Description of Greece, 6
6.1.1ἕπεται δέ μοι τῷ λόγῳ τῷ ἐς τὰ ἀναθήματα τὸ μετὰ τοῦτο ἤδη ποιήσασθαι καὶ ἵππων ἀγωνιστῶν μνήμην καὶ ἀνδρῶν ἀθλητῶντε καὶ ἰδιωτῶν ὁμοίως. τῶν δὲ νικησάντων Ὀλυμπίασιν οὐχ ἁπάντων εἰσὶν ἑστηκότες ἀνδριάντες, ἀλλὰ καὶ ἀποδειξάμενοι λαμπρὰ ἐς τὸν ἀγῶνα, οἱ δὲ καὶ ἐπὶ ἄλλοις ἔργοις, ὅμως οὐ τετυχήκασιν εἰκόνων ·
6.1.2τούτους ἐκέλευσεν ἀφεῖναί με ὁ λόγος, ὅτι οὐ κατάλογός ἐστιν ἀθλητῶν ὁπόσοις γεγόνασιν Ὀλυμπικαὶ νῖκαι, ἀναθημάτων δὲ ἄλλωντε καὶ εἰκόνων συγγραφή. οὐ δὲ ὁπόσων ἑστήκασιν ἀνδριάντες, οὐ δὲ τούτοις πᾶσιν ἐπέξειμι, ἐπιστάμενος ὅσοι τῷ παραλόγῳ τοῦ κλήρου καὶ οὐχ ὑπὸ ἰσχύος ἀνείλοντο ἤδη τὸν κότινον · ὁπόσοις δὲ ἢ αὐτοῖς τι εἶχεν ἐς δόξαν ἢ καὶ τοῖς ἀνδριᾶσιν ὑπῆρχεν ἄμεινον ἑτέρων πεποιῆσθαι, τοσαῦτα καὶ αὐτὸς μνησθήσομαι.
6.1.3ἔστιν ἐν δεξιᾷ τοῦ ναοῦ τῆς Ἥρας ἀνδρὸς εἰκὼν παλαιστοῦ, γένος δὲ ἦν Ἠλεῖος, Σύμμαχος Αἰσχύλου · παρὰ δὲ αὐτὸν ἐκ Φενεοῦ τῆς Ἀρκάδων Νεολαΐδας Προξένου, πυγμῆς ἐν παισὶν ἀνῃρημένος νίκην · ἐφεξῆς δὲ Ἀρχέδαμος Ξενίου, καταβαλὼν καὶ οὗτος παλαιστὰς παῖδας, γένος καὶ αὐτὸς Ἠλεῖος. τούτων τῶν κατειλεγμένων εἰργάσατο Ἄλυπος τὰς εἰκόνας Σικυώνιος, Ναυκύδους τοῦ Ἀργείου μαθητής.
6.1.4Κλεογένην δὲ Σιληνοῦ τὸ ἐπίγραμμα τὸ ἐπ’αὐτῷ φησιν εἶναι τῶν ἐπιχωρίων, ἐκ δὲ ἀγέλης αὐτὸν οἰκείας ἵππῳ κρατῆσαι κέλητι. πλησίον δὲ τοῦ Κλεογένους Δεινόλοχόςτε κεῖται Πύρρου καὶ Τρωίλος Ἀλκίνου. τούτοις γένος μὲν καὶ αὐτοῖς ἐστιν ἐξ Ἤλιδος, γεγόνασι δέ σφισιν οὐ κατὰ τα- ταὐτὰ αἱ νῖκαι · ἀλλὰ τῷ μὲν ἑλλανοδικεῖντε ὁμοῦ καὶ ἵππων ὑπῆρξεν ἀνελέσθαι νίκας τῷ Τρωίλῳ τελείᾳτε συνωρίδι καὶ πώλων ἅρματι — Ὀλυμπιάδι δὲ ἐκράτει δευτέρᾳ πρὸς ταῖς ἑκατόν, ἀπὸ τούτου δὲ καὶ νόμος ἐγένετο Ἠλείοις μη δὲ ἵππους τοῦ λοιποῦ τῶν ἑλλανοδικούντων καθιέναι μηδένα —, τούτου μὲν δὴ τὸν ἀνδριάντα ἐποίησε Λύσιππος ·
6.1.5ἡ δὲ τοῦ Δεινολόχου μήτηρ εἶδεν ὄψιν ὀνείρατος ὡς ἔχοιτο τοῦ παιδὸς ἐν τοῖς κόλποις ἐστεφανωμένου, καὶ τοῦδε ἕνεκα ἐς τὸν ἀγῶνα ὁ Δεινόλοχος ἠσκήθη καὶ τοὺς παῖδας παρέθει τρέχων. Σικυωνίου δὲ Κλέωνός ἐστιν ἡ εἰκών.
6.1.6ἐς δὲ τὴν Ἀρχιδάμου Κυνίσκαν, ἐς τὸ γένοςτε αὐτῆς καὶ ἐπὶ ταῖς Ὀλυμπικαῖς νίκαις, πρότερον ἔτι ἐδήλωσα ἐν τοῖς λόγοις οἳ ἐς τοὺς βασιλέας τοὺς Λακεδαιμονίων ἔχουσι · πεποίηται δὲ ἐν Ὀλυμπίᾳ παρὰ τὸν ἀνδριάντα τοῦ Τρωίλου λίθου κρηπὶς καὶ ἅρματε ἵππων καὶ ἀνὴρ ἡνίοχος καὶ αὐτῆς Κυνίσκας εἰκών, Ἀπελλοῦ τέχνη, γέγραπται δὲ καὶ ἐπιγράμματα ἐς τὴν Κυνίσκαν ἔχοντα.
6.1.7εἰσὶ δὲ Λακεδαιμόνιοι καὶ ἐφεξῆς ἀνακείμενοι τῇ Κυνίσκᾳ, ἵππων νῖκαι γεγόνασιν αὐτοῖς · Ἀνάξανδρος μὲν ἅρματι ἀνηγορεύθη πρῶτος, τὸ δὲ ἐπίγραμμά φησι τὸ ἐπ’αὐτῷ τοῦ πατρὸς τοῦ Ἀναξάνδρου πρότερον ἔτι στεφανωθῆναι τὸν πατέρα πεντάθλῳ. οὗτος μὲν δὴ ἔοικεν εὐχόμενος τῷ θεῷ, Πολυκλῆς δὲ ἐπίκλησιν λαβὼν Πολύχαλκος τεθρίππῳ μὲν καὶ οὗτος ἐκράτησεν, ἡ δὲ εἰκὼν ἐπὶ τῇ χειρὶ ἔχει οἱ τῇ δεξιᾷ ταινίαν ·
6.1.8παρὰ δὲ αὐτῷ παιδία δύο τὸ μὲν τροχὸν κατέχει, τὸ δὲ αἰτεῖ τὴν ταινίαν. ἐνίκησε δὲ ὁ Πολυκλῆς ἵπποις, ὡς τὸ ἐπίγραμμα τὸ ἐπ’αὐτῷ λέγει, καὶ Πυθοῖ καὶ Ἰσθμοῖτε καὶ Νεμέᾳ.
6.2.1παγκρατιαστοῦ δὲ ἀνδρὸς τὸν μὲν ἀνδριάντα εἰργάσατο Λύσιππος · ὁ δὲ ἀνὴρ οὗτος ἀνείλετο ἐπὶ παγκρατίῳ νίκην τῶν ἄλλωντε Ἀκαρνάνων καὶ τῶν ἐξ αὐτῆς Στράτου πρῶτος Ξενάρκηςτε ἐκαλεῖτο Φιλανδρίδου. Λακεδαιμόνιοι δὲ ἄρα μετὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου διετέθησαν πάντων φιλοτιμότατα Ἑλλήνων πρὸς ἵππων τροφάς. χωρὶς γὰρ ἢ ὅσους αὐτῶν κατέλεξα ἤδη, τοσοίδε ἄλλοι τῶν ἐκ Σπάρτης ἱπποτρόφων μετὰ τὴν εἰκόνα ἀνάκεινται τοῦ Ἀκαρνᾶνος ἀθλητοῦ, Ξενάρκης καὶ Λυκῖνος Ἀρκεσίλαόςτε καὶ ὁ παῖς τοῦ Ἀρκεσιλάου Λίχας.
6.2.2Ξενάρκει μὲν δὴ καὶ ἐν Δελφοῖς καὶ ἐν Ἄργειτε ὑπῆρξε καὶ ἐν Κορίνθῳ προσανελέσθαι νίκας · Λυκῖνος δὲ ἀγαγὼν ἐς Ὀλυμπίαν πώλους, καὶ οὐ δοκιμασθέντος ἑνὸς ἐξ αὐτῶν, καθῆκεν ἐς τῶν ἵππων τὸν δρόμον τῶν τελείων τοὺς πώλους καὶ ἐνίκα δι’αὐτῶν, ἀνέθηκε δὲ καὶ ἀνδριάντας δύο ἐς Ὀλυμπίαν, Μύρωνος τοῦ Ἀθηναίου ποιήματα. τῷ δὲ Ἀρκεσιλάῳ καὶ Λίχᾳ τῷ παιδί, τῷ μὲν αὐτῶν γεγόνασι δύο Ὀλυμπικαὶ νῖκαι, Λίχας δὲ εἰργομένων τηνικαῦτα τοῦ ἀγῶνος Λακεδαιμονίων καθῆκεν ἐπὶ ὀνόματι τοῦ Θηβαίων δήμου τὸ ἅρμα, τὸν δὲ ἡνίοχον νικήσαντα ἀνέδησεν αὐτὸς ταινίᾳ · καὶ ἐπὶ τούτῳ μαστιγοῦσιν αὐτὸν οἱ Ἑλλανοδίκαι, καὶ διὰ τὸν Λίχαν τοῦτον ἡ κατὰ Ἆγιν βασιλέα ἐπιστρατεία Λακεδαιμονίων ἐγένετο ἐπὶ Ἠλείους καὶ ἐντὸς τῆς Ἄλτεως μάχη.
6.2.3καταπαυσθέντος δὲ τοῦ πολέμου τὴν μὲν εἰκόνα ἐνταῦθα ἔστησε, τὰ δὲ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας γράμματα οὐ Λίχαν, Θηβαίων δὲ τὸν δῆμον ἔχει νενικηκότα.
6.2.4τοῦ δὲ Λίχα πλησίον μάντις ἕστηκεν Ἠλεῖος Θρασύβουλος Αἰνέου τῶν Ἰαμιδῶν, ὃς καὶ Μαντινεῦσιν ἐμαντεύσατο ἐναντία Λακεδαιμονίων καὶ Ἄγιδος τοῦ Εὐδαμίδου βασιλέως · ἃ δὴ καὶ ἐς πλέον ἐν τῷ λόγῳ τῷ ἐς Ἀρκάδας ἐπέξειμι. τοῦ Θρασυβούλου δὲ τῇ εἰκόνι γαλεώτης πρὸς τὸν ὦμον προσέρπων ἐστὶ τὸν δεξιόν, καὶ κύων ἱερεῖον δὴ παρ’αὐτῷ κεῖται διατετμημένοςτε δίχα καὶ φαίνων τὸ ἧπαρ.
6.2.5μαντικὴ δὲ ἡ μὲν δι’ἐρίφων καὶ ἀρνῶντε καὶ μόσχων ἐκ παλαιοῦ δήλη καθεστῶσά ἐστιν ἀνθρώποις, Κύπριοι δὲ ὡς καὶ ὑσὶν ἐπεξευρόντες ἔστι μαντεύεσθαι, κυσὶ δὲ οὐδένες ἐπί γε μαντικῆς νομίζουσιν οὐδὲν χρᾶσθαι · ἔοικεν οὖν ἰδίαν τινὰ ὁ Θρασύβουλος ἐπὶ σπλάγχνων μαντικὴν κυνείων καταστήσασθαι. οἱ δ’Ἰαμίδαι καλούμενοι μάντεις γεγόνασιν ἀπὸ Ἰάμου · τὸν δὲ εἶναι παῖδα Ἀπόλλωνος καὶ λαβεῖν μαντικήν φησιν ἐν ᾄσματι Πίνδαρος.
6.2.6παρὰ δὲ τοῦ Θρασυβούλου τὴν εἰκόνα Τιμοσθένηςτε Ἠλεῖος ἕστηκε σταδίου νίκην ἐν παισὶν εἰληφὼς καὶ Μιλήσιος Ἀντίπατρος Κλεινοπάτρου παῖδας κατειργασμένος πύκτας. Συρακοσίων δὲ ἄνδρες, ἄγοντες ἐς Ὀλυμπίαν παρὰ Διονυσίου θυσίαν, τὸν πατέρα τοῦ Ἀντιπάτρου χρήμασιν ἀναπείθουσιν ἀναγορευθῆναί οἱ τὸν παῖδα ἐκ Συρακουσῶν · Ἀντίπατρος δὲ ἐν οὐδενὶ τοῦ τυράννου τὰ δῶρα ἡγούμενος ἀνεῖπεν αὑτὸν Μιλήσιον καὶ ἀνέγραψε τῇ εἰκόνι ὡς γένοςτε εἴη Μιλήσιος καὶ Ἰώνων ἀναθείη πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα.
6.2.7τούτου μὲν δὴ Πολύκλειτος τὸν ἀνδριάντα εἰργάσατο, τὸν δὲ Τιμοσθένην Εὐτυχίδης Σικυώνιος παρὰ Λυσίππῳ δεδιδαγμένος · ὁ δὲ Εὐτυχίδης οὗτος καὶ Σύροις τοῖς ἐπὶ Ὀρόντῃ Τύχης ἐποίησεν ἄγαλμα, μεγάλας παρὰ τῶν ἐπιχωρίων ἔχον τιμάς.
6.2.8ἐν δὲ τῇ Ἄλτει παρὰ τὸν τοῦ Τιμοσθένους ἀνδριάντα ἀνάκειται Τίμων καὶ ὁ παῖς τοῦ Τίμωνος Αἴσυπος, παιδίον ἐπὶ ἵππῳ καθήμενον · ἔστι γὰρ δὴ καὶ ἡ νίκη τῷ παιδὶ ἵππου κέλητος, ὁ Τίμων δὲ ἐπὶ ἅρματι ἀνηγορεύθη. τῷ δὲ Τίμωνι εἰργάσατο καὶ τῷ παιδὶ τὰς εἰκόνας Δαίδαλος Σικυώνιος, ὃς καὶ ἐπὶ τῇ Λακωνικῇ νίκῃ τὸ ἐν τῇ Ἄλτει τρόπαιον ἐποίησεν Ἠλείοις.
6.2.9ἐπίγραμμα δὲ τὸ ἐπὶ τῷ Σαμίῳ πύκτῃ τὸν ἀναθέντα μὲν ὅτι ὁ παιδοτρίβης εἴη Μύκων καὶ ὅτι Σάμιοι τὰ ἐς ἀθλητὰς καὶ ἐπὶ ναυμαχίαις εἰσὶν Ἰώνων ἄριστοι, τάδε μὲν λέγει τὸ ἐπίγραμμα, ἐς δὲ αὐτὸν τὸν πύκτην ἐσήμαινεν οὐδέν.
6.2.10παρὰ δὲ Μεσσήνιος Δαμίσκος, ὃς δύο γεγονὼς ἔτη καὶ δέκα ἐνίκησεν ἐν Ὀλυμπίᾳ. θαῦμα δὲ εἴπερ ἄλλο τι καὶ τόδε ἐποιησάμην · Μεσσηνίους γὰρ ἐκ Πελοποννήσου φεύγοντας ἐπέλιπεν ἡ περὶ τὸν ἀγῶνα τύχη τὸν Ὀλυμπικόν. ὅτι γὰρ μὴ Λεοντίσκος καὶ Σύμμαχος τῶν ἐπὶ πορθμῷ Μεσσηνίων, ἄλλος γε οὐδεὶς Μεσσήνιος οὔτε Σικελιώτης οὔτ’ἐκ Ναυπάκτου δῆλός ἐστιν Ὀλυμπίασιν ἀνῃρημένος νίκην · εἶναι δὲ οἱ Σικελιῶται καὶ τούτους τῶν ἀρχαίων Ζαγκλαίων καὶ οὐ Μεσσηνίους φασί.
6.2.11συγκατῆλθε μέντοι Μεσσηνίοις ἐς Πελοπόννησον καὶ ἡ περὶ τὸν ἀγῶνα τύχη τὸν Ὀλυμπικόν · ἐνιαυτῷ γὰρ ὕστερον τοῦ οἰκισμοῦ τοῦ Μεσσήνης ἀγόντων Ὀλύμπια Ἠλείων ἐνίκα στάδιον παῖδας ὁ Δαμίσκος οὗτος, καί οἱ καὶ πενταθλήσαντι ὕστερον ἐγένοντο ἐν Νεμέᾳτε νῖκαι καὶ Ἰσθμοῖ.
6.3.1Δαμίσκου δὲ ἐγγύτατα ἕστηκεν ἀνὴρ ὅστις δή, τὸ γὰρ ὄνομα οὐ λέγουσιν ἐπ’αὐτῷ, Πτολεμαίου δὲ ἀνάθημά ἐστι τοῦ Λάγου · Μακεδόνα δὲ αὑτὸν ὁ Πτολεμαῖος ἐν τῷ ἐπιγράμματι ἐκάλεσε, βασιλεύων ὅμως Αἰγύπτου. Χαιρέᾳ δὲ Σικυωνίῳ πύκτῃ παιδὶ ἐπίγραμμά ἐστιν ὡς νικήσειεν ἡλικίαν νέος καὶ ὡς πατρὸς εἴη Χαιρήμονος, γέγραπται δὲ καὶ ὁ τὸν ἀνδριάντα εἰργασμένος Ἀστερίων Αἰσχύλου.
6.3.2μετὰ δὲ τὸν Χαιρέαν Μεσσήνιόςτε παῖς Σόφιος καὶ ἀνὴρ Ἠλεῖος ἀνάκειται Στόμιος, καὶ τῷ μὲν τοὺς συνθέοντας τῶν παίδων παρελθεῖν, Στομίῳ δὲ πενταθλοῦντι ἐν Ὀλυμπίᾳ καὶ Νεμείων τρεῖς ὑπῆρξεν ἀνελέσθαι νίκας. τὸ δὲ ἐπίγραμμα τὸ ἐπ’αὐτῷ καὶ τάδε ἐπιλέγει, τῆς ἵππουτε Ἠλείοις αὐτὸν ἡγούμενον ἀναστῆσαι τρόπαια καὶ ἄνδρα τοῖς πολεμίοις στρατηγοῦντα ἀποθανεῖν ὑπὸ τοῦ Στομίου, μονομαχήσαντά οἱ κατὰ πρόκλησιν ·
6.3.3εἶναι δὲ αὐτὸν ἐκ Σικυῶνος οἱ Ἠλεῖοί φασι καὶ ἄρχειν Σικυωνίων, στρατεῦσαι δὲ ἐπὶ Σικυῶνα αὐτοὶ φιλίᾳ Θηβαίων ὁμοῦ τῇ ἐκ Βοιωτίας δυνάμει. φαίνοιτο ἂν οὖν ἡ ἐπὶ Σικυῶνα Ἠλείων καὶ Θηβαίων στρατεία γεγενῆσθαι μετὰ τὸ ἀτύχημα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις.
6.3.4ἐφεξῆς δὲ ἀνάκειται μὲν πύκτης ἐκ Λεπρέου τοῦ Ἠλείων, Λάβαξ Εὔφρονος, ἀνάκειται δὲ καὶ ἐξ αὐτῆς Ἤλιδος παλαιστὴς ἀνὴρ Ἀριστόδημος Θράσιδος · γεγόνασι δὲ αὐτῷ καὶ Πυθοῖ δύο νῖκαι, ἡ δὲ εἰκών ἐστι τοῦ Ἀριστοδήμου τέχνη Δαιδάλου τοῦ Σικυωνίου, μαθητοῦ καὶ πατρὸς Πατροκλέους.
6.3.5Ἵππον δὲ Ἠλεῖον πυγμῇ παῖδας κρατήσαντα ἐποίησε Δαμόκριτος Σικυώνιος, ὃς ἐς πέμπτον διδάσκαλον ἀνῄει τὸν Ἀττικὸν Κριτίαν · Πτόλιχος μὲν γὰρ ἔμαθεν ὁ Κορκυραῖος παρ’αὐτῷ Κριτίᾳ, Πτολίχου δὲ ἦν μαθητὴς Ἀμφίων, Πίσων δὲ ἀνὴρ ἐκ Καλαυρείας ἐδιδάχθη παρ’Ἀμφίονι, ὁ δὲ παρὰ τῷ Πίσωνι Δαμόκριτος.
6.3.6Κρατῖνος δὲ ἐξ Αἰγείρας τῆς Ἀχαιῶν τότε ἐγένετο κάλλιστος τῶν ἐφ’ἑαυτοῦ καὶ σὺν τέχνῃ μάλιστα ἐπάλαισε, καταπαλαίσαντι δὲ αὐτῷ τοὺς παῖδας προσαναστῆσαι καὶ τὸν παιδοτρίβην ὑπὸ Ἠλείων ἐδόθη · τὸν δὲ ἀνδριάντα ἐποίησε Σικυώνιος Κάνθαρος, Ἀλέξιδος μὲν πατρός, διδασκάλου δὲ ὢν Εὐτυχίδου.
6.3.7Εὐπολέμου δὲ Ἠλείου τὴν μὲν εἰκόνα Σικυώνιος εἴργασται Δαίδαλος · τὸ δὲ ἐπίγραμμα τὸ ἐπ’αὐτῷ μηνύει σταδίου μὲν ἀνδρῶν Ὀλυμπίασι νίκην ἀνελέσθαι τὸν Εὐπόλεμον, εἶναι δὲ καὶ δύο Πυθικοὺς αὐτῷ πεντάθλου στεφάνους καὶ ἄλλον Νεμείων. λέγεται δὲ ἐπὶ τῷ Εὐπολέμῳ καὶ τάδε, ὡς ἐφεστήκοιεν τρεῖς ἐπὶ τῷ δρόμῳ Ἑλλανοδίκαι, νικᾶν δὲ τῷ μὲν Εὐπολέμῳ δύο ἐξ αὐτῶν δοῖεν, ὁ τρίτος δὲ Ἀμβρακιώτῃ Λέοντι, καὶ ὡς χρημάτων καταδικάσαιτο ὁ Λέων ἐπὶ τῆς Ὀλυμπικῆς βουλῆς ἑκατέρου τῶν Ἑλλανοδικῶν οἳ νικᾶν τὸν Εὐπόλεμον ἔγνωσαν.
6.3.8Οἰβώτα δὲ τὸν μὲν ἀνδριάντα Ἀχαιοὶ κατὰ πρόσταγμα ἀνέθεσαν τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος ἐπὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς · ἡ δὲ τοῦ σταδίου νίκη τῷ Οἰβώτᾳ γέγονεν Ὀλυμπιάδι ἕκτῃ. πῶς ἂν οὖν τήν γε ἐν Πλαταιαῖς μάχην μεμαχημένος ὁ Οἰβώτας εἴη μετὰ Ἑλλήνων; πέμπτῃ γὰρ ἐπὶ τῇ ἑβδομηκοστῇ Ὀλυμπιάδι τὸ πταῖσμα ἐγένετο τὸ ἐν Πλαταιαῖς Μαρδονίῳ καὶ Μήδοις. ἐμοὶ μὲν οὖν λέγειν μὲν τὰ ὑπὸ Ἑλλήνων λεγόμενα ἀνάγκη, πείθεσθαι δὲ πᾶσιν οὐκέτι ἀνάγκη. τὰ δὲ ἄλλα ὁποῖα τὰ συμβάντα ἦν ἐς τὸν Οἰβώταν, τῇ ἐς Ἀχαιοὺς προσέσται μοι συγγραφῇ.
6.3.9Ἀντιόχου δὲ ἀνδριάντα ἐποίησε μὲν Νικόδαμος, γένος δὲ ὁ Ἀντίοχος ἦν ἐκ Λεπρέου · παγκρατίῳ δὲ ἄνδρας ἐν Ὀλυμπίᾳ μὲν ἐκράτησεν ἅπαξ, ἐν Ἰσθμῷ δὲ καὶ Νεμέᾳ δὶς πεντάθλῳ ἐν ἑκατέρῳ τῷ ἀγῶνι. οὐ γάρ τι Ἰσθμίων Λεπρεάταις δεῖμα ὥσπερ γε αὐτοῖς ἐστιν Ἠλείοις, ἐπεὶ Ὕσμωνί γε τῷ Ἠλείῳ — πλησίον δὲ τοῦ Ἀντιόχου καὶ Ὕσμων οὗτος ἕστηκε — τούτῳ τῷ ἀνδρὶ ἀθλήσαντι πένταθλον ἥτε Ὀλυμπικὴ νίκη καὶ Νεμείων γέγονεν ἡ ἑτέρα, Ἰσθμίων δὲ δῆλα ὡς καὶ οὗτος κατὰ τα- ταὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο.
6.3.10λέγεται δὲ παιδὶ ἔτι ὄντι τῷ Ὕσμωνι κατασκῆψαι ῥεῦμα ἐς τὰ νεῦρα, καὶ αὐτὸν ἐπὶ τούτῳ μελετῆσαι πένταθλον, ἵνα δὴ ἐκ τῶν πόνων ὑγιήςτε καὶ ἄνοσος ἀνὴρ εἴη · τῷ δὲ ἄρα τὸ μάθημα καὶ νίκας ἔμελλεν ἐπιφανεῖς οὕτω παρασκευάσειν. ὁ δὲ ἀνδριὰς αὐτῷ Κλέωνος μέν ἐστιν ἔργον, ἔχει δὲ ἁλτῆρας ἀρχαίους.
6.3.11μετὰ δὲ Ὕσμωνα παλαιστὴς παῖς ἐξ Ἡραίας ἀνάκειται τῆς Ἀρκάδων, Νικόστρατος Ξενοκλείδου · Παντίας δὲ αὐτῷ τὴν εἰκόνα ἐποίησεν, ὃς ἀπὸ Ἀριστοκλέους τοῦ Σικυωνίου καταριθμουμένῳ τοὺς διδαχθέντας ἕβδομος ἀπὸ τούτου ἦν μαθητής. Δίκων δὲ ὁ Καλλιβρότου πέντε μὲν Πυθοῖ δρόμου νίκας, τρεῖς δὲ ἀνείλετο Ἰσθμίων, τέσσαρας δὲ ἐν Νεμέᾳ, καὶ Ὀλυμπικὰς μίαν μὲν ἐν παισί, δύο δὲ ἄλλας ἀνδρῶν · καί οἱ καὶ ἀνδριάντες ἴσοι ταῖς νίκαις εἰσὶν ἐν Ὀλυμπίᾳ. παιδὶ μὲν δὴ ὄντι αὐτῷ Καυλωνιάτῃ, καθάπερ γε καὶ ἦν, ὑπῆρξεν ἀναγορευθῆναι · τὸ δὲ ἀπὸ τούτου Συρακούσιον αὑτὸν ἀνηγόρευσεν ἐπὶ χρήμασι.
6.3.12Καυλωνία δὲ ἀπῳκίσθη μὲν ἐς Ἰταλίαν ὑπὸ Ἀχαιῶν, οἰκιστὴς δὲ ἐγένετο αὐτῆς Τύφων Αἰγιεύς · Πύρρου δὲ τοῦ Αἰακίδου καὶ Ταραντίνων ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον καταστάντων ἄλλαιτε τῶν ἐν Ἰταλίᾳ πόλεων ἐγένοντο αἱ μὲν ὑπὸ Ῥωμαίων, αἱ δὲ ὑπὸ τῶν Ἠπειρωτῶν ἀνάστατοι, κατέλαβε δὲ ἐς ἅπαν ἐρημωθῆναι καὶ τὴν Καυλωνίαν ἁλοῦσαν ὑπὸ Καμπανῶν, οἳ Ῥωμαίοις μεγίστη τοῦ συμμαχικοῦ μοῖρα ἦσαν.
6.3.13ἐπὶ δὲ τῷ Δίκωνι ἀνάκειται μὲν Ξενοφῶν Μενεφύλου παγκρατιαστὴς ἀνὴρ ἐξ Αἰγίου τῆς Ἀχαιῶν, ἀνάκειται δὲ Πυριλάμπης Ἐφέσιος λαβὼν δολίχου νίκην. τοῦ μὲν δὴ τὴν εἰκόνα ἐποίησεν Ὄλυμπος, Πυριλάμπει δὲ ὁμώνυμος καὶ ὁ πλάστης, γένος δὲ οὐ Σικυώνιος, ἀλλὰ ἐκ Μεσσήνης τῆς ὑπὸ τῇ Ἰθώμῃ.
6.3.14Λύσανδρον δὲ τὸν Ἀριστοκρίτου Σπαρτιάτην ἀνέθεσαν ἐν Ὀλυμπίᾳ Σάμιοι, καὶ αὐτοῖς τὸ μὲν πρότερον τῶν ἐπιγραμμάτων ἐστὶν “ἐν πολυθαήτῳ τεμένει Διὸς ὑψιμέδοντος ἕστηκ’ἀνθέντων δημοσίᾳ Σαμίων” · τοῦτο μὲν δὴ τοὺς τὸ ἀνάθημα ἀναθέντας μηνύει, τὸ δ’ἐφεξῆς ἐς αὐτὸν ἔπαινός ἐστι Λύσανδρον · “ἀθάνατον πάτρᾳ καὶ Ἀριστοκρίτῳ κλέος ἔργων, Λύσανδρ’, ἐκτελέσας δόξαν ἔχεις ἀρετᾶς”. δῆλοι οὖν εἰσιν οἵτε Σάμιοι καὶ οἱ ἄλλοι Ἴωνες, κατὰ τὸ λεγόμενον ὑπ’αὐτῶν Ἰώνων, τοὺς τοίχους τοὺς δύο ἐπαλείφοντες.
6.3.15Ἀλκιβιάδου μέν γε τριήρεσιν Ἀθηναίων περὶ Ἰωνίαν ἰσχύοντος ἐθεράπευον αὐτὸν Ἰώνων οἱ πολλοί, καὶ εἰκὼν Ἀλκιβιάδου χαλκῆ παρὰ τῇ Ἥρᾳ Σαμίων ἐστὶν ἀνάθημα · ὡς δὲ ἐν Αἰγὸς ποταμοῖς ἑάλωσαν αἱ ναῦς αἱ Ἀττικαί, Σάμιοι μὲν ἐς Ὀλυμπίαν τὸν Λύσανδρον, Ἐφέσιοι δὲ ἐς τὸ ἱερὸν ἀνετίθεσαν τῆς Ἀρτέμιδος Λύσανδρόντε αὐτὸν καὶ Ἐτεόνικον καὶ Φάρακα καὶ ἄλλους Σπαρτιατῶν ἥκιστα ἔς γε τὸ Ἑλληνικὸν γνωρίμους.
6.3.16μεταπεσόντων δὲ αὖθις τῶν πραγμάτων καὶ Κόνωνος κεκρατηκότος τῇ ναυμαχίᾳ περὶ Κνίδον καὶ ὄρος τὸ Δώριον ὀνομαζόμενον, οὕτω μετεβάλλοντο οἱ Ἴωνες, καὶ Κόνωνα ἀνακείμενον χαλκοῦν καὶ Τιμόθεον ἐν Σάμῳτε ἔστιν ἰδεῖν παρὰ τῇ Ἥρᾳ καὶ ὡσαύτως ἐν Ἐφέσῳ παρὰ τῇ Ἐφεσίᾳ θεῷ. ταῦτα μέν ἐστιν ἔχοντα οὕτω τὸν ἀεὶ χρόνον, καὶ Ἴωσιν ὡσαύτως οἱ πάντες ἄνθρωποι θεραπεύουσι τὰ ὑπερέχοντα τῇ ἰσχύι.
6.4.1ἔχεται δὲ τοῦ Λυσάνδρου τῆς εἰκόνος Ἐφέσιόςτε πύκτης τοὺς ἐλθόντας κρατήσας τῶν παίδων — ὄνομα δέ οἱ ἦν Ἀθήναιος — καὶ Σικυώνιος Σώστρατος παγκρατιαστὴς ἀνήρ, ἐπίκλησις δὲ ἦν Ἀκροχερσίτης αὐτῷ · παραλαμβανόμενος γὰρ ἄκρων τοῦ ἀνταγωνιζομένου τῶν χειρῶν ἔκλα, καὶ οὐ πρότερον ἀνίει πρὶν ἢ αἴσθοιτο ἀπαγορεύσαντος.
6.4.2γεγόνασι δὲ αὐτῷ Νεμείων μὲν νῖκαι καὶ Ἰσθμίων ἀναμὶξ δυόδεκα, Ὀλυμπίασι δὲ καὶ Πυθοῖ, τῇ μὲν δύο, τρεῖς δὲ ἐν Ὀλυμπίᾳ. τὴν τετάρτην δὲ Ὀλυμπιάδα ἐπὶ ταῖς ἑκατόν — πρώτην γὰρ δὴ ἐνίκησεν ὁ Σώστρατος ταύτην — οὐκ ἀναγράφουσιν οἱ Ἠλεῖοι, διότι μὴ αὐτοὶ τὸν ἀγῶνα ἀλλὰ Πισαῖοι καὶ Ἀρκάδες ἔθεσαν ἀντ’αὐτῶν.
6.4.3παρὰ δὲ τὸν Σώστρατον παλαιστὴς ἀνὴρ πεποίηται Λεοντίσκος, ἐκ Σικελίαςτε ὢν γένος καὶ ἀπὸ τῆς ἐν τῷ πορθμῷ Μεσσήνης · στεφανωθῆναι δὲ ὑπότε Ἀμφικτυόνων καὶ δὶς ὑπὸ Ἠλείων, εἶναι δὲ αὐτῷ λέγεται τὴν πάλην καθὰ δὴ καὶ τὸ παγκράτιον τῷ Σικυωνίῳ Σωστράτῳ · καὶ γὰρ τὸν Λεοντίσκον καταβαλεῖν μὲν οὐκ ἐπίστασθαι τοὺς παλαίοντας, νικᾶν δὲ αὐτὸν κλῶντα τοὺς δακτύλους.
6.4.4τὸν δὲ ἀνδριάντα Πυθαγόρας ἐποίησεν ὁ Ῥηγῖνος, εἴπερ τις καὶ ἄλλος ἀγαθὸς τὰ ἐς πλαστικήν. διδαχθῆναι δὲ παρὰ Κλεάρχῳ φασὶν αὐτόν, Ῥηγίνῳ μὲν καὶ αὐτῷ, μαθητῇ δὲ Εὐχείρου · τὸν δὲ Εὔχειρον εἶναι Κορίνθιον, φοιτῆσαι δὲ ὡς Συάδραντε καὶ Χάρταν Σπαρτιάτας.
6.4.5ὁ δὲ παῖς ὁ ἀναδούμενος ταινίᾳ τὴν κεφαλὴν ἐπεισήχθω μοι καὶ οὗτος ἐς τὸν λόγον Φειδίουτε ἕνεκα καὶ τῆς ἐς τὰ ἀγάλματα τοῦ Φειδίου σοφίας, ἐπεὶ ἄλλως γε οὐκ ἴσμεν ὅτου τὴν εἰκόνα ὁ Φειδίας ἐποίησε. Σάτυρος δὲ Ἠλεῖος Λυσιάνακτος πατρός, γένους δὲ τοῦ Ἰαμιδῶν, ἐν Νεμέᾳ πεντάκις ἐνίκησε πυκτεύων καὶ Πυθοῖτε δὶς καὶ δὶς ἐν Ὀλυμπίᾳ · τέχνη δὲ Ἀθηναίου Σιλανίωνος ὁ ἀνδριάς ἐστι. πλάστης δὲ ἄλλος τῶν Ἀττικῶν Πολυκλῆς, Σταδιέως μαθητὴς Ἀθηναίου, πεποίηκε παῖδα Ἐφέσιον παγκρατιαστήν, Ἀμύνταν Ἑλλανίκου.
6.4.6Χίλωνι δὲ Ἀχαιῷ Πατρεῖ δύο μὲν Ὀλυμπικαὶ νῖκαι πάλης ἀνδρῶν, μία δὲ ἐγένετο ἐν Δελφοῖς, τέσσαρες δὲ ἐν Ἰσθμῷ καὶ Νεμείων τρεῖς · ἐτάφη δὲ ὑπὸ τοῦ κοινοῦ τῶν Ἀχαιῶν, καί οἱ καὶ τοῦ βίου συνέπεσεν ἐν πολέμῳ τὴν τελευτὴν γενέσθαι. μαρτυρεῖ δέ μοι καὶ τὸ ἐπίγραμμα τὸ ἐν Ὀλυμπίᾳ · “μουνοπάλης νικῶ δὶς Ὀλύμπια Πύθιάτ’ἄνδρας, τρὶς Νεμέᾳ, τετράκις δ’Ἰσθμῷ ἐν ἀγχιάλῳ, Χίλων Χίλωνος Πατρεύς, ὃν λαὸς Ἀχαιῶν ἐν πολέμῳ φθίμενον θάψ’ἀρετῆς ἕνεκεν”. τὸ μὲν δὴ ἐπίγραμμα ἐπὶ τοσοῦτο ἐδήλωσεν ·
6.4.7εἰ δὲ Λυσίππου τοῦ ποιήσαντος τὴν εἰκόνα τεκμαιρόμενον τῇ ἡλικίᾳ συμβαλέσθαι δεῖ με τὸν πόλεμον ἔνθα ὁ Χίλων ἔπεσεν, ἤτοι ἐς Χαιρώνειαν Ἀχαιοῖς τοῖς πᾶσιν ὁμοῦ στρατεύσασθαι ἢ ἰδίᾳ κατ’ἀρετήντε καὶ τόλμαν Ἀχαιῶν μόνος Ἀντιπάτρου μοι καὶ Μακεδόνων ἐναντία ἀγωνίσασθαι περὶ Λάμιαν φαίνεται τὴν ἐν Θεσσαλίᾳ.
6.4.8ἐφεξῆς δὲ τοῦ Χίλωνος δύο ἀνάκεινται · τῷ μὲν Μολπίων ἐστὶν ὄνομα, στεφανωθῆναι δὲ τὸ ἐπίγραμμά φησιν αὐτὸν ὑπὸ Ἠλείων · τὸν δὲ ἕτερον, ὅτῳ μηδέν ἐστιν ἐπίγραμμα, μνημονεύουσιν ὡς Ἀριστοτέλης ἐστὶν ὁ ἐκ τῶν Θρᾳκίων Σταγείρων, καὶ αὐτὸν ἤτοι μαθητὴς ἢ καὶ στρατιωτικὸς ἀνέθηκεν ἀνὴρ ἅτε παρὰ Ἀντιπάτρῳ καὶ πρότερον ἰσχύσαντα παρὰ Ἀλεξάνδρῳ.
6.4.9Σωδάμας δὲ ἐξ Ἀσσοῦ τῆς ἐν τῇ Τρῳάδι, κειμένης δὲ ὑπὸ τῇ Ἴδῃ, πρῶτος Αἰολέων τῶν ταύτῃ στάδιον Ὀλυμπίασιν ἐνίκησεν ἐν παισίν. παρὰ δὲ Σωδάμαν Ἀρχίδαμος ἕστηκεν ὁ Ἀγησιλάου, Λακεδαιμονίων βασιλεύς. πρὸ δὲ τοῦ Ἀρχιδάμου τούτου βασιλέως εἰκόνα οὐδενὸς ἔν γε τῇ ὑπερορίᾳ Λακεδαιμονίους ἀναθέντας εὕρισκον · Ἀρχιδάμου δὲ ἄλλωντε καὶ τῆς τελευτῆς ἐμοὶ δοκεῖν ἕνεκα ἀνδριάντα ἐς Ὀλυμπίαν ἀπέστειλαν, ὅτι ἐν βαρβάρῳτε ἐπέλαβεν αὐτὸν τὸ χρεὼν καὶ βασιλέων μόνος τῶν ἐν Σπάρτῃ δῆλός ἐστιν ἁμαρτὼν τάφου.
6.4.10ταῦτα μὲν δὴ καὶ ἐν τοῖς Σπαρτιατικοῖς λόγοις ἐς πλέον ἡμῖν δεδήλωται · Εὐάνθει δὲ Κυζικηνῷ γεγόνασι πυγμῆς νῖκαι, μία μὲν ἐν ἀνδράσιν Ὀλυμπική, Νεμείων δὲ ἐν παισὶ καὶ Ἰσθμίων. πεποίηται δὲ παρὰ τὸν Εὐάνθην ἀνήρτε ἱπποτρόφος καὶ τὸ ἅρμα, ἀναβεβηκυῖα δὲ ἐπὶ τὸ ἅρμα παῖς παρθένος · ὄνομα μὲν Λάμπος τῷ ἀνδρί, πατρὶς δὲ ἦν αὐτῷ νεωτάτη τῶν ἐν Μακεδονίᾳ πόλεων, καλουμένη δὲ ἀπὸ τοῦ οἰκιστοῦ Φιλίππου τοῦ Ἀμύντου.
6.4.11Κυνίσκῳ δὲ τῷ ἐκ Μαντινείας πύκτῃ παιδὶ ἐποίησε Πολύκλειτος τὴν εἰκόνα. Ἐργοτέλης δὲ ὁ Φιλάνορος δολίχου δύο ἐν Ὀλυμπίᾳ νίκας, τοσαύτας δὲ ἄλλας Πυθοῖ καὶ ἐν Ἰσθμῷτε καὶ Νεμείων ἀνῃρημένος, οὐχ Ἱμεραῖος εἶναι τὸ ἐξ ἀρχῆς, καθάπερ γε τὸ ἐπίγραμμα τὸ ἐπ’αὐτῷ φησι, Κρὴς δὲ εἶναι λέγεται Κνώσσιος · ἐκπεσὼν δὲ ὑπὸ στασιωτῶν ἐκ Κνωσσοῦ καὶ ἐς Ἱμέραν ἀφικόμενος πολιτείαςτ’ἔτυχε καὶ πολλὰ εὕρετο ἄλλα ἐς τιμήν. ἔμελλεν οὖν ὡς τὸ εἰκὸς Ἱμεραῖος ἐν τοῖς ἀγῶσιν ἀναγορευθήσεσθαι.
6.5.1ὁ δὲ ἐπὶ τῷ βάθρῳ τῷ ὑψηλᾷ Λυσίππου μέν ἐστιν ἔργον, μέγιστος δὲ ἁπάντων ἐγένετο ἀνθρώπων πλὴν τῶν ἡρώων καλουμένων καὶ εἰ δή τι ἄλλο ἦν πρὸ τῶν ἡρώων θνητὸν γένος · ἀνθρώπων δὲ τῶν καθ’ἡμᾶς οὗτός ἐστιν ὁ μέγιστος Πουλυδάμας Νικίου.
6.5.2Σκοτοῦσσα δὲ ἡ τοῦ Πουλυδάμαντας πατρὶς οὐκ ᾠκεῖτο ἔτι ἐφ’ἡμῶν · Ἀλέξανδρος γὰρ τὴν πόλιν ὁ Φεραίων τυραννήσας κατέλαβεν ἐν σπονδαῖς, καὶ Σκοτουσσαίων τούςτε ἐς τὸ θέατρον συνειλεγμένους — ἔτυχε γάρ σφισι καὶ ἐκκλησία τηνικαῦτα οὖσα — τούτουςτε ἅπαντας κατηκόντισε, πελτασταῖς ἐν κύκλῳ περισχὼν καὶ τοξόταις, καὶ τὸ ἄλλο ὅσον ἐν ἡλικίᾳ κατεφόνευσε, γυναῖκας δὲ ἀπέδοτο καὶ παῖδας, μισθὸν εἶναι τὰ χρήματα τοῖς ξένοις.
6.5.3αὕτη Σκοτουσσαίοις ἡ συμφορὰ Φρασικλείδου μὲν Ἀθήνῃσιν ἐγένετο ἄρχοντος, δευτέρᾳ δὲ Ὀλυμπιάδι ἐπὶ ταῖς ἑκατόν, ἣν Δάμων Θούριος ἐνίκα τὸ δεύτερον, ταύτης ἔτει δευτέρῳ τῆς Ὀλυμπιάδος. καὶ ὀλίγοντε ἔμενε τὸ διαφυγὸν τῶν Σκοτουσσαίων καὶ αὖθις ὑπὸ ἀσθενείας ἐξέλιπον καὶ οὗτοι τὴν πόλιν, ὅτε καὶ τοῖς πᾶσιν Ἕλλησι προσπταῖσαι δεύτερα ἐν τῷ πρὸς Μακεδόνας πολέμῳ παρεσκεύασεν ὁ δαίμων.
6.5.4παγκρατίου μὲν δὴ καὶ ἄλλοις ἤδη γεγόνασιν ἐπιφανεῖς νῖκαι · Πουλυδάμαντι δὲ τάδε ἀλλοῖα παρὰ τοὺς ἐπὶ τῷ παγκρατίῳ στεφάνους ὑπάρχοντά ἐστιν. ἡ ὀρεινὴ τῆς Θρᾴκης, ἡ ἔνδον Νέστου ποταμοῦ τοῦ ῥέοντος διὰ τῆς Ἀβδηριτῶν, καὶ ἄλλα θηρία, ἐν δὲ αὐτοῖς παρέχεται καὶ λέοντας, οἳ καὶ τῷ στρατῷ ποτε ἐπιθέμενοι τῷ Ξέρξου τὰς ἀγούσας καμήλους τὰ σιτία ἐλυμήναντο.
6.5.5οὗτοι πολλάκις οἱ λέοντες καὶ ἐς τὴν περὶ τὸν Ὄλυμπον πλανῶνται χώραν · τούτου δὲ τοῦ ὄρους ἡ μὲν ἐς Μακεδονίαν πλευρά, ἡ δὲ ἐπὶ Θεσσαλοὺς καὶ τὸν ποταμὸν τέτραπται τὸν Πηνειόν · ἐνταῦθα ὁ Πουλυδάμας λέοντα ἐν τῷ Ὀλύμπῳ, μέγα καὶ ἄλκιμον θηρίον, κατειργάσατο οὐδενὶ ἐσκευασμένος ὅπλῳ. προήχθη δὲ ἐς τὸ τόλμημα φιλοτιμίᾳ πρὸς τὰ Ἡρακλέους ἔργα, ὅτι καὶ Ἡρακλέα ἔχει λόγος κρατῆσαι τοῦ ἐν Νεμέᾳ λέοντος.
6.5.6ἕτερον δὲ ἐπὶ τούτῳ θαῦμα ὑπελίπετο ὁ Πουλυδάμας ἐς μνήμην · ἐς ἀγέλην ἐσελθὼν βοῶν τὸν μέγιστον καὶ ἀγριώτατον ταῦρον λαβὼν τοῦ ἑτέρου τῶν ὄπισθεν ποδῶν τὰς χηλὰς κατεῖχεν ἄκρας, καὶ πηδῶντα καὶ ἐπειγόμενον οὐκ ἀνίει, πρίν γε δὴ ὁ ταῦρος ὀψέ ποτε καὶ ἐς ἅπαν ἀφικόμενος βίας ἀπέφυγεν ἀφεὶς ταύτῃ τῷ Πουλυδάμαντι τὰς χηλάς. λέγεται δὲ καὶ ὡς ἄνδρα ἡνίοχον ἐλαύνοντα σπουδῇ τὸ ἅρμα ἐπέσχε τοῦ πρόσω · λαβόμενος γὰρ τῇ ἑτέρᾳ τῶν χειρῶν ὄπισθε τοῦ ἅρματος, ὁμοῦ καὶ τοὺς ἵππους πεδήσας καὶ τὸν ἡνίοχον εἶχε.
6.5.7Δαρεῖος δὲ Ἀρταξέρξου παῖς νόθος, ὃς ὁμοῦ τῷ Περσῶν δήμῳ Σόγδιον καταπαύσας παῖδα Ἀρταξέρξου γνήσιον ἔσχεν ἀντ’ἐκείνου τὴν ἀρχήν, οὗτος ὡς ἐβασίλευσεν ὁ Δαρεῖος — ἐπυνθάνετο γὰρ τοῦ Πουλυδάμαντος τὰ ἔργα —, πέμπων ἀγγέλους ὑπισχνούμενος δῶρα ἀνέπεισεν αὐτὸν ἐς Σοῦσάτε καὶ ἐς ὄψιν ἀφικέσθαι τὴν αὑτοῦ. ἔνθα δὴ κατὰ πρόκλησιν Περσῶν ἄνδρας τῶν καλουμένων ἀθανάτων ἀριθμὸν τρεῖς ἀθρόους οἱ μονομαχήσαντας ἀπέκτεινεν. ἔργων δὲ τῶν κατειλεγμένων οἱ τὰ μὲν ἐπὶ τῷ βάθρῳ τοῦ ἀνδριάντος ἐν Ὀλυμπίᾳ, τὰ δὲ καὶ δηλούμενά ἐστιν ὑπὸ τοῦ ἐπιγράμματος.
6.5.8ἔμελλε δὲ ἄρα τὸ ὑπὸ Ὁμήρου προθεσπισθὲν ἄλλουςτε τῶν φρονησάντων ἐπὶ ἰσχύι καὶ Πουλυδάμαντα ἐπιλήψεσθαι, καὶ ὑπὸ τῆς αὑτοῦ ῥώμης ἔμελλεν ἀπολεῖσθαι καὶ οὗτος. ἐς σπήλαιον γὰρ οἵτε ἄλλοι τῶν συμποτῶν καὶ ὁ Πουλυδάμας ἐσῆλθεν ὥρᾳ θέρους, καί πως οὐ κατά τινα ἀγαθὸν δαίμονα ἡ κορυφὴ τηνικαῦτα τοῦ σπηλαίου κατερρήγνυτο, καὶ δῆλα ἦν ὡς αὐτίκα ἐμπεσεῖσθαι καὶ χρόνον οὐκ ἐπὶ πολὺν ἔμελλεν ἀνθέξειν ·
6.5.9γενομένης δὲ αἰσθήσεως τοῦ ἐπιόντος κακοῦ καὶ τρεπομένων ἐς φυγὴν τῶν λοιπῶν παρέστη καταμεῖναι τῷ Πουλυδάμαντι, καὶ ἀνέσχε τὰς χεῖρας ὡς ἐπιπίπτοντι ἀνθέξων τῷ σπηλαίῳ καὶ οὐ βιασθησόμενος ὑπὸ τοῦ ὄρους.
6.6.1τούτῳ μὲν ἐνταῦθα ἐγένετο ἡ τελευτή · ἐν δὲ Ὀλυμπίᾳ παρὰ τοῦ Πουλυδάμαντος τὸν ἀνδριάντα δύοτε ἐκ τῆς Ἀρκάδων καὶ Ἀττικὸς ὁ τρίτος ἕστηκεν ἀθλητής. τὸν μὲν δὴ Μαντινέα Πρωτόλαον Διαλκοῦς πυγμῇ παῖδας κρατήσαντα ὁ Ῥηγῖνος Πυθαγόρας, Ναρυκίδαν δὲ τὸν Δαμαρέτου παλαιστὴν ἄνδρα ἐκ Φιγαλίας Σικυώνιος Δαίδαλος, Καλλίᾳ δὲ Ἀθηναίῳ παγκρατιαστῇ τὸν ἀνδριάντα ἀνὴρ Ἀθηναῖος Μίκων ἐποίησεν ὁ ζωγράφος. Νικοδάμου δὲ ἔργον τοῦ Μαιναλίου παγκρατιαστής ἐστιν ἐκ Μαινάλου, δύο νίκας ἐν ἀνδράσιν ἀνελόμενος, Ἀνδροσθένης Λοχαίου.
6.6.2ἐπὶ δὲ τούτοις Εὐκλῆς ἀνάκειται Καλλιάνακτος, γένος μὲν Ῥόδιος, οἴκου δὲ τοῦ Διαγοριδῷν · θυγατρὸς γὰρ Διαγόρου παῖς ἦν, ἐν δὲ ἀνδράσι πυγμῆς ἔσχεν Ὀλυμπικὴν νίκην. τούτου μὲν δὴ ἡ εἰκὼν Ναυκύδους ἐστὶν ἔργον · Πολύκλειτος δὲ Ἀργεῖος, οὐχ ὁ τῆς Ἥρας τὸ ἄγαλμα ποιήσας, μαθητὴς δὲ Ναυκύδους, παλαιστὴν παῖδα εἰργάσατο Θηβαῖον Ἀγήνορα. ἀνετέθη δὲ ἡ εἰκὼν ὑπὸ τοῦ Φωκέων κοινοῦ · Θεόπομπος γὰρ ὁ πατὴρ τοῦ Ἀγήνορος πρόξενος τοῦ ἔθνους ἦν αὐτῶν.
6.6.3Νικόδαμος δὲ ὁ πλάστης ὁ ἐκ Μαινάλου Δαμοξενίδαν ἄνδρα πύκτην ἐποίησεν ἐκ Μαινάλου. ἕστηκε δὲ καὶ Λαστρατίδα παιδὸς εἰκὼν Ἠλείου, πάλης ἀνελομένου στέφανον · ἐγένετο δὲ αὐτῷ καὶ Νεμείων ἔντε παισὶ καὶ ἀγενείων ἑτέρα νίκη. Παραβάλλοντι δὲ τῷ Λαστρατίδα πατρὶ ὑπῆρξε μὲν διαύλου παρελθεῖν δρόμῳ, ὑπελίπετο δὲ καὶ ἐς τοὺς ἔπειτα φιλοτιμίαν, τῶν νικησάντων Ὀλυμπίασι τὰ ὀνόματα ἀναγράψας ἐν τῷ γυμνασίῳ τῷ ἐν Ὀλυμπίᾳ.
6.6.4τὰ μὲν δὴ ἐς τούτους εἶχεν οὕτω · τὰ δὲ ἐς Εὔθυμον τὸν πύκτην, οὔ με εἰκὸς ὑπερβαίνειν ἦν τὰ ἐς τὰς νίκας αὐτῷ καὶ τὰ ἐς δόξαν ὑπάρχοντα τὴν ἄλλην. γένος μὲν δὴ ἦν ὁ Εὔθυμος ἐκ τῶν ἐν Ἰταλίᾳ Λοκρῶν, οἳ χώραν τὴν πρὸς τῷ Ζεφυρίῳ τῇ ἄκρᾳ νέμονται, πατρὸς δὲ ἐκαλεῖτο Ἀστυκλέους · εἶναι δὲ αὐτὸν οὐ τούτου, ποταμοῦ δὲ οἱ ἐπιχώριοι τοῦ Καικίνου φασίν, ὃς τὴν Λοκρίδα καὶ Ῥηγίνην ὁρίζων τὸ ἐς τοὺς τέττιγας παρέχεται θαῦμα. οἱ μὲν γὰρ τέττιγες οἱ ἐντὸς τῆς Λοκρίδος ἄχρι τοῦ Καικίνου κατὰ τὰ αὐτὰ τοῖς ἄλλοις τέττιξιν ᾄδουσι · διαβάντων δὲ τὸν Καικίνην οὐδεμίαν ἔτι οἱ ἐν τῇ Ῥηγίνῃ τέττιγες ἀφιᾶσι τὴν φωνήν.
6.6.5τούτου μὲν δὴ παῖδα εἶναι λέγεται τὸν Εὔθυμον · ἀνελομένῳ δέ οἱ πυγμῆς ἐν Ὀλυμπίᾳ νίκην τετάρτῃ πρὸς ταῖς ἑβδομήκοντα Ὀλυμπιάδι οὐ κατὰ τὰ αὐτὰ ἐς τὴν ἐπιοῦσαν Ὀλυμπιάδα ἔμελλε χωρήσειν · Θεαγένης γὰρ ὁ Θάσιος Ὀλυμπιάδι ἐθέλων τῇ αὐτῇ πυγμῆςτε ἀνελέσθαι καὶ παγκρατίου νίκας ὑπερεβάλετο πυκτεύων τὸν Εὔθυμον, οὐ μὴν οὐ δὲ ὁ Θεαγένης ἐπὶ τῷ παγκρατίῳ λαβεῖν ἐδυνήθη τὸν κότινον ἅτε προκατεργασθεὶς τῇ μάχῃ πρὸς τὸν Εὔθυμον.
6.6.6ἐπὶ τούτῳ δὲ ἐπιβάλλουσιν οἱ Ἑλλανοδίκαι τῷ Θεαγένει τάλαντον μὲν ἱερὰν ἐς τὸν θεὸν ζημίαν, τάλαντον δὲ βλάβης τῆς ἐς Εὔθυμον, ὅτι ἐπηρείᾳ τῇ ἐς ἐκεῖνον ἐδόκει σφίσιν ἐπανελέσθαι τὸ ἀγώνισμα τῆς πυγμῆς · τούτων ἕνεκα καταδικάζουσιν αὐτὸν ἐκτῖσαι καὶ ἰδίᾳ τῷ Εὐθύμῳ χρήματα. ἕκτῃ δὲ Ὀλυμπιάδι ἐπὶ ταῖς ἑβδομήκοντα τὸ μὲν τῷ θεῷ τοῦ ἀργυρίου γινόμενον ἐξέτισεν ὁ Θεαγένης, καὶ ἀμειβόμενος αὐτὸν οὐκ ἐσῆλθεν ἐπὶ τὴν πυγμήν · καὶ ἐπ’ἐκείνηςτε αὐτῆς καὶ ἐπὶ τῆς μετ’ἐκείνην Ὀλυμπιάδος τὸν ἐπὶ πυγμῇ στέφανον ἀνείλετο ὁ Εὔθυμος. ὁ δέ οἱ ἀνδριὰς τέχνητέ ἐστι Πυθαγόρου καὶ θέας ἐς τὰ μάλιστα ἄξιος.
6.6.7ἐπανήκων δὲ ἐς Ἰταλίαν τότε δὴ ἐμαχέσατο πρὸς τὸν Ἥρω · τὰ δὲ ἐς αὐτὸν εἶχεν οὕτως. Ὀδυσσέα πλανώμενον μετὰ ἅλωσιν τὴν Ἰλίου κατενεχθῆναί φασιν ὑπὸ ἀνέμων ἔςτε ἄλλας τῶν ἐν Ἰταλίᾳ καὶ Σικελίᾳ πόλεων, ἀφικέσθαι δὲ καὶ ἐς Τεμέσαν ὁμοῦ ταῖς ναυσί · μεθυσθέντα οὖν ἐνταῦθα ἕνα τῶν ναυτῶν παρθένον βιάσασθαι καὶ ὑπὸ τῶν ἐπιχωρίων ἀντὶ τούτου καταλευσθῆναι τοῦ ἀδικήματος.
6.6.8Ὀδυσσέα μὲν δὴ ἐν οὐδενὶ λόγῳ θέμενον αὐτοῦ τὴν ἀπώλειαν ἀποπλέοντα οἴχεσθαι, τοῦ καταλευσθέντος δὲ ἀνθρώπου τὸν δαίμονα οὐδένα ἀνιέναι καιρὸν ἀποκτείνοντάτε ὁμοίως τοὺς ἐν τῇ Τεμέσῃ καὶ ἐπεξερχόμενον ἐπὶ πᾶσαν ἡλικίαν, ἐς ὃ ἡ Πυθία τὸ παράπαν ἐξ Ἰταλίας ὡρμημένους φεύγειν Τεμέσαν μὲν ἐκλιπεῖν οὐκ εἴα, τὸν δὲ Ἥρω σφᾶς ἐκέλευσεν ἱλάσκεσθαι τέμενόςτε ἀποτεμομένους οἰκοδομήσασθαι ναόν, διδόναι δὲ κατὰ ἔτος αὐτῷ γυναῖκα τῶν ἐν Τεμέσῃ παρθένων τὴν καλλίστην.
6.6.9τοῖς μὲν δὴ τὰ ὑπὸ τοῦ θεοῦ προστεταγμένα ὑπουργοῦσι δεῖμα ἀπὸ τοῦ δαίμονος ἐς τα- τἄλλα ἦν οὐδέν · Εὔθυμος δὲ — ἀφίκετο γὰρ ἐς τὴν Τεμέσαν, καί πως τηνικαῦτα τὸ ἔθος ἐποιεῖτο τῷ δαίμονι — πυνθάνεται τὰ παρόντα σφίσι, καὶ ἐσελθεῖντε ἐπεθύμησεν ἐς τὸν ναὸν καὶ τὴν παρθένον ἐσελθὼν θεάσασθαι. ὡς δὲ εἶδε, τὰ μὲν πρῶτα ἐς οἶκτον, δεύτερα δὲ ἀφίκετο καὶ ἐς ἔρωτα αὐτῆς · καὶ ἡ παῖςτε συνοικήσειν κατώμνυτο αὐτῷ σώσαντι αὐτὴν καὶ ὁ Εὔθυμος ἐνεσκευασμένος ἔμενε τὴν ἔφοδον τοῦ δαίμονος.
6.6.10ἐνίκατε δὴ τῇ μάχῃ καὶ — ἐξηλαύνετο γὰρ ἐκ τῆς γῆς — ὁ Ἥρως ἀφανίζεταίτε καταδὺς ἐς θάλασσαν καὶ γάμοςτε ἐπιφανὴς Εὐθύμῳ καὶ ἀνθρώποις τοῖς ἐνταῦθα ἐλευθερία τοῦ λοιποῦ σφισιν ἦν ἀπὸ τοῦ δαίμονος. ἤκουσα δὲ καὶ τοιόνδε ἔτι ἐς τὸν Εὔθυμον, ὡς γήρωςτε ἐπὶ μακρότατον ἀφίκοιτο καὶ ὡς ἀποθανεῖν ἐκφυγὼν αὖθις ἕτερόν τινα ἐξ ἀνθρώπων ἀπέλθοι τρόπον · οἰκεῖσθαι δὲ τὴν Τεμέσαν καὶ ἐς ἐμὲ ἀνδρὸς ἤκουσα πλεύσαντος κατὰ ἐμπορίαν.
6.6.11τόδε μὲν ἤκουσα, γραφῇ δὲ τοιάδε ἐπιτυχὼν οἶδα · ἦν δὲ αὕτη γραφῆς μίμημα ἀρχαίας. νεανίσκος Σύβαρις καὶ Κάλαβρόςτε ποταμὸς καὶ Λύκα πηγή, πρὸς δὲ ἡρῷόντε καὶ Τεμέσα ἦν ἡ πόλις, ἐν δέ σφισι καὶ δαίμων ὅντινα ἐξέβαλεν ὁ Εὔθυμος, χρόαντε δεινῶς μέλας καὶ τὸ εἶδος ἅπαν ἐς τὰ μάλιστα φοβερός, λύκου δὲ ἀμπίσχετο δέρμα ἐσθῆτα · ἐτίθετο δὲ καὶ ὄνομα Λύκαν τὰ ἐπὶ τῇ γραφῇ γράμματα.
6.7.1ταῦτα μὲν δὴ ἐς τοσοῦτο εἰρήσθω · μετὰ δὲ τὸν ἀνδριάντα τοῦ Εὐθύμου Πύθαρχόςτε ἕστηκε Μαντινεὺς σταδιοδρόμος καὶ πύκτης Ἠλεῖος Χαρμίδης, λαβόντες νίκας ἐπὶ παισί. θεασάμενος δὲ καὶ τούτους ἐπὶ τῶν Ῥοδίων ἀθλητῶν ἀφίξῃ τὰς εἰκόνας, Διαγόραν καὶ τὸ ἐκείνου γένος · οἱ δὲ συνεχεῖςτε ἀλλήλοις καὶ ἐν κόσμῳ τοιῷδε ἀνέκειντο, Ἀκουσίλαος μὲν λαβὼν πυγμῆς ἐν ἀνδράσι στέφανον, Δωριεὺς δὲ ὁ νεώτατος παγκρατίῳ νικήσας Ὀλυμπιάσιν ἐφεξῆς τρισί. πρότερον δὲ ἔτι τοῦ Δωριέως ἐκράτησε καὶ Δαμάγητος τοὺς ἐσελθόντας ἐς τὸ παγκράτιον.
6.7.2οὗτοι μὲν ἀδελφοίτέ εἰσι καὶ Διαγόρου παῖδες, ἐπὶ δὲ αὐτοῖς κεῖται καὶ ὁ Διαγόρας, πυγμῆς ἐν ἀνδράσιν ἀνελόμενος νίκην · τοῦ Διαγόρου δὲ τὴν εἰκόνα Μεγαρεὺς εἰργάσατο Καλλικλῆς Θεοκόσμου τοῦ ποιήσαντος τὸ ἄγαλμα ἐν Μεγάροις τοῦ Διός. Διαγόρου δὲ καὶ οἱ τῶν θυγατέρων παῖδες πύξτε ἤσκησαν καὶ ἔσχον Ὀλυμπικὰς νίκας, ἐν μὲν ἀνδράσιν Εὐκλῆς Καλλιάνακτόςτε ὢν καὶ Καλλιπατείρας τῆς Διαγόρου, Πεισίροδος δὲ ἐν παισίν, ὃν ἡ μήτηρ ἀνδρὸς ἐπιθεμένη γυμναστοῦ σχῆμα ἐπὶ τῶν Ὀλυμπίων αὐτὴ τὸν ἀγῶνα ἤγαγεν ·
6.7.3οὗτος δὲ ὁ Πεισίροδος καὶ ἐν τῇ Ἄλτει παρὰ τῆς μητρὸς τὸν πατέρα ἕστηκε. Διαγόραν δὲ καὶ ὁμοῦ τοῖς παισὶν Ἀκουσιλάῳ καὶ Δαμαγήτῳ λέγουσιν ἐς Ὀλυμπίαν ἐλθεῖν · νικήσαντες δὲ οἱ νεανίσκοι διὰ τῆς πανηγύρεως τὸν πατέρα ἔφερον βαλλόμενόντε ὑπὸ τῶν Ἑλλήνων ἄνθεσι καὶ εὐδαίμονα ἐπὶ τοῖς παισὶ καλούμενον. γένος δὲ ὁ Διαγόρας τὸ ἐξ ἀρχῆς Μεσσήνιος πρὸς γυναικῶν ἦν καὶ ἀπὸ τῆς Ἀριστομένους ἐγεγόνει θυγατρός.
6.7.4Δωριεῖ δὲ τῷ Διαγόρου παρὲξ ἢ Ὀλυμπίασιν Ἰσθμίων μὲν γεγόνασιν ὀκτὼ νῖκαι, Νεμείων δὲ ἀποδέουσαι μιᾶς ἐς τὰς ὀκτώ · λέγεται δὲ καὶ ὡς Πύθια ἀνέλοιτο ἀκονιτί. ἀνηγορεύοντο δὲ οὗτόςτε καὶ ὁ Πεισίροδος Θούριοι, διωχθέντες ὑπὸ τῶν ἀντιστασιωτῶν ἐκ τῆς Ῥόδου καὶ ἐς Ἰταλίαν παρὰ Θουρίους ἀπελθόντες. χρόνῳ δὲ ὕστερον κατῆλθεν ὁ Δωριεὺς ἐς Ῥόδον · καὶ φανερώτατα δὴ ἁπάντων ἀνὴρ εἷς φρονήσας οὗτος τὰ Λακεδαιμονίων φαίνεται, ὥστε καὶ ἐναυμάχησεν ἐναντία Ἀθηναίων ναυσὶν οἰκείαις, ἐς ὃ τριήρων ἁλοὺς Ἀττικῶν ἀνήχθη ζῶν παρὰ Ἀθηναίους.
6.7.5οἱ δὲ Ἀθηναῖοι πρὶν μὲν ἢ Δωριέα παρὰ σφᾶς ἀναχθῆναι θυμῷτε ἐς αὐτὸν καὶ ἀπειλαῖς ἐχρῶντο · ὡς δὲ ἐς ἐκκλησίαν συνελθόντες ἄνδρα οὕτω μέγαν καὶ δόξης ἐς τοσοῦτο ἥκοντα ἐθεάσαντο ἐν σχήματι αἰχμαλώτου, μεταπίπτει σφίσιν ἐς αὐτὸν ἡ γνώμη καὶ ἀπελθεῖν ἀφιᾶσιν οὐ δὲ ἔργον οὐδὲν ἄχαρι ἐργάζονται, παρόν σφισι πολλάτε καὶ σὺν τῷ δικαίῳ δρᾶσαι.
6.7.6τὰ δὲ ἐς τοῦ Δωριέως τὴν τελευτήν ἐστιν ἐν τῇ συγγραφῇ τῇ Ἀτθίδι Ἀνδροτίωνι εἰρημένα, εἶναι μὲν τηνικαῦτα ἐν Καύνῳ τὸ βασιλέως ναυτικὸν καὶ Κόνωνα ἐπ’αὐτῷ στρατηγόν, Ῥοδίων δὲ τὸν δῆμον πεισθέντα ὑπὸ τοῦ Κόνωνος ἀπὸ Λακεδαιμονίων μεταβαλέσθαι σφᾶς ἐς τὴν βασιλέως καὶ Ἀθηναίων συμμαχίαν, Δωριέα δὲ ἀποδημεῖν μὲν τότε ἐκ Ῥόδου περὶ τὰ ἐντὸς Πελοποννήσου χωρία, συλληφθέντα δὲ ὑπὸ ἀνδρῶν Λακεδαιμονίων αὐτὸν καὶ ἀναχθέντα ἐς Σπάρτην ἀδικεῖντε ὑπὸ Λακεδαιμονίων καταγνωσθῆναι καὶ ἐπιβληθῆναί οἱ θάνατον ζημίαν.
6.7.7εἰ δὲ τὸν ὄντα εἶπεν Ἀνδροτίων λόγον, ἐθέλειν μοι φαίνεται Λακεδαιμονίους ἐς τὸ ἴσον ἔτι Ἀθηναίοις καταστῆσαι, ὅτι καὶ Ἀθηναίοις ἐς Θράσυλλον καὶ τοὺς ἐν Ἀργινούσαις ὁμοῦ τῷ Θρασύλλῳ στρατηγήσαντας προπετείας ἐστὶν ἔγκλημα. Διαγόρας μὲν δὴ καὶ τὸ ἀπ’αὐτοῦ γένος δόξης ἐς τοσοῦτο ἀφίκοντο ·
6.7.8ἐγένοντο δὲ καὶ Ἀλκαινέτῳ τῷ Θεάντου Λεπρεάτῃ καὶ αὐτῷ καὶ τοῖς παισὶν Ὀλυμπικαὶ νῖκαι. αὐτὸς μέν γε πυκτεύων ὁ Ἀλκαίνετος ἔντε ἀνδράσι καὶ πρότερον ἔτι ἐπεκράτησεν ἐν παισίν · Ἑλλάνικον δὲ τὸν Ἀλκαινέτου καὶ Θέαντον ἐπὶ πυγμῇ παίδων ἀναγορευθῆναι τὸν μὲν ἐνάτῃ πρὸς ταῖς ὀγδοήκοντα Ὀλυμπιάδι, τὸν δὲ τῇ ἐφεξῆς ταύτῃ συνέβη τὸν Θέαντον · καί σφισιν ἀνδριάντες ἅπασιν ἐν Ὀλυμπίᾳ κεῖνται.
6.7.9ἐπὶ δὲ τοῦ Ἀλκαινέτου τοῖς υἱοῖς Γνάθωντε Διπαιεὺς τῆς Μαιναλέων χώρας καὶ Λυκῖνος ἕστηκεν Ἠλεῖος · κρατῆσαι δὲ Ὀλυμπίασι πυγμῇ παῖδας ὑπῆρξε καὶ τούτοις. Γνάθωνα δὲ καὶ ἐς τὰ μάλιστα, ὅτε ἐνίκησεν, εἶναι νέον τὸ ἐπίγραμμα τὸ ἐπ’αὐτῷ φησί · Καλλικλέους δὲ τοῦ Μεγαρέως ποίημα ὁ ἀνδριάς ἐστιν.
6.7.10ἀνὴρ δὲ ἐκ Στυμφήλου Δρομεὺς ὄνομα, καὶ δὴ καὶ ἔργον τοῦτο ἐπὶ δολίχῳ παρεσχημένος, δύο μὲν ἔσχεν ἐν Ὀλυμπίᾳ νίκας, τοσαύτας δὲ ἄλλας Πυθοῖ καὶ Ἰσθμίωντε τρεῖς καὶ ἐν Νεμέᾳ πέντε. λέγεται δὲ ὡς καὶ κρέας ἐσθίειν ἐπινοήσειε · τέως δὲ τοῖς ἀθληταῖς σιτία τυρὸν ἐκ τῶν ταλάρων εἶναι. τούτου μὲν δὴ Πυθαγόρας τὴν εἰκόνα, τὴν δὲ ἐφεξῆς ταύτῃ, πένταθλον Ἠλεῖον Πυθοκλέα, Πολύκλειτός ἐστιν εἰργασμένος.
6.8.1Σωκράτους δὲ Πελληνέως δρόμου νίκην ἐν παισὶν εἰληφότος καὶ Ἠλείου Ἀμέρτου καταπαλαίσαντος ἐν Ὀλυμπίᾳ παῖδας, καταπαλαίσαντος δὲ καὶ Πυθοῖ τοὺς ἐλθόντας τῶν ἀνδρῶν, τοῦ μὲν τὸν ποιήσαντα τὴν εἰκόνα οὐ λέγουσι, τὴν δὲ τοῦ Ἀμέρτου Φράδμων ἐποίησεν Ἀργεῖος. Εὐανορίδᾳ δὲ Ἠλείῳ πάλης ἐν παισὶν ὑπῆρξεν ἔντε Ὀλυμπίᾳ καὶ Νεμείων νίκη · γενόμενος δὲ Ἑλλανοδίκης ἔγραψε καὶ οὗτος τὰ ὀνόματα ἐν Ὀλυμπίᾳ τῶν νενικηκότων.
6.8.2ἐς δὲ πύκτην ἄνδρα, γένος μὲν Ἀρκάδα ἐκ Παρρασίων, Δάμαρχον δὲ ὄνομα, οὔ μοι πιστὰ ἦν πέρα γε τῆς ἐν Ὀλυμπίᾳ νίκης ὁπόσα ἄλλα ἀνδρῶν ἀλαζόνων ἐστὶν εἰρημένα, ὡς ἐξ ἀνθρώπου μεταβάλοι τὸ εἶδος ἐς λύκον ἐπὶ τῇ θυσίᾳ τοῦ Λυκαίου Διός, καὶ ὡς ὕστερον τούτων ἔτει δεκάτῳ γένοιτο αὖθις ἄνθρωπος. οὐ μὴν οὐ δὲ ὑπὸ τῶν Ἀρκάδων λέγεσθαί μοι τοῦτο ἐφαίνετο ἐς αὐτόν, ἐλέγετο γὰρ ἂν καὶ ὑπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν Ὀλυμπίᾳ · ἔχει γὰρ δὴ οὕτως · “υἱὸς Δινύτα Δάμαρχος τάνδ’ἀνέθηκεν εἰκόν’ἀπ’Ἀρκαδίας Παρράσιος γενεάν”. τοῦτο μὲν δὴ ἐς τοσοῦτο πεποίηται ·
6.8.3Εὐβώτας δὲ ὁ Κυρηναῖος, ἅτε τὴν ἐσομένην οἱ δρόμου νίκην ἐν Ὀλυμπίᾳ παρὰ τοῦ μαντείου τοῦ ἐν Λιβύῃ προπεπυσμένος, τήντε εἰκόνα ἐπεποίητο πρότερον καὶ ἐπὶ ἡμέρας τῆς αὐτῆς ἀνηγορεύθητε νικήσας καὶ ἀνέθηκε τὴν εἰκόνα. λέγεται δὲ ὡς κρατήσειε καὶ ἅρματι ἐπὶ Ὀλυμπιάδος ταύτης ἣ λόγῳ τῷ Ἠλείων ἐστὶ κίβδηλος τῶν ἀγωνοθετησάντων Ἀρκάδων ἕνεκα.
6.8.4Κλεωναίῳ δὲ Τιμάνθει παγκρατίου λαβόντι ἐν ἀνδράσι στέφανον καὶ Τροιζηνίῳ Βαύκιδι παλαιστὰς καταβαλόντι ἄνδρας, τῷ μὲν τοῦ Ἀθηναίου Μύρωνος, Βαύκιδι δὲ Ναυκύδους ἐστὶν ὁ ἀνδριὰς ἔργον. τῷ δὲ Τιμάνθει τὸ τέλος τοῦ βίου συμβῆναί φασιν ἐπὶ αἰτίᾳ τοιᾷδε. πεπαῦσθαι μὲν ἀθλοῦντα, ἀποπειρᾶσθαι δὲ ὅμως αὐτὸν ἔτι τῆς ἰσχύος, τόξον μέγα ἐπὶ ἑκάστης τείνοντα τῆς ἡμέρας, ἀποδημῆσαίτε δὴ αὐτὸν καὶ ἐπὶ τῷ τόξῳ τηνικαῦτα ἐκλειφθῆναί οἱ τὴν μελέτην · ὡς δὲ ἐπανήκων οὐχ οἷόςτε ἔτι τεῖναι τὸ τόξον ἐγίνετο, πῦρ ἀνακαύσας ἀφίησι ζῶντα ἐς τὴν πυρὰν αὑτόν. ὁπόσα δὲ ἤδη τοιαῦτα ἐγένετο ἐν ἀνθρώποις ἢ καὶ ὕστερόν ποτε ἔσται, μανία μᾶλλον ἢ ἀνδρία νομίζοιτο ἂν κατά γε ἐμὴν γνώμην.
6.8.5μετὰ δὲ τὸν Βαύκιδά εἰσιν ἀθλητῶν Ἀρκάδων εἰκόνες, Εὐθυμένηςτε ἐξ αὐτῆς Μαινάλου, νίκας τὴν μὲν ἀνδρῶν πάλης, τὴν δ’ἔτι πρότερον ἐν παισὶν εἰληφώς, καὶ Ἀζὰν ἐκ Πελλάνας Φίλιππος κρατήσας πυγμῇ παῖδας, καὶ Κριτόδαμος ἐκ Κλείτορος, ἐπὶ πυγμῇ καὶ οὗτος ἀναγορευθεὶς παίδων · τὰς δέ σφισιν εἰκόνας, τὴν μὲν ἐν παισὶ τοῦ Εὐθυμένους Ἄλυπος, τὴν δὲ τοῦ Δαμοκρίτου Κλέων, Φιλίππου δὲ τοῦ Ἀζᾶνος Μύρων τὴν εἰκόνα ἐποίησε. τὰ δὲ ἐς Πρόμαχον τὸν Δρύωνος παγκρατιαστὴν Πελληνέα προσέσται μοι καὶ ταῦτα τῷ ἐς Ἀχαιοὺς λόγῳ.
6.8.6Προμάχου δὲ οὐ πόρρω Τιμασίθεος ἀνάκειται γένος Δελφός, Ἀγελάδα μὲν ἔργον τοῦ Ἀργείου, παγκρατίου δὲ δύο μὲν ἐν Ὀλυμπίᾳ νίκας, τρεῖς δὲ ἀνῃρημένος Πυθοῖ. καὶ αὐτῷ καὶ ἐν πολέμοις ἐστὶν ἔργα τῇτε τόλμῃ λαμπρὰ καὶ οὐκ ἀποδέοντα τῇ εὐτυχίᾳ, πλήν γε δὴ τοῦ τελευταίου · τοῦτο δὲ αὐτῷ θάνατον τὸ ἐγχείρημα ἤνεγκεν. Ἰσαγόρᾳ γὰρ τῷ Ἀθηναίῳ τὴν ἀκρόπολιν τὴν Ἀθηναίων καταλαβόντι ἐπὶ τυραννίδι μετασχὼν τοῦ ἔργου καὶ ὁ Τιμασίθεος — ἐγένετο γὰρ τῶν ἐγκαταληφθέντων ἐν τῇ ἀκροπόλει — θάνατον ζημίαν εὕρετο τοῦ ἀδικήματος παρὰ Ἀθηναίων.
6.9.1Θεογνήτῳ δὲ Αἰγινήτῃ πάλης μὲν στέφανον λαβεῖν ὑπῆρξεν ἐν παισί, τὸν δὲ ἀνδριάντα οἱ Πτόλιχος ἐποίησεν Αἰγινήτης. διδάσκαλοι δὲ ἐγεγόνεσαν Πτολίχῳ μὲν Συννοῶν ὁ πατήρ, ἐκείνῳ δὲ Ἀριστοκλῆς Σικυώνιος, ἀδελφόςτε Κανάχου καὶ οὐ πολὺ τὰ ἐς δόξαν ἐλασσούμενος. ἐφ’ὅτῳ δὲ ὁ Θεόγνητος πίτυος τῆς γ’ἡμέρου καὶ ῥοιᾶς φέρει καρπόν, ἐμοὶ μὲν οὐχ οἷάτε ἦν συμβαλέσθαι, τάχα δ’ἂν Αἰγινήταις τισὶν ἐπιχώριος ἐς αὐτὰ ἂν εἴη λόγος.
6.9.2μετὰ δὲ τὴν εἰκόνα τοῦ ἀνδρὸς ὃν Ἠλεῖοί φασιν οὐ γραφῆναι μετὰ τῶν ἄλλων, ὅτι ἐπὶ κάλπης ἀνηγορεύθη δρόμῳ, μετὰ τούτου τὴν εἰκόνα Ξενοκλῆςτε Μαινάλιος ἕστηκε παλαιστὰς καταβαλὼν παῖδας καὶ Ἄλκετος Ἀλκίνου κρατήσας πυγμῇ παῖδας, Ἀρκὰς καὶ οὗτος ἐκ Κλείτορος · καὶ τοῦ μὲν Κλέων, Ξενοκλέους δὲ τὸν ἀνδριάντα Πολύκλειτός ἐστιν εἰργασμένος.
6.9.3Ἀριστεὺς δὲ Ἀργεῖος δολίχου μὲν νίκην ἔσχεν αὐτός, πάλης δὲ ὁ πατὴρ τοῦ Ἀριστέως Χείμων · ἑστήκασι μὲν δὴ ἐγγὺς ἀλλήλων, ἐποίησε δὲ τὸν μὲν Παντίας Χῖος παρὰ τῷ πατρὶ δεδιδαγμένος Σωστράτῳ, αἱ δὲ εἰκόνες τοῦ Χείμωνος ἔργον ἐστὶν ἐμοὶ δοκεῖν τῶν δοκιμωτάτων Ναυκύδους, ἥτε ἐν Ὀλυμπίᾳ καὶ ἡ ἐς τὸ ἱερὸν τῆς Εἰρήνης τὸ ἐν Ῥώμῃ κομισθεῖσα ἐξ Ἄργους. λέγεται δὲ ὡς Ταυροσθένην καταπαλαίσειεν ὁ Χείμων τὸν Αἰγινήτην καὶ ὡς Ταυροσθένης τῇ Ὀλυμπιάδι τῇ ἐφεξῆς καταβάλοι τοὺς ἐσελθόντας ἐς τὴν πάλην καὶ ὡς ἐοικὸς Ταυροσθένει φάσμα ἐπ’ἐκείνης τῆς ἡμέρας ἐν Αἰγίνῃ φανὲν ἀπαγγείλειε τὴν νίκην.
6.9.4Φίλλην δὲ Ἠλεῖον κρατήσαντα παῖδας πάλῃ Σπαρτιάτης Κρατῖνος ἐποίησε. τὰ δὲ ἐς τὸ ἅρμα τὸ Γέλωνος οὐ κατὰ τα- ταὐτὰ δοξάζειν ἐμοίτε παρίστατο καὶ τοῖς πρότερον ἢ ἐγὼ τὰ ἐς αὐτὸ εἰρηκόσιν, οἳ Γέλωνος τοῦ ἐν Σικελίᾳ τυραννήσαντός φασιν ἀνάθημα εἶναι τὸ ἅρμα. ἐπίγραμμα μὲν δή ἐστιν αὐτῷ Γέλωνα Δεινομένους ἀναθεῖναι Γελῷον, καὶ ὁ χρόνος τούτῳ τῷ Γέλωνί ἐστι τῆς νίκης τρίτη πρὸς τὰς ἑβδομήκοντα Ὀλυμπιάδας ·
6.9.5Γέλων δὲ ὁ Σικελίας τυραννήσας Συρακούσας ἔσχεν Ὑβριλίδου μὲν Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς δευτέρας καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος, ἣν Τισικράτης ἐνίκα Κροτωνιάτης στάδιον. δῆλα οὖν ὡς Συρακούσιον ἤδη καὶ οὐ Γελῷον ἀναγορεύειν αὑτὸν ἔμελλεν · ἀλλὰ γὰρ ἰδιώτης εἴη ἄν τις ὁ Γέλων οὗτος, πατρόςτε ὁμωνύμου τῷ τυράννῳ καὶ αὐτὸς ὁμώνυμος. Γλαυκίας δὲ Αἰγινήτης τότε ἅρμα καὶ αὐτῷ τῷ Γέλωνι ἐποίησε τὴν εἰκόνα.
6.9.6τῇ δὲ Ὀλυμπιάδι τῇ πρὸ ταύτης Κλεομήδην φασὶν Ἀστυπαλαιέα ὡς Ἴκκῳ πυκτεύων ἀνδρὶ Ἐπιδαυρίῳ τὸν Ἴκκον ἀποκτείνειεν ἐν τῇ μάχῃ, καταγνωσθεὶς δὲ ὑπὸ τῶν Ἑλλανοδικῶν ἄδικα εἰργάσθαι καὶ ἀφῃρημένος τὴν νίκην ἔκφρων ἐγένετο ὑπὸ τῆς λύπης καὶ ἀνέστρεψε μὲν ἐς Ἀστυπάλαιαν, διδασκαλείῳ δ’ἐπιστὰς ἐνταῦθα ὅσον ἑξήκοντα ἀριθμὸν παίδων ἀνατρέπει τὸν κίονα ὃς τὸν ὄροφον ἀνεῖχεν.
6.9.7ἐμπεσόντος δὲ τοῦ ὀρόφου τοῖς παισί, καταλιθούμενος ὑπὸ τῶν ἀστῶν κατέφυγεν ἐς Ἀθηνᾶς ἱερόν · ἐσβάντος δὲ ἐς κιβωτὸν κειμένην ἐν τῷ ἱερῷ καὶ ἐφελκυσαμένου τὸ ἐπίθημα, κάματον ἐς ἀνωφελὲς οἱ Ἀστυπαλαιεῖς ἔκαμνον ἀνοίγειν τὴν κιβωτὸν πειρώμενοι · τέλος δὲ τὰ ξύλα τῆς κιβωτοῦ καταρρήξαντες, ὡς οὔτε ζῶντα Κλεομήδην οὔτε τεθνεῶτα εὕρισκον, ἀποστέλλουσιν ἄνδρας ἐς Δελφοὺς ἐρησομένους ὁποῖα ἐς Κλεομήδην τὰ συμβάντα ἦν.
6.9.8τούτοις χρῆσαι τὴν Πυθίαν φασίν · “ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶθ’ἅτε μηκέτι θνητὸν ἐόντα”. Κλεομήδει μὲν οὖν Ἀστυπαλαιεῖς ἀπὸ τούτου τιμὰς ὡς ἥρωι νέμουσι ·
6.9.9παρὰ δὲ τοῦ Γέλωνος τὸ ἅρμα ἀνάκειται Φίλων, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου. τούτῳ τῷ Φίλωνι Σιμωνίδης ὁ Λεωπρέπους ἐλεγεῖον δεξιώτατον ἐποίησε · “πατρὶς μὲν Κόρκυρα, Φίλων δ’ὄνομ’· εἰμὶ δὲ Γλαύκου υἱὸς καὶ νικῶ πὺξ δύ’Ὀλυμπιάδας”. ἀνάκειται καὶ Μαντινεὺς Ἀγαμήτωρ, κρατήσας πυγμῇ παῖδας.
6.10.1ἐπὶ δὲ τοῖς κατειλεγμένοις ἕστηκεν ὁ Καρύστιος Γλαῦκος · εἶναι δέ φασιν ἐξ Ἀνθηδόνος τῆς Βοιωτῶν τὸ ἄνωθεν αὐτὸν γένος ἀπὸ Γλαύκου τοῦ ἐν θαλάσσῃ δαίμονος. πατρὸς δὲ οὗτος ὁ Καρύστιος ἦν Δημύλου, καὶ γῆν φασιν αὐτὸν κατ’ἀρχὰς ἐργάζεσθαι · ἐκπεσοῦσαν δὲ ἐκ τοῦ ἀρότρου τὴν ὕνιν πρὸς τὸ ἄροτρον καθήρμοσε τῇ χειρὶ ἀντὶ σφύρας χρώμενος, καί πως ἐθεάσατο ὁ Δημύλος τὸ ὑπὸ τοῦ παιδὸς ποιούμενον καὶ ἐπὶ τούτῳ πυκτεύσοντα ἐς Ὀλυμπίαν αὐτὸν ἀνήγαγεν.
6.10.2ἔνθα δὴ ὁ Γλαῦκος ἅτε οὐκ ἐμπείρως ἔχων τῆς μάχης ἐτιτρώσκετο ὑπὸ τῶν ἀνταγωνιζομένων, καὶ ἡνίκα πρὸς τὸν λειπόμενον ἐξ αὐτῶν ἐπύκτευεν, ἀπαγορεύειν ὑπὸ πλήθους τῶν τραυμάτων ἐνομίζετο · καί οἱ τὸν πατέρα βοῆσαί φασιν “ὦ παῖ τὴν ἀπ’ἀρότρου”. οὕτω γε δὴ βιαιοτέραν ἐς τὸν ἀνταγωνιζόμενον ἐνεγκὼν τὴν πληγὴν αὐτίκα εἶχε τὴν νίκην.
6.10.3στεφάνους δὲ λέγεται καὶ ἄλλους Πύθια μὲν δὶς λαβεῖν, Νεμείων δὲ καὶ Ἰσθμίων ὀκτάκις ἐν ἑκατέρῳ ἀγῶνι. τοῦ Γλαύκου δὲ τὴν εἰκόνα ἀνέθηκε μὲν ὁ παῖς αὐτοῦ, Γλαυκίας δὲ Αἰγινήτης ἐποίησε · σκιαμαχοῦντος δὲ ὁ ἀνδριὰς παρέχεται σχῆμα, ὅτι ὁ Γλαῦκος ἦν ἐπιτηδειότατος τῶν κατ’αὐτὸν χειρονομῆσαι πεφυκώς. ἀποθανόντα δὲ οἱ Καρύστιοι ταφῆναί φασιν αὐτὸν ἐν νήσῳ καλουμένῃ Γλαύκου καὶ ἐς ἡμᾶς ἔτι.
6.10.4Δαμαρέτῳ δὲ Ἡραιεῖ υἱῷτε τοῦ Δαμαρέτου καὶ υἱωνῷ δύο ἐν Ὀλυμπίᾳ γεγόνασιν ἑκάστῳ νῖκαι, Δαμαρέτῳ μὲν πέμπτῃ ἐπὶ ταῖς ἑξήκοντα Ὀλυμπιάδι, ὅτε ἐνομίσθη πρῶτον ὁ τοῦ ὁπλίτου δρόμος, καὶ ὡσαύτως τῇ ἐφεξῆς — πεποίηται ὁ ἀνδριὰς ἀσπίδατε κατὰ τὰ αὐτὰ ἔχων τοῖς ἐφ’ἡμῶν καὶ κράνος ἐπὶ τῇ κεφαλῇ καὶ κνημῖδας ἐπὶ τοῖς ποσί · ταῦτα μὲν δὴ ἀνὰ χρόνον ὑπότε Ἠλείων καὶ ὑπὸ Ἑλλήνων τῶν ἄλλων ἀφῃρέθη τοῦ δρόμου —, Θεοπόμπῳ δὲ τῷ Δαμαρέτου καὶ αὖθις ἐκείνου παιδὶ ὁμωνύμῳ ἐπὶ πεντάθλῳ, Θεοπόμπῳ δὲ τῷ δευτέρῳ πάλης ἐγένοντο αἱ νῖκαι.
6.10.5τὴν δὲ εἰκόνα Θεοπόμπου μὲν τοῦ παλαίσαντος τὸν ποιήσαντα οὐκ ἴσμεν, τὰς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ πάππου φησὶ τὸ ἐπίγραμμα Εὐτελίδατε εἶναι καὶ Χρυσοθέμιδος Ἀργείων · οὐ μὴν παρ’ὅτῳ γε ἐδιδάχθησαν δεδήλωκεν, ἔχει γὰρ δὴ οὕτως · “Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν Ἀργεῖοι, τέχναν εἰδότες ἐκ προτέρων”. Ἴκκος δὲ ὁ Νικολαΐδα Ταραντῖνος τόντε Ὀλυμπικὸν στέφανον ἔσχεν ἐπὶ πεντάθλῳ καὶ ὕστερον γυμναστὴς ἄριστος λέγεται τῶν ἐφ’αὑτοῦ γενέσθαι ·
6.10.6μετὰ δὲ Ἴκκον καταπαλαίσας παῖδας Παντάρκης ἕστηκεν Ἠλεῖος ὁ ἐρώμενος Φειδίου. ἐπὶ δὲ τῷ Παντάρκει Κλεοσθένους ἐστὶν ἅρμα ἀνδρὸς Ἐπιδαμνίου · τοῦτο ἔργον μέν ἐστιν Ἀγελάδα, ἕστηκε δὲ ὄπισθεν τοῦ Διὸς τοῦ ἀπὸ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνατεθέντος ὑπὸ Ἑλλήνων. ἐνίκα μὲν δὴ τὴν ἕκτην Ὀλυμπιάδα καὶ ἑξηκοστὴν ὁ Κλεοσθένης, ἀνέθηκε δὲ ὁμοῦ τοῖς ἵπποις αὑτοῦτε εἰκόνα καὶ τὸν ἡνίοχον.
6.10.7ἐπιγέγραπται δὲ καὶ τῶν ἵππων τὰ ὀνόματα Φοῖνιξ καὶ Κόραξ, ἑκατέρωθεν δὲ οἱ παρὰ τὸ ζυγόν, κατὰ μὲν τὰ δεξιὰ Κνακίας, ἐν δὲ τῇ ἀριστερᾷ Σάμος · καὶ ἐλεγεῖον τόδε ἐστὶν ἐπὶ τῷ ἅρματι · “Κλεοσθένης μ’ἀνέθηκεν ὁ Πόντιος ἐξ Ἐπιδάμνου, νικήσας ἵπποις καλὸν ἀγῶνα Διός”.
6.10.8τῶν δὲ ἱπποτροφησάντων ἐν Ἕλλησι πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα ἀνέθηκεν ὁ Κλεοσθένης οὗτος. τὰ γὰρ Μιλτιάδου τοῦ Ἀθηναίου καὶ Εὐαγόρου τοῦ Λάκωνος ἀναθήματα, τοῦ μὲν ἅρματά ἐστιν, οὐ μὴν καὶ αὐτὸς ἐπὶ τοῖς ἅρμασιν Εὐαγόρας · τὰ Μιλτιάδου δέ, ὁποῖα ἐς Ὀλυμπίαν ἀνέθηκεν, ἑτέρωθι δὴ δηλώσω τοῦ λόγου. Ἐπιδάμνιοι δὲ χώραν μὲν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ οὐ τὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δὲ ἀφεστηκυῖαν ὀλίγον · ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ.
6.10.9Λυκῖνον δὲ Ἡραιέα καὶ Ἐπικράδιον Μαντινέα καὶ Τέλλωνα Ὀρεσθάσιον καὶ Ἠλεῖον Ἀγιάδαν ἐν παισὶν ἀνελομένους νίκας, Λυκῖνον μὲν δρόμου, τοὺς δὲ ἐπ’αὐτῷ κατειλεγμένους πυγμῆς, Ἐπικράδιον μὲν καὶ Ἀγιάδαν, τὸν μὲν αὐτῶν Πτόλιχος Αἰγινήτης ἐποίησε, τὸν δὲ Ἀγιάδαν Σήραμβος, γένος καὶ οὗτος Αἰγινήτης · Λυκίνου δέ ἐστιν ὁ ἀνδριὰς Κλέωνος τέχνη · τὸν δὲ Τέλλωνα ὅστις εἰργάσατο, οὐ μνημονεύουσιν.
6.11.1ἐφεξῆς τούτων ἀναθήματά ἐστιν Ἠλείων, Φίλιππος ὁ Ἀμύντου καὶ Ἀλέξανδρος ὁ Φιλίππου καὶ Σέλευκόςτε καὶ Ἀντίγονος · τοῖς μὲν δὴ ἐφ’ἵππων, Ἀντιγόνῳ δὲ ἀνὴρ πεζός ἐστιν ἡ εἰκών.
6.11.2τῶν δὲ βασιλέων τῶν εἰρημένων ἕστηκεν οὐ πόρρω Θεαγένης ὁ Τιμοσθένους Θάσιος · Θάσιοι δὲ οὐ Τιμοσθένους παῖδα εἶναι Θεαγένην φασίν, ἀλλὰ ἱερᾶσθαι μὲν Ἡρακλεῖ τὸν Τιμοσθένην Θασίῳ, τοῦ Θεαγένους δὲ τῇ μητρὶ Ἡρακλέους συγγενέσθαι φάσμα ἐοικὸς Τιμοσθένει. ἔνατόντε δὴ ἔτος εἶναι τῷ παιδὶ καὶ αὐτὸν ἀπὸ τῶν διδασκάλων φασὶν ἐς τὴν οἰκίαν ἐρχόμενον ἄγαλμα ὅτου δὴ θεῶν ἀνακείμενον ἐν τῇ ἀγορᾷ χαλκοῦν — χαίρειν γὰρ τῷ ἀγάλματι αὐτόν —, ἀνασπάσαιτε δὴ τὸ ἄγαλμα καὶ ἐπὶ τὸν ἕτερον τῶν ὤμων ἀναθέμενον ἐνεγκεῖν παρ’αὑτόν.
6.11.3ἐχόντων δὲ ὀργὴν ἐς αὐτὸν ἐπὶ τῷ πεποιημένῳ τῶν πολιτῶν, ἀνήρ τις αὐτῶν δόκιμος καὶ ἡλικίᾳ προήκων ἀποκτεῖναι μὲν σφᾶς τὸν παῖδα οὐκ ἐᾷ, ἐκεῖνον δὲ ἐκέλευσεν ἐκ τῆς οἰκίας αὖθις κομίσαι τὸ ἄγαλμα ἐς τὴν ἀγοράν · ὡς δὲ ἤνεγκε, μέγα αὐτίκα ἦν κλέος τοῦ παιδὸς ἐπὶ ἰσχύι, καὶ τὸ ἔργον ἀνὰ πᾶσαν ἐβεβόητο τὴν Ἑλλάδα.
6.11.4ὅσα μὲν δὴ ἔργων τῶν Θεαγένους ἐς τὸν ἀγῶνα ἥκει τὸν Ὀλυμπικόν, προεδήλωσεν ὁ λόγος ἤδη μοι τὰ δοκιμώτατα ἐξ αὐτῶν, Εὔθυμόντε ὡς κατεμαχέσατο τὸν πύκτην καὶ ὡς ὑπὸ Ἠλείων ἐπεβλήθη τῷ Θεαγένει ζημία. τότε μὲν δὴ τοῦ παγκρατίου τὴν νίκην ἀνὴρ ἐκ Μαντινείας Δρομεὺς ὄνομα πρῶτος ὧν ἴσμεν ἀκονιτὶ λέγεται λαβεῖν · τὴν δὲ Ὀλυμπιάδα τὴν ἐπὶ ταύτῃ παγκρατιάζων ὁ Θεαγένης ἐκράτει.
6.11.5γεγόνασι δὲ αὐτῷ καὶ Πυθοῖ νῖκαι τρεῖς, αὗται μὲν ἐπὶ πυγμῇ, Νεμείων δὲ ἐννέα καὶ Ἰσθμίων δέκα παγκρατίουτε ἀναμὶξ καὶ πυγμῆς. ἐν Φθίᾳ δὲ τῇ Θεσσαλῶν πυγμῆς μὲν ἢ παγκρατίου παρῆκε τὴν σπουδήν, ἐφρόντιζε δὲ ὅπως καὶ ἐπὶ δρόμῳ ἐμφανὴς ἐν Ἕλλησιν εἴη, καὶ τοὺς ἐσελθόντας ἐς τὸν δόλιχον ἐκράτησεν · ἦν δέ οἱ πρὸς Ἀχιλλέα ἐμοὶ δοκεῖν τὸ φιλοτίμημα, ἐν πατρίδι τοῦ ὠκίστου τῶν καλουμένων ἡρώων ἀνελέσθαι δρόμου νίκην. τοὺς δὲ σύμπαντας στεφάνους τετρακοσίουςτε ἔσχε καὶ χιλίους.
6.11.6ὡς δὲ ἀπῆλθεν ἐξ ἀνθρώπων, ἀνὴρ τῶν τις ἀπηχθημένων ζῶντι αὐτῷ παρεγίνετο ἀνὰ πᾶσαν νύκτα ἐπὶ τοῦ Θεαγένους τὴν εἰκόνα καὶ ἐμαστίγου τὸν χαλκὸν ἅτε αὐτῷ Θεαγένει λυμαινόμενος · καὶ τὸν μὲν ὁ ἀνδριὰς ἐμπεσὼν ὕβρεως παύει, τοῦ ἀνθρώπου δὲ τοῦ ἀποθανόντος οἱ παῖδες τῇ εἰκόνι ἐπεξῄεσαν φόνου. καὶ οἱ Θάσιοι καταποντοῦσι τὴν εἰκόνα ἐπακολουθήσαντες γνώμῃ τῇ Δράκοντος, ὃς Ἀθηναίοις θεσμοὺς γράψας φονικοὺς ὑπερώρισε καὶ τὰ ἄψυχα, εἴγε ἐμπεσόν τι ἐξ αὐτῶν ἀποκτείνειεν ἄνθρωπον.
6.11.7ἀνὰ χρόνον δέ, ὡς τοῖς Θασίοις οὐδένα ἀπεδίδου καρπὸν ἡ γῆ, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἔχρησεν ὁ θεὸς καταδέχεσθαι τοὺς δεδιωγμένους. καὶ οἱ μὲν ἐπὶ τῷ λόγῳ τούτῳ καταδεχθέντες οὐδὲν τῆς ἀκαρπίας παρείχοντο ἴαμα · δεύτερα οὖν ἐπὶ τὴν Πυθίαν ἔρχονται, λέγοντες ὡς καὶ ποιήσασιν αὐτοῖς τὰ χρησθέντα διαμένοι τὸ ἐκ τῶν θεῶν μήνιμα.
6.11.8ἐνταῦθα ἀπεκρίνατό σφισιν ἡ Πυθία · “Θεαγένην δ’ἄμνηστον ἀφήκατε τὸν μέγαν ὑμέων”. ἀπορούντων δὲ αὐτῶν ὁποίᾳ μηχανῇ τοῦ Θεαγένους τὴν εἰκόνα ἀνασώσωνται, φασὶν ἁλιέας ἀναχθέντας ἐς τὸ πέλαγος ἐπὶ ἰχθύων θήραν περισχεῖν τῷ δικτύῳ τὴν εἰκόνα καὶ ἀνενεγκεῖν αὖθις ἐς τὴν γῆν · Θάσιοι δὲ ἀναθέντες, ἔνθα καὶ ἐξ ἀρχῆς ἔκειτο, νομίζουσιν ἅτε θεῷ θύειν.
6.11.9πολλαχοῦ δὲ καὶ ἑτέρωθι ἔντε Ἕλλησιν οἶδα καὶ παρὰ βαρβάροις ἀγάλματα ἱδρυμένα Θεαγένους καὶ νοσήματάτε αὐτὸν ἰώμενον καὶ ἔχοντα παρὰ τῶν ἐπιχωρίων τιμάς. ὁ δὲ ἀνδριὰς τοῦ Θεαγένους ἐστὶν ἐν τῇ Ἄλτει, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου.
6.12.1πλησίον δὲ ἅρματέ ἐστι χαλκοῦν καὶ ἀνὴρ ἀναβεβηκὼς ἐπ’αὐτό, κέλητες δὲ ἵπποι παρὰ τὸ ἅρμα εἷς ἑκατέρωθεν ἕστηκε καὶ ἐπὶ τῶν ἵππων καθέζονται παῖδες · ὑπομνήματα δὲ ἐπὶ νίκαις Ὀλυμπικαῖς ἐστιν Ἱέρωνος τοῦ Δεινομένους τυραννήσαντος Συρακουσίων μετὰ τὸν ἀδελφὸν Γέλωνα. τὰ δὲ ἀναθήματα οὐχ Ἱέρων ἀπέστειλεν, ἀλλ’ὁ μὲν ἀποδοὺς τῷ θεῷ Δεινομένης ἐστὶν ὁ Ἱέρωνος, ἔργα δὲ τὸ μὲν Ὀνάτα τοῦ Αἰγινήτου τὸ ἅρμα, Καλάμιδος δὲ οἱ ἵπποιτε οἱ ἑκατέρωθεν καὶ ἐπ’αὐτῶν εἰσιν οἱ παῖδες.
6.12.2παρὰ δὲ τοῦ Ἱέρωνος τὸ ἅρμα ἀνήρ ἐστιν ὁμώνυμόςτε τῷ Δεινομένους καὶ ἐν Συρακούσαις καὶ οὗτος τυραννήσας, Ἱέρων δὲ ἐκαλεῖτο Ἱεροκλέους · μετὰ δὲ τὴν Ἀγαθοκλέους τοῦ πρότερον τυραννήσαντος τελευτὴν Συρακουσίοις αὖθις ἀναπεφύκει τύραννος ὁ Ἱέρων οὗτος, τὴν δὲ ἀρχὴν εἶχεν ἔτει δευτέρῳ τῆς ἕκτης Ὀλυμπιάδος ἐπὶ ταῖς εἴκοσι καὶ ἑκατόν, ἣν Κυρηναῖος στάδιον ἐνίκησεν Ἰδαῖος.
6.12.3οὗτος ὁ Ἱέρων ξενίαν πρὸς Πύρρον τὸν Αἰακίδου καὶ ὁμοῦ τῇ ξενίᾳ καὶ ἐπιγαμίαν ἐποιήσατο, Γέλωνι τῷ παιδὶ Νηρηίδα ἀγαγόμενος τὴν Πύρρου. Ῥωμαίων δὲ περὶ Σικελίας ἐς τὴν πρὸς Καρχηδονίους πόλεμον καταστάντων εἶχον μὲν οἱ Καρχηδόνιοι τῆς νήσου πλέον ἢ ἥμισυ, Ἱέρωνι δὲ συνιόντων μὲν ἄρτι ἐς τὸν πόλεμον ἑλέσθαι τὰ Καρχηδονίων ἤρεσε, μετὰ δὲ οὐ πολὺ δυνάμειτε εἶναι νομίζων τὰ Ῥωμαίων ἐχυρώτερα καὶ βεβαιότερα ἅμα ἐς φιλίαν μετεβάλετο ὡς τούτους.
6.12.4τοῦ δέ οἱ βίου συνέβη γενέσθαι τὴν τελευτὴν ὑπὸ Δεινομένους, γένος μὲν Συρακουσίου, δυσμενέστατα δὲ ἀνδρὸς ἐς τυραννίδα ἔχοντος, ὃς καὶ ὕστερον τούτων Ἱπποκράτει τῷ ἀδελφῷ τῷ Ἐπικύδους ἐξ Ἐρβησσοῦ παρεληλυθότι ἄρτι ἐς Συρακούσας καὶ ἐς τὸ πλῆθος ποιεῖσθαι λόγους ἀρχομένῳ ἐπέδραμεν ὡς ἀποκτενῶν τὸν Ἱπποκράτην · τοῦ δέ οἱ ἀντιστάντος, κρατήσαντες τῶν δορυφόρων ἄλλοι διαφθείρουσι τὸν Δεινομένην. τοὺς ἀνδριάντας δὲ τοῦ Ἱέρωνος ἐν Ὀλυμπίᾳ, ἐφ’ἵππου τὸν ἕτερον, τὸν δὲ αὐτῶν πεζόν, ἀνέθεσαν μὲν τοῦ Ἱέρωνος οἱ παῖδες, ἐποίησε δὲ Μίκων Νικηράτου Συρακούσιος.
6.12.5μετὰ δὲ τοῦ Ἱέρωνος τὰς εἰκόνας Ἀρεὺς ὁ Ἀκροτάτου Λακεδαιμονίων βασιλεὺς καὶ Ἄρατος ἕστηκεν ὁ Κλεινίου, καὶ αὖθις ἀναβεβηκώς ἐστιν Ἀρεὺς ἵππον. ἀνάθημα δὲ ὁ μὲν Κορινθίων ὁ Ἄρατος, Ἀρεὺς δὲ Ἠλείων ἐστί · καί μοι τοῦ λόγου τὰ πρότερα οὔτε τῶν ἐς Ἄρατον οὔτε τῶν ἐς Ἀρέα ἀμνημόνως ἔσχεν, Ἄρατος δὲ καὶ ἅρματι ἀνηγορεύθη νικῶν ἐν Ὀλυμπίᾳ.
6.12.6Τίμωνι δὲ τῷ Αἰσύπου καθέντι ἐς Ὀλυμπίαν ἵππους ἀνδρὶ Ἠλείῳ ἐστι τοῦτο χαλκοῦν, ἐπ’αὐτὸν ἀναβέβηκε παρθένος, ἐμοὶ δοκεῖν Νίκη. Κάλλωνα δὲ τὸν Ἁρμοδίου καὶ τὸν Μοσχίωνος Ἱππόμαχον, γένοςτε Ἠλείους καὶ πυγμῇ κρατήσαντας ἐν παισί, τὸν μὲν αὐτῶν ἐποίησε Δάιππος, Ἱππομάχου δὲ ὅστις μὲν τὸν ἀνδριάντα εἰργάσατο οὐκ ἴσμεν, καταμαχέσασθαι δὲ τρεῖς φασιν ἀνταγωνιστὰς αὐτὸν οὔτε πληγὴν ἀποδεξάμενον οὔτε τι τρωθέντα τοῦ σώματος.
6.12.7Θεόχρηστον δὲ Κυρηναῖον ἱπποτροφήσαντα κατὰ τὸ ἐπιχώριον τοῖς Λίβυσι καὶ αὐτόντε ἐν Ὀλυμπίᾳ καὶ ἔτι πρότερον τὸν ὁμώνυμόντε αὐτῷ καὶ τοῦ πατρὸς πατέρα, τούτους μὲν ἐνταῦθα ἵππων νίκας, ἐν δὲ Ἰσθμῷ τοῦ Θεοχρήστου λαβεῖν τὸν πατέρα, τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῷ ἅρματι.
6.12.8Ἀγήσαρχον δὲ τὸν Αἱμοστράτου Τριταιέα κρατῆσαι μὲν πύκτας ἄνδρας ἐν Ὀλυμπίᾳ καὶ Νεμέᾳτε καὶ Πυθοῖ καὶ ἐν Ἰσθμῷ μαρτυρεῖ τὸ ἐλεγεῖον, Ἀρκάδας δὲ τοὺς Τριταιεῖς εἶναι τοῦ ἐλεγείου λέγοντος οὐκ ἀληθεύοντα εὕρισκον. πόλεων γὰρ τῶν ἐν Ἀρκαδίᾳ ταῖς μὲν ἐπειλημμέναις δόξης οὐ δὲ τὰ ἐς τοὺς οἰκιστάς ἐστιν ἄγνωστα, τὰς δὲ ἐξ ἀρχῆςτε ὑπὸ ἀσθενείας ἀφανεστέρας καὶ δι’αὐτὸ ἀνοικισθείσας ἐς Μεγάλην πόλιν, οὐ περιέχει σφᾶς γενόμενον τότε ὑπὸ τοῦ Ἀρκάδων κοινοῦ δόγμα;
6.12.9οὐ δέ τινα ἔστιν ἐν Ἕλλησι Τρίτειαν πόλιν ἄλλην γε ἢ τὴν Ἀχαιῶν εὑρεῖν. τηνικαῦτα γοῦν ἐς Ἀρκάδας ἡγοῖτο ἄν τις συντελέσαι τοὺς Τριταιεῖς, καθὰ καὶ νῦν ἔτι Ἀρκάδων αὐτῶν εἰσιν οἱ ἐς τὸ Ἀργολικὸν τελοῦντες. τοῦ Ἀγησάρχου δέ ἐστιν ἡ εἰκὼν τέχνη τῶν Πολυκλέους παίδων. τούτων μὲν δὴ ποιησόμεθα μνήμην καὶ ἐν τοῖς ὑστέροις τοῦ λόγου ·
6.13.1Ἀστύλος δὲ Κροτωνιάτης Πυθαγόρου μέν ἐστιν ἔργον, τρεῖς δὲ ἐφεξῆς Ὀλυμπίασι σταδίουτε καὶ διαύλου νίκας ἔσχεν. ὅτι δὲ ἐν δύο ταῖς ὑστέραις ἐς χάριν τὴν Ἱέρωνος τοῦ Δεινομένους ἀνηγόρευσεν αὑτὸν Συρακούσιον, τούτων ἕνεκα οἱ Κροτωνιᾶται τὴν οἰκίαν αὐτοῦ δεσμωτήριον εἷναι κατέγνωσαν καὶ τὴν εἰκόνα καθεῖλον παρὰ τῇ Ἥρᾳ τῇ Λακινίᾳ κειμένην.
6.13.2ἀνάκειται δὲ ἐν Ὀλυμπίᾳ καὶ στήλη λέγουσα τοῦ Λακεδαιμονίου Χιόνιδος τὰς νίκας. εὐηθείας μὲν δὴ μετέχουσι καὶ ὅσοι Χίονιν αὐτὸν ἀναθεῖναι τὴν στήλην, ἀλλ’οὐ Λακεδαιμονίων ἥγηνται τὸ δημόσιον · ἔστω γὰρ δήπου, ὡς ἐν τῇ στήλῃ, οὐκ εἶναί πω τοῦ ὅπλου τὸν δρόμον · πῶς ἂν οὖν ἐπίσταιτο ὁ Χίονις εἰ αὖθίς ποτε προσνομοθετήσουσιν Ἠλεῖοι; τούτων δὲ ἔτι ἐς πλέον ἥκουσιν εὐηθείας οἳ τὸν ἑστηκότα ἀνδριάντα παρὰ τῇ στήλῃ φασὶν εἰκόνα εἶναι Χιόνιδος, ἔργον ὄντα τοῦ Ἀθηναίου Μύρωνος.
6.13.3ἐοικότα δὲ Χιόνιδι τὰ ἐς δόξαν καὶ ἀνὴρ Λύκιος παρέσχετο Ἑρμογένης Ξάνθιος, ὃς τὸν κότινον ἐν τρισὶν Ὀλυμπιάσιν ἀνείλετο ὀκτάκις ἐπίκλησίντε ἔσχεν Ἵππος ὑπὸ Ἑλλήνων · ποιήσαιο δ’ἂν καὶ Πολίτην ἐν μεγάλῳ θαύματι. ὁ Πολίτης δ’ἦν οὗτος ἐκ Κεράμου τῆς ἐν τῇ Καρίᾳ, ἀνέφηνε δὲ ἀρετὴν ποδῶν ἐν Ὀλυμπίᾳ πᾶσαν · ἀπὸ γὰρ τοῦ μηκίστου καὶ διαρκεστάτου δι’ὀλιγίστου δὴ καιροῦ μεθηρμόσατο ἐπὶ τὸ βραχύτατον ὁμοῦ καὶ ὤκιστον, καὶ δολίχουτε ἐν ἡμέρᾳ τῇ αὐτῇ καὶ παραυτίκα σταδίου λαβὼν νίκην προσέθηκε διαύλου σφίσι τὴν τρίτην.
6.13.4Πολίτης μὲν δὴ ἐπὶ τῆς δευτέρας καὶ τέσσαρας, ὡς ἂν ἕκαστοι συνταχθῶσιν ὑπὸ τοῦ κλήρου, καὶ οὐκ ἀθρόους ἀφιᾶσιν ἐς τὸν δρόμον · οἳ δ’ἂν ἐν ἑκάστῃ τάξει κρατήσωσιν, ὑπὲρ αὐτῶν αὖθις θέουσι τῶν ἄθλων · καὶ οὕτω σταδίου δύο ὁ στεφανούμενος ἀναιρήσεται νίκας. τὰ μέντοι ἐπιφανέστατα ἐς δρόμον Λεωνίδᾳ Ῥοδίῳ ἐστίν · ἐπὶ γὰρ τέσσαρας Ὀλυμπιάδας ἀκμάζωντε τῇ ὠκύτητι ἀντήρκεσε, καὶ γεγόνασιν αὐτῷ δρόμου νῖκαι δύο ἀριθμὸν καὶ δέκα.
6.13.5Χιόνιδος δὲ οὐ πόρρω τῆς ἐν Ὀλυμπίᾳ στήλης Σκαῖος ἕστηκεν ὁ Δούριος Σάμιος, κρατήσας πυγμῇ παῖδας · τέχνη δὲ ἡ εἰκών ἐστι μὲν Ἱππίου τοῦ, τὸ δὲ ἐπίγραμμα δηλοῖ τὸ ἐπ’αὐτῷ, νικῆσαι Σκαῖον ἡνίκα ὁ Σαμίων δῆμος ἔφευγεν ἐκ τῆς νήσου, τὸν δὲ καιρὸν ἐπὶ τὰ οἰκεῖα τὸν δῆμον.
6.13.6παρὰ δὲ τὸν τύραννον Δίαλλος ὁ Πόλλιδος ἀνάκειται, γένος μὲν Σμυρναῖος, Ἰώνων δὲ πρῶτος λαβεῖν ἐν Ὀλυμπίᾳ φησὶν οὗτος ὁ Δίαλλος παγκρατίου στέφανον ἐν παισίν. Θερσίλοχον δὲ Κορκυραῖον καὶ Ἀριστίωνα Θεοφίλους Ἐπιδαύριον, τὸν μὲν ἀνδρῶν πυγμῆς, Θερσίλοχον δὲ λαβόντα ἐν παισὶ στέφανον, Πολύκλειτος ἐποίησε σφᾶς ὁ Ἀργεῖος.
6.13.7Βύκελος δέ, ὃς Σικυωνίων πρῶτος πὺξ ἐκράτησεν ἐν παισίν, ἔστιν ἔργον Σικυωνίου Κανάχου παρὰ τῷ Ἀργείῳ Πολυκλείτῳ διδαχθέντος. παρὰ δὲ τὸν Βύκελον ὁπλίτης ἀνὴρ ἐπίκλησιν Λίβυς Μνασέας Κυρηναῖος ἕστηκε · Πυθαγόρας δὲ ὁ Ῥηγῖνος ἐποίησε τὴν εἰκόνα. Κυζικηνῷ δὲ Ἀγεμάχῳ τῶν ἐκ τῆς Ἀσιανῆς ἠπείρου γενέσθαι ἐν Ἄργει τὸ ἐπίγραμμα τὸ ἐπ’αὐτῷ μηνύει.
6.13.8Νάξου δὲ οἰκισθείσης ποτὲ ἐν Σικελίᾳ ὑπὸ Χαλκιδέων τῶν ἐπὶ Εὐρίπῳ, τῆς πόλεως μὲν οὐ δὲ ἐρείπια ἐλείπετο ἐς ἡμᾶς ἔτι, ὄνομα δὲ καὶ ἐς τοὺς ἔπειτα εἶναι τῆς Νάξου Τίσανδρος ὁ Κλεοκρίτου μάλιστα αἰτίαν ἐχέτω · τετράκις γὰρ δὴ ἐν ἀνδράσι κατεμαχέσατο ὁ Τίσανδρος πύκτας ἐν Ὀλυμπίᾳ, τοσαῦται δὲ καὶ Πυθοῖ γεγόνασιν αὐτῷ νῖκαι, Κορινθίοις δὲ οὐκ ἦν πω τηνικαῦτα οὐ δὲ Ἀργείοις ἐς ἅπαντας ὑπομνήματα τοὺς Νέμεια καὶ Ἴσθμια νικήσαντας.
6.13.9ἡ δὲ ἵππος ἡ τοῦ Κορινθίου Φειδώλα ὄνομα μέν, ὡς οἱ Κορίνθιοι μνημονεύουσιν, ἔχει Αὔρα, τὸν δὲ ἀναβάτην ἔτι ἀρχομένου τοῦ δρόμου συνέπεσεν ἀποβαλεῖν αὐτήν · καὶ οὐδέν τι ἧσσον θέουσα ἐν κόσμῳ περίτε τὴν νύσσαν ἐπέστρεφε, καὶ ἐπεὶ τῆς σάλπιγγος ἤκουσεν, ἐπετάχυνεν ἐς πλέον τὸν δρόμον, φθάνειτε δὴ ἐπὶ τοὺς Ἑλλανοδίκας ἀφικομένη καὶ νικῶσα ἔγνω καὶ παύεται τοῦ δρόμου. Ἠλεῖοι δὲ ἀνηγόρευσαν ἐπὶ τῇ νίκῃ τὸν Φειδώλαν καὶ ἀναθεῖναί οἱ τὴν ἵππον ταύτην ἐφιᾶσιν.
6.13.10ἐγένετο δὲ καὶ τοῦ Φειδώλα τοῖς παισὶν ἐπὶ κέλητι ἵππῳ νίκη, καὶ ὅτε ἵππος ἐπὶ στήλῃ πεποιημένος καὶ ἐπίγραμμά ἐστιν ἐπ’αὐτῷ · “ὠκυδρόμας Λύκος Ἴσθμι’ἅπαξ, δύο δ’ἐνθάδε νίκαις Φειδώλα παίδων ἐστεφάνωσε δόμους”. οὐ μὴν τῷ γε ἐπιγράμματι καὶ τὰ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας ὁμολογεῖ γράμματα · ὀγδόῃ γὰρ Ὀλυμπιάδι καὶ ἑξηκοστῇ καὶ οὐ πέρα ταύτης ἐστὶν ἐν τοῖς Ἠλείων γράμμασιν ἡ νίκη τῶν Φειδώλα παίδων ·
6.13.11ταῦτα μὲν δὴ οὕτως ἔχοντα ἴστω τις · Ἠλείοις δὲ ἀνδράσιν Ἀγαθίνῳτε τῷ Θρασυβούλου καὶ Τηλεμάχῳ, Τηλεμάχῳ μὲν ἐπὶ ἵππων νίκῃ γέγονεν ἡ εἰκών, Ἀγαθῖνον δὲ ἀνέθεσαν Ἀχαιοὶ Πελληνεῖς. ἀνέθηκε δὲ καὶ ὁ Ἀθηναίων δῆμος Ἀριστοφῶντα Λυσίνου, παγκρατιαστὰς ἐν τῷ ἀγῶνι τῷ ἐν Ὀλυμπίᾳ κρατήσαντα ἄνδρας.
6.14.1Φερίας δὲ Αἰγινήτης — οὗτος γὰρ δὴ παρὰ τὸν Ἀθηναῖον Ἀριστοφῶντα ἀνάκειται — ὀγδόῃ μὲν πρὸς ταῖς ἑβδομήκοντα Ὀλυμπιάδι κομιδῇτε ἔδοξεν εἶναι νέος καὶ οὐκ ἐπιτήδειός πω νομισθεὶς παλαίειν ἀπηλάθη τοῦ ἀγῶνος, τῇ δὲ ἑξῆς — κατεδέχθη γὰρ τηνικαῦτα ἐς τοὺς παῖδας — ἐνίκα παλαίων. τῷ δὲ Φερίᾳ τούτῳ διάφορον καὶ οὐδαμῶς ἐοικυῖαν ἔσχεν ἐν Ὀλυμπίᾳ τύχην Νικασύλος Ῥόδιος.
6.14.2ὄγδοον γὰρ ἐπὶ τοῖς δέκα ἔτεσι γεγονὼς μὴ παλαῖσαι μὲν ἐν παισὶν ὑπὸ Ἠλείων ἀπηλάθη, ἀνηγορεύθη δὲ ἐν ἀνδράσιν, ὥσπερ γε καὶ ἐνίκησεν · ἀνηγορεύθη δὲ καὶ ὕστερον Νεμέᾳτε καὶ Ἰσθμῷ. γεγονότα δὲ εἰκοσαετῆ τὸ χρεὼν ἐπιλαμβάνει, πρὶν ἢ ἐς τὴν Ῥόδον αὐτὸν οἴκαδε ἀναστρέψαι. τὸ δὲ ἐν Ὀλυμπίᾳ τοῦ Ῥοδίου παλαιστοῦ τόλμημα Ἀρτεμίδωρος γένος Τραλλιανὸς ὑπερεβάλετο κατὰ ἐμὴν δόξαν. Ἀρτεμιδώρῳ γὰρ ἁμαρτεῖν μὲν Ὀλυμπίων συνέβη παγκρατιάζοντι ἐν παισίν, αἰτία δέ οἱ ἐγένετο τῆς διαμαρτίας τὸ ἄγαν νέον ·
6.14.3ὡς δὲ ἀφίκετο ἀγῶνος καιρὸς ὃν Σμυρναῖοι Ἰώνων ἄγουσιν, ἐς τοσοῦτο ἄρα αὐτῷ τὰ τῆς ῥώμης ἐπηύξητο ὡς κρατῆσαι παγκρατιάζοντα ἐπὶ ἡμέρας τῆς αὐτῆς τούςτε ἐξ Ὀλυμπίας ἀνταγωνιστὰς καὶ ἐπὶ τοῖς παισὶν οὓς ἀγενείους καλοῦσι καὶ τρίτα δὴ ὅ τι ἄριστον ἦν τῶν ἀνδρῶν. γενέσθαι δέ οἱ τὴν ἅμιλλαν πρὸς ἀγενείουςτε καὶ ἄνδρας τὴν μὲν ἐκ γυμναστοῦ παρακλήσεώς φασι, τὴν δὲ ἐξ ἀνδρὸς παγκρατιαστοῦ λοιδορίας. ἀνείλετο δὲ ἐν ἀνδράσιν ὁ Ἀρτεμίδωρος Ὀλυμπικὴν νίκην δευτέρᾳ καὶ δεκάτῃ πρὸς διακοσίαις Ὀλυμπιάδι.
6.14.4Νικασύλου δὲ τῆς εἰκόνος ἵπποςτε οὐ μέγας ἔχεται χαλκοῦς, ὃν Κρόκων Ἐρετριεὺς ἀνέθηκεν ἀνελόμενος κέλητι ἵππῳ στέφανον, καὶ πλησίον τοῦ ἵππου Τελέστας ἐστὶ Μεσσήνιος κρατήσας πυγμῇ παῖδας · Σιλανίωνος δὲ ἔργον ἐστὶν ὁ Τελέστας.
6.14.5Μίλωνα δὲ τὸν Διοτίμου πεποίηκε μὲν Δαμέας ἐκ Κρότωνος καὶ οὗτος · ἐγένοντο δὲ τῷ Μίλωνι ἓξ μὲν ἐν Ὀλυμπίᾳ πάλης νῖκαι, μία δὲ ἐν παισὶν ἐξ αὐτῶν, Πυθοῖ δὲ ἔντε ἀνδράσιν ἓξ καὶ μία ἐνταῦθα ἐν παισίν. ἀφίκετο δὲ καὶ ἕβδομον παλαίσων ἐς Ὀλυμπίαν · ἀλλὰ γὰρ οὐκ ἐγένετο οἷόςτε καταπαλαῖσαι Τιμασίθεον πολίτηντε ὄντα αὐτῷ καὶ ἡλικίᾳ νέον, πρὸς δὲ καὶ σύνεγγυς οὐκ ἐθέλοντα ἵστασθαι.
6.14.6λέγεται δὲ καὶ ὡς ἐσκομίσειεν αὐτὸς αὑτοῦ τὸν ἀνδριάντα ἐς τὴν Ἄλτιν ὁ Μίλων, λέγεται δὲ ἐς αὐτὸν καὶ τὸ ἐπὶ τῇ ῥοιᾷ καὶ τὸ ἐπὶ τῷ δίσκῳ · ῥοιὰν μὲν δὴ οὕτω κατεῖχεν ὡς μήτε ἄλλῳ παρεῖναι βιαζομένῳ μήτε αὐτὸς λυμήνασθαι πιέζων, ἱστάμενος δὲ ἐπὶ ἀληλιμμένῳ τῷ δίσκῳ γέλωτα ἐποιεῖτο τοὺς ἐμπίπτοντάςτε καὶ ὠθοῦντας ἀπὸ τοῦ δίσκου. παρείχετο δὲ καὶ ἄλλα τοιάδε ἐς ἐπίδειξιν.
6.14.7περιέδει τῷ μετώπῳ χορδὴν κατὰ τα- ταὐτὰ δὴ καὶ εἰ ταινίαν περιθεῖτο ἢ στέφανον · κατέχων δὲ ἐντὸς χειλῶν τὸ ἆσθμα καὶ ἐμπιπλὰς αἵματος τὰς ἐν τῇ κεφαλῇ φλέβας, διερρήγνυεν ὑπὸ ἰσχύος τῶν φλεβῶν τὴν χορδήν. λέγεται δὲ καὶ ὡς τῆς δεξιᾶς χειρὸς τὸ μὲν ἐς τὸν ἀγκῶνα ἐκ τοῦ ὤμου παρ’αὐτὴν καθίει τὴν πλευράν, τὸ δὲ ἀπὸ τοῦ ἀγκῶνος ἔτεινεν ἐς εὐθύ, τῶν δακτύλων τὸν μὲν αὐτῶν ἀναστρέφων τὸν ἀντίχειρα ἐς τὸ ἄνω, τῶν λοιπῶν δὲ ἀλλήλοις ἐπικειμένων κατὰ στοῖχον · τὸν ἐλάχιστον οὖν τῶν δακτύλων κάτω γινόμενον οὐκ ἀπεκίνησεν ἄν τις βιαζόμενος.
6.14.8ἀποθανεῖν δὲ ὑπὸ θηρίων φασὶν αὐτόν · ἐπιτυχεῖν γὰρ αὐτὸν ἐν τῇ Κροτωνιάτιδι αὐαινομένῳ ξύλῳ, σφῆνες δὲ ἐγκείμενοι διίστασαν τὸ ξύλον · ὁ δὲ ὑπὸ φρονήματος ὁ Μίλων καθίησι τὰς χεῖρας ἐς τὸ ξύλον, ὀλισθάνουσίτε δὴ οἱ σφῆνες καὶ ἐχόμενος ὁ Μίλων ὑπὸ τοῦ ξύλου λύκοις ἐγίνετο εὕρημα. μάλιστα δέ πως τὸ θηρίον τοῦτο ἐν τῇ Κροτωνιάτιδι πολύτε νέμεται καὶ ἄφθονον.
6.14.9Μίλωνι μὲν δὴ τοιόνδε τέλος ἐπηκολούθησε · Πύρρον δὲ τὸν Αἰακίδου βασιλεύσαντα ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ καὶ ἔργα πολλὰ ἐργασάμενον καὶ ἄξια μνήμης, ἃ ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα, τοῦτον ἐς τὴν Ἄλτιν ἀνέθηκε Θρασύβουλος Ἠλεῖος. παρὰ δὲ τὸν Πύρρον ἀνὴρ μικρὸς αὐλοὺς ἔχων ἐστὶν ἐκτετυπωμένος ἐπὶ στήλῃ. τούτῳ Πυθικαὶ νῖκαι γεγόνασι τῷ ἀνδρὶ δευτέρῳ μετὰ Σακάδαν τὸν Ἀργεῖον ·
6.14.10Σακάδας μὲν γὰρ τὸν ἀγῶνα τὸν τεθέντα ὑπὸ Ἀμφικτυόνων οὐκ ὄντα πω στεφανίτην καὶ ἐπ’ἐκείνῳ στεφανίτας δύο ἐνίκησε, Πυθόκριτος δὲ ὁ Σικυώνιος τὰς ἐφεξῆς τούτων πυθιάδας ἕξ, μόνος δὴ οὗτος αὐλητής · δῆλα δὲ ὅτι καὶ ἐν τῷ ἀγῶνι τῷ Ὀλυμπίασιν ἐπηύλησεν ἑξάκις τῷ πεντάθλῳ. Πυθοκρίτῳ μὲν γέγονεν ἀντὶ τούτων ἡ ἐν Ὀλυμπίᾳ στήλη καὶ ἐπίγραμμα ἐπ’αὐτῇ, “Πυθοκρίτου τοῦ Καλλινίκου μνᾶμα τα- ταὐλητᾶ τάδε” · ἀνέθεσαν δὲ καὶ τὸ κοινὸν τὸ Αἰτωλῶν Κύλωνα, ὃς ἀπὸ τῆς Ἀριστοτίμου τυραννίδος ἠλευθέρωσεν Ἠλείους.
6.14.11Γόργον δὲ τὸν Εὐκλήτου Μεσσήνιον ἀνελόμενον πεντάθλου νίκην καὶ Δαμάρετον καὶ τοῦτον Μεσσήνιον κρατήσαντα πυγμῇ παῖδας, τὸν μὲν αὐτῶν Βοιώτιος Θήρων, Δαμαρέτου δὲ τὴν εἰκόνα Ἀθηναῖος Σιλανίων ἐποίησεν. Ἀναυχίδας δὲ ὁ Φίλυος Ἠλεῖος πάλης ἔσχεν ἐν παισὶ στέφανον καὶ ἐν ἀνδράσιν ὕστερον · τούτῳ μὲν δὴ τὴν εἰκόνα ὅστις ὁ εἰργασμένος ἐστὶν οὐκ ἴσμεν, Ἄνοχος δὲ ὁ Ἀδαμάτα Ταραντῖνος, σταδίου λαβὼν καὶ διαύλου νίκην, ἐστὶν Ἀγελάδα τέχνη τοῦ Ἀργείου.
6.14.12παῖδα δὲ ἐφ’ἵππου καθήμενον καὶ ἑστηκότα ἄνδρα παρὰ τὸν ἵππον φησὶ τὸ ἐπίγραμμα εἶναι Ξενόμβροτον ἐκ Κῶ τῆς Μεροπίδος, ἐπὶ ἵππου νίκῃ κεκηρυγμένον, Ξενόδικον δὲ ἐπὶ πυγμῇ παίδων ἀναγορευθέντα · τὸν μὲν Παντίας αὐτῶν, Ξενόμβροτον δὲ Φιλότιμος Αἰγινήτης ἐποίησε. Πύθου δὲ τοῦ Ἀνδρομάχου, γένος ἀνδρὸς ἐξ Ἀβδήρων, ἐποίησε μὲν Λύσιππος, ἀνέθεσαν δὲ οἱ στρατιῶται δύο εἰκόνας · εἶναι δὲ ἡγεμών τις ξένων ἢ καὶ ἄλλως τὰ πολεμικὰ ἀγαθὸς ὁ Πύθης ἔοικε.
6.14.13κεῖνται δὲ καὶ ἐν παισὶν εἰληφότες δρόμου νίκας Μενεπτόλεμος ἐξ Ἀπολλωνίας τῆς ἐν τῷ Ἰονίῳ κόλπῳ καὶ Κορκυραῖος Φίλων, ἐπὶ δὲ αὐτοῖς Ἱερώνυμος Ἄνδριος, ὃς τὸν Ἠλεῖον Τισαμενὸν πενταθλοῦντα ἐν Ὀλυμπίᾳ κατεπάλαισε τὸν Ἕλλησιν ὕστερον τούτων ἐναντία Μαρδονίου καὶ Μήδων Πλαταιᾶσι μαντευσάμενον. οὗτόςτε δὴ ὁ Ἱερώνυμος ἀνάκειται καὶ παρ’αὐτὸν παλαιστὴς παῖς, Ἄνδριος καὶ οὗτος, Προκλῆς ὁ Λυκαστίδα · τοῖς πλάσταις δὲ οἳ τοὺς ἀνδριάντας ἐποίησαν, τῷ μὲν Στόμιός ἐστιν ὄνομα, τῷ δὲ τὸν Προκλέα εἰργασμένῳ Σῶμις. Αἰσχίνῃ δὲ Ἠλείῳ νῖκαίτε δύο ἐγένοντο πεντάθλου καὶ ἴσαι ταῖς νίκαις αἱ εἰκόνες.
6.15.1Ἀρχίππῳ δὲ Μιτυληναίῳ τοὺς ἐς τὴν πυγμὴν ἐσελθόντας κρατήσαντι ἄνδρας ἄλλο τοιόνδε προσποιοῦσιν οἱ Μιτυληναῖοι ἐς δόξαν, ὡς καὶ τὸν ἐν Ὀλυμπίᾳ καὶ Πυθοῖ καὶ Νεμέᾳ καὶ Ἰσθμῷ λάβοι στέφανον ἡλικίαν οὐ πρόσω γεγονὼς ἐτῶν εἴκοσι. τὸν δὲ παῖδα σταδιοδρόμον Ξένωνα Καλλιτέλους ἐν Λεπρέου τοῦ ἐν τῇ Τριφυλίᾳ Πυριλάμπης Μεσσήνιος, Κλεινόμαχον δὲ Ἠλεῖον ὅστις ὁ ποιήσας ἐστὶν οὐκ ἴσμεν · ἀνηγορεύθη δὲ ὁ Κλεινόμαχος ἐπὶ νίκῃ πεντάθλου.
6.15.2Παντάρκην δὲ Ἠλεῖον Ἀχαιῶν ἀνάθημα εἶναι τὸ ἐπίγραμμα τὸ ἐπ’αὐτῷ φησιν · εἰρήνηντε γὰρ Ἀχαιοῖς ποιῆσαι καὶ Ἠλείοις αὐτόν, καὶ ὅσοι παρ’ἀμφοτέρων πολεμούντων ἑαλώκεσαν, ἄφεσιν καὶ τούτοις γενέσθαι δι’αὐτόν. οὗτος ἀνείλετο καὶ κέλητι ἵππῳ νίκην ὁ Παντάρκης, καί οἱ καὶ τῆς νίκης ὑπόμνημά ἐστιν ἐν Ὀλυμπίᾳ. Ὀλίδαν δὲ ἀνέθηκεν Ἠλεῖον τὸ ἔθνος τὸ Αἰτωλῶν, Χαρῖνος δὲ Ἠλεῖος ἐπὶ διαύλουτε ἀνάκειται καὶ ὅπλου νίκῃ · παρὰ δὲ αὐτὸν Ἀγέλης Χῖος κρατήσας πυγμῇ παῖδας, Θεομνήστου Σαρδιανοῦ τέχνη.
6.15.3Κλειτομάχου δὲ Θηβαίου τὴν μὲν εἰκόνα ἀνέθηκεν Ἑρμοκράτης ὁ Κλειτομάχου πατήρ, τὰ δὲ οἱ ἐς δόξαν ἦν τοιάδε. ἐν Ἰσθμῷ παλαιστὰς κατεπάλαισεν ἄνδρας καὶ ἐπὶ ἡμέρας τῆς αὐτῆς τούςτε ἐς τὴν πυγμὴν καὶ τοὺς ἐς τὸ παγκράτιον ἐσελθόντας ἐκράτει τῇ μάχῃ · αἱ δὲ Πυθοῖ νῖκαι παγκρατίου μέν εἰσιν αὐτῷ πᾶσαι, τρεῖς δὲ ἀριθμόν · ἐν δὲ Ὀλυμπίᾳ δεύτερος ὁ Κλειτόμαχος οὗτος μετὰ τὸν Θάσιον Θεαγένην ἐπὶ παγκρατίῳτε ἀνηγορεύθη καὶ πυγμῇ.
6.15.4παγκρατίου μὲν οὖν μιᾷ πρὸς ταῖς τεσσαράκοντα καὶ ἑκατὸν Ὀλυμπιάσιν ἔφθανεν ἀνῃρημένος νίκην · ἡ δὲ Ὀλυμπιὰς ἡ ἐφεξῆς εἶχε μὲν τὸν Κλειτόμαχον τοῦτον παγκρατίου καὶ πυγμῆς ἀγωνιστήν, εἶχε δὲ καὶ Ἠλεῖον Κάπρον ἐπὶ ἡμέρας τῆς αὐτῆς παλαῖσαίτε ὁμοῦ καὶ παγκρατιάσαι προθυμούμενον.
6.15.5γεγονυίας δὲ ἤδη τῷ Κάπρῳ νίκης ἐπὶ τῇ πάλῃ, ἀνεδίδασκεν ὁ Κλειτόμαχος τοὺς Ἑλλανοδίκας γενήσεσθαι σὺν τῷ δικαίῳ σφίσιν, εἰ τὸ παγκράτιον ἐσκαλέσαιντο πρὶν ἢ πυκτεύσαντα αὐτὸν λαβεῖν τραύματα · λέγειτε δὴ εἰκότα καὶ οὕτως ἐσκληθέντος τοῦ παγκρατίου κρατηθεὶς ὑπὸ τοῦ Κάπρου ὅμως ἐχρήσατο ἐς τοὺς πύκτας θυμῷτε ἐρρωμένῳ καὶ ἀκμῆτι τῷ σώματι.
6.15.6Ἐρυθραῖοι δὲ οἱ Ἴωνες Ἐπιθέρσην τὸν Μητροδώρου, δύο μὲν ἐν Ὀλυμπίᾳ πυγμῆς, δὶς δὲ Πυθοῖ νίκας καὶ ἐν Νεμέᾳτε καὶ ἐν Ἰσθμῷ λαβόντα, οὗτοι μὲν τὸν Ἐπιθέρσην τοῦτον, Συρακούσιοι δὲ δύο μὲν Ἱέρωνος εἰκόνας τὸ δημόσιον, τρίτην δὲ ἀνέθεσαν οἱ τοῦ Ἱέρωνος παῖδες · ἐδήλωσα δὲ ὀλίγῳ τι πρότερον ὡς ὁμώνυμόςτε τῷ Δεινομένους ὁ Ἱέρων οὗτος καὶ Συρακουσῶν εἴη κατὰ τα- ταὐτὰ ἐκείνῳ τύραννος.
6.15.7ἀνέθεσαν δὲ καὶ Ἠλεῖον ἄνδρα Τιμόπτολιν Λάμπιδος Παλεῖς, ἡ τετάρτη Κεφαλλήνων μοῖρα · οὗτοι δὲ οἱ Παλεῖς ἐκαλοῦντο Δουλιχιεῖς τὰ ἀρχαιότερα. ἀνάκειται δὲ καὶ Ἀρχίδαμος ὁ Ἀγησιλάου καὶ ἀνὴρ ὅστις δὴ θηρεύοντος παρεχόμενος σχῆμα. Δημήτριον δὲ τὸν ἐλάσαντα ἐπὶ Σέλευκον στρατιᾷ καὶ ἁλόντα ἐν τῇ μάχῃ καὶ τοῦ Δημητρίου τὸν παῖδα Ἀντίγονον ἀναθήματα ἴστω τις Βυζαντίων ὄντας.
6.15.8Σπαρτιάτῃ δὲ Εὐτελίδᾳ γεγόνασιν ἐν παισὶ νῖκαι δύο ἐπὶ τῆς ὀγδόης καὶ τριακοστῆς Ὀλυμπιάδος πάλης, ἡ δὲ ἑτέρα πεντάθλου · πρῶτον γὰρ δὴ τότε οἱ παῖδες καὶ ὕστατον πενταθλήσοντες ἐσεκλήθησαν · ἔστι δὲ ἥτε εἰκὼν ἀρχαία τοῦ Εὐτελίδα, καὶ τὰ ἐπὶ τῷ βάθρῳ γράμματα ἀμυδρὰ ὑπὸ τοῦ χρόνου.
6.15.9μετὰ δὲ τὸν Εὐτελίδαν Ἀρεύςτε αὖθις ὁ Λακεδαιμονίων βασιλεὺς καὶ Ἠλεῖος παρ’αὐτὸν ἀνάκειται Γόργος. μόνῳ δὲ ἀνθρώπων ἄχρι ἐμοῦ τῷ Γόργῳ τέσσαρες μὲν ἐν Ὀλυμπίᾳ γεγόνασιν ἐπὶ πεντάθλῳ, διαύλου δὲ καὶ ὅπλου μία ἐφ’ἑκατέρῳ νίκη.
6.15.10ὅτῳ δὲ παρεστήκασιν οἱ παῖδες, τοῦτον μὲν Πτολεμαῖον τὸν Λάγου φασὶν εἶναι · παρὰ δὲ αὐτὸν ἀνδριάντες δύο ἀνδρός εἰσιν Ἠλείου Κάπρου τοῦ Πυθαγόρου, πάληςτε εἰληφότος καὶ παγκρατίου στέφανον ἐπὶ ἡμέρας τῆς αὐτῆς · πρώτῳ δὲ γεγόνασιν ἀνθρώπων αἱ δύο νῖκαι τῷ Κάπρῳ τούτῳ. τὸν μὲν δὴ ἐπὶ τοῦ παγκρατίου καταγωνισθέντα ὑπ’αὐτοῦ δεδήλωκεν ὁ λόγος ἤδη μοι · παλαίων δὲ κατέβαλεν Ἠλεῖον Παιάνιον Ὀλυμπιάδα πάλῃ τὴν προτέραν ἀνῃρημένον καὶ Πύθια παίδωντε πυγμῇ καὶ αὖθις ἐν ἀνδράσι πάλῃτε καὶ πυγμῇ στεφανωθέντα ἐπὶ ἡμέρας τῆς αὐτῆς.
6.16.1Κάπρῳ μὲν δὴ οὐκ ἄνευ μεγάλων πόνων καὶ ἰσχυρᾶς ταλαιπωρίας ἐγένοντο αἱ νῖκαι · εἰσὶ δὲ εἰκόνες ἐν Ὀλυμπίᾳ καὶ Ἀναυχίδᾳ καὶ Φερενίκῳ, γένος μὲν Ἠλείοις, πάλης δὲ ἐν παισὶν ἀνελομένοις στεφάνους. Πλείσταινον δὲ τὸν Εὐρυδάμου τοῦ ἐναντία Γαλατῶν στρατηγήσαντος Αἰτωλοῖς Θεσπιεῖς εἰσιν οἱ ἀναθέντες.
6.16.2Τυδεὺς δὲ Ἠλεῖος Ἀντίγονόντε τὸν Δημητρίου πατέρα καὶ Σέλευκον ἀνέθηκε · Σελεύκου δὲ ἐς ἅπαντας ἤρθη τὸ ὄνομα ἀνθρώπους ἄλλωντε ἕνεκα καὶ διὰ τὴν Δημητρίου μάλιστα ἅλωσιν. Τίμωνι δὲ ἀγώνωντε νῖκαι τῶν ἐν Ἕλλησιν ὑπάρχουσιν ἐπὶ πεντάθλῳ πλὴν τοῦ Ἰσθμικοῦ — τούτου δὲ μὴ ἀγωνιστὴς γενέσθαι κατὰ τὰ αὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο — καὶ τάδε ἄλλα φησὶ τὸ ἐς αὐτὸν ἐπίγραμμα, Αἰτωλοῖς αὐτὸν ἐπιστρατείας μετασχεῖν ἐπὶ Θεσσαλοὺς καὶ φρουρᾶς ἡγεμόνα ἐν Ναυπάκτῳ φιλίᾳ γενέσθαι τῇ ἐς Αἰτωλούς.
6.16.3Τίμωνος δὲ οὐ πόρρω τῆς εἰκόνος Ἑλλάςτε δὴ καὶ Ἦλις παρὰ τὴν Ἑλλάδα, ἡ μὲν Ἀντίγονον τὸν ἐπιτροπεύσαντα Φιλίππου τοῦ Δημητρίου, τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν τὸν Φίλιππον στεφανοῦσα αὐτόν, ἡ δὲ Ἦλις Δημήτριον τὸν στρατεύσαντα ἐπὶ Σέλευκον καὶ Πτολεμαῖον τὸν Λάγου στεφανοῦσά ἐστιν.
6.16.4Ἀριστείδῃ δὲ Ἠλείῳ γενέσθαι μὲν ὅπλου νίκην ἐν Ὀλυμπίᾳ, γενέσθαι δὲ καὶ διαύλου Πυθοῖ τὸ ἐπίγραμμα τὸ ἐπ’αὐτῷ δηλοῖ Νεμείωντε ἐν παισὶν ἐπὶ τῷ ἱππίῳ δρόμῳ. δρόμου δέ εἰσι τοῦ ἱππίου μῆκος μὲν δίαυλοι δύο, ἐκλειφθέντα δὲ ἐκ Νεμείωντε καὶ Ἰσθμίων αὐτὸν βασιλεὺς Ἀδριανὸς ἐς Νεμείων ἀγῶνα τῶν χειμερινῶν ἀπέδωκεν Ἀργείοις.
6.16.5τοῦ δὲ Ἀριστείδου ἐγγύτατα Μενάλκης ἕστηκεν Ἠλεῖος, ἀναγορευθεὶς Ὀλυμπίασιν ἐπὶ πεντάθλῳ, καὶ Φιλωνίδης Ζώτου, γένος μὲν ἐκ Χερρονήσου τῆς Κρητῶν, Ἀλεξάνδρου δὲ ἡμεροδρόμος τοῦ Φιλίππου. μετὰ δὲ τοῦτον Βριμίας ἐστὶν Ἠλεῖος, κρατήσας ἄνδρας πυγμῇ, Λεωνίδαςτε ἐκ Νάξου τῆς ἐν τῷ Αἰγαίῳ, Ψωφιδίων ἀνάθημα Ἀρκάδων, Ἀσάμωνόςτε εἰκὼν ἐν ἀνδράσι πυγμῇ νενικηκότος, ἡ δὲ Νικάνδρου, διαύλου μὲν δύο ἐν Ὀλυμπίᾳ, Νεμείων δὲ καὶ Ἰσθμίων ἀναμὶξ ἐπὶ δρόμῳ νίκας ἓξ ἀνῃρημένου. ὁ δὲ Ἀσάμων καὶ ὁ Νίκανδρος Ἠλεῖοι μὲν ἦσαν, πεποίηκε δὲ τῷ μὲν Δάιππος τὴν εἰκόνα, Ἀσάμωνι δὲ Πυριλάμπης Μεσσήνιος.
6.16.6Εὐαλκίδᾳ δὲ Ἠλείῳ καὶ Σελεάδᾳ Λακεδαιμονίῳ, τῷ μὲν ἐν παισὶν ἐγένοντο πυγμῆς νῖκαι, Σελεάδᾳ δὲ ἀνδρῶν πάλης. ἐνταῦθα καὶ ἅρμα οὐ μέγα ἀνάκειται Πολυπείθους Λάκωνος καὶ ἐπὶ στήλης τῆς αὐτῆς Καλλιτέλης ὁ τοῦ Πολυπείθους πατήρ, παλαιστὴς ἀνήρ · νῖκαι δέ σφισι τῷ μὲν ἵπποις, Καλλιτέλει δὲ παλαίσαντί εἰσιν.
6.16.7ἰδιώτας δὲ ἄνδρας Ἠλείους Λάμπον Ἀρνίσκου καὶ Ἀριστάρχου Ψωφίδιοι προξένους ὄντας σφίσιν ἀνέθεσαν ἢ καὶ ἄλλην τινὰ ἐς αὐτοὺς ἔχοντας εὔνοιαν · μέσος δὲ ἕστηκεν αὐτῶν Λύσιππος Ἠλεῖος καταπαλαίσας τοὺς ἐσελθόντας τῶν παίδων, Ἀνδρέας δὲ Ἀργεῖος ἐποίησε τοῦ Λυσίππου τὴν εἰκόνα.
6.16.8Λακεδαιμονίῳ δὲ Δεινοσθένει σταδίουτε ἐγένετο ἐν ἀνδράσιν Ὀλυμπικὴ νίκη καὶ στήλην ἐν τῇ Ἄλτει παρὰ τὸν ἀνδριάντα ἀνέθηκεν ὁ Δεινοσθένης · ὁδοῦ δὲ τῆς ἐς Λακεδαίμονα ἐξ Ὀλυμπίας ἐπὶ ἑτέραν στήλην τὴν ἐν Λακεδαίμονι μέτρα φησὶν εἶναι σταδίους ἑξήκοντα καὶ ἑξακοσίους. Θεόδωρον δὲ λαβόντα ἐπὶ πεντάθλῳ νίκην καὶ Πύτταλον Λάμπιδος πυγμῇ παῖδας κρατήσαντα καὶ Νεολαΐδαν σταδίουτε ἀνελόμενον καὶ ὅπλου στέφανον, Ἠλείους σφᾶς ὄντας ἴστω τις · ἐπὶ δὲ τῷ Πυττάλῳ καὶ τάδε ἔτι λέγουσιν, ὡς γενομένης πρὸς Ἀρκάδας Ἠλείοις ἀμφισβητήσεως περὶ γῆς ὅρων εἶπεν οὗτος ὁ Πύτταλος τὴν δίκην · ὁ δέ οἱ ἀνδριὰς ἔργον ἐστὶν Ὀλυνθίου Σθέννιδος.
6.16.9ἐφεξῆς δὲ Πτολεμαῖόςτέ ἐστιν ἀναβεβηκὼς ἵππον καὶ παρ’αὐτὸν Ἠλεῖος ἀθλητὴς Παιάνιος ὁ Δαματρίου πάληςτε ἐν Ὀλυμπίᾳ καὶ τὰς δύο Πυθικὰς ἀνῃρημένος νίκας. Κλεάρετόςτέ ἐστιν Ἠλεῖος πεντάθλου λαβὼν στέφανον καὶ ἅρμα ἀνδρὸς Ἀθηναίου Γλαύκωνος τοῦ Ἐτεοκλέους · ἀνηγορεύθη δὲ ὁ Γλαύκων οὗτος ἐπὶ ἅρματος τελείου δρόμῳ.
6.17.1ταῦτα μὲν δὴ τὰ ἀξιολογώτατα ἀνδρὶ ποιουμένῳ τὴν ἔφοδον ἐν τῇ Ἄλτει κατὰ τὰ ἡμῖν εἰρημένα · εἰ δὲ ἀπὸ τοῦ Λεωνιδαίου πρὸς τὸν βωμὸν τὸν μέγαν ἀφικέσθαι τῇ δεξιᾷ θελήσειας, τοσάδε ἔστι σοι τῶν ἀνηκόντων ἐς μνήμην. Δημοκράτης Τενέδιος καὶ Ἠλεῖος Κριάννιος, οὗτος μὲν ὅπλου λαβὼν νίκην, Δημοκράτης δὲ ἀνδρῶν πάλης · ἀνδριάντας δὲ τοῦ μὲν Μιλήσιος Διονυσικλῆς, τοῦ δὲ Κριαννίου Μακεδὼν Λῦσός ἐστιν ὁ ἐργασάμενος.
6.17.2Κλαζομενίου δὲ Ἡροδότου καὶ Φιλίνου τοῦ Ἡγεπόλιδος Κῴου ἀνέθεσαν τὰς εἰκόνας αἱ πόλεις, Κλαζομένιοι μὲν ὅτι ἐν Ὀλυμπίᾳ Κλαζομενίων πρῶτος ἀνηγορεύθη νικῶν Ἡρόδοτος, ἡ δέ οἱ νίκη σταδίου γέγονεν ἐν παισί, Φιλῖνον δὲ οἱ Κῷοι δόξης ἕνεκα ἀνέθεσαν · ἐν μέν γε Ὀλυμπίᾳ δρόμου γεγόνασιν αὐτῷ νῖκαι πέντε, τέσσαρες δὲ Πυθοῖ καὶ ἴσαι Νεμείων, ἐν δὲ Ἰσθμῷ μία ἐπὶ ταῖς δέκα.
6.17.3Πτολεμαῖον δὲ τὸν Πτολεμαίου τοῦ Λάγου Ἀριστόλαος ἀνέθηκε Μακεδὼν ἀνήρ. ἀνάκειται δὲ καὶ πύκτης κρατήσας ἐν παισὶ Βούτας Πολυνείκους Μιλήσιος, καὶ Καλλικράτης ἀπὸ τῆς ἐπὶ Ληθαίῳ Μαγνησίας ἐπὶ τῷ ὁπλίτῃ δρόμῳ στεφάνους δύο ἀνῃρημένος · Λυσίππου δὲ ἔργον ἡ τοῦ Καλλικράτους ἐστὶν εἰκών.
6.17.4Ἐνατίωνι δὲ καὶ Ἀλεξιβίῳ, τῷ μὲν ἐν παισὶ σταδίου, Ἀλεξιβίῳ δὲ πεντάθλου γέγονε νίκη, καὶ Ἡραίατε Ἀρκάδων ἐστὶν αὐτῷ πατρὶς καὶ Ἀκέστωρ ὁ τὴν εἰκόνα εἰργασμένος · Ἐνατίωνα δὲ ἧστινος ἦν οὐ δηλοῖ τὸ ἐπίγραμμα, ὅτι δὲ τοῦ Ἀρκάδων ἦν ἔθνους δηλοῖ. Κολοφώνιοι δὲ Ἑρμησιάναξ Ἀγονέου καὶ Εἰκάσιος Λυκίνουτε ὢν καὶ τῆς Ἑρμησιάνακτος θυγατρὸς κατεπάλαισαν μὲν παῖδας ἀμφότεροι, Ἑρμησιάνακτι δὲ καὶ ἀπὸ τοῦ κοινοῦ τοῦ Κολοφωνίων ὑπῆρξεν ἀνατεθῆναι τὴν εἰκόνα.
6.17.5τούτων δέ εἰσιν Ἠλεῖοι πλησίον πυγμῇ παῖδας κρατήσαντες, ὁ μὲν Σθέννιδος ἔργον τοῦ Ὀλυνθίου Χοιρίλος, Θεότιμος δὲ Δαιτώνδα Σικυωνίου · παῖς δὲ ὁ Θεότιμος ἦν Μοσχίωνος, Ἀλεξάνδρῳ τῷ Φιλίππου τῆς ἐπὶ Δαρεῖον καὶ Πέρσας στρατείας μετασχόντος. δύο δὲ αὖθις ἐξ Ἤλιδος, Ἀρχίδαμος τεθρίππῳ νενικηκὼς καὶ Ἐπέραστός ἐστιν ὁ Θεογόνου ὅπλου νίκην ἀνῃρημένος ·
6.17.6εἶναι δὲ καὶ μάντις ὁ Ἐπέραστος τοῦ Κλυτιδῶν γένους φησὶν ἐπὶ τοῦ ἐπιγράμματος τῇ τελευτῇ, “τῶν δ’ἱερογλώσσων Κλυτιδᾶν γένος εὔχομαι εἶναι μάντις, ἀπ’ἰσοθέων αἷμα Μελαμποδιδᾶν”. Μελάμποδος γὰρ ἦν τοῦ Ἀμυθάονος Μάντιος, τοῦ δὲ Ὀικλῆς, Κλυτίος δὲ Ἀλκμαίωνος τοῦ Ἀμφιαράου τοῦ Ὀϊκλέους · ἐγεγόνει δὲ τῷ Ἀλκμαίωνι ὁ Κλυτίος ἐκ τῆς Φηγέως θυγατρὸς καὶ ἐς τὴν Ἦλιν μετῴκησε, τοῖς ἀδελφοῖς εἶναι τῆς μητρὸς σύνοικος φεύγων, ἅτε τοῦ Ἀλκμαίωνος ἐπιστάμενος σφᾶς εἰργασμένους τὸν φόνον.
6.17.7ἀνδριάντας δὲ ἀναμεμιγμένους οὐκ ἐπιφανέσιν ἄγαν ἀναθήμασιν Ἀλεξίνικόντε Ἠλεῖον, τέχνην τοῦ Σικυωνίου Κανθάρου, πάλης ἐν παισὶν ἀνῃρημένον νίκην, καὶ τὸν Λεοντῖνον Γοργίαν ἰδεῖν ἔστιν · ἀναθεῖναι δὲ τὴν εἰκόνα ἐς Ὀλυμπίαν φησὶν Εὔμολπος ἀπόγονος τρίτος Δηικράτους συνοικήσαντος ἀδελφῇ τῇ Γοργίου.
6.17.8οὗτος ὁ Γοργίας πατρὸς μὲν ἦν Χαρμαντίδου, λέγεται δὲ ἀνασώσασθαι μελέτην λόγων πρῶτος ἠμελημένηντε ἐς ἅπαν καὶ ἐς λήθην ὀλίγου δεῖν ἥκουσαν ἀνθρώποις · εὐδοκιμῆσαι δὲ Γοργίαν λόγων ἕνεκα ἔντε πανηγύρει τῇ Ὀλυμπικῇ φασι καὶ ἀφικόμενον κατὰ πρεσβείαν ὁμοῦ Τισίᾳ παρ’Ἀθηναίους. καίτοι ἄλλατε Τισίας ἐς λόγους ἐσηνέγκατο καὶ πιθανώτατα τῶν καθ’αὑτὸν γυναικὶ Συρακουσίᾳ χρημάτων ἔγραψεν ἀμφισβήτησιν ·
6.17.9ἀλλά γε ἐκείνουτε ἐς πλέον τιμῆς ἀφίκετο ὁ Γοργίας παρὰ Ἀθηναίοις, καὶ Ἰάσων ἐν Θεσσαλίᾳ τυραννήσας Πολυκράτους, οὐ τὰ ἔσχατα ἐνεγκαμένου διδασκαλείου τοῦ Ἀθήνῃσι, τούτου τοῦ ἀνδρὸς ἐπίπροσθεν αὐτὸν ὁ Ἰάσων ἐποιήσατο. βιῶναι δὲ ἔτη Γοργίαν πέντε φασὶν ἐπὶ τοῖς ἑκατόν · Λεοντίνων δὲ ἐρημωθεῖσάν ποτε ὑπὸ Συρακουσίων τὴν πόλιν κατ’ἐμὲ αὖθις συνέβαινεν οἰκεῖσθαι.
6.18.1ἔστι δὲ καὶ τοῦ Κυρηναίου Κρατισθένους χαλκοῦν ἅρμα, καὶ Νίκητε ἐπιβέβηκε τοῦ ἅρματος καὶ αὐτὸς ὁ Κρατισθένης. δῆλα μὲν δὴ ὅτι ἵππων γέγονεν αὐτῷ νίκη · λέγεται δὲ καὶ ὡς Μνασέου τοῦ δρομέως, ἐπικληθέντος δὲ ὑπὸ Ἑλλήνων Λίβυος, εἴη παῖς ὁ Κρατισθένης. τὰ δὲ ἀναθήματα αὐτῷ τὰ ἐς Ὀλυμπίαν ἐστὶ τοῦ Ῥηγίνου Πυθαγόρου τέχνη.
6.18.2ἐνταῦθα καὶ Ἀναξιμένους οἶδα εἰκόνα ἀνευρών, ὃς τὰ ἐν Ἕλλησιν ἀρχαῖα, καὶ ὅσα Φίλιππος ὁ Ἀμύντου καὶ ὕστερον Ἀλέξανδρος εἰργάσατο, συνέγραψεν ὁμοίως ἅπαντα · ἡ δέ οἱ τιμὴ γέγονεν ἐν Ὀλυμπίᾳ παρὰ τῶν Λαμψακηνῶν τοῦ δήμου. ὑπελίπετο δὲ Ἀναξιμένης τοσάδε ἐς μνήμην · βασιλέα γὰρ οὐ τὰ πάντα ἤπιον ἀλλὰ καὶ τὰ μάλιστα θυμῷ χρώμενον, Ἀλέξανδρον τὸν Φιλίππου, τέχνῃ περιῆλθε τοιᾷδε.
6.18.3Λαμψακηνῶν τὰ βασιλέως τοῦ Περσῶν φρονησάντων ἢ καὶ αἰτίαν φρονῆσαι λαβόντων, ὁ Ἀλέξανδρος ἅτε ὑπερζέων ἐς αὐτοὺς τῇ ὀργῇ κακῶν ἠπείλει τὰ μέγιστα ἐργάσασθαι · οἱ δὲ ἅτε θέοντες περὶ γυναικῶντε καὶ παίδων καὶ αὐτῆς πατρίδος ἀποστέλλουσιν Ἀναξιμένην ἱκετεύειν, Ἀλεξάνδρῳτε αὐτῷ καὶ ἔτι Φιλίππῳ πρότερον γεγονότα ἐν γνώσει. προσῄειτε ὁ Ἀναξιμένης, καὶ τὸν Ἀλέξανδρον, πεπυσμένον καθ’ἥντινα αἰτίαν ἥκοι, κατομόσασθαί φασιν ἐπονομάζοντα θεοὺς τοὺς Ἑλλήνων ἦ μὴν αὐτοῦ ταῖς δεήσεσιν ὁπόσα ἐστὶν ἐναντία ἐργάσασθαι.
6.18.4ἔνθα δὴ εἶπεν Ἀναξιμένης · “χαρίσασθαι μοι τήνδε ὦ βασιλεῦ τὴν χάριν, ἐξανδραποδίσασθαι μὲν γυναῖκας καὶ τέκνα Λαμψακηνῶν, καταβαλεῖν δὲ καὶ ἐς ἔδαφος τὴν πόλιν πᾶσαν, τὰ δὲ ἱερὰ τῶν θεῶν σφισιν ἐμπρῆσαι”. ὁ μὲν ταῦτα ἔλεγεν, Ἀλέξανδρος δὲ οὔτε πρὸς τὸ σόφισμα ἀντιμηχανήσασθαί τι εὑρίσκων καὶ ἐνεχόμενος τῇ ἀνάγκῃ τοῦ ὅρκου συγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖς.
6.18.5φαίνεται δὲ καὶ ἄνδρα ὁ Ἀναξιμένης ἐχθρὸν οὐκ ἀμαθέστατα ἀλλὰ καὶ ἐπιφθονώτατα ἀμυνάμενος. ἐπεφύκει μὲν αὐτὸς σοφιστὴς καὶ σοφιστῶν λόγους μιμεῖσθαι · ὡς δέ οἱ διαφορὰ ἐς Θεόπομπον ἐγεγόνει τὸν Δαμασιστράτου, γράφει βιβλίον ἐς Ἀθηναίους καὶ ἐπὶ Λακεδαιμονίοις ὁμοῦ καὶ Θηβαίοις συγγραφὴν λοίδορον. ὡς δὲ ἦν ἐς τὸ ἀκριβέστατον αὐτῷ μεμιμημένα, ἐπιγράψας τοῦ Θεοπόμπου τὸ ὄνομα τῷ βιβλίῳ διέπεμπεν ἐς τὰς πόλεις · καὶ αὐτόςτε συγγεγραφὼς ἦν καὶ τὸ ἔχθος τὸ ἐς Θεόπομπον ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ἐπηύξητο.
6.18.6οὐ μὴν οὐ δὲ εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρηκώς · τὰ ἔπη δὲ τὰ ἐς Ἀλέξανδρον οὔ μοι πιστά ἐστιν Ἀναξιμένην τὸν ποιήσαντα εἶναι. Σωτάδης δὲ ἐπὶ δολίχου νίκαις Ὀλυμπιάδι μὲν ἐνάτῃ καὶ ἐνενηκοστῇ Κρής, καθάπερ γε καὶ ἦν, ἀνερρήθη, τῇ ἐπὶ ταύτῃ δὲ λαβὼν χρήματα παρὰ τοῦ Ἐφεσίων κοινοῦ Ἐφεσίοις ἐσεποίησεν αὑτόν · καὶ αὐτὸν ἐπὶ τῷ ἔργῳ φυγῇ ζημιοῦσιν οἱ Κρῆτες.
6.18.7πρῶται δὲ ἀθλητῶν ἀνετέθησαν ἐς Ὀλυμπίαν εἰκόνες Πραξιδάμαντόςτε Αἰγινήτου νικήσαντος πυγμῇ τὴν ἐνάτην Ὀλυμπιάδα ἐπὶ ταῖς πεντήκοντα καὶ Ὀπουντίου Ῥηξιβίου παγκρατιαστὰς καταγωνισαμένου μιᾷ πρὸς ταῖς ἑξήκοντα Ὀλυμπιάδι · αὗται κεῖνται μὲν αἱ εἰκόνες οὐ πρόσω τῆς Οἰνομάου κίονος, ξύλου δέ εἰσιν εἰργασμέναι, Ῥηξιβίου μὲν συκῆς, ἡ δὲ τοῦ Αἰγινήτου κυπαρίσσου καὶ ἧσσον τῆς ἑτέρας πεπονηκυῖά ἐστιν.
6.19.1ἔστι δὲ λίθου πωρίνου κρηπὶς ἐν τῇ Ἄλτει πρὸς ἄρκτον τοῦ Ἡραίου, κατὰ νώτου δὲ αὐτῆς παρήκει τὸ Κρόνιον · ἐπὶ ταύτης τῆς κρηπῖδός εἰσιν οἱ θησαυροί, καθὰ δὴ καὶ ἐν Δελφοῖς Ἑλλήνων τινὲς ἐποίησαν τῷ Ἀπόλλωνι θησαυρούς. ἔστι δὲ θησαυρὸς ἐν Ὀλυμπίᾳ Σικυωνίων καλούμενος, Μύρωνος δὲ ἀνάθημα τυραννήσαντος Σικυωνίων ·
6.19.2τοῦτον ᾠκοδόμησεν ὁ Μύρων νικήσας ἅρματι τὴν τρίτην καὶ τριακοστὴν Ὀλυμπιάδα. ἐν δὲ τῷ θησαυρῷ καὶ θαλάμους δύο ἐποίησε, τὸν μὲν Δώριον, τὸν δὲ ἐργασίας τῆς Ἰώνων. χαλκοῦ μὲν δὴ αὐτοὺς ἑώρων εἰργασμένους · εἰ δὲ καὶ Ταρτήσσιος χαλκὸς λόγῳ τῷ Ἠλείων ἐστίν, οὐκ οἶδα.
6.19.3Ταρτήσσιον δὲ εἶναι ποταμὸν ἐν χώρᾳ τῇ Ἰβήρων λέγουσι στόμασιν ἐς θάλασσαν κατερχόμενον δυσὶ καὶ ὁμώνυμον αὐτῷ πόλιν ἐν μέσῳ τοῦ ποταμοῦ τῶν ἐκβολῶν κειμένην · τὸν δὲ ποταμὸν μέγιστόντε ὄντα τῶν ἐν Ἰβηρίᾳ καὶ ἄμπωτιν παρεχόμενον Βαῖτιν ὠνόμασαν οἱ ὕστερον, εἰσὶ δ’οἳ Καρπίαν Ἰβήρων πόλιν καλεῖσθαι νομίζουσι τὰ ἀρχαιότερα Ταρτησσόν.
6.19.4ἐν Ὀλυμπίᾳ δὲ ἐπιγράμματα ἐπὶ τῷ ἐλάσσονί ἐστι τῶν θαλάμων, ἐς μὲν τοῦ χαλκοῦ τὸν σταθμόν, ὅτι πεντακόσια εἴη τάλαντα, ἐς δὲ τοὺς ἀναθέντας, Μύρωνα εἶναι καὶ τὸν Σικυωνίων δῆμον. ἐν τούτῳ τῷ θησαυρῷ δίσκοι τὸν ἀριθμὸν ἀνάκεινται τρεῖς, ὅσους ἐς τοῦ πεντάθλου τὸ ἀγώνισμα ἐσκομίζουσι · καὶ ἀσπίς ἐστιν ἐπίχαλκος γραφῇ τὰ ἐντὸς πεποικιλμένη καὶ κράνοςτε καὶ κνημῖδες ὁμοῦ τῇ ἀσπίδι · ἐπίγραμμα δὲ ἐπὶ τοῖς ὅπλοις, ἀκροθίνιον τῷ Διὶ ὑπὸ Μυάνων ἀνατεθῆναι. οἵτινες δὲ οὗτοι ἦσαν, οὐ κατὰ τὰ αὐτὰ παρίστατο ἅπασιν εἰκάζειν ·
6.19.5ἐμὲ δὲ ἐσῆλθεν ἀνάμνησις ὡς Θουκυδίδης ποιήσειεν ἐν τοῖς λόγοις Λοκρῶν τῶν πρὸς τῇ Φωκίδι καὶ ἄλλας πόλεις, ἐν δὲ αὐταῖς εἶναι καὶ Μυονέας. οἱ Μυᾶνες οὖν οἱ ἐπὶ τῇ ἀσπίδι κατά γε ἡμετέραν γνώμην ἄνθρωποι μέν εἰσιν οἱ αὐτοὶ καὶ Μυονεῖς οἱ ἐν τῇ Λοκρίδι ἠπείρῳ · τὰ δὲ ἐπὶ τῇ ἀσπίδι γράμματα παρῆκται μὲν ἐπὶ βραχύ, πέπονθε δὲ αὐτὸ διὰ τοῦ ἀναθήματος τὸ ἀρχαῖον.
6.19.6κεῖνται δὲ καὶ ἄλλα ἐνταῦθα ἄξια ἐπιμνησθῆναι, μάχαιρα ἡ Πέλοπος χρυσοῦ τὴν λαβὴν πεποιημένη, καὶ εἰργασμένον ἐλέφαντος κέρας τὸ Ἀμαλθείας, ἀνάθημα Μιλτιάδου τοῦ Κίμωνος, ὃς τὴν ἀρχὴν ἔσχεν ἐν χερρονήσῳ τῇ Θρᾳκίᾳ πρῶτος τῆς οἰκίας ταύτης · καὶ ἐπίγραμμα ἐπὶ τῷ κέρατί ἐστιν ἀρχαίοις Ἀττικοῖς γράμμασι, “Ζηνί μ’ἄγαλμ’ἀνέθηκαν Ὀλυμπίῳ ἐκ χερονήσου τεῖχος ἑλόντες Ἀράτου · ἐπῆρχε δὲ Μιλτιάδης σφίν”. κεῖται δὲ καὶ ἄγαλμα πύξινον Ἀπόλλωνος ἐπιχρύσου τὴν κεφαλήν · ἀνατεθῆναι δὲ ὑπὸ Λοκρῶν φησι τῶν πρὸς Ζεφυρίῳ τῇ ἄκρᾳ, Πατροκλέα δὲ εἶναι Κατίλλου Κροτωνιάτην τὸν εἰργασμένον.
6.19.7ἐφεξῆς δὲ τῷ Σικυωνίων ἐστὶν ὁ Καρχηδονίων θησαυρός, Ποθαίου τέχνη καὶ Ἀντιφίλουτε καὶ Μεγακλέους · ἀναθήματα δὲ ἐν αὐτῷ Ζεὺς μεγέθει μέγας καὶ θώρακες λινοῖ τρεῖς ἀριθμόν, Γέλωνος δὲ ἀνάθημα καὶ Συρακοσίων Φοίνικας ἤτοι τριήρεσιν ἢ καὶ πεζῇ μάχῃ κρατησάντων.
6.19.8ὁ δὲ τρίτος τῶν θησαυρῶν καὶ ὁ τέταρτος ἀνάθημά ἐστιν Ἐπιδαμνίων ἔχει μὲν πόλον ἀνεχόμενον ὑπὸ Ἄτλαντος, ἔχει δὲ Ἡρακλέα καὶ δένδρον τὸ παρὰ Ἑσπερίσι, τὴν μηλέαν, καὶ περιειλιγμένον τῇ μηλέᾳ τὸν δράκοντα, κέδρου μὲν καὶ ταῦτα, Θεοκλέους δὲ ἔργα τοῦ Ἡγύλου · ποιῆσαι δὲ αὐτὸν ὁμοῦ τῷ παιδί φησι τὰ ἐπὶ τοῦ πόλου γράμματα. αἱ δὲ Ἑσπερίδες — μετεκινήθησαν γὰρ ὑπὸ Ἠλείων — αὗται μὲν ἔτι καὶ ἐς ἐμὲ ἦσαν ἐν τῷ Ἡραίῳ · τὸν δὲ θησαυρὸν τοῖς Ἐπιδαμνίοις Πύρρος καὶ οἱ παῖδες Λακράτηςτε καὶ Ἕρμων ἐποίησαν.
6.19.9ᾠκοδόμησαν δὲ καὶ Συβαρῖται θησαυρὸν ἐχόμενον τοῦ Βυζαντίων · ὁπόσοι δὲ περὶ Ἰταλίας καὶ πόλεων ἐπολυπραγμόνησαν τῶν ἐν αὐτῇ, Λουπίας φασὶ κειμένην Βρεντεσίουτε μεταξὺ καὶ Ὑδροῦντος μεταβεβληκέναι τὸ ὄνομα, Σύβαριν οὖσαν τὸ ἀρχαῖον · ὁ δὲ ὅρμος ταῖς ναυσὶ χειροποίητος καὶ Ἀδριανοῦ βασιλέως ἐστὶν ἔργον.
6.19.10πρὸς δὲ τῷ Συβαριτῶν Λιβύων ἐστὶ τῶν ἐν Κυρήνῃ θησαυρός · κεῖνται δὲ βασιλεῖς ἐν αὐτῷ Ῥωμαίων. Σικελιώτας δὲ Σελινουντίους ἀνέστησαν μὲν Καρχηδόνιοι πολέμῳ · πρὶν δὲ ἢ τὴν συμφορὰν γενέσθαι σφίσι, θησαυρὸν τῷ ἐν Ὀλυμπίᾳ Διὶ ἐποίησαν. Διόνυσος δέ ἐστιν ἐνταῦθα πρόσωπον καὶ ἄκρους πόδας καὶ τὰς χεῖρας ἐλέφαντος εἰργασμένος.
6.19.11ἐν δὲ τῷ Μεταποντίνων θησαυρῷ — προσεχὴς γὰρ τῷ Σελινουντίων ἐστὶν οὗτος — ἐν τούτῳ πεποιημένος ἐστὶν Ἐνδυμίων · πλὴν δὲ ἐσθῆτός ἐστι τὰ λοιπὰ καὶ τῷ Ἐνδυμίωνι ἐλέφαντος. Μεταποντίνους δὲ ἥτις μὲν ἐπέλαβεν ἀπολέσθαι πρόφασις, οὐκ οἶδα · ἐπ’ἐμοῦ δὲ ὅτι μὴ θέατρον καὶ περίβολοι τείχους ἄλλο ἐλείπετο οὐδὲν Μεταποντίου.
6.19.12Μεγαρεῖς δὲ οἱ πρὸς τῇ Ἀττικῇ θησαυρόντε ᾠκοδομήσαντο καὶ ἀναθήματα ἀνέθεσαν ἐς τὸν θησαυρὸν κέδρου ζῴδια χρυσῷ διηνθισμένα, τὴν πρὸς Ἀχελῷον Ἡρακλέους μάχην · Ζεὺς δὲ ἐνταῦθα καὶ ἡ Δηιάνειρα καὶ Ἀχελῷος καὶ Ἡρακλῆς ἐστιν, Ἄρηςτε τῷ Ἀχελῴῳ βοηθῶν. εἱστήκει δὲ καὶ Ἀθηνᾶς ἄγαλμα ἅτε οὖσα τῷ Ἡρακλεῖ σύμμαχος · αὕτη παρὰ τὰς Ἑσπερίδας ἀνάκειται νῦν τὰς ἐν τῷ Ἡραίῳ.
6.19.13τοῦ θησαυροῦ δὲ ἐπείργασται τῷ ἀετῷ ὁ γιγάντων καὶ θεῶν πόλεμος · ἀνάκειται δὲ καὶ ἀσπὶς ὑπὲρ τοῦ ἀετοῦ, τοὺς Μεγαρέας ἀπὸ Κορινθίων ἀναθεῖναι τὸν θησαυρὸν λέγουσα. ταύτην Μεγαρεῦσιν ἡγοῦμαι τὴν νίκην Ἀθήνῃσιν ἄρχοντος γενέσθαι Φόρβαντος, ἄρχοντος δὲ διὰ τοῦ αὑτοῦ βίου παντός · ἐνιαύσιαι γὰρ οὐκ ἦσάν πω τότε Ἀθηναίοις αἱ ἀρχαί, οὐ μὴν οὐ δὲ ὑπὸ Ἠλείων ἀνεγράφοντό πω τηνικαῦτα αἱ Ὀλυμπιάδες.
6.19.14λέγονται δὲ καὶ Ἀργεῖοι μετασχεῖν πρὸς τοὺς Κορινθίους Μεγαρεῦσι τοῦ ἔργου. τὸν δὲ ἐν Ὀλυμπίᾳ θησαυρὸν ἔτεσιν ὕστερον τῆς μάχης ἐποίησαν οἱ Μεγαρεῖς · τὰ δὲ ἀναθήματα ἐκ παλαιοῦ σφᾶς ἔχειν εἰκός, ἅ γε ὁ Λακεδαιμόνιος † Δόντας Διποίνου καὶ Σκύλλιδος μαθητὴς ἐποίησε.
6.19.15τελευταῖος δὲ τῶν θησαυρῶν πρὸς αὐτῷ μέν ἐστιν ἤδη τῷ σταδίῳ, Γελῴων δὲ ἀνάθημα τόντε θησαυρὸν καὶ τὰ ἀγάλματα εἶναι τὰ ἐν αὐτῷ λέγει τὸ ἐπίγραμμα · οὐ μέντοι ἀνακείμενά γε ἔτι ἀγάλματά ἐστιν.
6.20.1τὸ δὲ ὄρος τὸ Κρόνιον κατὰ τὰ ἤδη λελεγμένα μοι παρὰ τὴν κρηπῖδα καὶ τοὺς ἐπ’αὐτῇ παρήκει θησαυρούς. ἐπὶ δὲ τοῦ ὄρους τῇ κορυφῇ θύουσιν οἱ Βασίλαι καλούμενοι τῷ Κρόνῳ κατὰ ἰσημερίαν τὴν ἐν τῷ ἦρι, Ἐλαφίῳ μηνὶ παρὰ Ἠλείοις.
6.20.2ἐν δὲ τοῖς πέρασι τοῦ Κρονίου κατὰ τὸ πρὸς τὴν ἄρκτον ἔστιν ἐν μέσῳ τῶν θησαυρῶν καὶ τοῦ ὄρους ἱερὸν Εἰλειθυίας, ἐν δὲ αὐτῷ Σωσίπολις Ἠλείοις ἐπιχώριος δαίμων ἔχει τιμάς. τὴν μὲν δὴ Εἰλείθυιαν ἐπονομάζοντες Ὀλυμπίαν, ἱερασομένην αἱροῦνται τῇ θεῷ κατὰ ἔτος ἕκαστον · ἡ δὲ πρεσβῦτις ἡ θεραπεύουσα τὸν Σωσίπολιν νόμῳτε ἁγιστεύει τῷ Ἠλείων καὶ αὐτὴ λουτράτε ἐσφέρει τῷ θεῷ καὶ μάζας κατατίθησιν αὐτῷ μεμαγμένας μέλιτι.
6.20.3ἐν μὲν δὴ τῷ ἔμπροσθεν τοῦ ναοῦ — διπλοῦς γὰρ δὴ πεποίηται — τῆςτε Εἰλειθυίας βωμὸς καὶ ἔσοδος ἐς αὐτό ἐστιν ἀνθρώποις · ἐν δὲ τῷ ἐντὸς ὁ Σωσίπολις ἔχει τιμάς, καὶ ἐς αὐτὸ ἔσοδος οὐκ ἔστι πλὴν τῇ θεραπευούσῃ τὸν θεὸν ἐπὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐφειλκυσμένῃ ὕφος λευκόν · παρθένοι δὲ ἐν τῷ τῆς Εἰλειθυίας ὑπομένουσαι καὶ γυναῖκες ὕμνον ᾄδουσι, καθαγίζουσαι δὲ καὶ θυμιάματα παντοῖα αὐτῷ ἐπισπένδειν οὐ νομίζουσιν οἶνον. καὶ ὅρκος παρὰ τῷ Σωσιπόλιδι ἐπὶ μεγίστοις καθέστηκεν.
6.20.4λέγεται δὲ καὶ Ἀρκάδων ἐς τὴν Ἠλείαν ἐσβεβληκότων στρατιᾷ καὶ τῶν Ἠλείων σφίσιν ἀντικαθημένων γυναῖκα ἀφικομένην παρὰ τῶν Ἠλείων τοὺς στρατηγούς, νήπιον παῖδα ἔχουσαν ἐπὶ τῷ μαστῷ, λέγειν ὡς τέκοι μὲν αὐτὴ τὸν παῖδα, διδοίη δὲ ἐξ ὀνειράτων συμμαχήσοντα Ἠλείοις. οἱ δὲ ἐν ταῖς ἀρχαῖς — πιστὰ γὰρ τὴν ἄνθρωπον ἡγοῦντο εἰρηκέναι — τιθέασι τὸ παιδίον πρὸ τοῦ στρατεύματος γυμνόν.
6.20.5ἐπῄεσάντε δὴ οἱ Ἀρκάδες καὶ τὸ παιδίον ἐνταῦθα ἤδη δράκων ἦν · ταραχθεῖσι δὲ ἐπὶ τῷ θεάματι τοῖς Ἀρκάσι καὶ ἐνδοῦσιν ἐς φυγὴν ἐπέκειντο οἱ Ἠλεῖοι, καὶ νίκηντε ἐπιφανεστάτην ἀνείλοντο καὶ ὄνομα τῷ θεῷ τίθενται Σωσίπολιν. ἔνθα δέ σφισιν ὁ δράκων ἔδοξεν ἐσδῦναι μετὰ τὴν μάχην, τὸ ἱερὸν ἐποίησαν ἐνταῦθα · σὺν δὲ αὐτῷ σέβεσθαι καὶ τὴν Εἰλείθυιαν ἐνόμισαν, ὅτι τὸν παῖδά σφισιν ἡ θεὸς αὕτη προήγαγεν ἐς ἀνθρώπους.
6.20.6τοῖς δὲ τῶν Ἀρκάδων ἀποθανοῦσιν ἐν τῇ μάχῃ ἐστὶ τὸ μνῆμα ἐπὶ τοῦ λόφου διαβάντων τὸν Κλάδεον ὡς ἐπὶ ἡλίου δυσμάς. πλησίον δὲ τῆς Εἰλειθυίας ἐρείπια Ἀφροδίτης Οὐρανίας ἱεροῦ λείπεται, θύουσι δὲ καὶ αὐτόθι ἐπὶ τῶν βωμῶν.
6.20.7ἔστι δὲ ἐντὸς τῆς Ἄλτεως κατὰ τὴν πομπικὴν ἔσοδον Ἱπποδάμειον καλούμενον, ὅσον πλέθρου χωρίον περιεχόμενον θριγκῷ · ἐς τοῦτο ἅπαξ κατὰ ἔτος ἕκαστον ἔστι ταῖς γυναιξὶν ἔσοδος, αἳ θύουσι τῇ Ἱπποδαμείᾳ καὶ ἄλλα ἐς τιμὴν δρῶσιν αὐτῆς. τὴν δὲ Ἱπποδάμειάν φασιν ἐς Μιδέαν τὴν ἐν τῇ Ἀργολίδι ἀποχωρῆσαι, ἅτε τοῦ Πέλοπος ἐπὶ τῷ Χρυσίππου θανάτῳ μάλιστα ἐς ἐκείνην ἔχοντος τὴν ὀργήν · αὐτοὶ δὲ ὕστερον ἐκ μαντείας κομίσαι φασὶ τῆς Ἱπποδαμείας τὰ ὀστᾶ ἐν Ὀλυμπίᾳ.
6.20.8ἔστι δὲ ἐπὶ τῷ πέρατι τῶν ἀγαλμάτων ἃ ἐπὶ ζημίαις ἐποιήσαντο ἀθλητῶν, ἐπὶ τούτῳ τῷ πέρατί ἐστιν ἣν Κρυπτὴν ὀνομάζουσιν ἔσοδον · διὰ δὲ αὐτῆς τούςτε Ἑλλανοδίκας ἐσιέναι ἐς τὸ στάδιον καὶ τοὺς ἀγωνιστάς. τὸ μὲν δὴ στάδιον γῆς χῶμά ἐστι, πεποίηται δὲ ἐν αὐτῷ καθέδρα τοῖς τιθεῖσι τὸν ἀγῶνα. ἔστι δὲ ἀπαντικρὺ τῶν Ἑλλανοδικῶν βωμὸς λίθου λευκοῦ ·
6.20.9ἐπὶ τούτου καθεζομένη τοῦ βωμοῦ θεᾶται γυνὴ τὰ Ὀλύμπια, ἱέρεια Δήμητρος Χαμύνης, τιμὴν ταύτην ἄλλοτε ἄλλη λαμβάνουσα παρὰ Ἠλείων. παρθένους δὲ οὐκ εἴργουσι θεᾶσθαι. πρὸς δὲ τοῦ σταδίου τῷ πέρατι, ᾗ τοῖς σταδιαδρόμοις ἄφεσις πεποίηται, Ἐνδυμίωνος μνῆμα ἐνταῦθα λόγῳ Ἠλείων ἐστίν.
6.20.10ὑπερβάλλοντι δὲ ἐκ τοῦ σταδίου, καθότι οἱ Ἑλλανοδίκαι καθέζονται, κατὰ τοῦτο χωρίον ἐς τῶν ἵππων ἀνειμένον τοὺς δρόμους καὶ ἡ ἄφεσίς ἐστι τῶν ἵππων. παρέχεται μὲν οὖν σχῆμα ἡ ἄφεσις κατὰ πρῷραν νεώς, τέτραπται δὲ αὐτῆς τὸ ἔμβολον ἐς τὸν δρόμον · καθότι δὲ τῇ Ἀγνάπτου στοᾷ προσεχής ἐστιν ἡ πρῷρα, κατὰ τοῦτο εὐρεῖα γίνεται, δελφὶς δὲ ἐπὶ κανόνος κατὰ ἄκρον μάλιστα τὸ ἔμβολον πεποίηται χαλκοῦς.
6.20.11ἑκατέρα μὲν δὴ πλευρὰ τῆς ἀφέσεως πλέον ἢ τετρακοσίους πόδας παρέχεται τοῦ μήκους, ᾠκοδόμηται δὲ ἐν αὐταῖς οἰκήματα · ταῦτα κλήρῳ τὰ οἰκήματα διαλαγχάνουσιν οἱ ἐσιόντες ἐς τὸν ἀγῶνα τῶν ἵππων. πρὸ δὲ τῶν ἁρμάτων ἢ καὶ ἵππων τῶν κελήτων, διήκει πρὸ αὐτῶν καλῴδιον ἀντὶ ὕσπληγος · βωμὸς δὲ ὠμῆς πλίνθου τὰ ἐκτὸς κεκονιαμένος ἐπὶ ἑκάστης Ὀλυμπιάδος ποιεῖται κατὰ τὴν πρῷραν μάλιστά που μέσην, ἀετὸς δὲ ἐπὶ τῷ βωμῷ χαλκοῦς κεῖται τὰ πτερὰ ἐπὶ μήκιστον ἐκτείνων.
6.20.12ἀνακινεῖ μὲν δὴ τὸ ἐν τῷ βωμῷ μηχάνημα ὁ τεταγμένος ἐπὶ τῷ δρόμῳ · ἀνακινηθέντος δὲ ὁ μὲν ἐς τὸ ἄνω πεποίηται πηδᾶν ὁ ἀετός, ὡς τοῖς ἥκουσιν ἐπὶ τὴν θέαν γενέσθαι σύνοπτος, ὁ δελφὶς δὲ ἐς ἔδαφος πίπτει.
6.20.13πρῶται μὲν δὴ ἑκατέρωθεν αἱ πρὸς τῇ στοᾷ τῇ Ἀγνάπτου χαλῶσιν ὕσπληγες, καὶ οἱ κατὰ ταύτας ἑστηκότες ἐκθέουσιν ἵπποι πρῶτοι · θέοντέςτε δὴ γίνονται κατὰ τοὺς εἰληχότας ἑστάναι τὴν δευτέραν τάξιν, καὶ τηνικαῦτα χαλῶσιν αἱ ὕσπληγες αἱ ἐν τῇ δευτέρᾳ τάξει · διὰ πάντωντε κατὰ τὸν αὐτὸν λόγον συμβαίνει τῶν ἵππων, ἔστ’ἂν ἐξισωθῶσιν ἀλλήλοις κατὰ τῆς πρῴρας τὸ ἔμβολον · τὸ ἀπὸ τούτου δὲ ἤδη καθέστηκεν ἐπίδειξις ἐπιστήμηςτε ἡνιόχων καὶ ἵππων ὠκύτητος.
6.20.14τὸ μὲν δὴ ἐξ ἀρχῆς Κλεοίτας ἐστὶν ἄφεσιν μηχανησάμενος, καὶ φρονῆσαί γε φαίνεται ἐπὶ τῷ εὑρήματι, ὡς καὶ ἐπίγραμμα ἐπὶ ἀνδριάντι τῷ Ἀθήνῃσιν ἐπιγράψαι “ὃς τὴν ἱππάφεσιν ἐν Ὀλυμπίᾳ εὕρατο πρῶτος, τεῦξέ με Κλεοίτας υἱὸς Ἀριστοκλέους” · Κλεοίτα δέ φασιν ὕστερον Ἀριστείδην σοφίαν τινὰ καὶ αὐτὸν ἐς τὸ μηχάνημα ἐσενέγκασθαι.
6.20.15παρεχομένου δὲ τοῦ ἱπποδρόμου παρήκουσαν ἐς πλέον τὴν ἑτέραν τῶν πλευρῶν, ἔστιν ἐπὶ τῆς μείζονος πλευρᾶς, οὔσης χώματος, κατὰ τὴν διέξοδον τὴν διὰ τοῦ χώματος τὸ τῶν ἵππων δεῖμα ὁ Ταράξιππος. σχῆμα μὲν βωμοῦ περιφεροῦς ἐστι, παραθέοντας δὲ κατὰ τοῦτο τοὺς ἵππους φόβοςτε αὐτίκα ἰσχυρὸς ἀπ’οὐδεμιᾶς προφάσεως φανερᾶς καὶ ἀπὸ τοῦ φόβου λαμβάνει ταραχή, τάτε δὴ ἅρματα καταγνύουσιν ὡς ἐπίπαν καὶ οἱ ἡνίοχοι τιτρώσκονται · καὶ τοῦδε ἡνίοχοι ἕνεκα θυσίας θύουσι καὶ γενέσθαι σφίσιν ἵλεων εὔχονται τὸν Ταράξιππον.
6.20.16Ἕλληνες δὲ οὐ κατὰ τὰ αὐτὰ νομίζουσιν ἐς τὸν Ταράξιππον, ἀλλ’οἱ μὲν εἶναι τάφον ἀνδρὸς αὐτόχθονος καὶ ἀγαθοῦ τὰ ἐς ἱππικήν — καὶ ὄνομα Ὠλένιον αὐτῷ τίθενται, ἀπὸ τούτου δὲ καὶ τὴν Ὠλενίαν ἐν τῇ Ἠλείᾳ πέτραν φασὶν ὀνομασθῆναι —, οἱ δὲ τὸν Φλιοῦντος Δαμέωνα μετασχόντα Ἡρακλεῖ τῆς ἐπὶ Αὐγέαν καὶ Ἠλείους στρατείας αὐτόντε ἀποθανεῖν καὶ τὸν ἵππον ἐφ’ᾧ ἐπωχεῖτο ὑπὸ Κτεάτου λέγουσι τοῦ Ἄκτορος, καὶ τὸ μνῆμα κοινὸν Δαμέωνι καὶ τῷ ἵππῳ γενέσθαι.
6.20.17λέγουσι δὲ καὶ ὡς Μυρτίλῳ κενὸν ἐνταῦθα ἠρίον ποιήσειε Πέλοψ καὶ θύσειέτε αὐτῷ τὸ ἐπὶ τῷ φόνῳ μήνιμα ἰώμενος καὶ ἐπονομάσαι Ταράξιππον, ὅτι τῷ Οἰνομάῳ διὰ τοῦ Μυρτίλου τῆς τέχνης ἐταράχθησαν αἱ ἵπποι · τοῖς δέ ἐστιν εἰρημένον ὡς αὐτὸς Οἰνόμαος ὁ τοὺς ἱππεύοντάς ἐστιν ἐν τῷ δρόμῳ βλάπτων. ἤκουσα δὲ καὶ ἐς τὸν Πορθάονος Ἀλκάθουν ἀγόντων τὴν αἰτίαν, ὡς ἐνταῦθα μέρη λάβοι γῆς ὁ Ἀλκάθους ἀποθανὼν ὑπὸ Οἰνομάου τῶν Ἱπποδαμείας γάμων ἕνεκα · ἅτε δὲ ἀτυχήσαντα ἐν ἱπποδρόμῳ, βάσκανόντε εἶναι τοῖς ἱππεύουσι καὶ οὐκ εὐμενῆ δαίμονα.
6.20.18ἀνὴρ δὲ Αἰγύπτιος Πέλοπα ἔφη παρὰ τοῦ Θηβαίου λαβόντα Ἀμφίονος κατορύξαι τι ἐνταῦθα, ἔνθα καλοῦσι τὸν Ταράξιππον, καὶ ὑπὸ τοῦ κατορωρυγμένου ταραχθῆναι μὲν τῷ Οἰνομάῳ τότε, ταράσσεσθαι δὲ καὶ ὕστερον τοῖς πᾶσι τὰς ἵππους · ἠξίου δὲ οὗτος ὁ Αἰγύπτιος εἶναι μὲν Ἀμφίονα, εἶναι δὲ καὶ τὸν Θρᾷκα Ὀρφέα μαγεῦσαι δεινόν, καὶ αὐτοῖς ἐπᾴδουσι θηρίατε ἀφικνεῖσθαι τῷ Ὀρφεῖ καὶ Ἀμφίονι ἐς τὰς τοῦ τείχους οἰκοδομίας τὰς πέτρας. ὁ δὲ πιθανώτατος ἐμοὶ δοκεῖν τῶν λόγων Ποσειδῶνος ἐπίκλησιν εἶναι τοῦ Ἱππίου φησίν.
6.20.19ἔστι δὲ καὶ ἐν Ἰσθμῷ Ταράξιππος Γλαῦκος ὁ Σισύφου · γενέσθαι δὲ αὐτῷ τὴν τελευτὴν λέγουσιν ὑπὸ τῶν ἵππων, ὅτε Ἄκαστος τὰ ἆθλα ἔθηκεν ἐπὶ τῷ πατρί. ἐν Νεμέᾳ δὲ τῇ Ἀργείων ἥρως μὲν ἦν οὐδεὶς ὅστις ἔβλαπτε τοὺς ἵππους · πέτρας δὲ ὑπὲρ τῶν ἵππων τὴν καμπὴν ἀνεστηκυίας χρόαν πυρρᾶς, ἡ ἀπ’αὐτῆς αὐγὴ κατὰ τα- ταὐτὰ καὶ εἰ πῦρ ἐνεποίει φόβον τοῖς ἵπποις. ἀλλὰ γὰρ ὁ ἐν Ὀλυμπίᾳ Ταράξιππος πολὺ δή τι ὑπερηρκώς ἐστιν ἐς ἵππων φόβον. ἐπὶ δὲ νύσσης μιᾶς Ἱπποδαμείας ἐστὶν εἰκὼν χαλκῆ, ταινίαντε ἔχουσα καὶ ἀναδεῖν τὸν Πέλοπα μέλλουσα ἐπὶ τῇ νίκῃ.
6.21.1τὸ δὲ ἕτερον τοῦ ἱπποδρόμου μέρος οὐ χῶμα γῆς ἐστιν, ὄρος δὲ οὐχ ὑψηλόν. ἐπὶ τῷ πέρατι τοῦ ὄρους ἱερὸν πεποίηται Δήμητρι ἐπίκλησιν Χαμύνῃ · καὶ οἱ μὲν ἀρχαῖον τὸ ὄνομα ἥγηνται, χανεῖν γὰρ τὴν γῆν ἐνταῦθα τὸ ἅρμα τοῦ Ἅιδου καὶ αὖθις μύσαι · οἱ δὲ Χάμυνον ἄνδρα Πισαῖον Πανταλέοντι ἐναντιούμενον τῷ Ὀμφαλίωνος τυραννοῦντι ἐν Πίσῃ καὶ ἀπόστασιν βουλεύοντι ἀπὸ Ἠλείων, ἀποθανεῖν φασιν αὐτὸν ὑπὸ τοῦ Πανταλέοντος καὶ ἀπὸ τοῦ Χαμύνου τῆς οὐσίας τῇ Δήμητρι οἰκοδομηθῆναι τὸ ἱερόν.
6.21.2ἀγάλματα δὲ ἀντὶ τῶν ἀρχαίων Κόρην καὶ Δήμητρα λίθου τοῦ Πεντελῆσιν Ἀθηναῖος ἀνέθηκεν Ἡρώδης. ἐν τῷ γυμνασίῳ τῷ ἐν Ὀλυμπίᾳ πεντάθλοις μὲν καθεστήκασιν ἐν αὐτῷ καὶ δρομεῦσιν αἱ μελέται, κρηπὶς δὲ ἐν τῷ ὑπαίθρῳ λίθου πεποίηται · τὸ δὲ ἐξ ἀρχῆς καὶ τρόπαιον κατὰ Ἀρκάδων ἐπὶ τῇ κρηπῖδι εἱστήκει. ἔστι δὲ καὶ ἄλλος ἐλάσσων περίβολος ἐν ἀριστερᾷ τῆς ἐσόδου τῆς ἐς τὸ γυμνάσιον, καὶ αἱ παλαῖστραι τοῖς ἀθληταῖς εἰσιν ἐνταῦθα · τῆς στοᾶς δὲ τῆς πρὸς ἀνίσχοντα ἥλιον τοῦ γυμνασίου προσεχεῖς τῷ τοίχῳ τῶν ἀθλητῶν εἰσιν αἱ οἰκήσεις, ἐπίτε ἄνεμον τετραμμέναι Λίβα καὶ ἡλίου δυσμάς.
6.21.3διαβάντων δὲ τὸν Κλάδεον τάφοςτε Οἰνομάου γῆς χῶμα περιῳκοδομημένον λίθοις ἐστὶ καὶ ὑπὲρ τοῦ μνήματος ἐρείπια οἰκοδομημάτων, ἔνθα τῷ Οἰνομάῳ τὰς ἵππους αὐλίζεσθαι λέγουσιν. ὅροι δὲ πρὸς Ἀρκάδας τῆς χώρας τὰ μὲν παρόντα Ἠλείοις, τὰ δὲ ἐξ ἀρχῆς οἱ αὐτοὶ Πισαίοις καθεστήκεσαν ἀνέχοντες κατὰ τάδε. διαβάντων ποταμὸν Ἐρύμανθον κατὰ τὴν Σαύρου καλουμένην δειράδα τοῦ Σαύρουτε μνῆμα καὶ ἱερόν ἐστιν Ἡρακλέους, ἐρείπια ἐφ’ἡμῶν · λέγουσι δὲ ὡς ὁδοιπόρουςτε καὶ τοὺς προσοικοῦντας ὁ Σαῦρος ἐκακούργει, πρὶν ἢ παρὰ Ἡρακλέους τὴν δίκην ἔσχε.
6.21.4κατὰ ταύτην τὴν ἐπώνυμον τοῦ λῃστοῦ δειράδα ποταμὸς ἀπὸ μεσημβρίας κατιὼν ἐς τὸν Ἀλφειὸν καταντικρὺ τοῦ Ἐρυμάνθου μάλιστα, οὗτός ἐστιν ὁ τὴν Πισαίαν πρὸς Ἀρκάδας διορίζων, ὄνομα δέ οἱ Διάγων. τεσσαράκοντα δὲ ἀπὸ τῆς Σαύρου δειράδος προελθόντι στάδια ἔστιν Ἀσκληπιοῦ ναός, ἐπίκλησιν μὲν Δημαινέτου ἀπὸ τοῦ ἱδρυσαμένου, ἐρείπια δὲ καὶ αὐτός · ᾠκοδομήθη δὲ ἐπὶ τοῦ ὑψηλοῦ παρὰ τὸν Ἀλφειόν.
6.21.5τούτου δὲ οὐ πόρρω ἱερὸν Διονύσου Λευκυανίτου πεποίηται, καὶ ποταμὸς παρέξεισι ταύτῃ Λευκυανίας · ἐκδίδωσι μὲν οὖν καὶ οὗτος ἐς τὸν Ἀλφειόν, κάτεισι δὲ ἐκ Φολόης τοῦ ὄρους. διαβήσῃτε δὴ τὸ ἀπὸ τούτου τὸν Ἀλφειὸν καὶ ἐντὸς γῆς ἔσῃ τῆς Πισαίας.
6.21.6ἐν ταύτῃ τῇ χώρᾳ λόφος ἐστὶν ἀνήκων ἐς ὀξύ, ἐπὶ δὲ αὐτῷ πόλεως Φρίξας ἐρείπια καὶ Ἀθηνᾶς ἐστιν ἐπίκλησιν Κυδωνίας ναός. οὗτος μὲν οὐ τὰ πάντα ἐστὶ σῶς, βωμὸς δὲ καὶ ἐς ἐμὲ ἔτι · ἱδρύσασθαι δὲ τῇ θεῷ τὸ ἱερὸν Κλύμενόν φασιν ἀπόγονον Ἡρακλέους τοῦ Ἰδαίου, παραγενέσθαι δὲ αὐτὸν ἀπὸ Κυδωνίας τῆς Κρητικῆς καὶ τοῦ Ἰαρδάνου ποταμοῦ. λέγουσι δὲ καὶ Πέλοπα οἱ Ἠλεῖοι τῇ Ἀθηνᾷ θῦσαι τῇ Κυδωνίᾳ πρὶν ἢ ἐς τὸν ἀγῶνα αὐτὸν τῷ Οἰνομάῳ καθίστασθαι.
6.21.7προϊόντι δὲ ἐντεῦθεν τότε ὕδωρ τῆς Παρθενίας ἐστὶ καὶ πρὸς τῷ ποταμῷ τάφος ἵππων τῶν Μάρμακος · Ἱπποδαμείας δὲ μνηστῆρα ἔχει λόγος ἀφικέσθαι πρῶτον τοῦτον Μάρμακα καὶ ἀποθανεῖν ὑπὸ τοῦ Οἰνομάου πρὸ τῶν ἄλλων, ὀνόματα δὲ αὐτοῦ ταῖς ἵπποις Παρθενίαντε εἶναι καὶ Ἐρίφαν — Οἰνόμαον δὲ ἐπικατασφάξαι μὲν τὰς ἵππους τῷ Μάρμακι, μεταδοῦναι μέντοι καὶ ταύταις ταφῆναι —, καὶ ὄνομα Παρθενίας τῷ ποταμῷ ἀπὸ ἵππου τῆς Μάρμακος.
6.21.8ἔστι δὲ καὶ ἄλλος Ἁρπινάτης καλούμενος ποταμὸς καὶ οὐ πολὺ ἀπὸ τοῦ ποταμοῦ πόλεως Ἁρπίνης ἄλλατε ἐρείπια καὶ μάλιστα οἱ βωμοί · οἰκίσαι δὲ Οἰνόμαον τὴν πόλιν καὶ θέσθαι τὸ ὄνομα ἀπὸ τῆς μητρὸς λέγουσιν Ἁρπίνης.
6.21.9προελθόντι δὲ οὐ πολὺ γῆς χῶμά ἐστιν ὑψηλόν, τῶν μνηστήρων τῶν Ἱπποδαμείας τάφος. Οἰνόμαον μὲν οὖν ἐγγὺς ἀλλήλων κρύπτειν γῇ φασιν οὐκ ἐπιφανῶς αὐτούς · Πέλοψ δὲ ὕστερον μνῆμα ἐν κοινῷ σφισιν ἐπὶ μέγα ἐξῆρε τιμῇ τῇ ἐς αὐτοὺς καὶ Ἱπποδαμείας χάριτι, δοκεῖν δέ μοι καὶ ὑπόμνημα ἐς τοὺς ἔπειτα ὅσωντε καὶ οἵων τὸν Οἰνόμαον κρατήσαντα ἐνίκησεν αὐτός.
6.21.10ἀπέθανον δὲ ὑπὸ τοῦ Οἰνομάου κατὰ τὰ ἔπη τὰς μεγάλας Ἠοίας Ἀλκάθους ὁ Πορθάονος, δεύτερος οὗτος ἐπὶ τῷ Μάρμακι, μετὰ δὲ Ἀλκάθουν Εὐρύαλος καὶ Εὐρύμαχόςτε καὶ Κρόταλος · τούτων μὲν οὖν γονέαςτε καὶ πατρίδας οὐχ οἷάτε ἦν πυθέσθαι μοι, τὸν δὲ ἀποθανόντα ἐπ’αὐτοῖς Ἀκρίαν τεκμαίροιτο ἄν τις Λακεδαιμόνιόντε εἶναι καὶ οἰκιστὴν Ἀκριῶν. ἐπὶ δὲ τῷ Ἀκρίᾳ Κάπετόν φασιν ὑπὸ τοῦ Οἰνομάου φονευθῆναι καὶ Λυκοῦργον Λάσιόντε καὶ Χαλκώδοντα καὶ Τρικόλωνον · ἀπόγονον δὲ αὐτὸν εἶναι καὶ ὁμώνυμον Τρικολώνῳ τῷ Λυκάονος λέγουσιν οἱ Ἀρκάδες.
6.21.11Τρικολώνου δὲ ὕστερον ἐπέλαβεν ἐν τῷ δρόμῳ τὸ χρεὼν Ἀριστόμαχόντε καὶ Πρίαντα, ἔτι δὲ Πελάγοντα καὶ Αἰόλιόντε καὶ Κρόνιον. οἱ δὲ καὶ ἐπαριθμοῦσι τοῖς κατειλεγμένοις Ἐρύθραν παῖδα Λεύκωνος τοῦ Ἀθάμαντος — ἀπὸ τούτου Ἐρυθραὶ πόλισμα ἐκαλεῖτο Βοιωτῶν — καὶ Ἠιονέα Μάγνητος τοῦ Αἰόλου. τούτοις μὲν δὴ ἐνταῦθά ἐστι τὸ μνῆμα, καὶ τὸν Πέλοπα, ἡνίκα τῶν Πισαίων ἔσχε τὴν ἀρχήν, φασὶν ἐναγίζειν αὐτοῖς ἀνὰ πᾶν ἔτος.
6.22.1προελθόντι δὲ ὅσοντε στάδιον ἀπὸ τοῦ τάφου σημεῖά ἐστιν ἱεροῦ Κορδάκας ἐπίκλησιν Ἀρτέμιδος, ὅτι οἱ τοῦ Πέλοπος ἀκόλουθοι τὰ ἐπινίκια ἤγαγον παρὰ τῇ θεῷ ταύτῃ καὶ ὠρχήσαντο ἐπιχώριον τοῖς περὶ τὸν Σίπυλον κόρδακα ὄρχησιν. τοῦ ἱεροῦ δὲ οὐ πόρρω οἴκημάτε οὐ μέγα καὶ κιβωτός ἐστιν ἐν αὐτῷ χαλκῆ · ὀστᾶ τὰ Πέλοπος ἐν τῇ κιβωτῷ φυλάσσουσι. τείχους δὲ ἢ ἄλλου κατασκευάσματος ἐλείπετο οὐδὲν ἔτι, ἄμπελοι δὲ ἦσαν διὰ τοῦ χωρίου πεφυτευμέναι παντός, ἔνθα ἡ Πίσα ᾠκεῖτο.
6.22.2οἰκιστὴν μὲν δὴ γενέσθαι τῇ πόλει Πίσον τὸν Περιήρους φασὶ τοῦ Αἰόλου · Πισαῖοι δὲ ἐφειλκύσαντο αὐθαίρετον συμφορὰν ἀπεχθανόμενοίτε Ἠλείοις καὶ σπουδὴν ποιούμενοι τιθέναι τὸν Ὀλυμπικὸν ἀγῶνα ἀντὶ Ἠλείων, οἵγε Ὀλυμπιάδι μὲν τῇ ὀγδόῃ τὸν Ἀργεῖον ἐπηγάγοντο Φείδωνα τυράννων τῶν ἐν Ἕλλησι μάλιστα ὑβρίσαντα καὶ τὸν ἀγῶνα ἔθεσαν ὁμοῦ τῷ Φείδωνι, τετάρτῃ δὲ Ὀλυμπιάδι καὶ τριακοστῇ στρατὸν οἱ Πισαῖοι καὶ βασιλεὺς αὐτῶν Πανταλέων ὁ Ὀμφαλίωνος παρὰ τῶν προσχώρων ἀθροίσαντες ἐποίησαν ἀντὶ Ἠλείων τὰ Ὀλύμπια.
6.22.3ταύτας τὰς Ὀλυμπιάδας καὶ ἐπ’αὐταῖς τὴν τετάρτηντε καὶ ἑκατοστήν, τεθεῖσαν δὲ ὑπὸ Ἀρκάδων, ἀνολυμπιάδας οἱ Ἠλεῖοι καλοῦντες οὐ σφᾶς ἐν καταλόγῳ τῶν Ὀλυμπιάδων γράφουσιν. ὀγδόῃ δὲ ἐπὶ ταῖς τεσσαράκοντα Ὀλυμπιάδι Δαμοφῶν ὁ Πανταλέοντος ὑπόνοιαν μέν τινα παρέσχεν Ἠλείοις νεώτερα ἐς αὐτοὺς βουλεύειν, ἐσβαλόντας δὲ ἐς τὴν Πισαίαν σὺν ὅπλοις ἀπελθεῖν οἴκαδε ἀπράκτους ἔπεισε δεήσεσίτε καὶ ὅρκοις.
6.22.4Πύρρου δὲ τοῦ Πανταλέοντος μετὰ Δαμοφῶντα τὸν ἀδελφὸν βασιλεύσαντος Πισαῖοι πόλεμον ἑκούσιον ἐπανείλοντο Ἠλείοις, συναπέστησαν δέ σφισιν ἀπὸ Ἠλείων Μακίστιοι καὶ Σκιλλούντιοι, οὗτοι μὲν ἐκ τῆς Τριφυλίας, τῶν δὲ ἄλλων περιοίκων Δυσπόντιοι · τούτοις καὶ μάλιστα ἐς τοὺς Πισαίους οἰκεῖα ἦν, καὶ οἰκιστὴν Δυσποντέα γενέσθαι σφίσιν Οἰνομάου παῖδα ἐμνημόνευον. Πισαίους μὲν δὴ καὶ ὅσοι τοῦ πολέμου Πισαίοις μετέσχον, ἐπέλαβεν ἀναστάτους ὑπὸ Ἠλείων γενέσθαι ·
6.22.5Πύλου δὲ τῆς ἐν τῇ Ἠλείᾳ δῆλα τὰ ἐρείπια κατὰ τὴν ἐξ Ὀλυμπίας ἐστὶν ἐς Ἦλιν ὀρεινὴν ὁδόν, ὀγδοήκοντα δὲ στάδια ἐς Ἦλιν ἀπὸ τῆς Πύλου. ταύτην τὴν Πύλον ᾤκισε μὲν κατὰ τὰ ἤδη λελεγμένα μοι Μεγαρεὺς ἀνὴρ Πύλων ὁ Κλήσωνος · γενομένη δὲ ὑπὸ Ἡρακλέους ἀνάστατος καὶ αὖθις ἐπισυνοικισθεῖσα ὑπὸ Ἠλείων, ἔμελλεν ἀνὰ χρόνον οὐχ ἕξειν οἰκήτορας. παρὰ δὲ αὐτὴν ποταμὸς Λάδων κάτεισιν ἐς τὸν Πηνειόν.
6.22.6λέγουσι δὲ οἱ Ἠλεῖοι καὶ ἔπος ἐς τὴν Πύλον ταύτην ἔχειν τῶν Ὁμήρου, “γένος δ’ἦν ἐκ ποταμοῖο Ἀλφειοῦ, ὅστ’εὐρὺ ῥέει Πυλίων διὰ γαίης,” καὶ ἐμὲ ἔπειθον λέγοντες · ῥεῖ γὰρ δὴ διὰ τῆς χώρας ταύτης ὁ Ἀλφειός, ἐς δὲ ἄλλην Πύλον οὐκ ἔστιν ἐπενεγκεῖν τὸ ἔπος · Πυλίων γὰρ τῶν ὑπὲρ νήσου τῆς Σφακτηρίας οὐ πέφυκεν ἀρχὴν διοδεύειν τὴν γῆν ὁ Ἀλφειός, οὐ μὴν οὐ δὲ ἐν τῇ Ἀρκάδων Πύλον ποτὲ ὀνομασθεῖσαν ἴσμεν πόλιν.
6.22.7ἀπέχει δὲ ὡς πεντήκοντα Ὀλυμπίας σταδίους κώμητε Ἠλείων Ἡράκλεια καὶ πρὸς αὐτῇ Κύθηρος ποταμός · πηγὴ δὲ ἐκδιδοῦσα ἐς τὸν ποταμὸν καὶ νυμφῶν ἐστιν ἱερὸν ἐπὶ τῇ πηγῇ. ὀνόματα δὲ ἰδίᾳ μὲν ἑκάστῃ τῶν νυμφῶν Καλλιφάεια καὶ Συνάλλασις καὶ Πηγαίατε καὶ Ἴασις, ἐν κοινῷ δέ σφισιν ἐπίκλησις Ἰωνίδες. λουομένοις δὲ ἐν τῇ πηγῇ καμάτωντέ ἐστι καὶ ἀλγημάτων παντοίων ἰάματα · καλεῖσθαι δὲ τὰς νύμφας ἀπὸ Ἴωνος λέγουσι τοῦ Γαργηττοῦ, μετοικήσαντος ἐνταῦθα ἐξ Ἀθηνῶν.
6.22.8εἰ δὲ ἐλθεῖν ἐς Ἦλιν διὰ τοῦ πεδίου θελήσειας, σταδίους μὲν εἴκοσι καὶ ἑκατὸν ἐς Λετρίνους ἕξεις, ὀγδοήκοντα δὲ ἐκ Λετρίνων καὶ ἑκατὸν ἐπὶ Ἦλιν. τὸ μὲν δὴ ἐξ ἀρχῆς πόλισμα ἦν οἱ Λετρῖνοι, καὶ Λετρεὺς ὁ Πέλοπος ἐγεγόνει σφίσιν οἰκιστής · ἐπ’ἐμοῦ δὲ οἰκήματάτε ἐλείπετο ὀλίγα καὶ Ἀλφειαίας Ἀρτέμιδος ἄγαλμα ἐν ναῷ.
6.22.9γενέσθαι δὲ τὴν ἐπίκλησιν τῇ θεῷ λέγουσιν ἐπὶ λόγῳ τοιῷδε · ἐρασθῆναι τῆς Ἀρτέμιδος τὸν Ἀλφειόν, ἐρασθέντα δέ, ὡς ἐπέγνω μὴ γενήσεσθαί οἱ διὰ πειθοῦς καὶ δεήσεως τὸν γάμον, ἐπιτολμᾶν ὡς βιασόμενον τὴν θεόν, καὶ αὐτὸν ἐς παννυχίδα ἐς Λετρίνους ἐλθεῖν ὑπὸ αὐτῆςτε ἀγομένην τῆς Ἀρτέμιδος καὶ νυμφῶν αἷς παίζουσα συνῆν · τὴν δὲ — ἐν ὑπονοίᾳ γὰρ τοῦ Ἀλφειοῦ τὴν ἐπιβουλὴν ἔχειν — ἀλείψασθαι τὸ πρόσωπον πηλῷ καὶ αὐτὴν καὶ ὅσαι τῶν νυμφῶν παρῆσαν, καὶ τὸν Ἀλφειόν, ὡς ἐσῆλθεν, οὐκ ἔχειν αὐτὸν ἀπὸ τῶν ἄλλων διακρῖναι τὴν Ἄρτεμιν, ἅτε δὲ οὐ διαγινώσκοντα ἀπελθεῖν ἐπὶ ἀπράκτῳ τῷ ἐγχειρήματι.
6.22.10Λετριναῖοι μὲν δὴ Ἀλφειαίαν ἐκάλουν τὴν θεὸν ἐπὶ τοῦ Ἀλφειοῦ τῷ ἐς αὐτὴν ἔρωτι · οἱ δὲ Ἠλεῖοι — φιλία γάρ σφισιν ὑπῆρχεν ἐξ ἀρχῆς ἐς Λετριναίους — τὰ παρὰ σφίσιν Ἀρτέμιδι ἐς τιμὴν τῇ Ἐλαφιαίᾳ καθεστηκότα ἐς Λετρίνουςτε μετήγαγον καὶ τῇ Ἀρτέμιδι ἐνόμισαν τῇ Ἀλφειαίᾳ δρᾶν, καὶ οὕτω τὴν Ἀλφειαίαν θεὸν Ἐλαφιαίαν ἀνὰ χρόνον ἐξενίκησεν ὀνομασθῆναι.
6.22.11Ἐλαφιαίαν δὲ ἐκάλουν οἱ Ἠλεῖοι τὴν Ἄρτεμιν ἐπὶ τῶν ἐλάφων ἐμοὶ δοκεῖν τῇ θήρᾳ · αὐτοὶ δὲ γυναικὸς ἐπιχωρίας ὄνομα εἶναι τὴν Ἐλάφιον καὶ ὑπὸ ταύτης τραφῆναι τὴν Ἄρτεμίν φασι. Λετρίνων δὲ ὅσοντε ἕξ ἀπωτέρω σταδίοις ἐστὶν ἀέναος λίμνη τριῶν που τὴν διάμετρον σταδίων μάλιστα.
6.23.1ἐν δὲ Ἤλιδι τὰ ἄξια μνήμης γυμνάσιόν ἐστιν ἀρχαῖον · καὶ ὅσα ἐς τοὺς ἀθλητὰς πρὶν ἢ ἐς Ὀλυμπίαν ἀφικνεῖσθαι νομίζουσιν, ἐν τούτῳ σφίσι τῷ γυμνασίῳ δρᾶν καθέστηκε. πλάτανοι μὲν ὑψηλαὶ διὰ τῶν δρόμων πεφύκασιν ἐντὸς τοίχου · ὁ σύμπας δὲ οὗτος περίβολος καλεῖται Ξυστός, ὅτι Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος ἐς ἄσκησιν ἐγίνετο, ὅσαι τῶν ἀκανθῶν ἐφύοντο ἐνταῦθα ἐπὶ ἑκάστῃ ἡμέρᾳ σφᾶς ἀναξύειν.
6.23.2χωρὶς μὲν δὴ ἐς ἅμιλλαν τῶν δρομέων ἐστὶν ἀποκεκριμένος δρόμος, ὀνομάζεται δὲ ὑπὸ τῶν ἐπιχωρίων ἱερός, χωρὶς δὲ ἔνθα ἐπὶ μελέτῃ δρομεῖς καὶ οἱ πένταθλοι θέουσιν. ἔστι δὲ ἐν τῷ γυμνασίῳ καλούμενον Πλέθριον · ἐν δὲ αὐτῷ συμβάλλουσιν οἱ Ἑλλανοδίκαι τοὺς καθ’ἡλικίαν ἢ καὶ αὐτῷ διαφέροντας τῷ ἐπιτηδεύματι · συμβάλλουσι δὲ ἐπὶ πάλῃ.
6.23.3εἰσὶ δὲ καὶ θεῶν ἐν τῷ γυμνασίῳ βωμοί, Ἡρακλέους τοῦ Ἰδαίου, Παραστάτου δὲ ἐπίκλησιν, καὶ Ἔρωτος καὶ ὃν Ἠλεῖοι καὶ Ἀθηναῖοι κατὰ τα- ταὐτὰ Ἠλείοις Ἀντέρωτα ὀνομάζουσι, Δήμητρόςτε καὶ τῆς παιδός. Ἀχιλλεῖ δὲ οὐ βωμός, κενὸν δέ ἐστιν αὐτῷ μνῆμα ἐκ μαντείας · τῆς πανηγύρεως δὲ ἀρχομένης ἐν ἡμέρᾳ ῥητῇ περὶ ἀποκλίνοντα ἐς δυσμὰς τοῦ ἡλίου τὸν δρόμον αἱ γυναῖκες αἱ Ἠλεῖαι ἄλλατε τοῦ Ἀχιλλέως δρῶσιν ἐς τιμὴν καὶ κόπτεσθαι νομίζουσιν αὐτόν.
6.23.4ἔστι δὲ καὶ ἄλλος ἐλάσσων γυμνασίου περίβολος, ὃς ἔχεται μὲν τοῦ μείζονος, τετράγωνον δὲ ὀνομάζουσιν ἐπὶ τῷ σχήματι · καὶ παλαῖστραι τοῖς ἀθλοῦσιν ἐνταῦθα ποιοῦνται, καὶ συμβάλλουσιν αὐτόθι τοὺς ἀθλητὰς οὐ παλαίσοντας ἔτι, ἐπὶ δὲ ἱμάντων τῶν μαλακωτέρων ταῖς πληγαῖς. ἀνάκειται δὲ καὶ τῶν ἀγαλμάτων τὸ ἕτερον, ἃ ἐπὶ ζημίᾳ Σωσάνδρουτε τοῦ Σμυρναίου καὶ Ἠλείου Πολύκτορος τῷ Διὶ ἐποιήθη.
6.23.5ἔστι δὲ καὶ τρίτος γυμνασίου περίβολος, ὄνομα μὲν Μαλθὼ τῆς μαλακότητος τοῦ ἐδάφους ἕνεκα, τοῖς δὲ ἐφήβοις ἀνεῖται τῆς πανηγύρεως τὸν χρόνον πάντα. ἔστι δὲ ἐν γωνίᾳ τῆς Μαλθοῦς πρόσωπον Ἡρακλέους ἄχρι ἐς τοὺς ὤμους, καὶ ἐν τῶν παλαιστρῶν μιᾷ τύπος Ἔρωτα ἔχων ἐπειργασμένον καὶ τὸν καλούμενον Ἀντέρωτα · ἔχει δὲ ὁ μὲν φοίνικος ὁ Ἔρως κλάδον, ὁ δὲ ἀφελέσθαι πειρᾶται τὸν φοίνικα ὁ Ἀντέρως.
6.23.6τῆς ἐσόδου δὲ ἑκατέρωθεν τῆς ἐς τὴν Μαλθὼ παιδὸς ἕστηκεν εἰκὼν πύκτου · καὶ αὐτὸν ἔφασκεν ὁ νομοφύλαξ Ἠλείων γένος μὲν Ἀλεξανδρέα εἶναι τῆς ὑπὲρ Φάρου τῆς νήσου, Σαραπίωνα δὲ ὄνομα, ἀφικόμενον δὲ ἐς Ἦλιν σπανίζουσι σίτου σφίσι τροφὰς δοῦναι. τούτῳ μὲν αὐτόθι ἀντὶ τούτου γεγόνασιν αἱ τιμαί · χρόνος δὲ στεφάνουτε τοῦ ἐν Ὀλυμπίᾳ καὶ εὐεργεσίας αὐτῷ τῆς ἐς Ἠλείους Ὀλυμπιὰς ἑβδόμη πρὸς ταῖς δέκατε καὶ διακοσίαις.
6.23.7ἐν τούτῳ τῷ γυμνασίῳ καὶ βουλευτήριόν ἐστιν Ἠλείοις, καὶ ἐπιδείξεις ἐνταῦθα λόγωντε αὐτοσχεδίων καὶ συγγραμμάτων ποιοῦνται παντοίων · καλεῖται δὲ Λαλίχμιον τοῦ ἀναθέντος ἐπώνυμον. περὶ δὲ αὐτὸ ἀσπίδες ἀνάκεινται, θέας ἕνεκα καὶ οὐκ ἐς ἔργον πολέμου πεποιημέναι.
6.23.8ἐκ δὲ τοῦ γυμνασίου πρὸς τὰ λουτρὰ ἐρχομένῳ δι’ἀγυιᾶςτε ἡ ὁδὸς Σιωπῆς καὶ παρὰ τὸ ἱερὸν τῆς Φιλομείρακός ἐστιν Ἀρτέμιδος. τῇ μὲν δὴ θεῷ γέγονεν ἡ ἐπίκλησις ἅτε τοῦ γυμνασίου γείτονι · τῇ ἀγυιᾷ δὲ Σιωπῇ ὄνομα ἐπὶ λόγῳ τοιῷδε τεθῆναι λέγουσιν. ἄνδρες τοῦ Ὀξύλου στρατεύματος ἐπὶ κατασκοπῇ τῶν ἐν Ἤλιδι ἀποπεμφθέντες καὶ ἀλλήλοις διακελευσάμενοι κατὰ τὴν ὁδόν, ἐπειδὰν πλησίον γίνωνται τοῦ τείχους, φθέγγεσθαι μὲν μηδὲν ἔτι αὐτοί, ἐπακροᾶσθαι δὲ εἴ τι παρὰ τῶν ἐντὸς πυθέσθαι δυνήσονται, οὗτοι λανθάνουσι παρελθόντες ἐς τὴν πόλιν κατὰ τὴν ἀγυιὰν ταύτην καὶ ἐπακούσαντες ὁπόσα ἐβούλοντο ἐπανίασιν αὖθις ἐς τοὺς Αἰτωλούς · καὶ ἡ ἀγυιὰ τὸ ὄνομα εἴληφεν ἀπὸ τῶν κατασκόπων τῆς σιωπῆς.
6.24.1ἑτέρα δὲ ἔξοδος ἐκ τοῦ γυμνασίου φέρει μὲν ἔςτε τὴν ἀγορὰν καὶ ἐπὶ τὸν Ἑλλανοδικαιῶνα καλούμενον, ἔστι δὲ ὑπὲρ τοῦ Ἀχιλλέως τὸν τάφον · καὶ ταύτῃ τοὺς Ἑλλανοδίκας ἰέναι καθέστηκεν ἐς τὸ γυμνάσιον. ἐσίασι δὲ πρὶν μὲν ἥλιον ἀνίσχειν συμβαλοῦντες δρομέας, μεσούσης δὲ τῆς ἡμέρας ἐπὶ τὸ πένταθλον καὶ ὅσα βαρέα ἆθλα ὀνομάζουσιν.
6.24.2ἡ δὲ ἀγορὰ τοῖς Ἠλείοις οὐ κατὰ τὰς Ἰώνων καὶ ὅσαι πρὸς Ἰωνίᾳ πόλεις εἰσὶν Ἑλλήνων, τρόπῳ δὲ πεποίηται τῷ ἀρχαιοτέρῳ στοαῖςτε ἀπὸ ἀλλήλων διεστώσαις καὶ ἀγυιαῖς δι’αὐτῶν. ὄνομα δὲ τῇ ἀγορᾷ τὸ ἐφ’ἡμῶν ἐστιν Ἱππόδρομος, καὶ οἱ ἐπιχώριοι τοὺς ἵππους παιδεύουσιν ἐνταῦθα. τῶν στοῶν δὲ ἡ πρὸς μεσημβρίαν ἐργασίας ἐστὶ τῆς Δωρίου, διαιροῦσι δὲ αὐτὴν ἐς μοίρας τρεῖς οἱ κίονες · ἐν ταύτῃ διημερεύουσι τὰ πολλὰ οἱ Ἑλλανοδίκαι.
6.24.3ποιοῦνται δὲ πρὸς αὐτοῖς καὶ βωμοὺς τῷ Διί, καὶ εἰσὶν ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς οἱ βωμοὶ πλῆθος οὐ πολλοί · καταλύονται γὰρ οὐ χαλεπῶς ἅτε αὐτοσχεδίως οἰκοδομούμενοι. κατὰ ταύτην τὴν στοὰν ἰόντι ἐς τὴν ἀγορὰν ἔστιν ἐν ἀριστερᾷ παρὰ τὸ πέρας τῆς στοᾶς ὁ Ἑλλανοδικαιών · ἀγυιὰ δὲ ἡ διείργουσα ἀπὸ τῆς ἀγορᾶς ἐστιν αὐτόν. ἐν τούτῳ τῷ Ἑλλανοδικαιῶνι οἰκοῦσι δέκα ἐφεξῆς μῆνας οἱ αἱρεθέντες ἑλλανοδικεῖν καὶ ὑπὸ τῶν νομοφυλάκων ὅσα ἐς τὸν ἀγῶνα σφᾶς δεῖ ποιεῖν διδάσκονται.
6.24.4τῇ στοᾷ δὲ ἔνθα οἱ Ἑλλανοδίκαι διημερεύουσιν ἔστιν ἐγγὺς ἄλλη στοά · τὸ μεταξὺ αὐτῶν ἀγυιὰ μία. ταύτην ὀνομάζουσι Κορκυραϊκὴν οἱ Ἠλεῖοι · ναυσὶ γὰρ ἐς τὴν σφετέραν Κορκυραίους ἐλθόντας ἐλάσαι μοῖραν τῆς λείας λέγοντες λαβεῖντε ἐκ τῆς Κορκυραίων πολλαπλάσια καὶ οἰκοδομήσασθαι τὴν στοὰν ἀπὸ τῶν λαφύρων τῆς δεκάτης.
6.24.5ἔστι δὲ ἡ κατασκευὴ τῆς στοᾶς Δώριος καὶ διπλῆ, τῇ μὲν ἐς τὴν ἀγορὰν τοὺς κίονας, τῇ δὲ ἐς τὰ ἐπέκεινα τῆς ἀγορᾶς ἔχουσα · κατὰ μέσον δὲ αὐτῆς οὐ κίονες, ἀλλὰ τοῖχος ὁ ταύτῃ τὸν ὄροφον ἀνέχων ἐστίν, ἀνάκεινται δὲ καὶ εἰκόνες ἑκατέρωθεν πρὸς τῷ τοίχῳ. κατὰ δὲ τῆς στοᾶς τὸ ἐς τὴν ἀγορὰν ἕστηκε Πύρρωνος τοῦ Πιστοκράτους εἰκών, σοφιστοῦτε ἀνδρὸς καὶ ἐς βέβαιον ὁμολογίαν ἐπὶ οὐδενὶ λόγῳ καταστάντος. ἔστι δὲ καὶ μνῆμα τῷ Πύρρωνι οὐ πόρρω τοῦ Ἠλείων ἄστεως · Πέτρα μὲν τῷ χωρίῳ τὸ ὄνομα, λέγεται δὲ ὡς ἡ Πέτρα δῆμος εἴη τὸ ἀρχαῖον.
6.24.6Ἠλείοις δὲ ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς τὰ ἐπιφανέστατα ναός ἐστι καὶ ἄγαλμα Ἀπόλλωνος Ἀκεσίου · σημαίνοι δ’ἂν τὸ ὄνομα οὐδέν τι ἀλλοῖον ἢ ὁ καλούμενος Ἀλεξίκακος ὑπὸ Ἀθηναίων. ἑτέρωθι δὲ Ἡλίῳ πεποίηται καὶ Σελήνῃ λίθου τὰ ἀγάλματα, καὶ τῆς μὲν κέρατα ἐκ τῆς κεφαλῆς, τοῦ δὲ αἱ ἀκτῖνες ἀνέχουσιν. ἔστι δὲ καὶ Χάρισιν ἱερὸν καὶ ξόανα ἐπίχρυσα τὰ ἐς ἐσθῆτα, πρόσωπα δὲ καὶ χεῖρες καὶ πόδες λίθου λευκοῦ · ἔχουσι δὲ ἡ μὲν αὐτῶν ῥόδον, ἀστράγαλον δὲ ἡ μέση, καὶ ἡ τρίτη κλῶνα οὐ μέγαν μυρσίνης.
6.24.7ἔχειν δὲ αὐτὰς ἐπὶ τοιῷδε εἰκάζοι τις ἂν τὰ εἰρημένα, ῥόδον μὲν καὶ μυρσίνην Ἀφροδίτηςτε ἱερὰ εἶναι καὶ οἰκεῖα τῷ ἐς Ἄδωνιν λόγῳ, Χάριτας δὲ Ἀφροδίτῃ μάλιστα φίλας εἶναι θεῶν · ἀστράγαλον δὲ μειρακίωντε καὶ παρθένων, οἷς ἄχαρι οὐδέν πω πρόσεστιν ἐκ γήρως, τούτων εἶναι τὸν ἀστράγαλον παίγνιον. τῶν Χαρίτων δὲ ἐν δεξιᾷ ἄγαλμά ἐστιν Ἔρωτος · ἕστηκε δὲ ἐπὶ βάθρου τοῦ αὐτοῦ.
6.24.8ἔστι δὲ καὶ Σιληνοῦ ναὸς ἐνταῦθα, ἰδίᾳ τῷ Σιληνῷ καὶ οὐχ ὁμοῦ Διονύσῳ πεποιημένος · Μέθη δὲ οἶνον ἐν ἐκπώματι αὐτῷ δίδωσι. θνητὸν δὲ εἶναι τὸ γένος τῶν Σιληνῶν εἰκάσαι τις ἂν μάλιστα ἐπὶ τοῖς τάφοις αὐτῶν · ἐν γὰρ τῇ Ἑβραίων χώρᾳ Σιληνοῦ μνῆμα καὶ ἄλλου Σιληνοῦ Περγαμηνοῖς ἐστιν.
6.24.9Ἠλείων δὲ ἐν τῇ ἀγορᾷ καὶ ἄλλο τοιόνδε εἶδον, ναοῦ σχῆμα · ἔστι δὲ οὐχ ὑψηλόν, καὶ τοῖχοι μὲν οὐκ εἰσί, τὸν ὄροφον δὲ δρυὸς ἀνέχουσιν εἰργασμένοι κίονες. τοῦτο εἶναι μὲν ὁμολογοῦσιν οἱ ἐπιχώριοι μνῆμα, ὅτου δὲ οὐ μνημονεύουσιν · εἰ δὲ ὁ γέρων ὅντινα ἠρόμην εἶπεν ἀληθῆ λόγον, Ὀξύλου τοῦτο ἂν μνῆμα εἴη.
6.24.10πεποίηται δὲ ἐν τῇ ἀγορᾷ καὶ ταῖς γυναιξὶν οἴκημα ταῖς ἑκκαίδεκα καλουμέναις, ἔνθα τὸν πέπλον ὑφαίνουσι τῇ Ἥρᾳ. ἔχεται δὲ τῆς ἀγορᾶς ναὸς ἀρχαῖος στοαῖς ἐν κύκλῳ περίστυλος, ὁ δὲ ὄροφος κατερρύηκε τῷ ναῷ καὶ ἄγαλμα οὐδὲν ἐλείπετο · βασιλεῦσι δὲ ἀνεῖται Ῥωμαίοις.
6.25.1ἔστι δὲ τῆς στοᾶς ὀπίσω τῆς ἀπὸ τῶν λαφύρων τῶν ἐκ Κορκύρας Ἀφροδίτης ναός, τὸ δὲ ἐν ὑπαίθρῳ τέμενος οὐ πολὺ ἀφεστηκὸς ἀπὸ τοῦ ναοῦ. καὶ τὴν μὲν ἐν τῷ ναῷ καλοῦσιν Οὐρανίαν, ἐλέφαντος δέ ἐστι καὶ χρυσοῦ, τέχνη Φειδίου, τῷ δὲ ἑτέρῳ ποδὶ ἐπὶ χελώνης βέβηκε · τῆς δὲ περιέχεται μὲν τὸ τέμενος θριγκῷ, κρηπὶς δὲ ἐντὸς τοῦ τεμένους πεποίηται καὶ ἐπὶ τῇ κρηπῖδι ἄγαλμα Ἀφροδίτης χαλκοῦν ἐπὶ τράγῳ κάθηται χαλκῷ · Σκόπα τοῦτο ἔργον, Ἀφροδίτην δὲ Πάνδημον ὀνομάζουσι. τὰ δὲ ἐπὶ τῇ χελώνῃτε καὶ ἐς τὸν τράγον παρίημι τοῖς θέλουσιν εἰκάζειν.
6.25.2ὁ δὲ ἱερὸς τοῦ Ἅιδου περίβολόςτε καὶ ναός — ἔστι γὰρ δὴ Ἠλείοις καὶ Ἅιδου περίβολόςτε καὶ ναός — ἀνοίγνυται μὲν ἅπαξ κατὰ ἔτος ἕκαστον, ἐσελθεῖν δὲ οὐ δὲ τότε ἐφεῖται πέρα γε τοῦ ἱερωμένου. ἀνθρώπων δὲ ὧν ἴσμεν μόνοι τιμῶσιν Ἅιδην Ἠλεῖοι κατὰ αἰτίαν τήνδε. Ἡρακλεῖ στρατιὰν ἄγοντι ἐπὶ Πύλον τὴν ἐν τῇ Ἤλιδι, παρεῖναί οἱ καὶ Ἀθηνᾶν συνεργὸν λέγουσιν · ἀφικέσθαι οὖν καὶ Πυλίοις τὸν Ἅιδην συμμαχήσοντα τῇ ἀπεχθείᾳ τοῦ Ἡρακλέους, ἔχοντα ἐν τῇ Πύλῳ τιμάς.
6.25.3ἐπάγονται δὲ καὶ Ὅμηρον τῷ λόγῳ μάρτυρα ποιήσαντα ἐν Ἰλιάδι “τλῆ δ’Ἀίδης ἐν τοῖσι πελώριος ὠκὺν ὀιστόν, εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν” · εἰ δὲ κατὰ τὴν Ἀγαμέμνονος καὶ Μενελάου στρατείαν ἐπὶ Ἴλιον Ποσειδῶν τῷ Ὁμήρου λόγῳ τοῖς Ἕλλησιν ἐπίκουρος ἦν, οὐκ ἂν ἄπο τοῦ εἰκότος οὐ δὲ Ἅιδην εἴη δόξῃ γε τοῦ αὐτοῦ ποιητοῦ Πυλίοις ἀμῦναι. Ἠλεῖοι δ’οὖν ὡς σφίσιτε εὔνῳ καὶ ἀπεχθανομένῳ πρὸς τὸν Ἡρακλέα ἐποιήσαντο τὸ ἱερὸν τῷ θεῷ · ἑκάστου δὲ ἅπαξ ἀνοίγειν τοῦ ἐνιαυτοῦ νομίζουσιν, ὅτι οἶμαι καὶ ἀνθρώποις ἅπαξ ἡ κάθοδος ἡ ἐς τοῦ Ἅιδου γίνεται.
6.25.4τοῖς δὲ Ἠλείοις καὶ Τύχης ἐστὶν ἱερὸν · ἐν στοᾷ δὲ τοῦ ἱεροῦ μεγέθει μέγα ἄγαλμα ἀνάκειται, ξόανον ἐπίχρυσον πλὴν προσώπου καὶ χειρῶντε ἄκρων καὶ ποδῶν, ταῦτα δέ οἵ ἐστι λίθου λευκοῦ. ἐνταῦθα ἔχει τιμὰς καὶ ὁ Σωσίπολις ἐν ἀριστερᾷ τῆς Τύχης, ἐν οἰκήματι οὐ μεγάλῳ · κατὰ δὲ ὄψιν ὀνείρατος γραφῇ μεμιμημένος ἐστὶν ὁ θεός, παῖς μὲν ἡλικίαν, ἀμπέχεται δὲ χλαμύδα ποικίλην ὑπὸ ἀστέρων, τῇ χειρὶ δὲ ἔχει τῇ ἑτέρᾳ τὸ κέρας τῆς Ἀμαλθείας.
6.25.5καθότι δὲ Ἠλείων ἡ πόλις πληθύει μάλιστα ἀνθρώποις, κατὰ τοῦτο ἀνδριάς σφισιν ἀνδρὸς οὐ μείζων μεγάλου χαλκοῦς ἐστιν οὐκ ἔχων πω γένεια τόντε ἕτερον τῶν ποδῶν ἐπιπλέκων τῷ ἑτέρῳ καὶ ταῖς χερσὶν ἀμφοτέραις ἐπὶ δόρατι ἠρεισμένος · ἐσθῆτα δὲ ἐρεᾶν αὐτῷ καὶ ἀπὸ λίνουτε καὶ βύσσου περιβάλλουσι.
6.25.6τοῦτο τὸ ἄγαλμα ἐλέγετο εἶναι Ποσειδῶνος, ἔχειν δὲ τὸ ἀρχαῖον ἐπὶ Σαμικῷ τῷ ἐν τῇ Τριφυλίᾳ τιμάς · μετακομισθὲν δὲ ἐς τὴν Ἦλιν τιμῆς μὲν καὶ ἐς πλέον ἔτι ἥκει, Σατράπην δὲ καὶ οὐ Ποσειδῶνα ὄνομα αὐτῷ τίθενται, μετὰ τὴν Πατρέων προσοίκησιν τὸ ὄνομα τοῦ Σατράπου διδαχθέντες · Κορύβαντόςτε ἐπίκλησις ὁ Σατράπης ἐστί.
6.26.1θέατρον δὲ ἀρχαῖον, μεταξὺ τῆς ἀγορᾶς καὶ τοῦ Μηνίου τὸ θέατρόντε καὶ ἱερόν ἐστι Διονύσου · τέχνη τὸ ἄγαλμα Πραξιτέλους, θεῶν δὲ ἐν τοῖς μάλιστα Διόνυσον σέβουσιν Ἠλεῖοι καὶ τὸν θεόν σφισιν ἐπιφοιτᾶν ἐς τῶν Θυίων τὴν ἑορτὴν λέγουσιν. ἀπέχει μέν γε τῆς πόλεως ὅσοντε ὀκτὼ στάδια ἔνθα τὴν ἑορτὴν ἄγουσι Θυῖα ὀνομάζοντες · λέβητας δὲ ἀριθμὸν τρεῖς ἐς οἴκημα ἐσκομίσαντες οἱ ἱερεῖς κατατίθενται κενούς, παρόντων καὶ τῶν ἀστῶν καὶ ξένων, εἰ τύχοιεν ἐπιδημοῦντες · σφραγῖδας δὲ αὐτοίτε οἱ ἱερεῖς καὶ τῶν ἄλλων ὅσοις ἂν κατὰ γνώμην ᾖ ταῖς θύραις τοῦ οἰκήματος ἐπιβάλλουσιν, ἐς δὲ τὴν ἐπιοῦσαν τάτε σημεῖα ἐπιγνῶναι πάρεστί σφισι καὶ ἐσελθόντες ἐς τὸ οἴκημα εὑρίσκουσιν οἴνου πεπλησμένους τοὺς λέβητας.
6.26.2ταῦτα Ἠλείωντε οἱ δοκιμώτατοι ἄνδρες, σὺν αὐτοῖς δὲ καὶ ξένοι κατώμνυντο ἔχειν κατὰ τὰ εἰρημένα, ἐπεὶ αὐτός γε οὐκ ἐς καιρὸν ἀφικόμην τῆς ἑορτῆς · λέγουσι δὲ καὶ Ἄνδριοι παρὰ ἔτος σφίσιν ἐς τοῦ Διονύσου τὴν ἑορτὴν ῥεῖν οἶνον αὐτόματον ἐκ τοῦ ἱεροῦ. εἰ πιστεύειν χρὴ ταῦτα Ἕλλησιν, ἀποδέχοιτο ἄν τις τῷ λόγῳ γε τῷ αὐτῷ καὶ ὅσα Αἰθίοπες οἱ ὑπὲρ Συήνης ἐς τοῦ ἡλίου τὴν τράπεζαν λέγουσιν.
6.26.3ἐν ἀκροπόλει δὲ τῇ Ἠλείων ἐστὶν ἱερὸν Ἀθηνᾶς · ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ. εἶναι μὲν δὴ Φειδίου φασὶν αὐτήν, πεποίηται δὲ ἀλεκτρυὼν ἐπὶ τῷ κράνει, ὅτι οὗτοι προχειρότατα ἔχουσιν ἐς μάχας οἱ ἀλεκτρυόνες · δύναιτο δ’ἂν καὶ Ἀθηνᾶς τῆς Ἐργάνης ἱερὸς ὁ ὄρνις νομίζεσθαι.
6.26.4Κυλλήνη δὲ σταδίους μὲν εἴκοσιν Ἤλιδος καὶ ἑκατὸν ἀφέστηκε, κεῖται δὲ τετραμμένητε πρὸς Σικελίαν καὶ ὅρμον παρεχομένη ναυσὶν ἐπιτήδειον · ἐπίνειον δὲ οὖσα Ἠλείων ἀπὸ ἀνδρὸς Ἀρκάδος τὸ ὄνομα εἴληφε. Κυλλήνης δὲ ἐν μὲν Ἠλείων καταλόγῳ λόγον οὐδένα Ὅμηρος ἐποιήσατο, ἐν δὲ ἔπεσι τοῖς ὕστερον δεδήλωκεν ὡς πόλισμα οὖσαν καὶ τὴν Κυλλήνην ἐπίσταται ·
6.26.5“Πουλυδάμας δ’Ὦτον Κυλλήνιον ἐξενάριξεν, Φυλείδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν”. θεῶν δὲ ἱερὰ ἐν Κυλλήνῃ Ἀσκληπιοῦ, τὸ δὲ Ἀφροδίτης ἐστί · τοῦ Ἑρμοῦ δὲ τὸ ἄγαλμα, ὃν οἱ ταύτῃ περισσῶς σέβουσιν, ὀρθόν ἐστιν αἰδοῖον ἐπὶ τοῦ βάθρου.
6.26.6ἡ δὲ Ἠλεία χώρα τάτε ἄλλα ἐστὶν ἐς καρποὺς καὶ τὴν βύσσον οὐχ ἥκιστα ἐκτρέφειν ἀγαθή. τὴν μὲν δὴ κανναβίδα καὶ λίνον καὶ τὴν βύσσον σπείρουσιν ὅσοις ἡ γῆ τρέφειν ἐστὶν ἐπιτήδειος · οἱ μίτοι δέ, ἀφ’ὧν τὰς ἐσθῆτας ποιοῦσιν οἱ Σῆρες, ἀπὸ οὐδενὸς φλοιοῦ, τρόπον δὲ ἕτερον γίνονται τοιόνδε. ἔστιν ἐν τῇ γῇ ζωύφιόν σφισιν, ὃν σῆρα καλοῦσιν Ἕλληνες, ὑπὸ δὲ αὐτῶν Σηρῶν ἄλλο πού τι καὶ οὐ σὴρ ὀνομάζεται ·
6.26.7μέγεθος μέν ἐστιν αὐτοῦ διπλάσιον ἢ κανθάρων ὁ μέγιστος, τὰ δὲ ἄλλα εἴκασται τοῖς ἀράχναις, οἳ ὑπὸ τοῖς δένδρεσιν ὑφαίνουσι, καὶ δὴ καὶ πόδας ἀριθμὸν ὀκτὼ κατὰ τα- ταὐτὰ ἔχει τοῖς ἀράχναις. ταῦτα τὰ ζῷα τρέφουσιν οἱ Σῆρες οἴκους κατασκευασάμενοι χειμῶνόςτε καὶ θέρους ὥρᾳ ἐπιτηδείους · τὸ δὲ ἔργον τῶν ζῴων κλῶσμα εὑρίσκεται λεπτὸν τοῖς ποσὶν αὐτῶν περιειλιγμένον.
6.26.8τρέφουσι δὲ αὐτὰ ἐπὶ μὲν τέσσαρα ἔτη παρέχοντες τροφήν σφισιν ἔλυμον, πέμπτῳ δὲ — οὐ γὰρ πρόσω βιωσόμενα ἴσασι — κάλαμον διδόασιν ἐσθίειν χλωρόν · ἡ δέ ἐστιν ἡδίστη τροφὴ πασῶν τῷ ζῴῳ, καὶ ἐμφορηθὲν τοῦ καλάμου ῥήγνυταίτε ὑπὸ πλησμονῆς καὶ ἀποθανόντος οὕτω τὸ πολὺ τῆς ἁρπεδόνης εὑρίσκουσιν ἔνδον. γινώσκεται δὲ ἡ Σηρία νῆσος ἐν μυχῷ θαλάσσης κειμένη τῆς Ἐρυθρᾶς.
6.26.9ἤκουσα δὲ καὶ ὡς οὐχ ἡ Ἐρυθρά, ποταμὸς δὲ ὃν Σῆρα ὀνομάζουσιν, οὗτός ἐστιν ὁ ποιῶν νῆσον αὐτήν, ὥσπερ καὶ Αἰγύπτου τὸ Δέλτα ὑπὸ τοῦ Νείλου καὶ οὐχ ὑπὸ μιᾶς περιέχεσθαι θαλάσσης · τοιαύτην ἑτέραν καὶ τὴν Σηρίαν νῆσον εἶναι. οὗτοι μὲν δὴ τοῦ Αἰθιόπων γένους αὐτοίτέ εἰσιν οἱ Σῆρες καὶ ὅσοι τὰς προσεχεῖς αὐτῇ νέμονται νήσους, Ἄβασαν καὶ Σακαίαν · οἱ δὲ αὐτοὺς οὐκ Αἰθίοπας, Σκύθας δὲ ἀναμεμιγμένους Ἰνδοῖς φασὶν εἶναι.
6.26.10ταῦτα μὲν δὴ οὕτω λέγεται · ἀνδρὶ δὲ ἐς Ἀχαΐαν ἰόντι ἐξ Ἤλιδος ἑπτὰ καὶ πεντήκοντα στάδιοι καὶ ἑκατὸν ἐπὶ ποταμόν εἰσι Λάρισον, καὶ Ἠλείοις ὅροι πρὸς Ἀχαιοὺς τῆς χώρας ὁ ποταμός ἐστιν ἐφ’ἡμῶν ὁ Λάρισος · τὰ δὲ ἔτι ἀρχαιότερα ἄκρα σφίσι πρὸς θαλάσσῃ ὅρος ἦν ὁ Ἄραξος.