐρωτήσει καὶ ἀποκρίσει καὶ νὴ Δία ἀνεξαπάτητόςτε καὶ ἀσόφιστος;

1.7.27ἀλλὰ συγκαθήσει μέν, οὐκ ἐπιστραφήσεται δὲ τοῦ μὴ εἰκῇ καὶ ὡς ἔτυχεν ἀναστρέφεσθαι ἐν λόγῳ; καὶ πῶς ἔτι ἔσται τοιοῦτος οἷον αὐτὸν ἐπινοοῦμεν;

1.7.28ἀλλ’ἄνευ τινὸς τοιαύτης γυμνασίας καὶ παρασκευῆς φυλάττειν οἷόςτ’ἐστὶ τὸ ἑξῆς;

1.7.29τοῦτο δεικνύτωσαν καὶ παρέλκει τὰ θεωρήματα ταῦτα πάντα, ἄτοπα ἦν καὶ ἀνακόλουθα τῇ προλήψει τοῦ σπουδαίου.

1.7.30τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν, καθ’ἃς οὐ πονήσομεν οὐ δ’ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὑτῶν λόγον;

1.7.31 ἂν οὖν ἐν τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵν’αὐτὸν ἀποκτείνῃς; τί οὖν ἐποίησας; μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας.

1.7.32ἐπεί τοι τοῦτ’αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν συλλογισμῷ τινι οὐχ εὕρισκον. οὐχ οἷον μέν, φημί, εἰ τὸ Καπιτώλιον κατέκαυσα, δ’ἀνδράποδον, ἔφη, ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν ἐστιν.

1.7.33 ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δ’εἰκῇ καὶ μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὑτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μη δ’ἀποδείξει μη δὲ σοφίσματι μη δ’ἁπλῶς βλέπειν τὸ καθ’αὑτὸν καὶ οὐ καθ’αὑτὸν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, τούτων δ’οὐδέν ἐστιν ἁμάρτημα;

1.8

1.8.1καθ’ὅσους τρόπους μεταλαμβάνειν ἔστι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις, κατὰ τοσούτους καὶ τὰ εἴδη τῶν ἐπιχειρημάτωντε καὶ ἐνθυμημάτων ἐν τοῖς λόγοις ἐκποιεῖ μεταλαμβάνειν.

1.8.2οἷον φέρε τὸν τρόπον τοῦτον · εἰ ἐδανείσω καὶ μὴ ἀπέδωκας, ὀφείλεις μοι τὸ ἀργύριον · οὐχὶ ἐδανείσω μὲν καὶ οὐκ ἀπέδωκας · οὐ μὴν ὀφείλεις μοι τὸ ἀργύριον.

1.8.3καὶ τοῦτο οὐδενὶ μᾶλλον προσήκει τῷ φιλοσόφῳ ἐμπείρως ποιεῖν. εἴπερ γὰρ ἀτελὴς συλλογισμός ἐστι τὸ ἐνθύμημα, δῆλον ὅτι περὶ τὸν τέλειον συλλογισμὸν γεγυμνασμένος οὗτος ἂν ἱκανὸς εἴη καὶ περὶ τὸν ἀτελῆ οὐδὲν ἧττον.

1.8.4τί ποτ’οὖν οὐ γυμνάζομεν αὑτούςτε καὶ ἀλλήλους τὸν τρόπον τοῦτον;

1.8.5ὅτι νῦν καίτοι μὴ γυμναζόμενοι περὶ ταῦτα μη δ’ἀπὸ τῆς ἐπιμελείας τοῦ ἤθους ὑπό γε ἐμοῦ περισπώμενοι ὅμως οὐδὲν ἐπιδίδομεν εἰς καλοκἀγαθίαν.

1.8.6τί οὖν χρὴ προσδοκᾶν, εἰ καὶ ταύτην τὴν ἀσχολίαν προσλάβοιμεν; καὶ μάλισθ’, ὅτι οὐ μόνον ἀσχολία τις ἀπὸ τῶν ἀναγκαιοτέρων αὐτὴ προσγένοιτ’ἄν, ἀλλὰ καὶ οἰήσεως ἀφορμὴ καὶ τύφου οὐχ τυχοῦσα.

1.8.7μεγάλη γάρ ἐστι δύναμις ἐπιχειρητικὴ καὶ πιθανολογική, καὶ μάλιστ’εἰ τύχοι γυμνασίας ἐπιπλέον καί τινα καὶ εὐπρέπειαν ἀπὸ τῶν ὀνομάτων προσλάβοι.

1.8.8ὅτι καὶ ἐν τῷ καθόλου πᾶσα δύναμις ἐπισφαλὴς τοῖς ἀπαιδεύτοις καὶ ἀσθενέσι προσγενομένη πρὸς τὸ ἐπᾶραι καὶ χαυνῶσαι ἐπ’αὐτῇ.

1.8.9ποίᾳ γὰρ ἄν τις ἔτι μηχανῇ πείσαι τὸν νέον τὸν ἐν τούτοις διαφέροντα, ὅτι οὐ δεῖ προσθήκην αὐτὸν ἐκείνων γενέσθαι, ἀλλ’ἐκεῖνα αὐτῷ προσθεῖναι;

1.8.10οὐχὶ δὲ πάντας τοὺς λόγους τούτους καταπατήσας ἐπηρμένος ἡμῖν καὶ πεφυσημένος περιπατεῖ μη δ’ἀνεχόμενος, ἄν τις ἅπτηται τι αὐτοῦ ὑπομιμνῄσκων, τίνος ἀπολελειμμένος ποῦ ἀποκέκλικεν;

1.8.11τί οὖν; Πλάτων φιλόσοφος οὐκ ἦν; Ἱπποκράτης γὰρ ἰατρὸς οὐκ ἦν; ἀλλ’ὁρᾷς πῶς φράζει Ἱπποκράτης. μή τι οὖν Ἱπποκράτης οὕτω φράζει, καθὸ ἰατρός ἐστιν;

1.8.12τί οὖν μιγνύεις πράγματα ἄλλως ἐπὶ τῶν αὐτῶν ἀνθρώπων συνδραμόντα;

1.8.13εἰ δὲ καλὸς ἦν Πλάτων καὶ ἰσχυρός, ἔδει κἀμὲ καθήμενον ἐκπονεῖν, ἵνα καλὸς γένωμαι ἵνα ἰσχυρός, ὡς τοῦτο ἀναγκαῖον πρὸς φιλοσοφίαν, ἐπεί τις φιλόσοφος ἅμα καὶ καλὸς ἦν καὶ φιλόσοφος;

1.8.14οὐ θέλεις αἰσθάνεσθαι καὶ διακρῖναι κατὰ τί οἱ ἄνθρωποι γίνονται φιλόσοφοι καὶ τίνα ἄλλως αὐτοῖς πάρεστιν; ἄγε εἰ δ’ἐγὼ φιλόσοφος ἤμην, ἔδει ὑμᾶς καὶ χωλοὺς γενέσθαι; τί οὖν;

1.8.15αἴρω τὰς δυνάμεις ταύτας; μὴ γένοιτο · οὐ δὲ γὰρ τὴν ὁρατικήν.

1.8.16ὅμως δ’, ἄν μου πυνθάνῃ τί ἐστιν ἀγαθὸν τοῦ ἀνθρώπου, οὐκ ἔχω σοι ἄλλο εἰπεῖν ὅτι ποιὰ προαίρεσις φαντασιῶν.

1.9

1.9.1εἰ ταῦτά ἐστιν ἀληθῆ τὰ περὶ τῆς συγγενείας τοῦ θεοῦ καὶ ἀνθρώπων λεγόμενα ὑπὸ τῶν φιλοσόφων, τί ἄλλο ἀπολείπεται τοῖς ἀνθρώποις τὸ τοῦ Σωκράτους, μηδέποτε πρὸς τὸν πυθόμενον ποδαπός ἐστιν εἰπεῖν ὅτι Ἀθηναῖος Κορίνθιος, ἀλλ’ὅτι κόσμιος;

1.9.2διὰ τί γὰρ λέγεις Ἀθηναῖον εἶναι σεαυτόν, οὐχὶ δ’ἐξ ἐκείνης μόνον τῆς γωνίας, εἰς ἣν ἐρρίφη γεννηθέν σου τὸ σωμάτιον;

1.9.3 δῆλον ὅτι ἀπὸ τοῦ κυριωτέρου καὶ περιέχοντος οὐ μόνον αὐτὴν ἐκείνην τὴν γωνίαν, ἀλλὰ καὶ ὅλην σου τὴν οἰκίαν καὶ ἁπλῶς ὅθεν σου τὸ γένος τῶν προγόνων εἰς σὲ κατελήλυθεν ἐντεῦθέν ποθεν καλεῖς σεαυτὸν Ἀθηναῖον καὶ Κορίνθιον;

1.9.4 τοίνυν τῇ διοικήσει τοῦ κόσμου παρηκολουθηκὼς καὶ μεμαθηκώς, ὅτι τὸ μέγιστον καὶ κυριώτατον καὶ περιεκτικώτατον πάντων τοῦτό ἐστι τὸ σύστημα τὸ ἐξ ἀνθρώπων καὶ θεοῦ, ἀπ’ἐκείνου δὲ τὰ σπέρματα καταπέπτωκεν οὐκ εἰς τὸν πατέρα τὸν ἐμὸν μόνον οὐ δ’εἰς τὸν πάππον, ἀλλ’εἰς ἅπαντα μὲν τὰ ἐπὶ γῆς γεννώμενάτε καὶ φυόμενα, προηγουμένως δ’εἰς τὰ λογικά, ὅτι κοινωνεῖν μόνον ταῦτα πέφυκεν τῷ θεῷ τῆς συναναστροφῆς κατὰ τὸν λόγον ἐπιπεπλεγμένα, διὰ τί μὴ εἴπῃ τις αὑτὸν κόσμιον;

1.9.6διὰ τί μὴ υἱὸν τοῦ θεοῦ; διὰ τί δὲ φοβηθήσεταί τι τῶν γιγνομένων ἐν ἀνθρώποις;

1.9.7ἀλλὰ πρὸς μὲν τὸν Καίσαρα συγγένεια ἄλλον τινὰ τῶν μέγα δυναμένων ἐν Ῥώμῃ ἱκανὴ παρέχειν ἐν ἀσφαλείᾳ διάγοντας καὶ ἀκαταφρονήτους καὶ δεδοικότας μη δ’ὁτιοῦν, τὸ δὲ τὸν θεὸν ποιητὴν ἔχειν καὶ πατέρα καὶ κηδεμόνα οὐκέτι ἡμᾶς ἐξαιρήσεται λυπῶν καὶ φόβων;

1.9.8 καὶ πόθεν φάγω, φησίν, μηδὲν ἔχων; καὶ πῶς οἱ δοῦλοι, πῶς οἱ δραπέται, τίνι πεποιθότες ἐκεῖνοι ἀπαλλάττονται τῶν δεσποτῶν; τοῖς ἀγροῖς τοῖς οἰκέταις τοῖς ἀργυρώμασιν; οὐδενί, ἀλλ’ἑαυτοῖς · καὶ ὅμως οὐκ ἐπιλείπουσιν αὐτοὺς τροφαί.

1.9.9τὸν δὲ φιλόσοφον ἡμῖν δεήσει ἄλλοις θαρροῦντα καὶ ἐπαναπαυόμενον ἀποδημεῖν καὶ μὴ ἐπιμελεῖσθαι αὐτὸν αὑτοῦ καὶ τῶν θηρίων τῶν ἀλόγων εἶναι χείρονα καὶ δειλότερον, ὧν ἕκαστον αὐτὸ αὑτῷ ἀρκούμενον οὔτε τροφῆς ἀπορεῖ τῆς οἰκείας οὔτε διεξαγωγῆς τῆς καταλλήλου καὶ κατὰ φύσιν;

1.9.10ἐγὼ μὲν οἶμαι, ὅτι ἔδει καθῆσθαι τὸν πρεσβύτερον ἐνταῦθα οὐ τοῦτο μηχανώμενον, ὅπως μὴ ταπεινοφρονήσητε μη δὲ ταπεινοὺς μη δ’ἀγεννεῖς τινας διαλογισμοὺς διαλογιεῖσθε αὐτοὶ περὶ ἑαυτῶν, ἀλλὰ μή τινες ἐμπίπτωσιν τοιοῦτοι νέοι, οἳ ἐπιγνόντες τὴν πρὸς τοὺς θεοὺς συγγένειαν καὶ ὅτι δεσμά τινα ταῦτα προσηρτήμεθα τὸ σῶμα καὶ τὴν κτῆσιν αὐτοῦ καὶ ὅσα τούτων ἕνεκα ἀναγκαῖα ἡμῖν γίνεται εἰς οἰκονομίαν καὶ ἀναστροφὴν τὴν ἐν τῷ βίῳ, ὡς βάρη τινὰ καὶ ἀνιαρὰ καὶ ἄχρηστα ἀπορρῖψαι θέλωσιν καὶ ἀπελθεῖν πρὸς τοὺς συγγενεῖς.

1.9.12καὶ τοῦτον ἔδει τὸν ἀγῶνα ἀγωνίζεσθαι τὸν διδάσκαλον ὑμῶν καὶ παιδευτήν, εἴ τις ἄρα ἦν · ὑμᾶς μὲν ἔρχεσθαι λέγοντας Ἐπίκτητε, οὐκέτι ἀνεχόμεθα μετὰ τοῦ σωματίου τούτου δεδεμένοι καὶ τοῦτο τρέφοντες καὶ ποτίζοντες καὶ ἀναπαύοντες καὶ καθαίροντες, εἶτα δι’αὐτὸ συμπεριφερόμενοι τοῖσδε καὶ τοῖσδε.

1.9.13οὐκ ἀδιάφορα ταῦτα καὶ οὐδὲν πρὸς ἡμᾶς καὶ θάνατος οὐ κακόν; καὶ συγγενεῖς τινες τοῦ θεοῦ ἐσμεν κἀκεῖθεν ἐληλύθαμεν;

1.9.14ἄφες ἡμᾶς ἀπελθεῖν ὅθεν ἐληλύθαμεν, ἄφες λυθῆναί ποτε τῶν δεσμῶν τούτων τῶν ἐξηρτημένων καὶ βαρούντων.

1.9.15ἐνταῦθα λῃσταὶ καὶ κλέπται καὶ δικαστήρια καὶ οἱ καλούμενοι τύραννοι δοκοῦντες ἔχειν τινὰ ἐφ’ἡμῖν ἐξουσίαν διὰ τὸ σωμάτιον καὶ τὰ τούτου κτήματα. ἄφες δείξωμεν αὐτοῖς, ὅτι οὐδενὸς ἔχουσιν ἐξουσίαν ·

1.9.16ἐμὲ δ’ἐν τῷδε λέγειν ὅτι ἄνθρωποι, ἐκδέξασθε τὸν θεόν. ὅταν ἐκεῖνος σημήνῃ καὶ ἀπολύσῃ ὑμᾶς ταύτης τῆς ὑπηρεσίας, τότ’ἀπολύεσθε πρὸς αὐτόν · ἐπὶ δὲ τοῦ παρόντος ἀνάσχεσθε ἐνοικοῦντες ταύτην τὴν χώραν, εἰς ἣν ἐκεῖνος ὑμᾶς ἔταξεν.

1.9.17ὀλίγος ἄρα χρόνος οὗτος τῆς οἰκήσεως καὶ ῥᾴδιος τοῖς οὕτω διακειμένοις. ποῖος γὰρ ἔτι τύραννος ποῖος κλέπτης ποῖα δικαστήρια φοβερὰ τοῖς οὕτως παρ’οὐδὲν πεποιημένοις τὸ σῶμα καὶ τὰ τούτου κτήματα; μείνατε, μὴ ἀλογίστως ἀπέλθητε.

1.9.18τοιοῦτόν τι ἔδει γίνεσθαι παρὰ τοῦ παιδευτοῦ πρὸς τοὺς εὐφυεῖς τῶν νέων.

1.9.19νῦν δὲ τί γίνεται; νεκρὸς μὲν παιδευτής, νεκροὶ δ’ὑμεῖς. ὅταν χορτασθῆτε σήμερον, κάθησθε κλάοντες περὶ τῆς αὔριον, πόθεν φάγητε.

1.9.20ἀνδράποδον, ἂν σχῇς, ἕξεις · ἂν μὴ σχῇς, ἐξελεύσῃ · ἤνοικται θύρα. τί πενθεῖς; ποῦ ἔτι τόπος δακρύοις; τίς ἔτι κολακείας ἀφορμή; διὰ τί ἄλλος ἄλλῳ φθονήσει; διὰ τί πολλὰ κεκτημένους θαυμάσει τοὺς ἐν δυνάμει τεταγμένους, μάλιστ’ἂν καὶ ἰσχυροὶ ὦσιν καὶ ὀργίλοι;

1.9.21τί γὰρ ἡμῖν ποιήσουσιν; δύνανται ποιῆσαι, τούτων οὐκ ἐπιστρεψόμεθα · ὧν ἡμῖν μέλει, ταῦτα οὐ δύνανται. τίς οὖν ἔτι ἄρξει τοῦ οὕτως διακειμένου;

1.9.22πῶς Σωκράτης εἶχεν πρὸς ταῦτα; πῶς γὰρ ἄλλως ὡς ἔδει τὸν πεπεισμένον ὅτι ἐστὶ τῶν θεῶν συγγενής;

1.9.23ἄν μοι λέγητε, φησίν, νῦν ὅτι ἀφίεμέν σε ἐπὶ τούτοις, ὅπως μηκέτι διαλέξῃ τούτους τοὺς λόγους οὓς μέχρι νῦν διελέγου μη δὲ παρενοχλήσεις ἡμῶν τοῖς νέοις μη δὲ τοῖς γέρουσιν , ἀποκρινοῦμαι ὅτι γελοῖοί ἐστε, οἵτινες ἀξιοῦτε, εἰ μέν με στρατηγὸς ὑμέτερος ἔταξεν εἴς τινα τάξιν, ὅτι ἔδει με τηρεῖν αὐτὴν καὶ φυλάττειν καὶ μυριάκις πρότερον αἱρεῖσθαι ἀποθνῄσκειν ἐγκαταλιπεῖν αὐτήν, εἰ δ’ θεὸς ἔν τινι χώρᾳ καὶ ἀναστροφῇ κατατέταχεν, ταύτην δ’ἐγκαταλιπεῖν δεῖ ἡμᾶς.

1.9.24τοῦτ’ἔστιν ἄνθρωπος ταῖς ἀληθείαις συγγενὴς τῶν θεῶν.

1.9.25ἡμεῖς οὖν ὡς κοιλίαι, ὡς ἔντερα, ὡς αἰδοῖα, οὕτω περὶ αὑτῶν διανοούμεθα, ὅτε φοβούμεθα, ὅτε ἐπιθυμοῦμεν ·

1.9.26τοὺς εἰς ταῦτα συνεργεῖν δυναμένους κολακεύομεν, τοὺς αὐτοὺς τούτους δεδοίκαμεν.

1.9.27ἐμέ τις ἠξίωκεν ὑπὲρ αὐτοῦ γράψαι εἰς τὴν Ῥώμην ὡς ἐδόκει τοῖς πολλοῖς ἠτυχηκὼς καὶ πρότερον μὲν ἐπιφανὴς ὢν καὶ πλούσιος, ὕστερον δ’ἐκπεπτωκὼς ἁπάντων καὶ διάγων ἐνταῦθα.

1.9.28 κἀγὼ ἔγραψα ὑπὲρ αὐτοῦ ταπεινῶς. δ’ἀναγνοὺς τὴν ἐπιστολὴν ἀπέδωκέν μοι αὐτὴν καὶ ἔφη ὅτι ἐγὼ βοηθηθῆναί τι ὑπὸ σοῦ ἤθελον, οὐχὶ ἐλεηθῆναι · κακὸν δέ μοι οὐθέν ἐστιν. οὕτως καὶ Ῥοῦφος πειράζων μ’εἰώθει λέγειν συμβήσεταί σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου.

1.9.30 κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτι ἀνθρώπινα τί οὖν ἔτι ἐκεῖνον παρακαλῶ παρὰ σοῦ αὐτὰ λαβεῖν δυνάμενος; τῷ γὰρ ὄντι, ἐξ αὑτοῦ τις ἔχει, περισσὸς καὶ μάταιος παρ’ἄλλου λαμβάνων.

1.9.32ἐγὼ οὖν ἔχων ἐξ ἐμαυτοῦ λαβεῖν τὸ μεγαλόψυχον καὶ γενναῖον, ἀγρὸν παρὰ σοῦ λάβω καὶ ἀργύριον ἀρχήν τινα; μὴ γένοιτο. οὐχ οὕτως ἀναίσθητος ἔσομαι τῶν ἐμῶν κτημάτων.

1.9.33ἀλλ’ὅταν τις δειλὸς καὶ ταπεινός, ὑπὲρ τούτου τί ἄλλο ἀνάγκη γράφειν ἐπιστολὰς ὡς ὑπὲρ νεκροῦ τὸ πτῶμα ἡμῖν χάρισαι τοῦ δεῖνος καὶ ξέστην αἱματίου;

1.9.34τῷ γὰρ ὄντι πτῶμα τοιοῦτός ἐστι καὶ ξέστης αἱματίου, πλέον δ’οὐδέν. εἰ δ’ἦν πλέον τι, ᾐσθάνετ’ἄν, ὅτι ἄλλος δι’ἄλλον οὐ δυστυχεῖ.

1.10

1.10.1εἰ οὕτως σφοδρῶς συνετετάμεθα περὶ τὸ ἔργον τὸ ἑαυτῶν ὡς οἱ ἐν Ῥώμῃ γέροντες περὶ ἐσπουδάκασιν, τάχα ἄν τι ἠνύομεν καὶ αὐτοί.

1.10.2οἶδα ἐγὼ πρεσβύτερον ἄνθρωπον ἐμοῦ τὸν νῦν ἐπὶ τοῦ σίτου ὄντα ἐν Ῥώμῃ, ὅτε ταύτῃ παρῆγεν ἀπὸ τῆς φυγῆς ἀναστρέφων, οἷα εἶπέν μοι, κατατρέχων τοῦ προτέρου ἑαυτοῦ βίου καὶ περὶ τῶν ἑξῆς ἐπαγγελλόμενος, ὅτι ἄλλο οὐδὲν ἀναβὰς σπουδάσει ἐν ἡσυχίᾳ καὶ ἀταραξίᾳ διεξαγαγεῖν τὸ λοιπὸν τοῦ βίου · πόσον γὰρ ἔτι ἐστὶν ἐμοὶ τὸ λοιπόν;

1.10.3 κἀγὼ ἔλεγον αὐτῷ ὅτι οὐ ποιήσεις, ἀλλ’ὀσφρανθεὶς μόνον τῆς Ῥώμης ἁπάντων τούτων ἐπιλήσῃ. ἂν δὲ καὶ εἰς αὐλὴν πάροδός τις δίδωται, ὅτι χαίρων καὶ τῷ θεῷ εὐχαριστῶν ὤσεται.

1.10.4 ἄν μ’εὕρῃς, ἔφη, Ἐπίκτητε, τὸν ἕτερον πόδα εἰς τὴν αὐλὴν τιθέντα, βούλει ὑπολάμβανε.

1.10.5νῦν οὖν τί ἐποίησεν; πρὶν ἐλθεῖν εἰς τὴν Ῥώμην, ἀπήντησαν αὐτῷ παρὰ Καίσαρος πινακίδες · δὲ λαβὼν πάντων ἐκείνων ἐξελάθετο καὶ λοιπὸν ἓν ἐξ ἑνὸς ἐπισεσώρευκεν.

1.10.6ἤθελον αὐτὸν νῦν παραστὰς ὑπομνῆσαι τῶν λόγων, οὓς ἔλεγεν παρερχόμενος, καὶ εἰπεῖν ὅτι πόσῳ σοῦ ἐγὼ κομψότερος μάντις εἰμί.

1.10.7τί οὖν; ἐγὼ λέγω, ὅτι ἄπρακτόν ἐστι τὸ ζῷον; μὴ γένοιτο. ἀλλὰ διὰ τί ἡμεῖς οὐκ ἐσμὲν πρακτικοί; εὐθὺς ἐγὼ πρῶτος, ὅταν ἡμέρα γένηται, μικρὰ ὑπομιμνῄσκομαι, τίνα ἐπαναγνῶναί με δεῖ.

1.10.8εἶτα εὐθὺς ἐμαυτῷ · τί δέ μοι καὶ μέλει πῶς δεῖνα ἀναγνῷ; πρῶτόν ἐστιν, ἵνα ἐγὼ κοιμηθῶ.

1.10.9καίτοι τί ὅμοια τὰ ἐκείνων πράγματα τοῖς ἡμετέροις; ἂν ἐπιστῆτε, τί ἐκεῖνοι ποιοῦσιν, αἰσθήσεσθε. τί γὰρ ἄλλο ὅλην τὴν ἡμέραν ψηφίζουσιν, συζητοῦσι, συμβουλεύουσι περὶ σιταρίου, περὶ ἀγριδίου, περί τινων προκοπῶν τοιούτων;

1.10.10ὅμοιον οὖν ἐστιν ἐντευξίδιον παρά τινος λαβόντα ἀναγιγνώσκειν παρακαλῶ σε ἐπιτρέψαι μοι σιτάριον ἐξαγαγεῖν παρακαλῶ σε παρὰ Χρυσίππου ἐπισκέψασθαι τίς ἐστιν τοῦ κόσμου διοίκησις καὶ ποίαν τινὰ χώραν ἐν αὐτῷ ἔχει τὸ λογικὸν ζῷον · ἐπίσκεψαι δὲ καὶ τίς εἶ σὺ καὶ ποῖόν τι σοῦ τὸ ἀγαθὸν καὶ τὸ κακόν;

1.10.11ταῦτα ἐκείνοις ὅμοιά ἐστιν; ἀλλ’ὁμοίας σπουδῆς χρείαν ἔχοντα; ἀλλ’ὡσαύτως ἀμελεῖν αἰσχρὸν τούτων κἀκείνων;

1.10.12τί οὖν; ἡμεῖς μόνοι ῥᾳθυμοῦμεν καὶ νυστάζομεν; οὔ · ἀλλὰ πολὺ πρότερον ὑμεῖς οἱ νέοι.

1.10.13ἐπεί τοι καὶ ἡμεῖς οἱ γέροντες, ὅταν παίζοντας ὁρῶμεν νέους, συμπροθυμούμεθα καὶ αὐτοὶ συμπαίζειν. πολὺ δὲ πλέον, εἰ ἑώρων διεγηγερμένους καὶ συμπροθυμουμένους, προεθυμούμην ἂν συσπουδάζειν καὶ αὐτός.

1.11

1.11.1ἀφικομένου δέ τινος πρὸς αὐτὸν τῶν ἐν τέλει πυθόμενος παρ’αὐτοῦ τὰ ἐπὶ μέρους ἠρώτησεν, εἰ καὶ τέκνα εἴη αὐτῷ καὶ γυνή.

1.11.2τοῦ δ’ὁμολογήσαντος προσεπύθετο · πῶς τι οὖν χρῇ τῷ πράγματι; ἀθλίως, ἔφη.

1.11.3 καὶ ὅς · τίνα τρόπον; οὐ γὰρ δὴ τούτου γ’ἕνεκα γαμοῦσιν ἄνθρωποι καὶ παιδοποιοῦνται, ὅπως ἄθλιοι ὦσιν, ἀλλὰ μᾶλλον ὅπως εὐδαίμονες.

1.11.4 ἀλλ’ἐγώ, ἔφη, οὕτως ἀθλίως ἔχω περὶ τὰ παιδάρια, ὥστε πρῴην νοσοῦντός μου τοῦ θυγατρίου καὶ δόξαντος κινδυνεύειν οὐχ ὑπέμεινα οὐ δὲ παρεῖναι αὐτῷ νοσοῦντι, φυγὼν δ’ᾠχόμην, μέχρις οὗ προσήγγειλέ τις μοι ὅτι ἔχει καλῶς.

1.11.5 τί οὖν; ὀρθῶς φαίνει σαυτῷ ταῦτα πεποιηκέναι; φυσικῶς, ἔφη. ἀλλὰ μὴν τοῦτό με πεῖσον, ἔφη, σύ, διότι φυσικῶς, καὶ ἐγώ σε πείσω, ὅτι πᾶν τὸ κατὰ φύσιν γινόμενον ὀρθῶς γίνεται.

1.11.6 τοῦτο, ἔφη, πάντες οἵ γε πλεῖστοι πατέρες πάσχομεν. οὐ δ’ἐγώ σοι ἀντιλέγω, ἔφη, ὅτι οὐ γίνεται, τὸ δ’ἀμφισβητούμενον ἡμῖν ἐκεῖνό ἐστιν, εἰ ὀρθῶς.

1.11.7ἐπεὶ τούτου γ’ἕνεκα καὶ τὰ φύματα δεῖ λέγειν ἐπ’ἀγαθῷ γίνεσθαι τοῦ σώματος, ὅτι γίνεται, καὶ ἁπλῶς τὸ ἁμαρτάνειν εἶναι κατὰ φύσιν, ὅτι πάντες σχεδὸν οἵ γε πλεῖστοι ἁμαρτάνομεν.

1.11.8δεῖξον οὖν μοι σύ, πῶς κατὰ φύσιν ἐστίν. οὐ δύναμαι, ἔφη · ἀλλὰ σύ μοι μᾶλλον δεῖξον, πῶς οὐκ ἔστι κατὰ φύσιν οὐ δ’ὀρθῶς γίνεται.

1.11.9 καὶ ὅς · ἀλλ’εἰ ἐζητοῦμεν, ἔφη, περὶ λευκῶν καὶ μελάνων, ποῖον ἂν κριτήριον παρεκαλοῦμεν πρὸς διάγνωσιν αὐτῶν; τὴν ὅρασιν, ἔφη. τί δ’εἰ περὶ θερμῶν καὶ ψυχρῶν καὶ σκληρῶν καὶ μαλακῶν, ποῖόν τι; τὴν ἁφήν. οὐκοῦν, ἐπειδὴ περὶ τῶν κατὰ φύσιν καὶ τῶν ὀρθῶς οὐκ ὀρθῶς γινομένων ἀμφισβητοῦμεν, ποῖον θέλεις κριτήριον παραλάβωμεν;

1.11.11 οὐκ οἶδ’, ἔφη. καὶ μὴν τὸ μὲν τῶν χρωμάτων καὶ ὀσμῶν, ἔτι δὲ χυλῶν κριτήριον ἀγνοεῖν τυχὸν οὐ μεγάλη ζημία, τὸ δὲ τῶν ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν τῷ ἀνθρώπῳ δοκεῖ σοι μικρὰ ζημία εἶναι τῷ ἀγνοοῦντι;

1.11.12 μεγίστη μὲν οὖν. φέρε, εἰπέ μοι, πάντα δοκεῖ τισιν εἶναι καλὰ καὶ προσήκοντα, ὀρθῶς δοκεῖ; καὶ νῦν Ἰουδαίοις καὶ Σύροις καὶ Αἰγυπτίοις καὶ Ῥωμαίοις οἷόντε πάντα τὰ δοκοῦντα περὶ τροφῆς ὀρθῶς δοκεῖν;

1.11.13 καὶ πῶς οἷόντε; ἀλλ’οἶμαι πᾶσα ἀνάγκη, εἰ ὀρθά ἐστι τὰ Αἰγυπτίων, μὴ ὀρθὰ εἶναι τὰ τῶν ἄλλων, εἰ καλῶς ἔχει τὰ Ἰουδαίων, μὴ καλῶς ἔχειν τὰ τῶν ἄλλων.

1.11.14 πῶς γὰρ οὔ; ὅπου δ’ἄγνοια, ἐκεῖ καὶ ἀμαθία καὶ περὶ τὰ ἀναγκαῖα ἀπαιδευσία.

1.11.15 συνεχώρει. σὺ οὖν, ἔφη, τούτων αἰσθόμενος οὐδὲν ἄλλο τοῦ λοιποῦ σπουδάσεις οὐ δὲ πρὸς ἄλλῳ τινὶ τὴν γνώμην. ἕξεις ὅπως τὸ κριτήριον τῶν κατὰ φύσιν καταμαθὼν τούτῳ προσχρώμενος διακρινεῖς τῶν ἐπὶ μέρους ἕκαστον.

1.11.16ἐπὶ δὲ τοῦ παρόντος τὰ τοσαῦτα ἔχω σοι πρὸς βούλει βοηθῆσαι.

1.11.17τὸ φιλόστοργον δοκεῖ σοι κατὰ φύσιντ’εἶναι καὶ καλόν; πῶς γὰρ οὔ; τί δέ; τὸ μὲν φιλόστοργον κατὰ φύσιντ’ἐστὶ καὶ καλόν, τὸ δ’εὐλόγιστον οὐ καλόν;

1.11.18 οὐδαμῶς. μὴ τοίνυν μάχην ἔχει τῷ φιλοστόργῳ τὸ εὐλόγιστον; οὐ δοκεῖ μοι. εἰ δὲ μή, τῶν μαχομένων ἀνάγκη θατέρου κατὰ φύσιν ὄντος θάτερον εἶναι παρὰ φύσιν; γὰρ οὔ; οὕτως, ἔφη.

1.11.19 οὐκοῦν τι ἂν εὑρίσκωμεν ὁμοῦ μὲν φιλόστοργον ὁμοῦ δ’εὐλόγιστον, τοῦτο θαρροῦντες ἀποφαινόμεθα ὀρθόντε εἶναι καὶ καλόν;

1.11.20 ἔστω, ἔφη. τί οὖν; ἀφεῖναι νοσοῦν τὸ παιδίον καὶ ἀφέντα ἀπελθεῖν ὅτι μὲν οὐκ εὐλόγιστον οὐκ οἶμαί σ’ἀντερεῖν. ὑπολείπεται δ’ἡμᾶς σκοπεῖν εἰ φιλόστοργον. σκοπῶμεν δή. ἆρ’οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό;

1.11.21 μήτηρ δ’οὐ φιλοστοργεῖ τὸ παιδίον; φιλοστοργεῖ μὲν οὖν.

1.11.22 οὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ οὐκ ἔδει; οὐκ ἔδει. τί δ’ τιτθή; στέργει αὐτό; στέργει, ἔφη. ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό; οὐδαμῶς. τί δ’ παιδαγωγός; οὐ στέργει αὐτό;

1.11.23 στέργει. ἔδει οὖν κἀκεῖνον ἀφέντα ἀπελθεῖν, εἶθ’οὕτως ἔρημον καὶ ἀβοήθητον ἀπολειφθῆναι τὸ παιδίον διὰ τὴν πολλὴν φιλοστοργίαν τῶν γονέων ὑμῶν καὶ τῶν περὶ αὐτὸ ἐν ταῖς χερσὶν τῶν οὔτε στεργόντων οὔτε κηδομένων ἀποθανεῖν; μὴ γένοιτο.

1.11.24 καὶ μὴν ἐκεῖνό γε ἄνισον καὶ ἄγνωμον, τις αὑτῷ προσῆκον οἴεται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι;

1.11.25 ἄτοπον. ἄγε, σὺ δ’ἂν νοσῶν ἠβούλου φιλοστόργους οὕτως ἔχειν τοὺς προσήκοντας τούςτ’ἄλλους καὶ αὐτὰ τὰ τέκνα καὶ τὴν γυναῖκα, ὥστ’ἀφεθῆναι μόνος ὑπ’αὐτῶν καὶ ἔρημος;

1.11.26 οὐδαμῶς. εὔξαιο δ’ἂν οὕτως στερχθῆναι ὑπὸ τῶν σαυτοῦ, ὥστε διὰ τὴν ἄγαν αὐτῶν φιλοστοργίαν ἀεὶ μόνος ἀπολείπεσθαι ἐν ταῖς νόσοις, τούτου γ’ἕνεκα μᾶλλον ἂν ὑπὸ τῶν ἐχθρῶν, εἰ δυνατὸν ἦν, φιλοστοργεῖσθαι ηὔχου, ὥστ’ἀπολείπεσθαι ὑπ’αὐτῶν; εἰ δὲ ταῦτα, ὑπολείπεται μηδαμῶς ἔτι φιλόστοργον εἶναι τὸ πραχθέν.

1.11.27τί οὖν; οὐδὲν ἦν τὸ κινῆσάν σε καὶ ἐξορμῆσαν πρὸς τὸ ἀφεῖναι τὸ παιδίον; καὶ πῶς οἷόντε; ἀλλὰ τοιοῦτόν τι ἄν, οἷον καὶ ἐν Ῥώμῃ τινὰ ἦν τὸ κινοῦν, ὥστ’ἐγκαλύπτεσθαι τοῦ ἵππου τρέχοντος ἐσπουδάκει, εἶτα νικήσαντός ποτε παραλόγως σπόγγων δεῆσαι αὐτῷ πρὸς τὸ ἀναληφθῆναι λιποψυχοῦντα.

1.11.28τί οὖν τοῦτό ἐστιν; τὸ μὲν ἀκριβὲς οὐ τοῦ παρόντος καιροῦ τυχόν · ἐκεῖνο δ’ἀπαρκεῖ πεισθῆναι, εἴπερ ὑγιές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον, ὅτι οὐκ ἔξω που δεῖ ζητεῖν αὐτό, ἀλλ’ἓν καὶ ταὐτόν ἐστιν ἐπὶ πάντων τὸ αἴτιον τοῦ ποιεῖν τι ἡμᾶς μὴ ποιεῖν, τοῦ λέγειν τινὰ μὴ λέγειν, τοῦ ἐπαίρεσθαι συστέλλεσθαι φεύγειν τινὰ διώκειν, τοῦθ’ὅπερ καὶ νῦν ἐμοίτε καὶ σοὶ γέγονεν αἴτιον, σοὶ μὲν τοῦ ἐλθεῖν πρὸς ἐμὲ καὶ καθῆσθαι νῦν ἀκούοντα, ἐμοὶ δὲ τοῦ λέγειν ταῦτα.

1.11.30τί δ’ἐστὶ τοῦτο; ἆρά γε ἄλλο ὅτι ἔδοξεν ἡμῖν; οὐδέν. εἰ δ’ἄλλως ἡμῖν ἐφάνη, τί ἂν ἄλλο τὸ δόξαν ἐπράττομεν;

1.11.31οὐκ οὖν καὶ τῷ Ἀχιλλεῖ τοῦτο αἴτιον τοῦ πενθεῖν, οὐχ τοῦ Πατρόκλου θάνατος (ἄλλος γάρ τις οὐ πάσχει ταῦτα τοῦ ἑταίρου ἀποθανόντος), ἀλλ’ὅτι ἔδοξεν αὐτῷ.

1.11.32καὶ σοὶ τότε φεύγειν τοῦτο αὐτὸ ὅτι ἔδοξέν σοι · καὶ πάλιν, ἐὰν μείνῃς, ὅτι ἔδοξέν σοι. καὶ νῦν ἐν Ῥώμῃ ἀνέρχῃ, ὅτι δοκεῖ σοι · κἂν μεταδόξῃ, οὐκ ἂν ἀπελεύσῃ.

1.11.33καὶ ἁπλῶς οὔτε θάνατος οὔτε φυγὴ οὔτε πόνος οὔτε ἄλλο τι τῶν τοιούτων αἴτιόν ἐστι τοῦ πράττειν τι μὴ πράττειν ἡμᾶς, ἀλλ’ὑπολήψεις καὶ δόγματα. τοῦτό σε πείθω οὐχί;

1.11.34 πείθεις, ἔφη. οἷα δὴ τὰ αἴτια ἐφ’ἑκάστου, τοιαῦτα καὶ τὰ ἀποτελούμενα. οὐκοῦν ὅταν μὴ ὀρθῶς τι πράττωμεν, ἀπὸ ταύτης τῆς ἡμέρας οὐδὲν ἄλλο αἰτιασόμεθα τὸ δόγμα, ἀφ’οὗ αὐτὸ ἐπράξαμεν, κἀκεῖνο ἐξαίρειν καὶ ἐκτέμνειν πειρασόμεθα μᾶλλον τὰ φύματα καὶ τὰ ἀποστήματα ἐκ τοῦ σώματος.

1.11.36ὡσαύτως δὲ καὶ τῶν ὀρθῶς πραττομένων ταὐτὸν τοῦτο αἴτιον ἀποφανοῦμεν.

1.11.37καὶ οὔτ’οἰκέτην ἔτι αἰτιασόμεθα οὔτε γείτονα οὔτε γυναῖκα οὔτε τέκνα ὡς αἴτιά τινων κακῶν ἡμῖν γινόμενα πεπεισμένοι ὅτι, ἂν μὴ ἡμῖν δόξῃ τοιαῦτά τινα εἶναι, οὐ πράττομεν τὰ ἀκόλουθα · τοῦ δόξαι δὲ μὴ δόξαι, ἡμεῖς κύριοι καὶ οὐ τὰ ἐκτός.

1.11.38 οὕτως, ἔφη. ἀπὸ τῆς σήμερον τοίνυν ἡμέρας οὐδὲν ἄλλο ἐπισκοπήσομεν οὐ δ’ἐξετάσομεν, ποῖόν τι ἐστὶν πῶς ἔχει, οὔτε τὸν ἀγρὸν οὔτε τὰ ἀνδράποδα οὔτε τοὺς ἵππους κύνας, ἀλλὰ τὰ δόγματα. εὔχομαι, ἔφη.

1.11.39 ὁρᾷς οὖν, ὅτι σχολαστικόν σε δεῖ γενέσθαι, τοῦτο τὸ ζῷον οὗ πάντες καταγελῶσιν, εἴπερ ἄρα θέλεις ἐπίσκεψιν τῶν σαυτοῦ δογμάτων ποιεῖσθαι.

1.11.40τοῦτο δ’ὅτι μιᾶς ὥρας ἡμέρας οὐκ ἔστιν, ἐπινοεῖς καὶ αὐτός.

1.12

1.12.1περὶ θεῶν οἱ μέν τινές εἰσιν οἱ λέγοντες μη δ’εἶναι τὸ θεῖον, οἱ δ’εἶναι μέν, ἀργὸν δὲ καὶ ἀμελὲς καὶ μὴ προνοεῖν μηδενός ·

1.12.2τρίτοι δ’οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδενός · τέταρτοι δ’οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ δὲ καὶ κατ’ἰδίαν ἑκάστου ·

1.12.3πέμπτοι δ’, ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι οὐ δέ σε λήθω κινύμενος.

1.12.4πολὺ πρότερον οὖν ἀναγκαῖόν ἐστι περὶ ἑκάστου τούτων ἐπεσκέφθαι, πότερα ὑγιῶς οὐχ ὑγιῶς λεγόμενόν ἐστιν. εἰ γὰρ μὴ εἰσὶν θεοί, πῶς ἐστι τέλος ἕπεσθαι θεοῖς;

1.12.5εἰ δ’εἰσὶν μέν, μηδενὸς δ’ἐπιμελούμενοι, καὶ οὕτως πῶς ὑγιὲς ἔσται;

1.12.6ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελομένων εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νὴ Δία γε καὶ εἰς ἐμέ, πῶς ἔτι καὶ οὕτως ὑγιές ἐστιν;

1.12.7πάντα οὖν ταῦτα καλὸς καὶ ἀγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχεν τῷ διοικοῦντι τὰ ὅλα καθάπερ οἱ ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως.

1.12.8 δὲ παιδευόμενος ταύτην ὀφείλει τὴν ἐπιβολὴν ἔχων ἐλθεῖν ἐπὶ τὸ παιδεύεσθαι πῶς ἂν ἑποίμην ἐγὼ ἐν παντὶ τοῖς θεοῖς καὶ πῶς ἂν εὐαρεστοίην τῇ θείᾳ διοικήσει καὶ πῶς ἂν γενοίμην ἐλεύθερος;

1.12.9ἐλεύθερος γάρ ἐστιν, γίνεται πάντα κατὰ προαίρεσιν καὶ ὃν οὐδεὶς δύναται κωλῦσαι.

1.12.10τί οὖν; ἀπόνοιά ἐστιν ἐλευθερία; μὴ γένοιτο. μανία γὰρ καὶ ἐλευθερία εἰς ταὐτὸν οὐκ ἔρχεται.

1.12.11ἀλλ’ἐγὼ θέλω πᾶν τὸ δοκοῦν μοι ἀποβαίνειν, κἂν ὁπωσοῦν δοκῇ.

1.12.12μαινόμενος εἶ, παραφρονεῖς. οὐκ οἶδας, ὅτι καλόν τι ἐλευθερία ἐστὶ καὶ ἀξιόλογον; τὸ δ’ὡς ἔτυχέν με βούλεσθαι τὰ ὡς ἔτυχεν δόξαντα γίνεσθαι, τοῦτο κινδυνεύει οὐ μόνον οὐκ εἶναι καλόν, ἀλλὰ καὶ πάντων αἴσχιστον εἶναι.

1.12.13πῶς γὰρ ἐπὶ γραμματικῶν ποιοῦμεν; βούλομαι γράφειν ὡς θέλω τὸ Δίωνος ὄνομα; οὔ · ἀλλὰ διδάσκομαι θέλειν, ὡς δεῖ γράφεσθαι. τί ἐπὶ μουσικῶν; ὡσαύτως.

1.12.14τί ἐν τῷ καθόλου, ὅπου τέχνη τις ἐπιστήμη ἐστίν; εἰ δὲ μή, οὐδενὸς ἦν ἄξιον τὸ ἐπίστασθαί τι, εἰ ταῖς ἑκάστων βουλήσεσι προσηρμόζετο.

1.12.15ἐνταῦθα οὖν μόνον ἐπὶ τοῦ μεγίστου καὶ κυριωτάτου, τῆς ἐλευθερίας, ὡς ἔτυχεν ἐφεῖταί μοι θέλειν; οὐδαμῶς, ἀλλὰ τὸ παιδεύεσθαι τοῦτ’ἔστι μανθάνειν ἕκαστα οὕτω θέλειν ὡς γίνεται. πῶς δὲ γίνεται; ὡς διέταξεν αὐτὰ διατάσσων.

1.12.16διέταξε δὲ θέρος εἶναι καὶ χειμῶνα καὶ φορὰν καὶ ἀφορίαν καὶ ἀρετὴν καὶ κακίαν καὶ πάσας τὰς τοιαύτας ἐναντιότητας ὑπὲρ συμφωνίας τῶν ὅλων ἡμῶνθ’ἑκάστῳ σῶμα καὶ μέρη τοῦ σώματος καὶ κτῆσιν καὶ κοινωνοὺς ἔδωκεν.

1.12.17ταύτης οὖν τῆς διατάξεως μεμνημένους ἔρχεσθαι δεῖ ἐπὶ τὸ παιδεύεσθαι, οὐχ ἵν’ἀλλάξωμεν τὰς ὑποθέσεις (οὔτε γὰρ δίδοται ἡμῖν οὔτ’ἄμεινον), ἀλλ’ἵνα οὕτως ἐχόντων τῶν περὶ ἡμᾶς ὡς ἔχει καὶ πέφυκεν αὐτοὶ τὴν γνώμην τὴν αὑτῶν συνηρμοσμένην τοῖς γινομένοις ἔχωμεν.

1.12.18τί γάρ; ἐνδέχεται φυγεῖν ἀνθρώπους; καὶ πῶς οἷόντε; ἀλλὰ συνόντας αὐτοῖς ἐκείνους ἀλλάξαι; καὶ τίς ἡμῖν δίδωσιν;

1.12.19τί οὖν ἀπολείπεται τίς εὑρίσκεται μηχανὴ πρὸς τὴν χρῆσιν αὐτῶν; τοιαύτη, δι’ἧς ἐκεῖνοι μὲν ποιήσουσι τὰ φαινόμενα αὐτοῖς, ἡμεῖς δ’οὐδὲν ἧττον κατὰ φύσιν ἕξομεν.

1.12.20σὺ δ’ἀταλαίπωρος εἶ καὶ δυσάρεστος κἂν μὲν μόνος ᾖς, ἐρημίαν καλεῖς τοῦτο, ἂν δὲ μετὰ ἀνθρώπων, ἐπιβούλους λέγεις καὶ λῃστάς, μέμφῃ δὲ καὶ γονεῖς τοὺς σεαυτοῦ καὶ τέκνα καὶ ἀδελφοὺς καὶ γείτονας.

1.12.21ἔδει δὲ μόνον μένοντα ἡσυχίαν καλεῖν αὐτὸ καὶ ἐλευθερίαν καὶ ὅμοιον τοῖς θεοῖς ἡγεῖσθαι αὑτόν, μετὰ πολλῶν δ’ὄντα μὴ ὄχλον καλεῖν μη δὲ θόρυβον μη δ’ἀηδίαν, ἀλλ’ἑορτὴν καὶ πανήγυριν καὶ οὕτως πάντα εὐαρέστως δέχεσθαι. τίς οὖν κόλασις τοῖς οὐ προσδεχομένοις;

1.12.22τὸ οὕτως ἔχειν ὡς ἔχουσιν. δυσαρεστεῖ τις τῷ μόνος εἶναι; ἔστω ἐν ἐρημίᾳ. δυσαρεστεῖ τις τοῖς γονεῦσιν; ἔστω κακὸς υἱὸς καὶ πενθείτω. δυσαρεστεῖ τοῖς τέκνοις;

1.12.23ἔστω κακὸς πατήρ. βάλε αὐτὸν εἰς φυλακήν. ποίαν φυλακήν; ὅπου νῦν ἐστιν. ἄκων γάρ ἐστιν · ὅπου δέ τις ἄκων ἐστίν, ἐκεῖνο φυλακὴ αὐτῷ ἐστιν. καθὸ καὶ Σωκράτης οὐκ ἦν ἐν φυλακῇ, ἑκὼν γὰρ ἦν.

1.12.24σκέλος οὖν μοι γενέσθαι πεπηρωμένον. ἀνδράποδον, εἶτα δι’ἓν σκελύδριον τῷ κόσμῳ ἐγκαλεῖς; οὐκ ἐπιδώσεις αὐτὸ τοῖς ὅλοις; οὐκ ἀποστήσῃ; οὐ χαίρων παραχωρήσεις τῷ δεδωκότι;

1.12.25ἀγανακτήσεις δὲ καὶ δυσαρεστήσεις τοῖς ὑπὸ τοῦ Διὸς διατεταγμένοις, ἐκεῖνος μετὰ τῶν Μοιρῶν παρουσῶν καὶ ἐπικλωθουσῶν σου τὴν γένεσιν ὥρισεν καὶ διέταξεν;

1.12.26οὐκ οἶσθα, ἡλίκον μέρος πρὸς τὰ ὅλα; τοῦτο δὲ κατὰ τὸ σῶμα, ὡς κατά γε τὸν λόγον οὐδὲν χείρων τῶν θεῶν οὐ δὲ μικρότερος · λόγου γὰρ μέγεθος οὐ μήκει οὐ δ’ὕψει κρίνεται, ἀλλὰ δόγμασιν.

1.12.27οὐ θέλεις οὖν, καθ’ ἴσος εἶ τοῖς θεοῖς, ἐκεῖ που τίθεσθαι τὸ ἀγαθόν;

1.12.28τάλας ἐγώ, τὸν πατέρα ἔχω τοιοῦτον καὶ τὴν μητέρα. τί οὖν; ἐδίδοτό σοι προελθόντι ἐκλέξασθαι καὶ εἰπεῖν δεῖνα τῇ δεῖνι συνελθέτω τῇδε τῇ ὥρᾳ, ἵνα ἐγὼ γένωμαι;

1.12.29οὐκ ἐδίδοτο. ἀλλ’ἔδει προυποστῆναί σου τοὺς γονεῖς, εἶτα οὕτως γεννηθῆναι. ἐκ ποίων τινῶν;

1.12.30ἐκ τοιούτων, ὁποῖοι ἦσαν. τί οὖν; τοιούτων αὐτῶν ὄντων οὐδεμία σοι δίδοται μηχανή; εἶτ’εἰ μὲν τὴν ὁρατικὴν δύναμιν ἠγνόεις πρὸς τί κέκτησαι, δυστυχὴς ἂν ἦς καὶ ἄθλιος, εἰ κατέμυες, προσαγόντων σοι τῶν χρωμάτων · ὅτι δὲ μεγαλοψυχίαν ἔχων καὶ γενναιότητα πρὸς ἕκαστα τούτων ἀγνοεῖς, οὐ δυστυχέστερος εἶ καὶ ἀθλιώτερος; προσάγεταί σοι τὰ κατάλληλα τῇ δυνάμει ἣν ἔχεις ·

1.12.31σὺ δ’αὐτὴν τότε μάλιστα ἀποστρέφεις, ὁπότε ἠνοιγμένην καὶ βλέπουσαν ἔχειν ἔδει.

1.12.32οὐ μᾶλλον εὐχαριστεῖς τοῖς θεοῖς, ὅτι σε ἐπάνω τούτων ἀφῆκαν ὅσα μη δ’ἐποίησαν ἐπὶ σοί, μόνον δ’ὑπεύθυνον ἀπέφηναν τῶν ἐπὶ σοί; γονέων ἕνεκα ἀνυπεύθυνον ἀφῆκαν ·

1.12.33ἀδελφῶν ἕνεκα ἀφῆκαν, σώματος ἕνεκα ἀφῆκαν, κτήσεως, θανάτου, ζωῆς.

1.12.34τίνος οὖν ὑπεύθυνόν σε ἐποίησαν; τοῦ μόνου ὄντος ἐπὶ σοί, χρήσεως οἵας δεῖ φαντασιῶν.

1.12.35τί οὖν ἐπισπᾷς σεαυτῷ ταῦτα ὧν ἀνυπεύθυνος εἶ; τοῦτό ἐστιν ἑαυτῷ παρέχειν πράγματα.

1.13

1.13.1πυθομένου δέ τινος, πῶς ἔστιν ἐσθίειν ἀρεστῶς θεοῖς, εἰ δικαίως ἔστιν, ἔφη, καὶ εὐγνωμόνως καὶ ἴσως ἐγκρατῶς καὶ κοσμίως, οὐκ ἔστι καὶ ἀρεστῶς τοῖς θεοῖς;

1.13.2ὅταν δὲ θερμὸν αἰτήσαντός σου μὴ ὑπακούσῃ παῖς ὑπακούσας χλιαρώτερον ἐνέγκῃ μη δ’εὑρεθῇ ἐν τῇ οἰκίᾳ, τὸ μὴ χαλεπαίνειν μη δὲ ῥήγνυσθαι οὐκ ἔστιν ἀρεστὸν τοῖς θεοῖς;

1.13.3 πῶς οὖν τις ἀνάσχηται τῶν τοιούτων; ἀνδράποδον, οὐκ ἀνέξῃ τοῦ ἀδελφοῦ τοῦ σαυτοῦ, ὃς ἔχει τὸν Δία πρόγονον, ὥσπερ υἱὸς ἐκ τῶν αὐτῶν σπερμάτων γέγονεν καὶ τῆς αὐτῆς ἄνωθεν καταβολῆς, ἀλλ’εἰ ἔν τινι τοιαύτῃ χώρᾳ κατετάγης ὑπερεχούσῃ, εὐθὺς τύραννον καταστήσεις σεαυτόν;

1.13.4οὐ μεμνήσῃ τί εἶ καὶ τίνων ἄρχεις; ὅτι συγγενῶν, ὅτι ἀδελφῶν φύσει, ὅτι τοῦ Διὸς ἀπογόνων;

1.13.5 ἀλλ’ὠνὴν αὐτῶν ἔχω, ἐκεῖνοι δ’ἐμοῦ οὐκ ἔχουσιν. ὁρᾷς ποῦ βλέπεις; ὅτι εἰς τὴν γῆν, ὅτι εἰς τὸ βάραθρον, ὅτι εἰς τοὺς ταλαιπώρους τούτους νόμους τοὺς τῶν νεκρῶν, εἰς δὲ τοὺς τῶν θεῶν οὐ βλέπεις;

1.14

1.14.1πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκαστον τῶν ὑπ’αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ θεοῦ, οὐ δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα;

1.14.2 δοκεῖ, ἔφη. τί δέ; συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις οὐ δοκεῖ σοι;

1.14.3 δοκεῖ, ἔφη. πόθεν γὰρ οὕτω τεταγμένως καθάπερ ἐκ προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος εἴπῃ τοῖς φυτοῖς ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν, βλαστάνει, ὅταν ἐκφέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν πεπαίνειν, πεπαίνει, ὅταν πάλιν ἀποβάλλειν καὶ φυλλορροεῖν καὶ αὐτὰ εἰς αὑτὰ συνειλούμενα ἐφ’ἡσυχίας μένειν καὶ ἀναπαύεσθαι, μένει καὶ ἀναπαύεται;

1.14.4πόθεν δὲ πρὸς τὴν αὔξησιν καὶ μείωσιν τῆς σελήνης καὶ τὴν τοῦ ἡλίου πρόσοδον καὶ ἄφοδον τοσαύτη παραλλαγὴ καὶ ἐπὶ τὰ ἐναντία μεταβολὴ τῶν ἐπιγείων θεωρεῖται;

1.14.5ἀλλὰ τὰ φυτὰ μὲν καὶ τὰ ἡμέτερα σώματα οὕτως ἐνδέδεται τοῖς ὅλοις καὶ συμπέπονθεν, αἱ ψυχαὶ δ’αἱ ἡμέτεραι οὐ πολὺ πλέον;

1.14.6ἀλλ’αἱ ψυχαὶ μὲν οὕτως εἰσὶν ἐνδεδεμέναι καὶ συναφεῖς τῷ θεῷ ἅτε αὐτοῦ μόρια οὖσαι καὶ ἀποσπάσματα, οὐ παντὸς δ’αὐτῶν κινήματος ἅτε οἰκείου καὶ συμφυοῦς θεὸς αἰσθάνεται;

1.14.7ἀλλὰ σὺ μὲν περὶ τῆς θείας διοικήσεως καὶ περὶ ἑκάστου τῶν θείων, ὁμοῦ δὲ καὶ περὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐνθυμεῖσθαι δύνασαι καὶ ἅμα μὲν αἰσθητικῶς ἀπὸ μυρίων πραγμάτων κινεῖσθαι, ἅμα δὲ διανοητικῶς, ἅμα δὲ συγκαταθετικῶς, τοῖς δ’ἀνανευστικῶς ἐφεκτικῶς, τύπους δὲ τοσούτους ἀφ’οὕτω πολλῶν καὶ ποικίλων πραγμάτων ἐν τῇ σαυτοῦ ψυχῇ φυλάττεις καὶ ἀπ’αὐτῶν κινούμενος εἰς ἐπινοίας ὁμοειδεῖς ἐμπίπτεις τοῖς πρώτως τετυπωκόσι τέχναςτ’ἄλλην ἐπ’ἄλλῃ καὶ μνήμας ἀπὸ μυρίων πραγμάτων διασῴζεις ·

1.14.9 δὲ θεὸς οὐχ οἷόςτ’ἐστὶ πάντα ἐφορᾶν καὶ πᾶσιν συμπαρεῖναι καὶ ἀπὸ πάντων τινὰ ἴσχειν διάδοσιν;

1.14.10ἀλλὰ φωτίζειν οἷόςτ’ἐστὶν ἥλιος τηλικοῦτον μέρος τοῦ παντός, ὀλίγον δὲ τὸ ἀφώτιστον ἀπολιπεῖν ὅσον οἷόντ’ἐπέχεσθαι ὑπὸ σκιᾶς, ἣν γῆ ποιεῖ · δὲ καὶ τὸν ἥλιον αὐτὸν πεποιηκὼς καὶ περιάγων μέρος ὄντ’αὐτοῦ μικρὸν ὡς πρὸς τὸ ὅλον, οὗτος δ’οὐ δύναται πάντων αἰσθάνεσθαι;

1.14.11ἀλλ’ἐγώ, φησίν, οὐ δύναμαι πᾶσιν ἅμα τούτοις παρακολουθεῖν. τοῦτο δέ σοι καὶ λέγει τις, ὅτι ἴσην ἔχεις δύναμιν τῷ Διί;

1.14.12ἀλλ’οὖν οὐδὲν ἧττον καὶ ἐπίτροπον ἑκάστῳ παρέστησεν τὸν ἑκάστου δαίμονα καὶ παρέδωκεν φυλάσσειν αὐτὸν αὐτῷ καὶ τοῦτον ἀκοίμητον καὶ ἀπαραλόγιστον.

1.14.13τίνι γὰρ ἄλλῳ κρείττονι καὶ ἐπιμελεστέρῳ φύλακι παρέδωκεν ἡμῶν ἕκαστον; ὥσθ’, ὅταν κλείσητε τὰς θύρας καὶ σκότος ἔνδον ποιήσητε, μέμνησθε μηδέποτε λέγειν ὅτι μόνοι ἐστέ ·

1.14.14οὐ γὰρ ἐστέ, ἀλλ’ θεὸς ἔνδον ἐστὶ καὶ ὑμέτερος δαίμων ἐστίν. καὶ τίς τούτοις χρεία φωτὸς εἰς τὸ βλέπειν τί ποιεῖτε;

1.14.15τούτῳ τῷ θεῷ ἔδει καὶ ὑμᾶς ὀμνύειν ὅρκον, οἷον οἱ στρατιῶται τῷ Καίσαρι. ἀλλ’ἐκεῖνοι μὲν τὴν μισθοφορίαν λαμβάνοντες ὀμνύουσιν πάντων προτιμήσειν τὴν τοῦ Καίσαρος σωτηρίαν, ὑμεῖς δὲ δε τοσούτων καὶ τηλικούτων ἠξιωμένοι οὐκ ὀμόσετε ὀμόσαντες οὐκ ἐμμενεῖτε;

1.14.16καὶ τί ὀμόσετε; μὴ ἀπειθήσειν μηδέποτε μη δ’ἐγκαλέσειν μη δὲ μέμψεσθαί τινι τῶν ὑπ’ἐκείνου δεδομένων μη δ’ἄκοντες ποιήσειν τι πείσεσθαι τῶν ἀναγκαίων.

1.14.17ὅμοιός γε ὅρκος οὗτος ἐκείνῳ; ἐκεῖ μὲν ὀμνύουσιν αὐτοῦ μὴ προτιμήσειν ἕτερον, ἐνταῦθα δ’αὑτοὺς ἁπάντων.

1.15

1.15.1συμβουλευομένου τινός, πῶς τὸν ἀδελφὸν πείσῃ μηκέτι χαλεπῶς αὐτῷ ἔχειν, οὐκ ἐπαγγέλλεται, ἔφη, φιλοσοφία τῶν ἐκτός τι περιποιήσειν τῷ ἀνθρώπῳ ·

1.15.2εἰ δὲ μή, ἔξω τι τῆς ἰδίας ὕλης ἀναδέξεται. ὡς γὰρ τέκτονος ὕλη τὰ ξύλα, ἀνδριαντοποιοῦ χαλκός, οὕτως τῆς περὶ βίον τέχνης ὕλη βίος αὐτοῦ ἑκάστου.

1.15.3 τί οὖν τοῦ ἀδελφοῦ; πάλιν τῆς αὐτοῦ ἐκείνου τέχνης ἐστίν, πρὸς δὲ τὴν σὴν τῶν ἐκτός ἐστιν, ὅμοιον ἀγρῷ, ὅμοιον ὑγείᾳ, ὅμοιον εὐδοξίᾳ. τούτων δ’οὐδὲν ἐπαγγέλλεται · φιλοσοφία.

1.15.4ἐν πάσῃ περιστάσει τηρήσω τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον. τὸ τίνος; τὸ ἐκείνου, ἐν εἰμί.

1.15.5 πῶς οὖν ἐκεῖνός μοι μὴ ὀργίζηται; φέρε μοι ἐκεῖνον κἀκείνῳ ἐρῶ, σοὶ δὲ περὶ τῆς ἐκείνου ὀργῆς οὐδὲν ἔχω λέγειν.

1.15.6εἰπόντος δὲ τοῦ συμβουλευομένου ὅτι Τοῦτο ζητῶ, πῶς ἂν ἐκείνου καὶ μὴ διαλλασσομένου κατὰ φύσιν ἔχοιμι, οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου γε οὐ δ’ βότρυς οὐ δὲ σῦκον.

1.15.7ἄν μοι νῦν λέγῃς ὅτι θέλω σῦκον, ἀποκρινοῦμαί σοι ὅτι χρόνου δεῖ. ἄφες ἀνθήσῃ πρῶτον, εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπανθῇ.

1.15.8εἶτα συκῆς μὲν καρπὸς ἄφνω καὶ μιᾷ ὥρᾳ οὐ τελειοῦται, γνώμης δ’ἀνθρώπου καρπὸν θέλεις οὕτως δι’ὀλίγου καὶ εὐκόλως κτήσασθαι; μη δ’ἂν ἐγώ σοι λέγω, προσδόκα.

1.16

1.16.1μὴ θαυμάζετ’εἰ τοῖς μὲν ἄλλοις ζῴοις τὰ πρὸς τὸ σῶμα ἕτοιμα γέγονεν, οὐ μόνον τροφαὶ καὶ πόμα, ἀλλὰ καὶ κοίτη καὶ τὸ μὴ δεῖσθαι ὑποδημάτων, μὴ ὑποστρωμάτων, μὴ ἐσθῆτος, ἡμεῖς δὲ πάντων τούτων προσδεόμεθα.

1.16.2τὰ γὰρ οὐκ αὐτῶν ἕνεκα, ἀλλὰ πρὸς ὑπηρεσίαν γεγονότα οὐκ ἐλυσιτέλει προσδεόμενα ἄλλων πεποιηκέναι.

1.16.3ἐπεὶ ὅρα οἷον ἦν ἡμᾶς φροντίζειν μὴ περὶ αὑτῶν μόνον ἀλλὰ καὶ περὶ τῶν προβάτων καὶ τῶν ὄνων, πῶς ἐνδύσηται καὶ πῶς ὑποδήσηται, πῶς φάγῃ, πῶς πίῃ.

1.16.4ἀλλ’ὥσπερ οἱ στρατιῶται ἕτοιμοί εἰσι τῷ στρατηγῷ ὑποδεδεμένοι ἐνδεδυμένοι ὡπλισμένοι, εἰ δ’ἔδει περιερχόμενον τὸν χιλίαρχον ὑποδεῖν ἐνδύειν τοὺς χιλίους, δεινὸν ἂν ἦν, οὕτω καὶ φύσις πεποίηκε τὰ πρὸς ὑπηρεσίαν γεγονότα ἕτοιμα παρεσκευασμένα μηδεμιᾶς ἐπιμελείας ἔτι προσδεόμενα.

1.16.5οὕτως ἓν παιδίον μικρὸν καὶ ῥάβδῳ ἐλαύνει τὰ πρόβατα.

1.16.6νῦν δ’ἡμεῖς ἀφέντες ἐπὶ τούτοις εὐχαριστεῖν, ὅτι μὴ καὶ αὐτῶν τὴν ἴσην ἐπιμέλειαν ἐπιμελούμεθα, ἐφ’αὑτοῖς ἐγκαλοῦμεν τῷ θεῷ.

1.16.7καίτοι νὴ τὸν Δία καὶ τοὺς θεοὺς ἓν τῶν γεγονότων ἀπήρκει πρὸς τὸ αἰσθέσθαι τῆς προνοίας τῷ γε αἰδήμονι καὶ εὐχαρίστῳ.

1.16.8καὶ μή μοι νῦν τὰ μεγάλα · αὐτὸ τοῦτο τὸ ἐκ πόας γάλα γεννᾶσθαι καὶ ἐκ γάλακτος τυρὸν καὶ ἐκ δέρματος ἔρια τίς ἐστιν πεποιηκὼς ταῦτα ἐπινενοηκώς; οὐ δὲ εἷς φησίν. μεγάλης ἀναισθησίας καὶ ἀναισχυντίας.

1.16.9ἄγε ἀφῶμεν τὰ ἔργα τῆς φύσεως, τὰ πάρεργα αὐτῆς θεασώμεθα.

1.16.10μή τι ἀχρηστότερον τριχῶν τῶν ἐπὶ γενείου; τί οὖν; οὐ συνεχρήσατο καὶ ταύταις ὡς μάλιστα πρεπόντως ἐδύνατο; οὐ διέκρινεν δι’αὐτῶν τὸ ἄρρεν καὶ τὸ θῆλυ;

1.16.11οὐκ εὐθὺς μακρόθεν κέκραγεν ἡμῶν ἑκάστου φύσις ἀνήρ εἰμι · οὕτω μοι προσέρχου, οὕτω μοι λάλει, ἄλλο μηδὲν ζήτει · ἰδοὺ τὰ σύμβολα;

1.16.12πάλιν ἐπὶ τῶν γυναικῶν ὥσπερ ἐν φωνῇ τι ἐγκατέμιξεν ἁπαλώτερον, οὕτως καὶ τὰς τρίχας ἀφεῖλεν. οὔ · ἀλλ’ἀδιάκριτον ἔδει τὸ ζῷον ἀπολειφθῆναι καὶ κηρύσσειν ἕκαστον ἡμῶν ὅτι ἀνήρ εἰμι.

1.16.13πῶς δὲ καλὸν τὸ σύμβολον καὶ εὐπρεπὲς καὶ σεμνόν, πόσῳ κάλλιον τοῦ τῶν ἀλεκτρυόνων λόφου, πόσῳ μεγαλοπρεπέστερον τῆς χαίτης τῶν λεόντων.

1.16.14διὰ τοῦτο ἔδει σῴζειν τὰ σύμβολα τοῦ θεοῦ, ἔδει αὐτὰ μὴ καταπροίεσθαι, μὴ συγχεῖν ὅσον ἐφ’ἑαυτοῖς τὰ γένη τὰ διῃρημένα.

1.16.15ταῦτα μόνα ἐστὶν ἔργα ἐφ’ἡμῶν τῆς προνοίας; καὶ τίς ἐξαρκεῖ λόγος ὁμοίως αὐτὰ ἐπαινέσαι παραστῆσαι; εἰ γὰρ νοῦν εἴχομεν, ἄλλο τι ἔδει ἡμᾶς ποιεῖν καὶ κοινῇ καὶ ἰδίᾳ ὑμνεῖν τὸ θεῖον καὶ εὐφημεῖν καὶ ἐπεξέρχεσθαι τὰς χάριτας;

1.16.16οὐκ ἔδει καὶ σκάπτοντας καὶ ἀροῦντας καὶ ἐσθίοντας ᾁδειν τὸν ὕμνον τὸν εἰς τὸν θεόν; μέγας θεὸς, ὅτι ἡμῖν παρέσχεν ὄργανα ταῦτα δι’ὧν τὴν γῆν ἐργασόμεθα ·

1.16.17μέγας θεός, ὅτι χεῖρας δέδωκεν, ὅτι κατάποσιν, ὅτι κοιλίαν, ὅτι αὔξεσθαι λεληθότως, ὅτι καθεύδοντας ἀναπνεῖν.

1.16.18ταῦτα ἐφ’ἑκάστου ἐφυμνεῖν ἔδει καὶ τὸν μέγιστον καὶ θειότατον ὕμνον ἐφυμνεῖν, ὅτι τὴν δύναμιν ἔδωκεν τὴν παρακολουθητικὴν τούτοις καὶ ὁδῷ χρηστικήν.

1.16.19τί οὖν; ἐπεὶ οἱ πολλοὶ ἀποτετύφλωσθε, οὐκ ἔδει τινὰ εἶναι τὸν ταύτην ἐκπληροῦντα τὴν χώραν καὶ ὑπὲρ πάντων ᾁδοντα τὸν ὕμνον τὸν εἰς τὸν θεόν;

1.16.20τί γὰρ ἄλλο δύναμαι γέρων χωλὸς εἰ μὴ ὑμνεῖν τὸν θεόν; εἰ γοῦν ἀηδὼν ἤμην, ἐποίουν τὰ τῆς ἀηδόνος, εἰ κύκνος, τὰ τοῦ κύκνου.

1.16.21νῦν δὲ λογικός εἰμι · ὑμνεῖν με δεῖ τὸν θεόν. τοῦτό μου τὸ ἔργον ἐστίν, ποιῶ αὐτὸ οὐ δ’ἐγκαταλείψω τὴν τάξιν ταύτην, ἐφ’ὅσον ἂν διδῶται, καὶ ὑμᾶς ἐπὶ τὴν αὐτὴν ταύτην ᾠδὴν παρακαλῶ.

1.17

1.17.1ἐπειδὴ λόγος ἐστὶν διαρθρῶν καὶ ἐξεργαζόμενος τὰ λοιπά, ἔδει δ’αὐτὸν μὴ ἀδιάρθρωτον εἶναι, ὑπὸ τίνος διαρθρωθῇ;

1.17.2δῆλον γὰρ ὅτι ὑφ’αὑτοῦ ὑπ’ἄλλου. τοι λόγος ἐστὶν ἐκεῖνος ἄλλο τι κρεῖσσον ἔσται τοῦ λόγου, ὅπερ ἀδύνατον.

1.17.3εἰ λόγος, ἐκεῖνον πάλιν τίς διαρθρώσει; εἰ γὰρ αὐτὸς ἑαυτόν, δύναται καὶ οὗτος. εἰ ἄλλου δεησόμεθα, ἄπειρον ἔσται τοῦτο καὶ ἀκατάληκτον.

1.17.4ναί, ἀλλ’ἐπείγει μᾶλλον θεραπεύειν καὶ τὰ ὅμοια. θέλεις οὖν περὶ ἐκείνων ἀκούειν; ἄκουε.

1.17.5ἀλλ’ἄν μοι λέγῃς ὅτι οὐκ οἶδα πότερον ἀληθῶς ψευδῶς διαλέγῃ, κἄν τι κατ’ἀμφίβολον φωνὴν εἴπω καὶ λέγῃς μοι διάστιξον, οὐκ ἔτι ἀνέξομαί σου, ἀλλ’ἐρῶ σοι ·

1.17.6ἀλλ’ἐπείγει μᾶλλον. διὰ τοῦτο γὰρ οἶμαι προτάσσουσιν τὰ λογικά, καθάπερ τῆς μετρήσεως τοῦ σίτου προτάσσομεν τὴν τοῦ μέτρου ἐπίσκεψιν.

1.17.7ἂν δὲ μὴ διαλάβωμεν πρῶτον τί ἐστι μόδιος μη δὲ διαλάβωμεν πρῶτον τί ἐστι ζυγός, πῶς ἔτι μετρῆσαί τι στῆσαι δυνησόμεθα;

1.17.8ἐνταῦθα οὖν τὸ τῶν ἄλλων κριτήριον καὶ δι’οὗ τἆλλα καταμανθάνεται μὴ καταμεμαθηκότες μη δ’ἠκριβωκότες δυνησόμεθά τι τῶν ἄλλων ἀκριβῶσαι καὶ καταμαθεῖν;

1.17.9καὶ πῶς οἷόντε; ναί · ἀλλ’ μόδιος ξύλον ἐστὶ καὶ ἄκαρπον.

1.17.10ἀλλὰ μετρητικὸν σίτου. καὶ τὰ λογικὰ ἄκαρπά ἐστι. καὶ περὶ τούτου μὲν ὀψόμεθα. εἰ δ’οὖν καὶ τοῦτο δοίη τις, ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατικά.

1.17.11τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης;

1.17.12Ἀντισθένης δ’οὐ λέγει; καὶ τίς ἐστιν γεγραφὼς ὅτι ἀρχὴ παιδεύσεως τῶν ὀνομάτων ἐπίσκεψις; Σωκράτης δ’οὐ λέγει; καὶ περὶ τίνος γράφει Ξενοφῶν, ὅτι ἤρχετο ἀπὸ τῆς τῶν ὀνομάτων ἐπισκέψεως, τί σημαίνει ἕκαστον;

1.17.13ἆρ’οὖν τοῦτό ἐστι τὸ μέγα καὶ τὸ θαυμαστὸν νοῆσαι Χρύσιππον ἐξηγήσασθαι; καὶ τίς λέγει τοῦτο; τί οὖν τὸ θαυμαστόν ἐστιν;

1.17.14νοῆσαι τὸ βούλημα τῆς φύσεως. τί οὖν; αὐτὸς διὰ σεαυτοῦ παρακολουθεῖς; καὶ τίνος ἔτι χρείαν ἔχεις; εἰ γὰρ ἀληθές ἐστι τὸ πάντας ἄκοντας ἁμαρτάνειν, σὺ δὲ καταμεμάθηκας τὴν ἀλήθειαν, ἀνάγκη σε ἤδη κατορθοῦν.

1.17.15ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέγουσιν ὅτι Χρύσιππος.

1.17.16ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον. ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ Ῥωμαϊστί.

1.17.17ποία οὖν ἐνθάδ’ὀφρὺς τοῦ ἐξηγουμένου; οὐ δ’αὐτοῦ Χρυσίππου δικαίως, εἰ μόνον ἐξηγεῖται τὸ βούλημα τῆς φύσεως, αὐτὸς δ’οὐκ ἀκολουθεῖ · πόσῳ πλέον τοῦ ἐκεῖνον ἐξηγουμένου;

1.17.18οὐ δὲ γὰρ Χρυσίππου χρείαν ἔχομεν δι’αὐτόν, ἀλλ’ἵνα παρακολουθήσωμεν τῇ φύσει. οὐ δὲ γὰρ τοῦ θύτου δι’αὐτόν, ἀλλ’ὅτι δι’ἐκείνου κατανοήσειν οἰόμεθα τὰ μέλλοντα καὶ σημαινόμενα ὑπὸ τῶν θεῶν, οὐ δὲ τῶν σπλάγχνων δι’αὐτά, ἀλλ’ὅτι δι’ἐκείνων σημαίνεται, οὐ δὲ τὸν κόρακα θαυμάζομεν τὴν κορώνην, ἀλλὰ τὸν θεὸν σημαίνοντα διὰ τούτων.

1.17.20ἔρχομαι τοίνυν ἐπὶ τὸν ἐξηγητὴν τοῦτον καὶ θύτην καὶ λέγω ὅτι ἐπίσκεψαί μοι τὰ σπλάγχνα, τί μοι σημαίνεται.

1.17.21λαβὼν καὶ ἀναπτύξας ἐκεῖνος ἐξηγεῖται ὅτι ἄνθρωπε, προαίρεσιν ἔχεις ἀκώλυτον φύσει καὶ ἀνανάγκαστον. τοῦτο ἐνταῦθα ἐν τοῖς σπλάγχνοις γέγραπται.

1.17.22δείξω σοι αὐτὸ πρῶτον ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου. μή τίς σε κωλῦσαι δύναται ἐπινεῦσαι ἀληθεῖ; οὐ δὲ εἷς. μή τίς σε ἀναγκάσαι δύναται παραδέξασθαι τὸ ψεῦδος;

1.17.23οὐ δὲ εἷς. ὁρᾷς ὅτι ἐν τούτῳ τῷ τόπῳ τὸ προαιρετικὸν ἔχεις ἀκώλυτον ἀνανάγκαστον ἀπαραπόδιστον;

1.17.24ἄγε ἐπὶ δὲ τοῦ ὀρεκτικοῦ καὶ ὁρμητικοῦ ἄλλως ἔχει; καὶ τίς ὁρμὴν νικῆσαι δύναται ἄλλη ὁρμή; τίς δ’ὄρεξιν καὶ ἔκκλισιν ἄλλη ὄρεξις καὶ ἔκκλισις;

1.17.25ἄν μοι, φησί, προσάγῃ θανάτου φόβον, ἀναγκάζει με. οὐ τὸ προσαγόμενον, ἀλλ’ὅτι δοκεῖ σοι κρεῖττον εἶναι ποιῆσαί τι τούτων ἀποθανεῖν.

1.17.26πάλιν οὖν τὸ σὸν δόγμα σε ἠνάγκασεν, τοῦτ’ἔστι προαίρεσιν προαίρεσις.

1.17.27εἰ γὰρ τὸ ἴδιον μέρος, ἡμῖν ἔδωκεν ἀποσπάσας θεός, ὑπ’αὐτοῦ ὑπ’ἄλλου τινὸς κωλυτὸν ἀναγκαστὸν κατεσκευάκει, οὐκέτι ἂν ἦν θεὸς οὐ δ’ἐπεμελεῖτο ἡμῶν ὃν δεῖ τρόπον.

1.17.28ταῦτα εὑρίσκω, φησίν, ἐν τοῖς ἱεροῖς. ταῦτά σοι σημαίνεται. ἐὰν θέλῃς, ἐλεύθερος εἶ · ἐὰν θέλῃς, μέμψῃ οὐδένα, ἐγκαλέσεις οὐδενί, πάντα κατὰ γνώμην ἔσται ἅμα τὴν σὴν καὶ τὴν τοῦ θεοῦ.

1.17.29διὰ ταύτην τὴν μαντείαν ἔρχομαι ἐπὶ τὸν θύτην τοῦτον καὶ τὸν φιλόσοφον, οὐκ αὐτὸν θαυμάσας ἕνεκά γε τῆς ἐξηγήσεως, ἀλλὰ ἐκεῖνα ἐξηγεῖται.

1.18

1.18.1εἰ ἀληθές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον ὅτι πᾶσιν ἀνθρώποις μία ἀρχὴ καθάπερ τοῦ συγκαταθέσθαι τὸ παθεῖν ὅτι ὑπάρχει καὶ τοῦ ἀνανεῦσαι τὸ παθεῖν ὅτι οὐχ ὑπάρχει καὶ νὴ Δία τοῦ ἐπισχεῖν τὸ παθεῖν ὅτι ἄδηλόν ἐστιν, οὕτως καὶ τοῦ ὁρμῆσαι ἐπί τι τὸ παθεῖν ὅτι ἐμοὶ συμφέρει, ἀμήχανον δ’ἄλλο μὲν κρίνειν τὸ συμφέρον, ἄλλου δ’ὀρέγεσθαι καὶ ἄλλο μὲν κρίνειν καθῆκον, ἐπ’ἄλλο δὲ ὁρμᾶν, τί ἔτι τοῖς πολλοῖς χαλεπαίνομεν;

1.18.3 κλέπται, φησίν, εἰσὶ καὶ λωποδύται. τί ἐστι τὸ κλέπται καὶ λωποδύται; πεπλάνηνται περὶ ἀγαθῶν καὶ κακῶν. χαλεπαίνειν οὖν δεῖ αὐτοῖς ἐλεεῖν αὐτούς;

1.18.4ἀλλὰ δεῖξον τὴν πλάνην καὶ ὄψει πῶς ἀφίστανται τῶν ἁμαρτημάτων. ἂν δὲ μὴ βλέπωσιν, οὐδὲν ἔχουσιν ἀνώτερον τοῦ δοκοῦντος αὐτοῖς.

1.18.5τοῦτον οὖν τὸν λῃστὴν καὶ τοῦτον τὸν μοιχὸν οὐκ ἔδει ἀπολωλέναι;

1.18.6 μηδαμῶς, ἀλλ’ἐκεῖνο μᾶλλον τοῦτον τὸν πεπλανημένον καὶ ἐξηπατημένον περὶ τῶν μεγίστων καὶ ἀποτετυφλωμένον οὐ τὴν ὄψιν τὴν διακριτικὴν τῶν λευκῶν καὶ μελάνων, ἀλλὰ τὴν γνώμην τὴν διακριτικὴν τῶν ἀγαθῶν καὶ τῶν κακῶν μὴ ἀπολλύναι; κἂν οὕτως λέγῃς, γνώσῃ πῶς ἀπάνθρωπόν ἐστιν λέγεις καὶ ὅτι ἐκείνῳ ὅμοιον τοῦτον οὖν τὸν τυφλὸν μὴ ἀπολλύναι καὶ τὸν κωφόν;

1.18.8εἰ γὰρ μεγίστη βλάβη τῶν μεγίστων ἀπώλειά ἐστιν, μέγιστον δ’ἐν ἑκάστῳ προαίρεσις οἵα δεῖ καὶ τούτου στέρεταί τις, τί ἔτι χαλεπαίνεις αὐτῷ;

1.18.9ἄνθρωπε, εἰ σὲ δεῖ παρὰ φύσιν ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς διατίθεσθαι, ἐλέει αὐτὸν μᾶλλον μίσει · ἄφες τοῦτο τὸ προσκοπτικὸν καὶ μισητικόν ·

1.18.10μὴ ἐG7 πῃς τὰς φωνὰς ταύτας ἃς οἱ πολλοὶ τῶν φG8 των τούτους οὖν τοὺς καταράτους καὶ μιαροὺς G5 ἔστω · σὺ πῶς ποτ’ἀπεσοφώθης ἄφνω G4 ν.

1.18.11ἀλλως χαλεπὸς εἶ. διὰ τί οὖν χαλεπαίνομεν; ὅτι τὰς ὕλας θαυμάζομεν, ὧν ἡμᾶς ἀφαιροῦνται. ἐπεί τοι μὴ θαύμαζέ σου τὰ ἱμάτια καὶ τῷ κλέπτῃ οὐ χαλεπαίνεις · μὴ θαύμαζε τὸ κάλλος τῆς γυναικὸς καὶ τῷ μοιχῷ οὐ χαλεπαίνεις.

1.18.12γνῶθι ὅτι κλέπτης καὶ μοιχὸς ἐν τοῖς σοῖς τόπον οὐκ ἔχει, ἐν δὲ τοῖς ἀλλοτρίοις καὶ τοῖς οὐκ ἐπὶ σοί. ταῦτα ἂν ἀφῇς καὶ παρὰ μηδὲν ἡγήσῃ, τίνι ἔτι χαλεπαίνεις; μέχρι δ’ἂν ταῦτα θαυμάζῃς, σεαυτῷ χαλέπαινε μᾶλλον ἐκείνοις. σκόπει γάρ ·

1.18.13ἔχεις καλὰ ἱμάτια, γείτων σου οὐκ ἔχει · θυρίδα ἔχεις, θέλεις αὐτὰ ψῦξαι. οὐκ οἶδεν ἐκεῖνος τί τὸ ἀγαθόν ἐστι τοῦ ἀνθρώπου, ἀλλὰ φαντάζεται ὅτι τὸ ἔχειν καλὰ ἱμάτια, τοῦτο καὶ σὺ φαντάζῃ.

1.18.14εἶτα μὴ ἔλθῃ καὶ ἄρῃ αὐτά; ἀλλὰ σὺ πλακοῦντα δεικνύων ἀνθρώποις λίχνοις καὶ μόνος αὐτὸν καταπίνων οὐ θέλεις ἵνα αὐτὸν ἁρπάσωσι; μὴ ἐρέθιζε αὐτούς, θυρίδα μὴ ἔχε, μὴ ψῦχέ σου τὰ ἱμάτια.

1.18.15 κἀγὼ πρῴην σιδηροῦν λύχνον ἔχων παρὰ τοῖς θεοῖς ἀκούσας ψόφον τῆς θυρίδος κατέδραμον. εὗρον ἡρπασμένον τὸν λύχνον. ἐπελογισάμην, ὅτι ἔπαθέν τι ἄρας οὐκ ἀπίθανον. τί οὖν; αὔριον, φημί, ὀστράκινον εὑρήσεις.

1.18.16ἐκεῖνα γὰρ ἀπολλύει, ἔχει. ἀπώλεσά μου τὸ ἱμάτιον. εἶχες γὰρ ἱμάτιον. ἀλγῶ τὴν κεφαλήν. μή τι κέρατα ἀλγεῖς; τί οὖν ἀγανακτεῖς; τούτων γὰρ αἱ ἀπώλειαι, τούτων οἱ πόνοι, ὧν καὶ αἱ κτήσεις.

1.18.17ἀλλ’ τύραννος δήσει. τί; τὸ σκέλος. ἀλλ’ἀφελεῖ. τί; τὸν τράχηλον. τί οὖν οὐ δήσει οὐ δ’ἀφελεῖ; τὴν προαίρεσιν. διὰ τοῦτο παρήγγελλον οἱ παλαιοὶ τὸ γνῶθι σαυτόν.

1.18.18τί οὖν; ἔδει νὴ τοὺς θεοὺς μελετᾶν ἐπὶ τῶν μικρῶν καὶ ἀπ’ἐκείνων ἀρχομένους διαβαίνειν ἐπὶ τὰ μείζω.

1.18.19κεφαλὴν ἀλγῶ. οἴμοι μὴ λέγε. ὠτίον ἀλγῶ. οἴμοι μὴ λέγε. καὶ οὐ λέγω ὅτι οὐ δέδοται στενάξαι, ἀλλὰ ἔσωθεν μὴ στενάξῃς. μη δ’ἂν βραδέως τὸν ἐπίδεσμον παῖς φέρῃ, κραύγαζε καὶ σπῶ καὶ λέγε πάντες με μισοῦσιν. τίς γὰρ μὴ μισήσῃ τὸν τοιοῦτον;

1.18.20τούτοις τὸ λοιπὸν πεποιθὼς τοῖς δόγμασιν ὀρθὸς περιπάτει, ἐλεύθερος, οὐχὶ τῷ μεγέθει πεποιθὼς τοῦ σώματος ὥσπερ ἀθλητής · οὐ γὰρ ὡς ὄνον ἀήττητον εἶναι.

1.18.21τίς οὖν ἀήττητος; ὃν οὐκ ἐξίστησιν οὐδὲν τῶν ἀπροαιρέτων. εἶτα λοιπὸν ἑκάστην τῶν περιστάσεων ἐπερχόμενος καταμανθάνω ὡς ἐπὶ τοῦ ἀθλητοῦ. οὗτος ἐξεβίασε τὸν πρῶτον κλῆρον. τί οὖν τὸν δεύτερον; τί δ’ἂν καῦμα ;

1.18.22τί δ’ἐν Ὀλυμπίᾳ; καὶ ἐνταῦθα ὡσαύτως. ἂν ἀργυρίδιον προβάλῃς, καταφρονήσει. τί οὖν ἂν κορασίδιον; τί οὖν ἂν ἐν σκότῳ; τί οὖν ἂν δοξάριον; τί οὖν ἂν λοιδορίαν; τί οὖν ἂν ἔπαινον; τί δ’ἂν θάνατον;

1.18.23δύναται ταῦτα πάντα νικῆσαι. τί οὖν ἂν καῦμα , τοῦτό ἐστι · τί, ἂν οἰνωμένος ; τί ἂν μελαγχολῶν; τί ἐν ὕπνοις; οὗτός μοί ἐστιν ἀνίκητος ἀθλητής.

1.19

1.19.1ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα δοκῇ γε προσεῖναι μὴ προσόν, τοῦτον πᾶσα ἀνάγκη, ἐὰν ἀπαίδευτος , πεφυσῆσθαι δι’αὐτό.

1.19.2εὐθὺς τύραννος λέγει ἐγώ εἰμι πάντων κράτιστος. καὶ τί μοι δύνασαι παρασχεῖν; ὄρεξίν μοι δύνασαι περιποιῆσαι ἀκώλυτον; πόθεν σοι; σὺ γὰρ ἔχεις; ἔκκλισιν ἀπερίπτωτον; σὺ γὰρ ἔχεις; ὁρμὴν ἀναμάρτητον;

1.19.3καὶ ποῦ σοι μέτεστιν; ἄγε, ἐν νηὶ δὲ σαυτῷ θαρρεῖς τῷ εἰδότι; ἐπὶ δ’ἅρματος τίνι τῷ εἰδότι;

1.19.4τί δ’ἐν ταῖς ἄλλαις τέχναις; ὡσαύτως. τί οὖν δύνασαι; πάντες με θεραπεύουσιν. καὶ γὰρ ἐγὼ τὸ πινάκιον θεραπεύω καὶ πλύνω αὐτὸ καὶ ἐκμάσσω καὶ τῆς ληκύθου ἕνεκα πάσσαλον πήσσω. τί οὖν; ταῦτά μου κρείττονά ἐστιν; οὔ · ἀλλὰ χρείαν μοι παρέχει τινά. ταύτης οὖν ἕνεκα θεραπεύω αὐτά. τί δέ; τὸν ὄνον οὐ θεραπεύω;

1.19.5οὐ νίπτω αὐτοῦ τοὺς πόδας; οὐ περικαθαίρω; οὐκ οἶδας ὅτι πᾶς ἄνθρωπος ἑαυτὸν θεραπεύει, σὲ δ’οὕτως ὡς τὸν ὄνον; ἐπεὶ τίς σε θεραπεύει ὡς ἄνθρωπον; δείκνυε.

1.19.6τίς σοι θέλει ὅμοιος γενέσθαι, τίς σου ζηλωτὴς γίνεται ὡς Σωκράτους; ἀλλὰ δύναμαί σε τραχηλοκοπῆσαι. καλῶς λέγεις. ἐξελαθόμην ὅτι σε δεῖ θεραπεύειν καὶ ὡς πυρετὸν καὶ ὡς χολέραν καὶ βωμὸν στῆσαι, ὡς ἐν Ῥώμῃ Πυρετοῦ βωμός ἐστιν.

1.19.7τί οὖν ἐστι τὸ ταράσσον καὶ καταπλῆττον τοὺς πολλούς; τύραννος καὶ οἱ δορυφόροι; πόθεν; μὴ γένοιτο · οὐκ ἐνδέχεται τὸ φύσει ἐλεύθερον ὑπ’ἄλλου τινὸς ταραχθῆναι κωλυθῆναι πλὴν ὑφ’ἑαυτοῦ.

1.19.8ἀλλὰ τὰ δόγματα αὐτὸν ταράσσει. ὅταν γὰρ τύραννος εἴπῃ τινὶ δήσω σου τὸ σκέλος, μὲν τὸ σκέλος τετιμηκὼς λέγει μή · ἐλέησον, δὲ τὴν προαίρεσιν τὴν ἑαυτοῦ λέγει εἴ σοι λυσιτελέστερον φαίνεται, δῆσον. οὐκ ἐπιστρέφῃ;

1.19.9οὐκ ἐπιστρέφομαι. ἐγώ σοι δείξω ὅτι κύριός εἰμι. πόθεν σύ; ἐμὲ Ζεὺς ἐλεύθερον ἀφῆκεν. δοκεῖς ὅτι ἔμελλεν τὸν ἴδιον υἱὸν ἐᾶν καταδουλοῦσθαι; τοῦ νεκροῦ δέ μου κύριος εἶ, λάβε αὐτόν.

1.19.10ὥσθ’ὅταν μοι προσίῃς, ἐμὲ οὐ θεραπεύεις; οὐ · ἀλλ’ἐμαυτόν. εἰ δὲ θέλεις με λέγειν ὅτι καὶ σέ, λέγω σοι οὕτως ὡς τὴν χύτραν.

1.19.11τοῦτο οὐκ ἔστιν φίλαυτον · γέγονε γὰρ οὕτως τὸ ζῷον · αὑτοῦ ἕνεκα πάντα ποιεῖ. καὶ γὰρ ἥλιος αὑτοῦ ἕνεκα πάντα ποιεῖ καὶ τὸ λοιπὸν αὐτὸς Ζεύς.

1.19.12ἀλλ’ὅταν θέλῃ εἶναι Ὑέτιος καὶ Ἐπικάρπιος καὶ πατὴρ ἀνδρῶντε θεῶντε, ὁρᾷς ὅτι τούτων τῶν ἔργων καὶ τῶν προσηγοριῶν οὐ δύναται τυχεῖν, ἂν μὴ εἰς τὸ κοινὸν ὠφέλιμος .

1.19.13καθόλουτε τοιαύτην τὴν φύσιν τοῦ λογικοῦ ζῴου κατεσκεύασεν, ἵνα μηδενὸς τῶν ἰδίων ἀγαθῶν δύνηται τυγχάνειν, ἂν μή τι εἰς τὸ κοινὸν ὠφέλιμον προσφέρηται.

1.19.14οὕτως οὐκέτι ἀκοινώνητον γίνεται τὸ πάντα αὑτοῦ ἕνεκα ποιεῖν.

1.19.15ἐπεὶ τί ἐκδέχῃ; ἵνα τις ἀποστῇ αὑτοῦ καὶ τοῦ ἰδίου συμφέροντος; καὶ πῶς ἔτι μία καὶ αὐτὴ ἀρχὴ πᾶσιν ἔσται πρὸς αὐτὰ οἰκείωσις;

1.19.16τί οὖν; ὅταν ὑπῇ δόγματα ἀλλόκοτα περὶ τῶν ἀπροαιρέτων ὡς ὄντων ἀγαθῶν καὶ κακῶν, πᾶσα ἀνάγκη θεραπεύει ν τοὺς τυράννους.

1.19.17ὤφελον γὰρ τοὺς τυράννους μόνον, τοὺς κοιτωνίτας δ’οὔ. πῶς δὲ καὶ φρόνιμος γίνεται ἐξαίφνης ἄνθρωπος, ὅταν Καῖσαρ αὐτὸν ἐπὶ τοῦ λασάνου ποιήσῃ · πῶς εὐθὺς λέγομεν φρονίμως μοι λελάληκεν Φηλικίων.

1.19.18ἤθελον αὐτὸν ἀποβληθῆναι τοῦ κοπρῶνος, ἵνα πάλιν ἄφρων σοι δοκῇ.

1.19.19εἶχέν τινα Ἐπαφρόδιτος σκυτέα, ὃν διὰ τὸ ἄχρηστον εἶναι ἐπώλησεν. εἶτα ἐκεῖνος κατά τινα δαίμονα ἀγορασθεὶς ὑπό τινος τῶν Καισαριανῶν τοῦ Καίσαρος σκυτεὺς ἐγένετο. εἶδες ἂν πῶς αὐτὸν ἐτίμα Ἐπαφρόδιτος · τί πράσσει Φηλικίων ἀγαθός;

1.19.21φιλῶ σε . εἶτα εἴ τις ἡμῶν ἐπύθετο τί ποιεῖ αὐτός ; ἐλέγετο ὅτι μετὰ Φηλικίωνος βουλεύεται περί τινος .

1.19.22οὐχὶ γὰρ πεπράκει αὐτὸν ὡς ἄχρηστον; τίς οὖν αὐτὸν ἄφνω φρόνιμον ἐποίησεν;

1.19.23τοῦτ’ἔστι τὸ τιμᾶν ἄλλο τι τὰ προαιρετικά.

1.19.24ἠξίωται δημαρχίας. πάντες οἱ ἀπαντῶντες συνήδονται · ἄλλος τοὺς ὀφθαλμοὺς καταφιλεῖ, ἄλλος τὸν τράχηλον, οἱ δοῦλοι τὰς χεῖρας. ἔρχεται εἰς οἶκον, εὑρίσκει λύχνους ἁπτομένους. ἀναβαίνει εἰς τὸ Καπιτώλιον, ἐπιθύει.

1.19.25τίς οὖν πώποτε ὑπὲρ τοῦ ὀρεχθῆναι καλῶς ἔθυσεν; ὑπὲρ τοῦ ὁρμῆσαι κατὰ φύσιν; ἐκεῖ γὰρ καὶ θεοῖς εὐχαριστοῦμεν, ὅπου τὸ ἀγαθὸν τιθέμεθα.

1.19.26σήμερόν τις ὑπὲρ ἱερωσύνης ἐλάλει μοι τοῦ Αὐγούστου. λέγω αὐτῷ ἄνθρωπε, ἄφες τὸ πρᾶγμα · δαπανήσεις πολλὰ εἰς οὐδέν.

1.19.27 ἀλλ’οἱ τὰς ὠνάς, φησί, γράφοντες γράψουσι τὸ ἐμὸν ὄνομα. μή τι οὖν σὺ τοῖς ἀναγιγνώσκουσι λέγεις παρών · ἐμὲ γεγράφασιν;

1.19.28εἰ δὲ καὶ νῦν δύνασαι παρεῖναι πᾶσιν, ἐὰν ἀποθάνῃς, τί ποιήσεις; μενεῖ μου τὸ ὄνομα. γράψον αὐτὸ εἰς λίθον καὶ μενεῖ. ἄγε ἔξω δὲ Νικοπόλεως τίς σου μνεία;

1.19.29 ἀλλὰ χρυσοῦν στέφανον φορήσω. εἰ ἅπαξ ἐπιθυμεῖς στεφάνου, ῥόδινον λαβὼν περίθου · ὄψει γὰρ κομψότερον.

1.20

1.20.1πᾶσα τέχνη καὶ δύναμις προηγουμένων τινῶν ἐστι θεωρητική.

1.20.2ὅταν μὲν οὖν ὁμοειδὴς τοῖς θεωρουμένοις καὶ αὐτή, ἀναγκαίως καὶ αὑτῆς γίνεται θεωρητική · ὅταν δ’ἀνομογενής, οὐ δύναται θεωρεῖν ἑαυτήν.

1.20.3οἷον σκυτικὴ περὶ δέρματα ἀναστρέφεται, αὐτὴ δὲ παντελῶς ἀπήλλακται τῆς ὕλης τῶν δερμάτων · διὰ τοῦτο οὐκ ἔστιν αὑτῆς θεωρητική.

1.20.4γραμματικὴ πάλιν περὶ τὴν ἐγγράμματον φωνήν · μή τι οὖν ἐστι καὶ αὐτὴ ἐγγράμματος φωνή; οὐδαμῶς. διὰ τοῦτο οὐ δύναται θεωρεῖν ἑαυτήν. οὖν λόγος πρὸς τί ποτε ὑπὸ τῆς φύσεως παρείληπται;

1.20.5πρὸς χρῆσιν φαντασιῶν οἵαν δεῖ. αὐτὸς οὖν τί ἐστιν; σύστημα ἐκ ποιῶν φαντασιῶν. οὕτως γίνεται φύσει καὶ αὑτοῦ θεωρητικός.

1.20.6πάλιν φρόνησις τίνα θεωρήσουσα παρελήλυθεν; ἀγαθὰ καὶ κακὰ καὶ οὐδέτερα. αὐτὴ οὖν τί ἐστιν; ἀγαθόν. δ’ἀφροσύνη τί ἐστιν; κακόν. ὁρᾷς οὖν ὅτι ἀναγκαίως καὶ αὑτῆς γίνεται καὶ τῆς ἐναντίας θεωρητική;

1.20.7διὰ τοῦτο ἔργον τοῦ φιλοσόφου τὸ μέγιστον καὶ πρῶτον δοκιμάζειν τὰς φαντασίας καὶ διακρίνειν καὶ μηδεμίαν ἀδοκίμαστον προσφέρεσθαι.

1.20.8ὁρᾶτε ἐπὶ τοῦ νομίσματος, ὅπου δοκεῖ τι εἶναι πρὸς ἡμᾶς, πῶς καὶ τέχνην ἐξευρήκαμεν καὶ ὅσοις ἀργυρογνώμων προσχρῆται πρὸς δοκιμασίαν τοῦ νομίσματος, τῇ ὄψει, τῇ ἁφῇ, τῇ ὀσφρασίᾳ, τὰ τελευταῖα τῇ ἀκοῇ ·

1.20.9ῥήξας τὸ δηνάριον τῷ ψόφῳ προσέχει καὶ οὐχ ἅπαξ ἀρκεῖται ψοφήσαντος, ἀλλ’ὑπὸ τῆς πολλῆς προσοχῆς μουσικὸς γίνεται.

1.20.10οὕτως ὅπου διαφέρειν οἰόμεθα τὸ πλανᾶσθαι τοῦ μὴ πλανᾶσθαι, ἐνταῦθα πολλὴν προσοχὴν εἰσφέρομεν εἰς διάκρισιν τῶν διαπλανᾶν δυναμένων, ἐπὶ δὲ ταλαιπώρου ἡγεμονικοῦ χάσκοντες καὶ καθεύδοντες, πᾶσαν φαντασίαν παραπροσδεχόμεθα ·

1.20.11 γὰρ ζημία οὐ προσπίπτει.

1.20.12ὅταν οὖν θέλῃς γνῶναι, πῶς ἔχεις περὶ μὲν τἀγαθὰ καὶ κακὰ ἀνειμένως, περὶ τἀδιάφορα δ’ἐσπευσμένως, ἐπίστησον πῶς ἔχεις πρὸς τὸ ἐκτυφλωθῆναι καὶ πῶς πρὸς τὸ ἐξαπατηθῆναι καὶ γνώσῃ ὅτι μακρὰν εἶ τοῦ ὡς δεῖ πεπονθέναι περὶ ἀγαθῶν καὶ κακῶν.

1.20.13ἀλλὰ πολλῆς ἔχει χρείαν παρασκευῆς καὶ πόνου πολλοῦ καὶ μαθημάτων. τί οὖν; ἐλπίζεις ὅτι τὴν μεγίστην τέχνην ἀπὸ ὀλίγων ἔστιν ἀναλαβεῖν;

1.20.14καίτοι αὐτὸς μὲν προηγούμενος λόγος τῶν φιλοσόφων λίαν ἐστὶν ὀλίγος. εἰ θέλεις γνῶναι, ἀνάγνωθι τὰ Ζήνωνος καὶ ὄψει.

1.20.15τί γὰρ ἔχει μακρὸν εἰπεῖν ὅτι τέλος ἐστὶ τὸ ἕπεσθαι θεοῖς, οὐσία δ’ἀγαθοῦ χρῆσις οἵα δεῖ φαντασιῶν;

1.20.16λέγε τί οὖν ἐστι θεὸς καὶ τί φαντασία; καὶ τί ἐστι φύσις ἐπὶ μέρους καὶ τί ἐστι φύσις τῶν ὅλων;

1.20.17ἤδη μακρόν. ἂν οὖν ἐλθὼν Ἐπίκουρος εἴπῃ, ὅτι ἐν σαρκὶ δεῖ εἶναι τὸ ἀγαθόν, πάλιν μακρὸν γίνεται καὶ ἀνάγκη ἀκοῦσαι τί τὸ προηγούμενόν ἐστιν ἐφ’ἡμῶν, τί τὸ ὑποστατικὸν καὶ οὐσιῶδες. ὅτι τὸ κοχλίου ἀγαθὸν οὐκ εἰκὸς εἶναι ἐν τῷ κελύφει, τὸ οὖν τοῦ ἀνθρώπου εἰκός;

1.20.18σὺ δ’αὐτὸς τί κυριώτερον ἔχεις, Ἐπίκουρε; τί ἐστιν ἐν σοὶ τὸ βουλευόμενον, τὸ ἐπισκεπτόμενον ἕκαστα, τὸ περὶ τῆς σαρκὸς αὐτῆς ὅτι τὸ προηγούμενόν ἐστιν ἐπικρῖνον;

1.20.19τί δὲ καὶ λύχνον ἅπτεις καὶ πονεῖς ὑπὲρ ἡμῶν καὶ τηλικαῦτα βιβλία γράφεις; ἵνα μὴ ἀγνοήσωμεν ἡμεῖς τὴν ἀλήθειαν; τίνες ἡμεῖς; τί πρὸς σὲ ὄντες; οὕτω μακρὸς λόγος γίνεται.

1.21

1.21.2ὅταν τις ἣν δεῖ στάσιν ἔχῃ ἐν τῷ βίῳ, ἔξω οὐ κέχηνεν. ἄνθρωπε, τί θέλεις σοι γενέσθαι; ἐγὼ μὲν ἀρκοῦμαι, ἂν ὀρέγωμαι καὶ ἐκκλίνω κατὰ φύσιν, ἂν ὁρμῇ καὶ ἀφορμῇ χρῶμαι ὡς πέφυκα, ἂν προθέσει, ἂν ἐπιβολῇ, ἂν συγκαταθέσει. τί οὖν ἡμῖν ὀβελίσκον καταπιὼν περιπατεῖς;

1.21.3ἤθελον, ἵνα με καὶ οἱ ἀπαντῶντες θαυμάζωσιν καὶ ἐπακολουθοῦντες ἐπικραυγάζωσιν · μεγάλου φιλοσόφου.

1.21.4τίνες εἰσὶν οὗτοι, ὑφ’ὧν θαυμάζεσθαι θέλεις; οὐχ οὗτοί εἰσι, περὶ ὧν εἴωθας λέγειν ὅτι μαίνονται; τί οὖν; ὑπὸ τῶν μαινομένων θαυμάζεσθαι θέλεις;

1.22

1.22.1προλήψεις κοιναὶ πᾶσιν ἀνθρώποις εἰσίν · καὶ πρόληψις προλήψει οὐ μάχεται. τίς γὰρ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ ἀγαθὸν συμφέρον ἐστὶ ἐστι καὶ αἱρετὸν καὶ ἐκ πάσης αὐτὸ περιστάσεως δεῖ μετιέναι καὶ διώκειν; τίς δ’ἡμῶν οὐ τίθησιν, ὅτι τὸ δίκαιον καλόν ἐστι καὶ πρέπον;

1.22.2πότ’οὖν μάχη γίνεται; περὶ τὴν ἐφαρμογὴν τῶν προλήψεων ταῖς ἐπὶ μέρους οὐσίαις, ὅταν μὲν εἴπῃ καλῶς ἐποίησεν, ἀνδρεῖός ἐστιν ·

1.22.3οὔ, ἀλλ’ἀπονενοημένος. ἔνθεν μάχη γίνεται τοῖς ἀνθρώποις πρὸς ἀλλήλους.

1.22.4αὕτη ἐστὶν Ἰουδαίων καὶ Σύρων καὶ Αἰγυπτίων καὶ Ῥωμαίων μάχη, οὐ περὶ τοῦ ὅτι τὸ ὅσιον πάντων προτιμητέον καὶ ἐν παντὶ μεταδιωκτέον, ἀλλὰ πότερόν ἐστιν ὅσιον τοῦτο τὸ χοιρείου φαγεῖν ἀνόσιον.

1.22.5ταύτην τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως. κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον. τί λέγεις σύ, Ἀγάμεμνον; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχοντα;

1.22.6δεῖ μὲν οὖν. σὺ δὲ τί λέγεις, Ἀχιλλεῦ; οὐκ ἀρέσκει σοι γίνεσθαι τὰ καλῶς ἔχοντα; ἐμοὶ μὲν οὖν πάντων μάλιστα ἀρέσκει. ἐφαρμόσατε οὖν τὰς προλήψεις. ἐντεῦθεν ἀρχὴ μάχης.

1.22.7 μὲν λέγει οὐ χρὴ ἀποδιδόναι με τὴν Χρυσηίδα τῷ πατρί, δὲ λέγει δεῖ μὲν οὖν. πάντως ἕτερος αὐτῶν κακῶς ἐφαρμόζει τὴν πρόληψιν τοῦ δέοντος.

1.22.8πάλιν μὲν λέγει οὐκοῦν, εἴ με δεῖ ἀποδοῦναι τὴν Χρυσηίδα, δεῖ με λαβεῖν ὑμῶν τινος τὸ γέρας, δέ τὴν ἐμὴν οὖν λάβῃς ἐρωμένην; . τὴν σήν φησίν. ἐγὼ οὖν μόνος ἀλλ’ἐγὼ μόνος μὴ ἔχω; οὕτως μάχη γίνεται.

1.22.9τί οὖν ἐστι τὸ παιδεύεσθαι; μανθάνειν τὰς φυσικὰς προλήψεις ἐφαρμόζειν ταῖς ἐπὶ μέρους οὐσίαις καταλλήλως τῇ φύσει καὶ λοιπὸν διελεῖν, ὅτι τῶν ὄντων τὰ μέν ἐστιν ἐφ’ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ἡμῖν ·

1.22.10ἐφ’ἡμῖν μὲν προαίρεσις καὶ πάντα τὰ προαιρετικὰ ἔργα, οὐκ ἐφ’ἡμῖν δὲ τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, κτήσεις, γονεῖς, ἀδελφοὶ, τέκνα, πατρίς, ἁπλῶς οἱ κοινωνοί.

1.22.11ποῦ οὖν θῶμεν τὸ ἀγαθόν; ποίᾳ οὐσίᾳ αὐτὸ ἐφαρμόσομεν; τῇ ἐφ’ἡμῖν;

1.22.12 εἶτα οὐκ ἔστιν ἀγαθὸν ὑγίεια καὶ ἀρτιότης καὶ ζωή, ἀλλ’οὐ δὲ τέκνα οὐ δὲ γονεῖς οὐ δὲ πατρίς; καὶ τίς σου ἀνέξεται;

1.22.13μεταθῶμεν οὖν αὐτὸ πάλιν ἐνθάδε. ἐνδέχεται οὖν βλαπτόμενον καὶ ἀποτυγχάνοντα τῶν ἀγαθῶν εὐδαιμονεῖν; οὐκ ἐνδέχεται. καὶ τὴν πρὸς τοὺς κοινωνοὺς οἵαν δεῖG6 ἀναστροφήν; καὶ πῶς ἐνδέχεται;

1.22.14ἐγὼ γὰρ πέφυκα πρὸς τὸ ἐμὸν συμφέρον. εἰ συμφέρει μοι ἀγρὸν ἔχειν, συμφέρει μοι καὶ ἀφελέσθαι αὐτὸν τοῦ πλησίον · εἰ συμφέρει μοι ἱμάτιον ἔχειν, συμφέρει μοι καὶ κλέψαι αὐτὸ ἐκ βαλανείου. ἔνθεν πόλεμοι, στάσεις, τυραννίδες, ἐπιβουλαί.

1.22.15πῶς δ’ἔτι δυνήσομαι τὸ πρὸς τὸν Δία καθῆκον; εἰ γὰρ βλάπτομαι καὶ ἀτυχῶ, οὐκ ἐπιστρέφεταί μου. καὶ τί μοι καὶ αὐτῷ, εἰ οὐ δύναταί μοι βοηθῆσαι; καὶ πάλιν τί μοι καὶ αὐτῷ, εἰ θέλει μ’ἐν τοιούτοις εἶναι ἐν οἷς εἰμι; ἄρχομαι λοιπὸν μισεῖν αὐτόν.

1.22.16τί οὖν ναοὺς ποιοῦμεν, τί οὖν ἀγάλματα, ὡς κακοῖς δαίμοσιν, ὡς πυρετῷ τῷ Διί; καὶ πῶς ἔτι Σωτὴρ καὶ πῶς Ὑέτιος καὶ πῶς Ἐπικάρπιος; καὶ μήν, ἂν ἐνταῦθά που θῶμεν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, πάντα ταῦτα ἐξακολουθεῖ. τί οὖν ποιήσωμεν;

1.22.17 αὕτη ἐστὶ ζήτησις τοῦ φιλοσοφοῦντος τῷ ὄντι καὶ ὠδίνοντος · νῦν ἐγὼ οὐχ ὁρῶ τί ἐστι τὸ ἀγαθὸν καὶ τὸ κακόν · οὐ μαίνομαι;

1.22.18ναί · ἀλλ’ἂν ἐνταῦθά που θῶ τὸ ἀγαθόν, ἐν τοῖς προαιρετικοῖς, πάντες μου καταγελάσονται. ἥξει τις γέρων πολιὸς χρυσοῦς δακτυλίους ἔχων πολλούς, εἶτα ἐπισείσας τὴν κεφαλὴν ἐρεῖ ἄκουσόν μου, τέκνον · δεῖ μὲν καὶ φιλοσοφεῖν, δεῖ δὲ καὶ ἐγκέφαλον ἔχειν · ταῦτα μωρά ἐστιν. σὺ παρὰ τῶν φιλοσόφων μανθάνεις συλλογισμόν, τί δέ σοι ποιητέον ἐστίν, σὺ κάλλιον οἶδας οἱ φιλόσοφοι.

1.22.19ἄνθρωπε, τί οὖν μοι ἐπιτιμᾷς, εἰ οἶδα;

1.22.20τούτῳ τῷ ἀνδραπόδῳ τί εἴπω;

1.22.21ἂν σιωπῶ, ῥήγνυται ἐκεῖνος. ὡς δεῖ λέγειν ὅτι σύγγνωθί μοι ὡς τοῖς ἐρῶσιν · οὐκ εἰμὶ ἐμαυτοῦ, μαίνομαι.

1.23

1.23.1ἐπινοεῖ καὶ Ἐπίκουρος ὅτι φύσει ἐσμὲν κοινωνικοί, ἀλλ’ἅπαξ ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν οὐκέτι δύναται ἄλλο οὐδὲν εἰπεῖν.

1.23.2πάλιν γὰρ ἐκείνου λίαν κρατεῖ, ὅτι οὐ δεῖ ἀπεσπασμένον οὐδὲν τῆς τοῦ ἀγαθοῦ οὐσίας οὔτε θαυμάζειν οὔτ’ἀποδέχεσθαι · καὶ καλῶς αὐτοῦ κρατεῖ.

1.23.3πῶς οὖν ὑπονοητικοί ἐσμεν, οἷς μὴ φυσικὴ ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία; διὰ τί ἀποσυμβουλεύεις τῷ σοφῷ τεκνοτροφεῖν; τί φοβῇ μὴ διὰ ταῦτα εἰς λύπας ἐμπέσῃ;

1.23.4διὰ γὰρ τὸν μῦν τὸν ἔσω τρεφόμενον ἐμπίπτει; τί οὖν αὐτῷ μέλει, ἂν μυίδιον μικρὸν ἔσω κατακλαίῃ αὐτοῦ;

1.23.5ἀλλ’οἶδεν, ὅτι, ἂν ἅπαξ γένηται παιδίον, οὐκέτι ἐφ’ἡμῖν ἐστι μὴ στέργειν μη δὲ φροντίζειν ἐπ’αὐτῷ.

1.23.6διὰ τοῦτο φησὶν οὐ δὲ πολιτεύσεσθαι τὸν νοῦν ἔχοντα · οἶδεν γὰρ τίνα δεῖ ποιεῖν τὸν πολιτευόμενον · ἐπείτοι εἰ ὡς ἐν μυίαις μέλλεις ἀναστρέφεσθαι, τί κωλύει;

1.23.7ἀλλ’ὅμως εἰδὼς ταῦτα τολμᾷ λέγειν ὅτι μὴ ἀναιρώμεθα τέκνα. ἀλλὰ πρόβατον μὲν οὐκ ἀπολείπει τὸ αὑτοῦ ἔγγονον οὐ δὲ λύκος, ἄνθρωπος δ’ἀπολείπει;

1.23.8τί θέλεις; μωροὺς ἡμᾶς εἶναι ὡς τὰ πρόβατα; οὐ δ’ἐκεῖνα ἀπολείπει. θηριώδεις ὡς τοὺς λύκους; οὐ δ’ἐκεῖνοι ἀπολ είπουσιν.

1.23.9ἄγε, τίς δέ σοι πείθεται ἰδὼν παιδίον αὐτοῦ κλαῖον ἐπὶ τὴν γῆν πεπτωκός;

1.23.10ἐγὼ μὲν οἶμαι ὅτι εἰ καὶ ἐμαντεύσατο μήτηρ σου καὶ πατήρ, ὅτι μέλλεις ταῦτα λέγειν, οὐκ ἄν σε ἔρριψαν.

1.24

1.24.1αἱ περιστάσεις εἰσὶν αἱ τοὺς ἄνδρας δεικνύουσαι. λοιπὸν ὅταν ἐμπέσῃ περίστασις, μέμνησο ὅτι θεός σε ὡς ἀλείπτης τραχεῖ νεανίσκῳ συμβέβληκεν.

1.24.2 ἵνα τί; φησίν. ἵνα Ὀλυμπιονίκης γένῃ · δίχα δ’ἱδρῶτος οὐ γίγνεται. ἐμοὶ μὲν οὐδεὶς δοκεῖ κρείσσονα ἐσχηκέναι περίστασιν ἧς σὺ ἔσχηκας, ἂν θέλῃς ὡς ἀθλητὴς νεανίσκῳ χρῆσθαι.

1.24.3καὶ νῦν ἡμεῖς γε εἰς τὴν Ῥώμην κατάσκοπον πέμπομεν. οὐδεὶς δὲ δειλὸν κατάσκοπον πέμπει, ἵν’, ἂν μόνον ἀκούσῃ ψόφου καὶ σκιάν ποθεν ἴδῃ, τρέχων ἔλθῃ τεταραγμένος καὶ λέγων ἤδη παρεῖναι τοὺς πολεμίους.

1.24.4οὕτως νῦν καὶ σὺ ἂν ἐλθὼν ἡμῖν εἴπῃς φοβερὰ τὰ ἐν Ῥώμῃ πράγματα, δεινόν ἐστι θάνατος, δεινόν ἐστι φυγή, δεινὸν λοιδορία, δεινὸν πενία · φεύγετε ἄνδρες, πάρεισιν οἱ πολέμιοι, ἐροῦμέν σοι ἄπελθε, σεαυτῷ μαντεύου ·

1.24.5ἡμεῖς τοῦτο μόνον ἡμάρτομεν, ὅτι τοιοῦτον κατάσκοπον ἐπέμπομεν.

1.24.6πρὸ σοῦ κατάσκοπος ἀποσταλεὶς Διογένης ἄλλα ἡμῖν ἀπήγγελκεν. λέγει ὅτι θάνατος οὐκ ἔστι κακόν, οὐ δὲ γὰρ αἰσχρόν · λέγει ὅτι ἀδοξία ψόφος ἐστὶ μαινομένων ἀνθρώπων.

1.24.7οἷα δὲ περὶ πόνου, οἷα δὲ περὶ ἡδονῆς, οἷα περὶ πενίας εἴρηκεν οὗτος κατάσκοπος. τὸ δὲ γυμνὸν εἶναι λέγει ὅτι κρεῖσσόν ἐστι πάσης περιπορφύρου · τὸ δ’ἐπ’ἀστρώτῳ πέδῳ καθεύδειν λέγει ὅτι μαλακωτάτη κοίτη ἐστίν.

1.24.8καὶ ἀπόδειξιν φέρει περὶ ἑκάστου τὸ θάρσος τὸ αὑτοῦ, τὴν ἀταραξίαν, τὴν ἐλευθερίαν, εἶτα καὶ τὸ σωμάτιον στίλβον καὶ συνεστραμμένον.

1.24.9οὐδείς, φησίν, πολέμιος ἐγγύς ἐστιν · πάντα εἰρήνης γέμει. πῶς, Διόγενες; ἰδού, φησίν, μή τι βέβλημαι, μή τι τέτρωμαι, μή τινα πέφευγα;

1.24.10τοῦτ’ἔστιν οἷος δεῖ κατάσκοπος, σὺ δ’ἡμῖν ἐλθὼν ἄλλα ἐξ ἄλλων λέγεις. οὐκ ἀπελεύσῃ πάλιν καὶ ὄψει ἀκριβέστερον δίχα τῆς δειλίας; τί οὖν ποιήσω;

1.24.11 τί ποιεῖς, ἐκ πλοίου ὅταν ἐξίῃς; μή τι τὸ πηδάλιον αἴρεις, μή τι τὰς κώπας; τί οὖν αἴρεις; τὰ σά, τὴν λήκυθον, τὴν πήραν. καὶ νῦν ἂν ᾖς μεμνημένος τῶν σῶν, οὐδέποτε τῶν ἀλλοτρίων ἀντιποιήσῃ.

1.24.12λέγει σοι θὲς τὴν πλατύσημον · ἰδοὺ στενόσημος. θὲς καὶ ταύτην · ἰδοὺ ἱμάτιον μόνον. θὲς τὸ ἱμάτιον ·

1.24.13ἰδοὺ γυμνός. ἀλλὰ φθόνον μοι κινεῖς. λάβε τοίνυν ὅλον τὸ σωμάτιον. δύναμαι ῥῖψαι τὸ σωμάτιον, ἔτι τοῦτο ν φοβοῦμαι;

1.24.14ἀλλὰ κληρονόμον μ’οὐκ ἀπολείψει. τί οὖν; ἐπελαθόμην ὅτι τούτων οὐδὲν ἐμὸν ἦν; πῶς οὖν ἐμὰ αὐτὰ λέγομεν; ὡς τὸν κράβαττον ἐν τῷ πανδοκείῳ. ἂν οὖν πανδοκεὺς ἀποθανὼν ἀπολίπῃ σοι τοὺς κραβάττους · ἂν δ’ἄλλῳ, ἐκεῖνος ἕξει, σὺ δ’ἄλλον ζητήσεις ·

1.24.15ἂν οὖν μὴ εὕρῃς, χαμαὶ κοιμήσῃ μόνον θαρρῶν καὶ ῥέγκων καὶ μεμνημένος ὅτι ἐν τοῖς πλουσίοις καὶ βασιλεῦσι καὶ τυράννοις αἱ τραγῳδίαι τόπον ἔχουσιν, οὐδεὶς δὲ πένης τραγῳδίαν συμπληροῖ εἰ μὴ ὡς χορευτής.

1.24.16οἱ δὲ βασιλεῖς ἄρχονται μὲν ἀπ’ἀγαθῶν · στέψατε δώματα · εἶτα περὶ τρίτον τέταρτον μέρος · ἰὼ Κιθαιρών, τί μ’ἐδέχου; ἀνδράποδον, ποῦ οἱ στέφανοι, ποῦ τὸ διάδημα;

1.24.17οὐδέν σε ὠφελοῦσιν οἱ δορυφόροι;

1.24.18ὅταν οὖν ἐκείνων τινὶ προσίῃς, τούτων μέμνησο, ὅτι τραγῳδῷ προσέρχῃ, οὐ τῷ ὑποκριτῇ, ἀλλ’αὐτῷ τῷ Οἰδίποδι.

1.24.19ἀλλὰ μακάριος δεῖνα · μετὰ πολλῶν γὰρ περιπατεῖ. κἀγὼ συγκατατάττω ἐμαυτὸν σὺν τοῖς πολλοῖς καὶ μετὰ πολλῶν περιπατῶ.

1.24.20τὸ δὲ κεφάλαιον · μέμνησο ὅτι θύρα ἤνοικται. μὴ γίνου τῶν παιδίων δειλότερος, ἀλλ’ὡς ἐκεῖνα, ὅταν αὐτοῖς μὴ ἀρέσκῃ τὸ πρᾶγμα, λέγει οὐκέτι παίξω, καὶ σύ, ὅταν σοι φαίνηταί τινα εἶναι τοιαῦτα, εἰπὼν οὐκέτι παίξω ἀπαλλάσσου, μένων δὲ μὴ θρήνει.

1.25

1.25.1εἰ ταῦτα ἀληθῆ ἐστι καὶ μὴ βλακεύομεν μη δ’ὑποκρινόμεθα ὅτι τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ἐν προαιρέσει καὶ τὸ κακόν, τὰ δ’ἄλλα πάντα οὐδὲν πρὸς ἡμᾶς, τί ἔτι ταρασσόμεθα, τί ἔτι φοβούμεθα; περὶ ἐσπουδάκαμεν, τούτων ἐξουσίαν οὐδεὶς ἔχει ·

1.25.2ὧν ἐξουσίαν οἱ ἄλλοι ἔχουσιν, τούτων οὐκ ἐπιστρεφόμεθα. ποῖον ἔτι πρᾶγμα ἔχομεν;

1.25.3 ἀλλὰ ἔντειλαί μοι. τί σοι ἐντείλωμαι; Ζεύς σοι οὐκ ἐντέταλται; οὐ δέδωκέν σοι τὰ μὲν σὰ ἀκώλυτα καὶ ἀπαραπόδιστα, τὰ δὲ μὴ σὰ κωλυτὰ καὶ παραποδιστά;

1.25.4τίνα οὖν ἐντολὴν ἔχων ἐκεῖθεν ἐλήλυθας, ποῖον διάταγμα; τὰ σὰ τήρει ἐκ παντὸς τρόπου, τῶν ἀλλοτρίων μὴ ἐφίεσο. τὸ πιστὸν σόνG8 · τίς οὖν ἀφελέσθαι δύναταί σου ταῦτα; τίς κωλύσει χρῆσθαι αὐτοῖς ἄλλος εἰ μὴ σύ; σὺ δὲ πῶς; ὅταν περὶ τὰ μὴ σαυτοῦ σπουδάσῃς, τὰ σαυτοῦ ἀπώλεσας.

1.25.5τοιαύτας ἔχων ὑποθήκας καὶ ἐντολὰς παρὰ τοῦ Διὸς ποίας ἔτι παρ’ἐμοῦ θέλεις; κρείσσων εἰμὶ ἐκείνου, ἀξιοπιστότερος;

1.25.6ἀλλὰ ταύτας τηρῶν ἄλλων τινῶν προσδέῃ; ἀλλ’ἐκεῖνος οὐκ ἐντέταλται ταῦτα; φέρε τὰς προλήψεις, φέρε τὰς ἀποδείξεις τὰς τῶν φιλοσόφων, φέρε πολλάκις ἤκουσας, φέρε δ’ εἶπας αὐτός, φέρε ἀνέγνως, φέρε ἐμελέτησας.

1.25.7μέχρις οὖ ν τίνος ταῦτα τηρεῖν καλῶς ἔχει καὶ τὴν παιδιὰν μὴ λύειν;

1.25.8μέχρις ἂν κομψῶς διεξάγηται. ἐν Σατορναλίοις λέλογχεν βασιλεύς · ἔδοξε γὰρ παῖξαι ταύτην τὴν παιδιάν. προστάσσει σὺ πίε, σὺ κέρασον, σὺ ᾆσον, σὺ ἄπελθε, σὺ ἐλθέ. ὑπακούω, ἵνα μὴ παρ’ἐμὲ λύηται παιδιά.

1.25.9ἀλλὰ σὺ ὑπολάμβανε ὅτι ἐν κακοῖς εἶ. οὐχ ὑπολαμβάνω · καὶ τίς μ’ἀναγκάσει ὑπολαμβάνειν;

1.25.10πάλιν συνεθέμεθα παῖξαι τὰ περὶ Ἀγαμέμνονα καὶ Ἀχιλλέα. καταταγεὶς Ἀγαμέμνων λέγει μοι πορεύου πρὸς τὸν Ἀχιλλέα καὶ ἀπόσπασον τὴν Βρισηίδα. πορεύο μαι.

1.25.11ἔρχου. ἔρχομαι. ὡς γὰρ ἐπὶ τῶν ὑποθετικῶν λόγων ἀναστρεφόμεθα, οὕτως δεῖ καὶ ἐπὶ τοῦ βίου. ἔστω νύξ. ἔστω. τί οὖν; ἡμέρα ἐστίν; οὔ · ἔλαβον γὰρ ὑπόθεσιν τοῦ νύκτα εἶναι.

1.25.12ἔστω σε ὑπολαμβάνειν ὅτι νύξ ἐστιν. ἔστω. ἀλλὰ καὶ ὑπόλαβε ὅτι νύξ ἐστιν. οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει.

1.25.13οὕτως καὶ ἐνταῦθα. ἔστω σε εἶναι δυστυχῆ. ἔστω. ἆρ’οὖν ἀτυχὴς εἶ; ναί. τί οὖν; κακοδαιμονεῖς; ναί. ἀλλὰ καὶ ὑπόλαβε ὅτι ἐν κακοῖς εἶ. οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει · καὶ ἄλλος με κωλύει.

1.25.14μέχρι πόσου οὖν ὑπακουστέον τοῖς τοιούτοις; μέχρις ἂν οὗ λυσιτελῇ, τοῦτο δ’ἔστιν μέχρις ἂν οὗ σῴζω τὸ πρέπον καὶ κατάλληλον.

1.25.15λοιπὸν οἱ μέν εἰσι κακαύστηροι καὶ κακοστόμαχοι καὶ λέγουσιν ἐγὼ οὐ δύναμαι παρὰ τούτῳ δειπνεῖν, ἵν’αὐτοῦ ἀνέχομαι καθ’ἡμέραν διηγουμένου, πῶς ἐν Μυσίᾳ ἐπολέμησεν · διηγησάμην σοι, ἀδελφέ, πῶς ἐπὶ τὸν λόφον ἀνέβην · πάλιν ἄρχομαι πολιορκεῖσθαι.

1.25.16ἄλλος λέγει ἐγὼ δειπνῆσαι θέλω μᾶλλον καὶ ἀκούειν αὐτοῦ ὅσα θέλει ἀδολεσχοῦντος.

1.25.17καὶ σὺ σύγκρινε ταύτας τὰς ἀξίας · μόνον μηδὲν βαρούμενος ποίει, μὴ θλιβόμενος μη δ’ὑπολαμβάνων ἐν κακοῖς εἶναι · τοῦτο γὰρ οὐδείς σε ἀναγκάζει.

1.25.18καπνὸν πεποίηκεν ἐν τῷ οἰκήματι; ἂν μέτριον, μενῶ · ἂν λίαν πολύν, ἐξέρχομαι. τούτου γὰρ μεμνῆσθαι καὶ κρατεῖν, ὅτι θύρα ἤνοικται.

1.25.19ἀλλὰ μὴ οἴκει ἐν Νικοπόλει. οὐκ οἰκῶ. μη δ’ἐν Ἀθήναις. οὐ δ’ἐν Ἀθήναις. μη δ’ἐν Ῥώμῃ. οὐ δ’ἐν Ῥώμῃ. ἐν Γυάροις οἴκει. οἰκῶ. ἀλλὰ πολύς μοι καπνὸς φαίνεται τὸ ἐν Γυάροις οἰκεῖν.

1.25.20ἀποχωρῶ, ὅπου μ’οὐδεὶς κωλύσει οἰκεῖν · ἐκείνη γὰρ οἴκησις παντὶ ἤνοικται.

1.25.21καὶ τὸ τελευταῖον χιτωνάριον, τοῦτ’ἔστι τὸ σωμάτιον, τούτου ἀνωτέρω οὐδενὶ οὐδὲν εἰς ἐμὲ ἔξεστιν.

1.25.22διὰ τοῦτο Δημήτριος εἶπεν τῷ Νέρωνι ἀπειλεῖς μοι θάνατον, σοὶ δ’ φύσις.

1.25.23ἂν δὲ τὸ σωμάτιον θαυμάσω, δοῦλον ἐμαυτὸν παραδέδωκα · ἂν τὸ κτησείδιον, δοῦλον.

1.25.24εὐθὺς γὰρ αὐτὸς κατ’ἐμαυτοῦ δηλῶ, τίνι ἁλωτός εἰμι. ὡς ὄφις ἐὰν συσπᾷ τὴν κεφαλήν, λέγω ἐκεῖνο αὐτοῦ τύπτε φυλάσσει. καὶ σὺ γίγνωσκε, ὅτι ἂν φυλάσσειν ἐθέλῃς, κατ’ἐκεῖνο ἐπιβήσεταί σοι κύριος.

1.25.25τούτων μεμνημένος τίνα ἔτι κολακεύσεις φοβήσῃ; ἀλλὰ θέλω καθῆσθαι ὅπου οἱ συγκλητικοί.

1.25.26 ὁρᾷς ὅτι σὺ σαυτῷ στενοχωρίαν παρέχεις, σὺ σαυτὸν θλίβεις;

1.25.27 πῶς οὖν ἄλλως θεωρήσω καλῶς ἐν τῷ ἀμφιθεάτρῳ; ἄνθρωπε, καὶ μὴ θεώρει καὶ οὐ μὴ θλιβῇς. τί πράγματα ἔχεις; μικρὸν ἔκδεξαι καὶ ἀχθείσης τῆς θεωρίας κάθισον εἰς τοὺς τῶν συγκλητικῶν τόπους καὶ ἡλιάζου.

1.25.28καθόλου γὰρ ἐκείνου μέμνησο, ὅτι ἑαυτοὺς θλίβομεν, ἑαυτοὺς στενοχωροῦμεν, τοῦτ’ἔστιν τὰ δόγματα ἡμᾶς θλίβει καὶ στενοχωρεῖ.

1.25.29ἐπεὶ τί ἐστιν αὐτὸ τὸ λοιδορεῖσθαι; παραστὰς λίθον λοιδόρει · καὶ τί ποιήσεις; ἂν οὖν τις ὡς λίθος ἀκούῃ, τί ὄφελος τῷ λοιδοροῦντι; ἂν δ’ἔχῃ τὴν ἀσθένειαν τοῦ λοιδορουμένου λοιδορῶν ἐπιβάθραν, τότε ἀνύει τι.

1.25.30περίσχισον αὐτόν. τί λέγεις αὐτόν; τὸ ἱμάτιον λάβε, περίσχισον.

1.25.31ὕβριν σοι πεποίηκα. καλῶς σοι γένοιτο. ταῦτα ἐμελέτα Σωκράτης, διὰ τοῦτο ἓν ἔχων πρόσωπον ἀεὶ διετέλει. ἡμεῖς δὲ θέλομεν πάντα μᾶλλον ἀσκεῖν καὶ μελετᾶν ὅπως ἀπαραπόδιστοι καὶ ἐλεύθεροι ἐσόμεθα.

1.25.32παράδοξα λέγουσιν οἱ φιλόσοφοι. ἐν δὲ ταῖς ἄλλαις τέχναις οὐκ ἔστι παράδοξα; καὶ τί παραδοξότερόν ἐστιν κεντεῖν τινος τὸν ὀφθαλμόν, ἵνα ἴδῃ; εἴ τις ἀπείρῳ τῶν ἰατρικῶν τοῦτο εἶπεν, οὐκ ἂν κατεγέλα τοῦ λέγοντος;

1.25.33τί οὖν θαυμαστὸν εἰ καὶ ἐν φιλοσοφίᾳ πολλὰ τῶν ἀληθῶν παράδοξα φαίνεται τοῖς ἀπείροις;

1.26

1.26.1ἀναγιγνώσκοντος δὲ τοὺς ὑποθετικοὺς ἔφη Νόμος ὑποθετικός ἐστι καὶ οὗτος τὸ ἀκόλουθον τῇ ὑποθέσει παραδέχεσθαι. πολὺ πρότερον δὲ νόμος βιωτικός ἐστιν οὗτος τὸ ἀκόλουθον τῇ φύσει πράττειν.

1.26.2εἰ γὰρ ἐπὶ πάσης ὕλης καὶ περιστάσεως βουλόμεθα τηρῆσαι τὸ κατὰ φύσιν, δῆλον ὅτι ἐν παντὶ στοχαστέον τοῦ μήτε τὸ ἀκόλουθον ἡμᾶς ἐκφυγεῖν μήτε παραδέξασθαι τὸ μαχόμενον.

1.26.3πρῶτον οὖν ἐπὶ τῆς θεωρίας γυμνάζουσιν ἡμᾶς οἱ φιλόσοφοι ὅπου ῥᾷον, εἶτα οὕτως ἐπὶ τὰ χαλεπώτερα ἄγουσιν · ἐνταῦθα γὰρ οὐδέν ἐστι τὸ ἀνθέλκον ὡς πρὸς τὸ ἀκολουθῆσαι τοῖς διδασκομένοις, ἐπὶ δὲ τῶν βιωτικῶν πολλὰ τὰ περισπῶντα. γελοῖος οὖν λέγων πρῶτον βούλεσθαι ἐπ’ἐκείνων ·

1.26.4οὐ γὰρ ῥᾴδιον ἄρχεσθαι ἀπὸ τῶν χαλεπωτέρων.

1.26.5καὶ τοῦτον ἀπολογισμὸν ἔδει φέρειν πρὸς τοὺς γονεῖς τοὺς ἀγανακτοῦντας ἐπὶ τῷ φιλοσοφεῖν τὰ τέκνα. οὐκοῦν ἁμαρτάνω, πάτερ, καὶ οὐκ οἶδα τὸ ἐπιβάλλον ἐμαυτῷ καὶ προσῆκον · εἰ μὲν οὐ δὲ μαθητόν ἐστιν οὐ δὲ διδακτόν, τί μοι ἐγκαλεῖς; εἰ δὲ διδακτόν, δίδασκε · εἰ δὲ σὺ μὴ δύνασαι, ἄφες με μαθεῖν παρὰ τῶν λεγόντων εἰδέναι.

1.26.6ἐπεὶ τί δοκεῖς; ὅτι θέλων περιπίπτω κακῷ καὶ ἀποτυγχάνω τοῦ ἀγαθοῦ; μὴ γένοιτο. τί οὖν ἐστι τὸ αἴτιον τοῦ ἁμαρτάνειν με;

1.26.7 ἄγνοια. οὐ θέλεις οὖν ἀποθῶμαι τὴν ἄγνοιαν; τίνα πώποτε ὀργὴ ἐδίδαξε τὰ κυβερνητικά, τὰ μουσικά; τὰ βιωτικὰ οὖν διὰ τὴν ὀργήν σου δοκεῖς ὅτι μαθήσομαι;

1.26.9ταῦτα ἐκείνῳ μόνῳ λέγειν ἔξεστι τῷ τοιαύτην ἐπιβολὴν ἐνηνοχότι. εἰ δέ τις μόνον ἐπιδείκνυσθαι θέλων ἐν συμποσίῳ ὅτι οἶδεν τοὺς ὑποθετικοὺς ἀναγιγνώσκει ταῦτα καὶ προσέρχεται τοῖς φιλοσόφοις, οὗτος ἄλλο τι πράσσει ἵνα αὐτὸν συγκλητικὸς παρακατακείμενος θαυμάσει;

1.26.10ἐκεῖ γὰρ τῷ ὄντι αἱ μεγάλαι ὗλαί εἰσι καὶ οἱ ἐνθάδε πλοῦτοι ἐκεῖ παίγνια δοκοῦσιν. διὰ τοῦτο ἐκεῖ δύσκολον κρατῆσαι τῶν αὑτοῦ φαντασιῶν, ὅπου τὰ ἐκ σείοντα μεγάλα.

1.26.11ἐγώ τινα οἶδα κλαίοντα Ἐπαφροδίτου τῶν γονάτων ἁπτόμενον καὶ λέγοντα ταλαιπωρεῖν · ἀπολελεῖφθαι γὰρ αὐτῷ μηδέν, εἰ μὴ ἑκατὸν πεντήκοντα μυριάδας.

1.26.12τί οὖν Ἐπαφρόδιτος; κατεγέλασεν ὡς ὑμεῖς; οὔ · ἀλλ’ἐπιθαυμάσας λέγει τάλας, πῶς οὖν ἐσιώπας, πῶς ἐκαρτέρεις;

1.26.13ταράξας δὲ τὸν ἀναγιγνώσκοντα τοὺς ὑποθετικοὺς καὶ γελάσαντος τοῦ ὑποθεμένου αὐτῷ τὴν ἀνάγνωσιν σεαυτοῦ, ἔφη, καταγελᾷς · οὐ προεγύμνασας τὸν νεανίσκον οὐ δ’ἔγνως εἰ δύναται τούτοις παρακολουθεῖν, ἀλλ’ὡς ἀναγνώστῃ αὐτῷ χρῇ.

1.26.14τί οὖν, ἔφη, μὴ δυναμένῃ διανοίᾳ συμπεπλεγμένου ἐπικρίσει παρακολουθεῖν ἔπαινον πιστεύομεν, ψόγον πιστεύομεν, ἐπίκρισιν περὶ τῶν καλῶς κακῶς γινομένων; κἄν τινα κακῶς λέγῃ, οὗτος ἐπιστρέφεται, κἂν ἐπαινῇ τινα, ἐπαίρεται; ἐν τοῖς οὕτως μικροῖς μὴ εὑρίσκων τὸ ἑξῆς;

1.26.15αὕτη οὖν ἀρχὴ τοῦ φιλοσοφεῖν, αἴσθησις τοῦ ἰδίου ἡγεμονικοῦ πῶς ἔχει · μετὰ γὰρ τὸ γνῶναι ὅτι ἀσθενῶς οὐκ ἔτι θελήσει χρῆσθαι αὐτῷ πρὸς τὰ μεγάλα.

1.26.16νῦν δὲ μὴ δυνάμενοί τινες τὸν ψωμὸν καταπίνειν σύνταξιν ἀγοράσαντες ἐπιβάλλονται ἐσθίειν. διὰ τοῦτο ἐμοῦσιν ἀπεπτοῦσιν · εἶτα στρόφοι καὶ κατάρροιαι καὶ πυρετοί. ἔδει δ’ἐφιστάνειν, εἰ δύνανται.

1.26.17ἀλλ’ἐν μὲν θεωρίᾳ ῥᾴδιον ἐξελέγξαι τὸν οὐκ εἰδότα, ἐν δὲ τοῖς κατὰ τὸν βίον οὔτε παρέχει ἑαυτόν τις ἐλέγχῳ τόντ’ἐξελέγξαντα μισοῦμεν. δὲ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν.

1.27

1.27.1τετραχῶς αἱ φαντασίαι γίνονται ἡμῖν · γὰρ ἔστι τινὰ καὶ οὕτως φαίνεται οὐκ ὄντα οὐ δὲ φαίνεται ὅτι ἔστιν ἔστι καὶ οὐ φαίνεται οὐκ ἔστι καὶ φαίνεται.

1.27.2λοιπὸν ἐν πᾶσι τούτοις εὐστοχεῖν ἔργον ἐστὶ τοῦ πεπαιδευμένου. τι δ’ἂν τὸ θλῖβον, ἐκείνῳ δεῖ προσάγειν τὴν βοήθειαν. εἰ σοφίσματα ἡμᾶς Πυρρώνεια καὶ Ἀκαδημαικὰ τὰ θλίβοντά ἐστιν, ἐκείνοις προσάγωμεν τὴν βοήθειαν ·

1.27.3εἰ αἱ τῶν πραγμάτων πιθανότητες, καθ’ἃς φαίνεταί τινα ἀγαθὰ οὐκ ὄντα, ἐκεῖ τὴν βοήθειαν ζητῶμεν · εἰ ἔθος ἐστὶ τὸ θλῖβον, πρὸς ἐκεῖνο τὴν βοήθειαν ἀνευρίσκειν πειρατέον.

1.27.4τί οὖν πρὸς ἔθος ἔστιν εὑρίσκειν βοήθημα;

1.27.5τὸ ἐναντίον ἔθος. ἀκούεις τῶν ἰδιωτῶν λεγόντων τάλας ἐκεῖνος, ἀπέθανεν · ἀπώλετο πατὴρ αὐτοῦ, μήτηρ · ἐξεκόπη, ἀλλὰ καὶ ἄωρος καὶ ἐπὶ ξένης.

1.27.6ἄκουσον τῶν ἐναντίων λόγων, ἀπόσπασον σεαυτὸν τούτων τῶν φωνῶν, ἀντίθες τῷ ἔθει τὸ ἐναντίον ἔθος. πρὸς τοὺς σοφιστικοὺς λόγους τὰ λογικὰ καὶ τὴν ἐν τούτοις γυμνασίαν καὶ τριβήν, πρὸς τὰς τῶν πραγμάτων πιθανότητας τὰς προλήψεις ἐναργεῖς ἐσμηγμένας καὶ προχείρους ἔχειν δεῖ.

1.27.7ὅταν θάνατος φαίνηται κακόν, πρόχειρον ἔχειν ὅτι τὰ κακὰ ἐκκλίνειν καθήκει καὶ ἀναγκαῖον θάνατος. τί γὰρ ποιήσω;

1.27.8ποῦ γὰρ αὐτὸν φύγω; ἔστω ἐμὲ εἶναι Σαρπηδόνα τὸν τοῦ Διός, ἵν’οὕτως γενναίως εἴπω ἀπελθὼν αὐτὸς ἀριστεῦσαι θέλω ἄλλῳ παρασχεῖν ἀφορμὴν τοῦ ἀριστεῦσαι · εἰ μὴ δύναμαι κατορθῶσαί τι αὐτός, οὐ φθονήσω ἄλλῳ τοῦ ποιῆσαί τι γενναῖον · ἔστω ταῦτα ὑπὲρ ἡμᾶς, ἐκεῖνο οὐ πίπτει εἰς ἡμᾶς;

1.27.9καὶ ποῦ φύγω τὸν θάνατον; μηνύσατέ μοι τὴν χώραν, μηνύσατε ἀνθρώπους, εἰς οὓς ἀπέλθω, εἰς οὓς οὐ παραβάλλει, μηνύσατε ἐπαοιδήν · εἰ μὴ ἔχω, τί με θέλετε ποιεῖν;

1.27.10οὐ δύναμαι τὸν θάνατον ἀποφυγεῖν · τὸ φοβεῖσθαι αὐτὸν μὴ ἀποφύγω, ἀλλ’ἀποθάνω πενθῶν καὶ τρέμων; αὕτη γὰρ γένεσις πάθους θέλειν τι καὶ μὴ γίνεσθαι.

1.27.11ἔνθεν ἂν μὲν δύνωμαι τὰ ἐκτὸς μετατιθέναι πρὸς τὴν βούλησιν τὴν ἐμαυτοῦ, μετατίθημι · εἰ δὲ μή, τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι θέλω.

1.27.12πέφυκε γὰρ ἄνθρωπος μὴ ὑπομένειν ἀφαιρεῖσθαι τοῦ ἀγαθοῦ, μὴ ὑπομένειν περιπίπτειν τῷ κακῷ.

1.27.13εἶτα τὸ τελευταῖον, ὅταν μήτε τὰ πράγματα μεταθεῖναι δυνηθῶ μήτε τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι, κάθημαι καὶ στένω καὶ ὃν δύναμαι λοιδορῶ, τὸν Δία καὶ τοὺς θεοὺς τοὺς ἄλλους · εἰ γὰρ μὴ ἐπιστρέφονταί μου, τί ἐμοὶ καὶ αὐτοῖς;

1.27.14ναί · ἀλλ’ἀσεβὴς ἔσῃ. τί οὖν μοι χεῖρον ἔσται, ὧν ἔστι μοι νῦν; τὸ σύνολον ἐκείνου μεμνῆσθαι, ὅτι, ἐὰν μὴ ἐν τῷ αὐτῷ τὸ εὐσεβὲς καὶ συμφέρον, οὐ δύναται σωθῆναι τὸ εὐσεβὲς ἔν τινι. ταῦτα οὐ δοκεῖ ἐπείγοντα;

1.27.15ἐρχέσθω καὶ ἀπαντάτω Πυρρώνειος καὶ Ἀκαδημαικός. ἐγὼ μὲν γὰρ τὸ ἐμὸν μέρος οὐκ ἄγω σχολὴν πρὸς ταῦτα οὐ δὲ δύναμαι συνηγορῆσαι τῇ συνηθείᾳ.

1.27.16εἰ καὶ περὶ ἀγριδίου πραγμάτιον εἶχον, ἄλλον ἂν παρεκάλεσα τὸν συνηγορήσοντα · τίνι οὖν ἀρκοῦμαι κατὰ τὸν τόπον; πῶς μὲν αἴσθησις γίνεται, πότερον δι’ὅλων ἀπὸ μέρους, ἴσως οὐκ οἶδα ἀπολογίσασθαι, ταράσσει δέ με ἀμφότερα.

1.27.17ὅτι δ’ἐγὼ καὶ σὺ οὐκ ἐσμὲν οἱ αὐτοί, λίαν ἀκριβῶς οἶδα.

1.27.18πόθεν τοῦτο; οὐδέποτε καταπίνειν τι θέλων ἐκεῖ φέρω τὸν ψωμόν, ἀλλ’ὧδε · οὐδέποτ’ἄρτον θέλων λαβεῖν τὸ σάρον ἔλαβον, ἀλλ’ἀεὶ ἐπὶ τὸν ἄρτον ἔρχομαι ὡς πρὸς σκοπόν.

1.27.19ὑμεῖς δ’αὐτοὶ οἱ τὰς αἰσθήσεις ἀναιροῦντες ἄλλο τι ποιεῖτε; τίς ὑμῶν εἰς βαλανεῖον ἀπελθεῖν θέλων εἰς μυλῶνα ἀπῆλθεν;

1.27.20 τί οὖν; οὐ δεῖ κατὰ δύναμιν καὶ τούτων ἀντέχεσθαι, τοῦ τηρῆσαι τὴν συνήθειαν, τοῦ πεφράχθαι πρὸς τὰ κατ’αὐτῆς;

1.27.21 καὶ τίς ἀντιλέγει; ἀλλὰ τὸν δυνάμενον, τὸν σχολάζοντα · τὸν δὲ τρέμοντα καὶ ταρασσόμενον καὶ ῥηγνύμενον ἔσωθεν τὴν καρδίαν ἄλλῳ τινὶ δεῖ προσευκαιρεῖν.

1.28

1.28.2τί ἐστιν αἴτιον τοῦ συγκατατίθεσθαί τινι; τὸ φαίνεσθαι ὅτι ὑπάρχει. τῷ οὖν φαινομένῳ ὅτι οὐχ ὑπάρχει συγκατατίθεσθαι οὐχ οἷόντε. διὰ τί; ὅτι φύσις αὕτη ἐστὶ τῆς διανοίας τοῖς μὲν ἀληθέσιν ἐπινεύειν, τοῖς δὲ ψευδέσι δυσαρεστεῖν, πρὸς δὲ τὰ ἄδηλα ἐπέχειν.

1.28.3τίς τούτου πίστις; πάθε, εἰ δύνασαι, νῦν ὅτι νύξ ἐστιν. οὐχ οἷόντε. ἀπόπαθε ὅτι ἡμέρα ἐστίν. οὐχ οἷόντε. πάθε ἀπόπαθε ἀπὸ τοῦ ἀρτίους εἶναι τοὺς ἀστέρας. οὐχ οἷόντε.

1.28.4ὅταν οὖν τις συγκατατίθηται τῷ ψεύδει, ἴσθι ὅτι οὐκ ἤθελεν ψεύδει συγκαταθέσθαι · πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας, ὡς λέγει Πλάτων · ἀλλὰ ἔδοξεν αὐτῷ τὸ ψεῦδος ἀληθές.

1.28.5ἄγε ἐπὶ δὲ τῶν πράξεων τί ἔχομεν τοιοῦτον οἷον ἐνθάδε τὸ ἀληθὲς τὸ ψεῦδος; τὸ καθῆκον καὶ παρὰ τὸ καθῆκον, τὸ συμφέρον καὶ τὸ ἀσύμφορον, τὸ κατ’ἐμὲ καὶ οὐ κατ’ἐμὲ καὶ ὅσα τούτοις ὅμοια.

1.28.6οὐ δύναται οὖν τις δοκεῖν μέν, ὅτι συμφέρει αὐτῷ, μὴ αἱρεῖσθαι δ’αὐτό; οὐ δύναται.

1.28.7πῶς λέγουσα καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων; ὅτι αὐτὸ τοῦτο, τῷ θυμῷ χαρίσασθαι καὶ τιμωρήσασθαι τὸν ἄνδρα, συμφορώτερον ἡγεῖται τοῦ σῶσαι τὰ τέκνα.

1.28.8ναί · ἀλλ’ἐξηπάτηται. δεῖξον αὐτῇ ἐναργῶς ὅτι ἐξηπάτηται καὶ οὐ ποιήσει · μέχρι δ’ἂν οὗ μὴ δεικνύῃς, τίνι ἔχει ἀκολουθῆσαι τῷ φαινομένῳ;

1.28.9οὐδενί. τί οὖν χαλεπαίνεις αὐτῇ, ὅτι πεπλάνηται ταλαίπωρος περὶ τῶν μεγίστων καὶ ἔχις ἀντὶ ἀνθρώπου γέγονεν; οὐχὶ δ’, εἴπερ ἄρα, μᾶλλον ἐλεεῖς, ὡς τοὺς τυφλοὺς ἐλεοῦμεν, ὡς τοὺς χωλούς, οὕτως τοὺς τὰ κυριώτατα τετυφλωμένους καὶ ἀποκεχωλωμένους;

1.28.10ὅστις οὖν τούτου μέμνηται καθαρῶς ὅτι ἀνθρώπῳ μέτρον πάσης πράξεως τὸ φαινόμενον (λοιπὸν καλῶς φαίνεται κακῶς · εἰ καλῶς, ἀνέγκλητός ἐστιν · εἰ κακῶς, αὐτὸς ἐζημίωται · οὐ δύναται γὰρ ἄλλος μὲν εἶναι πεπλανημένος, ἄλλος δ’ βλαπτόμενος), οὐδενὶ ὀργισθήσεται, οὐδενὶ χαλεπανεῖ, οὐδένα λοιδορήσει, οὐδένα μέμψεται, οὐ μισήσει, οὐ προσκόψει οὐδενί.

1.28.11ὥστε καὶ τὰ οὕτω μεγάλα καὶ δεινὰ ἔργα ταύτην ἔχει τὴν ἀρχήν, τὸ φαινόμενον; ταύτην οὐ δ’ἄλλην.

1.28.12 Ἰλιὰς οὐδέν ἐστιν φαντασία καὶ χρῆσις φαντασιῶν. ἐφάνη τῷ Ἀλεξάνδρῳ ἀπάγειν τοῦ Μενελάου τὴν γυναῖκα, ἐφάνη τῇ Ἑλένῃ ἀκολουθῆσαι αὐτῷ.

1.28.13εἰ οὖν ἐφάνη τῷ Μενελάῳ παθεῖν ὅτι κέρδος ἐστὶ τοιαύτης γυναικὸς στερηθῆναι, τί ἂν ἐγένετο; ἀπολώλει Ἰλιὰς οὐ μόνον ἀλλὰ καὶ Ὀδύσσεια. ἐκ τοιούτου οὖν μικροῦ πράγματος ἤρτηται τὰ τηλικαῦτα;

1.28.14 τίνα δὲ καὶ λέγεις τὰ τηλικαῦτα; πολέμους καὶ στάσεις καὶ ἀπωλείας πολλῶν ἀνθρώπων καὶ κατασκαφὰς πόλεων; καὶ τί μέγα ἔχει ταῦτα; οὐδέν; τί δ’ἔχει μέγα πολλοὺς βοῦς ἀποθανεῖν καὶ πολλὰ πρόβατα καὶ πολλὰς καλιὰς χελιδόνων πελαργῶν ἐμπρησθῆναι καὶ κατασκαφῆναι;

1.28.16 ὅμοια οὖν ἐστι ταῦτα ἐκείνοις; ὁμοιότατα. σώματα ἀπώλετο ἀνθρώπων · καὶ βοῶν καὶ προβάτων. οἰκημάτια ἐνεπρήσθη ἀνθρώπων · καὶ πελαργῶν νεοσσιαί.

1.28.17τί μέγα δεινόν; δεῖξόν μοι τί διαφέρει οἰκία ἀνθρώπου καὶ νεοσσιὰ πελαργοῦ ὡς οἴκησις.

1.28.18 ὅμοιον οὖν ἐστι πελαργὸς καὶ ἄνθρωπος; τί λέγεις; κατὰ τὸ σῶμα ὁμοιότατον. οὐδενὶ οὖν διαφέρει ἄνθρωπος πελαργοῦ;

1.28.19 μὴ γένοιτο · ἀλλὰ τούτοις οὐ διαφέρει. τίνι οὖν διαφέρει;

1.28.20 ζήτει καὶ εὑρήσεις, ὅτι ἄλλῳ διαφέρει. ὅρα μὴ τῷ παρακολουθεῖν οἷς ποιεῖ, ὅρα μὴ τῷ κοινωνικῷ, μὴ τῷ πιστῷ, τῷ αἰδήμονι, τῷ ἀσφαλεῖ, τῷ συνετῷ.

1.28.21ποῦ οὖν τὸ μέγα ἐν ἀνθρώποις κακὸν καὶ ἀγαθόν; ὅπου διαφορά. ἂν σῴζηται τοῦτο καὶ περιτετειχισμένον μένῃ καὶ μὴ διαφθείρηται τὸ αἰδῆμον μη δὲ τὸ πιστὸν μη δὲ τὸ συνετόν, τότε σῴζεται καὶ αὐτός · ἂν δ’ἀπολλύηταί τι τούτων καὶ ἐκπολιορκῆται, τότε καὶ αὐτὸς ἀπόλλυται. καὶ τὰ μεγάλα πράγματα ἐν τούτῳ ἐστίν.

1.28.22ἔπταισεν μεγάλα Ἀλέξανδρος, ὅτ’ἐπῆλθον φασιν οἱ Ἕλληνες καὶ ὅτε ἐπόρθουν τὴν Τροίαν καὶ ὅτε οἱ ἀδελφοὶ αὐτοῦ ἀπώλλυντο;

1.28.23οὐδαμῶς · δι’ἀλλότριον γὰρ ἔργον πταίει οὐδείς · ἀλλὰ τότε πελαργῶν νεοσσιαὶ ἐπορθοῦντο. πταῖσμα δ’ἦν, ὅτε ἀπώλεσε τὸν αἰδήμονα, τὸν πιστόν, τὸν φιλόξενον, τὸν κόσμιον.

1.28.24πότ’ἔπταισεν Ἀχιλλεύς; ὅτε ἀπέθανεν Πάτροκλος; μὴ γένοιτο · ἀλλ’ὅτε ὠργίζετο, ὅτε κορασίδιον ἔκλαεν, ὅτ’ἐπελάθετο ὅτι πάρεστιν οὐκ ἐπὶ τὸ ἐρωμένας κτᾶσθαι, ἀλλ’ἐπὶ τὸ πολεμεῖν.

1.28.25ταῦτ’ἐστὶ τὰ ἀνθρωπικὰ πταίσματα, τοῦτό ἐστιν πολιορκία, τοῦτό ἐστι κατασκαφή, ὅταν τὰ δόγματα τὰ ὀρθὰ καθαιρῆται, ὅταν ἐκεῖνα διαφθείρηται.

1.28.26 ὅταν οὖν γυναῖκες ἄγωνται καὶ παιδία αἰχμαλωτίζηται καὶ ὅταν αὐτοὶ κατασφάζωνται, ταῦτα οὐκ ἔστι κακά;

1.28.27 πόθεν τοῦτο προσδοξάζεις; κἀμὲ δίδαξον. οὔ · ἀλλὰ πόθεν σὺ λέγεις ὅτι οὐκ ἔστι κακά;

1.28.28 ἔλθωμεν ἐπὶ τοὺς κανόνας, φέρε τὰς προλήψεις. διὰ τοῦτο γὰρ οὐκ ἔστιν ἱκανῶς θαυμάσαι τὸ γινόμενον. ὅπου βάρη κρῖναι θέλομεν, οὐκ εἰκῇ κρίνομεν · ὅπου τὰ εὐθέα καὶ στρεβλά, οὐκ εἰκῇ ·

1.28.29ἁπλῶς ὅπου διαφέρει ἡμῖν γνῶναι τὸ κατὰ τὸν τόπον ἀληθές, οὐδέποθ’ἡμῶν οὐδεὶς οὐδὲν εἰκῇ ποιήσει.

1.28.30ὅπου δὲ τὸ πρῶτον καὶ μόνον αἴτιόν ἐστι τοῦ κατορθοῦν ἁμαρτάνειν, τοῦ εὐροεῖν δυσροεῖν, τοῦ ἀτυχεῖν εὐτυχεῖν, ἐνθάδε μόνον εἰκαῖοι καὶ προπετεῖς. οὐδαμοῦ ὅμοιόν τι ζυγῷ, οὐδαμοῦ ὅμοιόν τι κανόνι, ἀλλά τι ἐφάνη καὶ εὐθὺς ποιῶ τὸ φανέν.

1.28.31κρείσσων γάρ εἰμι τοῦ Ἀγαμέμνονος τοῦ Ἀχιλλέως, ἵν’ἐκεῖνοι μὲν διὰ τὸ ἀκολουθῆσαι τοῖς φαινομένοις τοιαῦτα κακὰ ποιήσωσι καὶ πάθωσιν, ἐμοὶ δὲ μὴ ἀρκῇ τὸ φαινόμενον;

1.28.32καὶ ποία τραγῳδία ἄλλην ἀρχὴν ἔχει; Ἀτρεὺς Εὐριπίδου τί ἐστιν; τὸ φαινόμενον. Οἰδίπους Σοφοκλέους τί ἐστιν; τὸ φαινόμενον. φοῖνιξ;

1.28.33τὸ φαινόμενον. Ἱππόλυτος; τὸ φαινόμενον. τούτου οὖν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι τίνος ὑμῖν δοκεῖ; τίνες δὲ λέγονται οἱ παντὶ τῷ φαινομένῳ ἀκολουθοῦντες; μαινόμενοι. ἡμεῖς οὖν ἄλλο τι ποιοῦμεν;

1.29

1.29.1οὐσία τοῦ ἀγαθοῦ προαίρεσις ποιά, τοῦ κακοῦ προαίρεσις ποιά.

1.29.2τί οὖν τὰ ἐκτός; ὗλαι τῇ προαιρέσει, περὶ ἃς ἀναστρεφομένη τεύξεται τοῦ ἰδίου ἀγαθοῦ κακοῦ. πῶς τοῦ ἀγαθοῦ τεύξεται;

1.29.3ἂν τὰς ὕλας μὴ θαυμάσῃ. τὰ γὰρ περὶ τῶν ὑλῶν δόγματα ὀρθὰ μὲν ὄντα ἀγαθὴν ποιεῖ τὴν προαίρεσιν, στρεβλὰ δὲ καὶ διεστραμμένα κακήν.

1.29.4τοῦτον τὸν νόμον θεὸς τέθεικεν καὶ φησίν εἰ τι ἀγαθὸν θέλεις, παρὰ σεαυτοῦ λάβε. σὺ λέγεις οὔ · ἀλλὰ παρ’ἄλλου. μή, ἀλλὰ παρὰ σεαυτοῦ. λοιπὸν ὅταν ἀπειλῇ τύραννος καὶ μὴ καλῇ, λέγω τίνι ἀπειλεῖ;

1.29.5ἂν λέγῃ δήσω σε, φημὶ ὅτι ταῖς χερσὶν ἀπειλεῖ καὶ τοῖς ποσίν.

1.29.6ἂν λέγῃ τραχηλοκοπήσω σε, λέγω τῷ τραχήλῳ ἀπειλεῖ. ἂν λέγῃ εἰς φυλακήν σε βαλῶ, ὅλῳ τῷ σαρκιδίῳ · κἂν ἐξορισμὸν ἀπειλῇ, τὸ αὐτό.

1.29.7 σοὶ οὖν οὐδὲν ἀπειλεῖ; εἰ πέπονθα ὅτι ταῦτα οὐδέν ἐστι πρὸς ἐμέ, οὐδέν · εἰ δὲ φοβοῦμαί τι τούτων, ἐμοὶ ἀπειλεῖ.

1.29.8τίνα λοιπὸν δέδοικα; τὸν τίνων ὄντα κύριον; τῶν ἐπ’ἐμοί; οὐ δὲ εἷς ἐστιν. τῶν οὐκ ἐπ’ἐμοί; καὶ τί μοι αὐτῶν μέλει;

1.29.9ὑμεῖς οὖν οἱ φιλόσοφοι διδάσκετε καταφρονεῖν τῶν βασιλέων; μὴ γένοιτο. τίς ἡμῶν διδάσκει ἀντιποιεῖσθαι πρὸς αὐτούς, ὧν ἐκεῖνοι ἔχουσιν ἐξουσίαν;

1.29.10τὸ σωμάτιον λάβε, τὴν κτῆσιν λάβε, τὴν φήμην λάβε, τοὺς περὶ ἐμὲ λάβε. ἄν τινας τούτων ἀναπείθω ἀντιποιεῖσθαι, τῷ ὄντι ἐγκαλείτω μοι.

1.29.11ναί · ἀλλὰ καὶ τῶν δογμάτων ἄρχειν θέλω. καὶ τίς σοι ταύτην τὴν ἐξουσίαν δέδωκεν;

1.29.12ποῦ δύνασαι νικῆσαι δόγμα ἀλλότριον; προσάγων, φησίν, αὐτῷ φόβον νικήσω. ἀγνοεῖς ὅτι αὐτὸ αὑτὸ ἐνίκησεν, οὐχ ὑπ’ἄλλου ἐνικήθη · προαίρεσιν δὲ οὐδὲν ἄλλο νικῆσαι δύναται, πλὴν αὐτὴ ἑαυτήν.

1.29.13διὰ τοῦτο καὶ τοῦ θεοῦ νόμος κράτιστός ἐστι καὶ δικαιότατος · τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος.

1.29.14κρείττονές εἰσιν οἱ δέκα τοῦ ἑνός. πρὸς τί; πρὸς τὸ δῆσαι, πρὸς τὸ ἀποκτεῖναι, πρὸς τὸ ἀπαγαγεῖν ὅπου θέλουσιν, πρὸς τὸ ἀφελέσθαι τὰ ὄντα. νικῶσιν τοίνυν οἱ δέκα τὸν ἕνα ἐν τούτῳ, ἐν κρείσσονές εἰσιν.

1.29.15ἐν τίνι οὖν χείρονές εἰσιν; ἂν μὲν ἔχῃ δόγματα ὀρθά, οἱ δὲ μή. τί οὖν; ἐν τούτῳ δύνανται νικῆσαι; πόθεν; εἰ δ’ἱστάμεθα ἐπὶ ζυγοῦ, οὐκ ἔδει τὸν βαρύτερον καθελκύσαι; Σωκράτης οὖν ἵνα πάθῃ ταῦτα ὑπ’Ἀθηναίων;

1.29.16 ἀνδράποδον, τί λέγεις τὸ Σωκράτης; ὡς ἔχει τὸ πρᾶγμα λέγε · ἵν’οὖν τὸ Σωκράτους σωμάτιον ἀπαχθῇ καὶ συρῇ ὑπὸ τῶν ἰσχυροτέρων εἰς δεσμωτήριον καὶ κώνειόν τις δῷ τῷ σωματίῳ τῷ Σωκράτους κἀκεῖνο ἀποψυγῇ;

1.29.17ταῦτά σοι φαίνεται θαυμαστά, ταῦτα ἄδικα, ἐπὶ τούτοις ἐγκαλεῖς τῷ θεῷ; οὐδὲν οὖν εἶχε Σωκράτης ἀντὶ τούτων; ποῦ ἦν οὐσία αὐτῷ τοῦ ἀγαθοῦ;

1.29.18τίνι προσσχῶμεν; σοὶ αὐτῷ; καὶ τί λέγει ἐκεῖνος; ἐμὲ δ’Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ’οὔ. καὶ πάλιν εἰ ταύτῃ τῷ θεῷ φίλον, ταύτῃ γινέσθω.

1.29.19ἀλλὰ δεῖξον ὅτι χείρονα ἔχων δόγματα κρατεῖ τοῦ κρείττονος ἐν δόγμασιν. οὐ δείξεις · οὐ δ’ἐγγύς. νόμος γὰρ τῆς φύσεως. καὶ τοῦ θεοῦ οὗτος τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. ἐν τίνι; ἐν κρεῖσσόν ἐστιν.

1.29.20σῶμα σώματος ἰσχυρότερον, οἱ πλείονες τοῦ ἑνός, κλέπτης τοῦ μὴ κλέπτου.

1.29.21διὰ τοῦτο κἀγὼ τὸν λύχνον ἀπώλεσα, ὅτι ἐν τῷ ἀγρυπνεῖν μου κρείσσων ἦν κλέπτης. ἀλλ’ἐκεῖνος τοσούτου ὠνήσατο λύχνον · ἀντὶ λύχνου κλέπτης ἐγένετο, ἀντὶ λύχνου ἄπιστος, ἀντὶ λύχνου θηριώδης. τοῦτο ἔδοξεν αὐτῷ λυσιτελεῖν.

1.29.22ἔστω · ἀλλ’εἴληπταί μού τις τοῦ ἱματίου καὶ ἕλκει μ’εἰς τὴν ἀγοράν, εἶτα ἐπικραυγάζουσιν ἄλλοι φιλόσοφε, τί σε ὠφέληκε τὰ δόγματα; ἰδοὺ σύρῃ εἰς τὸ δεσμωτήριον, ἰδοὺ μέλλεις τραχηλοκοπεῖσθαι.

1.29.23καὶ ποίαν ἔπραξα ἂν εἰσαγωγήν, ἵν’, ἂν ἰσχυρότερος ἐπιλάβηταί μου τοῦ ἱματίου, μὴ σύρωμαι; ἵνα, ἄν με δέκα περισπάσαντες εἰς τὸ δεσμωτήριον ἐμβάλωσιν, μὴ ἐμβληθῶ;

1.29.24ἄλλο οὖν οὐδὲν ἔμαθον; ἔμαθον, ἵνα · πᾶν τὸ γινόμενον ἴδω ὅτι, ἂν ἀπροαίρετον , οὐδέν ἐστι πρὸς ἐμέ.

1.29.25πρὸς τοῦτο οὖν οὐκ ὠφέλησαι; τί οὖν ἐν ἄλλῳ ζητεῖς τὴν ὠφέλειαν ἐν ἔμαθες;

1.29.26καθήμενος λοιπὸν ἐν τῇ φυλακῇ λέγω οὗτος ταῦτα κραυγάζων οὔτε τοῦ σημαινομένου ἀκούει οὔτε τῷ λεγομένῳ παρακολουθεῖ οὔτε ὅλως μεμέληκεν αὐτῷ εἰδέναι περὶ τῶν φιλοσόφων τί λέγουσιν τί ποιοῦσιν. ἄφες αὐτόν.

1.29.27ἀλλ’ἔξελθε πάλιν ἀπὸ τῆς φυλακῆς. εἰ μηκέτι χρείαν ἔχητέ μου ἐν τῇ φυλακῇ, ἐξέρχομαι · ἂν πάλιν σχῆτε, εἰσελεύσομαι.

1.29.28μέχρι τίνος; μέχρις ἂν οὗ λόγος αἱρῇ συνεῖναί με τῷ σωματίῳ · ὅταν δὲ μὴ αἱρῇ, λάβετε αὐτὸ καὶ ὑγιαίνετε.

1.29.29μόνον μὴ ἀλογίστως, μόνον μὴ μαλακῶς, μὴ ἐκ τῆς τυχούσης προφάσεως. πάλιν γὰρ θεὸς οὐ βούλεται · χρείαν γὰρ ἔχει κόσμου τοιούτου, τῶν ἐπὶ γῆς ἀναστρεφομένων τοιούτων. ἐὰν δὲ σημήνῃ τὸ ἀνακλητικὸν ὡς τῷ Σωκράτει, πείθεσθαι δεῖ τῷ σημαίνοντι ὡς στρατηγῷ.

1.29.30τί οὖν; λέγειν δεῖ ταῦτα πρὸς τοὺς πολλούς; ἵνα τί;

1.29.31οὐ γὰρ ἀρκεῖ τὸ αὐτὸν πείθεσθαι; τοῖς γὰρ παιδίοις, ὅταν προσελθόντα κροτῇ καὶ λέγῃ σήμερον Σατορνάλια ἀγαθά, λέγομεν οὐκ ἔστιν ἀγαθὰ ταῦτα; οὐδαμῶς · ἀλλὰ καὶ αὐτοὶ ἐπικροτοῦμεν.

1.29.32καὶ σὺ τοίνυν, ὅταν μεταπεῖσαί τινα μὴ δύνῃ, γίγνωσκε ὅτι παιδίον ἐστὶ καὶ ἐπικρότει αὐτῷ · ἂν δὲ μὴ τοῦτο θέλῃς, σιώπα λοιπόν.

1.29.34τούτων δεῖ μεμνῆσθαι καὶ κληθέντα εἴς τινα τοιαύτην περίστασιν εἰδέναι, ὅτι ἐλήλυθεν καιρὸς τοῦ ἀποδεῖξαι, εἰ πεπαιδεύμεθα. νέος γὰρ ἀπὸ σχολῆς ἀπιὼν εἰς περίστασιν ὅμοιός ἐστι τῷ μεμελετηκότι συλλογισμοὺς ἀναλύειν, κἄν τις εὔλυτον αὐτῷ προτείνῃ, λέγει μᾶλλόν μοι πεπλεγμένον κομψῶς προτείνατε, ἵνα γυμνασθῶ. καὶ οἱ ἀθληταὶ τοῖς κούφοις νεανίσκοις δυσαρεστοῦσιν ·

1.29.35οὐ βαστάζει με, φησίν. οὗτός ἐστιν εὐφυὴς νέος. οὔ · ἀλλὰ καλέσαντος τοῦ καιροῦ κλάειν δεῖ καὶ λέγειν ἤθελον ἔτι μανθάνειν. τίνα; εἰ ταῦτα οὐκ ἔμαθες ὥστ’ἔργῳ δεῖξαι, πρὸς τί αὐτὰ ἔμαθες;

1.29.36ἐγώ τινα οἶμαι τῶν καθημένων ἐνταῦθα ὠδίνειν αὐτὸν ἐφ’ἑαυτοῦ καὶ λέγειν ἐμοὶ νῦν περίστασιν μὴ ἔρχεσθαι τοιαύτην, ὁποία τούτῳ ἐλήλυθεν; ἐμὲ νῦν κατατριβῆναι καθήμενον ἐν γωνίᾳ δυνάμενον στεφανωθῆναι Ὀλύμπια; πότε τις ἐμοὶ καταγγελεῖ τοιοῦτον ἀγῶνα; οὕτως ἔχειν ἔδει πάντας ὑμᾶς.

1.29.37ἀλλ’ἐν μὲν τοῖς Καίσαρος μονομάχοις εἰσί τινες οἱ ἀγανακτοῦντες ὅτι οὐδεὶς αὐτοὺς προάγει οὐ δὲ ζευγνύει καὶ εὔχονται τῷ θεῷ καὶ προσέρχονται τοῖς ἐπιτρόποις δεόμενοι μονομαχῆσαι, ἐξ ὑμῶν δ’οὐδεὶς φανήσεται τοιοῦτος;

1.29.38ἤθελον πλεῦσαι ἐπ’αὐτὸ τοῦτο καὶ ἰδεῖν, τί μου ποιεῖ ἀθλητής, πῶς μελετᾷ τὴν ὑπόθεσιν.

1.29.39οὐ θέλω, φησίν, τοιαύτην. ἐπὶ σοὶ γάρ ἐστι λαβεῖν ἣν θέλεις ὑπόθεσιν; δέδοταί σοι σῶμα τοιοῦτον, γονεῖς τοιοῦτοι, ἀδελφοὶ τοιοῦτοι, πατρὶς τοιαύτη, τάξις ἐν αὐτῇ τοιαύτη · εἶτά μοι λέγεις ἐλθὼν ἄλλαξόν μοι τὴν ὑπόθεσιν. εἶτα οὐκ ἔχεις ἀφορμὰς πρὸς τὸ χρήσασθαι τοῖς δοθεῖσιν;

1.29.40σόν ἐστι προτεῖναι, ἐμὸν μελετῆσαι καλῶς. οὔ · ἀλλὰ μὴ τοιοῦτό μοι προβάλῃς τροπικόν, ἀλλὰ τοιοῦτον · μὴ τοιαύτην ἐπενέγκῃς τὴν ἐπιφοράν, ἀλλὰ τοιαύτην.

1.29.41ἔσται χρόνος τάχα, ἐν οἱ τραγῳδοὶ οἰήσονται ἑαυτοὺς εἶναι προσωπεῖα καὶ ἐμβάδας καὶ τὸ σύρμα. ἄνθρωπε, ταῦτα ὕλην ἔχεις καὶ ὑπόθεσιν.

1.29.42φθέγξαι τι, ἵνα εἰδῶμεν πότερον τραγῳδὸς εἶ γελωτοποιός · κοινὰ γὰρ ἔχουσι τὰ ἄλλα ἀμφότεροι.

1.29.43διὰ τοῦτο ἂν ἀφέλῃ τις αὐτοῦ καὶ τὰς ἐμβάδας καὶ τὸ προσωπεῖον καὶ ἐν εἰδώλῳ αὐτὸν προαγάγῃ, ἀπώλετο τραγῳδὸς μένει; ἂν φωνὴν ἔχῃ, μένει. καὶ ἐνθάδε.

1.29.44λάβε ἡγεμονίαν. λαμβάνω καὶ λαβὼν δεικνύω, πῶς ἄνθρωπος ἀναστρέφεται πεπαιδευμένος.

1.29.45θὲς τὴν πλατύσημον καὶ ἀναλαβὼν ῥάκη πρόσελθε ἐν προσώπῳ τοιούτῳ. τί οὖν; οὐ δέδοταί μοι καλὴν φωνὴν εἰσενεγκεῖν;

1.29.46πῶς οὖν ἀναβαίνεις νῦν; ὡς μάρτυς ὑπὸ τοῦ θεοῦ κεκλημένος.

1.29.47ἔρχου σὺ καὶ μαρτύρησόν μοι · σὺ γὰρ ἄξιος εἶ προαχθῆναι μάρτυς. ὑπ’ἐμοῦ. μή τι τῶν ἐκτὸς τῆς προαιρέσεως ἀγαθόν ἐστιν κακόν; μή τινα βλάπτω; μή τι ἐπ’ἄλλῳ τὴν ὠφέλειαν ἐποίησα τὴν ἑκάστου ἐπ’αὐτῷ;

1.29.48τίνα μαρτυρίαν δίδως τῷ θεῷ; ἐν δεινοῖς εἰμι, κύριε, καὶ δυστυχῶ, οὐδείς μου ἐπιστρέφεται, οὐδείς μοι δίδωσιν οὐδέν, πάντες ψέγουσιν, κακολογοῦσιν.

1.29.49ταῦτα μέλλεις μαρτυρεῖν καὶ καταισχύνειν τὴν κλῆσιν ἣν κέκληκεν, ὅτι σε ἐτίμησεν ταύτην τὴν τιμὴν καὶ ἄξιον ἡγήσατο προσαγαγεῖν εἰς μαρτυρίαν τηλικαύτην; ἀλλ’ἀπεφήνατο ἔχων τὴν ἐξουσίαν κρίνω σε ἀσεβῆ καὶ ἀνόσιον εἶναι.

1.29.50τί σοι γέγονεν; ἐκρίθην ἀσεβὴς καὶ ἀνόσιος εἶναι.

1.29.51ἄλλο οὐδέν; οὐδέν. εἰ δὲ περὶ συνημμένου τινὸς ἐπικεκρίκει καὶ ἐδεδώκει ἀπόφασιν τὸ εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν κρίνω ψεῦδος εἶναι, τί ἐγεγόνει τῷ συνημμένῳ; τίς ἐνθάδε κρίνεται, τίς κατακέκριται; τὸ συνημμένον ἐξαπατηθεὶς περὶ αὐτοῦ;

1.29.52οὗτος οὖν τίς ποτε ἔχων ἐξουσίαν τοῦ ἀποφήνασθαί τι περὶ σοῦ; οἶδεν τί ἐστι τὸ εὐσεβὲς τὸ ἀσεβές; μεμελέτηκεν αὐτό; μεμάθηκεν; ποῦ; παρὰ τίνι;

1.29.53εἶτα μουσικὸς μὲν οὐκ ἐπιστρέφεται αὐτοῦ ἀποφαινομένου περὶ τῆς νήτης ὅτι ἐστὶν ὑπάτη οὐ δὲ γεωμετρικός, ἂν ἐπικρίνῃ τὰς ἀπὸ κέντρου πρὸς τὸν κύκλον προσπιπτούσας μὴ εἶναι ἴσας ·

1.29.54 δὲ ταῖς ἀληθείαις πεπαιδευμένος ἀνθρώπου ἀπαιδεύτου ἐπιστραφήσεται ἐπικρίνοντός τι περὶ ὁσίου καὶ ἀνοσίου καὶ ἀδίκου καὶ δικαίου; πολλῆς ἀδικίας τῶν πεπαιδευμένων. ταῦτα οὖν ἔμαθες ἐνταῦθα;

1.29.55οὐ θέλεις τὰ μὲν λογάρια τὰ περὶ τούτων ἄλλοις ἀφεῖναι, ἀταλαιπώροις ἀνθρωπαρίοις, ἵν’ἐν γωνίᾳ καθεζόμενοι μισθάρια λαμβάνωσιν γογγύζωσιν, ὅτι οὐδεὶς αὐτοῖς παρέχει οὐδέν, σὺ δὲ χρῆσθαι παρελθὼν οἷς ἔμαθες;

1.29.56οὐ γὰρ λογάριά ἐστι τὰ λείποντα νῦν, ἀλλὰ γέμει τὰ βιβλία τῶν Στωικῶν λογαρίων. τί οὖν τὸ λεῖπόν ἐστιν; χρησόμενος, ἔργῳ μαρτυρήσων τοῖς λόγοις.

1.29.57τοῦτό μοι τὸ πρόσωπον ἀνάλαβε, ἵνα μηκέτι παλαιοῖς ἐν τῇ σχολῇ παραδείγμασι χρώμεθα, ἀλλὰ ἔχωμέν τι καὶ καθ’ἡμᾶς παράδειγμα.

1.29.58ταῦτα οὖν τίνος ἐστὶ θεωρεῖν; τοῦ σχολάζοντος. ἔστι γὰρ φιλοθέωρόν τι ζῷον ἄνθρωπος.

1.29.59ἀλλ’αἰσχρόν ἐστι θεωρεῖν ταῦτα οὕτως ὡς οἱ δραπέται · ἀλλ’ἀπερισπάστως καθῆσθαι καὶ ἀκούειν νῦν μὲν τραγῳδοῦ νῦν δὲ κιθαρῳδοῦ, οὐχ ὡς ἐκεῖνοι ποιοῦσιν. ἅμα μὲν ἐπέστη καὶ ἐπῄνεσεν τὸν τραγῳδόν, ἅμα δὲ περιεβλέψατο · εἶτα ἄν τις φθέγξηται κύριον, εὐθὺς σεσόβηνται, ταράσσονται.

1.29.60αἰσχρόν ἐστιν οὕτως καὶ τοὺς φιλοσόφους θεωρεῖν τὰ ἔργα τῆς φύσεως. τί γάρ ἐστι κύριος; ἄνθρωπος ἀνθρώπου κύριος οὐκ ἔστιν, ἀλλὰ θάνατος καὶ ζωὴ καὶ ἡδονὴ καὶ πόνος.

1.29.61ἐπεὶ χωρὶς τούτων ἄγαγέ μοι τὸν Καίσαρα καὶ ὄψει πῶς εὐσταθῶ. ὅταν δὲ μετὰ τούτων ἔλθῃ βροντῶν καὶ ἀστράπτων, ἐγὼ δὲ ταῦτα φοβῶμαι, τί ἄλλο ἐπέγνωκα τὸν κύριον ὡς δραπέτης;

1.29.62μέχρι δ’ἂν οὗ τινα ἀνοχὴν ἀπὸ τούτων ἔχω, ὡς δραπέτης ἐφίσταται θεάτρῳ οὕτως κἀγώ · λούομαι, πίνω, ᾁδω, πάντα δὲ μετὰ φόβου καὶ ταλαιπωρίας.

1.29.63ἐὰν δ’ἐμαυτὸν ἀπολύσω τῶν δεσποτῶν, τοῦτ’ἔστιν ἐκείνων, δι’ οἱ δεσπόται εἰσὶ φοβεροί, ποῖον ἔτι πρᾶγμα ἔχω, ποῖον ἔτι κύριον;

1.29.64τί οὖν; κηρύσσειν δεῖ ταῦτα πρὸς πάντας; οὔ, ἀλλὰ τοῖς ἰδιώταις συμπεριφέρεσθαι καὶ λέγειν οὗτος αὑτῷ ἀγαθὸν οἴεται τοῦτο κἀμοὶ συμβουλεύει · συγγιγνώσκω αὐτῷ.

1.29.65καὶ γὰρ Σωκράτης συνεγίγνωσκεν τῷ ἐπὶ τῆς φυλακῆς κλάοντι, ὅτι ἔμελλεν πίνειν τὸ φάρμακον, καὶ λέγει ὡς γενναίως ἡμᾶς ἀποδεδάκρυκεν.

1.29.66μή τι οὖν ἐκείνῳ λέγει ὅτι διὰ τοῦτο τὰς γυναῖκας ἀπελύσαμεν; ἀλλὰ τοῖς γνωρίμοις, τοῖς δυναμένοις αὐτὰ ἀκοῦσαι · ἐκείνῳ δὲ συμπεριφέρεται ὡς παιδίῳ.

1.30

1.30.1ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν τούτῳ.

1.30.2ἐκεῖνος οὖν σου πυνθάνεται φυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ; ἐγὼ ἀδιάφορα.

1.30.3νῦν οὖν τίνα αὐτὰ λέγεις; μή τι ἐκεῖνα ἠλλάγη; οὔ. σὺ οὖν ἠλλάγης; οὔ. λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα. τὰ ἀπροαίρετα. λέγε καὶ τὰ ἑξῆς.

1.30.4ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ. λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει; προαίρεσις οἵα δεῖ καὶ χρῆσις φαντασιῶν. τέλος δὲ τί; τὸ σοὶ ἀκολουθεῖν.

1.30.5ταῦτα καὶ νῦν λέγεις; ταὐτὰ καὶ νῦν λέγω. ἄπιθι λοιπὸν ἔσω θαρρῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς δεῖ ἐν ἀνθρώποις ἀμελετήτοις.

1.30.6ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ τὸ τοιοῦτον τί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα πρὸς τὸ μηδέν;

1.30.7τοῦτο ἦν ἐξουσία; τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας; τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον; ταῦτα οὐδὲν ἦν, ἐγὼ δ’ὡς μεγάλα παρεσκευαζόμην.