Description of Greece, 10
10.1.1γῆς δὲ τῆς Φωκίδος, ὅσον μὲν περὶ Τιθορέαν καὶ Δελφούς ἐστιν αὐτῆς, ἐκ παλαιοτάτου φανερὰ τὸ ὄνομα τοῦτο εἰληφυῖά ἐστιν ἀπὸ ἀνδρὸς Κορινθίου Φώκου τοῦ Ὀρνυτίωνος · ἔτεσι δ’ὕστερον οὐ πολλοῖς ἐξενίκησε καὶ ἁπάσῃ γενέσθαι τῇ ἐφ’ἡμῶν καλουμένῃ Φωκίδι, Αἰγινητῶν ναυσὶν ἐς τὴν χώραν διαβάντων ὁμοῦ Φώκῳ τῷ Αἰακοῦ.
10.1.2τὰ μὲν δὴ ἀπαντικρὺ Πελοποννήσου καὶ τὰ ἐπὶ Βοιωτίας καθήκουσιν ἐπὶ θάλασσαν οἱ Φωκεῖς, τῇ μὲν ἐς Κίρραν τὸ ἐπίνειον Δελφῶν, τῇ δ’ἐπὶ Ἀντίκυραν πόλιν · τὰ δὲ πρὸς τοῦ Λαμιακοῦ κόλπου Λοκροὶ σφᾶς παραθαλασσίους οἱ Ὑποκνημίδιοι κωλύουσιν εἶναι · οὗτοι γὰρ δή εἰσιν οἱ ταύτῃ τὴν Φωκίδα ὑπεροικοῦντες, Σκαρφεῖς μὲν τὰ ἐπέκεινα Ἐλατείας, ὑπὲρ δὲ Ὑάμπολιν καὶ Ἄβας οἱ πόλιντε Ὀποῦντα καὶ Ὀπουντίων ἐπίνειον νεμόμενοι Κῦνον.
10.1.3τὰ δὲ ἐπιφανέστατα Φωκεῦσίν ἐστιν ἐν κοινῷ · πολέμου γὰρ τοῦ πρὸς Ἰλίῳ μετεσχήκασι, καὶ Θεσσαλῶν ἐναντία ἐπολέμησαν πρότερον ἔτι ἢ ἐλάσαι τὸν Μῆδον ἐπὶ Ἕλληνας, ὅτε δὴ καὶ ἐπεδείξαντο οἱ Φωκεῖς ἔργα ἐς μνήμην. κατὰ γὰρ τὴν Ὑάμπολιν, ᾗ τοὺς Θεσσαλοὺς προσεδέχοντο ἐμβαλεῖν σφισιν ἐς τὴν χώραν, ὑδρίας κεράμου πεποιημένας κατορύξαντες καὶ ἐπ’αὐτὰς γῆν ἐπιφορήσαντες ὑπέμενον τὴν ἵππον τῶν Θεσσαλῶν · οἱ δέ, ἅτε οὐ προπεπυσμένοι τῶν Φωκέων τὴν τέχνην, ἐπελάσαντες τοὺς ἵππους λανθάνουσιν ἐπὶ τὰς ὑδρίας. ἐνταῦθα ἀπεχωλοῦντο μὲν οἱ ἵπποι τῶν ποδῶν ἐσπιπτόντων σφίσιν ἐς τὰς ὑδρίας, ἐκτείνοντο δὲ καὶ ἀπέπιπτον οἱ ἄνδρες ἀπὸ τῶν ἵππων.
10.1.4ὡς δὲ οἱ Θεσσαλοὶ μείζονι ἢ τὰ πρότερα ἐς τοὺς Φωκέας χρώμενοι τῇ ὀργῇ συνελέχθησαν ἀπὸ τῶν πόλεων πασῶν καὶ ἐς τὴν Φωκίδα ἐστρατεύοντο, ἐνταῦθα οἱ Φωκεῖς ἐν οὐ μικρῷ ποιούμενοι δείματι τήντε ἄλλην τῶν Θεσσαλῶν ἐς τὸν πόλεμον παρασκευὴν καὶ οὐχ ἥκιστα τῆς ἵππου τὸ πλῆθος καὶ ὁμοῦ τῷ ἀριθμῷ τὴν ἐς τοὺς ἀγῶνας τῶντε ἵππων καὶ αὐτῶν μελέτην τῶν ἱππέων, ἀποστέλλουσιν ἐς Δελφοὺς αἰτοῦντες τὸν θεὸν ἐκφυγεῖν τὸν ἐπιόντα κίνδυνον · καὶ αὐτοῖς ἀφίκετο μάντευμα · “συμβαλέω θνητόντε καὶ ἀθάνατον μαχέσασθαι, νίκην δ’ἀμφοτέροις δώσω, θνητῷ δέ νυ μᾶλλον”.
10.1.5ταῦτα ὡς ἐπύθοντο οἱ Φωκεῖς, λογάδας τριακοσίους καὶ Γέλωνα ἐπ’αὐτοῖς ἄρχοντα ἀποστέλλουσιν ἐς τοὺς πολεμίους ἄρτι ἀρχομένης νυκτός, προστάξαντές σφισι κατοπτεῦσαίτε τὰ τῶν Θεσσαλῶν ὅντινα ἀφανέστατον δύναιντο τρόπον καὶ αὖθις ἐς τὸ στράτευμα ἐπανήκειν κατὰ τῶν ὁδῶν τὴν μάλιστα ἄγνωστον, μη δὲ ἑκόντας μάχης ἄρχειν. οὗτοι ὑπὸ τῶν Θεσσαλῶν οἱ λογάδες ἀπώλοντο ἀθρόοι καὶ αὐτοὶ καὶ ὁ ἡγούμενός σφισι Γέλων, συμπατούμενοίτε ὑπὸ τῶν ἵππων καὶ ὑπὸ τῶν ἀνδρῶν φονευόμενοι.
10.1.6καὶ ἡ συμφορὰ σφῶν κατάπληξιν τοῖς ἐπὶ τοῦ στρατοπέδου τῶν Φωκέων τηλικαύτην ἐνεποίησεν, ὥστε καὶ τὰς γυναῖκας καὶ παῖδας καὶ ὅσα τῶν κτημάτων ἄγειν ἦν σφίσιν ἢ φέρειν, ἔτι δὲ καὶ ἐσθῆτα καὶ χρυσόντε καὶ ἄργυρον καὶ τὰ ἀγάλματα τῶν θεῶν ἐς τα- ταὐτὸ συλλέξαντες πυρὰν ὡς μεγίστην ἐποίησαν, καὶ ἐπ’αὐτοῖς ἀριθμὸν τριάκοντα ἄνδρας ἀπολείπουσι ·
10.1.7προσετέτακτο δὲ τοῖς ἀνδράσιν, εἰ ἡττᾶσθαι τοὺς Φωκέας συμβαίνοι τῇ μάχῃ, τότε δὴ προαποσφάξαι μὲν τὰς γυναῖκάςτε καὶ παῖδας καὶ ὡς ἱερεῖα ἀναθέντας ταῦτάτε καὶ τὰ χρήματα ἐπὶ τὴν πυρὰν καὶ ἐνέντας πῦρ οὕτως ἤδη διαφθαρῆναι καὶ αὐτοὺς ἤτοι ὑπ’ἀλλήλων ἢ ἐς τὴν ἵππον τῶν Θεσσαλῶν ἐσπίπτοντας. ἀντὶ τούτου μὲν ἅπαντα τὰ ἀνάλγητα βουλεύματα ἀπόνοια ὑπὸ Ἑλλήνων ὀνομάζεται Φωκική, τότε δὲ οἱ Φωκεῖς ἐποιοῦντο αὐτίκα ἐπὶ τοὺς Θεσσαλοὺς ἔξοδον ·
10.1.8στρατηγοὶ δὲ ἦσάν σφισι Ῥοῖόςτε Ἀμβροσσεὺς καὶ Ὑαμπολίτης Δαϊφάντης, οὗτος μὲν δὴ ἐπὶ τῇ ἵππῳ, δυνάμεως δὲ τῆς πεζῆς ὁ Ἀμβροσσεύς. ὁ δὲ χώραν ἐν τοῖς ἄρχουσιν ἔχων τὴν μεγίστην μάντις ἦν Τελλίας ὁ Ἠλεῖος, καὶ ἐς τὸν Τελλίαν τοῖς Φωκεῦσι τῆς σωτηρίας ἀπέκειντο αἱ ἐλπίδες.
10.1.9ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα τοῖς Φωκεῦσιν ἐγίνετο ἐν ὀφθαλμοῖς τὰ ἐς τὰς γυναῖκας καὶ ἐς τὰ τέκνα δόξαντα, τήντε σωτηρίαν οὐκ ἐν βεβαίῳ σφίσιν ἑώρων σαλεύουσαν καὶ τούτων ἕνεκα ἐς παντοῖα ἀφικνοῦντο τολμήματα · προσγενομένου δὲ καὶ τοῦ ἐκ θεῶν εὐμενοῦς νίκην τῶν τότε ἀνείλοντο ἐπιφανεστάτην.
10.1.10τότε λόγιον τὸ γεγενημένον τοῖς Φωκεῦσι παρὰ τοῦ Ἀπόλλωνος καὶ τοῖς πᾶσιν Ἕλλησιν ἐγνώσθη · τὸ γὰρ σύνθημα κατὰ τὰ αὐτὰ ὑπὸ τῶν στρατηγούντων ἐδίδοτο ἐν ταῖς μάχαις Θεσσαλοῖς μὲν Ἀθηνᾶς Ἰτωνίας, τοῖς δὲ ὁ ἐπώνυμος Φῶκος. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἀναθήματα οἱ Φωκεῖς ἀπέστειλαν ἐς Δελφοὺς Ἀπόλλωνα καὶ Τελλίαν τότε τὸν μάντιν καὶ ὅσοι μαχομένοις ἄλλοι σφίσιν ἐστρατήγησαν, σὺν δὲ αὐτοῖς καὶ ἥρωας τῶν ἐπιχωρίων · ἔργα δὲ αἱ εἰκόνες Ἀριστομέδοντός εἰσιν Ἀργείου.
10.1.11εὑρέθη δὲ καὶ ὕστερον τοῖς Φωκεῦσιν οὐκ ἀποδέον σοφίᾳ τῶν προτέρων. ὡς γὰρ δὴ τὰ στρατόπεδα ἀντεκάθητο περὶ τὴν ἐς τὴν Φωκίδα ἐσβολήν, λογάδες Φωκέων πεντακόσιοι φυλάσσοντες πλήρη τὸν κύκλον τῆς σελήνης ἐπιχειροῦσιν ἐν τῇ νυκτὶ τοῖς Θεσσαλοῖς, αὐτοίτε ἀληλιμμένοι γύψῳ καὶ ἐνδεδυκότες ὅπλα λευκὰ ἐπὶ τῇ γύψῳ. ἐνταῦθα ἐξεργασθῆναι φόνον τῶν Θεσσαλῶν λέγεται πλεῖστον, θειότερόν τι ἡγουμένων ἢ κατὰ ἔφοδον πολεμίων τὸ ἐν τῇ νυκτὶ συμβαῖνον. ὁ δὲ Ἠλεῖος ἦν Τελλίας ὃς καὶ ταῦτα τοῖς Φωκεῦσιν ἐμηχανήσατο ἐς τοὺς Θεσσαλούς.
10.2.1ἐπεὶ δὲ ἐς τὴν Εὐρώπην ὁ Περσῶν στρατὸς διέβη, λέγεται τοὺς Φωκέας φρονῆσαι μὲν ὑπὸ ἀνάγκης τὰ βασιλέως, αὐτομολῆσαι δὲ ἐκ τῶν Μήδων καὶ ἐς τὸ Ἑλληνικὸν παρὰ τὸ ἔργον τὸ Πλαταιᾶσι παρατάξασθαι. χρόνῳ δὲ ὕστερον κατέλαβεν αὐτοὺς ζημιωθῆναι χρήμασιν ὑπὸ Ἀμφικτυόνων · οὐ δὲ ἔχω τοῦ λόγου τὸ ἀληθὲς ἐξευρεῖν εἴτε ἀδικήσασιν ἐπεβλήθη σφίσιν εἴτε Θεσσαλοὶ κατὰ τὸ ἐκ παλαιοῦ μῖσος γενέσθαι τὴν ζημίαν τοῖς Φωκεῦσιν ἦσαν οἱ πράξαντες.
10.2.2ἐχόντων δὲ ἀθύμως αὐτῶν πρὸς τῆς ζημίας τὸ μέγεθος, Φιλόμηλος σφᾶς ὑπολαβὼν ὁ Θεοτίμου, Φωκέων οὐδενὸς ἀξιώματι ὕστερος — πατρὶς δὲ αὐτῷ Λέδων τῶν ἐν Φωκεῦσιν ἦν πόλεων — οὗτος οὖν ὁ Φιλόμηλος τήντε ἔκτισιν αὐτοῖς ἀδύνατον ἀπέφηνε τῶν χρημάτων καὶ ἀνέπειθε τὸ ἱερὸν καταλαβεῖν τὸ ἐν Δελφοῖς, λέγων καὶ ἄλλα ἐπαγωγὰ καὶ ὡς τὰ Ἀθηναίων καὶ ἐκ Λακεδαίμονος ἐπιτήδεια ἐξ ἀρχῆς ἐστιν αὐτοῖς, Θηβαίων δὲ καὶ εἴ τις ἄλλος κατασταίη σφίσιν ἐς πόλεμον, περιέσεσθαι καὶ ἀρετῇ σφᾶς καὶ δαπάνῃ χρημάτων.
10.2.3ταῦτα τοῦ Φιλομήλου λέγοντος οὐκ ἐγίνετο ἀκούσια τῷ πλήθει τῶν Φωκέων, εἴτε τὴν γνώμην σφίσι τοῦ θεοῦ βλάπτοντος εἴτε καὶ αὐτοῖς πεφυκόσιν ἐπίπροσθεν εὐσεβείας τὰ κέρδη ποιεῖσθαι. τὴν δὲ τῶν Δελφῶν κατάληψιν ἐποιήσαντο οἱ Φωκεῖς Ἡρακλείδου μὲν πρυτανεύοντος ἐν Δελφοῖς καὶ Ἀγαθοκλέους Ἀθήνῃσιν ἄρχοντος, τετάρτῳ δὲ ἔτει πέμπτης Ὀλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Πρῶρος ἐνίκα Κυρηναῖος στάδιον.
10.2.4καταλαβοῦσι δὲ αὐτοῖς τὸ ἱερὸν ξενικάτε αὐτίκα τὰ ἰσχυρότατα τῶν ἐν Ἕλλησιν ἠθροίσθη καὶ οἱ Θηβαῖοί σφισιν ἐς πόλεμον ἐκ τοῦ φανεροῦ καθεστήκεσαν, διάφοροι καὶ τὰ πρότερα ὄντες. χρόνος μὲν δὴ ἐγένετο ὃν ἐπολέμησαν δέκα ἔτη συνεχῶς, καὶ ἐν τοσούτῳ πολέμου μήκει πολλάκις μὲν οἱ Φωκεῖς καὶ τὰ παρ’αὐτοῖς ξενικὰ ἐνίκησε, πολλάκις δὲ ἦν τὰ τῶν Θηβαίων ἐπικρατέστερα · γενομένης δὲ κατὰ Νεῶνα πόλιν συμβολῆς ἐτράποντο οἱ Φωκεῖς, καὶ ὁ Φιλόμηλος ῥίπτειτε αὑτὸν ἐν τῇ φυγῇ κατὰ ὑψηλοῦ καὶ ἀποτόμου κρημνοῦ καὶ ἀφίησιν οὕτω τὴν ψυχήν · ἐτέτακτο δὲ καὶ ἄλλως τοῖς Ἀμφικτύοσιν ἐς τοὺς συλῶντας αὕτη ἡ δίκη.
10.2.5μετὰ δὲ Φιλόμηλον τελευτήσαντα Ὀνομάρχῳ μὲν τὴν ἡγεμονίαν διδόασιν οἱ Φωκεῖς, ἐς δὲ τῶν Θηβαίων τὴν συμμαχίαν προσεχώρησε Φίλιππος ὁ Ἀμύντου · καὶ — ἐκράτησε γὰρ Φίλιππος τῆς συμβολῆς — φεύγων ὁ Ὀνόμαρχος καὶ ἐπὶ θάλασσαν ἀφικόμενος ἐνταῦθα ὑπὸ τῶν στρατιωτῶν κατηκοντίσθη τῶν οἰκείων, ὡς τὴν ἧσσάν σφισιν ὑπὸ ἀτολμίας συμβᾶσαν τῆς ἐκείνου καὶ ἐς τὸ στρατηγεῖν ἀπειρίας.
10.2.6Ὀνομάρχῳ μὲν τέλος τοῦ βίου τοιοῦτον ἐπήγαγεν ὁ δαίμων, στρατηγὸν δὲ αὐτοκράτορα εἵλοντο ἀδελφὸν τοῦ Ὀνομάρχου Φάυλον. λέγουσι δὲ τοῦτον τὸν Φάυλον παρεληλυθέναιτε δὴ ἄρτι ἐπὶ τῶν Φωκέων τὴν ἀρχὴν καὶ ὄψιν ὀνείρατος ἰδεῖν τοιάνδε. ἐν τοῖς ἀναθήμασι τοῦ Ἀπόλλωνος μίμημα ἦν χαλκοῦν ἀνδρὸς χρονιωτέρου, κατερρυηκότοςτε ἤδη τὰς σάρκας καὶ τὰ ὀστᾶ ὑπολειπομένου μόνα · ἀνάθημα δὲ ὑπὸ Δελφῶν Ἱπποκράτους ἐλέγετο εἶναι τοῦ ἰατροῦ. τούτῳ δὴ ἑαυτὸν ἐοικέναι τῷ ἀναθήματι ἔδοξεν ὁ Φάυλος · αὐτίκα δὲ ὑπολαβοῦσα αὐτὸν φθοώδης νόσος ἐπετέλει τοῦ ἐνυπνίου τὴν μαντείαν.
10.2.7Φαύλου δὲ ἀποθανόντος ἐς Φάλαικον τὸν παῖδα αὐτοῦ περιεχώρησεν ἡ ἐν Φωκεῦσι δυναστεία · καὶ ἐπεὶ ἔσχεν ὁ Φάλαικος αἰτίαν ἰδίᾳ περιποιεῖσθαι τῶν ἱερῶν χρημάτων, ἐπαύθη τῆς ἀρχῆς. διαβὰς δὲ ναυσὶν ἐς Κρήτην ὁμοῦ Φωκέων τοῖς ᾑρημένοις τὰ ἐκείνου καὶ μοίρᾳ τοῦ ξενικοῦ, Κυδωνίᾳ προσκαθήμενος — οὐ γάρ οἱ διδόναι χρήματα ἐβούλοντο αἰτοῦντι — τῆς στρατιᾶς τὸ πολὺ ἀπόλλυσι καὶ αὐτὸς ἀπώλετο.
10.3.1δεκάτῳ δὲ ὕστερον ἔτει μετὰ τὴν τοῦ ἱεροῦ κατάληψιν ἐπέθηκεν ὁ Φίλιππος πέρας τῷ πολέμῳ, Φωκικῷτε καὶ ἱερῷ κληθέντι τῷ αὐτῷ, Θεοφίλου μὲν Ἀθήνῃσιν ἄρχοντος, ὀγδόης δὲ Ὀλυμπιάδος καὶ ἑκατοστῆς ἔτει πρώτῳ, ἣν Πολυκλῆς ἐνίκα στάδιον Κυρηναῖος. καὶ ἐς ἔδαφος ἁλοῦσαι κατεβλήθησαν τῶν Φωκέων αἱ πόλεις · ἀριθμὸς δὲ ἦν αὐτῶν Λίλαια καὶ Ὑάμπολις καὶ Ἀντίκυρα καὶ Παραποτάμιοι καὶ Πανοπεύςτε καὶ Δαυλίς. τούτων μὲν δὴ ὄνομα ἦν ἐκ παλαιοῦ, καὶ οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου ·
10.3.2τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου · τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας ἐς τὸ Ἑλληνικὸν ἐποίησεν, Ἐρωχὸν καὶ Χαράδραν καὶ Ἀμφίκλειαν καὶ Νεῶνας καὶ Τεθρώνιον καὶ Δρυμαίαν. αἱ δὲ ἄλλαι πλήν γε δὴ Ἐλατείας τὰ πρότερα οὐκ ἐπιφανεῖς ἦσαν, Τραχίςτε ἡ Φωκικὴ καὶ Μεδεὼν ὁ Φωκικὸς καὶ Ἐχεδάμεια καὶ Ἄμβροσσος καὶ Λέδων καὶ Φλυγόνιον ἔτι καὶ Στῖρις. τότε δὲ κατεσκάφησάντε αἱ κατειλεγμέναι καὶ ἐς κώμας πλὴν Ἄβας ᾠκίσθησαν αἱ ἄλλαι · Ἀβαίοις δὲ ἐκτὸς ἀσεβείας ὑπῆρχε καθεστηκέναι, καὶ οὔτε τοῦ ἱεροῦ τῆς καταλήψεως οὔτε τοῦ πολέμου μετεσχήκεσαν.
10.3.3ἀφῃρέθησαν δὲ οἱ Φωκεῖς καὶ μετεῖναί σφισιν ἱεροῦ τοῦ ἐν Δελφοῖς καὶ συνόδου τῆς ἐς τὸ Ἑλληνικόν, καὶ τὰς ψήφους αὐτῶν Μακεδόσιν ἔδοσαν οἱ Ἀμφικτύονες. ἀνὰ χρόνον μέντοι τοῖς Φωκεῦσιν αἱ πόλεις ἀνῳκίσθησαν καὶ ἐς τὰς πατρίδας κατήχθησαν ἐκ τῶν κωμῶν, πλὴν εἰ μὴ ἀνοικισθῆναί τινας ἐκώλυσεν ἀσθένειάτε ἡ ἐξ ἀρχῆς καὶ ἡ τῶν χρημάτων ἐν τῷ τότε ἔνδεια · Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι σφᾶς ἦσαν οἱ κατάγοντες, πρὶν ἢ τὸ ἐν Χαιρωνείᾳ συμβῆναι πταῖσμα Ἕλλησι.
10.3.4καὶ ἀγῶνος τοῦ ἐν Χαιρωνείᾳ μετέσχον οἱ Φωκεῖς, καὶ ὕστερον περὶ Λάμιαν καὶ ἐν Κραννῶνι ἐναντία Ἀντιπάτρου καὶ Μακεδόνων ἐμαχέσαντο · Γαλάτας δὲ καὶ τὴν Κελτικὴν στρατιὰν προθυμότατα ἠμύνοντο Ἑλλήνων, θεῷτε τιμωροῦντες τῷ ἐν Δελφοῖς καὶ ἐς ἀπολογίαν ἅμα ἐμοὶ δοκεῖν τῶν ἀρχαίων ἐγκλημάτων.
10.4.1τούτοις μὲν δὴ τοιαῦτα ὑπῆρχεν ἐς μνήμην · στάδια δὲ ἐκ Χαιρωνείας εἴκοσιν ἐς Πανοπέας ἐστὶ πόλιν Φωκέων, εἴγε ὀνομάσαι τις πόλιν καὶ τούτους οἷς γε οὐκ ἀρχεῖα οὐ γυμνάσιόν ἐστιν, οὐ θέατρον οὐκ ἀγορὰν ἔχουσιν, οὐχ ὕδωρ κατερχόμενον ἐς κρήνην, ἀλλὰ ἐν στέγαις κοίλαις κατὰ τὰς καλύβας μάλιστα τὰς ἐν τοῖς ὄρεσιν, ἐνταῦθα οἰκοῦσιν ἐπὶ χαράδρᾳ. ὅμως δὲ ὅροι γε τῆς χώρας εἰσὶν αὐτοῖς ἐς τοὺς ὁμόρους, καὶ ἐς τὸν σύλλογον συνέδρους καὶ οὗτοι πέμπουσι τὸν Φωκικόν. καὶ γενέσθαι μὲν τῇ πόλει τὸ ὄνομα λέγουσιν ἀπὸ τοῦ Ἐπειοῦ πατρός, αὐτοὶ δὲ οὐ Φωκεῖς, Φλεγύαι δὲ εἶναι τὸ ἐξ ἀρχῆς καὶ ἐς τὴν γῆν διαφυγεῖν φασι τὴν Φωκίδα ἐκ τῆς Ὀρχομενίας.
10.4.2Πανοπέων δὲ τὸν ἀρχαῖον θεώμενοι περίβολον ἑπτὰ εἶναι σταδίων μάλιστα εἰκάζομεν · ὑπῄειτε ἐπῶν ἡμᾶς τῶν Ὁμήρου μνήμη ὧν ἐποίησεν ἐς Τιτυόν, καλλίχορον τῶν Πανοπέων ὀνομάσας τὴν πόλιν, καὶ ὡς ἐν τῇ μάχῃ τῇ ἐπὶ τῷ Πατρόκλου νεκρῷ καὶ Σχεδίον τὸν Ἰφίτου βασιλεύοντα Φωκέων καὶ ἀποθανόντα ὑφ’Ἕκτορος κατοικεῖν εἶπεν ἐν τῷ Πανοπεῖ. τοῦτο μὲν δὴ ἐφαίνετο ἡμῖν ἔχειν αἰτίαν, φόβῳ τῶν Βοιωτῶν — κατὰ γὰρ τοῦτό ἐστιν ἐκ τῆς Βοιωτίας ἡ ἐς τὴν Φωκίδα ἐσβολὴ ῥᾴστη — ἐνταῦθα οἰκεῖν τὸν βασιλέα ἅτε φρουρίῳ τῷ Πανοπεῖ χρώμενον ·
10.4.3τὸ ἕτερον δὲ οὐκ ἐδυνήθην συμβαλέσθαι πρότερον, ἐφ’ὅτῳ καλλίχορον τὸν Πανοπέα εἴρηκε, πρὶν ἢ ἐδιδάχθην ὑπὸ τῶν παρ’Ἀθηναίοις καλουμένων Θυιάδων. αἱ δὲ Θυιάδες γυναῖκες μέν εἰσιν Ἀττικαί, φοιτῶσαι δὲ ἐς τὸν Παρνασσὸν παρὰ ἔτος αὐταίτε καὶ αἱ γυναῖκες Δελφῶν ἄγουσιν ὄργια Διονύσῳ. ταύταις ταῖς Θυιάσι κατὰ τὴν ἐξ Ἀθηνῶν ὁδὸν καὶ ἀλλαχοῦ χοροὺς ἱστάναι καὶ παρὰ τοῖς Πανοπεῦσι καθέστηκε · καὶ ἡ ἐπίκλησις ἡ ἐς τὸν Πανοπέα Ὁμήρου ὑποσημαίνειν τῶν Θυιάδων δοκεῖ τὸν χορόν.
10.4.4Πανοπεῦσι δέ ἐστιν ἐπὶ τῇ ὁδῷ πλίνθουτε ὠμῆς οἴκημα οὐ μέγα καὶ ἐν αὐτῷ λίθου τοῦ Πεντελῆσιν ἄγαλμα, ὃν Ἀσκληπιόν, οἱ δὲ Προμηθέα εἶναί φασι · καὶ παρέχονταί γε τοῦ λόγου μαρτύρια. λίθοι κεῖνταί σφισιν ἐπὶ τῇ χαράδρᾳ, μέγεθος μὲν ἑκάτερος ὡς φόρτον ἀποχρῶντα ἁμάξης εἶναι, χρῶμα δέ ἐστι πηλοῦ σφισιν, οὐ γεώδους ἀλλ’οἷος ἂν χαράδρας γένοιτο ἢ χειμάρρου ψαμμώδους, παρέχονται δὲ καὶ ὀσμὴν ἐγγύτατα χρωτὶ ἀνθρώπου · ταῦτα ἔτι λείπεσθαι τοῦ πηλοῦ λέγουσιν ἐξ οὗ καὶ ἅπαν ὑπὸ τοῦ Προμηθέως τὸ γένος πλασθῆναι τῶν ἀνθρώπων.
10.4.5ἐνταῦθα ἐπὶ τῇ χαράδρᾳ καὶ Τιτυοῦ μνῆμά ἐστι · περίοδος μὲν τοῦ χώματος τρίτον μάλιστά που σταδίου, τὸ δὲ ἔπος τὸ ἐν Ὀδυσσείᾳ “κείμενον ἐν δαπέδῳ · ὁ δ’ἐπ’ἐννέα κεῖτο πέλεθρα” οὐκ ἐπὶ μεγέθει πεποιῆσθαι τοῦ Τιτυοῦ φασιν, ἀλλ’ἔνθα ὁ Τιτυὸς ἐτέθη, Πλέθρα ἐννέα ὄνομα εἶναι τῷ χωρίῳ.
10.4.6Κλέων δὲ ἀνὴρ Μάγνης, οἳ τῷ Ἕρμῳ προσοικοῦσιν, ἔφασκεν ἐς τὰ παράδοξα ἀπίστους εἶναι τῶν ἀνθρώπων οἷς ἂν μὴ παρὰ τὸν αὐτῶν γένηται βίον θεάμασιν ἐπιτυχεῖν λόγου μείζοσιν · αὐτὸς δὲ καὶ Τιτυὸν καὶ ἄλλους ἔφη πείθεσθαι γεγονέναι κατὰ τὴν φήμην · τυχεῖν γὰρ δὴ ὢν ἐν Γαδείροις, καὶ ἐκπλεῦσαι μὲν αὐτόςτε καὶ τὸν ἄλλον πάντα ὄχλον ἐκ τῆς νήσου κατὰ τὸ Ἡρακλέους πρόσταγμα, ὡς δὲ αὖθις ἐπανήκειν ἐς τὰ Γάδειρα, ἄνδρα εὑρεῖν θαλάσσιον ἐκπεπτωκότα ἐς τὴν γῆν · τοῦτον πλέθρα μὲν πέντε μάλιστα ἐπέχειν, κεραυνωθέντα δὲ ὑπὸ τοῦ θεοῦ καίεσθαι.
10.4.7οὗτος μὲν δὴ ταῦτα ἔλεγεν, Πανοπέως δὲ ὅσον στάδια εἴκοσι καὶ ἑπτὰ ἀπέχει Δαυλίς. οἱ δὲ ἐνταῦθα ἄνθρωποι πλῆθος μέν εἰσιν οὐ πολλοί, μεγέθει δὲ καὶ ἀλκῇ καὶ ἐς ἐμὲ ἔτι δοκιμώτατοι Φωκέων. τὸ δὲ ὄνομα τῇ πόλει τεθῆναι λέγουσιν ἀπὸ Δαυλίδος νύμφης, θυγατέρα δὲ εἶναι τοῦ Κηφισοῦ τὴν Δαυλίδα. τοῖς δέ ἐστιν εἰρημένον ὡς τὸ χωρίον, ἔνθα ἡ πόλις ᾠκίσθη, παρείχετο συνεχῆ δένδρα, καλεῖσθαι δὲ τὰ δασέα ὑπὸ τῶν πάλαι δαῦλα · ἐπὶ τούτῳ δὲ καὶ Αἰσχύλον τὰ Γλαύκου τοῦ Ἀνθηδονίου γένεια ὑπήνην ὠνομακέναι δαῦλον.
10.4.8ἐνταῦθα ἐν τῇ Δαυλίδι παραθεῖναι τῷ Τηρεῖ τὸν παῖδα αἱ γυναῖκες λέγονται, καὶ ἀνθρώποις τῶν ἐπὶ τραπέζῃ μιασμάτων τοῦτο ἦρξεν. ὁ δὲ ἔποψ ἐς ὃν ἔχει λόγος τὸν Τηρέα ἀλλαγῆναι, οὗτος ὁ ὄρνις μέγεθος μὲν ὀλίγον ἐστὶν ὑπὲρ ὄρτυγα, ἐπὶ τῇ κεφαλῇ δέ οἱ τὰ πτερὰ ἐς λόφου σχῆμα ἐξῆρται.
10.4.9θαυμάσαι δὲ ἄξιον ὅτι ἐν τῇ γῇ ταύτῃ χελιδόνες οὔτε τίκτουσιν οὔτε ἐκλέπουσί γε τὰ ᾠά, οὐ δ’ἂν ἀρχὴν πρὸς οἰκήματος ὀρόφῳ νεοσσιὰν χελιδὼν ποιήσαιτο · λέγουσι δὲ οἱ Φωκεῖς ὡς τῇ Φιλομήλᾳ καὶ ὄρνιθι οὔσῃ Τηρέως δεῖμα ἐφάνη καὶ οὕτω τῆς πατρίδος ἀπέστη τῆς Τηρέως. Δαυλιεῦσι δὲ Ἀθηνᾶς ἱερὸν καὶ ἄγαλμά ἐστιν ἀρχαῖον · τὸ δὲ ξόανον τὸ ἔτι παλαιότερον λέγουσιν ἐπαγαγέσθαι Πρόκνην ἐξ Ἀθηνῶν.
10.4.10ἔστι δὲ τῆς Δαυλίας χώρα καλουμένη Τρωνίς · ἐνταῦθα ἡρῷον ἥρω Ἀρχηγέτου πεποίηται · τὸν δὲ ἥρω τοῦτον Ξάνθιππον οὐκ ἀφανῆ τὰ ἐς πόλεμον, οἱ δὲ Φῶκον εἶναι τὸν Ὀρνυτίωνος τοῦ Σισύφου φασίν. ἔχει δ’οὖν ἐπὶ ἡμέρᾳτε πάσῃ τιμὰς καὶ ἄγοντες ἱερεῖα οἱ Φωκεῖς τὸ μὲν αἷμα δι’ὀπῆς ἐσχέουσιν ἐς τὸν τάφον, τὰ δὲ κρέα ταύτῃ σφίσιν ἀναλοῦν καθέστηκεν.
10.5.1ἔστι δὲ καὶ ἄνοδος διὰ τῆς Δαυλίδος ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ μακροτέρα τῆς ἐκ Δελφῶν, οὐ μέντοι καὶ κατὰ τα- ταὐτὰ χαλεπή. ἐς δὲ τὴν ἐπὶ Δελφῶν εὐθεῖαν ἀναστρέψαντι ἐκ Δαυλίδος καὶ ἰόντι ἐπὶ τὸ πρόσω, ἔστιν οἰκοδόμημα ἐν ἀριστερᾷ τῆς ὁδοῦ καλούμενον Φωκικόν, ἐς ὃ ἀπὸ ἑκάστης πόλεως συνίασιν οἱ Φωκεῖς.
10.5.2μεγέθει μὲν μέγα τὸ οἴκημα, ἐντὸς δὲ αὐτοῦ κίονες κατὰ μῆκός εἰσιν ἑστηκότες · ἀναβασμοὶ δὲ ἀπὸ τῶν κιόνων ἀνήκουσιν ἐς ἑκάτερον τοῖχον, καὶ ἐπὶ τῶν ἀναβασμῶν τούτων οἱ συνιόντες τῶν Φωκέων καθέζονται. πρὸς δὲ τῷ πέρατι κίονες μὲν οὐκ εἰσὶν οὐ δὲ ἀναβασμοί, Διὸς δὲ ἄγαλμα καὶ Ἀθηνᾶς καὶ Ἥρας, τὸ μὲν ἐν θρόνῳ τοῦ Διός, ἑκατέρωθεν δὲ ἡ μὲν κατὰ δεξιά, ἡ δὲ κατὰ ἀριστερὰ παρεστῶσα ἡ Ἀθηνᾶ πεποίηται.
10.5.3προϊὼν δὲ αὐτόθεν ἐπὶ ὁδὸν ἀφίξῃ καλουμένην Σχιστήν · ἐπ’αὐτῇ τῇ ὁδῷ τὰ ἐς τὸν φόνον τοῦ πατρὸς Οἰδίποδι εἰργάσθη. ἔδει δὲ ἄρα παθημάτων τῶν Οἰδίποδος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὑπολειφθῆναι μνημόσυνα. τεχθέντος μέν γε διαπείραντες διὰ τῶν σφυρῶν κέντρα ἐκτιθέασιν αὐτὸν ἐς τὴν Πλαταιίδα, ὄρος τὸν Κιθαιρῶνα · Κόρινθος δὲ καὶ ἡ ἐπὶ τῷ ἰσθμῷ χώρα τροφὸς τῷ Οἰδίποδι ἐγένετο · γῆ δὲ ἡ Φωκὶς καὶ ὁδὸς ἡ Σχιστὴ τοῦ πατρῴου φόνου τὸ μίασμα ὑπεδέξατο · Θηβαίοις δὲ καὶ ἐς πλέον γάμωντέ σφισι τῶν Οἰδίποδος καὶ ἀδικίας τῆς Ἐτεοκλέους ἐστὶν ἡ φήμη.
10.5.4Οἰδίποδι μὲν ὁδὸς ἡ Σχιστὴ καὶ τόλμημα τὸ ἐπ’αὐτῇ κακῶν ἦρχε, καὶ τὰ τοῦ Λαΐου μνήματα καὶ οἰκέτου τοῦ ἑπομένου τα- ταὐτὰ ἔτι ἐν μεσαιτάτῳ τῆς τριόδου ἐστὶ καὶ ἐπ’αὐτῷ λίθοι λογάδες σεσωρευμένοι · Δαμασίστρατον δὲ ἄνδρα ἐν Πλαταιαῖς βασιλεύοντα ἐπιτυχεῖντε κειμένοις τοῖς νεκροῖς καὶ θάψαι φασὶν αὐτούς.
10.5.5ἡ δὲ λεωφόρος αὐτόθεν ἡ ἐς Δελφοὺς καὶ προσάντης γίνεται μᾶλλον καὶ ἀνδρὶ εὐζώνῳ χαλεπωτέρα. λέγεται δὲ πολλὰ μὲν καὶ διάφορα ἐς αὐτοὺς τοὺς Δελφούς, πλείω δὲ ἔτι ἐς τοῦ Ἀπόλλωνος τὸ μαντεῖον. φασὶ γὰρ δὴ τὰ ἀρχαιότατα Γῆς εἶναι τὸ χρηστήριον, καὶ Δαφνίδα ἐπ’αὐτῷ τετάχθαι πρόμαντιν ὑπὸ τῆς Γῆς ·
10.5.6εἶναι δὲ αὐτὴν τῶν περὶ τὸ ὄρος νυμφῶν. ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστιν Εὐμολπία, Μουσαίῳ δὲ τῷ Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη · πεποιημένον οὖν ἐστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῷ καὶ Γῆς εἶναι τὸ μαντεῖον, καὶ τὴν μὲν χρᾶν αὐτήν, Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα. καὶ οὕτως ἔχει τὰ ἔπη · “αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον, σὺν δὲτε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου”. χρόνῳ δὲ ὕστερον, ὅσον τῇ Γῇ μετῆν, δοθῆναι Θέμιδι ὑπ’αὐτῆς λέγουσιν, Ἀπόλλωνα δὲ παρὰ Θέμιδος λαβεῖν δωρεάν · Ποσειδῶνι δὲ ἀντὶ τοῦ μαντείου Καλαύρειαν ἀντιδοῦναί φασιν αὐτὸν τὴν πρὸ Τροιζῆνος.
10.5.7ἤκουσα δὲ καὶ ὡς ἄνδρες ποιμαίνοντες ἐπιτύχοιεν τῷ μαντείῳ, καὶ ἔνθεοίτε ἐγένοντο ὑπὸ τοῦ ἀτμοῦ καὶ ἐμαντεύσαντο ἐξ Ἀπόλλωνος. μεγίστη δὲ καὶ παρὰ πλείστων ἐς Φημονόην δόξα ἐστίν, ὡς πρόμαντις γένοιτο ἡ Φημονόη τοῦ θεοῦ πρώτη καὶ πρώτη τὸ ἑξάμετρον ᾖσεν. Βοιὼ δὲ ἐπιχωρία γυνὴ ποιήσασα ὕμνον Δελφοῖς ἔφη κατασκευάσασθαι τὸ μαντεῖον τῷ θεῷ τοὺς ἀφικομένους ἐξ Ὑπερβορέων τούςτε ἄλλους καὶ Ὠλῆνα · τοῦτον δὲ καὶ μαντεύσασθαι πρῶτον καὶ ᾄσαι πρῶτον τὸ ἑξάμετρον.
10.5.8πεποίηκε δὲ ἡ Βοιὼ τοιάδε · “ἔνθα τοι εὔμνηστον χρηστήριον ἐκτελέσαντο παῖδες Ὑπερβορέων Παγασὸς καὶ δῖος Ἀγυιεύς”. ἐπαριθμοῦσα δὲ καὶ ἄλλους τῶν Ὑπερβορέων, ἐπὶ τελευτῇ τοῦ ὕμνου τὸν Ὠλῆνα ὠνόμασεν · “Ὠλήνθ’, ὃς γένετο πρῶτος Φοίβοιο προφάτας, πρῶτος δ’ἀρχαίων ἐπέων τεκτάνατ’ἀοιδάν”. οὐ μέντοι τά γε ἥκοντα ἐς μνήμην ἐς ἄλλον τινά, ἐς δὲ γυναικῶν μαντείαν ἀνήκει μόνων.
10.5.9ποιηθῆναι δὲ τὸν ναὸν τῷ Ἀπόλλωνι τὸ ἀρχαιότατον δάφνης φασί, κομισθῆναι δὲ τοὺς κλάδους ἀπὸ τῆς δάφνης τῆς ἐν τοῖς Τέμπεσι · καλύβης δ’ἂν σχῆμα οὗτός γε ἂν εἴη παρεσχηματισμένος ὁ ναός. δεύτερα δὲ λέγουσιν οἱ Δελφοὶ γενέσθαι ὑπὸ μελισσῶν τὸν ναὸν ἀπότε τοῦ κηροῦ τῶν μελισσῶν καὶ ἐκ πτερῶν · πεμφθῆναι δὲ ἐς Ὑπερβορέους φασὶν αὐτὸν ὑπὸ τοῦ Ἀπόλλωνος.
10.5.10λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τὸν ναὸν κατεσκευάσατο ἀνὴρ Δελφός, ὄνομα δὲ αὐτῷ Πτερᾶν εἶναι · κατὰ τοῦτο οὖν γενέσθαι καὶ τῷ ναῷ το- τοὔνομα ἀπὸ τοῦ οἰκοδομήσαντος · ἀπὸ τούτου δὲ τοῦ Πτερᾶ καὶ πόλιν Κρητικὴν προσθήκῃ γράμματος Ἀπτερεούς φασιν ὀνομάζεσθαι. τὸν γὰρ δὴ λόγον τὸν ἔχοντα ἐς τὴν ἐν τοῖς ὄρεσιν αὐξομένην πτέριν, ὡς ἐκ τῆς πόας ταύτης χλωρᾶς ἔτι διεπλέξαντο ναόν, οὐ δὲ ἀρχὴν προσίεμαι τὸν λόγον τοῦτον.
10.5.11τὰ δὲ ἐς τὸν τρίτον τῶν ναῶν, ὅτι ἐγένετο ἐκ χαλκοῦ, θαῦμα οὐδέν, εἴ γε Ἀκρίσιος μὲν θάλαμον χαλκοῦν τῇ θυγατρὶ ἐποιήσατο, Λακεδαιμονίοις δὲ Ἀθηνᾶς ἱερὸν Χαλκιοίκου καὶ ἐς ἡμᾶς ἔτι λείπεται, Ῥωμαίοις δὲ ἡ ἀγορὰ μεγέθους ἕνεκα καὶ κατασκευῆς τῆς ἄλλης θαῦμα οὖσα παρέχεται τὸν ὄροφον χαλκοῦν · οὕτω καὶ ναὸν τῷ Ἀπόλλωνι οὐκ ἂν ἄπο γε τοῦ εἰκότος εἴη γενέσθαι χαλκοῦν.
10.5.12τὰ μέντοι ἄλλα με οὐκ ἔπειθεν ὁ λόγος ἢ Ἡφαίστου τὸν ναὸν τέχνην εἶναι ἢ τὰ ἐς τὰς ᾠδοὺς τὰς χρυσᾶς, ἃ δὴ Πίνδαρος ᾖσεν ἐπ’ἐκείνῳ τῷ ναῷ · “χρύσειαι δ’ἐξύπερθ’αἰετοῦ ἄειδον Κηληδόνες”. οὗτος μὲν δὴ ταῦτα ἐς μίμησιν ἐμοὶ δοκεῖν τῶν παρ’Ὁμήρῳ Σειρήνων ἐποίησεν · οὐ μὴν οὐ δὲ τρόπον ὅντινα ἀφανισθῆναι συνέπεσε τῷ ναῷ, κατὰ τα- ταὐτὰ εἰρημένα εὕρισκον · καὶ γὰρ ἐς χάσμα γῆς ἐμπεσεῖν αὐτὸν καὶ ὑπὸ πυρὸς τακῆναι λέγουσιν.
10.5.13τέταρτος δὲ ὑπὸ Τροφωνίου μὲν εἰργάσθη καὶ Ἀγαμήδους, λίθου δὲ αὐτὸν ποιηθῆναι μνημονεύουσι · κατεκαύθη δὲ Ἐρξικλείδου μὲν Ἀθήνῃσιν ἄρχοντος, πρώτῳ δὲ τῆς ὀγδόης Ὀλυμπιάδος ἔτει καὶ πεντηκοστῆς, ἣν Κροτωνιάτης ἐνίκα Διόγνητος. τὸν δ’ἐφ’ἡμῶν τῷ θεῷ ναὸν ᾠκοδόμησαν μὲν ἀπὸ τῶν ἱερῶν οἱ Ἀμφικτύονες χρημάτων, ἀρχιτέκτων δέ τις Σπίνθαρος ἐγένετο αὐτοῦ Κορίνθιος.
10.6.1πόλιν δὲ ἀρχαιοτάτην οἰκισθῆναί φασιν ἐνταῦθα ὑπὸ Παρνασσοῦ, Κλεοδώρας δὲ εἶναι νύμφης παῖδα αὐτόν · καί οἱ πατέρας, καθάπερ γε καὶ ἄλλοις τῶν καλουμένων ἡρώων, Ποσειδῶνάτε θεὸν καὶ Κλεόπομπον ἄνδρα ἐπονομάζουσιν. ἀπὸ τούτου δὲ τοῦ Παρνασσοῦ τῷτε ὄρει τὸ ὄνομα τεθῆναι λέγουσι καὶ Παρνασσίαν ὀνομασθῆναι νάπην · τῶν πετομένωντε ὀρνίθων τὴν ἀπ’αὐτῶν μαντείαν γενέσθαι Παρνασσοῦ τὸ εὕρημα.
10.6.2ταύτην μὲν οὖν κατακλυσθῆναι τὴν πόλιν ὑπὸ τῶν ὄμβρων τῶν κατὰ Δευκαλίωνα συμβάντων · τῶν δὲ ἀνθρώπων ὅσοι διαφυγεῖν τὸν χειμῶνα ἠδυνήθησαν, λύκων ὠρυγαῖς ἀπεσώθησαν ἐς τοῦ Παρνασσοῦ τὰ ἄκρα ὑπὸ ἡγεμόσι τῆς πορείας τοῖς θηρίοις, πόλιν δὲ ἣν ἔκτισαν ἐκάλεσαν ἐπὶ τούτῳ Λυκώρειαν.
10.6.3λέγεται δὲ καὶ ἄλλος διάφορος λόγος τῷ προτέρῳ, Ἀπόλλωνι ἐκ νύμφης Κωρυκίας γενέσθαι Λύκωρον, καὶ ἀπὸ μὲν Λυκώρου πόλιν Λυκώρειαν, τὸ ἄντρον δὲ ὀνομασθῆναι τὸ Κωρύκιον ἀπὸ τῆς νύμφης. λέγεται δὲ καὶ τάδε, Κελαινὼ θυγατέρα Ὑάμῳ τῷ Λυκώρου γενέσθαι, Δελφὸν δέ, ἀφ’οὗ τῇ πόλει τὸ ὄνομα τὸ ἐφ’ἡμῶν ἐστι, Κελαινοῦςτε αὐτὸν τῆς Ὑάμου καὶ Ἀπόλλωνος εἶναι.
10.6.4οἱ δὲ Καστάλιόντε ἄνδρα αὐτόχθονα καὶ θυγατέρα ἐθέλουσιν αὐτῷ γενέσθαι Θυίαν, καὶ ἱερᾶσθαίτε τὴν Θυίαν Διονύσῳ πρῶτον καὶ ὄργια ἀγαγεῖν τῷ θεῷ · ἀπὸ ταύτης δὲ καὶ ὕστερον ὅσαι τῷ Διονύσῳ μαίνονται Θυιάδας καλεῖσθαι σφᾶς ὑπὸ ἀνθρώπων · Ἀπόλλωνος δ’οὖν παῖδα καὶ Θυίας νομίζουσιν εἶναι Δελφόν. οἱ δὲ μητρὸς Μελαίνης φασὶν αὐτόν, θυγατρὸς Κηφισοῦ.
10.6.5χρόνῳ δὲ ὕστερον καὶ Πυθὼ τὴν πόλιν, οὐ Δελφοὺς μόνον ἐκάλεσαν οἱ περιοικοῦντες, καθὰ καὶ Ὁμήρῳ πεποιημένα ἐν καταλόγῳ Φωκέων ἐστίν. οἱ μὲν δὴ γενεαλογεῖν τὰ πάντα ἐθέλοντες παῖδα εἶναι Δελφοῦ Πύθην καὶ ἀπὸ τούτου βασιλεύσαντος γενέσθαι τῇ πόλει τὸ ὄνομα ἥγηνται · λόγος δὲ ὃς ἥκει τῶν ἀνθρώπων ἐς τοὺς πολλούς, τὸν ὑπὸ τοῦ Ἀπόλλωνος τοξευθέντα σήπεσθαί φησιν ἐνταῦθα, καὶ διὰ τοῦτο ὄνομα τῇ πόλει γενέσθαι Πυθώ · πύθεσθαι γὰρ δὴ τὰ σηπόμενα οἱ τότε ἔλεγον, καὶ τοῦδε ἕνεκα Ὅμηρος πεποίηκεν ὡς ἡ τῶν Σειρήνων νῆσος ἀνάπλεως ὀστῶν εἴη, ὅτι οἱ τῆς ᾠδῆς αὐτῶν ἀκούοντες ἐπύθοντο ἄνθρωποι.
10.6.6τὸν δὲ ἀποθανόντα ὑπὸ τοῦ Ἀπόλλωνος ποιηταὶ μὲν δράκοντα εἶναι καὶ ἐπὶ τῷ μαντείῳ φύλακα ὑπὸ Γῆς τετάχθαι φασί · λέγεται δὲ καὶ ὡς Κριοῦ δυναστεύοντος ἀνδρὸς περὶ Εὔβοιαν παῖς γένοιτο ὑβριστής, καὶ ἐσύλησε μὲν τοῦ θεοῦ τὸ ἱερόν, ἐσύλησε δὲ καὶ οἴκους ἀνδρῶν εὐδαιμόνων. ὡς δὲ ἐπεστράτευε καὶ δεύτερον, ἐνταῦθα οἱ Δελφοὶ τὸν Ἀπόλλωνα ἱκέτευον ἀμῦναί σφισι τὸν ἐπιόντα κίνδυνον ·
10.6.7καὶ ἡ Φημονόη πρόμαντις τηνικαῦτα οὖσα ἐν ἑξαμέτρῳ σφίσιν ἔχρησεν · “ἀγχοῦ δὴ βαρὺν ἰὸν ἐπ’ἀνέρι Φοῖβος ἐφήσει σίντῃ Παρνησσοῖο · φόνου δέ ἑ Κρήσιοι ἄνδρες χεῖρας ἁγιστεύσουσι · τὸ δὲ κλέος οὔ ποτ’ὀλεῖται”.
10.7.1ἔοικε δὲ ἐξ ἀρχῆς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς ὑπὸ ἀνθρώπων ἐπιβεβουλεῦσθαι πλείστων ἤδη. οὗτόςτε ὁ Εὐβοεὺς λῃστὴς καὶ ἔτεσιν ὕστερον τὸ ἔθνος τὸ Φλεγυῶν, ἔτι δὲ Πύρρος ὁ Ἀχιλλέως ἐπεχείρησεν αὐτῷ, καὶ δυνάμεως μοῖρα τῆς Ξέρξου, καὶ οἱ χρόνοντε ἐπὶ πλεῖστον καὶ μάλιστα τοῦ θεοῦ τοῖς χρήμασιν ἐπελθόντες οἱ ἐν Φωκεῦσι δυνάσται, καὶ ἡ Γαλατῶν στρατιά. ἔμελλε δὲ ἄρα οὐ δὲ τῆς Νέρωνος ἐς πάντα ὀλιγωρίας ἀπειράτως ἕξειν, ὃς τὸν Ἀπόλλωνα πεντακοσίας θεῶντε ἀναμὶξ ἀφείλετο καὶ ἀνθρώπων εἰκόνας χαλκᾶς.
10.7.2ἀρχαιότατον δὲ ἀγώνισμα γενέσθαι μνημονεύουσι καὶ ἐφ’ᾧ πρῶτον ἆθλα ἔθεσαν, ᾆσαι ὕμνον ἐς τὸν θεόν · καὶ ᾖσε καὶ ἐνίκησεν ᾄδων Χρυσόθεμις ἐκ Κρήτης, οὗ δὴ ὁ πατὴρ λέγεται Καρμάνωρ καθῆραι Ἀπόλλωνα. Χρυσοθέμιδος δὲ ὕστερον Φιλάμμωνάτε ᾠδῇ μνημονεύουσι νικῆσαι καὶ ἐπ’ἐκείνῳ Θάμυριν τὸν Φιλάμμωνος. Ὀρφέα δὲ σεμνολογίᾳ τῇ ἐπὶ τελεταῖς καὶ ὑπὸ φρονήματος τοῦ ἄλλου καὶ Μουσαῖον τῇ ἐς πάντα μιμήσει τοῦ Ὀρφέως οὐκ ἐθελῆσαί φασιν αὐτοὺς ἐπὶ ἀγῶνι μουσικῆς ἐξετάζεσθαι.
10.7.3φασὶ δὲ καὶ Ἐλευθῆρα ἀνελέσθαι Πυθικὴν νίκην μέγα καὶ ἡδὺ φωνοῦντα, ἐπεὶ ᾄδειν γε αὐτὸν οὐχ αὑτοῦ τὴν ᾠδήν. λέγεται δὲ καὶ Ἡσίοδον ἀπελαθῆναι τοῦ ἀγωνίσματος ἅτε οὐ κιθαρίζειν ὁμοῦ τῇ ᾠδῇ δεδιδαγμένον. Ὅμηρος δὲ ἀφίκετο μὲν ἐς Δελφοὺς ἐρησόμενος ὁπόσα καὶ ἐδεῖτο, ἔμελλε δὲ αὐτῷ καὶ κιθαρίζειν διδαχθέντι ἀχρεῖον τὸ μάθημα ὑπὸ τῶν ὀφθαλμῶν τῆς συμφορᾶς γενήσεσθαι.
10.7.4τῆς δὲ τεσσαρακοστῆς Ὀλυμπιάδος καὶ ὀγδόης, ἣν Γλαυκίας ὁ Κροτωνιάτης ἐνίκησε, ταύτης ἔτει τρίτῳ ἆθλα ἔθεσαν οἱ Ἀμφικτύονες κιθαρῳδίας μὲν καθὰ καὶ ἐξ ἀρχῆς, προσέθεσαν δὲ καὶ αὐλῳδίας ἀγώνισμα καὶ αὐλῶν · ἀνηγορεύθησαν δὲ νικῶντες Κεφαλήντε Μελάμπους κιθαρῳδίᾳ καὶ αὐλῳδὸς Ἀρκὰς Ἐχέμβροτος, Σακάδας δὲ Ἀργεῖος ἐπὶ τοῖς αὐλοῖς · ἀνείλετο δὲ ὁ Σακάδας οὗτος καὶ ἄλλας δύο τὰς ἐφεξῆς ταύτης πυθιάδας.
10.7.5ἔθεσαν δὲ καὶ ἆθλα τότε ἀθληταῖς πρῶτον, τάτε ἐν Ὀλυμπίᾳ πλὴν τεθρίππου καὶ αὐτοὶ νομοθετήσαντες δολίχου καὶ διαύλου παισὶν εἶναι δρόμον. δευτέρᾳ δὲ πυθιάδι οὐκ ἐπὶ ἄθλοις ἐκάλεσαν ἔτι ἀγωνίζεσθαι, στεφανίτην δὲ τὸν ἀγῶνα ἀπὸ τούτου κατεστήσαντο · καὶ αὐλῳδίαν τότε κατέλυσαν, καταγνόντες οὐκ εἶναι τὸ ἄκουσμα εὔφημον · ἡ γὰρ αὐλῳδία μέλητε ἦν αὐλῶν τὰ σκυθρωπότατα καὶ ἐλεγεῖα προσᾳδόμενα τοῖς αὐλοῖς.
10.7.6μαρτυρεῖ δέ μοι καὶ τοῦ Ἐχεμβρότου τὸ ἀνάθημα, τρίπους χαλκοῦς ἀνατεθεὶς τῷ Ἡρακλεῖ τῷ ἐν Θήβαις · ἐπίγραμμα δὲ ὁ τρίπους εἶχεν · “Ἐχέμβροτος Ἀρκὰς θῆκε τῷ Ἡρακλεῖ νικήσας τόδ’ἄγαλμ’Ἀμφικτυόνων ἐν ἀέθλοις, Ἕλλησι δ’ἀείδων μέλεα καὶ ἐλέγους”. κατὰ τοῦτο μὲν τῆς αὐλῳδίας ἐπαύσθη τὸ ἀγώνισμα · προσέθεσαν δὲ καὶ ἵππων δρόμον, ἀνηγορεύθη δὲ ἐπὶ τῷ ἅρματι Κλεισθένης ὁ Σικυῶνος τυραννήσας.
10.7.7ὀγδόῃ δὲ πυθιάδι προσενομοθέτησαν κιθαριστὰς τοὺς ἐπὶ τῶν κρουμάτων τῶν ἀφώνων · καὶ Τεγεάτης ἐστεφανοῦτο Ἀγέλαος. τρίτῃ δὲ πυθιάδι ἐπὶ ταῖς εἴκοσι προστιθέασιν ὁπλίτην δρόμον · καὶ ἐπ’αὐτῷ Τιμαίνετος ἐκ Φλιοῦντος ἀνείλετο τὴν δάφνην, Ὀλυμπιάσιν ὕστερον πέντε ἢ Δαμάρετος Ἡραιεὺς ἐνίκησεν. ὀγδόῃ δὲ ἐπὶ τεσσαράκοντα πυθιάδι καὶ συνωρίδος εἶναι κατεστήσαντο δρόμον · καὶ Ἐξηκεστίδου Φωκέως ἐνίκησεν ἡ συνωρίς. πέμπτῃ δὲ πυθιάδι ἀπὸ ταύτης πώλους ἔζευξαν ὑπὸ ἅρματι · καὶ παρέδραμεν Ὀρφώνδα Θηβαίου τέθριππον.
10.7.8παγκράτιον δ’ἐν παισὶ καὶ συνωρίδατε πώλων καὶ πῶλον κέλητα πολλοῖς ἔτεσιν ὕστερον κατεδέξαντο Ἠλείων, τὸ μὲν πρώτῃ πυθιάδι ἐπὶ ταῖς ἑξήκοντα, καὶ Ἰολαΐδας ἐνίκα Θηβαῖος · διαλιπόντες δὲ ἀπὸ ταύτης μίαν κέλητι ἔθεσαν δρόμον πώλῳ, ἐνάτῃ δὲ ἐπὶ ταῖς ἑξήκοντα συνωρίδι πωλικῇ, καὶ ἐπὶ μὲν τῷ πώλῳ τῷ κέλητι Λυκόρμας ἀνηγορεύθη Λαρισαῖος, Πτολεμαῖος δὲ ἐπὶ τῇ συνωρίδι Μακεδών · ἔχαιρον γὰρ δὴ Μακεδόνες οἱ ἐν Αἰγύπτῳ καλούμενοι βασιλεῖς, καθάπερ γε ἦσαν. δάφνης δὲ στέφανος ἐπὶ τῶν Πυθίων τῇ νίκῃ κατ’ἄλλο μὲν ἐμοὶ δοκεῖν ἐστιν οὐδέν, ὅτι δὲ τῆς Λάδωνος θυγατρὸς Ἀπόλλωνα ἐρασθῆναι κατέσχηκεν ἡ φήμη.
10.8.1καταστήσασθαι δὲ συνέδριον ἐνταῦθα Ἑλλήνων οἱ μὲν Ἀμφικτύονα τὸν Δευκαλίωνος νομίζουσι καὶ ἀπὸ τούτου τοῖς συνελθοῦσιν ἐπίκλησιν Ἀμφικτύονας γενέσθαι, Ἀνδροτίων δὲ ἐν τῇ Ἀτθίδι ἔφη συγγραφῇ ὡς τὸ ἐξ ἀρχῆς ἀφίκοντο ἐς Δελφοὺς παρὰ τῶν προσοικούντων συνεδρεύοντες, καὶ ὀνομασθῆναι μὲν Ἀμφικτίονας τοὺς συνελθόντας, ἐκνικῆσαι δὲ ἀνὰ χρόνον τὸ νῦν σφισιν ὄνομα.
10.8.2ὑπὸ μὲν δὴ Ἀμφικτύονος αὐτοῦ φασιν ἐς συνέδριον κοινὸν τοσάδε γένη τοῦ Ἑλληνικοῦ συναχθῆναι, Ἴωνας Δόλοπας Θεσσαλοὺς Αἰνιᾶνας Μάγνητας Μαλιέας Φθιώτας Δωριεῖς Φωκέας Λοκροὺς τῇ Φωκίδι ὁμόρους ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι · καταλαβόντων δὲ Φωκέων τὸ ἱερὸν καὶ ὕστερον δεκάτῳ ἔτει λαβόντος πέρας τοῦ πολέμου, μεταβολὴν καὶ τὰ Ἀμφικτυόνων ἔσχε. Μακεδόνες μὲν γὰρ τελεῖν ἐς Ἀμφικτύονας εὕραντο, Φωκέων δὲ τὸ ἔθνος καὶ ἐκ τοῦ Δωρικοῦ Λακεδαιμόνιοι μετασχόντες ἐπαύσαντο Ἀμφικτυονίας, οἱ μὲν τοῦ τολμήματος ἕνεκα οἱ Φωκεῖς, οἱ δὲ συμμαχίας εὕραντο οἱ Λακεδαιμόνιοι τῆς Φωκέων ζημίαν.
10.8.3Βρέννου δὲ τὸν Γαλατῶν στρατὸν ἀγαγόντος ἐς Δελφοὺς προθυμίαν ἐς τὸν πόλεμον οἱ Φωκεῖς πλείστην τοῦ Ἑλληνικοῦ παρέσχοντο, καὶ ἀπὸ τοῦ ἔργου τούτου μετασχεῖν Ἀμφικτυονίας αὖθις καὶ ἐς τὰ ἄλλα ἐγένετο ἀξίωμα αὐτοῖς ἀνασώσασθαι τὸ ἀρχαῖον. βασιλεὺς δὲ Αὔγουστος μετεῖναι καὶ Νικοπολίταις τοῖς πρὸς τῷ Ἀκτίῳ συνεδρίου τοῦ Ἀμφικτυόνων ἠθέλησε · Μάγνητας μὲν οὖν καὶ Μαλιεῖς καὶ Αἰνιᾶνας καὶ Φθιώτας Θεσσαλοῖς συντελεῖν, τὰς ψήφους δὲ ὅσαι τούτωντε καὶ Δολόπων — οὐ γὰρ ἔτι ἦν Δολόπων γένος — Νικοπολίτας φέρειν.
10.8.4οἱ δὲ Ἀμφικτύονες οἱ ἐπ’ἐμοῦ τριάκοντα ἀριθμῷ ἦσαν · ἐκ Νικοπόλεως μὲν καὶ Μακεδονίαςτε καὶ Θεσσαλῶν, ἀπὸ ἑκάστων ἀριθμῷ ἦσαν ἕξ, ἐκ δὲ Βοιωτῶν — Θεσσαλίαν γὰρ καὶ οὗτοι τὰ ἀρχαιότερα ᾤκησαν καὶ Αἰολεῖς τηνικαῦτα ἐκαλοῦντο — καὶ ἐκ Φωκέωντε καὶ Δελφῶν, παρὰ τούτων δύο ἑκάστων · εἷς δ’ἐκ Δωρίδος τῆς ἀρχαίας.
10.8.5πέμπουσι δὲ καὶ Λοκροὶ οἵτε καλούμενοι Ὀζόλαι καὶ οἱ πέραν Εὐβοίας ἕνα ἑκάτεροι, καὶ Εὐβοεύς ἐστιν εἷς · Πελοποννησίων δὲ ἐξ Ἄργους καὶ Σικυῶνος καὶ Κορίνθου σὺν Μεγαρεῦσίν ἐστιν εἷς καὶ εἷς Ἀθηναῖος. αἱ μὲν δὴ πόλεις Ἀθῆναι καὶ Δελφοὶ καὶ ἡ Νικόπολις, αὗται μὲν ἀποστέλλουσι συνεδρεύσοντας ἐς Ἀμφικτυονίαν πᾶσαν · ἀπὸ δὲ ἐθνῶν τῶν κατειλεγμένων ἑκάστῃ πόλει ἀνὰ μέρος ἐς Ἀμφικτύονας καὶ ἐν χρόνου περιόδῳ συντελεῖν ἔστιν.
10.8.6ἐσελθόντι δὲ ἐς τὴν πόλιν εἰσὶν ἐφεξῆς ναοί · καὶ ὁ μὲν πρῶτος αὐτῶν ἐρείπια ἦν, ὁ ἐπὶ τούτῳ δὲ κενὸς καὶ ἀγαλμάτων καὶ ἀνδριάντων · ὁ δὲ αὐτῶν τρίτος καὶ ὁ τέταρτος, ὁ μὲν τῶν ἐν Ῥώμῃ βασιλευσάντων εἶχεν οὐ πολλῶν τινῶν εἰκόνας, ὁ τέταρτος δὲ Ἀθηνᾶς καλεῖται Προνοίας. τῶν δὲ ἀγαλμάτων τὸ ἐν τῷ προνάῳ Μασσαλιωτῶν ἀνάθημά ἐστι, μεγέθει τοῦ ἔνδον ἀγάλματος μεῖζον. οἱ δὲ Μεσσαλιῶται Φωκαέων εἰσὶν ἄποικοι τῶν ἐν Ἰωνίᾳ, μοῖρα καὶ αὕτη τῶν ποτε Ἅρπαγον τὸν Μῆδον φυγόντων ἐκ Φωκαίας · γενόμενοι δὲ ναυσὶν ἐπικρατέστεροι Καρχηδονίων τήντε γῆν ἣν ἔχουσιν ἐκτήσαντο καὶ ἐπὶ μέγα ἀφίκοντο εὐδαιμονίας.
10.8.7τῶν μὲν δὴ Μασσαλιωτῶν χαλκοῦν τὸ ἀνάθημά ἐστι · χρυσοῦ δὲ ἀσπίδα ὑπὸ Κροίσου τοῦ Λυδοῦ τῇ Ἀθηνᾷ τῇ Προνοίᾳ δοθεῖσαν, ἐλέγετο ὑπὸ τῶν Δελφῶν ὡς Φιλόμηλος αὐτὴν ἐσύλησε. πρὸς δὲ τῷ ἱερῷ τῆς Προνοίας Φυλάκου τέμενός ἐστιν ἥρωος · καὶ ὁ Φύλακος οὗτος ὑπὸ Δελφῶν ἔχει φήμην κατὰ τὴν ἐπιστρατείαν σφίσιν ἀμῦναι τὴν Περσῶν.
10.8.8ἐν δὲ τοῦ γυμνασίου τῷ ὑπαίθρῳ πεφυκέναι ποτὲ ἀγρίαν φασὶν ὕλην, καὶ Ὀδυσσέα, ἡνίκα ὡς τὸν Αὐτόλυκον ἀφικόμενος μετὰ τοῦ Αὐτολύκου τῶν παίδων ἐθήρευε, τότε αὐτὸν τὸ τραῦμα τὸ ὑπὲρ τοῦ γόνατος ἐνταῦθα σχεῖν ὑπὸ τοῦ συός. τραπομένῳ δὲ ἐς ἀριστερὰν ἀπὸ τοῦ γυμνασίου καὶ ὑποκαταβάντι οὐ πλέον ἐμοὶ δοκεῖν ἢ τρία στάδια, ποταμός ἐστιν ὀνομαζόμενος Πλεῖστος · οὗτος ὁ Πλεῖστος ἐπὶ Κίρραν τὸ ἐπίνειον Δελφῶν καὶ τὴν ταύτῃ κάτεισι θάλασσαν.
10.8.9ἐκ δὲ τοῦ γυμνασίου τὴν ἐς τὸ ἱερὸν ἀνιόντι ἔστιν ἐν δεξιᾷ τῆς ὁδοῦ τὸ ὕδωρ τῆς Κασταλίας, καὶ πιεῖν ἡδὺ καὶ λοῦσθαι καλόν. δοῦναι δὲ τὸ ὄνομα τῇ πηγῇ γυναῖκα λέγουσιν ἐπιχωρίαν, οἱ δὲ ἄνδρα Καστάλιον · Πανύασσις δὲ ὁ Πολυάρχου πεποιηκὼς ἐς Ἡρακλέα ἔπη θυγατέρα Ἀχελῴου τὴν Κασταλίαν φησὶν εἶναι. λέγει γὰρ δὴ περὶ τοῦ Ἡρακλέους · “Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶ περήσας ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ”.
10.8.10ἤκουσα δὲ καὶ ἄλλο τοιόνδε, τὸ ὕδωρ τῇ Κασταλίᾳ ποταμοῦ δῶρον εἶναι τοῦ Κηφισοῦ. τοῦτο ἐποίησε καὶ Ἀλκαῖος ἐν προοιμίῳ τῷ ἐς Ἀπόλλωνα · βεβαιοῦνται δὲ οὐχ ἥκιστα οἱ Λιλαιεῖς, οἳ ἐς τοῦ Κηφισοῦ τὴν πηγὴν πέμματα ἐπιχώρια καὶ ἄλλα ὁπόσα νομίζουσιν ἀφιᾶσιν ἔν τισιν εἰρημέναις ἡμέραις, καὶ αὖθις ἐν τῇ Κασταλίᾳ φασὶν αὐτὰ ἀναφαίνεσθαι.
10.9.1Δελφοῖς δὲ ἡ πόλις ἄναντες διὰ πάσης παρέχεται σχῆμα, κατὰ τὰ αὐτὰ δὲ τῇ πόλει τῇ ἄλλῃ καὶ ὁ ἱερὸς περίβολος τοῦ Ἀπόλλωνος. οὗτος δὲ μεγέθει μέγας καὶ ἀνωτάτω τοῦ ἄστεώς ἐστι · τέτμηνται δὲ καὶ ἔξοδοι δι’αὐτοῦ συνεχεῖς. ὁπόσα δὲ τῶν ἀναθημάτων εἶναί μοι λόγου μάλιστα ἄξια ἐφαίνετο, ποιησόμεθα αὐτῶν μνήμην.
10.9.2ἀθλητὰς μὲν οὖν καὶ ὅσαι ἀγωνισταὶ μουσικῆς τῶν ἀνθρώπων τοῖς πλείοσιν ἐγίνοντο μετὰ οὐδενὸς λογισμοῦ, οὐ πάνυ τι ἡγοῦμαι σπουδῆς ἀξίους · ἀθλητὰς δὲ ὁπόσοι τι καὶ ὑπελείποντο ἐς δόξαν, ἐν λόγῳ σφᾶς ἐδήλωσα τῷ ἐς Ἠλείους. Φαΰλῳ δὲ Κροτωνιάτῃ — Ὀλυμπίασι μὲν οὐκ ἔστιν αὐτῷ νίκη, τὰς δὲ Πυθοῖ πεντάθλου δύο ἀνείλετο καὶ σταδίου τὴν τρίτην · ἐναυμάχησε δὲ καὶ ἐναντία τοῦ Μήδου ναῦντε παρασκευασάμενος οἰκείαν καὶ Κροτωνιατῶν ὁπόσοι ἐπεδήμουν τῇ Ἑλλάδι ἀνεβίβασεν — τούτου ἐστὶν ἀνδριὰς ἐν Δελφοῖς. τὰ μὲν δὴ ἐς τὸν Κροτωνιάτην οὕτως εἶχεν, ἐσελθόντι δὲ ἐς τὸ τέμενος χαλκοῦς ταῦρος τέχνη μὲν Θεοπρόπου ἐστὶν Αἰγινήτου, Κορκυραίων δὲ ἀνάθημα.
10.9.3λέγεται δὲ ὡς ταῦρος ἐν τῇ Κορκύρᾳ καταλιπὼν τὰς ἄλλας βοῦς καὶ ἀπὸ τῆς νομῆς κατερχόμενος ἐμυκᾶτο ἐπὶ θαλάσσῃ · γινομένου δὲ ἐπὶ ἡμέρᾳ πάσῃ τοῦ αὐτοῦ κάτεισιν ἐπὶ θάλασσαν ὁ βουκόλος, καὶ εἶδεν ἰχθύων τῶν θύννων ἀτέκμαρτόν τι ἀριθμῷ πλῆθος.
10.9.4καὶ ὁ μὲν δῆλα τοῖς ἐν τῇ πόλει Κορκυραίοις ἐποίησεν · οἱ δὲ — ἑλεῖν γὰρ τοὺς θύννους προαιρούμενοι τὴν ἄλλως ταλαιπωρίαν εἶχον — θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς · καὶ οὕτω Ποσειδῶνίτε ἐκεῖνον θύουσι τὸν ταῦρον καὶ αὐτίκα μετὰ τὴν θυσίαν αἱροῦσι τοὺς ἰχθῦς, καί σφισι τὸ ἀνάθημα ἐν Ὀλυμπίᾳτε καὶ ἐν Δελφοῖς ἐστιν ἡ δεκάτη τῆς ἄγρας.
10.9.5ἐφεξῆς δὲ Τεγεατῶν ἀναθήματα ἀπὸ Λακεδαιμονίων Ἀπόλλων ἐστὶ καὶ Νίκη καὶ οἱ ἐπιχώριοι τῶν ἡρώων, Καλλιστώτε ἡ Λυκάονος καὶ Ἀρκὰς ὁ ἐπώνυμος τῆς γῆς καὶ οἱ τοῦ Ἀρκάδος παῖδες Ἔλατος καὶ Ἀφείδας καὶ Ἀζάν, ἐπὶ δὲ αὐτοῖς Τρίφυλος · τούτῳ δὲ ἦν οὐκ Ἐρατὼ τῷ Τριφύλῳ μήτηρ, ἀλλὰ Λαοδάμεια ἡ Ἀμύκλα τοῦ ἐν Λακεδαίμονι βασιλεύσαντος · ἀνάκειται δὲ καὶ Ἔρασος Τριφύλου παῖς.
10.9.6οἱ δὲ εἰργασμένοι τὰ ἀγάλματα Παυσανίας ἐστὶν Ἀπολλωνιάτης, οὗτος μὲν τόντε Ἀπόλλωνα καὶ Καλλιστώ, τὴν δὲ Νίκην καὶ τοῦ Ἀρκάδος τὴν εἰκόνα ὁ Σικυώνιος Δαίδαλος · Ἀντιφάνης δὲ Ἀργεῖος καὶ Σαμόλας Ἀρκάς, οὗτος μὲν τὸν Τρίφυλον καὶ Ἀζᾶνα, Ἔλατον δὲ καὶ Ἀφείδαντάτε καὶ Ἔρασον ὁ Ἀργεῖος. ταῦτα μὲν δὴ οἱ Τεγεᾶται ἔπεμψαν ἐς Δελφούς, Λακεδαιμονίους ὅτε ἐπὶ σφᾶς ἐστρατεύσαντο αἰχμαλώτους ἑλόντες ·
10.9.7Λακεδαιμονίων δὲ ἀπαντικρὺ τούτων ἀναθήματά ἐστιν ἀπ’Ἀθηναίων Διόσκουροι καὶ Ζεὺς καὶ Ἀπόλλωντε καὶ Ἄρτεμις, ἐπὶ δὲ αὐτοῖς Ποσειδῶντε καὶ Λύσανδρος ὁ Ἀριστοκρίτου στεφανούμενος ὑπὸ τοῦ Ποσειδῶνος, Ἀγίαςτε ὃς τῷ Λυσάνδρῳ τότε ἐμαντεύετο καὶ Ἕρμων ὁ τὴν ναῦν τοῦ Λυσάνδρου τὴν στρατηγίδα κυβερνῶν.
10.9.8τοῦτον μὲν δὴ τὸν Ἕρμωνα Θεόκοσμος ποιήσειν ἔμελλεν ὁ Μεγαρεὺς ἅτε ὑπὸ τῶν Μεγαρέων ἐγγραφέντα ἐς τὴν πολιτείαν · οἱ δὲ Διόσκουροι Ἀντιφάνους εἰσὶν Ἀργείου καὶ ὁ μάντις τέχνη Πίσωνος ἐκ Καλαυρείας τῆς Τροιζηνίων · Ἀθηνόδωρος δὲ καὶ Δαμέας, ὁ μὲν τὴν Ἄρτεμίντε καὶ Ποσειδῶνα εἰργάσατο, ἔτι δὲ τὸν Λύσανδρον, Ἀθηνόδωρος δὲ τὸν Ἀπόλλωνα ἐποίησε καὶ τὸν Δία ·
10.9.9οὗτοι δὲ Ἀρκάδες εἰσὶν ἐκ Κλείτορος. ἀνάκεινται δὲ καὶ ὄπισθεν τῶν κατειλεγμένων ὅσοι συγκατειργάσαντο τῷ Λυσάνδρῳ τὰ ἐν Αἰγὸς ποταμοῖς ἢ αὐτῶν Σπαρτιατῶν ἢ τῶν συμμαχησάντων, εἰσὶ δὲ οἵδε · Ἄρακος μὲν καὶ Ἐριάνθης, ὁ μὲν αὐτῶν ἐκ Λακεδαίμονος, ὁ δὲ Ἐριάνθης Βοιώτιος ὑπὲρ τοῦ Μίμαντος, ἐντεῦθεν μὲν Ἀστυκράτης, Χῖοι δὲ Κηφισοκλῆς καὶ Ἑρμόφαντόςτε καὶ Ἱκέσιος, Τίμαρχος δὲ καὶ Διαγόρας Ῥόδιοι, Κνίδιος δὲ Θεόδαμος, ἐκ δὲ Ἐφέσου Κιμμέριος, καὶ Μιλήσιος Αἰαντίδης.
10.9.10τούτους μὲν δὴ ἐποίησε Τίσανδρος, τοὺς δὲ ἐφεξῆς Ἄλυπος Σικυώνιος, Θεόπομπον Μύνδιον καὶ Κλεομήδην Σάμιον καὶ ἐξ Εὐβοίας Ἀριστοκλέατε Καρύστιον καὶ Αὐτόνομον Ἐρετριέα καὶ Ἀριστόφαντον Κορίνθιον καὶ Ἀπολλόδωρον Τροιζήνιον καὶ ἐξ Ἐπιδαύρου Δίωνα τῆς ἐν τῇ Ἀργολίδι. ἐχόμενοι δὲ τούτων Ἀξιόνικός ἐστιν Ἀχαιὸς ἐκ Πελλήνης, ἐκ δὲ Ἑρμιόνος Θεάρης, καὶ Φωκεύςτε Πυρρίας καὶ Κώμων Μεγαρεὺς καὶ Ἀγασιμένης Σικυώνιος, ἐκ δὲ Ἀμβρακίας καὶ Κορίνθουτε καὶ Λευκάδος Τηλυκράτης καὶ Πυθόδοτος Κορίνθιος καὶ Ἀμβρακιώτης Εὐαντίδας · τελευτᾷ δὲ Ἐπικυδίδας καὶ Ἐτεόνικος οἱ Λακεδαιμόνιοι · Πατροκλέους δὲ καὶ Κανάχου φασὶν ἔργα.
10.9.11τὴν δὲ πληγὴν Ἀθηναῖοι τὴν ἐν Αἰγὸς ποταμοῖς οὐ μετὰ τοῦ δικαίου συμβῆναί σφισιν ὁμολογοῦσι · προδοθῆναι γὰρ ἐπὶ χρήμασιν ὑπὸ τῶν στρατηγησάντων, Τυδέα δὲ εἶναι καὶ Ἀδείμαντον οἳ τὰ δῶρα ἐδέξαντο παρὰ Λυσάνδρου. καὶ ἐς ἀπόδειξιν τοῦ λόγου Σιβύλλης παρέχονται τὸν χρησμόν · “καὶ τότ’Ἀθηναίοισι βαρύστονα κήδεα θήσει Ζεὺς ὑψιβρεμέτης, οὗπερ κράτος ἐστὶ μέγιστον, νηυσὶ φερεπτολέμοισι μάχην καὶ δηιοτῆτα ὀλλυμέναις δολεροῖσι τρόποις, κακότητι νομήων”. τὰ δὲ ἕτερα ἐκ Μουσαίου χρησμῶν μνημονεύουσι · “καὶ γὰρ Ἀθηναίοισιν ἐπέρχεται ἄγριος ὄμβρος ἡγεμόνων κακότητι, παραιφασίη δέ τις ἔσται ἥττης · οὐ λήσουσι πόλιν, τίσουσι δὲ ποινήν”.
10.9.12ταῦτα μὲν δὴ ἐπὶ τοσοῦτον εἰρήσθω · τὸν δὲ ὑπὲρ τῆς καλουμένης Θυρέας Λακεδαιμονίων ἀγῶνα καὶ Ἀργείων, Σίβυλλα μὲν καὶ τοῦτον προεθέσπισεν ὡς συμβήσοιτο ἐξ ἴσου ταῖς πόλεσιν, Ἀργεῖοι δὲ ἀξιοῦντες ἐσχηκέναι πλέον ἐν τῷ ἔργῳ χαλκοῦν ἵππον — τὸν δούρειον δῆθεν — ἀπέστειλαν ἐς Δελφούς · τὸ δὲ ἔργον Ἀντιφάνους ἐστὶν Ἀργείου.
10.10.1τῷ βάθρῳ δὲ τῷ ὑπὸ τὸν ἵππον τὸν δούρειον ἐπίγραμμα μέν ἐστιν ἀπὸ δεκάτης τοῦ Μαραθωνίου ἔργου τεθῆναι τὰς εἰκόνας · εἰσὶ δὲ Ἀθηνᾶτε καὶ Ἀπόλλων καὶ ἀνὴρ τῶν στρατηγησάντων Μιλτιάδης · ἐκ δὲ τῶν ἡρώων καλουμένων Ἐρεχθεύςτε καὶ Κέκροψ καὶ Πανδίων, καὶ Λεώςτε καὶ Ἀντίοχος ὁ ἐκ Μήδας Ἡρακλεῖ γενόμενος τῆς Φύλαντος, ἔτι δὲ Αἰγεύςτε καὶ παίδων τῶν Θησέως Ἀκάμας, οὗτοι μὲν καὶ φυλαῖς Ἀθήνῃσιν ὀνόματα κατὰ μάντευμα ἔδοσαν τὸ ἐκ Δελφῶν · ὁ δὲ Μελάνθου Κόδρος καὶ Θησεὺς καὶ Νηλεύς, οὗτοι δὲ οὐκέτι τῶν ἐπωνύμων εἰσί.
10.10.2τοὺς μὲν δὴ κατειλεγμένους Φειδίας ἐποίησε, καὶ ἀληθεῖ λόγῳ δεκάτη καὶ οὗτοι τῆς μάχης εἰσίν · Ἀντίγονον δὲ καὶ τὸν παῖδα Δημήτριον καὶ Πτολεμαῖον τὸν Αἰγύπτιον χρόνῳ ὕστερον ἀπέστειλαν ἐς Δελφούς, τὸν μὲν Αἰγύπτιον καὶ εὐνοίᾳ τινὶ ἐς αὐτόν, τοὺς δὲ Μακεδόνας τῷ ἐς αὐτοὺς δέει.
10.10.3πλησίον δὲ τοῦ ἵππου καὶ ἄλλα ἀναθήματά ἐστιν Ἀργείων, οἱ ἡγεμόνες τῶν ἐς Θήβας ὁμοῦ Πολυνείκει στρατευσάντων, Ἄδραστόςτε ὁ Ταλαοῦ καὶ Τυδεὺς Οἰνέως καὶ οἱ ἀπόγονοι Προίτου Καπανεὺς Ἱππόνου καὶ Ἐτέοκλος ὁ Ἴφιος, Πολυνείκηςτε καὶ ὁ Ἱππομέδων ἀδελφῆς Ἀδράστου παῖς · Ἀμφιαράου δὲ καὶ ἅρμα ἐγγὺς πεποίηται καὶ ἐφεστηκὼς Βάτων ἐπὶ τῷ ἅρματι ἡνίοχόςτε τῶν ἵππων καὶ τῷ Ἀμφιαράῳ καὶ ἄλλως προσήκων κατὰ οἰκειότητα · τελευταῖος δὲ Ἀλιθέρσης ἐστὶν αὐτῶν.
10.10.4οὗτοι μὲν δὴ Ὑπατοδώρου καὶ Ἀριστογείτονός εἰσιν ἔργα, καὶ ἐποίησαν σφᾶς, ὡς αὐτοὶ Ἀργεῖοι λέγουσιν, ἀπὸ τῆς νίκης ἥντινα ἐν Οἰνόῃ τῇ Ἀργείᾳ αὐτοίτε καὶ Ἀθηναίων ἐπίκουροι Λακεδαιμονίους ἐνίκησαν. ἀπὸ δὲ τοῦ αὐτοῦ ἐμοὶ δοκεῖν ἔργου καὶ τοὺς Ἐπιγόνους ὑπὸ Ἑλλήνων καλουμένους ἀνέθεσαν οἱ Ἀργεῖοι · κεῖνται γὰρ δὴ εἰκόνες καὶ τούτων, Σθένελος καὶ Ἀλκμαίων, κατὰ ἡλικίαν ἐμοὶ δοκεῖν πρὸ Ἀμφιλόχου τετιμημένος, ἐπὶ δὲ αὐτοῖς Πρόμαχος καὶ Θέρσανδρος καὶ Αἰγιαλεύςτε καὶ Διομήδης · ἐν μέσῳ δὲ Διομήδους καὶ τοῦ Αἰγιαλέως ἐστὶν Εὐρύαλος.
10.10.5ἀπαντικρὺ δὲ αὐτῶν ἀνδριάντες εἰσὶν ἄλλοι · τούτους δὲ ἀνέθεσαν οἱ Ἀργεῖοι τοῦ οἰκισμοῦ τοῦ Μεσσηνίων Θηβαίοις καὶ Ἐπαμινώνδᾳ μετασχόντες. ἡρώων δέ εἰσιν αἱ εἰκόνες, Δαναὸς μὲν βασιλέων ἰσχύσας τῶν ἐν Ἄργει μέγιστον, Ὑπερμήστρα δὲ ἅτε καθαρὰ χεῖρας μόνη τῶν ἀδελφῶν · παρὰ δὲ αὐτὴν καὶ ὁ Λυγκεὺς καὶ ἅπαν τὸ ἐφεξῆς αὐτῶν γένος τὸ ἐς Ἡρακλέατε καὶ ἔτι πρότερον καθῆκον ἐς Περσέα.
10.10.6Ταραντίνων δὲ οἱ ἵπποι οἱ χαλκοῖ καὶ αἰχμάλωτοι γυναῖκες ἀπὸ Μεσσαπίων εἰσίν, ὁμόρων τῇ Ταραντίνων βαρβάρων, Ἀγελάδα δὲ ἔργα τοῦ Ἀργείου. Τάραντα δὲ ἀπῴκισαν μὲν Λακεδαιμόνιοι, οἰκιστὴς δὲ ἐγένετο Σπαρτιάτης Φάλανθος. στελλομένῳ δὲ ἐς ἀποικίαν τῷ Φαλάνθῳ λόγιον ἦλθεν ἐκ Δελφῶν · ὑετοῦ αὐτὸν αἰσθόμενον ὑπὸ αἴθρᾳ, τηνικαῦτα καὶ χώραν κτήσεσθαι καὶ πόλιν.
10.10.7τὸ μὲν δὴ παραυτίκα οὔτε ἰδίᾳ τὸ μάντευμα ἐπισκεψάμενος οὔτε πρὸς τῶν ἐξηγητῶν τινα ἀνακοινώσας κατέσχε ταῖς ναυσὶν ἐς Ἰταλίαν · ὡς δέ οἱ νικῶντι τοὺς βαρβάρους οὐκ ἐγίνετο οὔτε τινὰ ἑλεῖν τῶν πόλεων οὔτε ἐπικρατῆσαι χώρας, ἐς ἀνάμνησιν ἀφικνεῖτο τοῦ χρησμοῦ, καὶ ἀδύνατα ἐνόμιζέν οἱ τὸν θεὸν χρῆσαι · μὴ γὰρ ἄν ποτε ἐν καθαρῷ καὶ αἰθρίῳ τῷ ἀέρι ὑσθῆναι. καὶ αὐτὸν ἡ γυνὴ ἀθύμως ἔχοντα — ἠκολουθήκει γὰρ οἴκοθεν — τάτε ἄλλα ἐφιλοφρονεῖτο καὶ ἐς τὰ γόνατα ἐσθεμένη τὰ αὑτῆς τοῦ ἀνδρὸς τὴν κεφαλὴν ἐξέλεγε τοὺς φθεῖρας · καί πως ὑπὸ εὐνοίας δακρῦσαι παρίσταται τῇ γυναικὶ ὁρώσῃ τοῦ ἀνδρὸς ἐς οὐδὲν προχωροῦντα τὰ πράγματα.
10.10.8προέχει δὲ ἀφειδέστερον τῶν δακρύων καὶ — ἔβρεχε γὰρ τοῦ Φαλάνθου τὴν κεφαλήν — συνίησίτε τῆς μαντείας — ὄνομα γὰρ δὴ ἦν Αἴθρα τῇ γυναικί — καὶ οὕτω τῇ ἐπιούσῃ νυκτὶ Τάραντα τῶν βαρβάρων εἷλε μεγίστην καὶ εὐδαιμονεστάτην τῶν ἐπὶ θαλάσσῃ πόλεων. Τάραντα δὲ τὸν ἥρω Ποσειδῶνός φασι καὶ ἐπιχωρίας νύμφης παῖδα εἶναι, ἀπὸ δὲ τοῦ ἥρωος τεθῆναι τὰ ὀνόματα τῇ πόλειτε καὶ τῷ ποταμῷ · καλεῖται γὰρ δὴ Τάρας κατὰ τὰ αὐτὰ τῇ πόλει καὶ ὁ ποταμός.
10.11.1πλησίον δὲ τοῦ ἀναθήματος τοῦ Ταραντίνων Σικυωνίων ἐστὶ θησαυρός · χρήματα δὲ οὔτε ἐνταῦθα ἴδοις ἂν οὔτε ἐν ἄλλῳ τῶν θησαυρῶν. Κνίδιοι δὲ ἐκόμισαν ἀγάλματα ἐς Δελφοὺς Τριόπαν οἰκιστὴν τῆς Κνίδου παρεστῶτα ἵππῳ καὶ Λητὼ καὶ Ἀπόλλωνάτε καὶ Ἄρτεμιν ἀφιέντας τῶν βελῶν ἐπὶ Τιτυόν · ὁ δὲ καὶ τετρωμένος ἐστὶν ἤδη τὸ σῶμα.
10.11.2ταῦτα ἕστηκε παρὰ τὸν Σικυωνίων θησαυρόν · ἐποιήθη δὲ καὶ ὑπὸ Σιφνίων ἐπὶ αἰτίᾳ τοιᾷδε θησαυρός. Σιφνίοις ἡ νῆσος χρυσοῦ μέταλλα ἤνεγκε, καὶ αὐτοὺς τῶν προσιόντων ἐκέλευσεν ὁ θεὸς ἀποφέρειν δεκάτην ἐς Δελφούς · οἱ δὲ τὸν θησαυρὸν ᾠκοδομήσαντο καὶ ἀπέφερον τὴν δεκάτην. ὡς δὲ ὑπὸ ἀπληστίας ἐξέλιπον τὴν φοράν, ἐπικλύσασα ἡ θάλασσα ἀφανῆ τὰ μέταλλά σφισιν ἐποίησεν.
10.11.3ἀνέθεσαν δὲ καὶ ἀνδριάντας Λιπαραῖοι ναυμαχίᾳ κρατήσαντες Τυρρηνῶν. οἱ δὲ Λιπαραῖοι οὗτοι Κνιδίων μὲν ἦσαν ἄποικοι, τῆς δὲ ἀποικίας ἡγεμόνα γενέσθαι φασὶν ἄνδρα Κνίδιον · ὄνομα δὲ εἶναί οἱ Πένταθλον Ἀντίοχος ὁ Ξενοφάνους Συρακούσιος ἐν τῇ Σικελιώτιδι συγγραφῇ φησι. λέγει δὲ καὶ ὡς ἐπὶ Παχύνῳ τῇ ἄκρᾳ τῇ ἐν Σικελίᾳ κτίσαντες πόλιν αὐτοὶ μὲν ἐκπίπτουσιν ὑπὸ Ἐλύμων καὶ Φοινίκων πολέμῳ πιεσθέντες, τὰς νήσους δὲ ἔσχον ἐρήμους ἔτι ἢ ἀναστήσαντες τοὺς ἐνοικοῦντας, ἃς κατὰ τὰ τὰ ἔπη τὰ Ὁμήρεια Αἰόλου καὶ ἐς ἡμᾶς ἔτι ὀνομάζουσι.
10.11.4τούτων Λιπάραν μὲν κτίσαντες πόλιν ἐνταῦθα οἰκοῦσιν, Ἱέραν δὲ καὶ Στρογγύλην καὶ Διδύμας γεωργοῦσι διαβαίνοντες ναυσὶν ἐς αὐτάς. ἐν δὲ τῇ Στρογγύλῃ καὶ πῦρ δῆλόν ἐστιν ἀνιὸν ἐκ τῆς γῆς · καὶ ἐν Ἱέρᾳ δὲ πῦρτε αὐτόματον ἐπὶ ἄκρας ἀνακαίεται τῆς νήσου καὶ ἐπὶ θαλάσσῃ λουτρά ἐστιν ἐπιτήδεια, εἰ δέξεταί σε ἠπίως τὸ ὕδωρ, ἐπεὶ ἄλλως γε χαλεπὸν ὑπὸ ζεστότητός ἐστιν ἐμβαίνεσθαι.
10.11.5οἱ δὲ θησαυροὶ Θηβαίων ἀπὸ ἔργου τῶν ἐς πόλεμον, καὶ Ἀθηναίων ἐστὶν ὡσαύτως · Κνιδίους δὲ οὐκ οἶδα εἰ ἐπὶ νίκῃ τινὶ ἢ ἐς ἐπίδειξιν εὐδαιμονίας ᾠκοδομήσαντο, ἐπεὶ Θηβαίοις γε ἀπὸ ἔργου τοῦ ἐν Λεύκτροις καὶ Ἀθηναίοις ἀπὸ τῶν ἐς Μαραθῶνα ἀποβάντων ὁμοῦ Δάτιδί εἰσιν οἱ θησαυροί. Κλεωναῖοι δὲ ἐπιέσθησαν μὲν κατὰ τὸ αὐτὸ Ἀθηναίοις ὑπὸ νόσου τῆς λοιμώδους, κατὰ δὲ μάντευμα ἐκ Δελφῶν ἔθυσαν τράγον ἀνίσχοντι ἔτι τῷ ἡλίῳ, καὶ — εὕραντο γὰρ λύσιν τοῦ κακοῦ — τράγον χαλκοῦν ἀποπέμπουσι τᾷ Ἀπόλλωνι. Ποτιδαιατῶν δὲ τῶν ἐν Θρᾴκῃ καὶ Συρακουσίων, τῶν μέν ἐστιν ὁ θησαυρὸς ἀπὸ τοῦ Ἀττικοῦ τοῦ μεγάλου πταίσματος, Ποτιδαιᾶται δὲ εὐσεβείας τῆς ἐς τὸν θεὸν ἐποίησαν.
10.11.6ᾠκοδόμησαν δὲ καὶ Ἀθηναῖοι στοὰν ἀπὸ χρημάτων ἃ ἐν τῷ πολέμῳ σφίσιν ἐγένετο ἀπότε Πελοποννησίων καὶ ὅσαι Πελοποννησίοις ἦσαν τοῦ Ἑλληνικοῦ σύμμαχοι. ἀνάκειται δὲ καὶ πλοίων τὰ ἄκρα κοσμήματα καὶ ἀσπίδες χαλκαῖ · τὸ δὲ ἐπίγραμμα τὸ ἐπ’αὐτοῖς ἀριθμεῖ τὰς πόλεις ἀφ’ὧν οἱ Ἀθηναῖοι τὰ ἀκροθίνια ἀπέστειλαν, τήντε Ἠλείων καὶ Λακεδαιμονίων Σικυῶνάτε καὶ Μέγαρα καὶ Πελληνέας Ἀχαιῶν Ἀμβρακίαντε καὶ Λευκάδα καὶ αὐτὴν Κόρινθον · γενέσθαι δὲ ἀπὸ τῶν ναυμαχιῶν τούτων καὶ θυσίαν Θησεῖ καὶ τῷ Ποσειδῶνι ἐπὶ τῷ ὀνομαζομένῳ Ῥίῳ. καί μοι φαίνεται τὸ ἐπίγραμμα ἐς Φορμίωνα τὸν Ἀσωπίχου ἔχειν καὶ ἐς τοῦ Φορμίωνος τὰ ἔργα.
10.12.1πέτρα δέ ἐστιν ἀνίσχουσα ὑπὲρ τῆς γῆς · ἐπὶ ταύτῃ Δελφοὶ στᾶσάν φασιν ᾆσαι τοὺς χρησμοὺς γυναῖκα ὄνομα Ἡροφίλην, Σίβυλλαν δὲ ἐπίκλησιν. τὴν δὲ πρότερον γενομένην, ταύτην ταῖς μάλιστα ὁμοίως οὖσαν ἀρχαίαν εὕρισκον, ἣν θυγατέρα Ἕλληνες Διὸς καὶ Λαμίας τῆς Ποσειδῶνός φασιν εἶναι, καὶ χρησμούςτε αὐτὴν γυναικῶν πρώτην ᾆσαι καὶ ὑπὸ τῶν Λιβύων Σίβυλλαν λέγουσιν ὀνομασθῆναι.
10.12.2ἡ δὲ Ἡροφίλη νεωτέρα μὲν ἐκείνης, φαίνεται δὲ ὅμως πρὸ τοῦ πολέμου γεγονυῖα καὶ αὕτη τοῦ Τρωικοῦ, καὶ Ἑλένηντε προεδήλωσεν ἐν τοῖς χρησμοῖς, ὡς ἐπ’ὀλέθρῳ τῆς Ἀσίας καὶ Εὐρώπης τραφήσοιτο ἐν Σπάρτῃ, καὶ ὡς Ἴλιον ἁλώσεται δι’αὐτὴν ὑπὸ Ἑλλήνων. Δήλιοι δὲ καὶ ὕμνον μέμνηνται τῆς γυναικὸς ἐς Ἀπόλλωνα. καλεῖ δὲ οὐχ Ἡροφίλην μόνον ἀλλὰ καὶ Ἄρτεμιν ἐν τοῖς ἔπεσιν αὑτήν, καὶ Ἀπόλλωνος γυνὴ γαμετή, τοτὲ δὲ ἀδελφὴ καὶ αὖθις θυγάτηρ φησὶν εἶναι.
10.12.3ταῦτα μὲν δὴ μαινομένητε καὶ ἐκ τοῦ θεοῦ κάτοχος πεποίηκεν · ἑτέρωθι δὲ εἶπε τῶν χρησμῶν ὡς μητρὸς μὲν ἀθανάτης εἴη μιᾶς τῶν ἐν Ἴδῃ νυμφῶν, πατρὸς δὲ ἀνθρώπου, καὶ οὕτω λέγει τὰ ἔπη · “εἰμὶ δ’ἐγὼ γεγαυῖα μέσον θνητοῦτε θεᾶςτε, νύμφης ἀθανάτης, πατρὸς δ’αὖ κητοφάγοιο, μητρόθεν Ἰδογενής, πατρὶς δέ μοί ἐστιν ἐρυθρή Μάρπησσος, μητρὸς ἱερή, ποταμόςτ’Ἀιδωνεύς”.
10.12.4ἦν δὲ ἔτι καὶ νῦν ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ πόλεως Μαρπήσσου τὰ ἐρείπια καὶ ἐν αὐτοῖς οἰκήτορες ὅσον ἑξήκοντα ἄνθρωποι · ὑπέρυθρος δὲ πᾶσα ἡ περὶ τὴν Μάρπησσον γῆ καὶ δεινῶς ἐστιν αὐχμώδης, ὥστε καὶ τῷ Ἀϊδωνεῖ ποταμῷ καταδύεσθαίτε ἐς τὴν χώραν καὶ ἀνασχόντι τὸ αὐτὸ αὖθις πάσχειν, τέλος δὲ καὶ ἀφανίζεσθαι κατὰ τῆς γῆς, αἴτιον ἐμοὶ δοκεῖν ἐστιν ὅτι λεπτήτε κατὰ τοῦτο καὶ σηραγγώδης ἐστὶν ἡ Ἴδη. ἀπέχει δὲ Ἀλεξανδρείας τῆς ἐν τῇ Τρῳάδι τεσσαράκοντα ἡ Μάρπησσος καὶ διακόσια στάδια.
10.12.5τὴν δὲ Ἡροφίλην οἱ ἐν τῇ Ἀλεξανδρείᾳ ταύτῃ νεωκόροντε τοῦ Ἀπόλλωνος γενέσθαι τοῦ Σμινθέως καὶ ἐπὶ τῷ ὀνείρατι τῷ Ἑκάβης χρῆσαί φασιν αὐτὴν ἃ δὴ καὶ ἐπιτελεσθέντα ἴσμεν. αὕτη ἡ Σίβυλλα ᾤκησε μὲν τὸ πολὺ τοῦ βίου ἐν Σάμῳ, ἀφίκετο δὲ καὶ ἐς Κλάρον τὴν Κολοφωνίων καὶ ἐς Δῆλόντε καὶ ἐς Δελφούς · ὁπότε δὲ ἀφίκοιτο, ἐπὶ ταύτης ἱσταμένη τῆς πέτρας ᾖδε.
10.12.6τὸ μέντοι χρεὼν αὐτὴν ἐπέλαβεν ἐν τῇ Τρῳάδι, καί οἱ τὸ μνῆμα ἐν τῷ ἄλσει τοῦ Σμινθέως ἐστὶ καὶ ἐλεγεῖον ἐπὶ τῆς στήλης · “ἅδ’ἐγὼ ἁ Φοίβοιο σαφηγορίς εἰμι Σίβυλλα τῷδ’ὑπὸ λαϊνέῳ σάματι κευθομένα, παρθένος αὐδάεσσα τὸ πρίν, νῦν δ’αἰὲν ἄναυδος, μοίρᾳ ὑπὸ στιβαρᾷ τάνδε λαχοῦσα πέδαν. ἀλλὰ πέλας Νύμφαισι καὶ Ἑρμῇ τῷδ’ὑπόκειμαι, μοῖραν ἔχοισα κάτω τᾶς τότ’ἀνακτορίας”. ὁ μὲν δὴ παρὰ τὸ μνῆμα ἕστηκεν Ἑρμῆς λίθου τετράγωνον σχῆμα · ἐξ ἀριστερᾶς δὲ ὕδωρτε κατερχόμενον ἐς κρήνην καὶ τῶν Νυμφῶν ἐστι τὰ ἀγάλματα.
10.12.7Ἐρυθραῖοι δὲ — ἀμφισβητοῦσι γὰρ τῆς Ἡροφίλης προθυμότατα Ἑλλήνων — Κώρυκόντε καλούμενον ὄρος καὶ ἐν τῷ ὄρει σπήλαιον ἀποφαίνουσι, τεχθῆναι τὴν Ἡροφίλην ἐν αὐτῷ λέγοντες, Θεοδώρου δὲ ἐπιχωρίου ποιμένος καὶ νύμφης παῖδα εἶναι · Ἰδαίαν δὲ ἐπίκλησιν γενέσθαι τῇ νύμφῃ κατ’ἄλλο μὲν οὐδέν, τῶν δὲ χωρίων τὰ δασέα ὑπὸ τῶν ἀνθρώπων ἴδας τότε ὀνομάζεσθαι. τὸ δὲ ἔπος τὸ ἐς τὴν Μάρπησσον καὶ τὸν ποταμὸν τὸν Ἀϊδωνέα, τοῦτο οἱ Ἐρυθραῖοι τὸ ἔπος ἀφαιροῦσιν ἀπὸ τῶν χρησμῶν.
10.12.8τὴν δὲ ἐπὶ ταύτῃ χρησμοὺς κατὰ τα- ταὐτὰ εἰποῦσαν ἐκ Κύμης τῆς ἐν Ὀπικοῖς εἶναι, καλεῖσθαι δὲ Δημὼ συνέγραψεν Ὑπέροχος ἀνὴρ Κυμαῖος. χρησμὸν δὲ οἱ Κυμαῖοι τῆς γυναικὸς ταύτης οὐδένα εἶχον ἐπιδείξασθαι, λίθου δὲ ὑδρίαν ἐν Ἀπόλλωνος ἱερῷ δεικνύουσιν οὐ μεγάλην, τῆς Σιβύλλης ἐνταῦθα κεῖσθαι φάμενοι τὰ ὀστᾶ.
10.12.9ἐπετράφη δὲ καὶ ὕστερον τῆς Δημοῦς παρ’Ἑβραίοις τοῖς ὑπὲρ τῆς Παλαιστίνης γυνὴ χρησμολόγος, ὄνομα δὲ αὐτῇ Σάββη · Βηρόσου δὲ εἶναι πατρὸς καὶ Ἐρυμάνθης μητρός φασι Σάββην · οἱ δὲ αὐτὴν Βαβυλωνίαν, ἕτεροι δὲ Σίβυλλαν καλοῦσιν Αἰγυπτίαν.
10.12.10Φαεννὶς δὲ θυγάτηρ βασιλεύσαντος ἀνδρὸς ἐν Χάοσι καὶ αἱ Πέλειαι παρὰ Δωδωναίοις ἐμαντεύσαντο μὲν ἐκ θεοῦ καὶ αὗται, Σίβυλλαι δὲ ὑπὸ ἀνθρώπων οὐκ ἐκλήθησαν. τῆς μὲν δὴ πυθέσθαι τὴν ἡλικίαν καὶ ἐπιλέξασθαι τοὺς χρησμούς Ἀντιόχου γὰρ μετὰ τὸ ἁλῶναι Δημήτριον αὐτίκα ἐς τὴν ἀρχὴν καθισταμένου γέγονε Φαεννίς. τὰς Πελειάδας δὲ Φημονόηςτε ἔτι προτέρας γενέσθαι λέγουσι καὶ ᾆσαι γυναικῶν πρώτας τάδε τὰ ἔπη · “Ζεὺς ἦν, Ζεὺς ἐστίν, Ζεὺς ἔσσεται · ὦ μεγάλε Ζεῦ. Γᾶ καρποὺς ἀνίει, διὸ κλῄζετε Ματέρα γαῖαν”.
10.12.11χρησμολόγους δὲ ἄνδρας Κύπριόντε Εὔκλουν καὶ Ἀθηναίους Μουσαῖον τὸν Ἀντιοφήμου καὶ Λύκον τὸν Πανδίονος, τούτουςτε γενέσθαι καὶ ἐκ Βοιωτίας Βάκιν φασὶ κατάσχετον ἄνδρα ἐκ νυμφῶν · τούτων πλὴν Λύκου τῶν ἄλλων ἐπελεξάμην τοὺς χρησμούς. τοσαῦται μὲν ἄχρι ἐμοῦ λέγονται γυναῖκες καὶ ἄνδρες ἐκ θεοῦ μαντεύσασθαι · ἐν δὲ τῷ χρόνῳ τῷ πολλῷ καὶ αὖθις γένοιτο ἂν ἕτερα τοιαῦτα.
10.13.1βίσωνος δὲ ταύρου τῶν Παιονικῶν χαλκοῦ πεποιημένην κεφαλὴν Δρωπίων Λέοντος ἔπεμψεν ἐς Δελφοὺς βασιλεὺς Παιόνων. οὗτοι οἱ βίσωνες χαλεπώτατοι θηρίων εἰσὶν ἁλίσκεσθαι ζῶντες, καὶ δίκτυα οὐκ ἂν οὕτω γένοιτο ἰσχυρὰ ὡς ἀντισχεῖν τῇ ἐμβολῇ. θηρεύονται δὲ οὗτοι τρόπον τοιόνδε. ἐπειδὰν χωρίον οἱ ἀγρεύοντες πρανὲς εὕρωσι καθῆκον ἐς κοιλότητα, πρῶτα μὲν φράγματι ἰσχυρῷ πέριξ ὠχυρώσαντο, δεύτερον δὲ τὸ κάταντες καὶ τὸ περὶ τῷ πέρατι ὁμαλὸν αὐτοῦ νεοδάρτοις βύρσαις κατεστόρεσαν · ἢν δὲ τύχωσιν ἀποροῦντες βυρσῶν, τότε καὶ τὰ αὖα τῶν δερμάτων ὑπὸ ἐλαίου σφίσιν ὀλισθηρὰ ποιεῖται.
10.13.2τὸ δὲ ἐντεῦθεν οἱ μάλιστα ἱππεύειν ἀγαθοὶ συνελαύνουσιν ἐς τὸ εἰρημένον χωρίον τοὺς βίσωνας · οἱ δὲ εὐθὺς ἐν ταῖς πρώταις τῶν βυρσῶν ὀλισθόντες κατὰ τοῦ πρανοῦς κυλίνδονται, ἕως κατενεχθῶσιν ἐς τὸ ὁμαλόν. ἐρριμμένοι δὲ ἐνταῦθα ἠμέληνται κατ’ἀρχάς · τετάρτῃ δὲ ἢ πέμπτῃ μάλιστα ἡμέρᾳ τῶν μὲν ἤδη τοῦ θυμοῦ τὸ πολὺ ὁ λιμὸς ἀφαιρεῖ καὶ ἡ ταλαιπωρία, οἱ δέ σφισιν, οἷς τέχνη τιθασεύειν, προσφέρουσιν ἔτι κειμένοις πίτυος τῆς ἡμέρου καρπὸν προεκλέξαντες ἐκ τῶν ἐλαχίστων ἐλύτρων ·
10.13.3ἑτέρας δὲ οὐκ ἂν τροφῆς τό γε παραυτίκα ἅψαιτο τὰ θηρία · τέλος δὲ διαλαβόντες δεσμοῖς ἄγουσι.
10.13.4καὶ τοὺς μὲν τρόπον αἱροῦσι τὸν εἰρημένον, τοῦ βίσωνος δὲ τῆς κεφαλῆς καταντικρὺ τῆς χαλκῆς ἀνδριάς ἐστι θώρακάτε ἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ θώρακι · Ἀνδρίων δὲ ἀνάθημα οἱ Δελφοὶ λέγουσιν Ἀνδρέα εἶναι τὸν οἰκιστήν. τότε ἄγαλμα τοῦ Ἀπόλλωνος καὶ Ἀθηνᾶςτε καὶ Ἀρτέμιδος Φωκέων ἀναθήματά ἐστιν ἀπὸ Θεσσαλῶν ὁμόρωντε — πλὴν ὅσον οἱ Λοκροὶ σφᾶς οἱ Ἐπικνημίδιοι διείργουσι — καὶ ἀεὶ πολεμίων ὄντων.
10.13.5ἀνέθεσαν δὲ καὶ οἱ ἐν Φαρσάλῳ Θεσσαλοὶ καὶ Μακεδόνων οἱ ὑπὸ τῇ Πιερίᾳ πόλιν Δῖον οἰκοῦντες Κυρηναῖοίτε τοῦ Ἑλληνικοῦ τοῦ ἐν Λιβύῃ, οὗτοι μὲν τὸ ἅρμα καὶ ἐπὶ τῷ ἅρματι ἄγαλμα Ἄμμωνος, Μακεδόνες δὲ οἱ ἐν Δίῳ τὸν Ἀπόλλωνα ὃς εἰλημμένος ἐστὶ τῆς ἐλάφου, Φαρσάλιοι δὲ Ἀχιλλέατε ἐπὶ ἵππῳ καὶ ὁ Πάτροκλος συμπαραθεῖ οἱ τῷ ἵππῳ. Κορίνθιοι δὲ οἱ Δωριεῖς ᾠκοδόμησαν θησαυρὸν καὶ οὗτοι ·
10.13.6καὶ ὁ χρυσὸς ὁ ἐκ Λυδῶν ἀνέκειτο ἐνταῦθα. τὸ δὲ ἄγαλμα τοῦ Ἡρακλέους ἀνάθημά ἐστι Θηβαίων, ὅτε Φωκεῦσιν ἐπολέμησαν τὸν ἱερὸν καλούμενον πόλεμον. εἰσὶ καὶ εἰκόνες χαλκαῖ Φωκέων ἀναθέντων, ἡνίκα δευτέρᾳ συμβολῇ τὸ ἱππικὸν ἐτρέψαντο τὸ ἐκ Θεσσαλίας. Φλιάσιοι δὲ ἐκόμισαν ἐς Δελφοὺς Δίατε χαλκοῦν καὶ ὁμοῦ τῷ Διὶ ἄγαλμα Αἰγίνης. ἐκ δὲ Μαντινείας τῆς Ἀρκάδων Ἀπόλλων χαλκοῦς ἐστιν ἀνάθημα · οὗτος οὐ πόρρω τοῦ Κορινθίων ἐστὶ θησαυροῦ.
10.13.7Ἡρακλῆς δὲ καὶ Ἀπόλλων ἔχονται τοῦ τρίποδος καὶ ἐς μάχην περὶ αὐτοῦ καθίστανται · Λητὼ μὲν δὴ καὶ Ἄρτεμις Ἀπόλλωνα, Ἀθηνᾶ δὲ Ἡρακλέα ἐπέχουσι τοῦ θυμοῦ. Φωκέων καὶ τοῦτό ἐστιν ἀνάθημα, ὅτε σφίσιν ἐπὶ τοὺς Θεσσαλοὺς Τελλίας ἡγήσατο Ἠλεῖος. τὰ μὲν δὴ ἄλλα ἀγάλματα Δίυλλόςτε ἐν κοινῷ καὶ Ἀμυκλαῖος, τὴν δὲ Ἀθηνᾶν καὶ Ἄρτεμιν Χίονίς ἐστιν εἰργασμένος · Κορινθίους δὲ εἶναί φασιν αὐτούς.
10.13.8λέγεται δὲ ὑπὸ Δελφῶν Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος ἐλθόντι ἐπὶ τὸ χρηστήριον τὴν πρόμαντιν Ξενόκλειαν οὐκ ἐθελῆσαί οἱ χρᾶν διὰ τοῦ Ἰφίτου τὸν φόνον · τὸν δὲ ἀράμενον τὸν τρίποδα ἐκ τοῦ ναοῦ φέρειν ἔξω, εἰπεῖντε δὴ τὴν πρόμαντιν · “ἄλλος ἄρ’Ἡρακλέης Τιρύνθιος, οὐχὶ Κανωβεύς” · πρότερον γὰρ ἔτι ὁ Αἰγύπτιος Ἡρακλῆς ἀφίκετο ἐς Δελφούς. τότε δὲ ὁ Ἀμφιτρύωνος τόντε τρίποδα ἀποδίδωσι τῷ Ἀπόλλωνι καὶ παρὰ τῆς Ξενοκλείας ὁπόσα ἐδεῖτο ἐδιδάχθη. παραδεξάμενοι δὲ οἱ ποιηταὶ τὸν λόγον μάχην Ἡρακλέους πρὸς Ἀπόλλωνα ὑπὲρ τρίποδος ᾄδουσιν.
10.13.9ἐν κοινῷ δὲ ἀνέθεσαν ἀπὸ ἔργου τοῦ Πλαταιᾶσιν οἱ Ἕλληνες χρυσοῦν τρίποδα δράκοντι ἐπικείμενον χαλκῷ. ὅσον μὲν δὴ χαλκὸς ἦν τοῦ ἀναθήματος, σῶον καὶ ἐς ἐμὲ ἔτι ἦν · οὐ μέντοι κατὰ τὰ αὐτὰ καὶ τὸν χρυσὸν οἱ Φωκέων ὑπελίποντο ἡγεμόνες.
10.13.10Ταραντῖνοι δὲ καὶ ἄλλην δεκάτην ἐς Δελφοὺς ἀπὸ βαρβάρων Πευκετίων ἀπέστειλαν · τέχνη μὲν τὰ ἀναθήματα Ὀνάτα τοῦ Αἰγινήτου καὶ Ἀγελάδα ἐστὶ τοῦ Ἀργείου, εἰκόνες δὲ καὶ πεζῶν καὶ ἱππέων, βασιλεὺς Ἰαπύγων Ὦπις ἥκων τοῖς Πευκετίοις σύμμαχος. οὗτος μὲν δὴ εἴκασται τεθνεῶτι ἐν τῇ μάχῃ, οἱ δὲ αὐτῷ κειμένῳ ἐφεστηκότες ὁ ἥρως Τάρας ἐστὶ καὶ Φάλανθος ὁ ἐκ Λακεδαίμονος, καὶ οὐ πόρρω τοῦ Φαλάνθου δελφίς · πρὶν γὰρ δὴ ἐς Ἰταλίαν ἀφικέσθαι, ναυαγίᾳτε ἐν τῷ πελάγει τῷ Κρισαίῳ τὸν Φάλανθον χρήσασθαι καὶ ὑπὸ δελφῖνος ἐκκομισθῆναί φασιν ἐς τὴν γῆν.
10.14.1οἱ δὲ πελέκεις Περικλύτου τοῦ Εὐθυμάχου Τενεδίου ἀνδρὸς ἐπὶ λόγῳ ἀνάθημά εἰσιν ἀρχαίῳ. Κύκνον παῖδα εἶναι Ποσειδῶνος καὶ βασιλεύειν φασὶν ἐν Κολώναις · αἱ δὲ ᾠκοῦντο ἐν γῇ τῇ Τρῳάδι αἱ Κολῶναι κατὰ νῆσον κείμεναι Λεύκοφρυν.
10.14.2ἔχοντος δὲ θυγατέρα ὄνομα Ἡμιθέαν τοῦ Κύκνου καὶ υἱὸν καλούμενον Τέννην ἐκ Προκλείας — ἣ Κλυτίου μὲν ἦν θυγάτηρ, ἀδελφὴ δὲ Καλήτορος, ὃν Ὅμηρος ἐν Ἰλιάδι ἀποθανεῖν φησιν ὑπὸ Αἴαντος, ὅτε ὑπὸ τὴν Πρωτεσιλάου ναῦν ἔφερεν ὁ Καλήτωρ τὸ πῦρ — ταύτης οὖν προαποθανούσης ἡ ἐπεισελθοῦσα Φιλονόμη ἡ Κραγάσου — διήμαρτε γὰρ ἐρασθεῖσα τοῦ Τέννου — ψεύδεται πρὸς τὸν ἄνδρα ὡς αὐτὴ μὲν οὐκ ἐθέλουσα, τὸν δὲ αὑτῇ Τέννην συγγενέσθαι θελήσαντα · καὶ ὁ Κύκνος πείθεται τῇ ἀπάτῃ, καὶ ἐς λάρνακα ἐνθέμενος ὁμοῦ τῇ ἀδελφῇ Τέννην ἐς θάλασσαν σφᾶς ἀφίησι.
10.14.3σώζονταίτε δὴ πρὸς τὴν νῆσον οἱ παῖδες τὴν Λεύκοφρυν καὶ ὄνομα ἡ νῆσος τὸ νῦν ἔσχεν ἀπὸ τοῦ Τέννου. Κύκνος δὲ — οὐ γὰρ τὸν πάντα ἔμελλε χρόνον ἀγνοήσειν ἀπατώμενος — ἔπλει παρὰ τὸν υἱὸν ἄγνοιάντε ὁμολογήσων τὴν αὑτοῦ καὶ παραιτησόμενος τὸ ἁμάρτημα · προσορμισαμένου δὲ τῇ νήσῳ καὶ ἐξάψαντος ἀπὸ τῆς νεὼς πρός τινα ἢ πέτραν ἢ δένδρον τοὺς κάλους, Τέννης πελέκει σφᾶς ἀπέκοψεν ὑπὸ τοῦ θυμοῦ.
10.14.4ἐπὶ τούτῳ ἐς τοὺς ἀρνουμένους στερεῶς λέγεσθαι καθέστηκεν ὡς ὁ δεῖνα ὅστις δὴ Τενεδίῳ πελέκει τόδε τι ἀποκόψειεν. Τέννην μὲν ὑπὸ Ἀχιλλέως ἀποθανεῖν ἀμύνοντα τῇ οἰκείᾳ φασὶν Ἕλληνες · Τενέδιοι δὲ ἀνὰ χρόνον ὑπὸ ἀσθενείας προσεχώρησαν τοῖς Ἀλεξάνδρειαν ἐν τῇ ἠπείρῳ τῇ Τρῳάδι ἔχουσιν.
10.14.5Ἕλληνες δὲ οἱ ἐναντία βασιλέως πολεμήσαντες ἀνέθεσαν μὲν Δία ἐς Ὀλυμπίαν χαλκοῦν, ἀνέθεσαν δὲ καὶ ἐς Δελφοὺς Ἀπόλλωνα ἀπὸ ἔργων τῶν ἐν ταῖς ναυσὶν ἐπίτε Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι. λέγεται δὲ καὶ ὡς Θεμιστοκλῆς ἀφίκοιτο ἐς Δελφοὺς λαφύρων τῶν Μηδικῶν κομίζων τῷ Ἀπόλλωνι · ἐρωτήσαντα δὲ ὑπὲρ τῶν ἀναθημάτων εἰ ἐντὸς ἀναθήσει τοῦ ναοῦ, ἐκέλευεν αὐτὸν ἡ Πυθία τὰ παράπαν ἀποφέρειν ἐκ τοῦ ἱεροῦ. καὶ ἔχει οὕτω τὰ ἐς τοῦ τοῦ χρησμοῦ · “μή μοι Περσῆος σκύλων περικαλλέα κόσμον νηῷ ἐγκαταθῇς · οἶκόνδ’ἀπόπεμπε τάχιστα”.
10.14.6θαῦμα οὖν ἐποιούμεθα εἰ ἀπηξίωσεν ἐκείνου μόνου μὴ προσέσθαι τὰ ἀπὸ τῶν Μήδων. καὶ οἱ μὲν ἀπώσασθαι ἂν τὸν θεὸν καὶ ἅπαντα ὁμοίως ἡγοῦντο ὅσα ἀπὸ τοῦ Πέρσου, εἰ ὥσπερ ὁ Θεμιστοκλῆς καὶ οἱ ἄλλοι πρότερον ἢ ἀναθεῖναι σφᾶς ἐπήροντο τὸν Ἀπόλλωνα · οἱ δὲ εἰδότα τὸν θεὸν ὅτι ἱκέτης τοῦ Πέρσου γενήσοιτο ὁ Θεμιστοκλῆς, ἐπὶ τούτῳ τὰ δῶρα ἔφασαν οὐκ ἐθελῆσαι λαβεῖν, ἵνα μὴ ἀναθέντι τὸ ἔχθος ἄπαυστον ποιήσῃ τὸ ἀπὸ τοῦ Μήδου. στρατείαν δὲ τὴν ἐπὶ τὴν Ἑλλάδα τοῦ βαρβάρου ἔστιν εὑρεῖν προρρηθεῖσαν μὲν ἐν τοῖς Βάκιδος χρησμοῖς, πρότερον δ’ἔτι Εὔκλῳ τὰ ἐς αὐτὴν πεποιημένα ἐστίν.
10.14.7Δελφῶν δὲ ἀνάθημά ἐστιν αὐτῶν πλησίον τοῦ βωμοῦ τοῦ μεγάλου λύκος χαλκοῦς. λέγουσι δὲ τῶν τοῦ θεοῦ χρημάτων συλήσαντα ἄνθρωπον, τὸν μὲν ὁμοῦ τῷ χρυσίῳ κατακρύψαντα ἔχειν αὑτὸν ἔνθα τοῦ Παρνασσοῦ μάλιστα ἦν συνεχὲς ὑπὸ ἀγρίων δένδρων, λύκον δὲ ἐπιθέσθαι οἱ καθεύδοντι, καὶ ἀποθανεῖντε ὑπὸ τοῦ λύκου τὸν ἄνθρωπον καὶ ὡς ἐς τὴν πόλιν ὁσημέραι φοιτῶν ὠρύετο ὁ λύκος · ἐπεὶ δὲ οὐκ ἄνευ θεοῦ παραγίνεσθαί σφισιν ὑπελάμβανον, οὕτως ἐπακολουθοῦσι τῷ θηρίῳ, καὶ ἀνευρίσκουσίτε τὸ ἱερὸν χρυσίον καὶ ἀνέθεσαν λύκον τῷ θεῷ χαλκοῦν.
10.15.1Φρύνης δὲ εἰκόνα ἐπίχρυσον Πραξιτέλης μὲν εἰργάσατο ἐραστὴς καὶ οὗτος, ἀνάθημα δὲ αὐτῆς Φρύνης ἐστὶν ἡ εἰκών. τὰ δὲ ἐφεξῆς ταύτῃ, τὰ μὲν ἀγάλματα τοῦ Ἀπόλλωνος Ἐπιδαύριοι τὸ ἕτερον οἱ ἐν τῇ Ἀργολίδι ἀπὸ Μήδων, τὸ δὲ αὐτῶν Μεγαρεῖς ἀνέθεσαν Ἀθηναίους μάχῃ πρὸς Νισαίᾳ κρατήσαντες · Πλαταιέων δὲ βοῦς ἐστιν, ἡνίκα ἐν τῇ σφετέρᾳ καὶ οὗτοι Μαρδόνιον τὸν Γωβρύου μετὰ Ἑλλήνων ἠμύναντο ἄλλων. καὶ αὖθις δύο Ἀπόλλωνος, τὸ μὲν Ἡρακλεωτῶν τῶν πρὸς τῷ Εὐξείνῳ, τὸ δὲ Ἀμφικτυόνων ἐστίν, ὅτε Φωκεῦσιν ἐπεργαζομένοις τοῦ θεοῦ τὴν χώραν ἐπέβαλον χρημάτων ζημίαν ·
10.15.2ὁ δὲ Ἀπόλλων οὗτος καλεῖται μὲν ὑπὸ Δελφῶν Σιτάλκας, μέγεθος δὲ πέντε πηχῶν καὶ τριάκοντά ἐστι. στρατηγοὶ δὲ οἱ πολλοὶ καὶ Ἀρτέμιδος, τὸ δὲ Ἀθηνᾶς, δύοτε Ἀπόλλωνος ἀγάλματα ἔστιν Αἰτωλῶν, ἡνίκα σφίσιν ἐξειργάσθη τὰ ἐς Γαλάτας. στρατιὰν δὲ τὴν Κελτῶν, ὡς ἐκ τῆς Εὐρώπης διαβήσοιτο ἐς τὴν Ἀσίαν ἐπ’ὀλέθρῳ τῶν πόλεων, Φαεννὶς προεδήλωσεν ἐν τοῖς χρησμοῖς γενεᾷ πρότερον ἢ ἐπράχθη τὸ ἔργον ·
10.15.3“ἦ τότ’ἀμειψάμενος στεινὸν πόρον Ἑλλησπόντου † αὐδήσει Γαλατῶν ὀλοὸς στρατός, οἵ ῥ’ἀθεμίστως Ἀσίδα πορθήσουσι · θεὸς δ’ἔτι κύντερα θήσει πάγχυ μάλ’, οἳ ναίουσι παρ’ἠϊόνεσσι θαλάσσης — εἰς ὀλίγον · τάχα γάρ σφιν ἀοσσητῆρα Κρονίων ὁρμήσει, ταύροιο διοτρεφέος φίλον υἱόν, ὃς πᾶσιν Γαλάτῃσιν ὀλέθριον ἦμαρ ἐφήσει”. παῖδα δὲ εἶπε ταύρου τὸν ἐν Περγάμῳ βασιλεύσαντα Ἄτταλον · τὸν δὲ αὐτὸν τοῦτον καὶ ταυρόκερων προσείρηκε χρηστήριον.
10.15.4ἱππικοῦ δὲ ἡγεμόνας ἀναβεβηκότας ἐπὶ ἵππους Φεραῖοι παρὰ τῷ Ἀπόλλωνι ἔστησαν τρεψάμενοι τὴν Ἀττικὴν ἵππον. τὸν δὲ φοίνικα ἀνέθεσαν Ἀθηναῖοι τὸν χαλκοῦν, καὶ αὐτὸν καὶ Ἀθηνᾶς ἄγαλμα ἐπίχρυσον ἐπὶ τῷ φοίνικι, ἀπὸ ἔργων ὧν ἐπ’Εὐρυμέδοντι ἐν ἡμέρᾳ τῇ αὐτῇ τὸ μὲν πεζῇ, τὸ δὲ ναυσὶν ἐν τῷ ποταμῷ κατώρθωσαν. τούτου τοῦ ἀγάλματος ἐνιαχοῦ τὸν ἐπ’αὐτῷ χρυσὸν ἐθεώμην λελυμασμένον.
10.15.5ἐγὼ μὲν δὴ τὸ ἔγκλημα ἐς κακούργουςτε ἦγον καὶ φῶρας ἀνθρώπους · Κλειτόδημος δέ, ὁπόσοι τὰ Ἀθηναίων ἐπιχώρια ἔγραψαν ὁ ἀρχαιότατος, οὗτος ἐν τῷ λόγῳ φησὶ τῷ Ἀττικῷ, ὅτε Ἀθηναῖοι παρεσκευάζοντο ἐπὶ Σικελίᾳ τὸν στόλον, ὡς ἔθνος τι ἄπειρον κοράκων κατῆρε τότε ἐς Δελφούς, καὶ περιέκοπτόντε τοῦ ἀγάλματος τούτου καὶ ἀπέρρησσον τοῖς ῥάμφεσιν ἀπ’αὐτοῦ τὸν χρυσόν · λέγει δὲ καὶ ὡς τὸ δόρυ καὶ τὰς γλαῦκας καὶ ὅσος καρπὸς ἐπὶ τῷ φοίνικι ἐπεποίητο ἐς μίμησιν τῆς ὀπώρας, κατακλάσαιεν καὶ ταῦτα οἱ κόρακες.
10.15.6Ἀθηναίοις μὲν δὴ καὶ ἄλλα σημεῖα μὴ ἐκπλεῦσαι σφᾶς ἀπαγορεύοντα ἐς Σικελίαν διηγήσατο ὁ Κλειτόδημος, Κυρηναῖοι δὲ ἀνέθεσαν ἐν Δελφοῖς Βάττον ἐπὶ ἅρματι, ὃς ἐς Λιβύην ἤγαγε σφᾶς ναυσὶν ἐκ Θήρας. ἡνίοχος μὲν τοῦ ἅρματός ἐστι Κυρήνη, ἐπὶ δὲ τῷ ἅρματι Βάττοςτε καὶ Λιβύη στεφανοῦσά ἐστιν αὐτόν · ἐποίησε δὲ Ἀμφίων Ἀκέστορος Κνώσσιος.
10.15.7ἐπεὶ δὲ ᾤκισε Βάττος τὴν Κυρήνην, λέγεται καὶ τῆς φωνῆς γενέσθαι οἱ τοιόνδε ἴαμα · ἐπιὼν τῶν Κυρηναίων τὴν χώραν ἐν τοῖς ἐσχάτοις αὐτῆς ἐρήμοις ἔτι οὖσι θεᾶται λέοντα, καὶ αὐτὸν τὸ δεῖμα τὸ ἐκ τῆς θέας βοῆσαι σαφὲς καὶ μέγα ἠνάγκασεν. οὐ πόρρω δὲ τοῦ Βάττου καὶ ἄλλον ἔστησαν οἱ Ἀμφικτύονες Ἀπόλλωνα ἀπὸ τοῦ ἀδικήματος τοῦ ἐς τὸν θεὸν τῶν Φωκέων.
10.16.1τῶν δὲ ἀναθημάτων ἃ οἱ βασιλεῖς ἀπέστειλαν οἱ Λυδῶν, οὐδὲν ἔτι ἦν αὐτῶν εἰ μὴ σιδηροῦν μόνον τὸ ὑπόθημα τοῦ Ἀλυάττου κρατῆρος. τοῦτο Γλαύκου μέν ἐστιν ἔργον τοῦ Χίου, σιδήρου κόλλησιν ἀνδρὸς εὑρόντος · ἔλασμα δὲ ἕκαστον τοῦ ὑποθήματος ἐλάσματι ἄλλῳ προσεχὲς οὐ περόναις ἐστὶν ἢ κέντροις, μόνη δὲ ἡ κόλλα συνέχειτε καὶ ἔστιν αὕτη τῷ σιδήρῳ δεσμός.
10.16.2σχῆμα δὲ τοῦ ὑποθήματος κατὰ πύργον μάλιστα ἐς μύουρον ἀνιόντα ἀπὸ εὐρυτέρου τοῦ κάτω · ἑκάστη δὲ πλευρὰ τοῦ ὑποθήματος οὐ διὰ πάσης πέφρακται, ἀλλά εἰσιν αἱ πλάγιαι τοῦ σιδήρου ζῶναι ὥσπερ ἐν κλίμακι οἱ ἀναβασμοί · τὰ δὲ ἐλάσματα τοῦ σιδήρου τὰ ὀρθὰ ἀνέστραπται κατὰ τὰ ἄκρα ἐς τὸ ἐκτός, καὶ ἕδρα τοῦτο ἦν τῷ κρατῆρι.
10.16.3τὸν δὲ ὑπὸ Δελφῶν καλούμενον Ὀμφαλὸν λίθου πεποιημένον λευκοῦ, τοῦτο εἶναι τὸ ἐν μέσῳ γῆς πάσης αὐτοίτε λέγουσιν οἱ Δελφοὶ καὶ ἐν ᾠδῇ τινι Πίνδαρος ὁμολογοῦντά σφισιν ἐποίησεν.
10.16.4Λακεδαιμονίων δὲ ἀνάθημά ἐστιν ἐνταῦθα, Καλάμιδος δὲ ἔργον, Ἑρμιόνη ἡ Μενελάου θυγάτηρ, ἡ συνοικήσασα Ὀρέστῃ τῷ Ἀγαμέμνονος καὶ ἔτι πρότερον Νεοπτολέμῳ τῷ Ἀχιλλέως. Εὐρύδαμον δὲ στρατηγόντε Αἰτωλῶν καὶ στρατοῦ τοῦ Γαλατῶν ἐναντία ἡγησάμενον ἀνέθεσαν οἱ Αἰτωλοί.
10.16.5ἔστι δὲ ἐν τοῖς Κρητικοῖς ὄρεσι καὶ κατ’ἐμὲ ἔτι Ἔλυρος πόλις · οὗτοι οὖν αἶγα χαλκῆν ἀπέστειλαν ἐς Δελφούς, δίδωσι δὲ νηπίοις ἡ αἲξ Φυλακίδῃ καὶ Φιλάνδρῳ γάλα · παῖδας δὲ αὐτοὺς οἱ Ἐλύριοί φασιν Ἀπόλλωνόςτε εἶναι καὶ Ἀκακαλλίδος νύμφης, συγγενέσθαι δὲ τῇ Ἀκακαλλίδι Ἀπόλλωνα ἐν πόλει Τάρρᾳ καὶ οἴκῳ Καρμάνορος.
10.16.6Καρύστιοι δὲ οἱ Εὐβοεῖς βοῦν καὶ οὗτοι χαλκοῦν παρὰ τῷ Ἀπόλλωνι ἔστησαν ἀπὸ ἔργου τοῦ Μηδικοῦ · βοῦς δὲ οἱ Καρύστιοι καὶ οἱ Πλαταιεῖς τὰ ἀναθήματα ἐποιήσαντο, ὅτι ἐμοὶ δοκεῖν ἀπωσάμενοι τὸν βάρβαρον τήντε ἄλλην βεβαίως ἐκτήσαντο εὐδαιμονίαν καὶ ἀροῦν ἐλευθέραν τὴν γῆν. στρατηγῶν δὲ εἰκόνας καὶ Ἀπόλλωνάτε καὶ Ἄρτεμιν τὸ ἔθνος τὸ Αἰτωλικὸν ἀπέστειλαν καταστρεψάμενοι τοὺς ὁμόρους σφίσιν Ἀκαρνᾶνας.
10.16.7παραλογώτατον δὲ ἐπυνθανόμην ὑπάρξαν Λιπαραίοις ἐς Τυρσηνούς. τοὺς γὰρ δὴ Λιπαραίους ἐναντία ναυμαχῆσαι τῶν Τυρσηνῶν ναυσὶν ὡς ἐλαχίσταις ἐκέλευσεν ἡ Πυθία. πέντε οὖν ἀνάγονται τριήρεσιν ἐπὶ τοὺς Τυρσηνούς · οἱ δὲ — ἀπηξίουν γὰρ μὴ ἀποδεῖν Λιπαραίων τὰ ναυτικά — ἀντανάγονταί σφισιν ἴσαις ναυσί. ταύταςτε οὖν αἱροῦσιν οἱ Λιπαραῖοι καὶ ἄλλας πέντε ὑστέρας σφίσιν ἀνταναχθείσας, καὶ τρίτην νεῶν πεντάδα καὶ ὡσαύτως τετάρτην ἐχειρώσαντο. ἀνέθεσαν οὖν ἐς Δελφοὺς ταῖς ἁλούσαις ναυσὶν ἀριθμὸν ἴσα Ἀπόλλωνος ἀγάλματα.
10.16.8Ἐχεκρατίδης δὲ ἀνὴρ Λαρισαῖος τὸν Ἀπόλλωνα ἀνέθηκε τὸν μικρόν · καὶ ἁπάντων πρῶτον τεθῆναι τῶν ἀναθημάτων τοῦτό φασιν οἱ Δελφοί.
10.17.1βαρβάρων δὲ τῶν πρὸς τῇ ἑσπέρᾳ οἱ ἔχοντες Σαρδώ, εἰκόνα οὗτοι χαλκῆν τοῦ ἐπωνύμου σφίσιν ἀπέστειλαν. ἡ δὲ Σαρδὼ μέγεθος μὲν καὶ εὐδαιμονίαν ἐστὶν ὁμοία ταῖς μάλιστα ἐπαινουμέναις · ὄνομα δὲ αὐτῇ τὸ ἀρχαῖον ὅ τι μὲν ὑπὸ τῶν ἐπιχωρίων ἐγένετο οὐκ οἶδα, Ἑλλήνων δὲ οἱ κατ’ἐμπορίαν ἐσπλέοντες Ἰχνοῦσσαν ἐκάλεσαν, ὅτι τὸ σχῆμα τῇ νήσῳ κατ’ἴχνος μάλιστά ἐστιν ἀνθρώπου. μῆκος δὲ αὐτῆς εἴκοσι στάδιοι καὶ ἑκατόν εἰσι καὶ χίλιοι, εὖρος δὲ ἐς εἴκοσίτε καὶ τετρακοσίους προήκει.
10.17.2πρῶτοι δὲ διαβῆναι λέγονται ναυσὶν ἐς τὴν νῆσον Λίβυες · ἡγεμὼν δὲ τοῖς Λίβυσιν ἦν Σάρδος ὁ Μακήριδος, Ἡρακλέους δὲ ἐπονομασθέντος ὑπὸ Αἰγυπτίωντε καὶ Λιβύων. Μακήριδι μὲν δὴ αὐτῷ τὰ ἐπιφανέστατα ὁδὸς ἐγένετο ἡ ἐς Δελφούς · Σάρδῳ δὲ ἡγεμονίατε ὑπῆρξε τῶν Λιβύων ἡ ἐς τὴν Ἰχνοῦσσαν καὶ τὸ ὄνομα ἀπὸ τοῦ Σάρδου τούτου μετέβαλεν ἡ νῆσος. οὐ μέντοι τούς γε αὐτόχθονας ἐξέβαλεν ὁ τῶν Λιβύων στόλος, σύνοικοι δὲ ὑπ’αὐτῶν οἱ ἐπελθόντες ἀνάγκῃ μᾶλλον ἢ ὑπὸ εὐνοίας ἐδέχθησαν. καὶ πόλεις μὲν οὔτε οἱ Λίβυες οὔτε τὸ γένος τὸ ἐγχώριον ἠπίσταντο ποιήσασθαι · σποράδες δὲ ἐν καλύβαιςτε καὶ σπηλαίοις, ὡς ἕκαστοι τύχοιεν, ᾤκησαν.
10.17.3ἔτεσι δὲ ὕστερον μετὰ τοὺς Λίβυας ἀφίκοντο ἐκ τῆς Ἑλλάδος ἐς τὴν νῆσον οἱ μετ’Ἀρισταίου. παῖδα δὲ λέγουσιν Ἀρισταῖον Ἀπόλλωνόςτε εἶναι καὶ Κυρήνης · ἐπὶ δὲ τοῦ Ἀκταίωνος περισσῶς ἀλγήσαντα τῇ συμφορᾷ καὶ Βοιωτίᾳτε καὶ πάσῃ τῇ Ἑλλάδι κατὰ τα- ταὐτὰ ἀχθόμενον, οὕτως ἐς τὴν Σαρδὼ μετοικῆσαί φασιν αὐτόν.
10.17.4οἱ δὲ καὶ Δαίδαλον ἀποδρᾶναι τηνικαῦτα † καὶ οἴκου διὰ τὴν ἐπιστρατείαν τὴν Κρητῶν καὶ ἀποικίας ἐς τὴν Σαρδὼ μετασχεῖν τῷ Ἀρισταίῳ νομίζουσιν · ἔχοι δ’ἂν λόγον οὐδένα Αὐτονόῃ τῇ Κάδμου συνοικήσαντι τῷ Ἀρισταίῳ Δαίδαλον ἢ ἀποικίας ἢ ἄλλου τινὸς μετεσχηκέναι, ὃς ἡλικίαν κατὰ Οἰδίποδα ἦν βασιλεύοντα ἐν Θήβαις. πόλιν δ’οὖν οἰκίζουσιν οὐδεμίαν οὐ δ’οὗτοι, ὅτι ἀριθμῷτε καὶ ἰσχύι ἐλάσσονες ἐμοὶ δοκεῖν ἢ κατὰ πόλεως ἦσαν οἰκισμόν.
10.17.5μετὰ δὲ Ἀρισταῖον Ἴβηρες ἐς τὴν Σαρδὼ διαβαίνουσιν ὑπὸ ἡγεμόνι τοῦ στόλου Νώρακι, καὶ ᾠκίσθη Νώρα πόλις ὑπὸ αὐτῶν · ταύτην πρώτην γενέσθαι πόλιν μνημονεύουσιν ἐν τῇ νήσῳ, παῖδα δὲ Ἐρυθείαςτε τῆς Γηρυόνου καὶ Ἑρμοῦ λέγουσιν εἶναι τὸν Νώρακα. τετάρτη δὲ μοῖρα Ἰολάου Θεσπιέωντε καὶ ἐκ τῆς Ἀττικῆς στρατιὰ κατῆρεν ἐς Σαρδώ, καὶ Ὀλβίαν μὲν πόλιν οἰκίζουσιν, ἰδίᾳ δὲ Ὀγρύλην οἱ Ἀθηναῖοι διασώζοντες τῶν δήμων τῶν οἴκοι τινὸς τὸ ὄνομα · ἢ καὶ αὐτὸς τοῦ στόλου μετεῖχεν Ὀγρύλος. ἔστι δ’οὖν καὶ κατ’ἐμὲ ἔτι χωρίατε Ἰολάια ἐν τῇ Σαρδοῖ καὶ Ἰόλαος παρὰ τῶν οἰκητόρων ἔχει τιμάς.
10.17.6Ἰλίου δὲ ἁλισκομένης ἄλλοιτε ἐκφεύγουσι τῶν Τρώων καὶ οἱ ἀποσωθέντες μετὰ Αἰνείου · τούτων μοῖρα ἀπενεχθεῖσα ὑπὸ ἀνέμων ἐς Σαρδὼ ἀνεμίχθησαν τοῖς προενοικοῦσιν Ἕλλησι. καταστῆναι δὲ ἐς μάχην τῷ Ἑλληνικῷ καὶ τοῖς Τρωσὶν ἐκώλυσε τοὺς βαρβάρους · παρασκευῇτε γὰρ ἴσοι τῇ ἁπάσῃ τὰ ἐς πόλεμον ἦσαν καὶ ὁ Θόρσος ποταμὸς διὰ μέσου σφίσι ῥέων τῆς χώρας ἐπ’ἴσης καὶ ἀμφοτέροις διαβαίνειν παρεῖχε δέος.
10.17.7ὕστερον μέντοι πολλοῖς ἔτεσιν οἱ Λίβυες ἐπεραιώθησάντε αὖθις ἐς τὴν νῆσον στόλῳ μείζονι καὶ ἦρξαν ἐς τὸ Ἑλληνικὸν πολέμου. τὸ μὲν δὴ Ἑλληνικὸν ἐς ἅπαν ἐπέλαβε φθαρῆναι, ἢ ὀλίγον ἐγένετο ἐξ αὐτοῦ τὸ ὑπολειφθέν · οἱ δὲ Τρῶες ἐς τῆς νήσου τὰ ὑψηλὰ ἀναφεύγουσι, καταλαβόντες δὲ ὄρη δύσβατα ὑπὸ σκολόπωντε καὶ κρημνῶν Ἰλιεῖς μὲν ὄνομα καὶ ἐς ἐμὲ ἔτι ἔχουσι, Λίβυσι μέντοι τὰς μορφὰς καὶ τῶν ὅπλων τὴν σκευὴν καὶ ἐς τὴν πᾶσαν δίαιταν ἐοίκασιν.
10.17.8ἔστι δὲ νῆσος οὐ πολὺ ἀπέχουσα τῆς Σαρδοῦς, Κύρνος ὑπὸ Ἑλλήνων, ὑπὸ δὲ Λιβύων τῶν ἐνοικούντων καλουμένη Κορσική. ἐκ ταύτης μοῖρα οὐκ ἐλαχίστη στάσει πιεσθεῖσα ἀφίκετο ἐς τὴν Σαρδώ, καὶ ᾤκησαν τῆς χώρας ἀποτεμόμενοι τῆς ἐν τοῖς ὄρεσιν · ὑπὸ μέντοι τῶν ἐν τῇ Σαρδοῖ τῷ ὀνόματι ὀνομάζονται τῷ οἴκοθεν Κορσοί.
10.17.9Καρχηδόνιοι δὲ ὅτε ναυτικῷ μάλιστα ἴσχυσαν, κατεστρέψαντο μὲν καὶ ἅπαντας τοὺς ἐν τῇ Σαρδοῖ πλὴν Ἰλιέωντε καὶ Κορσῶν — τούτοις δὲ μὴ ἐς δουλείαν ὑπαχθῆναι τὸ ἐχυρὸν ἤρκεσε τῶν ὀρῶν —, ᾤκισαν δὲ ἐν τῇ νήσῳ καὶ αὐτοὶ πόλιν οἱ Καρχηδόνιοι Κάραλίντε καὶ Σύλκους. τοῦ δὲ ἐπικουρικοῦ τῶν Καρχηδονίων Λίβυες ἢ Ἴβηρες ἐς ἀμφισβήτησιν λαφύρων ἀφικόμενοι καὶ ὡς εἶχον ὀργῆς ἀποστάντες ἐσῳκίσαντο ἐς τὰ ὑψηλὰ καὶ οὗτοι τῆς νήσου. Βαλαροὶ τὸ ὄνομά ἐστιν αὐτοῖς κατὰ γλῶσσαν τὴν Κυρνίων · Βαλαροὺς γὰρ τοὺς φυγάδας καλοῦσιν οἱ Κύρνιοι.
10.17.10γένη μὲν τοσαῦτα τὴν Σαρδὼ καὶ ἐσῳκισμένα οὕτω νέμεται, τῆς δὲ νήσου τὰ πρὸς τῆς ἄρκτου καὶ ἠπείρου τῆς κατὰ Ἰταλίαν ἐστὶν ὄρη δύσβατα τὰ πέρατα συνάπτοντα ἀλλήλοις · καὶ ἢν παραπλέῃς, ναυσὶν οὔτε ὅρμους παρέχεται κατὰ τοῦτο ἡ νῆσος πνεύματάτε ἄτακτα καὶ ἰσχυρὰ αἱ ἄκραι τῶν ὀρῶν καταπέμπουσιν ἐς τὴν θάλασσαν.
10.17.11ἔστι δὲ καὶ ἄλλα διὰ μέσης αὐτῆς ὄρη χθαμαλώτερα. ὁ δὲ ἀὴρ ὁ ἐνταῦθα θολερόςτε ὡς ἐπίπαν ἐστὶ καὶ νοσώδης · αἴτιοι δὲ οἵτε ἅλες οἱ πηγνύμενοι καὶ ὁ νότος βαρὺς καὶ βίαιος ἐγκείμενος, οἱ ἄνεμοίτε οἱ ἀπὸ τῆς ἄρκτου διὰ τὸ ὑψηλὸν τῶν ὀρῶν τῶν πρὸς τῆς Ἰταλίας κωλύονται πνέοντες θέρους ὥρᾳ τόντε ἀέρα τὸν ταύτῃ καὶ τὴν γῆν ἀναψύχειν. οἱ δὲ τὴν Κύρνον σταδίους φασὶν οὐ πλέονας ἀπὸ τῆς Σαρδοῦς ἢ ὀκτὼ τῇ θαλάσσῃ διείργεσθαι, ὀρεινήντε οὖσαν καὶ ἐς ὕψος διὰ πάσης ἀνήκουσαν · τὸν Ζέφυρον οὖν καὶ Βορέαν ὑπὸ τῆς Κύρνου κωλύεσθαι νομίζουσι μὴ καὶ ἄχρι τῆς Σαρδοῦς ἐξικνεῖσθαι.
10.17.12ὄφεις δὲ οὔτε ἐπὶ συμφορᾷ τῇ ἀνθρώπων οὔτε ὅσον ἀνώλεθρον αὐτῶν, οὐ δὲ οἱ λύκοι τρέφεσθαι πεφύκασιν. οἱ δὲ τράγοι μέγεθος μὲν τοὺς ἑτέρωθι οὐχ ὑπερβάλλουσιν, εἶδος δέ ἐστιν αὐτοῖς ὁποῖον ἐν πλαστικῇ τις ἂν τῇ Αἰγιναίᾳ ποιήσειεν ἀγρίου κριοῦ · τὰ μέντοι ἀμφὶ τὸ στῆθος δασύτερά ἐστιν αὐτοῖς ἢ ὡς πρὸς Αἰγιναίαν τέχνην εἰκάσαι · κέρατα δὲ οὐ διεστηκότα ἀπὸ τῆς κεφαλῆς, ἀλλὰ ἐς εὐθὺ παρὰ τὰ ὦτα ἔχουσιν ἐληλιγμένα · ὠκύτητι δὲ ἅπαντα τὰ θηρία ὑπερήρκασι.
10.17.13πλὴν δὲ ἢ βοτάνης μιᾶς καθαρεύει καὶ ἀπὸ φαρμάκων ἡ νῆσος ὅσα ἐργάζεται θάνατον · ἡ πόα δὲ ἡ ὀλέθριος σελίνῳ μέν ἐστιν ἐμφερής, τοῖς φαγοῦσι δὲ γελῶσιν ἐπιγίνεσθαι τὴν τελευτὴν λέγουσιν. ἐπὶ τούτῳ δὲ Ὅμηρόςτε καὶ οἱ ἔπειτα ἄνθρωποι τὸν ἐπὶ οὐδενὶ ὑγιεῖ Σαρδάνιον γέλωτα ὀνομάζουσι. φύεται δὲ μάλιστα ἡ πόα περὶ τὰς πηγάς, οὐ μέντοι μεταδίδωσί γε καὶ τῷ ὕδατι τοῦ ἰοῦ. τὸν μὲν δὴ περὶ τῆς Σαρδοῦς λόγον ἐπεισηγαγόμεθα ἐς τὴν Φωκίδα συγγραφήν, ὅτι οὐχ ἥκιστα καὶ ἐς ταύτην οἱ Ἕλληνες τὴν νῆσον ἀνηκόως εἶχον ·
10.18.1τὸν δὲ ἵππον, ὃς ἐφεξῆς τῇ εἰκόνι ἐστὶ τοῦ Σάρδου, Ἀθηναῖος Καλλίας Λυσιμαχίδου πατρὸς ἀναθεῖναί φησιν ἰδίᾳ περιποιησάμενος ἀπὸ τοῦ πρὸς Πέρσας πολέμου χρήματα. Ἀχαιοὶ δὲ ἀνέθεσαν Ἀθηνᾶς ἄγαλμα πόλιν τῶν ἐν Αἰτωλίᾳ παραστησάμενοι πολιορκίᾳ · τῇ πόλει δὲ ἣν εἷλον Φάνα το- τοὔνομα ἦν. γενέσθαι δὲ χρόνον φασὶν οὐκ ὀλίγον τῇ πολιορκίᾳ · καὶ ὡς ἀδυνάτως εἶχον ἑλεῖν τὴν πόλιν, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἀφίκετο μάντευμα ·
10.18.2“γῆς Πέλοπος ναέται καὶ Ἀχαιίδος, οἳ ποτὶ Πυθώ ἤλθετε πευσόμενοι ὥς κε πτολίεθρον ἕλητε, ἀλλ’ἄγε δὴ φράζεσθε λάχος πόσον ἦμαρ ἕκαστον λαῶν πινόντων ῥύεται πόλιν, ἡ δὲ πέπωκεν · οὕτω γάρ κεν ἕλοιτε Φάναν πυργήρεα κώμην”.
10.18.3οὐ συνιέντες οὖν ὁποῖόν τι ἤθελεν ὁ χρησμὸς λέγειν, οἱ μὲν οἴκαδε ἀποπλεῖν ἐβουλεύοντο διαλύσαντες τὴν πολιορκίαν, οἱ δὲ ἐντὸς τοῦ τείχους οἵτε ἄλλοι οὐδενὶ λόγῳ σφᾶς ἐνεποιοῦντο καὶ γυνὴ πρόεισιν ἐκ τοῦ τείχους ὕδωρ ἐκ τῆς ὑπὸ τῷ τείχει λαβεῖν πίδακος. ἐπιδραμόντες δὲ ἐκ τοῦ στρατεύματος αἰχμάλωτόντε τὴν γυναῖκα αἱροῦσι καὶ διδάσκονται παρ’αὐτῆς οἱ Ἀχαιοὶ ὅτι τὸ ὀλίγον τὸ ἐκ τῆς πίδακος ὕδωρ, ὁπότε ἐφ’ἑκάστης λάβοιεν τῆς νυκτός, διεμετροῦντο αὐτό, καὶ ἄλλο ἦν τοῖς ἔνδον ἀλέξημα οὐδὲν ἐς δίψαν. οὕτω δὴ συγχέαντες οἱ Ἀχαιοὶ τὴν πηγὴν τὸ πόλισμα αἱροῦσιν.
10.18.4Ῥόδιοι δὲ οἱ ἐν Λίνδῳ παρὰ ταύτην τὴν Ἀθηνᾶν τὸ ἄγαλμα ἔστησαν τοῦ Ἀπόλλωνος. ἀνέθεσαν δὲ καὶ Ἀβρακιῶται χαλκοῦν ὄνον, νυκτομαχίᾳ Μολοσσοὺς νικήσαντες. λόχον μέν σφισιν ἐν νυκτὶ οἱ Μολοσσοὶ παρεσκεύασαν · ὄνου δέ, ὃς ἐλαυνόμενος ἐκ τοῦ ἀγροῦ τότε ἔτυχεν, ὄνον θήλειαν διώκοντος σὺν ὕβρειτε τῇ ἄλλῃ καὶ τραχύτητι τοῦ φθέγματος, ὡσαύτως δὲ καὶ τοῦ ἀνδρὸς ὃς τὸν ὄνον ἤλαυνε βοῶντος ἀσαφῆτε καὶ ἄκοσμα, οὕτως οἵτε ἐκ τῆς ἐνέδρας τῶν Μολοσσῶν ἐξανίστανται ταραχθέντες καὶ οἱ Ἀμβρακιῶται φωράσαντες τὰ ἐπὶ σφίσι βεβουλευμένα ἐπιχειροῦσιν ἐν τῇ νυκτί, καὶ ἐκράτησαν μάχῃ τῶν Μολοσσῶν.
10.18.5Ὀρνεᾶται δὲ οἱ ἐν τῇ Ἀργολίδι πολέμῳ σφᾶς Σικυωνίων πιεζόντων τῷ Ἀπόλλωνι εὔξαντο, εἰ ἀπώσαιντο ἐκ τῆς πατρίδος τῶν Σικυωνίων τὸν στρατόν, πομπήντε ἐν Δελφοῖς αὐτῷ στελεῖν ὁσημέραι καὶ ἱερεῖα θύσειν οἷα δὴ καὶ ὅσα ἀριθμόν. νικῶσίτε δὴ μάχῃ τοὺς Σικυωνίους, καὶ ὥς σφισιν ἐφ’ἡμέρας πάσης ἀποδιδοῦσι τὰ κατὰ τὴν εὐχὴν δαπάνητε ἦν μεγάλη καὶ μείζων ἔτι τοῦ ἀναλώματος ἡ ταλαιπωρία, οὕτω δὴ σόφισμα εὑρίσκουσιν ἀναθεῖναι τῷ θεῷ θυσίαντε καὶ πομπὴν χαλκᾶ ποιήματα.
10.18.6ἔστιν ἐνταῦθα καὶ ἄθλων τῶν Ἡρακλέους τὸ ἐς τὴν ὕδραν, ἀνάθημάτε ὁμοῦ Τισαγόρου καὶ τέχνη, σιδήρου καὶ ἡ ὕδρα καὶ ὁ Ἡρακλῆς. σιδήρου δὲ ἐργασίαν τὴν ἐπὶ ἀγάλμασι χαλεπωτάτην καὶ πόνου συμβέβηκεν εἶναι πλείστου · θαύματος μὲν δὴ καὶ τοῦ Τισαγόρου τὸ ἔργον, ὅστις δὴ ὁ Τισαγόρας, θαύματος δὲ οὐκ ἐλαχίστου καὶ ἐν Περγάμῳ λέοντόςτε καὶ ὑὸς ἀγρίου κεφαλαί, σιδήρου καὶ αὗται · Διονύσῳ δὲ ἀναθήματα σφᾶς ἐποιήσαντο.
10.18.7Φωκέων δὲ οἱ ἔχοντες Ἐλάτειαν — ἀντέσχον γὰρ τῇ Κασσάνδρου πολιορκίᾳ Ὀλυμπιοδώρου σφίσιν ἐξ Ἀθηνῶν ἀμύνοντος — λέοντα τῷ Ἀπόλλωνι χαλκοῦν ἀποπέμπουσιν ἐς Δελφούς. ὁ δὲ Ἀπόλλων ὁ ἐγγυτάτω τοῦ λέοντος Μασσαλιωτῶν ἐστιν ἀπὸ τῆς πρὸς Καρχηδονίους ἀπαρχὴ ναυμαχίας. πεποίηται δὲ ὑπὸ Αἰτωλῶν τρόπαιόντε καὶ γυναικὸς ἄγαλμα ὡπλισμένης, ἡ Αἰτωλία δῆθεν · ταῦτα ἀνέθεσαν ἐπιθέντες οἱ Αἰτωλοὶ Γαλάταις δίκην ὠμότητος τῆς ἐς Καλλιέας. ἐπίχρυσος δὲ εἰκών, ἀνάθημα Γοργίου τοῦ ἐκ Λεοντίνων, αὐτὸς Γοργίας ἐστίν.
10.19.1παρὰ δὲ τὸν Γοργίαν ἀνάθημά ἐστιν Ἀμφικτυόνων Σκιωναῖος Σκύλλις, ὃς καταδῦναι καὶ ἐς τὰ βαθύτατα θαλάσσης πάσης ἔχει φήμην · ἐδιδάξατο δὲ καὶ Ὕδναν τὴν θυγατέρα δύεσθαι.
10.19.2οὗτοι περὶ τὸ ὄρος τὸ Πήλιον ἐπιπεσόντος ναυτικῷ τῷ Ξέρξου βιαίου χειμῶνος προσεξειργάσαντό σφισιν ἀπώλειαν, τάςτε ἀγκύρας καὶ εἰ δή τι ἄλλο ἔρυμα ταῖς τριήρεσιν ἦν ὑφέλκοντες. ἀντὶ τούτου μὲν οἱ Ἀμφικτύονες καὶ αὐτὸν Σκύλλιν καὶ τὴν παῖδα ἀνέθεσαν · ἐν δὲ τοῖς ἀνδριᾶσιν ὁπόσους Νέρων ἔλαβεν ἐκ Δελφῶν, ἐν τούτοις τὸν ἀριθμὸν καὶ τῆς Ὕδνης ἀπεπλήρωσεν ἡ εἰκών.
10.19.3τὸ ἀπὸ τούτου δὲ ἔρχομαι διηγησόμενος λόγον Λέσβιον. ἁλιεῦσιν ἐν Μηθύμνῃ τὰ δίκτυα ἀνείλκυσεν ἐκ θαλάσσης πρόσωπον ἐλαίας ξύλου πεποιημένον · τοῦτο ἰδέαν παρείχετο φέρουσαν μὲν ἐς τὸ θεῖον, ξένην δὲ καὶ ἐπὶ θεοῖς Ἑλληνικοῖς οὐ καθεστῶσαν. εἴροντο οὖν οἱ Μηθυμναῖοι τὴν Πυθίαν ὅτου θεῶν ἢ καὶ ἡρώων ἐστὶν ἡ εἰκών · ἡ δὲ αὐτοὺς σέβεσθαι Διόνυσον Φαλλῆνα ἐκέλευσεν. ἐπὶ τούτῳ οἱ Μηθυμναῖοι ξόανον μὲν τὸ ἐκ τῆς θαλάσσης παρὰ σφίσιν ἔχοντες καὶ θυσίαις καὶ εὐχαῖς τιμῶσι, χαλκοῦν δὲ ἀποπέμπουσιν ἐς Δελφούς.
10.19.4τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν Ἄρτεμις καὶ Λητὼ καὶ Ἀπόλλων καὶ Μοῦσαι δύσιςτε Ἡλίου καὶ Διόνυσόςτε καὶ αἱ γυναῖκες αἱ Θυιάδες. τὰ μὲν δὴ πρῶτα αὐτῶν Ἀθηναῖος Πραξίας μαθητὴς Καλάμιδός ἐστιν ὁ ἐργασάμενος · χρόνου δὲ ὡς ὁ ναὸς ἐποιεῖτο ἐγγινομένου Πραξίαν μὲν ἔμελλεν ἀπάξειν τὸ χρεών, τὰ δὲ ὑπολειπόμενα τοῦ ἐν τοῖς ἀετοῖς κόσμου ἐποίησεν Ἀνδροσθένης, γένος μὲν καὶ οὗτος Ἀθηναῖος, μαθητὴς δὲ Εὐκάδμου. ὅπλα δὲ ἐπὶ τῶν ἐπιστυλίων χρυσᾶ, Ἀθηναῖοι μὲν τὰς ἀσπίδας ἀπὸ τοῦ ἔργου τοῦ Μαραθῶνι ἀνέθεσαν, Αἰτωλοὶ δὲ τάτε ὄπισθεν καὶ τὰ ἐν ἀριστερᾷ Γαλατῶν δὴ ὅπλα · σχῆμα δὲ αὐτῶν ἐστιν ἐγγυτάτω τῶν Περσικῶν γέρρων.
10.19.5Γαλατῶν δὲ τῆς ἐς τὴν Ἑλλάδα ἐπιστρατείας ἔχει μέν τινα μνήμην καὶ ἡ ἐς τὸ βουλευτήριον ἡμῖν τὸ Ἀττικὸν συγγραφή · προάγειν δὲ ἐς τὸ σαφέστερον τὰ ἐς αὐτοὺς ἠθέλησα ἐν τῷ λόγῳ τῷ ἐς Δελφούς, ὅτι ἔργων τῶν ἐπὶ τοὺς βαρβάρους τὰ μέγιστα Ἕλλησιν ἐνταῦθα ἦν. ὑπερόριον μὲν οἱ Κελτοὶ στρατείαν πρώτην ὑπὸ ἡγεμόνι ἐποιήσαντο Καμβαύλῃ · προελθόντες δὲ ἄχρι τῆς Θρᾴκης τὸ πρόσω τῆς πορείας οὐκ ἀπεθάρσησαν, καταγνόντες αὑτῶν ὅτι ὀλίγοιτε ἦσαν καὶ οὐκ ἀξιόμαχοι κατ’ἀριθμὸν Ἕλλησιν.
10.19.6ἐπεὶ δὲ καὶ δεύτερον ἐπιφέρειν ἐδόκει ὅπλα ἐπὶ τὴν ἄλλων — ἐνῆγον δὲ μάλιστα οἱ ὁμοῦ Καμβαύλῃ ἐκστρατεύσαντες ἅτε λῃστειῶντε ἤδη γεγευμένοι καὶ ἁρπαγῆς καὶ κερδῶν ἐς ἔρωτα ἥκοντες —, πολὺς μὲν δὴ πεζός, οὐκ ἐλάχιστοι δὲ ἠθροίσθησαν καὶ ἐς τὸ ἱππικόν · ἐς μοίρας οὖν τρεῖς ἔνεμον οἱ ἡγεμόνες τὸν στρατόν, καὶ ἄλλος ἐξ αὐτῶν ἐπὶ ἄλλην ἐτέτακτο ἰέναι χώραν.
10.19.7ἐπὶ μὲν οὖν Θρᾷκας καὶ τὸ ἔθνος τὸ Τριβαλλῶν ἔμελλε Κερέθριος ἡγήσεσθαι · τοῖς δὲ ἐς Παιονίαν ἰοῦσι Βρέννος ἦσαν καὶ Ἀκιχώριος ἄρχοντες · Βόλγιος δὲ ἐπὶ Μακεδόναςτε καὶ Ἰλλυριοὺς ἤλασε, καὶ ἐς ἀγῶνα πρὸς Πτολεμαῖον κατέστη τότε ἔχοντα τὴν Μακεδόνων βασιλείαν. Πτολεμαῖος δὲ ἦν οὗτος ὃς Σέλευκόντε ἐδολοφόνησε τὸν Ἀντιόχου, καταπεφευγὼς ὅμως ἱκέτης ὡς αὐτόν, καὶ εἶχεν ἐπίκλησιν Κεραυνὸς διὰ τὸ ἄγαν τολμηρόν. καὶ ὁ μὲν αὐτόςτε ὁ Πτολεμαῖος ἀπέθανεν ἐν τῇ μάχῃ καὶ τῶν Μακεδόνων ἐγένετο οὐκ ἐλαχίστη φθορά · προελθεῖν δὲ ὡς ἐπὶ τὴν Ἑλλάδα οὐ δὲ τότε ἐθάρσησαν οἱ Κελτοί, καὶ ὁ δεύτερος οὕτω στόλος ἐπανῆλθεν ἐς τὴν οἰκείαν.
10.19.8ἔνθα δὴ ὁ Βρέννος πολὺς μὲν ἐν συλλόγοις τοῖς κοινοῖς, πολὺς δὲ καθ’ἕκαστον ἦν τῶν ἐν τέλει Γαλατῶν ἐπὶ τὴν Ἑλλάδα ἐπαίρων στρατεύεσθαι, ἀσθένειάντε Ἑλλήνων τὴν ἐν τῷ παρόντι διηγούμενος καὶ ὡς χρήματα πολλὰ μὲν ἐν τῷ κοινῷ, πλείονα δὲ ἐν ἱεροῖς τάτε ἀναθήματα καὶ ἄργυρος καὶ χρυσός ἐστιν ἐπίσημος · ἀνέπεισέτε δὴ τοὺς Γαλάτας ἐλαύνειν ἐπὶ τὴν Ἑλλάδα, καὶ αὑτῷ συνάρχοντας ἄλλουςτε προσείλετο τῶν ἐν τέλει καὶ τὸν Ἀκιχώριον.
10.19.9ὁ δὲ ἀθροισθεὶς στρατὸς πεζοὶ μὲν μυριάδες ἐγένοντο πεντεκαίδεκα προσόντων σφίσι δισχιλίων, οἱ δὲ ἱππεύοντες τετρακόσιοι καὶ δισμύριοι. τοσοῦτοι μὲν ἦσαν τῶν ἱππέων τὸ ἀεὶ ἐνεργόν, ἀριθμὸς δὲ αὐτῶν ὁ ἀληθὴς διακόσιοίτε καὶ χίλιοι καὶ ἓξ μυριάδες · δύο γὰρ οἰκέται περὶ ἕκαστον τῶν ἱππευόντων ἦσαν, ἀγαθοὶ καὶ αὐτοὶ τὰ ἱππικὰ καὶ ἵππους ὁμοίως ἔχοντες.
10.19.10Γαλατῶν δὲ τοῖς ἱππεύουσιν ἀγῶνος συνεστηκότος ὑπομένοντες τῆς τάξεως ὄπισθεν οἱ οἰκέται τοσάδε σφίσιν ἐγίνοντο χρήσιμοι · τῷ γὰρ ἱππεῖ συμβὰν ἢ τῷ ἵππῳ πεσεῖν, τὸν μὲν ἵππον παρεῖχεν ἀναβῆναι τῷ ἀνδρί, τελευτήσαντος δὲ τοῦ ἀνδρὸς ὁ δοῦλος ἀντὶ τοῦ δεσπότου τὸν ἵππον ἀνέβαινεν · εἰ δὲ ἀμφοτέρους ἐπιλάβοι τὸ χρεών, ἐνταῦθα ἕτοιμος ἦν ἱππεύς. λαμβανόντων δὲ τραύματα αὐτῶν, ὁ μὲν ὑπεξῆγε τῶν δούλων ἐς τὸ στρατόπεδον τὸν τραυματίαν, ὁ δὲ καθίστατο ἐς τὴν τάξιν ἀντὶ τοῦ ἀπελθόντος.
10.19.11ταῦτα ἐμοὶ δοκεῖν ἐνομίσθη τοῖς Γαλάταις ἐς μίμησιν τοῦ ἐν Πέρσαις ἀριθμοῦ τῶν μυρίων, οἳ ἐκαλοῦντο Ἀθάνατοι. διάφορα δὲ ἦν, ὅτι κατελέγοντο ἀντὶ τῶν ἀποθνησκόντων ὑπὸ μὲν Περσῶν τῆς μάχης ὕστερον, Γαλάταις δὲ ὑπ’αὐτὴν τοῦ ἔργου τὴν ἀκμὴν ὁ ἀριθμὸς ἀπεπληροῦτο τῶν ἱππέων. τοῦτο ὠνόμαζον τὸ σύνταγμα τριμαρκισίαν τῇ ἐπιχωρίῳ φωνῇ · καὶ ἵππῳ τὸ ὄνομα ἴστω τις μάρκαν ὂν τὰ ὑπὸ τῶν Κελτῶν.
10.19.12παρασκευῇ μὲν τοσαύτῃ καὶ μετὰ διανοίας τοιαύτης ἐπὶ τὴν Ἑλλάδα ὁ Βρέννος ἤλαυνε · τοῖς δέ γε Ἕλλησι κατεπεπτώκει μὲν ἐς ἅπαν τὰ φρονήματα, τὸ δὲ ἰσχυρὸν τοῦ δείματος προῆγεν ἐς ἀνάγκην τῇ Ἑλλάδι ἀμύνειν. ἑώρων δὲ τὸν ἐν τῷ παρόντι ἀγῶνα οὐχ ὑπὲρ ἐλευθερίας γενησόμενον, καθὰ ἐπὶ τοῦ Μήδου ποτέ, οὐ δὲ δοῦσιν ὕδωρ καὶ γῆν τὰ ἀπὸ τούτου σφίσιν ἄδειαν φέροντα · ἀλλὰ τάτε ἐς Μακεδόνας καὶ Θρᾷκας καὶ Παίονας τὰ ἐπὶ τῆς προτέρας καταδρομῆς τῶν Γαλατῶν ἔτι σφίσιν ἔκειτο ἐν μνήμῃ, καὶ τὰ ἐν τῷ παρόντι τὰ ἐς Θεσσαλοὺς παρανομήματα ἀπηγγέλλετο. ὡς οὖν ἀπολωλέναι δέον ἢ ἐπικρατεστέρους εἶναι, κατ’ἄνδρατε ἰδίᾳ καὶ αἱ πόλεις διέκειντο ἐν κοινῷ.
10.20.1πάρεστι δέ, ὅστις ἐθέλοι καὶ ἀνταριθμῆσαι τούςτε ἐπὶ βασιλέα Ξέρξην ἐς Πύλας καὶ τοὺς τότε ἐναντία Γαλατῶν ἀθροισθέντας. ἐπὶ μέν γε τὸν Μῆδον ἀφίκοντο τοσοίδε Ἑλλήνων · Λακεδαιμόνιοι οἱ μετὰ Λεωνίδου τριακοσίων οὐ πλείονες, Τεγεᾶται πεντακόσιοι καὶ ἐκ Μαντινείας ἴσοι, παρὰ δὲ Ὀρχομενίων Ἀρκάδων εἴκοσίτε καὶ ἑκατόν, ἀπὸ δὲ τῶν ἄλλων χίλιοι τῶν ἐν Ἀρκαδίᾳ πόλεων, ὀγδοήκοντα δὲ ἐκ Μυκηνῶν καὶ ἐκ Φλιοῦντος διακόσιοι, διπλάσιοι δὲ τούτων Κορίνθιοι · παρεγένοντο δὲ καὶ Βοιωτῶν ἑπτακόσιοι ἐκ Θεσπείας καὶ ἐκ Θηβῶν τετρακόσιοι. χίλιοι δὲ Φωκέων ἐφύλασσον μὲν τὴν ἀτραπὸν ἐν τῇ Οἴτῃ, προσέστω δὲ τῷ παντὶ Ἑλληνικῷ καὶ ὁ ἀριθμὸς ὁ τούτων.
10.20.2Λοκροὺς δὲ τοὺς ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι Ἡρόδοτος μὲν οὐχ ὑπήγαγεν ἐς ἀριθμόν, ἀλλ’ἀφικέσθαι σφᾶς ἀπὸ πασῶν ἔφη τῶν πόλεων · τεκμήρασθαι δὲ ἀριθμὸν καὶ τούτων ἔστιν ἐγγύτατα τοῦ ἀληθοῦς · ἐς Μαραθῶνα γὰρ Ἀθηναῖοι σὺν ἡλικίᾳτε τῇ ἀχρείῳ καὶ δούλοις ἐνακισχιλίων ἀφίκοντο οὐ πλείους, τὸ οὖν μάχιμον Λοκρῶν τὸ ἐς Θερμοπύλας ἐλθὸν οὐκ ἂν ὑπέρ γε ἑξακισχιλίους ἀριθμοίη τις. οὕτω γένοιτο ἂν ὁ σύμπας στρατὸς διακόσιοι καὶ χίλιοι καὶ μύριοι. φαίνονται δὲ οὐ δὲ οὗτοι τὸν χρόνον πάντα ἐπὶ τῇ φρουρᾷ τῶν Πυλῶν καταμείναντες · πλὴν γὰρ Λακεδαιμονίωντε αὐτῶν καὶ Θεσπιέων καὶ Μυκηναίων προαπέλιπον τὸ πέρας τῆς μάχης οἱ λοιποί.
10.20.3ἐπὶ δὲ τοὺς ἀπὸ τοῦ Ὠκεανοῦ βαρβάρους τοσοίδε ἐς Θερμοπύλας ἀφίκοντο Ἕλληνες · ὁπλῖται μύριοι καὶ ἵππος πεντακοσία παρὰ Βοιωτῶν · ἐβοιωτάρχουν δὲ Κηφισόδοτος καὶ Θεαρίδας καὶ Διογένης καὶ Λύσανδρος. ἐκ δὲ Φωκέων ἱππεῖς πεντακόσιοι καὶ ἐς τρισχιλίους ὁ ἀριθμὸς τῶν πεζῶν · στρατηγοὶ δὲ Φωκέων Κριτόβουλόςτε ἦν καὶ Ἀντίοχος.
10.20.4Λοκροὺς δὲ τοὺς ἐπὶ Ἀταλάντῃ τῇ νήσῳ Μειδίας ἦγεν · ἀριθμὸς δὲ αὐτῶν ἑπτακόσιοι, καὶ ἱππικόν σφισιν οὐ προσῆν. παρὰ δὲ Μεγαρέων ἀφίκοντο ὁπλῖται τετρακόσιοι · τούτων ἦγε τὸ † ἱππικὸν Μεγαρεύς. Αἰτωλῶν δὲ πλείστητε ἐγένετο στρατιὰ καὶ ἐς πᾶσαν μάχης ἰδέαν, ἡ μὲν ἵππος οὐ λέγουσιν ὁπόση, ψιλοὶ δὲ ἐνενήκοντα καὶ ἑπτακόσιοι, πλέονες δὲ ἑπτακισχιλίων ἀριθμὸν ἦσαν οἱ ὁπλιτεύοντες · Αἰτωλοὺς δὲ ἦγον Πολύαρχος καὶ Πολύφρωντε καὶ Λακράτης.
10.20.5Ἀθηναίων δὲ στρατηγὸς μὲν Κάλλιππος ἦν ὁ Μοιροκλέους, καθὰ ἐδήλωσα καὶ ἐν τοῖς προτέροις τοῦ λόγου, δύναμις δὲ τριήρειςτε αἱ πλώιμοι πᾶσαι, πεντακόσιοι δὲ ἐς τὸ ἱππικόν, χίλιοι δὲ ἐτάσσοντο ἐν τοῖς πεζοῖς · καὶ ἡγεμονίαν οὗτοι κατ’ἀξίωμα εἶχον τὸ ἀρχαῖον. βασιλέων δὲ ξενικὰ πεντακόσιοίτε ἐκ Μακεδονίας καὶ ἐκ τῆς Ἀσίας ἴσοι σφίσιν ἀφίκοντο ἀριθμόν · ἄρχοντες δὲ τῶν μὲν παρ’Ἀντιγόνου πεμφθέντων Ἀριστόδημος ἦν Μακεδών, τῶν δὲ παρὰ Ἀντιόχουτε καὶ ἐκ τῆς Ἀσίας Τελέσαρχος τῶν ἐπὶ Ὀρόντῃ Σύρων.
10.20.6τοῖς δὲ ἐς Θερμοπύλας ἀθροισθεῖσιν Ἑλλήνων, ὡς ἐπύθοντο περίτε Μαγνησίαν καὶ γῆν τὴν Φθιῶτιν ὄντα ἤδη τῶν Γαλατῶν τὸν στρατόν, ἔδοξεν ἤδη ψιλούςτε ἐς χιλίους καὶ τὴν ἵππον ἀπολέξαντας ἀποστεῖλαι σφᾶς ἐπὶ τὸν Σπερχειόν, ἵνα μη δὲ τὸν ποταμὸν διαβῆναι τοῖς βαρβάροις ἄνευ ἀγῶνόςτε καὶ κινδύνων ἐγγένηται. οἱ δὲ ἐλθόντες τὰς γεφύραςτε καταλύουσι καὶ αὐτοὶ παρὰ τὴν ὄχθην ἐστρατοπεδεύσαντο. ἦν δὲ οὐ δὲ ὁ Βρέννος οὔτε πάντα ἀσύνετος οὔτε ἀπείρως εἶχεν ὡς ἄν τις βάρβαρος σοφίσματα ἐς πολεμίους ἐξευρεῖν.
10.20.7εὐθὺς οὖν τῇ ἐπιούσῃ νυκτί, οὐ καθότι ἦν τὰ ἀρχαῖα τῷ ποταμῷ ζεύγματα ἀλλὰ ἐς τὸ κάτω, ὡς μή τις τοῖς Ἕλλησι διαβαινόντων γένοιτο αἴσθησις, καὶ ᾗ μάλιστα ὁ Σπερχειὸς διεχεῖτο ἐς πλέον τοῦ πεδίου καὶ ἕλοςτε ἐποίει καὶ λίμνην ἀντὶ βιαίου καὶ στενοῦ ῥεύματος, κατὰ τοῦτο ὁ Βρέννος ὅσον μυρίους τῶν Γαλατῶν ἀπέστειλεν, ὁπόσοιτε νεῖν ἠπίσταντο ἐξ αὐτῶν καὶ ὅστις τῷ μήκει τοῦ σώματος ἐτύγχανεν ὢν ὑπὲρ τοὺς πολλούς · εἰσὶ δὲ καὶ ἄλλως οἱ Κελτοὶ μακρῷ πάντας ὑπερηρκότες μήκει τοὺς ἀνθρώπους.
10.20.8οὗτοι οὖν διαβαίνουσιν ἐν τῇ νυκτὶ διανηχόμενοι ὧδε τὸ λιμνῶδες τοῦ ποταμοῦ · τὰ ὅπλα, τοὺς ἐπιχωρίους θυρεούς, ἐποιεῖτο ἕκαστος ἀντὶ σχεδίας, οἱ δὲ αὐτῶν μήκιστοι διελθεῖν ἐμβαδὸν τὸ ὕδωρ ἐδυνήθησαν. οἱ δὲ Ἕλληνες οἱ ἐπὶ τῷ Σπερχειῷ — πυνθάνονται γὰρ ὅτι κατὰ τὸ ἕλος διέβη μοῖρα τῶν βαρβάρων — αὐτίκα ἐς τὸ στράτευμα ἀναχωροῦσι, Βρέννος δὲ τοῖς περὶ τὸν Μαλιακὸν κόλπον οἰκοῦσι ζευγνύναι τὸν Σπερχειὸν ἐπέτασσεν · οἱ δὲ ἤνυον τὸ ἔργον σπουδῇ, τῷτε ἐκείνου δέει καὶ ἀπελθεῖν ἐκ τῆς χώρας σφίσιν ἐπιθυμοῦντες τοὺς βαρβάρους μη δὲ ἐπὶ πλέον κακουργεῖν μένοντας.
10.20.9ὁ δὲ ὡς κατὰ τὰς γεφύρας διεβίβασε τὴν στρατιάν, ἐχώρει πρὸς τὴν Ἡράκλειαν · καὶ διήρπασαν μὲν τὰ ἐκ τῆς χώρας οἱ Γαλάται καὶ ἀνθρώπους τοὺς ἐπὶ τῶν ἀγρῶν ἐγκαταληφθέντας ἐφόνευσαν, τὴν πόλιν δὲ οὐχ εἷλον. ἔτει γὰρ πρότερον τούτων οἱ Αἰτωλοὶ συντελεῖν τοὺς Ἡρακλεώτας ἠνάγκασαν ἐς τὸ Αἰτωλικόν · τότε οὖν ἠμύνοντο ὡς περὶ πόλεως οὐδέν τι Ἡρακλεώταις μᾶλλον ἢ καὶ αὑτοῖς προσηκούσης. ἦν δὲ καὶ τῷ Βρέννῳ τὰ μὲν Ἡρακλεωτῶν ἐλάσσονος φροντίδος, ἀγώνισμα δὲ ἐποιεῖτο ἐξελάσαιτε ἐκ τῶν στενῶν τοὺς ἀντικαθημένους καὶ παρελθεῖν ἐς τὴν ἐντὸς Θερμοπυλῶν Ἑλλάδα.
10.21.1προελθὼν οὖν ἀπὸ τῆς Ἡρακλείας — ἐπυνθάνετο γὰρ παρὰ αὐτομόλων τοὺς συνειλεγμένους ἐς Πύλας ἀπὸ ἑκάστης πόλεως — ὑπερεφρόνειτε τοῦ Ἑλληνικοῦ καὶ ἦρχεν ἐς τὴν ἐπιοῦσαν μάχης ἅμα ἀνίσχοντι τῷ ἡλίῳ, οὔτε Ἕλληνα ἔχων μάντιν οὔτε ἱεροῖς ἐπιχωρίοις χρώμενος, εἰ δὴ ἔστι γε μαντεία Κελτική. ἐνταῦθα οἱ Ἕλληνες ἐν σιγῇτε ἐπῄεσαν καὶ ἐν κόσμῳ · καὶ ὡς ἀφίκοντο ἐς χεῖρας, οὔτε σφίσιν οἱ πεζοὶ τοσοῦτο ἀπὸ τῆς τάξεως ἐξέθεον ὥστε τὴν φάλαγγα ἐπιταράσσειν τὴν οἰκείαν καὶ οἱ ψιλοὶ μένοντες κατὰ χώραν τάτε ἀκόντια ἔπεμπον καὶ ὅσα ἀπὸ τῶν τόξων ἢ σφενδονῶν.
10.21.2τὰ δὲ ἱππικὰ ἀμφοτέροις ἀχρεῖα ἐγένετο ἅτε οὐ στενοῦ μόνον χωρίου τοῦ μετὰ τὰς Πύλας ὄντος ἀλλὰ καὶ ὑπὸ αὐτοφυοῦς πέτρας λείου καὶ διὰ τῶν ῥευμάτων τὸ συνεχὲς τὰ πλείονα καὶ ὀλισθηροῦ. τοῖς δὲ Γαλάταις τὰ μὲν τῆς σκευῆς ἀσθενέστερα ἦν — θυρεοὺς γὰρ τοὺς ἐπιχωρίους εἶχον, καὶ ἄλλο σφίσιν οὐκ ἦν ὅπλον σκέπη σώματος —, πλέον δὲ ἔτι ἐμπειρίᾳ τῇ ἐς τὰ πολεμικὰ ἀπέδεον.
10.21.3οἱ δὲ ἐν ὀργῇτε ἐπὶ τοὺς ἐναντίους καὶ θυμῷ μετὰ οὐδενὸς λογισμοῦ καθάπερ τὰ θηρία ἐχώρουν · καὶ οὔτε πελέκεσι διαιρουμένους ἢ ὑπὸ μαχαιρῶν ἡ ἀπόνοια τοὺς ἔτι ἐμπνέοντας ἀπέλειπεν, οὔτε ὅσοι βέλεσι καὶ ἀκοντίοις διεπείροντο, ὑφῄρουν τοῦ θυμοῦ, μέχρι οὗ παρέμενεν ἡ ψυχή · οἱ δὲ καὶ ἐκ τῶν τραυμάτων τὰ δόρατα οἷς ἐβέβληντο ἀνασπῶντες ἠφίεσάντε ἐς τοὺς Ἕλληνας καὶ ἐχρῶντο ἐκ χειρός.
10.21.4ἐν τούτῳ δὲ οἱ ἐπὶ τῶν τριήρων Ἀθηναῖοι μόγις μὲν καὶ οὐκ ἄνευ κινδύνου, παραπλεύσαντες δὲ ὅμως διὰ τῆς ἰλύος, ἣ ἐπὶ πλεῖστον ἐπέχει τῆς θαλάσσης, καὶ τὰς ναῦς ὅτι ἐγγύτατα τῶν βαρβάρων σχόντες, βέλεσίτε παντοίοις ἐς τὰ πλάγια καὶ τοξεύμασιν ἐς αὐτοὺς ἐχρῶντο. καμνόντων δὲ λόγου μειζόνως τῶν Κελτῶν καὶ ἅτε ἐν στενοχωρίᾳ μικρὰ μὲν δρώντων, διπλάσια δὲ καὶ τετραπλάσια πασχόντων, ἀναχωρεῖν ἐς τὸ στρατόπεδον ἐσήμαινόν σφισιν οἱ ἡγεμόνες. οἱ δὲ ἀτάκτως καὶ σὺν οὐδενὶ ἀναστρέφοντες κόσμῳ πολλοὶ μὲν συνεπατήθησαν ὑπὸ ἀλλήλων, πολλοὶ δὲ ἐς τὸ τέλμα ἐμπεσόντες ἠφανίσθησαν κατὰ τοῦ πηλοῦ, καὶ ἀπώλεια οὐκ ἐλάσσων ἀναχωροῦσιν αὐτοῖς ἢ ἐν τοῦ ἀγῶνος συνέβη τῇ ἀκμῇ.
10.21.5τοὺς μὲν δὴ Ἕλληνας τὸ Ἀττικὸν ὑπερεβάλετο ἀρετῇ τὴν ἡμέραν ταύτην · αὐτῶν δὲ Ἀθηναίων Κυδίας μάλιστα ἐγένετο ἀγαθός, νέοςτε ἡλικίαν καὶ τότε ἐς ἀγῶνα ἐλθὼν πολέμου πρῶτον. ἀποθανόντος δὲ ὑπὸ τῶν Γαλατῶν τὴν ἀσπίδα οἱ προσήκοντες ἀνέθεσαν τῷ Ἐλευθερίῳ Διί, καὶ ἦν τὸ ἐπίγραμμα · “† ημαρλα δὴ ποθέουσα νέαν ἔτι Κυδίου ἥβην ἀσπὶς ἀριζήλου φωτός, ἄγαλμα Διί, ἇς διὰ δὴ πρώτας λαιὸν τότε πῆχυν ἔτεινεν, εὖτ’ἐπὶ τὸν Γαλάταν ἤκμασε θοῦρος Ἄρης”.
10.21.6τοῦτο μὲν δὴ ἐπεγέγραπτο πρὶν ἢ τοὺς ὁμοῦ Σύλλᾳ καὶ ἄλλα τῶν Ἀθήνῃσι καὶ τὰς ἐν τῇ στοᾷ τοῦ Ἐλευθερίου Διὸς καθελεῖν ἀσπίδας · τότε δὲ ἐν ταῖς Θερμοπύλαις οἱ μὲν Ἕλληνες μετὰ τὴν μάχην τούςτε αὑτῶν ἔθαπτον καὶ ἐσκύλευον τοὺς βαρβάρους, οἱ Γαλάται δὲ οὔτε ὑπὲρ ἀναιρέσεως τῶν νεκρῶν ἐπεκηρυκεύοντο ἐποιοῦντότε ἐπ’ἴσης γῆς σφᾶς τυχεῖν ἢ θηρίατε αὐτῶν ἐμφορηθῆναι καὶ ὅσον τεθνεῶσι πολέμιόν ἐστιν ὀρνίθων.
10.21.7ὀλιγώρως δὲ αὐτοὺς ἐς τῶν ἀπογινομένων ἔχειν τὰς ταφὰς δύο ἐμοὶ δοκεῖν τὰ ἀναπείθοντα ἦν, πολεμίουςτε ἄνδρας ἐκπλῆξαι καὶ ὅτι ἔστι τεθνεώτων οὐ δι’ἔθους οἶκτος αὐτοῖς. ἀπέθανον δὲ παρὰ τὴν μάχην τεσσαράκοντα μὲν τοῦ Ἑλληνικοῦ, τοὺς δὲ τῶν βαρβάρων οὐχ οἷόντε ἦν ἀκριβῶς ἐξευρεῖν · πολὺ γὰρ καὶ τὸ ἀφανισθὲν κατὰ τῆς ἰλύος ἐγένετο ἐξ αὐτῶν.
10.22.1ἑβδόμῃ δὲ ὕστερον μετὰ τὴν μάχην λόχος τῶν Γαλατῶν ἀνελθεῖν ἐς τὴν Οἴτην ἐπεχείρησε κατὰ Ἡράκλειαν · ἀτραπὸς δὲ στενὴ καὶ ταύτῃ μετὰ τὰ ἐρείπια ἀνήκει τὰ Τραχῖνος · ἦν δὲ καὶ ἱερὸν Ἀθηνᾶς τότε ὑπὲρ τῆς πόλεως Τραχινίδος καὶ ἀναθήματα ἐν αὐτῷ. ἔςτε οὖν τὴν Οἴτην ἀναβήσεσθαι κατὰ τὴν ἀτραπὸν ἤλπιζον καὶ ἅμα προσέσεσθαί σφισιν ἐν παρέργῳ τὰ ἐκ τοῦ ἱεροῦ τὴν φρουρὰν οἰομένου Τελεσάρχῳ. καὶ νικῶσι μὲν τοὺς βαρβάρους τῇ μάχῃ, αὐτὸς δὲ ἔπεσεν ὁ Τελέσαρχος, ἀνήρ εἴπερ τις καὶ ἄλλος πρόθυμος ἐς τὰ Ἑλλήνων.
10.22.2οἱ μὲν δὴ ἡγεμόνες τῶν βαρβάρων οἱ ἄλλοι κατεπεπλήγεσαν τὸ Ἑλληνικόν, καὶ ἠπόρουν ἅμα ὑπὲρ τῶν μελλόντων, ἐς οὐδέν σφισι πλέον προχωροῦντα ὁρῶντες τὰ ἐν χερσί · τῷ δὲ Βρέννῳ λογισμὸς παρίστατο ὡς εἰ ἀναγκάσει τοὺς Αἰτωλοὺς οἴκαδε ἐς τὴν Αἰτωλίαν ἀναχωρῆσαι, ῥᾴων ἤδη γενήσοιτο ὁ πόλεμος αὐτῷ πρὸς τὸ Ἑλληνικόν. ἀπολέξας οὖν τῆς στρατιᾶς μυριάδας τοὺς πεζοὺς τέσσαρας καὶ ὅσον ὀκτακοσίους ἱππέας, Ὀρεστόριόντε αὐτοῖς καὶ Κόμβουτιν ἐφίστησιν ἄρχοντας, οἳ ὀπίσω κατὰ τοῦ Σπερχειοῦ τὰς γεφύρας καὶ αὖθις διὰ Θεσσαλίας ὁδεύσαντες ἐμβάλλουσιν ἐς τὴν Αἰτωλίαν ·
10.22.3καὶ τὰ ἐς Καλλιέας Κόμβουτις οἱ ἐργασάμενοι καὶ Ὀρεστόριος ἦσαν, ἀνοσιώτατάτε ὧν ἀκοῇ ἐπιστάμεθα καὶ οὐδὲν τοῖς ἀνθρώπων τολμήμασιν ὅμοια. γένος μέν γε πᾶν ἐξέκοψαν τὸ ἄρσεν, καὶ ὁμοίως γέροντέςτε καὶ τὰ νήπια ἐπὶ τῶν μητέρων τοῖς μαστοῖς ἐφονεύετο · τούτων δὲ καὶ τὰ ὑπὸ τοῦ γάλακτος πιότερα ἀποκτείνοντες ἔπινόντε οἱ Γαλάται τοῦ αἵματος καὶ ἥπτοντο τῶν σαρκῶν.
10.22.4γυναῖκες δὲ καὶ ὅσοι ἐν ὥρᾳ τῶν παρθένων, ὅσαι μὲν φρονήματός τι αὐτῶν εἶχον, ἑαυτὰς ἔφθησαν ὡς ἡλίσκετο ἡ πόλις διειργασμέναι · τὰς δὲ ἔτι περιούσας ἐς ἰδέαν ὕβρεως πᾶσαν μετὰ ἀνάγκης ἦγον ἰσχυρᾶς, ἅτε ἴσον μὲν ἐλέου, ἴσον δὲ τὰς φύσεις καὶ ἔρωτος ἀπέχοντες. καὶ ὅσαι μὲν τῶν γυναικῶν ταῖς μαχαίραις τῶν Γαλατῶν ἐπετύγχανον, αὐτοχειρίᾳ τὰς ψυχὰς ἠφίεσαν · ταῖς δὲ οὐ μετὰ πολὺ ὑπάρξειν τὸ χρεὼν ἔμελλεν ἥτε ἀσιτία καὶ ἡ ἀυπνία, ἀστέγων βαρβάρων ἐκ διαδοχῆς ἀλλήλοις ὑβριζόντων · οἱ δὲ καὶ ἀφιείσαις τὰς ψυχάς, οἱ δὲ καὶ ἤδη νεκραῖς συνεγίνοντο ὅμως.
10.22.5Αἰτωλοὶ δὲ πεπυσμένοιτε παρὰ ἀγγέλων ἦσαν ὁποῖαι σφᾶς κατειλήφεσαν συμφοραὶ καὶ αὐτίκα ὡς τάχους εἶχον ἀναστήσαντες ἀπὸ τῶν Θερμοπυλῶν τὴν δύναμιν ἠπείγοντο ἐς τὴν Αἰτωλίαν, τάτε παθήματα τῶν Καλλιέων ἐν ὀργῇ ποιούμενοι καὶ πλέον ἔτι τὰς οὐχ ἑαλωκυίας πω διασώσασθαι πόλεις προθυμούμενοι. ἐξεστρατεύοντο δὲ καὶ οἴκοθεν ἀπὸ τῶν πόλεων πασῶν οἱ ἐν ἡλικίᾳ, ἀναμεμιγμένοι δ’ἦσαν ὑπὸ ἀνάγκηςτε καὶ φρονήματος καὶ οἱ γεγηρακότες · συνεστρατεύοντο δέ σφισι καὶ αἱ γυναῖκες ἑκουσίως, πλέον ἐς τοὺς Γαλάτας καὶ τῶν ἀνδρῶν τῷ θυμῷ χρώμεναι.
10.22.6ὡς δὲ οἱ βάρβαροι συλήσαντες τούςτε οἴκους καὶ τὰ ἱερὰ καὶ ἐνέντες πῦρ ἐς τὸ Κάλλιον ἐκομίζοντο τὴν αὐτήν, ἐνταῦθα Πατρεῖς μὲν ἐπικουροῦντες Αἰτωλοῖς Ἀχαιῶν μόνοι προσέκειντο ἐξ ἐναντίας τοῖς βαρβάροις ἅτε ὁπλιτεύειν δεδιδαγμένοι, καὶ ὑπὸ πλήθουςτε τῶν Γαλατῶν καὶ τῆς ἐς τὰ ἔργα ἀπονοίας μάλιστα ἐταλαιπώρησαν · οἱ δὲ Αἰτωλοὶ καὶ αἱ γυναῖκες αἱ Αἰτωλαὶ παρὰ πᾶσαν τεταγμένοι τὴν ὁδὸν ἐσηκόντιζόντε ἐς τοὺς βαρβάρους, καὶ οὐδὲν ἄλλο ὅτι μὴ τοὺς ἐπιχωρίους ἐχόντων θυρεοὺς ὀλίγα αὐτῶν ἡμάρτανον, διώκοντάςτε ἀπέφευγον οὐ χαλεπῶς καὶ ἀναστρέφουσιν ἀπὸ τῆς διώξεως ἐπέκειντο αὖθις σπουδῇ.
10.22.7Καλλιεῦσι δὲ καίπερ δεινὰ οὕτω παθοῦσιν ὡς μη δὲ τὰ ὑπὸ Ὁμήρου πεποιημένα ἔςτε Λαιστρυγόνας καὶ ἐς Κύκλωπα ἐκτὸς εἶναι δοκεῖν ἀληθείας, ὅμως κατὰ τὴν ἀξίαν ἐγίνετο ἡ ὑπὲρ αὐτῶν δίκη · ἀπὸ γὰρ τεσσάρων μυριάδων προσόντων σφίσιν ὀκτακοσίων ἐλάσσονες ἡμίσεων ἐς τὸ στρατόπεδον οἱ βάρβαροι τὸ πρὸς Θερμοπύλαις ἀπεσώθησαν.
10.22.8περὶ δὲ τοὺς Ἕλληνας ἐν τῷ αὐτῷ χρόνῳ τοὺς ἐν Θερμοπύλαις συνέβαινεν ἄλλα τοιαῦτα. ἀτραπός ἐστι διὰ τοῦ ὄρους τῆς Οἴτης, μία μὲν ἡ ὑπὲρ Τραχῖνος ἀπότομόςτε τὰ πλείω καὶ ὄρθιος δεινῶς, ἑτέρα δὲ ἡ διὰ τῆς Αἰνιάνων ὁδεῦσαι στρατῷ ῥᾴων, δι’ἧς καὶ Ὑδάρνης ποτὲ Μῆδος κατὰ νώτου τοῖς περὶ Λεωνίδην ἐπέθετο Ἕλλησι.
10.22.9κατὰ ταύτην τὴν ὁδὸν ἐπηγγέλλοντο ἄξειν Βρέννον οἱ Ἡρακλεῶται καὶ οἱ Αἰνιᾶνες, οὐ κακονοίᾳ τῇ ἐς τὸ Ἑλληνικόν, τοὺς δὲ Κελτοὺς ἐκ τῆς χώρας σφίσιν ἀπελθεῖν μη δὲ ἐγκαθημένους φθείρειν περὶ πολλοῦ ποιούμενοι. καί μοι φαίνεται Πίνδαρος ἀληθῆ καὶ ἐν τῷδε εἰπεῖν, ὃς πάντα τινὰ ὑπὸ κακῶν οἰκείων ἔφη πιέζεσθαι, ἐπὶ δὲ ἀλλοτρίοις κήδεσιν ἀπήμαντον εἶναι.
10.22.10τότε δὲ ἡ τῶν Αἰνιάνων καὶ τῶν Ἡρακλεωτῶν ὑπόσχεσις ἐπήγειρε τὸν Βρέννον · καὶ Ἀκιχώριον μὲν κατέλιπεν ἐπὶ τῇ στρατιᾷ, προειπών, ἐπειδὰν περιλάβωσιν αὐτοὶ τὸ Ἑλληνικόν, τηνικαῦτα καὶ ἐκείνοις ἐφόδου καιρὸν εἶναι · ἀπολέξας δὲ αὐτὸς μυριάδας τοῦ στρατοῦ τέσσαρας ἐποιεῖτο τὴν ὁδὸν διὰ τῆς ἀτραποῦ.
10.22.11καί πως ἐπ’ἐκείνης συνέβαινε τῆς ἡμέρας τήντε ὁμίχλην κατὰ τοῦ ὄρους καταχεῖσθαι πολλὴν καὶ ἀμαυρὸν ὑπ’αὐτῆς εἶναι τὸν ἥλιον, ὥστε τῶν Φωκέων τοῖς ἔχουσιν ἐπὶ τῇ ἀτραπῷ τὴν φρουρὰν οὐ πρότερον ἐπιόντες οἱ βάρβαροι παρέσχοντο αἴσθησιν πρὶν ἢ πλησίον ἐγεγόνεσαν. ἐνταῦθα δὲ οἱ μὲν μάχης ἦρχον, οἱ δὲ ἠμύνοντο ἐρρωμένως, τέλος δὲ ἐβιάσθησαν καὶ ἀναχωροῦσιν ἀπὸ τῆς ἀτραποῦ · καταδραμόντες μέντοι παρὰ τοὺς συμμάχους καὶ ἀπαγγείλαντες τὰ παρόντα ἔφθησαν πρὶν ἢ ἀκριβῆ καὶ πανταχόθεν τελέαν γενέσθαι τοῦ Ἑλληνικοῦ τὴν κύκλωσιν.
10.22.12ἔνθα δὴ οἱ ἐπὶ τῶν τριήρων Ἀθηναῖοι φθάνουσιν ὑπεξαγαγόντες ἐκ τῶν Θερμοπυλῶν τὸ Ἑλληνικόν · καὶ οἱ μὲν κατὰ τὰς πατρίδας ἕκαστοι τὰς αὑτῶν ἐσκεδάσθησαν, ὁ δὲ Βρέννος οὐδένα ἔτι ἐπισχὼν χρόνον, πρὶν ἢ τοὺς ἀπὸ τοῦ στρατοπέδου τοῦ σὺν τῷ Ἀκιχωρίῳ παραγενέσθαι, τὴν ὁδὸν ἐποιεῖτο ἐπὶ τοὺς Δελφούς. οἱ δὲ καταφεύγουσιν ὑπὸ δείματος ἐπὶ τὸ χρηστήριον · καὶ ὁ θεὸς σφᾶς οὐκ εἴα φοβεῖσθαι, φυλάξειν δὲ αὐτὸς ἐπηγγέλλετο τὰ ἑαυτοῦ.
10.22.13οἱ δὲ ἀφικόμενοι τιμωρεῖν τῷ θεῷ τοσοίδε ἐγένοντο Ἑλλήνων · Φωκεῖς μὲν ἀπὸ τῶν πόλεων πασῶν, ἐκ δὲ Ἀμφίσσης ὁπλῖται τετρακόσιοι, παρὰ δὲ Αἰτωλῶν ὀλίγοι μέν τινες αὐτίκα, ὅτε ἐπύθοντο ἐς τὸ πρόσω χωροῦντας τοὺς βαρβάρους, διακοσίους δὲ καὶ χιλίους Φιλόμηλος ἤγαγεν ὕστερον. τὸ δὲ μάλιστα ἐν ἀκμῇ τῶν Αἰτωλῶν ἐτράπετο ἐπὶ τὴν μετὰ τοῦ Ἀκιχωρίου στρατιάν, καὶ μάχης μὲν οὐκ ἦρχον, ὁδευόντων δὲ ἐπέκειντο ἀεὶ τοῖς ἐσχάτοις ἁρπάζοντέςτε τὰ τῶν σκευαγωγούντων καὶ αὐτοὺς τοὺς ἄνδρας φονεύοντες · καὶ ἡ πορεία κατὰ ταύτην μάλιστα ἐγίνετό σφισι βραδεῖα τὴν αἰτίαν. κατέλιπε δὲ καὶ περὶ τὴν Ἡράκλειαν ὁ Ἀκιχώριος μοῖραν, οἳ ἔμελλον φρουρήσειν τὰ ἐπὶ τοῦ στρατοπέδου χρήματα.
10.23.1Βρέννῳ δὲ καὶ τῇ στρατιᾷ τῶντε Ἑλλήνων οἱ ἐς Δελφοὺς ἀθροισθέντες ἀντετάξαντο, καὶ τοῖς βαρβάροις ἀντεσήμαινε τὰ ἐκ τοῦ θεοῦ ταχύτε καὶ ὧν ἴσμεν φανερώτατα. ἥτε γὰρ γῆ πᾶσα, ὅσην ἐπεῖχεν ἡ τῶν Γαλατῶν στρατιά, βιαίως καὶ ἐπὶ πλεῖστον ἐσείετο τῆς ἡμέρας, βρονταίτε καὶ κεραυνοὶ συνεχεῖς ἐγίνοντο ·
10.23.2καὶ οἱ μὲν ἐξέπληττόντε τοὺς Κελτοὺς καὶ δέχεσθαι τοῖς ὠσὶ τὰ παραγγελλόμενα ἐκώλυον, τὰ δὲ ἐκ τοῦ οὐρανοῦ οὐκ ἐς ὅντινα κατασκήψαι μόνον ἀλλὰ καὶ τοὺς πλησίον καὶ αὐτοὺς ὁμοίως καὶ τὰ ὅπλα ἐξῆπτε. τάτε τῶν ἡρώων τηνικαῦτά σφισιν ἐφάνη φάσματα, ὁ Ὑπέροχος καὶ ὁ Λαόδοκόςτε καὶ Πύρρος · οἱ δὲ καὶ τέταρτον Φύλακον ἐπιχώριον Δελφοῖς ἀπαριθμοῦσιν ἥρωα.
10.23.3ἀπέθανον δὲ καὶ αὐτῶν παρὰ τὸ ἔργον τῶν Φωκέων ἄλλοιτε ἀριθμὸν πολλοὶ καὶ Ἀλεξίμαχος, ὃς ἐν τῇ μάχῃ ταύτῃ μάλιστα Ἑλλήνων ἡλικίαςτε τῷ ἀκμάζοντι καὶ ἰσχύι σώματος καὶ τῷ ἐρρωμένῳ τοῦ θυμοῦ κατεχρήσατο ἐς τῶν βαρβάρων τὸν φόνον · Φωκεῖς δὲ εἰκόνα τοῦ Ἀλεξιμάχου ποιησάμενοι ἀπέστειλαν τῷ Ἀπόλλωνι ἐς Δελφούς.
10.23.4τοιούτοις μὲν οἱ βάρβαροι παρὰ πᾶσαν τὴν ἡμέραν παθήμασίτε καὶ ἐκπλήξει συνείχοντο · τὰ δὲ ἐν τῇ νυκτὶ πολλῷ σφᾶς ἔμελλεν ἀλγεινότερα ἐπιλήψεσθαι. ῥῖγόςτε γὰρ ἰσχυρὸν καὶ νιφετὸς ἦν ὁμοῦ τῷ ῥίγει, πέτραιτε ἀπολισθάνουσαι τοῦ Παρνασσοῦ μεγάλαι καὶ κρημνοὶ καταρρηγνύμενοι σκοπὸν τοὺς βαρβάρους εἶχον, καὶ αὐτοῖς οὐ κατὰ ἕνα ἢ δύο ἀλλὰ κατὰ τριάκοντα καὶ ἔτι πλείοσιν, ὡς ἕκαστοι ἐν τῷ αὐτῷ φρουροῦντες ἢ καὶ ἀναπαυόμενοι τύχοιεν, ἀθρόοις ἡ ἀπώλεια ἐγένετο ὑπὸ τῆς ἐμβολῆς τῶν κρημνῶν.
10.23.5ἅμα δὲ τῷ ἡλίῳ ἀνίσχοντι οἱ Ἕλληνες ἐπῄεσάν σφισιν ἐκ τῶν Δελφῶν, οἱ μὲν ἄλλοι τὴν ἐπὶ τὸ στράτευμα εὐθεῖαν, οἱ Φωκεῖς δὲ ἅτε καὶ μᾶλλον ἔχοντες τῶν χωρίων ἐμπείρως κατέβησάντε διὰ τῆς χιόνος κατὰ τὰ ἀπότομα τοῦ Παρνασσοῦ καὶ ἔλαθον κατὰ νώτου γενόμενοι τοῖς Κελτοῖς, ἠκόντιζόντε ἐς αὐτοὺς καὶ ἐτόξευον σὺν οὐδενὶ ἀπὸ τῶν βαρβάρων δείματι.
10.23.6οἱ δὲ ἀρχομένης μὲν τῆς μάχης, καὶ μάλιστα οἱ περὶ τὸν Βρέννον — οὗτοι δὲ μήκιστοίτε ἦσαν καὶ ἀλκιμώτατοι τῶν Γαλατῶν — τότε μὲν ὑπὸ προθυμίας ἔτι ἀντεῖχον βαλλόμενοίτε πανταχόθεν καὶ οὐχ ἧσσον ὑπὸ τοῦ ῥίγους, μάλιστα οἱ τραυματίαι, ταλαιπωροῦντες · ὡς δὲ καὶ ὁ Βρέννος ἔλαβε τραύματα, ἐκεῖνον μὲν λιποψυχήσαντα ἐκκομίζουσιν ἐκ τῆς μάχης, οἱ δὲ βάρβαροι πανταχόθεν σφίσιν ἐγκειμένων τῶν Ἑλλήνων ὑπέφευγόντε ἄκοντες καὶ ἑαυτῶν τοὺς ἀδυνάτους διὰ τραύματα ἕπεσθαι καὶ ἀρρωστίαν φονεύουσιν.
10.23.7καὶ οἱ μὲν ἐστρατοπεδεύσαντο ἔνθα νὺξ κατελάμβανεν ἀναχωροῦντας, ἐν δὲ τῇ νυκτὶ φόβος σφίσιν ἐμπίπτει Πανικός · τὰ γὰρ ἀπὸ αἰτίας οὐδεμιᾶς δείματα ἐκ τούτου φασὶ γίνεσθαι. ἐνέπεσε μὲν ἐς τὸ στράτευμα ἡ ταραχὴ περὶ βαθεῖαν τὴν ἑσπέραν, καὶ ὀλίγοι τὸ κατ’ἀρχὰς ἐγένοντο οἱ παραχθέντες ἐκ τοῦ νοῦ, ἐδόξαζόντε οὗτοι κτύπουτε ἐπελαυνομένων ἵππων καὶ ἐφόδου πολεμίων αἰσθάνεσθαι · μετὰ δὲ οὐ πολὺ καὶ ἐς ἅπαντας διέδρα ἡ ἄγνοια.
10.23.8ἀναλαβόντες οὖν τὰ ὅπλα καὶ διαστάντες ἔκτεινόντε ἀλλήλους καὶ ἀνὰ μέρος ἐκτείνοντο, οὔτε γλώσσης τῆς ἐπιχωρίου συνιέντες οὔτε τὰς ἀλλήλων μορφὰς οὔτε τῶν θυρεῶν καθορῶντες τὰ σχήματα · ἀλλὰ ἀμφοτέραις ταῖς τάξεσιν ὁμοίως ὑπὸ τῆς ἐν τῷ παρόντι ἀγνοίας οἵτε ἄνδρες οἱ ἀνθεστηκότες εἶναί σφισιν Ἕλληνες καὶ αὐτοὶ καὶ τὰ ὅπλα ἐφαίνοντο καὶ Ἑλλάδα ἀφιέναι τὴν φωνήν, ἥτε ἐκ τοῦ θεοῦ μανία πλεῖστον ἐξειργάσατο ὑπ’ἀλλήλων τοῖς Γαλάταις τὸν φόνον.
10.23.9τῶν δὲ Φωκέων ὅσοι κατελίποντο κατὰ τοὺς ἀγροὺς φυλακῆς βοσκημάτων ἕνεκα, πρῶτοίτε ᾔσθοντο καὶ ἀπαγγέλλουσι τοῖς Ἕλλησι τὰ ἐν τῇ νυκτὶ κατασχόντα τοὺς βαρβάρους. ἀναθαρσήσαντες δὲ οἱ Φωκεῖς προθυμότερον ἔτι ἐνέκειντο τοῖς Κελτοῖς · διὰ φυλακῆςτε πλείονος τὰς ἐπαύλεις ἐποιοῦντο καὶ τὰ ἐς βίου χρείαν οὐ περιεώρων σφᾶς ἐκ τῆς χώρας ἀμαχεὶ λαμβάνοντας, ἐγεγόνειτε αὐτίκα τοῖς Γαλάταις διὰ παντὸς τοῦ στρατοῦ καὶ σίτου καὶ ὅσα ἐς τροφὴν ἄλλα ἔνδεια ἰσχυρά.
10.23.10πλῆθος δὲ τὸ ἐν τῇ Φωκίδι αὐτῶν ἀναλωθέν, ὀλίγῳ μὲν ἑξακισχιλίων ἐλάσσονες οἱ ἐν ταῖς μάχαις, οἱ δ’ἐν τῇ χειμερίῳ διαφθαρέντες νυκτὶ καὶ ὕστερον οἱ ἐν τῷ Πανικῷ δείματι ἐγένοντο ὑπὲρ τοὺς μυρίους, τοσοῦτοι δὲ ἄλλοι καὶ ὑπὸ τοῦ λιμοῦ.
10.23.11Ἀθηναίων δὲ ἄνδρες ἐπισκεψόμενοι μὲν ἀφίκοντο ἐν Δελφοῖς · τότε δὲ ἐπανήκοντες τάτε ἄλλα ἤγγελλον ὁποῖα συμβεβήκει τοῖς βαρβάροις καὶ τὰ ἐκ τοῦ θεοῦ κατειληφότα. οἱ δὲ αὐτοίτε ἐξεστρατεύοντο καὶ ὡς τὴν Βοιωτίαν διώδευον οἱ Βοιωτοί σφισιν ἀνεμίχθησαν · οὕτω δὴ ἀμφότεροι τοῖς βαρβάροις ἐπακολουθοῦντες ἐλόχωντε καὶ ἔκτεινον τοὺς ἀεὶ ἐσχάτους.
10.23.12τοῖς δὲ φεύγουσιν ὁμοῦ τῷ Βρέννῳ καὶ οἱ περὶ τὸν Ἀκιχώριον ἐν τῇ προτέρᾳ νυκτὶ ἀνεμίχθησαν · βραδεῖαν γὰρ τὴν πορείαν ἐποίησάν σφισιν οἱ Αἰτωλοὶ τοῖςτε ἀκοντίοις ἐς αὐτοὺς ἀφειδέστερον καὶ ὅτῳ τύχοιεν καὶ ἄλλῳ χρώμενοι, ὥστε ἐς τὸ στρατόπεδον τὸ πρὸς τῇ Ἡρακλείᾳ μοῖρα οὐ πολλὴ διέφυγεν ἐξ αὐτῶν. τῷ δὲ Βρέννῳ κατὰ μὲν τὰ τραύματα ἐλείπετο ἔτι σωτηρίας ἐλπίς · τῶν δὲ πολιτῶν φόβῳ φασὶν αὐτὸν καὶ τῇ αἰδοῖ πλέον, ἅτε τῶν ἐν τῇ Ἑλλάδι κακῶν αἴτιον, ἑκουσίως ἀφεῖναι τὴν ψυχὴν ἀκράτου πίνοντα τοῦ οἴνου.
10.23.13καὶ τὸ ἀπὸ τούτου δὲ οἱ βάρβαροι μέχρι μὲν τοῦ Σπερχειοῦ χαλεπῶς ἐκομίσθησαν, τῶν Αἰτωλῶν βιαίως σφίσιν ἐγκειμένων · ὡς δὲ ἀφίκοντο ἐπὶ τὸν Σπερχειόν, οἱ ἐντεῦθεν ὑποκαθήμενοι Θεσσαλοὶ καὶ οἱ Μαλιεῖς ἐνεφορήθησαν οὕτω σφῶν ὡς μηδένα οἴκαδε ἀποσωθῆναι.
10.23.14ἐγένετο δὲ τῶν Κελτῶν στρατείατε ἐπὶ τὴν Ἑλλάδα καὶ ἡ ἀπώλεια Ἀναξικράτους Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς πέμπτης Ὀλυμπιάδος ἐπὶ εἴκοσι καὶ ἑκατόν, ἣν Λάδας Αἰγιεὺς ἐνίκα στάδιον · τῷ δὲ ἔτει τῷ ἐφεξῆς Δημοκλέους Ἀθήνῃσιν ἄρχοντος, οἱ δὲ αὖθις ἐς τὴν Ἀσίαν διαβαίνουσιν οἱ Κελτοί.
10.24.1ταῦτα μὲν δὴ οὕτω γενόμενα ἴστω τις · ἐν δὲ τῷ προνάῳ τῷ ἐν Δελφοῖς γεγραμμένα ἐστὶν ὠφελήματα ἀνθρώποις ἐς βίον, ἐγράφη δὲ ὑπὸ ἀνδρῶν οὓς γενέσθαι σοφοὺς λέγουσιν Ἕλληνες. οὗτοι δὲ ἦσαν ἐκ μὲν Ἰωνίας Θαλῆςτε Μιλήσιος καὶ Πριηνεὺς Βίας, Αἰολέων δὲ τῶν ἐν Λέσβῳ Πιττακὸς Μιτυληναῖος, ἐκ δὲ Δωριέων τῶν ἐν τῇ Ἀσίᾳ Κλεόβουλος Λίνδιος, καὶ Ἀθηναῖόςτε Σόλων καὶ Σπαρτιάτης Χίλων · τὸν δὲ ἕβδομον Πλάτων ὁ Ἀρίστωνος ἀντὶ Περιάνδρου τοῦ Κυψέλου Μύσωνα κατείλοχε τὸν Χηνέα · κώμη δὲ ἐν τῇ Οἴτῃ τῷ ὄρει ᾠκοῦντο αἱ Χῆναι. οὗτοι οὖν οἱ ἄνδρες ἀφικόμενοι ἐς Δελφοὺς ἀνέθεσαν τῷ Ἀπόλλωνι τὰ ᾀδόμενα Γνῶθι σαυτὸν καὶ Μηδὲν ἄγαν.
10.24.2οὗτοι μὲν δὴ ἐνταῦθα ἔγραψαν τὰ εἰρημένα, θεάσαιο δ’ἂν καὶ εἰκόνα Ὁμήρου χαλκῆν ἐπὶ στήλῃ καὶ ἐπιλέξει τὸ μάντευμα ὃ γενέσθαι τῷ Ὁμήρῳ λέγουσιν · “ὄλβιε καὶ δύσδαιμον — ἔφυς γὰρ ἐπ’ἀμφοτέροισι —, πατρίδα δίζηαι. μητρὶς δέ τοι, οὐ πατρίς ἐστιν. ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται. ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι”. δεικνύουσι δὲ οἱ Ἰῆται καὶ Ὁμήρου μνῆμα ἐν τῇ νήσῳ καὶ ἑτέρωθι Κλυμένης, τὴν Κλυμένην μητέρα εἶναι τοῦ Ὁμήρου λέγοντες.
10.24.3Κύπριοι δὲ — οἰκειοῦνται γὰρ δὴ καὶ οὗτοι Ὅμηρον — Θεμιστώτε αὐτῷ μητέρα εἶναι τῶν τινα ἐπιχωρίων γυναικῶν λέγουσι καὶ ὑπὸ Εὔκλου προθεσπισθῆναι τὰ ἐς τὴν γένεσιν τὴν Ὁμήρου φασὶν ἐν τοῖσδε · “καὶ τότ’ἐν εἰναλίῃ Κύπρῳ μέγας ἔσσετ’ἀοιδός, ὅντε Θεμιστὼ τέξει ἐπ’ἀγροῦ δῖα γυναικῶν νόσφι πολυκτεάνοιο πολύκλειτον Σαλαμῖνος. Κύπρον δὲ προλιπὼν διερόςθ’ὑπὸ κύμασιν ἀρθείς, Ἑλλάδος εὐρυχόρου μοῦνος κακὰ πρῶτος ἀείσας ἔσσεται ἀθάνατος καὶ ἀγήραος ἤματα πάντα”. ταῦτα ἡμεῖς ἀκούσαντέςτε καὶ ἐπιλεξάμενοι τοὺς χρησμοὺς ἰδίᾳ οὐδένα αὐτῶν λόγον οὔτε ἐς πατρίδα οὔτε περὶ ἡλικίας Ὁμήρου γράφομεν.
10.24.4ἐν δὲ τῷ ναῷ πεποίηται μὲν Ποσειδῶνος βωμός, ὅτι τὸ μαντεῖον τὸ ἀρχαιότατον κτῆμα ἦν καὶ Ποσειδῶνος, ἕστηκε δὲ καὶ ἀγάλματα Μοιρῶν δύο · ἀντὶ δὲ αὐτῶν τῆς τρίτης Ζεύςτε Μοιραγέτης καὶ Ἀπόλλων σφίσι παρέστηκε Μοιραγέτης. θεάσαιο δ’ἂν ἐνταῦθα καὶ ἑστίαν, ἐφ’ᾗ Νεοπτόλεμον τὸν Ἀχιλλέως ὁ ἱερεὺς ἀπέκτεινε τοῦ Ἀπόλλωνος · τὰ δὲ ἐς τοῦ Νεοπτολέμου τὴν τελευτήν ἐστιν ἡμῖν ἑτέρωθι εἰρημένα.
10.24.5ἀνάκειται δὲ οὐ πόρρω τῆς ἑστίας θρόνος Πινδάρου · σιδήρου μέν ἐστιν ὁ θρόνος, ἐπὶ δὲ αὐτῷ φασιν, ὁπότε ἀφίκοιτο ἐς Δελφοὺς, καθέζεσθαίτε τὸν Πίνδαρον καὶ ᾄδειν ὁπόσα τῶν ᾀσμάτων ἐς Ἀπόλλωνά ἐστιν. ἐς δὲ τοῦ ναοῦ τὸ ἐσωτάτω, παρίασίτε ἐς αὐτὸ ὀλίγοι καὶ χρυσοῦν Ἀπόλλωνος ἕτερον ἄγαλμα ἀνάκειται.
10.24.6ἐξελθόντι δὲ τοῦ ναοῦ καὶ τραπέντι ἐς ἀριστερὰ περίβολός ἐστι καὶ Νεοπτολέμου τοῦ Ἀχιλλέως ἐν αὐτῷ τάφος · καί οἱ κατὰ ἔτος ἐναγίζουσιν οἱ Δελφοί. ἐπαναβάντι δὲ ἀπὸ τοῦ μνήματος λίθος ἐστὶν οὐ μέγας · τούτου καὶ ἔλαιον ὁσημέραι καταχέουσι καὶ κατὰ ἑορτὴν ἑκάστην ἔρια ἐπιτιθέασι τὰ ἀργά · ἔστι δὲ καὶ δόξα ἐς αὐτὸν δοθῆναι Κρόνῳ τὸν λίθον ἀντὶ τοῦ παιδός, καὶ ὡς αὖθις ἤμεσεν αὐτὸν ὁ Κρόνος.
10.24.7ἰοῦσι δὲ ὡς ἐπὶ τὸν ναὸν αὖθις μετὰ τοῦ λίθου τὴν θέαν ἐστὶν ἡ Κασσοτὶς καλουμένη πηγή · τεῖχος δὲ οὐ μέγα ἐπ’αὐτῇ καὶ ἡ ἄνοδος διὰ τοῦ τείχους ἐστὶν ἐπὶ τὴν πηγήν. ταύτης τῆς Κασσοτίδος δύεσθαίτε κατὰ τῆς γῆς λέγουσι τὸ ὕδωρ καὶ ἐν τῷ ἀδύτῳ τοῦ θεοῦ τὰς γυναῖκας μαντικὰς ποιεῖν · τὴν δὲ τῇ κρήνῃ δεδωκυῖαν τὸ ὄνομα τῶν περὶ τὸν Παρνασσὸν νυμφῶν φασιν εἶναι.
10.25.1ὑπὲρ δὲ τὴν Κασσοτίδα ἐστὶν οἴκημα γραφὰς ἔχον τῶν Πολυγνώτου, ἀνάθημα μὲν Κνιδίων, καλεῖται δὲ ὑπὸ Δελφῶν Λέσχη, ὅτι ἐνταῦθα συνιόντες τὸ ἀρχαῖον τάτε σπουδαιότερα διελέγοντο καὶ ὁπόσα μυθώδη · τοιαῦτ’εἶναι πολλὰ ἀνὰ πᾶσαν τὴν Ἑλλάδα Ὅμηρος ἐν Μελανθοῦς λοιδορίᾳ πρὸς Ὀδυσσέα ἐδήλωσεν · “οὐ δ’ἐθέλεις εὕδειν χαλκήιον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην, ἀλλ’ἐνθάδε πόλλ’ἀγορεύεις”.
10.25.2ἐς τοῦτο οὖν ἐσελθόντι τὸ οἴκημα τὸ μὲν σύμπαν τὸ ἐν δεξιᾷ τῆς γραφῆς Ἴλιόςτέ ἐστιν ἑαλωκυῖα καὶ ἀπόπλους ὁ Ἑλλήνων. Μενελάῳ δὲ τὰ ἐς τὴν ἀναγωγὴν εὐτρεπίζουσι, καὶ ναῦς ἐστι γεγραμμένη καὶ ἄνδρες ἐν τοῖς ναύταις καὶ ἀναμὶξ παῖδες, ἐν μέσῃ δέ ἐστι τῇ νηὶ ὁ κυβερνήτης Φρόντις κοντοὺς δύο ἔχων. Ὅμηρος δὲ Νέστορα ἐποίησεν ἄλλατε διαλεγόμενον πρὸς Τηλέμαχον καὶ περὶ τοῦ Φρόντιδος · πατρὸς μὲν Ὀνήτορος, Μενελάου δὲ ἦν κυβερνήτης, δοκιμώτατος δὲ ἐς τὴν τέχνην, καὶ ὡς Σούνιον ἤδη τὸ ἐν τῇ Ἀττικῇ παραπλέοντα ἐπέλαβεν αὐτὸν τὸ χρεών · καὶ τέως ὁμοῦ Νέστορι ὁ Μενέλαος πλέων τότε κατὰ αἰτίαν ἀπελείφθη ταύτην, ἵνα μνήματος καὶ ὅσα ἐπὶ νεκροῖς ἄλλα ἀξιώσειε τὸν Φρόντιν.
10.25.3οὗτόςτε οὖν ἐν τοῦ Πολυγνώτου τῇ γραφῇ καὶ ὑπ’αὐτὸν Ἰθαιμένηςτέ τις κομίζων ἐσθῆτα καὶ Ἐχοίαξ διὰ τῆς ἀποβάθρας κατιών ἐστιν, ὑδρίαν ἔχων χαλκῆν. καταλύουσι δὲ καὶ τοῦ Μενελάου τὴν σκηνὴν οὐ πόρρω τῆς νεὼς οὖσαν Πολίτης καὶ Στρόφιόςτε καὶ Ἄλφιος. καὶ ἄλλην διαλύων σκηνήν ἐστιν Ἀμφίαλος, ὑπὸ δὲ τοῦ Ἀμφιάλου τοῖς ποσὶ κάθηται παῖς · ἐπίγραμμα δὲ οὐκ ἔστι τῷ παιδί, γένεια δὲ μόνῳ τῷ Φρόντιδι. καὶ μόνου τούτου τὸ ὄνομα ἐκ τῆς ἐς Ὀδυσσέα ποιήσεως ἔμαθε, τῶν δὲ ἄλλων ἐμοὶ δοκεῖν τὰ ὀνόματα συνέθηκεν αὐτὸς ὁ Πολύγνωτος.
10.25.4Βρισηὶς δὲ ἑστῶσα καὶ Διομήδητε ὑπὲρ αὐτῆς καὶ Ἶφις πρὸ ἀμφοτέρων ἐοίκασιν ἀνασκοπούμενοι τὸ Ἑλένης εἶδος. κάθηται δὲ αὐτήτε ἡ Ἑλένη καὶ Εὐρυβάτης πλησίον · τὸν δὲ Ὀδυσσέως εἶναι κήρυκα εἰκάζομεν, οὐ μὴν εἶχεν ἤδη γένεια. θεράπαινα δὲ Ἠλέκτρα καὶ Πανθαλίς, ἡ μὲν τῇ Ἑλένῃ παρέστηκεν, ἡ δὲ ὑποδεῖ τὴν δέσποιναν ἡ Ἠλέκτρα · διάφορα δὲ καὶ ταῦτα τὰ ὀνόματα ἢ Ὅμηρος ἔθετο ἐν Ἰλιάδι, ἔνθα καὶ Ἑλένην καὶ ἰούσας ὁμοῦ τῇ Ἑλένῃ τὰς δούλας ἐπὶ τὸ τεῖχος πεποίηκεν.
10.25.5κάθηται δὲ ὑπὲρ τὴν Ἑλένην πορφυροῦν ἀνὴρ ἀμπεχόμενος ἱμάτιον καὶ ἐς τὰ μάλιστα κατηφής · Ἕλενον εἶναι τεκμήραιο ἂν τὸν Πριάμου καὶ πρὶν ἢ τὸ ἐπίγραμμα ἐπιλέξασθαι. πλησίον δὲ τοῦ Ἑλένου Μέγης ἐστί · τέτρωται δὲ τὸν βραχίονα ὁ Μέγης, καθὰ δὴ καὶ Λέσχεως ὁ Αἰσχυλίνου Πυρραῖος ἐν Ἰλίου πέρσιδι ἐποίησε · τρωθῆναι δὲ ὑπὸ τὴν μάχην τοῦτον, ἣν ἐν τῇ νυκτὶ ἐμαχέσαντο οἱ Τρῶες, ὑπὸ Ἀδμήτου φησὶ τοῦ Αὐγείου.
10.25.6γέγραπται δὲ καὶ Λυκομήδης παρὰ τὸν Μέγητα ὁ Κρέοντος, ἔχων τραῦμα ἐπὶ τῷ καρπῷ · Λέσχεως δ’οὕτω φησὶν αὐτὸν ὑπὸ Ἀγήνορος τρωθῆναι. δῆλα οὖν ὡς ἄλλως γε οὐκ ἂν ὁ Πολύγνωτος ἔγραψεν οὕτω τὰ ἕλκη σφίσιν, εἰ μὴ ἐπελέξατο τὴν ποίησιν τοῦ Λέσχεω · προσεπέθηκε μέντοι καὶ σφυροῦ τῷ Λυκομήδει καὶ τρίτον τραῦμα ἐν τῇ κεφαλῇ. τέτρωται δὲ καὶ Εὐρύαλος ὁ Μηκιστέως κεφαλήντε καὶ ἐπὶ τῇ χειρὶ τὸν καρπόν.
10.25.7οὗτοι μὲν δὴ ἀνωτέρω τῆς Ἑλένης εἰσὶν ἐν τῇ γραφῇ · ἐφεξῆς δὲ τῇ Ἑλένῃ μήτηρτε ἡ Θησέως ἐν χρῷ κεκαρμένη καὶ παίδων τῶν Θησέως Δημοφῶν ἐστι φροντίζων, ὅσα γε ἀπὸ τοῦ σχήματος, εἰ ἀνασώσασθαί οἱ τὴν Αἴθραν ἐνέσται. Ἀργεῖοι δὲ καὶ ἐκ τῆς Σίνιδος θυγατρὸς γενέσθαι Θησεῖ Μελάνιππον λέγουσι, καὶ ὡς ἀνέλοιτο ὁ Μελάνιππος δρόμου νίκην, ὅτε οἱ Ἐπίγονοι καλούμενοι Νέμεια δεύτεροι οὗτοι ἔθεσαν μετὰ Ἄδραστον.
10.25.8Λέσχεως δὲ ἐς τὴν Αἴθραν ἐποίησεν, ἡνίκα ἡλίσκετο Ἴλιον, ὑπεξελθοῦσαν ἐς τὸ στρατόπεδον αὐτὴν ἀφικέσθαι τὸ Ἑλλήνων καὶ ὑπὸ τῶν παίδων γνωρισθῆναι τῶν Θησέως, καὶ ὡς παρ’Ἀγαμέμνονος αἰτήσαι Δημοφῶν αὐτήν · ὁ δὲ ἐκείνῳ μὲν ἐθέλειν χαρίζεσθαι, ποιήσειν δὲ οὐ πρότερον ἔφη πρὶν Ἑλένην πεῖσαι · ἀποστείλαντι δὲ αὐτῷ κήρυκα ἔδωκεν Ἑλένη τὴν χάριν. ἔοικεν οὖν ὁ Εὐρυβάτης ὁ ἐν τῇ γραφῇ ἀφῖχθαίτε ὡς τὴν Ἑλένην τῆς Αἴθρας ἕνεκα καὶ τὰ ἐντεταλμένα ὑπὸ τοῦ Ἀγαμέμνονος ἀπαγγέλλειν.
10.25.9γυναῖκες δὲ αἱ Τρῳάδες αἰχμαλώτοιςτε ἤδη καὶ ὀδυρομέναις ἐοίκασι. γέγραπται μὲν Ἀνδρομάχη, καὶ ὁ παῖς οἱ προσέστηκεν ἑλόμενος τοῦ μαστοῦ — τούτῳ Λέσχεως ῥιφθέντι ἀπὸ τοῦ πύργου συμβῆναι λέγει τὴν τελευτήν · οὐ μὴν ὑπὸ δόγματός γε Ἑλλήνων, ἀλλ’ἰδίᾳ Νεοπτόλεμον αὐτόχειρα ἐθελῆσαι γενέσθαι —, γέγραπται δὲ Μηδεσικάστη, θυγατέρων μὲν Πριάμου καὶ αὕτη τῶν νόθων, ἐξῳκίσθαι δὲ ἐς Πήδαιον πόλιν φησὶν αὐτὴν Ὅμηρος Ἰμβρίῳ Μέντορος παιδὶ ἀνδρὶ συνοικοῦσαν.
10.25.10ἡ μὲν δὴ Ἀνδρομάχη καὶ ἡ Μηδεσικάστη καλύμματά εἰσιν ἐπικείμεναι, Πολυξένη δὲ κατὰ τὰ εἰθισμένα παρθένοις ἀναπέπλεκται τὰς ἐν τῇ κεφαλῇ τρίχας · ἀποθανεῖν δὲ αὐτὴν ἐπὶ τῷ Ἀχιλλέως μνήματι ποιηταίτε ᾄδουσι καὶ γραφὰς ἔντε Ἀθήναις καὶ Περγάμῳ τῇ ὑπὲρ Καΐκου θεασάμενος οἶδα ἐχούσας ἐς τῆς Πολυξένης τὰ παθήματα.
10.25.11γέγραφε δὲ καὶ Νέστορα τῇ κεφαλῇτε ἐπικείμενον πῖλον καὶ ἐν τῇ χειρὶ δόρυ ἔχοντα · καὶ ἵππος κονίεσθαι μέλλοντος παρέχεται σχῆμα · ἄχρι μὲν δὴ τοῦ ἵππου αἰγιαλόςτε καὶ ἐν αὐτῷ ψηφῖδες ὑποφαίνονται, τὸ δὲ ἐντεῦθεν οὐκέτι ἔοικεν εἶναι θάλασσα.
10.26.1τῶν δὲ γυναικῶν τῶν μεταξὺ τῆςτε Αἴθρας καὶ Νέστορος, εἰσὶν ἄνωθεν τούτων αἰχμάλωτοι καὶ αὗται Κλυμένητε καὶ Κρέουσα καὶ Ἀριστομάχη καὶ Ξενοδίκη. Κλυμένην μὲν οὖν Στησίχορος ἐν Ἰλίου πέρσιδι κατηρίθμηκεν ἐν ταῖς αἰχμαλώτοις · ὡσαύτως δὲ καὶ Ἀριστομάχην ἐποίησεν ἐν Νόστοις θυγατέρα μὲν Πριάμου, Κριτολάου δὲ γυναῖκα εἶναι τοῦ Ἱκετάονος · Ξενοδίκης δὲ μνημονεύσαντα οὐκ οἶδα οὔτε ποιητὴν οὔτε ὅσοι λόγων συνθέται. ἐπὶ δὲ τῇ Κρεούσῃ λέγουσιν ὡς ἡ θεῶν μήτηρ καὶ Ἀφροδίτη δουλείας ἀπὸ Ἑλλήνων αὐτὴν ἐρρύσαντο, εἶναι γὰρ δὴ καὶ Αἰνείου τὴν Κρέουσαν γυναῖκα · Λέσχεως δὲ καὶ ἔπη τὰ Κύπρια διδόασιν Εὐρυδίκην γυναῖκα Αἰνείᾳ.
10.26.2γεγραμμέναι δὲ ἐπὶ κλίνης ὑπὲρ ταύτας Δηινόμητε καὶ Μητιόχη καὶ Πεῖσίς ἐστι καὶ Κλεοδίκη · τούτων ἐν Ἰλιάδι καλουμένῃ μικρᾷ μόνης ἐστὶ τὸ ὄνομα τῆς Δηινόμης, τῶν δ’ἄλλων ἐμοὶ δοκεῖν συνέθηκε τὰ ὀνόματα ὁ Πολύγνωτος. γέγραπται δὲ καὶ Ἐπειὸς γυμνὸς καταβάλλων ἐς ἔδαφος τῶν Τρώων τὸ τεῖχος · ἀνέχει δὲ ὑπὲρ αὐτὸ κεφαλὴ τοῦ ἵππου μόνη τοῦ δουρείου. Πολυποίτης δὲ ὁ Πειρίθου δεδεμένος τὴν κεφαλὴν ταινίᾳ καὶ παρ’αὐτὸν Ἀκάμας ἐστὶν ὁ Θησέως ἐπικείμενος τῇ κεφαλῇ κράνος ·
10.26.3λόφος δὲ ἐπὶ τῷ κράνει πεποίηται. καὶ Ὀδυσσεύςτέ ἐστι καὶ ἐνδέδυκε θώρακα Ὀδυσσεύς. Αἴας δὲ ὁ Οἰλέως ἔχων ἀσπίδα βωμῷ προσέστηκεν, ὀμνύμενος ὑπὲρ τοῦ ἐς Κασσάνδραν τολμήματος · ἡ δὲ κάθηταίτε ἡ Κασσάνδρα χαμαὶ καὶ τὸ ἄγαλμα ἔχει τῆς Ἀθηνᾶς, εἴγε δὴ ἀνέτρεψεν ἐκ βάθρων τὸ ξόανον, ὅτε ἀπὸ τῆς ἱκεσίας αὐτὴν ὁ Αἴας ἀφεῖλκε. γεγραμμένοι δὲ καὶ οἱ παῖδές εἰσιν οἱ Ἀτρέως, ἐπικείμενοι καὶ οὗτοι κράνη, Μενελάῳ δὲ ἀσπίδα ἔχοντι δράκων ἐπὶ τῇ ἀσπίδι ἐστὶν εἰργασμένος τοῦ ἐν Αὐλίδι φανέντος ἐπὶ τοῖς ἱερείοις τέρατος ἕνεκα. ὑπὸ τούτοις τοῖς τὸν Αἴαντα ἐξορκοῦσιν, κατ’εὐθὺ δὲ τοῦ ἵππου τοῦ παρὰ τῷ Νέστορι Νεοπτόλεμος ἀπεκτονώς ἐστιν Ἔλασον, ὅστις δὴ ὁ Ἔλασος.
10.26.4οὗτος μὲν δὴ ὀλίγον ἐμπνέοντι ἔτι εἴκασται · Ἀστύνοον δέ, οὗ δὴ ἐποιήσατο καὶ Λέσχεως μνήμην, πεπτωκότα ἐς γόνυ ὁ Νεοπτόλεμος ξίφει παίει. Νεοπτόλεμον δὲ μόνον τοῦ Ἑλληνικοῦ φονεύοντα ἔτι τοὺς Τρῶας ἐποίησεν ὁ Πολύγνωτος, ὅτι ὑπὲρ τοῦ Νεοπτολέμου τὸν τάφον ἡ γραφὴ πᾶσα ἔμελλεν αὐτῷ γενήσεσθαι. τοῦ δὲ Ἀχιλλέως τῷ παιδὶ Ὅμηρος μὲν Νεοπτόλεμον ὄνομα ἐν ἁπάσῃ οἱ τίθεται τῇ ποιήσει · τὰ δὲ Κύπρια ἔπη φησὶν ὑπὸ Λυκομήδους μὲν Πύρρον, Νεοπτόλεμον δὲ ὄνομα ὑπὸ Φοίνικος αὐτῷ τεθῆναι, ὅτι Ἀχιλλεὺς ἡλικίᾳ ἔτι νέος πολεμεῖν ἤρξατο.
10.26.5γέγραπται δὲ βωμόςτε καὶ ὑπὸ δείματος παῖς μικρὸς ἐχόμενος τοῦ βωμοῦ · κεῖται δὲ καὶ θώραξ ἐπὶ τῷ βωμῷ χαλκοῦς. κατὰ δὴ ἐμὲ σπάνιον τῶν θωράκων τὸ σχῆμα ἦν τούτων, τὸ δὲ ἀρχαῖον ἔφερον αὐτούς. δύο ἦν χαλκᾶ ποιήματα, τὸ μὲν στέρνῳ καὶ τοῖς ἀμφὶ τὴν γαστέρα ἁρμόζον, τὸ δὲ ὡς νώτου σκέπην εἶναι — γύαλα ἐκαλοῦντο — · τὸ μὲν ἔμπροσθεν τὸ δὲ ὄπισθεν προσῆγον, ἔπειτα περόναι συνῆπτον πρὸς ἄλληλα.
10.26.6ἀσφάλειαν δὲ ἀποχρῶσαν ἐδόκει παρέχεσθαι καὶ ἀσπίδος χωρίς · ἐπὶ τούτῳ καὶ Ὅμηρος Φόρκυνα τὸν Φρύγα οὐκ ἔχοντα ἀσπίδα ἐποίησεν, ὅτι αὐτῷ γυαλοθώραξ ἦν. ἐγὼ δὲ γραφῇ μεμιμημένον τοῦτον ἐθεασάμην ὑπὸ τοῦ Πολυγνώτου, καὶ ἐν Ἀρτέμιδος τῆς Ἐφεσίας Καλλιφῶν ὁ Σάμιος Πατρόκλῳ τοῦ θώρακος τὰ γύαλα ἁρμοζούσας ἔγραψε γυναῖκας.
10.26.7τοῦ βωμοῦ δὲ ἐπέκεινα Λαοδίκην ἔγραψεν ἑστῶσαν. ταύτην οὔτε ὑπὸ ποιητοῦ κατειλεγμένην ἐν ταῖς αἰχμαλώτοις ταῖς Τρῳάσιν εὕρισκον οὔτε ἄλλως ἐφαίνετο ἔχειν μοι τὸ εἰκὸς ἢ ἀφεθῆναι τὴν Λαοδίκην ὑπὸ Ἑλλήνων. Ὅμηρος μέν γε ἐδήλωσεν ἐν Ἰλιάδι Μενελάου καὶ Ὀδυσσέως ξενίαν παρὰ Ἀντήνορι καὶ ὡς Ἑλικάονι ἡ Λαοδίκη συνοικοίη τῷ Ἀντήνορος ·
10.26.8Λέσχεως δὲ τετρωμένον τὸν Ἑλικάονα ἐν τῇ νυκτομαχίᾳ γνωρισθῆναίτε ὑπὸ Ὀδυσσέως καὶ ἐξαχθῆναι ζῶντα ἐκ τῆς μάχης φησίν. ἕποιτο ἂν οὖν τῇ Μενελάου καὶ Ὀδυσσέως κηδεμονίᾳ περὶ οἶκον τὸν Ἀντήνορος μη δὲ ἐς τοῦ Ἑλικάονος τὴν γυναῖκα ἔργον δυσμενὲς ὑπὸ Ἀγαμέμνονος καὶ Μενελάου γενέσθαι · Εὐφορίων δὲ ἀνὴρ Χαλκιδεὺς σὺν οὐδενὶ εἰκότι τὰ ἐς τὴν Λαοδίκην ἐποίησεν.
10.26.9ἐφεξῆς δὲ τῇ Λαοδίκῃ ὑποστάτηςτε λίθου καὶ λουτήριόν ἐστιν ἐπὶ τῷ ὑποστάτῃ χαλκοῦν, Μέδουσα δὲ κατέχουσα ταῖς χερσὶν ἀμφοτέραις τὸ ὑπόστατον ἐπὶ τοῦ ἐδάφους κάθηται · ἐν δὲ ταῖς Πριάμου θυγατράσιν ἀριθμήσαι τις ἂν καὶ ταύτην κατὰ τοῦ Ἱμεραίου τὴν ᾠδήν. παρὰ δὲ τὴν Μέδουσαν ἐν χρῷ κεκαρμένη πρεσβῦτις ἢ ἄνθρωπός ἐστιν εὐνοῦχος, παιδίον δὲ ἐν τοῖς γόνασιν ἔχει γυμνόν · τὸ δὲ τὴν χεῖρα ὑπὸ δείματος ἐπίπροσθε τῶν ὀφθαλμῶν πεποίηται.
10.27.1νεκροὶ δὲ ὁ μὲν γυμνὸς Πῆλις ὄνομα ἐπὶ τὸν νῶτόν ἐστιν ἐρριμμένος, ὑπὸ δὲ τὸν Πῆλιν Ἠιονεύςτε κεῖται καὶ Ἄδμητος ἐνδεδυκότες ἔτι τοὺς θώρακας · καὶ αὐτῶν Λέσχεως Ἠιονέα ὑπὸ Νεοπτολέμου, τὸν δὲ ὑπὸ Φιλοκτήτου φησὶν ἀποθανεῖν τὸν Ἄδμητον. ἄλλοι δὲ ἀνωτέρω τούτων ὑπὸ μὲν τὸ λουτήριον Λεώκριτός ἐστιν ὁ Πουλυδάμαντος τεθνεὼς ὑπὸ Ὀδυσσέως, ὑπὲρ δὲ Ἠιονέατε καὶ Ἄδμητον Κόροιβος ὁ Μύγδονος · τούτου μνῆμάτε ἐπιφανὲς ἐν ὅροις πεποίηται Φρυγῶν Στεκτορηνῶν καὶ ἀπ’αὐτοῦ ποιηταῖς Μύγδονας ὄνομα ἐπὶ τοῖς Φρυξὶ τίθεσθαι καθέστηκεν. ἀφίκετο μὲν δὴ ἐπὶ τὸν Κασσάνδρας ὁ Κόροιβος γάμον, ἀπέθανε δέ, ὡς μὲν ὁ πλείων λόγος, ὑπὸ Νεοπτολέμου, Λέσχεως δὲ ὑπὸ Διομήδους ἐποίησεν.
10.27.2εἰσὶ δὲ καὶ ἐπάνω τοῦ Κοροίβου Πρίαμος καὶ Ἀξίωντε καὶ Ἀγήνωρ. Πρίαμον δὲ οὐκ ἀποθανεῖν ἔφη Λέσχεως ἐπὶ τῇ ἐσχάρᾳ τοῦ Ἑρκείου, ἀλλὰ ἀποσπασθέντα ἀπὸ τοῦ βωμοῦ πάρεργον τῷ Νεοπτολέμῳ πρὸς ταῖς τῆς οἰκίας γενέσθαι θύραις. ἐς δὲ Ἑκάβην Στησίχορος ἐν Ἰλίου πέρσιδι ἐποίησεν ἐς Λυκίαν ὑπὸ Ἀπόλλωνος αὐτὴν κομισθῆναι. Ἀξίονα δὲ παῖδα εἶναι Πριάμου Λέσχεως καὶ ἀποθανεῖν αὐτὸν ὑπὸ Εὐρυπύλου τοῦ Εὐαίμονός φησι · τοῦ Ἀγήνορος δὲ κατὰ τὸν αὐτὸν ποιητὴν Νεοπτόλεμος αὐτόχειρ ἐστί · καὶ οὕτω φαίνοιτο ἂν Ἔχεκλος μὲν φονευθεὶς ὁ Ἀγήνορος ὑπὸ Ἀχιλλέως, Ἀγήνωρ δὲ αὐτὸς ὑπὸ τοῦ Νεοπτολέμου.
10.27.3Λαομέδοντος δὲ τὸν νεκρὸν Σίνωντε ἑταῖρος Ὀδυσσέως καὶ Ἀγχίαλός εἰσιν ἐκκομίζοντες. γέγραπται δὲ καὶ ἄλλος τεθνεώς · ὄνομά οἱ Ἔρεσος · τὰ δὲ ἐς Ἔρεσόντε καὶ Λαομέδοντα, ὅσα γε ἡμεῖς ἐπιστάμεθα, ᾖσεν οὐδείς. ἔστι δὲ οἰκίατε ἡ Ἀντήνορος καὶ παρδάλεως κρεμάμενον δέρμα ὑπὲρ τῆς ἐσόδου, σύνθημα εἶναι τοῖς Ἕλλησιν ἀπέχεσθαι σφᾶς οἴκου τοῦ Ἀντήνορος. γέγραπται δὲ Θεανώτε καὶ οἱ παῖδες, Γλαῦκος μὲν καθήμενος ἐπὶ θώρακι γυάλοις συνηρμοσμένῳ, Εὐρύμαχος δὲ ἐπὶ πέτρᾳ.
10.27.4παρὰ δὲ αὐτὸν ἕστηκεν Ἀντήνωρ καὶ ἐφεξῆς θυγάτηρ Ἀντήνορος Κρινώ · παιδίον δὲ ἡ Κρινὼ φέρει νήπιον. τῶν προσώπων δὲ ἅπασιν οἷον ἐπὶ συμφορᾷ σχῆμά ἐστι. κιβωτὸν δὲ ἐπὶ ὄνον καὶ ἄλλα τῶν σκευῶν εἰσιν ἀνατιθέντες οἰκέται · κάθηται δὲ καὶ ἐπὶ τοῦ ὄνου παιδίον μικρόν. κατὰ τοῦτο τῆς γραφῆς καὶ ἐλεγεῖόν ἐστι Σιμωνίδου · “γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος υἱός, περθομένην Ἰλίου ἀκρόπολιν”.
10.28.1τὸ δὲ ἕτερον μέρος τῆς γραφῆς τὸ ἐξ ἀριστερᾶς χειρός, ἔστιν Ὀδυσσεὺς καταβεβηκὼς ἐς τὸν Ἅιδην ὀνομαζόμενον, ὅπως Τειρεσίου τὴν ψυχὴν περὶ τῆς ἐς τὴν οἰκείαν ἐπέρηται σωτηρίας · ἔχει δὲ οὕτω τὰ ἐς τὴν γραφήν. ὕδωρ εἶναι ποταμὸς ἔοικε, δῆλα ὡς ὁ Ἀχέρων, καὶ κάλαμοίτε ἐν αὐτῷ πεφυκότες καὶ ἰχθύες · ἔστι δ’ἀμυδρὰ οὕτω δή τι τὰ εἴδη τῶν ἰχθύων ὡς σκιὰς μᾶλλον ἢ ἰχθῦς εἰκάσεις. καὶ ναῦς ἐστιν ἐν τῷ ποταμῷ καὶ ὁ πορθμεὺς ἐπὶ ταῖς κώπαις.
10.28.2ἐπηκολούθησε δὲ ὁ Πολύγνωτος ἐμοὶ δοκεῖν ποιήσει Μινυάδι · ἔστι γὰρ δὴ ἐν τῇ Μινυάδι ἐς Θησέα ἔχοντα καὶ Πειρίθουν “ἔνθ’ἤτοι νέα μὲν νεκυάμβατον, ἣν ὁ γεραιός πορθμεὺς ἦγε Χάρων, οὐκ ἔλαβον ἔνδοθεν ὅρμου”. ἐπὶ τούτῳ οὖν καὶ Πολύγνωτος γέροντα ἔγραψεν ἤδη τῇ ἡλικίᾳ τὸν Χάρωνα.
10.28.3οἱ δὲ ἐπιβεβηκότες τῆς νεὼς οὐκ ἐπιφανεῖς ἐς ἅπαν εἰσὶν οἷς προσήκουσι. Τέλλις μὲν ἡλικίαν ἐφήβου γεγονὼς φαίνεται, Κλεόβοια δὲ ἔτι παρθένος, ἔχει δὲ ἐν τοῖς γόνασι κιβωτὸν ὁποίας ποιεῖσθαι νομίζουσι Δήμητρι. ἐς μὲν δὴ τὸν Τέλλιν τοσοῦτον ἤκουσα ὡς ὁ ποιητὴς Ἀρχίλοχος ἀπόγονος εἴη τρίτος Τέλλιδος, Κλεόβοιαν δὲ ἐς Θάσον τὰ ὄργια τῆς Δήμητρος ἐνεγκεῖν πρώτην ἐκ Πάρου φασίν.
10.28.4ἐπὶ δὲ τοῦ Ἀχέροντος τῇ ὄχθῃ μάλιστα θέας ἄξιον, ὅτι ὑπὸ τοῦ Χάρωνος τὴν ναῦν ἀνὴρ οὐ δίκαιος ἐς πατέρα ἀγχόμενός ἐστιν ὑπὸ τοῦ πατρός. περὶ πλείστου γὰρ δὴ ἐποιοῦντο οἱ πάλαι γονέας, ὥσπερ ἔστιν ἄλλοιςτε τεκμήρασθαι καὶ ἐν Κατάνῃ τοῖς καλουμένοις Εὐσεβέσιν, οἵ, ἡνίκα ἐπέρρει τῇ Κατάνῃ πῦρ τὸ ἐκ τῆς Αἴτνης, χρυσὸν μὲν καὶ ἄργυρον ἐν οὐδενὸς μερίδι ἐποιήσαντο, οἱ δὲ ἔφευγον ὁ μὲν ἀράμενος μητέρα, ὁ δὲ αὐτῶν τὸν πατέρα · προϊόντας δὲ οὐ σὺν ῥᾳστώνῃ καταλαμβάνει σφᾶς τὸ πῦρ ἐπειγόμενον τῇ φλογί · καὶ — οὐ γὰρ κατετίθεντο οὐ δ’οὕτω τοὺς γονέας — διχῇ σχισθῆναι λέγεται τὸν ῥύακα, καὶ αὐτούςτε τοὺς νεανίσκους, σὺν δὲ αὐτοῖς τοὺς γονέας τὸ πῦρ οὐδέν σφισι λυμηνάμενον παρεξῆλθεν.
10.28.5οὗτοι μὲν δὴ τιμὰς καὶ ἐς ἐμὲ ἔτι παρὰ Καταναίων ἔχουσιν, ἐν δὲ τῇ Πολυγνώτου γραφῇ πλησίον τοῦ ἀνδρός, ὃς τῷ πατρὶ ἐλυμαίνετο καὶ δι’αὐτὸ ἐν Ἅιδου κακὰ ἀναπίμπλησι, τούτου πλησίον ἱερὰ σεσυληκὼς ἀνὴρ ὑπέσχε δίκην · γυνὴ δὲ ἡ κολάζουσα αὐτὸν φάρμακα ἄλλατε καὶ ἐς αἰκίαν οἶδεν ἀνθρώπων.
10.28.6περισσῶς δὲ ἄρα εὐσεβείᾳ θεῶν ἔτι προσέκειντο οἱ ἄνθρωποι, ὡς Ἀθηναῖοίτε δῆλα ἐποίησαν, ἡνίκα εἷλον Ὀλυμπίου Διὸς ἐν Συρακούσαις ἱερόν, οὔτε κινήσαντες τῶν ἀναθημάτων οὐδὲν τὸν ἱερέατε τὸν Συρακούσιον φύλακα ἐπ’αὐτοῖς ἐάσαντες · ἐδήλωσε δὲ καὶ ὁ Μῆδος Δᾶτις λόγοιςτε οὓς εἶπε πρὸς Δηλίους καὶ τῷ ἔργῳ, ἡνίκα ἐν Φοινίσσῃ νηὶ ἄγαλμα εὑρὼν Ἀπόλλωνος ἀπέδωκεν αὖθις Ταναγραίοις ἐς Δήλιον. οὕτω μὲν τὸ θεῖον καὶ οἱ πάντες τότε ἦγον ἐν τιμῇ, καὶ ἐπὶ λόγῳ τοιούτῳ τὰ ἐς τὸν συλήσαντα ἱερὰ ἔγραψε Πολύγνωτος.
10.28.7ἔστι δὲ ἀνωτέρω τῶν κατειλεγμένων Εὐρύνομος · δαίμονα εἶναι τῶν ἐν Ἅιδου φασὶν οἱ Δελφῶν ἐξηγηταὶ τὸν Εὐρύνομον, καὶ ὡς τὰς σάρκας περιεσθίει τῶν νεκρῶν, μόνα σφίσιν ἀπολείπων τὰ ὀστᾶ. ἡ δὲ Ὁμήρου ποίησις ἐς Ὀδυσσέα καὶ ἡ Μινυάςτε καλουμένη καὶ οἱ Νόστοι — μνήμη γὰρ δὴ ἐν ταύταις καὶ Ἅιδου καὶ τῶν ἐκεῖ δειμάτων ἐστὶν — ἴσασιν οὐδένα Εὐρύνομον δαίμονα. τοσοῦτο μέντοι δηλώσω, ὁποῖόςτε ὁ Εὐρύνομος καὶ ἐπὶ ποίου γέγραπται τοῦ σχήματος · κυανοῦ τὴν χρόαν μεταξύ ἐστι καὶ μέλανος, ὁποῖαι καὶ τῶν μυιῶν αἱ πρὸς τὰ κρέα εἰσὶ προσιζάνουσαι, τοὺς δὲ ὀδόντας φαίνει, καθεζομένῳ δὲ ὑπέστρωταί οἱ δέρμα γυπός.
10.28.8ἐφεξῆς δὲ μετὰ τὸν Εὐρύνομον ἥτε ἐξ Ἀρκαδίας Αὔγη καὶ Ἰφιμέδειά ἐστι · καὶ ἡ μὲν παρὰ Τεύθραντα ἡ Αὔγη ἀφίκετο ἐς Μυσίαν, καὶ γυναικῶν ὁπόσαις ἐς τὸ αὐτὸ Ἡρακλέα ἀφικέσθαι λέγουσι, μάλιστα δὴ παῖδα ἐοικότα ἔτεκε τῷ πατρί · τῇ δ’Ἰφιμεδείᾳ γέρα δέδοται μεγάλα ὑπὸ τῶν ἐν Μυλάσοις Καρῶν.
10.29.1τῶν δὲ ἤδη μοι κατειλεγμένων εἰσὶν ἀνώτεροι τούτων ἱερεῖα οἱ ἑταῖροι τοῦ Ὀδυσσέως Περιμήδης καὶ Εὐρύλοχος φέροντες · τὰ δέ ἐστι μέλανες κριοὶ τὰ ἱερεῖα. μετὰ δὲ αὐτοὺς ἀνήρ ἐστι καθήμενος, ἐπίγραμμα δὲ Ὄκνον εἶναι λέγει τὸν ἄνθρωπον · πεποίηται μὲν πλέκων σχοινίον, παρέστηκε δὲ θήλεια ὄνος ἐπεσθίουσα τὸ πεπλεγμένον ἀεὶ τοῦ σχοινίου. τοῦτον εἶναι τὸν Ὄκνον φίλεργόν φασιν ἄνθρωπον, γυναῖκα δὲ ἔχειν δαπανηράν · καὶ ὁπόσα συλλέξαιτο ἐργαζόμενος, οὐ πολὺ δὴ ὕστερον ὑπὸ ἐκείνης ἀνήλωτο.
10.29.2τὰ οὖν ἐς τοῦ Ὄκνου τὴν γυναῖκα ἐθέλουσιν αἰνίξασθαι τὸν Πολύγνωτον. οἶδα δὲ καὶ ὑπὸ Ἰώνων, ὁπότε ἴδοιέν τινα πονοῦντα ἐπὶ οὐδενὶ ὄνησιν φέροντι, ὑπὸ τούτων εἰρημένον ὡς ὁ ἀνὴρ οὗτος συνάγει τοῦ Ὄκνου τὴν θώμιγγα. ὄκνον δ’οὖν καὶ μάντεων οἱ ὁρῶντες τοὺς οἰωνοὺς καλοῦσί τινα ὄρνιθα · καὶ ἔστιν οὗτος ὁ ὄκνος μέγιστος μὲν καὶ κάλλιστος ἐρωδιῶν, εἰ δὲ ἄλλος τις ὀρνίθων σπάνιός ἐστι καὶ οὗτος.
10.29.3γέγραπται δὲ καὶ Τιτυὸς οὐ κολαζόμενος ἔτι, ἀλλὰ ὑπὸ τοῦ συνεχοῦς τῆς τιμωρίας ἐς ἅπαν ἐξανηλωμένος, ἀμυδρὸν καὶ οὐ δὲ ὁλόκληρον εἴδωλον. ἐπιόντι δὲ ἐφεξῆς τὰ ἐν τῇ γραφῇ, ἔστιν ἐγγυτάτω τοῦ στρέφοντος τὸ καλῴδιον Ἀριάδνη · κάθηται μὲν ἐπὶ πέτρας, ὁρᾷ δὲ ἐς τὴν ἀδελφὴν Φαίδραν, τότε ἄλλο αἰωρουμένην σῶμα ἐν σειρᾷ καὶ ταῖς χερσὶν ἀμφοτέραις ἑκατέρωθεν τῆς σειρᾶς ἐχομένην · παρεῖχε δὲ τὸ σχῆμα καίπερ ἐς τὸ εὐπρεπέστερον πεποιημένον συμβάλλεσθαι τὰ ἐς τῆς Φαίδρας τὴν τελευτήν.
10.29.4τὴν δὲ Ἀριάδνην ἢ κατά τινα ἐπιτυχὼν δαίμονα ἢ καὶ ἐπίτηδες αὐτὴν λοχήσας ἀφείλετο Θησέα ἐπιπλεύσας Διόνυσος στόλῳ μείζονι, οὐκ ἄλλος κατὰ ἐμὴν δόξαν, ἀλλὰ ὁ πρῶτος μὲν ἐλάσας ἐπὶ Ἰνδοὺς στρατείᾳ, πρῶτος δὲ Εὐφράτην γεφυρώσας ποταμόν · Ζεῦγμάτε ὠνομάσθη πόλις καθ’ὅ τι ἐζεύχθη τῆς χώρας ὁ Εὐφράτης, καὶ ἔστιν ἐνταῦθα ὁ κάλως καὶ ἐς ἡμᾶς ἐν ᾧ τὸν ποταμὸν ἔζευξεν, ἀμπελίνοις ὁμοῦ πεπλεγμένος καὶ κισσοῦ κλήμασι.
10.29.5τὰ μὲν δὴ ἐς Διόνυσον πολλὰ ὑπότε Ἑλλήνων λεγόμενα καὶ ὑπὸ Αἰγυπτίων ἐστίν · ὑπὸ δὲ τὴν Φαίδραν ἐστὶν ἀνακεκλιμένη Χλῶρις ἐπὶ τῆς Θυίας γόνασιν. οὐχ ἁμαρτήσεται μὲν δὴ οὐ δὲ ὅστις φησὶ φιλίαν εἶναι ἐς ἀλλήλας, ἡνίκα ἔτυχον αἱ γυναῖκες ζῶσαι · ἦσαν γὰρ δὴ ἡ μὲν ἐξ Ὀρχομενοῦ τοῦ ἐν Βοιωτίᾳ ἡ Χλῶρις, ἡ δὲ Κασταλίου θυγάτηρ ἀπὸ τοῦ Παρνασσοῦ. εἶπον δ’ἂν καὶ ἄλλοι τὸν ἐς αὐτὰς λόγον, τῇ μὲν συγγενέσθαι Ποσειδῶνα τῇ Θυίᾳ, Χλῶριν δὲ Ποσειδῶνος παιδὶ Νηλεῖ συνοικῆσαι.
10.29.6παρὰ δὲ τὴν Θυίαν Πρόκριςτε ἕστηκεν ἡ Ἐρεχθέως καὶ μετ’αὐτὴν Κλυμένη · ἐπιστρέφει δὲ αὐτῇ τὰ νῶτα ἡ Κλυμένη. ἔστι δὲ πεποιημένα ἐν Νόστοις Μινύου μὲν τὴν Κλυμένην θυγατέρα εἶναι, γήμασθαι δὲ αὐτὴν Κεφάλῳ τῷ Δηίονος καὶ γενέσθαι σφίσιν Ἴφικλον παῖδα. τὰ δὲ ἐς τὴν Πρόκριν καὶ οἱ πάντες ᾄδουσιν, ὡς προτέρα Κεφάλῳ ἢ Κλυμένη συνῴκησε καὶ ὃν τρόπον ἐτελεύτησεν ὑπὸ τοῦ ἀνδρός.
10.29.7ἐσωτέρω δὲ τῆς Κλυμένης Μεγάραν τὴν ἐκ Θηβῶν ὄψει · ταύτην γυναῖκα ἔσχεν Ἡρακλῆς τὴν Μεγάραν καὶ ἀπεπέμψατο ἀνὰ χρόνον, ἅτε παίδωντε ἐστερημένος τῶν ἐξ αὐτῆς καὶ αὐτὴν ἡγούμενος οὐκ ἐπὶ ἀμείνονι τῷ δαίμονι γῆμαι. γυναικῶν δὲ τῶν κατειλεγμένων ὑπὲρ τῆς κεφαλῆς ἥτε Σαλμωνέως θυγάτηρ ἐστὶν ἐπὶ πέτρας καθεζομένη καὶ Ἐριφύλη παρ’αὐτὴν ἑστῶσα, διὰ μὲν τοῦ χιτῶνος ἀνέχουσα ἄκρους παρὰ τὸν τράχηλον τοὺς δακτύλους, τοῦ χιτῶνος δὲ ἐν τοῖς κοίλοις εἰκάσεις τῶν χειρῶν τῇ ἑτέρᾳ ἐκεῖνον τὸν ὅρμον αὐτὴν ἔχειν.
10.29.8ὑπὲρ δὲ τὴν Ἐριφύλην ἔγραψεν Ἐλπήνοράτε καὶ Ὀδυσσέα ὀκλάζοντα ἐπὶ τοῖς ποσίν, ἔχοντα ὑπὲρ τοῦ βόθρου τὸ ξίφος · καὶ ὁ μάντις Τειρεσίας πρόεισιν ἐπὶ τὸν βόθρον. μετὰ δὲ τὸν Τειρεσίαν ἐπὶ πέτρας ἡ Ὀδυσσέως μήτηρ Ἀντίκλειά ἐστιν · ὁ δὲ Ἐλπήνωρ ἀμπέχεται φορμὸν ἀντὶ ἐσθῆτος, σύνηθες τοῖς ναύταις φόρημα.
10.29.9κατωτέρω δὲ τοῦ Ὀδυσσέως ἐπὶ θρόνων καθεζόμενοι Θησεὺς μὲν τὰ ξίφη τότε Πειρίθου καὶ τὸ ἑαυτοῦ ταῖς χερσὶν ἀμφοτέραις ἔχει, ὁ δὲ ἐς τὰ ξίφη βλέπων ἐστὶν ὁ Πειρίθους · εἰκάσαις ἂν ἄχθεσθαι τοῖς ξίφεσιν αὐτὸν ὡς ἀχρείοις καὶ ὄφελός σφισιν οὐ γεγενημένοις ἐς τὰ τολμήματα. Πανύασσις δὲ ἐποίησεν ὡς Θησεὺς καὶ Πειρίθους ἐπὶ τῶν θρόνων παράσχοιντο σχῆμα οὐ κατὰ δεσμώτας, προσφύεσθαι δὲ ἀπὸ τοῦ χρωτὸς ἀντὶ δεσμῶν σφισιν ἔφη τὴν πέτραν.
10.29.10Θησέως δὲ καὶ Πειρίθου τὴν λεγομένην φιλίαν ἐν ἀμφοτέραις ἐδήλωσεν Ὅμηρος ταῖς ποιήσεσι, καὶ Ὀδυσσεὺς μὲν πρὸς Φαίακας λέγων ἐστὶ “καί νύ κ’ἔτι προτέρους ἴδον ἀνέρας οὓς ἔθελόν περ, Θησέα Πειρίθοόντε, θεῶν ἐρικυδέα τέκνα” · πεποίηται δὲ αὐτῷ καὶ ἐν Ἰλιάδι ὁ Νέστωρ ἄλλατε ἐπὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως νουθεσίᾳ καὶ ἔπη τάδε εἰρηκώς · “οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐ δὲ ἴδωμαι οἷον Πειρίθοόντε Δρύαντάτε ποιμένα λαῶν Καινέατ’Ἐξάδιόντε καὶ ἀντίθεον Πολύφημον Θησέατ’Αἰγείδην ἐπιείκελον ἀθανάτοισιν”.
10.30.1ἐφεξῆς δὲ τὰς Πανδάρεω θυγατέρας ἔγραψεν ὁ Πολύγνωτος. Ὁμήρῳ δὲ ἐν Πηνελόπης λόγοις ἐστὶν ὡς ἀποθάνοιεν μὲν ταῖς παρθένοις οἱ γεινάμενοι κατὰ μήνιμα ἐκ θεῶν, αὐτὰς δὲ ὀρφανὰς τραφῆναι μὲν ὑπὸ Ἀφροδίτης, λαβεῖν δὲ καὶ παρ’ἄλλων θεῶν, Ἥρας μὲν φρονεῖντε ἱκανὰς εἶναι καὶ εἶδος καλάς, μῆκος δὲ τοῦ σώματος Ἄρτεμίν φησιν αὐταῖς δωρήσασθαι, ἔργα δὲ γυναιξὶν ἁρμόζοντα ὑπὸ Ἀθηνᾶς διδαχθῆναι.
10.30.2Ἀφροδίτην μὲν οὖν ἐς οὐρανὸν ἀνέρχεσθαι, παρὰ Διὸς γάμον εὐδαίμονα ἐθέλουσαν ταῖς παισὶν εὕρασθαι, τὰς δὲ ἀπούσης ἐκείνης ἁρπασθῆναίτε ὑπὸ Ἁρπυιῶν καὶ Ἐρινύσιν ὑπ’αὐτῶν δοθῆναι. τάδε μέν ἐστιν ἐς αὐτὰς Ὁμήρῳ πεποιημένα, Πολύγνωτος δὲ κόραςτε ἐστεφανωμένας ἄνθεσι καὶ παιζούσας ἔγραψεν ἀστραγάλοις, ὄνομα δὲ αὐταῖς Καμειρώτε καὶ Κλυτίη. τὸν δὲ Πανδάρεων Μιλήσιόντε ἐκ Μιλήτου τῆς Κρητικῆς ὄντα ἴστω τις καὶ ἀδικήματος ἐς τὴν κλοπὴν Ταντάλῳ καὶ τοῦ ἐπὶ τῷ ὅρκῳ μετασχόντα σοφίσματος.
10.30.3μετὰ δὲ τοῦ Πανδάρεω τὰς κόρας Ἀντίλοχος τὸν μὲν ἕτερον ἐπὶ πέτρας τῶν ποδῶν, τὸ δὲ πρόσωπον καὶ τὴν κεφαλὴν ἐπὶ ταῖς χερσὶν ἀμφοτέραις ἔχων ἐστίν, Ἀγαμέμνων δὲ μετὰ τὸν Ἀντίλοχον σκήπτρῳτε ὑπὸ τὴν ἀριστερὰν μασχάλην ἐρειδόμενος καὶ ταῖς χερσὶν ἐπανέχων ῥάβδον · Πρωτεσίλαος δὲ πρὸς Ἀχιλλέα ἀφορᾷ καθεζόμενος. καὶ ὁ Πρωτεσίλαος τοιοῦτον παρέχεται σχῆμα, ὑπὲρ δὲ τὸν Ἀχιλλέα Πάτροκλός ἐστιν ἑστηκώς. οὗτοι πλὴν τοῦ Ἀγαμέμνονος οὐκ ἔχουσι γένεια οἱ ἄλλοι.
10.30.4γέγραπται δὲ ὑπὲρ αὐτοὺς Φῶκόςτε ἡλικίαν μειράκιον καὶ Ἰασεὺς γενείων μὲν εὖ ἔχων, δακτύλιον δὲ ἐκ τῆς ἀριστερᾶς τοῦ Φώκου περιαιρούμενος χειρὸς ἐπὶ τοιῷδέ ἐστι λόγῳ. Φώκῳ τῷ Αἰακοῦ διαβάντι ἐξ Αἰγίνης ἐς τὴν νῦν καλουμένην Φωκίδα, καὶ ἀνθρώπωντε ἀρχὴν τῶν ἐν τῇ ἠπείρῳ ταύτῃ κτήσασθαι καὶ αὐτῷ θέλοντι ἐνταῦθα οἰκῆσαι, ἀφίκετο ἐπὶ πλεῖστον ὁ Ἰασεὺς φιλίας, καί οἱ δῶρα ἄλλατε ὡς τὸ εἰκὸς ἐδωρήσατο καὶ λίθου σφραγῖδα ἐνδεδεμένην χρυσῷ · Φώκῳ δὲ οὐ μετὰ πολὺν χρόνον ἀνακομισθέντι ἐς Αἴγιναν Πηλεὺς αὐτίκα ἐβούλευσε τοῦ βίου τὴν τελευτήν. καὶ τοῦδε ἕνεκα ἐν τῇ γραφῇ ἐς ἀνάμνησιν ἐκείνης τῆς φιλίας ὅτε Ἰασεὺς τὴν σφραγῖδά ἐστιν ἐθέλων θεάσασθαι καὶ ὁ Φῶκος παρεὶς λαβεῖν αὐτήν.
10.30.5ὑπὲρ τούτους Μαῖρά ἐστιν ἐπὶ πέτρᾳ καθεζομένη · περὶ δὲ αὐτῆς πεποιημένα ἐστὶν ἐν Νόστοις ἀπελθεῖν μὲν παρθένον ἔτι ἐξ ἀνθρώπων, θυγατέρα δὲ αὐτὴν εἶναι Προίτου τοῦ Θερσάνδρου, τὸν δὲ εἶναι Σισύφου. ἐφεξῆς δὲ τῆς Μαίρας Ἀκταίων ἐστὶν ὁ Ἀρισταίου καὶ ἡ τοῦ Ἀκταίωνος μήτηρ, νεβρὸν ἐν ταῖς χερσὶν ἔχοντες ἐλάφου καὶ ἐπὶ δέρματι ἐλάφου καθεζόμενοι · κύωντε θηρευτικὴ παρακατάκειταί σφισι βίου τοῦ Ἀκταίωνος ἕνεκα καὶ τοῦ ἐς τὴν τελευτὴν τρόπου.
10.30.6ἀποβλέψαντι δὲ αὖθις ἐς τὰ κάτω τῆς γραφῆς, ἔστιν ἐφεξῆς μετὰ τὸν Πάτροκλον οἷα ἐπὶ λόφου τινὸς Ὀρφεὺς καθεζόμενος, ἐφάπτεται δὲ καὶ τῇ ἀριστερᾷ κιθάρας, τῇ δὲ ἑτέρᾳ χειρὶ ἰτέας ψαύει · κλῶνές εἰσιν ὧν ψαύει, προσανακέκλιται δὲ τῷ δένδρῳ. τὸ δὲ ἄλσος ἔοικεν εἶναι τῆς Περσεφόνης, ἔνθα αἴγειροι καὶ ἰτέαι δόξῃ τῇ Ὁμήρου πεφύκασιν · Ἑλληνικὸν δὲ τὸ σχῆμά ἐστι τῷ Ὀρφεῖ, καὶ οὔτε ἡ ἐσθὴς οὔτε ἐπίθημά ἐστιν ἐπὶ τῇ κεφαλῇ Θρᾴκιον.
10.30.7τῷ δένδρῳ δὲ τῇ ἰτέᾳ κατὰ τὸ ἕτερον μέρος προσανακεκλιμένος ἐστὶν αὐτῇ Προμέδων. εἰσὶ μὲν δὴ οἳ νομίζουσι καθάπερ ἐς ποίησιν ἐπεσῆχθαι τὸ Προμέδοντος ὄνομα ὑπὸ τοῦ Πολυγνώτου · τοῖς δὲ εἰρημένον ἐστὶν ἄνδρα Ἕλληνα ἔςτε τὴν ἄλλην ἅπασαν γενέσθαι φιλήκοον μουσικὴν καὶ ἐπὶ τῇ ᾠδῇ μάλιστα τῇ Ὀρφέως.
10.30.8κατὰ τοῦτο τῆς γραφῆς Σχεδίος ὁ Φωκεῦσιν ἡγησάμενος ἐς Τροίαν καὶ μετὰ τοῦτον Πελίας ἐστὶν ἐν θρόνῳ καθεζόμενος, τὰ γένεια ὁμοίως καὶ τὴν κεφαλὴν πολιός, ἐνορᾷ δὲ ἐς τὸν Ὀρφέα · ὁ δὲ Σχεδίος ἐγχειρίδιόντε ἔχων καὶ ἄγρωστίν ἐστιν ἐστεφανωμένος. Θαμύριδι δὲ ἐγγὺς καθεζομένῳ τοῦ Πελίου διεφθαρμέναι αἱ ὄψεις καὶ ταπεινὸν ἐς ἅπαν σχῆμά ἐστι καὶ ἡ κόμη πολλὴ μὲν ἐπὶ τῆς κεφαλῆς, πολλὴ δὲ αὐτῷ καὶ ἐν τοῖς γενείοις · λύρα δὲ ἔρριπται πρὸς τοῖς ποσί, κατεαγότες αὐτῆς οἱ πήχεις καὶ αἱ χορδαὶ κατερρωγυῖαι.
10.30.9ὑπὲρ τούτου ἐστὶν ἐπὶ πέτρας καθεζόμενος Μαρσύας, καὶ Ὄλυμπος παρ’αὐτὸν παιδός ἐστιν ὡραίου καὶ αὐλεῖν διδασκομένου σχῆμα ἔχων. οἱ δὲ ἐν Κελαιναῖς Φρύγες ἐθέλουσι μὲν τὸν ποταμὸν ὃς διέξεισιν αὐτοῖς διὰ τῆς πόλεως ἐκεῖνόν ποτε εἶναι τὸν αὐλητήν, ἐθέλουσι δὲ καὶ εὕρημα εἶναι τοῦ Μαρσύου τὸ Μητρῷον αὔλημα · φασὶ δὲ ὡς καὶ τὴν Γαλατῶν ἀπώσαιντο στρατείαν τοῦ Μαρσύου σφίσιν ἐπὶ τοὺς βαρβάρους ὕδατίτε ἐκ τοῦ ποταμοῦ καὶ μέλει τῶν αὐλῶν ἀμύναντος.
10.31.1εἰ δὲ ἀπίδοις πάλιν ἐς τὸ ἄνω τῆς γραφῆς, ἔστιν ἐφεξῆς τῷ Ἀκταίωνι Αἴας ὁ ἐκ Σαλαμῖνος, καὶ Παλαμήδηςτε καὶ Θερσίτης κύβοις χρώμενοι παιδιᾷ, τοῦ Παλαμήδους τῷ εὑρήματι · Αἴας δὲ ὁ ἕτερος ἐς αὐτοὺς ὁρᾷ παίζοντας. τούτῳ τῷ Αἴαντι τὸ χρῶμά ἐστιν οἷον ἂν ἀνδρὶ ναυαγῷ γένοιτο ἐπανθούσης τῷ χρωτὶ ἔτι τῆς ἅλμης.
10.31.2ἐς δὲ τὸ αὐτὸ ἐπίτηδες τοῦ Ὀδυσσέως τοὺς ἐχθροὺς ἤγαγεν ὁ Πολύγνωτος · ἀφίκετο δὲ ἐς Ὀδυσσέως δυσμένειαν ὁ τοῦ Ὀιλέως Αἴας, ὅτι τοῖς Ἕλλησιν Ὀδυσσεὺς παρῄνει καταλιθῶσαι τὸν Αἴαντα ἐπὶ τῷ ἐς Κασσάνδραν τολμήματι · Παλαμήδην δὲ ἀποπνιγῆναι προελθόντα ἐπὶ ἰχθύων θήραν, Διομήδην δὲ τὸν ἀποκτείναντα εἶναι καὶ Ὀδυσσέα ἐπιλεξάμενος ἐν ἔπεσιν οἶδα τοῖς Κυπρίοις.
10.31.3Μελέαγρος δὲ ὁ Οἰνέως ἀνωτέρω μὲν ἢ ὁ τοῦ Ὀιλέως Αἴας ἐστὶν ἐν τῇ γραφῇ, ἔοικε δὲ ὁρῶντι ἐς τὸν Αἴαντα. τούτοις πλὴν τῷ Παλαμήδει γένειά ἐστι τοῖς ἄλλοις. ἐς δὲ τοῦ Μελεάγρου τὴν τελευτὴν Ὁμήρῳ μέν ἐστιν εἰρημένα ὡς Ἐρινὺς καταρῶν ἀκούσαι τῶν Ἀλθαίας καὶ ἀποθάνοι κατὰ ταύτην ὁ Μελέαγρος τὴν αἰτίαν, αἱ δὲ Ἠοῖαίτε καλούμεναι καὶ ἡ Μινυὰς ὡμολογήκασιν ἀλλήλαις · Ἀπόλλωνα δὴ αὗταί φασιν αἱ ποιήσεις ἀμῦναι Κούρησιν ἐπὶ τοὺς Αἰτωλοὺς καὶ ἀποθανεῖν Μελέαγρον ὑπὸ Ἀπόλλωνος.
10.31.4τὸν δὲ ἐπὶ τῷ δαλῷ λόγον, ὡς δοθείη μὲν ὑπὸ Μοιρῶν τῇ Ἀλθαίᾳ, Μελεάγρῳ δὲ οὐ πρότερον ἔδει τὴν τελευτὴν συμβῆναι πρὶν ἢ ὑπὸ πυρὸς ἀφανισθῆναι τὸν δαλὸν καὶ ὡς ὑπὸ τοῦ θυμοῦ καταπρήσειεν αὐτὸν ἡ Ἀλθαία, τοῦτον τὸν λόγον Φρύνιχος ὁ Πολυφράδμονος πρῶτος ἐν δράματι ἔδειξε Πλευρωνίαις · “κρυερὸν γὰρ οὐκ ἤλυξεν μόρον, ὠκεῖα δέ νιν φλὸξ κατεδαίσατο, δαλοῦ περθομένου ματρὸς ὑπ’αἰνᾶς κακομηχάνου”. οὐ μὴν φαίνεταί γε ὁ Φρύνιχος προαγαγὼν τὸν λόγον ἐς πλέον ὡς εὕρημα ἄν τις οἰκεῖον, προσαψάμενος δὲ αὐτοῦ μόνον ἅτε ἐς ἅπαν ἤδη διαβεβοημένου τὸ Ἑλληνικόν.
10.31.5ἐν δὲ τοῖς κάτω τῆς γραφῆς μετὰ τὸν Θρᾷκά εἰσι Θάμυριν Ἕκτωρ μὲν καθεζόμενος — ἀμφοτέρας ἔχει τὰς χεῖρας περὶ τὸ ἀριστερὸν γόνυ, ἀνιωμένου σχῆμα ἐμφαίνων —, μετὰ δὲ αὐτὸν Μέμνων ἐστὶν ἐπὶ πέτρᾳ καθεζόμενος καὶ Σαρπηδὼν συνεχὴς τῷ Μέμνονι · ἐπικέκλιται δὲ τὸ πρόσωπον ἐπὶ τὰς χεῖρας ἀμφοτέρας ὁ Σαρπηδών, ἡ δὲ ἑτέρα τῶν χειρῶν τοῦ Μέμνονος ἐπὶ τῷ ὤμῳ τοῦ Σαρπηδόνος κεῖται.
10.31.6γένεια μὲν πᾶσίν ἐστιν αὐτοῖς, ἐν δὲ τοῦ Μέμνονος τῇ χλαμύδι καὶ ὄρνιθές εἰσιν ἐπειργασμέναι · Μεμνονίδες ταῖς ὄρνισίν ἐστιν ὄνομα, κατὰ δὲ ἔτος οἱ Ἑλλησπόντιοί φασιν αὐτὰς ἐν εἰρημέναις ἡμέραις ἰέναιτε ἐπὶ τοῦ Μέμνονος τὸν τάφον, καὶ ὁπόσον τοῦ μνήματος δένδρων ἐστὶν ἢ πόας ψιλόν, τοῦτο καὶ σαίρουσιν αἱ ὄρνιθες καὶ ὑγροῖς τοῖς πτεροῖς τοῦ Αἰσήπου τῷ ὕδατι ῥαίνουσι.
10.31.7παρὰ δὲ τῷ Μέμνονι καὶ παῖς Αἰθίοψ πεποίηται γυμνός, ὅτι ὁ Μέμνων βασιλεὺς ἦν τοῦ Αἰθιόπων γένους. ἀφίκετο μέντοι ἐς Ἴλιον οὐκ ἀπ’Αἰθιοπίας ἀλλὰ ἐκ Σούσων τῶν Περσικῶν καὶ ἀπὸ τοῦ Χοάσπου ποταμοῦ, τὰ ἔθνη πάντα ὅσα ᾤκει μεταξὺ ὑποχείρια πεποιημένος · Φρύγες δὲ καὶ τὴν ὁδὸν ἔτι ἀποφαίνουσι δι’ἧς τὴν στρατιὰν ἤγαγε τὰ ἐπίτομα ἐκλεγόμενος τῆς χώρας · τέτμηται δὲ διὰ τῶν μονῶν ἡ ὁδός.
10.31.8ὑπὲρ δὲ τὸν Σαρπηδόνατε καὶ Μέμνονα, ἔστιν ὑπὲρ αὐτοὺς ὁ Πάρις οὐκ ἔχων πω γένεια · κροτεῖ δὲ ταῖς χερσίν, οἷος ἂν γένοιτο ἀνδρὸς ἀγροίκου κρότος · ἐοικέναι τὸν Πάριν φήσεις τῷ ψόφῳ τῶν χειρῶν Πενθεσίλειαν παρ’αὑτὸν καλοῦντι. ἔστι δὲ καὶ ἡ Πενθεσίλεια ὁρῶσα ἐς τὸν Πάριν, τοῦ προσώπου δὲ ἔοικε τῷ νεύματι ὑπερορᾶντε αὐτὸν καὶ ἐν οὐδενὸς τίθεσθαι λόγῳ · τὸ δὲ σχῆμά ἐστι τῇ Πενθεσιλείᾳ παρθένος τόξον ἔχουσα τοῖς Σκυθικοῖς ἐμφερὲς καὶ παρδάλεως δέρμα ἐπὶ τῶν ὤμων.
10.31.9αἱ δὲ ὑπὲρ τὴν Πενθεσίλειαν φέρουσαι μέν εἰσιν ὕδωρ ἐν κατεαγόσιν ὀστράκοις, πεποίηται δὲ ἡ μὲν ἔτι ὡραία τὸ εἶδος, ἡ δὲ ἤδη τῆς ἡλικίας προήκουσα · ἰδίᾳ μὲν δὴ οὐδὲν ἐπίγραμμα ἐπὶ ἑκατέρᾳ τῶν γυναικῶν, ἐν κοινῷ δέ ἐστιν ἐπὶ ἀμφοτέραις εἶναι σφᾶς τῶν οὐ μεμυημένων γυναικῶν.
10.31.10ἀνωτέρω τούτων ἐστὶν ἡ Λυκάονος Καλλιστὼ καὶ Νομίατε καὶ ἡ Νηλέως Πηρώ · ταύτης ἕδνα τῶν γάμων βοῦς ὁ Νηλεὺς ᾔτει τὰς Ἰφίκλου. τῇ Καλλιστοῖ δὲ ἀντὶ μὲν στρωμνῆς ἐστιν αὐτῇ δέρμα ἄρκτου, τοὺς πόδας δὲ ἐν τοῖς Νομίας γόνασιν ἔχει κειμένους. ἐδήλωσε δέ μοι τὰ πρότερα τοῦ λόγου φάναι τοὺς Ἀρκάδας Νομίαν εἶναι ἐπιχώριον νύμφην · τὰς νύμφας δὲ εἶναι πολὺν μέν τινα ἀριθμὸν βιούσας ἐτῶν, οὐ μέντοι παράπαν γε ἀπηλλαγμένας θανάτου, ποιητῶν ἐστιν ἐς αὐτὰς λόγος. μετὰ δὲ τὴν Καλλιστὼ καὶ ὅσαι σὺν ἐκείνῃ γυναῖκες, κρημνοῦτε σχῆμά ἐστι καὶ ὁ Αἰόλου Σίσυφος ἀνῶσαι πρὸς τὸν κρημνὸν βιαζόμενος τὴν πέτραν.
10.31.11ἔστι δὲ καὶ πίθος ἐν τῇ γραφῇ, πρεσβύτης δὲ ἄνθρωπος, ὁ δὲ ἔτι παῖς, καὶ γυναῖκες, νέα μὲν ὑπὸ τῇ πέτρᾳ, παρὰ δὲ τὸν πρεσβύτην ἐοικυῖα ἐκείνῳ τὴν ἡλικίαν · οἱ μὲν δὴ ἄλλοι φέρουσιν ὕδωρ, τῇ δὲ γραῒ κατεᾶχθαι τὴν ὑδρίαν εἰκάσεις · ὅσον δὲ ἐν τῷ ὀστράκῳ λοιπόν ἦν τοῦ ὕδατος, ἐκχέουσά ἐστιν αὖθις ἐς τὸν πίθον. ἐτεκμαιρόμεθα δ’εἶναι καὶ τούτους τῶν τὰ δρώμενα Ἐλευσῖνι ἐν οὐδενὶ θεμένων λόγῳ · οἱ γὰρ ἀρχαιότεροι τῶν Ἑλλήνων τελετὴν τὴν Ἐλευσινίαν πάντων ὁπόσα ἐς εὐσέβειαν ἥκει τοσούτῳ ἦγον ἐντιμότερον ὅσῳ καὶ θεοὺς ἐπίπροσθεν ἡρώων.
10.31.12ὑπὸ τούτῳ δὲ τῷ πίθῳ Τάνταλος καὶ ἄλλα ἔχων ἐστὶν ἀλγεινὰ ὁπόσα Ὅμηρος ἐπ’αὐτῷ πεποίηκεν, ἐπὶ δὲ αὐτοῖς πρόσεστίν οἱ καὶ τὸ ἐκ τοῦ ἐπηρτημένου λίθου δεῖμα. Πολύγνωτος μὲν δῆλός ἐστιν ἐπακολουθήσας τῷ Ἀρχιλόχου λόγῳ · Ἀρχίλοχος δὲ οὐκ οἶδα εἴτε ἐδιδάχθη παρὰ ἄλλων τὰ ἐς τὸν λίθον εἴτε καὶ αὐτὸς ἐς τὴν ποίησιν ἐσηνέγκατο. τοσαύτη μὲν πλῆθος καὶ εὐπρεπείας ἐς τοσοῦτόν ἐστιν ἥκουσα ἡ τοῦ Θασίου γραφή ·
10.32.1τοῦ περιβόλου δὲ τοῦ ἱεροῦ θέατρον ἔχεται θέας ἄξιον, ἐπαναβάντι δὲ ἐκ τοῦ περιβόλου Διονύσου δὲ ἄγαλμα ἐνταῦθα Κνιδίων ἐστὶν ἀνάθημα. στάδιον δέ σφισιν ἀνωτάτω τῆς πόλεως τοῦτό ἐστιν · ἐπεποίητο δὲ ἐκ τῆς πέτρας ὁποῖαι περὶ τὸν Παρνασσόν εἰσιν αἱ πολλαί, ἄχρις Ἀθηναῖος Ἡρώδης λίθῳ τῷ Πεντελῆσιν αὐτὸ μετεκόσμησεν. τὰ μὲν δὴ ἀνήκοντα ἐς συγγραφὴν τοσαῦτάτε καὶ τοιαῦτα κατ’ἐμὲ ἦν τὰ λειπόμενα ἐν Δελφοῖς ·
10.32.2ἰόντι δὲ ἐκ Δελφῶν ἐπὶ τὰ ἄκρα τοῦ Παρνασσοῦ, σταδίοις μὲν ὅσον ἑξήκοντα ἀπωτέρω Δελφῶν ἐστιν ἄγαλμα χαλκοῦν, καὶ ῥᾴων εὐζώνῳ ἀνδρὶ ἢ ἡμιόνοιςτε καὶ ἵπποις ἐπὶ τὸ ἄντρον ἐστὶν ἄνοδος τὸ Κωρύκιον. τούτῳ δὲ τῷ ἄντρῳ γενέσθαι τὸ ὄνομα ἀπὸ νύμφης Κωρυκίας ἐδήλωσα ὀλίγον τι ἔμπροσθεν · σπηλαίων δὲ ὧν εἶδον θέας ἄξιον μάλιστα ἐφαίνετο εἶναί μοι.
10.32.3ὅσα μὲν γὰρ ἐπίτε αἰγιαλοῖς καὶ ἀγχιβαθεῖ τῇ θαλάσσῃ, τούτων μὲν οὐ δὲ ἀριθμὸν ἄν τις ἐθέλων ἐξεύροι, ὀνομαστότατα δὲ ἔντε Ἕλλησι καὶ ἐν γῇ τῇ βαρβάρων ἐστί · Φρύγες οἱ ἐπὶ ποταμῷ Πεγκέλᾳ, τὰ δὲ ἄνωθεν ἐξ Ἀρκαδίας καὶ Ἀζάνων ἐς ταύτην ἀφικόμενοι τὴν χώραν, δεικνύουσιν ἄντρον καλούμενον Στεῦνος περιφερέςτε καὶ ὕψους ἔχον εὐπρεπῶς · Μητρὸς δέ ἐστιν ἱερόν, καὶ ἄγαλμα Μητρὸς πεποίηται.
10.32.4Θεμισώνιον δὲ τὸ ὑπὲρ Λαοδικείας Φρύγες μὲν καὶ τοῦτο οἰκοῦσιν · ὅτε δὲ ὁ Γαλατῶν στρατὸς ἔφερε καὶ ἦγεν Ἰωνίαν καὶ Ἰωνίας τὰ ὅμορα, οἱ Θεμισωνεῖς φασιν αὑτοῖς Ἡρακλέα βοηθὸν καὶ Ἀπόλλωνα γενέσθαι καὶ Ἑρμῆν · τούτους γὰρ τοῖς τὰς ἀρχὰς ἔχουσιν ἄντροντε δι’ὀνειράτων δεῖξαι καὶ ἀποκρυφθῆναι Θεμισωνεῦσι καὶ γυναιξὶν αὐτῶν καὶ παισὶν ἐς τοῦτο προστάξαι τὸ ἄντρον.
10.32.5καὶ ἐπὶ τούτῳ πρὸ τοῦ σπηλαίου σφίσιν ἀγάλματα οὐ μεγάλα ἐστὶν Ἡρακλέους καὶ Ἑρμοῦτε καὶ Ἀπόλλωνος, Σπηλαῗται καλούμενοι · τὸ δὲ ἀπέχει ὅσον τριάκοντα τοῦ ἄστεως σταδίους, ὕδατος δέ εἰσιν ἐν αὐτῷ πηγαί · οὔτε δὲ ἔσοδος ἐς αὐτὸ φέρει οὔτε ἐπὶ πολὺ ἡ αὐγὴ δίεισι τοῦ ἡλίου, τοῦτε ὀρόφου τὰ πλείονα ἐγγυτάτω τοῦ ἐδάφους γίνεται.
10.32.6ἔστι δὲ καὶ τοῖς ἐπὶ ποταμῷ Ληθαίῳ Μάγνησιν Αὐλαὶ καλούμενον χωρίον · ἐνταῦθα Ἀπόλλωνι ἀνεῖται σπήλαιον, μεγέθους μὲν εἵνεκα οὐ πολλοῦ θαύματος, τὸ δὲ ἄγαλμα τοῦ Ἀπόλλωνος τὰ μάλιστα ἀρχαῖον καὶ ἰσχὺν ἐπὶ ἔργῳ παρέχεται παντί · καὶ αὐτῷ ἄνδρες ἱεροὶ κατὰ κρημνῶντε ἀποτόμων καὶ πετρῶν πηδῶσιν ὑψηλῶν καὶ ὑπερμήκη δένδρα ἐριπόντες ἐκ ῥιζῶν κατὰ τὰ στενώτατα τῶν ἀτραπῶν ὁμοῦ τοῖς ἄχθεσιν ὁδεύουσι.
10.32.7τὸ δὲ ἄντρον τὸ Κωρύκιον μεγέθειτε ὑπερβάλλει τὰ εἰρημένα καὶ ἔστιν ἐπὶ πλεῖστον ὁδεῦσαι δι’αὐτοῦ καὶ ἄνευ λαμπτήρων · ὅτε ὄροφος ἐς αὔταρκες ἀπὸ τοῦ ἐδάφους ἀνέστηκε, καὶ ὕδωρ τὸ μὲν ἀνερχόμενον ἐκ πηγῶν, πλέον δὲ ἔτι ἀπὸ τοῦ ὀρόφου στάζει, ὥστε καὶ δῆλα ἐν τῷ ἐδάφει σταλαγμῶν τὰ ἴχνη διὰ παντός ἐστι τοῦ ἄντρου. ἱερὸν δὲ αὐτὸ οἱ περὶ τὸν Παρνασσὸν Κωρυκίωντε εἶναι Νυμφῶν καὶ Πανὸς μάλιστα ἥγηνται. ἀπὸ δὲ τοῦ Κωρυκίου χαλεπὸν ἤδη καὶ ἀνδρὶ εὐζώνῳ πρὸς τὰ ἄκρα ἀφικέσθαι τοῦ Παρνασσοῦ · τὰ δὲ νεφῶντέ ἐστιν ἀνωτέρω τὰ ἄκρα καὶ αἱ Θυιάδες ἐπὶ τούτοις τῷ Διονύσῳ καὶ τῷ Ἀπόλλωνι μαίνονται.
10.32.8Τιθορέα δὲ ἀπωτέρω Δελφῶν ὀγδοήκοντα ὡς εἰκάσαι σταδίοις ἐστὶ καὶ ἑκατὸν ἰόντι τὴν διὰ τοῦ Παρνασσοῦ · τὴν δὲ οὐ πάντα ὀρεινήν, ἀλλὰ καὶ ὀχήμασιν ἐπιτήδειον πλεόνων ἔτι ἐλέγετο εἶναι σταδίων. διάφορα ἐς τὸ ὄνομα οἶδα τῆς πόλεως Ἡροδότῳτε εἰρημένα ἐν ἐπιστρατείᾳ τοῦ Μήδου καὶ Βάκιδι ἐν χρησμοῖς.
10.32.9Βάκις μέν γε Τιθορέας τοὺς ἐνθάδε ἐκάλεσεν ἀνθρώπους · Ἡροδότου δὲ ὁ ἐς αὐτοὺς λόγος ἐπιόντος φησὶ τοῦ βαρβάρου τοὺς ἐνταῦθα οἰκοῦντας ἀναφυγεῖν ἐς τὴν κορυφήν, ὄνομα δὲ Νεῶνα μὲν τῇ πόλει, Τιθορέαν δὲ εἶναι τοῦ Παρνασσοῦ τῇ ἄκρᾳ. ἔοικεν οὖν ἀνὰ χρόνον πρῶτα μὲν δὴ τῇ ἁπάσῃ χώρᾳ, μετὰ δὲ ταῦτα, ἐπειδὴ ἀνῳκίσθησαν ἀπὸ τῶν κωμῶν, ἐκνικῆσαι καὶ ἐπὶ τῇ πόλει Τιθορέαν μη δὲ ἔτι Νεῶνα ὀνομάζεσθαι · Τιθορέᾳ δὲ οἱ ἐπιχώριοι τεθῆναί φασιν ἀπὸ Τιθορέας νύμφης, οἷαι τὸ ἀρχαῖον λόγῳ τῷ ποιητῶν ἐφύοντο ἀπότε ἄλλων δένδρων καὶ μάλιστα ἀπὸ τῶν δρυῶν.
10.32.10γενεᾷ δὲ ἤ με γενέσθαι μιᾷ πρότερον ἐς τὸ χεῖρον ἔτρεψεν ὁ δαίμων τὰ ἐν τῇ Τιθορέᾳ. θεάτρου μὲν δὴ κατασκευὴ καὶ περίβολός ἐστιν ἀγορᾶς ἀρχαιοτέρας · τὰ δὲ τῶν ἐν τῇ πόλει μάλιστα ἐς μνήμην ἥκοντα Ἀθηνᾶς ἐστιν ἄλσος καὶ ναόςτε καὶ ἄγαλμα · καὶ Ἀντιόπης μνῆμά ἐστι καὶ Φώκου. καί μοι τοῦ λόγου τὰ ἔχοντα ἐς Θηβαίους ἐδήλωσε μὲν ὡς ἡ Ἀντιόπη δι’ὀργὴν ἐκ Διονύσου μανείη, καὶ κατὰ αἰτίαν ἥντινα ἐπεσπάσατο ἐκ τοῦ θεοῦ τὸ μήνιμα, ἐδήλωσε δὲ καὶ ὡς ἐρασθέντι Φώκῳ τῷ Ὀρνυτίωνος συνῴκησε καὶ τέθαπται ὁμοῦ τῷ Φώκῳ, καὶ Βάκιδι ὁποῖά ἐστι τῷ χρησμολόγῳ κοινὰ ἐς τοῦτον τὸν τάφον καὶ ἐς τὸν Ζήθουτε ἐν Θήβαις καὶ Ἀμφίονος.
10.32.11τὰ μὲν δὴ ἐς συγγραφὴν τῶν ἐν τῷ πολίσματι ὅτι μὴ τὰ εἰρημένα ἄλλο ἦν οὐδέν, ποταμὸς δὲ παρὰ τῶν Τιθορέων ῥέων τὴν πόλιν ποτόν σφισι γίνεται καταβαίνουσίτε ἐπὶ τὴν ὄχθην καὶ ἀρυομένοις τὸ ὕδωρ · ὄνομα δέ ἐστιν αὐτῷ Καχάλης.
10.32.12σταδίοις δὲ ἀπωτέρω Τιθορέας ἑβδομήκοντα ναός ἐστιν Ἀσκληπιοῦ, καλεῖται δὲ Ἀρχαγέτας · τιμὰς δὲ παρὰ αὐτῶν ἔχει Τιθορέων καὶ ἐπ’ἴσης παρὰ Φωκέων τῶν ἄλλων. ἐντὸς μὲν δὴ τοῦ περιβόλου τοῖςτε ἱκέταις καὶ ὅσοι τοῦ θεοῦ δοῦλοι, τούτοις μὲν ἐνταῦθά εἰσι καὶ οἰκήσεις · ἐν μέσῳ δὲ ὅτε ναὸς καὶ ἄγαλμα λίθου πεποιημένον, γένεια ἔχον μέγεθος καὶ ὑπὲρ δύο πόδας · κλίνη δὲ ἐν δεξιᾷ κεῖται τοῦ ἀγάλματος, θύειν δὲ αὐτῷ τὰ πάντα ὁμοίως νομίζουσι πλὴν αἰγῶν.
10.32.13τοῦ δὲ Ἀσκληπιοῦ περὶ τεσσαράκοντα ἀπέχει σταδίους περίβολος καὶ ἄδυτον ἱερὸν Ἴσιδος, ἁγιώτατον ὁπόσα Ἕλληνες θεῷ τῇ Αἰγυπτίᾳ πεποίηνται · οὔτε γὰρ περιοικεῖν ἐνταῦθα οἱ Τιθορεεῖς νομίζουσιν οὔτε ἔσοδος ἐς τὸ ἄδυτον ἄλλοις γε ἢ ἐκείνοις ἐστὶν οὓς ἂν αὐτὴ προτιμήσασα ἡ Ἶσις καλέσῃ σφᾶς δι’ἐνυπνίων. τὸ δὲ αὐτὸ καὶ ἐν ταῖς ὑπὲρ Μαιάνδρου πόλεσι θεοὶ ποιοῦσιν οἱ καταχθόνιοι · οὓς γὰρ ἂν ἐς τὰ ἄδυτα ἐσιέναι θελήσωσιν, ἀποστέλλουσιν αὐτοῖς ὀνειράτων ὄψεις.
10.32.14ἐν δὲ τῇ Τιθορέων καὶ δὶς ἑκάστου τοῦ ἔτους τῇ Ἴσιδι πανήγυριν ἄγουσι, τὴν μὲν τῷ ἦρι, τὴν δὲ μετοπωρινήν · τρίτῃ δὲ ἡμέρᾳ πρότερον κατὰ ἑκατέραν τῶν πανηγύρεων, ὅσοις ἐστὶν ἐσελθεῖν ἄδεια, τὸ ἄδυτον ἐκκαθαίρουσι τρόπον τινὰ ἀπόρρητον, καὶ δὴ καὶ τῶν ἱερείων ἃ ἐπὶ τῆς προτέρας ἐνεβλήθη πανηγύρεως, τούτων ὁπόσα ἂν ὑπολειπόμενα εὕρωσι κομίζουσιν ἐς τὸ αὐτὸ ἀεὶ χωρίον καὶ κατορύσσουσιν ἐνταῦθα · δύοτε ἀπὸ τοῦ ἀδύτου στάδια ἐτεκμαιρόμεθα ἐς τοῦτο εἶναι τὸ χωρίον.
10.32.15ταύτῃ μὲν δὴ τῇ ἡμέρᾳ τοσαῦτα περὶ τὸ ἱερὸν δρῶσι, τῇ δὲ ἐπιούσῃ σκηνὰς οἱ καπηλεύοντες ποιοῦνται καλάμουτε καὶ ἄλλης ὕλης αὐτοσχεδίου · τῇ τελευταίᾳ δὲ τῶν τριῶν πανηγυρίζουσι πιπράσκοντες καὶ ἀνδράποδα καὶ κτήνη τὰ πάντα, ἔτι δὲ ἐσθῆτας καὶ ἄργυρον καὶ χρυσόν ·
10.32.16μετὰ δὲ μεσοῦσαν τὴν ἡμέραν τρέπονται πρὸς θυσίαν. θύουσι δὲ καὶ βοῦς καὶ ἐλάφους οἱ εὐδαιμονέστεροι, ὅσοι δέ εἰσιν ἀποδέοντες πλούτῳ, καὶ χῆνας καὶ ὄρνιθας τὰς μελεαγρίδας · οἰσὶ δὲ ἐς τὴν θυσίαν οὐ νομίζουσιν οὐ δὲ ὑσὶ χρῆσθαι καὶ αἰξίν. ὅσοις μὲν δὴ καθαγίσασι τὰ ἱερεῖα ἐς τὸ ἄδυτον ἀποστεῖλαι πεποιημένους ἀρχήν, καθελίξαι δεῖ σφᾶς τὰ ἱερεῖα λίνου τελαμῶσιν ἢ βύσσου · τρόπος δὲ τῆς σκευασίας ἐστὶν ὁ Αἰγύπτιος.
10.32.17πομπεύειτε δὴ πάντα ὅσα ἔθυσαν καὶ οἱ μὲν ἐς τὸ ἄδυτον τὰ ἱερεῖα ἐσπέμπουσιν, οἱ δὲ ἔμπροσθε τοῦ ἀδύτου καθαγίζουσι τὰς σκηνὰς καὶ ἀποχωροῦσιν αὐτοὶ σπουδῇ. καί φασί ποτε ἄνθρωπον οὐ τῶν καταβαινόντων ἐς τὸ ἄδυτον, βέβηλον δέ, ἡνίκα ἤρχετο ἡ πυρὰ καίεσθαι, τηνικαῦτα ἐσελθεῖν ἐς τὸ ἄδυτον ὑπὸ πολυπραγμοσύνηςτε καὶ τόλμης · καί οἱ πάντα ἀνάπλεα εἰδώλων φαίνεσθαι, καὶ ἀναστρέψαι μὲν αὐτὸν ἐς τὴν Τιθορέαν, διηγησάμενον δὲ ἃ ἐθεάσατο ἀφεῖναι τὴν ψυχήν.
10.32.18ἐοικότα δὲ ἀνδρὸς ἤκουσα Φοίνικος, ἄγειν τῇ Ἴσιδι Αἰγυπτίους τὴν ἑορτήν, ὅτε αὐτὴν τὸν Ὄσιριν πενθεῖν λέγουσι · τηνικαῦτα δὲ καὶ ὁ Νεῖλος ἀναβαίνειν σφίσιν ἄρχεται, καὶ τῶν ἐπιχωρίων πολλοῖς ἐστιν εἰρημένα ὡς τὰ αὔξοντα τὸν ποταμὸν καὶ ἄρδειν τὰς ἀρούρας ποιοῦντα δάκρυά ἐστι τῆς Ἴσιδος. τότε οὖν τὸν Ῥωμαῖον, ὃς ἐπετέτραπτο Αἴγυπτον, ἄνδρα ἔφη χρήμασιν ἀναπείσαντα ἐς τὸ ἄδυτον καταπέμψαι τῆς Ἴσιδος τὸ ἐν Κόπτῳ · καὶ ὁ ἐσπεμφθεὶς ἀνέστρεψε μὲν ἐκ τοῦ ἀδύτου, διηγησάμενον δὲ ὁπόσα ἐθεάσατο καὶ τοῦτον αὐτίκα ἐπυνθανόμην τελευτῆσαι. τὸ ἔπος οὖν ἀληθεύειν ἔοικε τὸ Ὁμήρου, σὺν οὐδενὶ αἰσίῳ τοὺς θεοὺς τῷ γένει τῶν ἀνθρώπων ἐναργῶς ὁρᾶσθαι.
10.32.19τὸ δὲ ἔλαιον τὸ ἐν τῇ Τιθορέων ἀποδεῖ μὲν πλήθει τοῦτε Ἀττικοῦ καὶ τοῦ Σικυωνίου, χρόᾳ δὲ ὑπερβάλλει καὶ ἡδονῇ τὸ Ἰβηρικὸν καὶ τὸ ἐκ τῆς νήσου τῆς Ἰστρίας · καὶ μύρατε ἀπ’αὐτοῦ παντοῖα ἑψοῦσι καὶ τὸ ἔλαιον ὡς βασιλέα ἄγουσιν.
10.33.1ἑτέρα δὲ ἐκ Τιθορέας ὁδὸς ἡ ἐπὶ Λέδοντά ἐστιν · πόλις δέ ποτε ἐνομίζετο καὶ αὕτη, κατ’ἐμὲ δὲ ὑπὸ ἀσθενείας ἐξελελοίπεσαν οἱ Λεδόντιοι τὴν πόλιν, καὶ ἄνθρωποι περὶ ἑβδομήκοντα οἱ οἰκοῦντες ἦσαν ἐπὶ τῷ Κηφισῷ · Λέδων δ’οὖν ὄνομα ταῖς οἰκήσεσίν ἐστιν αὐτῶν, καὶ ἐς τὸν Φωκέων σύλλογον κοινὸν τελεῖν ἠξίωνται καὶ οὗτοι, καθάπερ γε καὶ οἱ Πανοπεῖς. τῶν δὲ ἀνθρώπων οἳ οἰκοῦσιν ἐπὶ τῷ Κηφισῷ τεσσαράκοντά ἐστιν ἀνωτέρω σταδίοις Λέδοντος τῆς ἀρχαίας τὰ ἐρείπια, καὶ τὸ ὄνομα ἀπὸ ἀνδρὸς λαβεῖν τὴν πόλιν φασὶν αὐτόχθονος.
10.33.2κακῶν δὲ ἀπέλαυσαν μὲν ἀνιάτων καὶ ἄλλαι πόλεις δι’ἀδικίαν ἐπιχωρίων ἀνδρῶν · ἐς τελέαν δὲ ἀπώλειαν ὤλισθον Ἴλιον μὲν διὰ τὴν ἐς Μενέλαον ὕβριν τοῦ Ἀλεξάνδρου, Μιλήσιοι δὲ διὰ τὸ ἐς τὰς ἐπιθυμίας Ἑστιαίου πρόχειρον καὶ ἔρωτα ἄλλοτε μὲν τῆς ἐν Ἠδωνοῖς πόλεως, τοτὲ δὲ εἶναι Δαρείου σύμβουλον, ἄλλοτε δὲ ἐπανήκειν ἐς Ἰωνίαν · καὶ δὴ καὶ Λεδοντίοις Φιλόμηλος ἀσέβειαν τὴν ἑαυτοῦ δημοσίᾳ παρέσχε σφίσιν ἀναμάξασθαι.
10.33.3Λίλαια δὲ ἡμέρας μὲν ὁδὸν καὶ ὥρᾳ χειμῶνος ἀπέχει Δελφῶν κατιοῦσι διὰ τοῦ Παρνασσοῦ, στάδια δὲ ἐτεκμαιρόμεθα ὀγδοήκοντα εἶναι τῆς ὁδοῦ καὶ ἑκατόν. τοὺς δὲ ἐνταῦθα ἀνθρώπους, καὶ ἐπειδὴ ἀνῳκίσθη αὐτοῖς ἡ πόλις, ἀτύχημα ἐκ Μακεδονίας δεύτερον σφᾶς ἔμελλεν ἐπιλήψεσθαι. πολιορκηθέντες γὰρ ὑπὸ Φιλίππου τοῦ Δημητρίου παρέστησαν κατὰ συνθήκας, καὶ ἐσήχθη φρουρά σφισιν ἐς τὴν πόλιν, ἕως οὗ ἀνὴρ ἐπιχώριος — ὄνομα δέ οἱ ἦν Πάτρων — τούςτε ἐν ἡλικίᾳ τῶν πολιτῶν συνέστησεν ἐπὶ τὴν φρουρὰν καὶ κρατήσας τοὺς Μακεδόνας μάχῃ ἠνάγκασεν ἀπελθεῖν σφᾶς ὑποσπόνδους · Λιλαιεῖς δὲ αὐτὸν ἀντὶ τῆς εὐεργεσίας ταύτης ἀνέθεσαν ἐς Δελφούς.
10.33.4ἔστι δὲ ἐν Λιλαίᾳ θέατρον καὶ ἀγοράτε καὶ λουτρά · ἔστι δὲ καὶ θεῶν ἱερὰ Ἀπόλλωνος, τὸ δὲ Ἀρτέμιδος · ἀγάλματα δὲ ὀρθὰ ἐργασίαςτε τῆς Ἀττικῆς καὶ τῆς Πεντελῆσι λιθοτομίας. Λίλαιαν δὲ τῶν καλουμένων Ναΐδων καὶ θυγατέρα εἶναι τοῦ Κηφισοῦ καὶ ἀπὸ τῆς νύμφης τὸ ὄνομα τεθῆναι τῇ πόλει φασί.
10.33.5καὶ ὁ ποταμὸς ἐνταῦθα ἔχει τὰς πηγάς · ἄνεισι δὲ ἐκ τῆς γῆς οὐ τὰ πάντα μεθ’ἡσυχίας, ἀλλ’ὡς τὰ πλείω συμβαίνειν μεσούσης μάλιστα τῆς ἡμέρας παρέχεται φωνὴν ἀνερχόμενος · εἰκάσαις ἂν μυκωμένῳ ταύρῳ τὸν ἦχον τοῦ ὕδατος. ἔχει δὲ ἡ Λίλαια καὶ πρὸς τὰς τοῦ ἔτους ὥρας μετοπώρου καὶ ἐν θέρει καὶ ἦρος ἐπιτηδείως · τὸν δὲ χειμῶνα μὴ ὁμοίως ἤπιον γίνεσθαι κωλύει τὸ ὄρος ὁ Παρνασσός.
10.33.6Χαράδρα δὲ εἴκοσιν ἀπωτέρω σταδίοις ἐστὶν ὑπὲρ ὑψηλοῦ κειμένη κρημνοῦ, καὶ ὕδατος οἱ ἐνταῦθα σπανίζουσιν ἄνθρωποι, ποτὸν δέ σφισι ποταμός ἐστι Χάραδρος κατερχομένοις ὅσον τρία ἐπ’αὐτὸν στάδια · ἐκδίδωσι δὲ ἐς τὸν Κηφισόν, καί μοι τὸ ὄνομα ἀπὸ τοῦ ποταμοῦ φαίνεται τεθῆναι τοῦ Χαράδρου τῇ πόλει. Χαραδραίοις δὲ Ἡρώων καλουμένων εἰσὶν ἐν τῇ ἀγορᾷ βωμοί, καὶ αὐτοὺς οἱ μὲν Διοσκούρων, οἱ δὲ ἐπιχωρίων εἶναί φασιν ἡρώων.
10.33.7γῆ δὲ διακεκριμένη ἀρίστη τῆς Φωκίδος ἐστὶν ἡ παρὰ τὸν Κηφισὸν καὶ φυτεῦσαι καὶ σπείρειν καὶ ἀνεῖναι νομάς · καὶ γεωργεῖται ταῦτα μάλιστα τῆς χώρας, ὥστε καὶ λόγος ἐστὶ πόλιν μὲν Παραποταμίους μὴ ὀνομασθῆναι, ἐπὶ δὲ τῶν παρὰ τὸν Κηφισὸν γεωργούντων πεποιῆσθαι τὸ ἔπος, “οἵτ’ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον”.
10.33.8τούτῳ τῷ λόγῳ διάφορα μὲν ἐν τῇ Ἡροδότου συγγραφῇ, διάφορα δέ ἐστιν αὐτῷ καὶ ὅσα ἐπὶ ταῖς νίκαις ταῖς Πυθικαῖς μνημονεύουσιν · Ἀμφικτύονες γὰρ Πύθια ἐτίθεσαν πρῶτον, καὶ Αἰχμέας Παραποτάμιος πυγμὴν ἐνίκησεν ἐν παισίν · ὡσαύτως δὲ Ἡρόδοτος καταλέγων τὰς πόλεις, ὅσας βασιλεὺς Ξέρξης τῶν ἐν Φωκεῦσιν ἐνέπρησε, καὶ Παραποταμίους κατείλοχεν ἐν αὐταῖς πόλιν. οὐ μέντοι οἱ Παραποτάμιοί γε ὑπὸ Ἀθηναίων καὶ Βοιωτῶν ἀνῳκίσθησαν, ἀλλὰ ἐς τὰς ἄλλας πόλεις οἱ ἄνθρωποι κατενεμήθησαν ὑπότε ἀσθενείας καὶ σπάνει χρημάτων. Παραποταμίων μὲν δὴ οὔτε ἐρείπια ἔτι ἦν οὔτε ἔνθα τῆς χώρας ᾠκίσθη ἡ πόλις μνημονεύουσιν ·
10.33.9ὁδὸς δὲ ἡ ἐς Ἀμφίκλειαν σταδίων ἐκ Λιλαίας ἐστὶν ἑξήκοντα. ταύτην τὴν Ἀμφίκλειαν ἐλυμήναντο οἱ ἐπιχώριοι τῷ ὀνόματι, καὶ Ἡρόδοτος μὲν Ἀμφίκαιαν ἐκάλεσεν ἑπόμενος τῷ ἀρχαιοτάτῳ τῶν λόγων, Ἀμφικτύονες δὲ δόγμα ἐπὶ τῇ τῶν πόλεων ἀπωλείᾳ τῶν ἐν Φωκεῦσιν ἐξενεγκόντες ὄνομα ἔθεντο αὐτῇ Ἀμφίκλειαν. οἱ δὲ ἐπιχώριοι τοιάδε ἐπ’αὐτῇ λέγουσι · δυνάστην ἄνδρα ἐπιβουλὴν ἐχθρῶν ὑποπτεύσαντα ἐς νήπιον παῖδα καταθέσθαι τὸν παῖδα ἐς ἀγγεῖον, καὶ ἀποκρύψαι τῆς χώρας ἔνθα οἱ ἄδειαν ἔσεσθαι πλείστην ἠπίστατο. λύκον μὲν δὴ ἐπιχειρεῖν τῷ παιδί, δράκοντα δὲ ἰσχυρὰν ἔχειν τὴν φρουρὰν ἐσπειραμένον περὶ τὸ ἀγγεῖον.
10.33.10ὡς δὲ ὁ πατὴρ ἦλθε τοῦ παιδός, τὸν δράκοντα ἐπιβουλεῦσαι τῷ παιδὶ ἐλπίζων ἀφίησι τὸ ἀκόντιον, καὶ ἐκεῖνόντε καὶ ὁμοῦ τῷ δράκοντι τὸν παῖδα ἀπέκτεινε · διδαχθεὶς δὲ ὑπὸ τῶν ποιμαινόντων ὡς εὐεργέτην καὶ φύλακα τοῦ παιδὸς ἀπεκτονὼς εἴη, πυρὰν τῷ δράκοντι καὶ τῷ παιδὶ ἐποίησεν ἐν κοινῷ. τότε δὴ χωρίον ἐοικέναι καὶ ἐς τόδε καιομένῃ πυρᾷ φασι καὶ ἀπὸ τοῦ δράκοντος ἐκείνου τὴν πόλιν ἐθέλουσιν Ὀφιτείαν ὀνομασθῆναι.
10.33.11† ἃ μάλιστα ἄξιον Διονύσῳ δρῶσιν ὄργια, ἔσοδος δὲ ἐς τὸ ἄδυτον οὐ δὲ ἐν φανερῷ σφισιν † ἄγαλμα οὐκ ἔστι. λέγεται δὲ ὑπὸ τῶν Ἀμφικλειέων μάντιντέ σφισι τὸν θεὸν τοῦτον καὶ βοηθὸν νόσων καθεστηκέναι · τὰ μὲν δὴ νοσήματα αὐτοῖς Ἀμφικλειεῦσι καὶ τοῖς προσοικοῦσιν ἰᾶται δι’ὀνειράτων, πρόμαντις δὲ ὁ ἱερεύς ἐστι, χρῷ δὲ ἐκ τοῦ θεοῦ κάτοχος.
10.33.12Ἀμφικλείας δὲ ἀπωτέρω σταδίοις πεντεκαίδεκά ἐστι Τιθρώνιον ἐν πεδίῳ κειμένη · παρέχεται δὲ οὐδὲν ἐς μνήμην. ἐκ Τιθρωνίου δὲ εἴκοσιν ἐς Δρυμαίαν στάδιοι · καθ’ὅ τι δὲ αὕτη ἡ ὁδὸς καὶ ἡ ἐς Δρυμαίαν ἐξ Ἀμφικλείας ἡ εὐθεῖα περὶ τὸν Κηφισὸν συμμίσγουσιν, ἔστιν Ἀπόλλωνος Τιθρωνεῦσιν ἐνταῦθα ἄλσοςτε καὶ βωμοί. πεποίηται δὲ καὶ ναός · ἄγαλμα δὲ οὐκ ἔστιν. ἀπέχει δὲ Ἀμφικλείας ἡ Δρυμαία σταδίους ὀγδοήκοντα ἀποτραπέντι ἐς ἀριστερά κατὰ Ἡροδότου τοὺς λόγους, Ναυβολεῖς δὲ τὰ ἀρχαιότερα · καὶ οἰκιστὴν οἱ ἐνταῦθα γενέσθαι σφίσι Φώκου παῖδά φασι τοῦ Αἰακοῦ. Δήμητρος δὲ Θεσμοφόρου Δρυμαίοις ἱερόν ἐστιν ἀρχαῖον, καὶ ἄγαλμα ὀρθὸν λίθου πεποίηται, καὶ αὐτῇ Θεσμοφόρια ἑορτὴν ἄγουσιν ἐπέτειον.
10.34.1Ἐλάτεια δὲ τῶν ἐν Φωκεῦσι μεγίστη πόλεών ἐστι τῶν ἄλλων μετά γε τοὺς Δελφούς · κεῖται δὲ κατὰ Ἀμφίκλειαν, καὶ ἐς αὐτὴν ὀγδοήκοντα καὶ ἑκατὸν ὁδός ἐστιν ἐξ Ἀμφικλείας σταδίων, πεδιὰς ἡ πολλὴ καὶ αὖθις οὐκ ἐπὶ πολὺ ἀνάντης ἡ ἐγγυτάτω τοῦ Ἐλατέων ἄστεως. ῥεῖ δὲ ἐν τῇ πεδιάδι ὁ Κηφισός · αἱ δὲ ὠτίδες καλούμεναι παρὰ τὸν Κηφισὸν νέμονται μάλιστα ὀρνίθων.
10.34.2Ἐλατεῦσι δὲ ἐξεγένετο μὲν Κάσσανδρον καὶ τὴν Μακεδόνων ἀπώσασθαι στρατιάν, ὑπῆρξε δὲ καὶ Ταξίλου Μιθριδάτῃ στρατηγοῦντος τὸν πόλεμόν σφισιν ἐκφυγεῖν · ἀντὶ τούτου δὲ τοῦ ἔργου Ῥωμαῖοι δεδώκασιν αὐτοῖς ἐλευθέρους ὄντας ἀτελῆ νέμεσθαι τὴν χώραν. ἀμφισβητοῦσι δὲ οὗτοι ξενικοῦ γένους, καὶ Ἀρκάδες φασὶν εἶναι τὸ ἀρχαῖον · Ἔλατον γὰρ τὸν Ἀρκάδος, ἡνίκα ἐπὶ τὸ ἱερὸν Φλεγύαι τὸ ἐν Δελφοῖς ἐστρατεύσαντο, ἀμῦναίτε τῷ θεῷ καὶ ἐν τῇ Φωκίδι ὁμοῦ τῷ στρατεύματι αὐτὸν καταμείναντα Ἐλατείας οἰκιστὴν γενέσθαι.
10.34.3ἐν δὲ ταῖς Φωκέων πόλεσιν ἃς ὁ Μῆδος ἐνέπρησεν, ἀριθμῆσαι καὶ τὴν Ἐλάτειαν ἔστιν ἐν ταύταις. συμφοραὶ δὲ αἱ μὲν πρὸς Φωκέας τοὺς ἄλλους γεγόνασί σφισιν ἐν κοινῷ, τὰς δὲ καὶ ἰδίᾳ τοῖς Ἐλατεῦσιν ἐκ Μακεδόνων παρεσκεύασεν ὁ δαίμων. καὶ ἐπὶ μὲν Κασσάνδρου πολεμήσαντος Ὀλυμπιόδωρος κατέστη μάλιστα αἴτιος ἄπρακτον τοῖς Μακεδόσι γενέσθαι πολιορκίαν · Φίλιππος δὲ ὁ Δημητρίου τόντε ἐν Ἐλατείᾳ δῆμον πρὸς τὸ ἔσχατον δέους ἤγαγε καὶ ὑπηγάγετο ἅμα τοὺς δυνατωτέρους δωρεᾷ.
10.34.4Τίτος μὲν δὴ ὁ ἄρχων ὁ Ῥωμαίων — τὸ γὰρ δὴ Ἑλληνικὸν ἅπαν ἐλευθερώσων ἀπέσταλτο ἐκ Ῥώμης — πολιτείαντε Ἐλατεῦσιν ἀποδώσειν τὴν ἀρχαίαν ἐπηγγέλλετο καὶ δι’ἀγγέλων ἐπεκηρυκεύετό σφισιν ἀπὸ Μακεδόνων ἀφίστασθαι · οἱ δὲ ὑπὸ ἀγνωμοσύνης ὁ δῆμος ἢ οἱ ἔχοντες τὰς ἀρχὰς Φιλίππῳτε ἦσαν πιστοὶ καὶ ὑπὸ τοῦ Ῥωμαίου πολιορκίᾳ παρέστησαν. χρόνῳ δὲ οἱ Ἐλατεῖς ὕστερον Ταξίλουτε Μιθριδάτῃ στρατηγοῦντος καὶ τῶν ἐκ τοῦ Πόντου βαρβάρων ἀντέσχον τῇ πολιορκίᾳ · ἐπὶ τούτῳ δὲ ἐλευθέρους εἶναι τῷ ἔργῳ δέδοταί σφισιν ὑπὸ Ῥωμαίων.
10.34.5τὸ δὲ Κοστοβώκων τῶν λῃστικῶν τὸ κατ’ἐμὲ τὴν Ἑλλάδα ἐπιδραμὸν ἀφίκετο καὶ ἐπὶ τὴν Ἐλάτειαν · ἔνθα δὴ ἀνὴρ Μνησίβουλος λόχοντε περὶ αὑτὸν ἀνδρῶν συνέστησε καὶ καταφονεύσας πολλοὺς τῶν βαρβάρων ἔπεσεν ἐν τῇ μάχῃ. οὗτος ὁ Μνησίβουλος δρόμου νίκας καὶ ἄλλας ἀνείλετο καὶ Ὀλυμπιάδι πέμπτῃ πρὸς ταῖς τριάκοντάτε καὶ διακοσίαις σταδίου καὶ τοῦ σὺν τῇ ἀσπίδι διαύλου · ἐν Ἐλατείᾳ δὲ κατὰ τὴν ὁδὸν τοῦ δρομέως Μνησιβούλου χαλκοῦς ἕστηκεν ἀνδριάς.
10.34.6ἡ δὲ ἀγορὰ αὐτήτέ ἐστι θέας ἀξία καὶ ὁ Ἔλατος ἐπειργασμένος στήλῃ · σαφῶς δὲ οὐκ οἶδα εἴτε τιμῶντες οἷα οἰκιστὴν εἴτε καὶ μνήματος ἐπίθημα ἐποιήσαντο τὴν στήλην. τῷ δὲ Ἀσκληπιῷ ναὸς ᾠκοδόμηται καὶ ἄγαλμα γένεια ἔχον ἐστί · τοῖς ἐργασαμένοις τὸ ἄγαλμα ὀνόματα μὲν Τιμοκλῆς καὶ Τιμαρχίδης, γένους δέ εἰσι τοῦ Ἀττικοῦ. ἐπὶ τῷ πέρατι δὲ τῷ ἐν δεξιᾷ τῆς πόλεως θέατρόντέ ἐστι καὶ χαλκοῦν Ἀθηνᾶς ἄγαλμα ἀρχαῖον · ταύτην τὴν θεὸν λέγουσιν ἀμῦναί σφισιν ἐπὶ τοὺς ὁμοῦ Ταξίλῳ βαρβάρους.
10.34.7Ἐλατείας δὲ ὅσον σταδίους εἴκοσιν ἀφέστηκεν Ἀθηνᾶς ἐπίκλησιν Κραναίας ἱερόν · ἡ δὲ ὁδὸς ἐπὶ τοσοῦτον ἀναντεστέρα ὡς ἀνιᾶν τὸ μηδὲν καὶ λεληθέναι μᾶλλον αὐτῆς τὸ ἄναντες. λόφος δὲ ἐπὶ τῆς ὁδοῦ τῷ πέρατι τὰ πλείω μὲν ἀπότομος, οὐ μέντοι ἄγαν ἢ μεγέθους ἔχων ἐστὶν ἢ ὕψους · ἐπὶ τούτῳ τῷ λόφῳ τὸ ἱερὸν πεποίηται, καὶ στοαίτέ εἰσι καὶ οἰκήσεις διὰ τῶν στοῶν, ἔνθα οἰκοῦσιν οἷς τὴν θεὸν θεραπεύειν καθέστηκε, καὶ ἄλλοις καὶ μάλιστα τῷ ἱερωμένῳ.
10.34.8τὸν δὲ ἱερέα ἐκ παίδων αἱροῦνται τῶν ἀνήβων, πρόνοιαν ποιούμενοι πρότερον τῆς ἱερωσύνης ἐξήκειν οἱ τὸν χρόνον πρὶν ἢ ἡβῆσαι · ἱερᾶται δὲ ἔτη συνεχῆ πέντε, ἐν οἷς τήντε ἄλλην δίαιταν ἔχει παρὰ τῇ θεῷ καὶ λουτρὰ αἱ ἀσάμινθοι κατὰ τρόπον εἰσὶν αὐτῷ τὸν ἀρχαῖον. τὸ δὲ ἄγαλμα ἐποίησαν μὲν καὶ τοῦτο οἱ Πολυκλέους παῖδες, ἔστι δὲ ἐσκευασμένον ὡς ἐς μάχην · καὶ ἐπείργασται τῇ ἀσπίδι τῶν Ἀθήνῃσι μίμημα ἐπὶ τῇ ἀσπίδι τῆς καλουμένης ὑπὸ Ἀθηναίων Παρθένου.
10.35.1ἐς Ἄβας δὲ ἀφικέσθαι καὶ ἐς Ὑάμπολιν ἔστι μὲν καὶ ἐξ Ἐλατείας ὀρεινὴν ὁδὸν ἐν δεξιᾷ τοῦ Ἐλατέων ἄστεως, ἡ δὲ ἐπὶ Ὀποῦντα λεωφόρος ἡ ἐξ Ὀρχομενοῦ καὶ ἐς ταύτας φέρει τὰς πόλεις. ἰόντι οὖν ἐς Ὀποῦντα ἐξ Ὀρχομενοῦ καὶ ἐκτραπέντι οὐ πολὺ ἐπ’ἀριστερὰν ὁδός ἐστιν ἡ ἐς Ἄβας. οἱ δὲ ἐν ταῖς Ἄβαις ἐς γῆν τὴν Φωκίδα ἀφικέσθαι λέγουσιν ἐξ Ἄργους καὶ τὸ ὄνομα ἀπὸ Ἄβαντος τοῦ οἰκιστοῦ λαβεῖν τὴν πόλιν, τὸν δὲ Λυγκέωςτε καὶ Ὑπερμήστρας τῆς Δαναοῦ παῖδα εἶναι. Ἀπόλλωνος δὲ ἱερὰς νενομίκασιν εἶναι τὰς Ἄβας ἐκ παλαιοῦ, καὶ χρηστήριον καὶ αὐτόθι ἦν Ἀπόλλωνος.
10.35.2θεῷ δὲ τῷ ἐν Ἄβαις οὐχ ὁμοίως Ῥωμαῖοίτε ἀπένειμαν τὰ ἐς τιμὴν καὶ ὁ Πέρσης · ἀλλὰ Ῥωμαῖοι μὲν εὐσεβείᾳ τῇ ἐς τὸν Ἀπόλλωνα Ἀβαίοις δεδώκασιν αὐτονόμους σφᾶς εἶναι, στρατιὰ δὲ ἡ μετὰ Ξέρξου κατέπρησε καὶ τὸ ἐν Ἄβαις ἱερόν. Ἑλλήνων δὲ τοῖς ἀντιστᾶσι τῷ βαρβάρῳ τὰ κατακαυθέντα ἱερὰ μὴ ἀνιστάναι σφίσιν ἔδοξεν, ἀλλὰ ἐς τὸν πάντα ὑπολείπεσθαι χρόνον τοῦ ἔχθους ὑπομνήματα · καὶ τοῦδε ἕνεκα οἵτε ἐν τῇ Ἁλιαρτίᾳ ναοὶ καὶ Ἀθηναίοις τῆς Ἥρας ἐπὶ ὁδῷ τῇ Φαληρικῇ καὶ ὁ ἐπὶ Φαληρῷ τῆς Δήμητρος καὶ κατ’ἐμὲ ἔτι ἡμίκαυτοι μένουσι.
10.35.3τοιαύτην θέαν καὶ τοῦ ἐν Ἄβαις ἱεροῦ τότε γε εἶναι δοκῶ, ἐς ὃ ἐν τῷ πολέμῳ τῷ Φωκικῷ βιασθέντας μάχῃ Φωκέων ἄνδρας καὶ ἐς Ἄβας ἐκπεφευγότας αὐτούςτε οἱ Θηβαῖοι τοὺς ἱκέτας καὶ τὸ ἱερόν, δεύτερον δὴ οὗτοι μετὰ Μήδους, ἔδοσαν πυρί · εἱστήκει δ’οὖν καὶ ἐς ἐμὲ ἔτι οἰκοδομημάτων ἀσθενέστατον ὁπόσα δὴ ἡ φλὸξ ἐλυμήνατο, ἅτε ἐπὶ τῷ Μηδικῷ προλωβησαμένῳ πυρὶ αὖθις ὑπὸ τοῦ Βοιωτίου πυρὸς κατειργασμένον.
10.35.4παρὰ δὲ τὸν ναὸν τὸν μέγαν ἐστὶν ἄλλος ναός, ἀποδέων ἐκείνου μέγεθος · βασιλεὺς δὲ Ἀδριανὸς ἐποίησε τῷ Ἀπόλλωνι · τὰ δὲ ἀγάλματα ἀρχαιότερα καὶ αὐτῶν ἐστιν Ἀβαίων ἀνάθημα, χαλκοῦ δὲ εἴργασται καὶ ὁμοίως ἐστὶν ὀρθά, Ἀπόλλων καὶ Λητώτε καὶ Ἄρτεμις. Ἀβαίοις δὲ ἔστι μὲν θέατρον, ἔστι δὲ καὶ ἀγορά σφισι, κατασκευῆς ἀμφότερα ἀρχαίας.
10.35.5ἐπανελθόντα δὲ ἐς τὴν ὁδὸν τὴν ἐς Ὀποῦντα εὐθεῖαν Ὑάμπολις τὸ ἀπὸ τούτου σε ἐκδέξεται. τῶν δὲ ἐνταῦθα ἀνθρώπων καὶ αὐτὸ κατηγορεῖ τὸ ὄνομα οἵτινες ἦσαν ἐξ ἀρχῆς καὶ ὁπόθεν ἐξαναστάντες ἀφίκοντο ἐς ταύτην τὴν χώραν · Ὕαντες γὰρ οἱ ἐκ Θηβῶν Κάδμον καὶ τὸν σὺν ἐκείνῳ φυγόντες στρατὸν ἀφίκοντο ἐνταῦθα. τὰ μὲν δὴ ἀρχαιότερα ὑπὸ τῶν προσχώρων ἐκαλοῦντο Ὑάντων πόλις, χρόνῳ μέντοι ὕστερον Ὑάμπολιν ἐξενίκησεν ὀνομασθῆναι.
10.35.6ἅτε δὲ καὶ βασιλέως Ξέρξου καταπρήσαντος τὴν πόλιν καὶ αὖθις Φιλίππου κατασκάψαντος, ὅμως τὰ ὑπολειπόμενα ἦν ἀγορᾶςτε ἀρχαίας κατασκευὴ καὶ βουλευτήριον, οἴκημα οὐ μέγα, καὶ θέατρον οὐ πόρρω τῶν πυλῶν. Ἀδριανὸς δὲ βασιλεὺς στοὰν ᾠκοδομήσατο, καὶ ἐπώνυμος ἡ στοὰ τοῦ ἀναθέντος βασιλέως ἐστί. φρέαρ δέ σφισίν ἐστιν ἕν · ἀπὸ τούτου μόνου καὶ πίνουσι καὶ λούονται, ἀπ’ἄλλου δὲ ἔχουσιν οὐδενὸς πλήν γε δὴ ὥρᾳ χειμῶνος τὸ ἐκ τοῦ θεοῦ.
10.35.7σέβονται δὲ μάλιστα Ἄρτεμιν, καὶ ναὸς Ἀρτέμιδός ἐστιν αὐτοῖς · τὸ δὲ ἄγαλμα ὁποῖόν τί ἐστιν οὐκ ἐδήλωσα · δὶς γὰρ καὶ οὐ πλέον ἑκάστου ἐνιαυτοῦ τὸ ἱερὸν ἀνοιγνύναι νομίζουσιν. ὁπόσα δ’ἂν τῶν βοσκημάτων ἱερὰ ἐπονομάσωσιν εἶναι τῇ Ἀρτέμιδι, ἄνευ νόσου ταῦτα καὶ πιότερα τῶν ἄλλων ἐκτρέφεσθαι λέγουσιν.
10.35.8ἐσβολὴ δὲ ἐκ Χαιρωνείας ἐς γῆν τὴν Φωκίδα οὐ μόνον ἡ εὐθεῖά ἐστιν ἐς Δελφοὺς ἡ διάτε Πανοπέως καὶ παρὰ τὴν Δαυλίδα καὶ ὁδὸν τὴν Σχιστήν · φέρει δὲ ἐκ Χαιρωνείας καὶ ἑτέρα τραχεῖάτε ὁδὸς καὶ ὀρεινὴ τὰ πλέονα ἐς πόλιν Φωκέων Στῖριν · μῆκος δὲ εἴκοσι στάδιοι τῆς ὁδοῦ καὶ ἑκατόν. οἱ δὲ ἐνταῦθά φασιν οὐ Φωκεῖς, Ἀθηναῖοι δὲ εἶναι τὰ ἄνωθεν, καὶ ἐκ τῆς Ἀττικῆς ὁμοῦ Πετεῷ τῷ Ὀρνέως ἀφικέσθαι διωχθέντι ὑπὸ Αἰγέως ἐξ Ἀθηνῶν · ὅτι δὲ τῷ Πετεῷ τὸ πολὺ ἐκ τοῦ δήμου τοῦ Στιρέων ἠκολούθησεν, ἐπὶ τούτῳ κληθῆναι τὴν πόλιν Στῖριν.
10.35.9Στιρίταις δέ ἐστιν ἐπὶ ὑψηλοῦ καὶ πετρώδους ἡ οἴκησις · σπανίζουσιν οὖν κατὰ τοῦτο ὕδατος θέρους ὥρᾳ · φρέατα γὰρ αὐτόθι οὔτε πολλὰ οὔτε ὕδωρ παρεχόμενά ἐστιν ἐπιτήδειον. ταῦτα μὲν δὴ λουτρά σφισι καὶ ὑποζυγίοις ποτὸν γίνεται, τὸ δὲ ὕδωρ οἱ ἄνθρωποι τὸ πότιμον ὅσον στάδια τέσσαρα ὑποκαταβαίνοντες λαμβάνουσιν ἐκ πηγῆς · ἡ δὲ ἐν πέτραις ἐστὶν ὀρωρυγμένη, καὶ ἀρύονται κατιόντες ἐς τὴν πηγήν.
10.35.10Δήμητρος δὲ ἐπίκλησιν Στιρίτιδος ἱερόν ἐστιν ἐν Στῖρι · πλίνθου μὲν τῆς ὠμῆς τὸ ἱερόν, λίθου δὲ τοῦ Πεντελῆσι τὸ ἄγαλμα, δᾷδας ἡ θεὸς ἔχουσα. παρὰ δὲ αὐτῇ κατειλημμένον ταινίαις ἄγαλμα ἀρχαῖόν ἐστιν ἄλλο ὁπόσα Δήμητρος ἐς τιμήν.
10.36.1ἐς δὲ Ἄμβροσσον στάδιοι περὶ ἑξήκοντά εἰσιν ἐκ Στίρεως · πεδιὰς ἡ ὁδός, ὀρῶν ἐν μέσῳ πεδίον κείμενον. ἄμπελοι δὲ τὸ πολύ εἰσι τοῦ πεδίου, καὶ ἐν γῇ τῇ Ἀμβροσσέων οὐ συνεχεῖς μὲν ὥσπερ αἱ ἄμπελοι, πεφύκασι μέντοι καὶ αἱ θάμνοι · τὴν δὲ θάμνον ταύτην Ἴωνες μὲν καὶ τὸ ἄλλο Ἑλληνικὸν κόκκον, Γαλάται δὲ οἱ ὑπὲρ Φρυγίας φωνῇ τῇ ἐπιχωρίῳ σφίσιν ὀνομάζουσιν ὗς. γίνεται δὲ αὕτη μέγεθος μὲν ἡ κόκκος κατὰ τὴν ῥάμνον καλουμένην, φύλλα δὲ μελάντερα μὲν καὶ μαλακώτερα ἢ ἡ σχῖνος, τὰ μέντοι ἄλλα ἐοικότα ἔχει τῇ σχίνῳ.
10.36.2ὁ δὲ αὐτῆς καρπὸς ὅμοιος τῷ καρπῷ τῆς στρύχνου, μέγεθος δέ ἐστι κατὰ ὄροβον. γίνεται δέ τι ἐν τῷ καρπῷ τῆς κόκκου βραχὺ ζῷον · τοῦτο εἰ ἀφίκοιτο ἐς τὸν ἀέρα πεπανθέντος τοῦ καρποῦ, πέτεταίτε αὐτίκα καὶ ἐοικὸς κώνωπι φαίνοιτο ἄν · νῦν δὲ πρότερον, πρὶν ἢ τὸ ζῷον κινηθῆναι, συλλέγουσι τῆς κόκκου τὸν καρπόν, καὶ ἔστι τοῖς ἐρίοις ἡ βαφὴ τὸ αἷμα τοῦ ζῴου.
10.36.3ἡ δὲ Ἄμβροσσος κεῖται μὲν ὑπὸ τὸ ὄρος τὸν Παρνασσόν, τὰ ἐπέκεινα δὲ ἢ Δελφοί · τεθῆναι δὲ τὸ ὄνομα τῇ πόλει ἀπὸ ἥρωός φασιν Ἀμβρόσσου. Θηβαῖοι δὲ ἐς τὸν Μακεδόνων καὶ Φιλίππου καθιστάμενοι πόλεμον περιέβαλον τῇ Ἀμβρόσσῳ διπλοῦν τεῖχος · τὸ δέ ἐστιν ἐπιχωρίου λίθου, χρόαν μέλανος, ἐς τὰ μάλιστα ἰσχυροῦ · κύκλος δὲ ἑκάτερος τοῦ τείχους πλάτος μὲν ἀποδέων ὀλίγον ἐστὶν ὀργυιᾶς, τὸ δὲ ὕψος ἐς ἡμίσειάντε καὶ δύο ὀργυιάς, ὅπου μὴ τὸ τεῖχος πεπόνηκε ·
10.36.4διάστημα δὲ ἀπὸ τοῦ προτέρου τῶν κύκλων ἐπὶ τὸν δεύτερόν ἐστιν ὀργυιά · κατασκευὴ δὲ πύργων ἢ ἐπάλξεων ἢ εἴ τι ἄλλο ἐς εὐπρέπειαν τείχους, παρεῖται τὰ πάντα σφίσιν ἅτε τειχίζουσιν ἐπὶ μόνῳ τῷ αὐτίκα ἀμύνεσθαι. ἔστι δὲ ἀγοράτε Ἀμβροσσεῦσιν οὐ μεγάλη καὶ ἀνδριάντων ἐν αὐτῇ λίθου πεποιημένων κατεάγασιν οἱ πολλοί.
10.36.5τραπέντι δὲ ἐπὶ Ἀντίκυραν ἀνάντης τὰ πρῶτά ἐστιν ὁδός · ἀναβάντι δὲ ὅσον δύο στάδια ὁμαλέςτε χωρίον καὶ ἐν δεξιᾷ τῆς ὁδοῦ Δικτυνναίας ἐπίκλησιν ἱερόν ἐστιν Ἀρτέμιδος. ταύτην οἱ Ἀμβροσσεῖς ἄγουσι μάλιστα ἐν τιμῇ · τῷ δὲ ἀγάλματι ἐργασίατέ ἐστιν Αἰγιναία καὶ μέλανος τοῦ λίθου πεποίηται. τὸ δὲ ἀπὸ τοῦ ἱεροῦ τῆς Δικτυνναίας κατάντης ὁδὸς ἐς Ἀντίκυραν πᾶσά ἐστι. τὰ δὲ ἀρχαιότερα ὄνομα εἶναι Κυπάρισσον τῇ πόλει φασί, καὶ Ὅμηρον ἐν Φωκέων καταλόγῳ τὸ ὄνομα θελῆσαι θέσθαι γε αὐτόν, ὅτι ἤδη τηνικαῦτα ἐκαλεῖτο Ἀντίκυρα · εἶναι γὰρ δὴ τὸν Ἀντικυρέα κατὰ Ἡρακλέα ἡλικίαν.
10.36.6κεῖται μὲν δὴ ἡ πόλις κατὰ Μεδεῶνος τὰ ἐρείπια · ἐδήλωσα δὲ ἀρχομένης τῆς ἐς Φωκέας συγγραφῆς ἐς τὸ ἱερὸν ἀσεβῆσαι τὸ ἐν Δελφοῖς Ἀντικυρέας. Ἀντικυρέας δὲ ἐποίησε μὲν ἀναστάτους καὶ ὁ Ἀμύντου Φίλιππος, ἐποίησε δὲ καὶ δεύτερα Ὀτίλιος ὁ Ῥωμαῖος, ὅτι ἦσαν ὑπήκοοι καὶ οὗτοι Φιλίππου τοῦ Δημητρίου βασιλεύοντος Μακεδόνων · ὁ δὲ ἐπὶ τὸν Φίλιππον ἀμύνειν Ἀθηναίοις ὁ Ὀτίλιος ἀπέσταλτο ἐκ Ῥώμης.
10.36.7τὰ δὲ ὄρη τὰ ὑπὲρ τὴν Ἀντίκυραν πετρώδητε ἄγαν ἐστὶ καὶ ἐν αὐτοῖς φύεται μάλιστα ὁ ἐλλέβορος. ὁ μὲν αὐτοῦ μέλας χωρεῖτε ἀνθρώποις καὶ ἔστι γαστρὶ καθάρσιον, ὁ δὲ ἕτερος ὁ λευκὸς δι’ἐμέτου καθαίρειν πέφυκε · τὸ δὲ φάρμακον τὸ ἐς τὴν κάθαρσιν ἡ τοῦ ἐλλεβόρου ῥίζα ἐστίν.
10.36.8Ἀντικυρεῦσι δὲ εἰσὶ μὲν ἀνδριάντες ἐν τῇ ἀγορᾷ χαλκοῖ, ἔστι δέ σφισιν ἐπὶ τῷ λιμένι Ποσειδῶνος οὐ μέγα ἱερόν, λογάσιν ᾠκοδομημένον λίθοις · κεκονίαται δὲ τὰ ἐντός. τὸ δὲ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, βέβηκε δὲ ἐπὶ δελφῖνι τῷ ἑτέρῳ τῶν ποδῶν · κατὰ τοῦτο δὲ ἔχει καὶ τὴν χεῖρα ἐπὶ τῷ μηρῷ, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ τρίαινά ἐστιν αὐτῷ.
10.36.9τοῦ γυμνασίου δὲ ἐν ᾧ καὶ τὰ λουτρά σφισι πεποίηται, τούτου πέραν ἄλλο γυμνάσιόν ἐστιν ἀρχαῖον · ἀνδριὰς δὲ ἕστηκεν ἐν αὐτῷ χαλκοῦς · φησὶ δ’ἐπ’αὐτῷ τὸ ἐπίγραμμα Ξενόδαμον παγκρατιαστὴν Ἀντικυρέα ἐν ἀνδράσιν Ὀλυμπικὴν ἀνῃρῆσθαι νίκην. εἰ δὲ ἀληθεύει τὸ ἐπίγραμμα, Ὀλυμπιάδι τῇ πρώτῃ μετὰ δέκα καὶ διακοσίας φαίνοιτο ἂν τὸν κότινον ὁ Ξενόδαμος εἰληφώς · αὕτη δὲ ἐν τοῖς Ἠλείων γράμμασι παρεῖται μόνη πασῶν ἡ Ὀλυμπιάς.
10.36.10ἔστι δὲ ὑπὲρ τὴν ἀγορὰν ἐν φρέατι ὕδατος πηγή · σκέπη δὲ ἀπὸ ἡλίου τῷ φρέατι ὄροφόςτε καὶ ἀνέχοντες τὸν ὄροφον κίονες. ἔστι δὲ οὐ πολὺ ἀνωτέρω τοῦ φρέατος λίθοις τοῖς ἐπιτυχοῦσιν ᾠκοδομημένον μνῆμα · ταφῆναι δέ φασιν ἐνταῦθα τοὺς Ἰφίτου παῖδας, τὸν μὲν ἀνασωθέντα ἐξ Ἰλίου καὶ ἀποθανόντα ἐν τῇ οἰκείᾳ, Σχεδίῳ δὲ ἐν μὲν γῇ τῇ Τρῳάδι τὴν τελευτὴν συμβῆναι λέγουσιν, ἀχθῆναι δὲ οἴκαδε καὶ τούτου τὰ ὀστᾶ.
10.37.1τῆς πόλεως δὲ ἐν δεξιᾷ δύο μάλιστα προελθόντι ἀπ’αὐτῆς σταδίους, πέτρατέ ἐστιν ὑψηλὴ — μοῖρα ὄρους ἡ πέτρα — καὶ ἱερὸν ἐπ’αὐτῆς πεποιημένον ἐστὶν Ἀρτέμιδος · ἡ Ἄρτεμις ἔργων τῶν Πραξιτέλους, δᾷδα ἔχουσα τῇ δεξιᾷ καὶ ὑπὲρ τῶν ὤμων φαρέτραν, παρὰ δὲ αὐτὴν κύων ἐν ἀριστερᾷ · μέγεθος δὲ ὑπὲρ τὴν μεγίστην γυναῖκα τὸ ἄγαλμα.
10.37.2τῇ δὲ γῇ τῇ Φωκίδι ἐστὶν ὅμορος ἥ ὀνομάζεται μὲν ἀπὸ Βούλωνος ἀγαγόντος τὴν ἀποικίαν ἀνδρός, συνῳκίσθη δὲ ἐκ πόλεων τῶν ἐν τῇ ἀρχαίᾳ Δωρίδι. λέγονται δὲ οἱ Βούλιοι Φιλομήλου καὶ Φωκέων σύλλογον τὸν κοινόν. ἐς δὲ τὴν Βοῦλιν ἐκ μὲν τῆς Βοιωτίας Θίσβης σταδίων ἐστὶν ὁδὸς ὀγδοήκοντα, ἐξ Ἀντικύρας δὲ τῆς Φωκέων δι’ἠπείρου μὲν καὶ εἰ ἀρχήν ἐστιν οὐκ οἶδα · οὕτω δύσβατα ὄρη καὶ τραχέα τὰ μεταξὺ Ἀντικύραςτέ ἐστι καὶ Βούλιδος · ἐς δὲ τὸν λιμένα σταδίων ἐξ Ἀντικύρας ἐστὶν ἑκατόν, τὰ δὲ ἀπὸ τοῦ λιμένος στάδια ὁδοῦ τῆς πεζῆς τὰ ἐς Βοῦλιν ἑπτὰ εἶναι μάλιστα εἰκάζομεν.
10.37.3κάτεισι δὲ καὶ ποταμὸς ἐς θάλασσαν ταύτῃ χείμαρρος, ὃν οἱ ἐπιχώριοι ὀνομάζουσιν Ἡράκλειον. κεῖται δὲ ἐπὶ ὑψηλοῦτε ἡ Βοῦλις καὶ ἐν παράπλῳ περαιουμένοις ἐξ Ἀντικύρας ἐς Λέχαιον τὸ Κορινθίων · οἱ δὲ ἄνθρωποι οἱ ἐνταῦθα πλέον ἡμίσεις κόχλων ἐς βαφὴν πορφύρας εἰσὶν ἁλιεῖς. κατασκευὴ δὲ ἡ ἐν τῇ Βούλιδι οὔτε ἡ ἄλλη θαύματος πολλοῦ καὶ ἱερὰ θεῶν ἐστιν Ἀρτέμιδος, τὸ δὲ αὐτῶν Διονύσου · τὰ δὲ ἀγάλματα ξύλου μέν ἐστιν εἰργασμένα, ὅστις δὲ ἦν ὁ ποιήσας οὐχ οἷοίτε ἐγενόμεθα συμβαλέσθαι. θεῶν δὲ ὅντινα οἱ Βούλιοι σέβουσι μάλιστα, Μέγιστον μὲν ὀνομάζουσι, Διὸς δὲ κατὰ ἡμετέραν δόξαν ἐστὶν ἐπίκλησις. καὶ πηγὴ Βουλίοις ἐστὶ καλουμένη Σαύνιον.
10.37.4ἐς δὲ Κίρραν τὸ ἐπίνειον Δελφῶν ὁδὸς μὲν σταδίων ἑξήκοντά ἐστιν ἐκ Δελφῶν · καταβάντι δὲ ἐς τὸ πεδίον ἱππόδρομόςτέ ἐστι καὶ ἀγῶνα Πύθια ἄγουσιν ἐνταῦθα τὸν ἱππικόν. τὰ μὲν δὴ ἐς τὸν ἐν Ὀλυμπίᾳ Ταράξιππον ἐδήλωσέ μοι τὰ ἐς Ἠλείους τοῦ λόγου, ὁ δὲ ἱππόδρομος ἔοικε τοῦ Ἀπόλλωνος τάχα μέν που καὶ αὐτὸς τῶν ἱππευόντων τινὰ ἀνιᾶσαι, ἅτε ἀνθρώποις τοῦ δαίμονος ὁμοίως ἐπὶ ἔργῳ παντὶ καὶ ἀμείνω καὶ τὰ χείρω νέμοντος · οὐ μέντοι καὶ αὐτὸς ταραχὴν τοῖς ἵπποις ὁ ἱππόδρομος οὔτε κατὰ αἰτίαν ἥρωος οὔτε ἐπ’ἄλλῃ πέφυκεν ἐργάζεσθαι προφάσει.
10.37.5τὸ δὲ πεδίον τὸ ἀπὸ τῆς Κίρρας ψιλόν ἐστιν ἅπαν, καὶ φυτεύειν δένδρα οὐκ ἐθέλουσιν ἢ ἔκ τινος ἀρᾶς ἢ ἀχρεῖον τὴν γῆν ἐς δένδρων τροφὴν εἰδότες. λέγεται δὲ ἐς τὴν Κίρραν καὶ ἀπὸ τῆς Κίρρας τὸ ὄνομα τὸ ἐφ’ἡμῶν τεθῆναι τῷ χωρίῳ φασίν. Ὅμηρος μέντοι Κρῖσαν ἔντε Ἰλιάδι ὁμοίως καὶ ὕμνῳ τῷ ἐς Ἀπόλλωνα ὀνόματι τῷ ἐξ ἀρχῆς καλεῖ τὴν πόλιν. χρόνῳ δὲ ὕστερον οἱ ἐν τῇ Κίρρᾳ ἄλλατε ἠσέβησαν ἐς τὸν Ἀπόλλωνα καὶ ἀπέτεμνον τοῦ θεοῦ τῆς χώρας.
10.37.6πολεμεῖν οὖν πρὸς τοὺς Κιρραίους ἔδοξεν Ἀμφικτύοσι, καὶ Κλεισθένηντε Σικυωνίων τυραννοῦντα προεστήσαντο ἡγεμόνα εἶναι καὶ Σόλωνα ἐξ Ἀθηνῶν ἐπηγάγοντο συμβουλεύειν · χρωμένοις δέ σφισιν ὑπὲρ νίκης ἀνεῖπεν ἡ Πυθία · “οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζῃ κελαδοῦν ἐπὶ οἴνοπα πόντον”. ἔπεισεν οὖν ὁ Σόλων καθιερῶσαι τῷ θεῷ τὴν Κιρραίαν, ἵνα δὴ τῷ τεμένει τοῦ Ἀπόλλωνος γένηται γείτων ἡ θάλασσα.
10.37.7εὑρέθη δὲ καὶ ἕτερον τῷ Σόλωνι σόφισμα ἐς τοὺς Κιρραίους · τοῦ γὰρ Πλείστου τὸ ὕδωρ ῥέον διὰ ὀχετοῦ σφισιν ἐς τὴν πόλιν ἀπέστρεψεν ἀλλαχόσε ὁ Σόλων. καὶ οἱ μὲν πρὸς τοὺς πολιορκοῦντας ἔτι ἀντεῖχον ἔκτε φρεάτων καὶ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ πίνοντες · ὁ δὲ τοῦ ἐλλεβόρου τὰς ῥίζας ἐμβαλὼν ἐς τὸν Πλεῖστον, ἐπειδὴ ἱκανῶς τοῦ φαρμάκου τὸ ὕδωρ ᾔσθετο ἔχον, ἀπέστρεψεν αὖθις ἐς τὸν ὀχετόν. καὶ — ἐνεφορήσαντο γὰρ ἀνέδην οἱ Κιρραῖοι τοῦ ὕδατος — οἱ μὲν ὑπὸ ἀπαύστου τῆς διαρροίας ἐξέλιπον οἱ ἐπὶ τοῦ τείχους τὴν φρουράν, Ἀμφικτύονες δὲ ὡς εἷλον τὴν πόλιν, ἐπράξαντο ὑπὲρ τοῦ θεοῦ δίκας παρὰ Κιρραίων, καὶ ἐπίνειον Δελφῶν ἐστιν ἡ Κίρρα.
10.37.8παρέχεται δὲ καὶ ἐς θέαν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς ναόντε καὶ ἀγάλματα μεγέθει μεγάλα καὶ ἐργασίας Ἀττικῆς. ἡ δὲ Ἀδράστεια ἵδρυται μὲν ἐν τῷ αὐτῷ σφίσι, μεγέθει δὲ τῶν ἄλλων ἀποδέουσα ἀγαλμάτων ἐστίν.
10.38.1ἡ δὲ γῆ ἡ Λοκρῶν τῶν καλουμένων Ὀζολῶν προσεχὴς τῇ Φωκίδι ἐστὶ κατὰ τὴν Κίρραν. ἐς δὲ τὴν ἐπίκλησιν τῶν Λοκρῶν τούτων διάφορα ἤκουσα, ὁμοίως δὲ ἅπαντα δηλώσω. Ὀρεσθεῖ τῷ Δευκαλίωνος βασιλεύοντι ἐν τῇ χώρᾳ κύων ἔτεκεν ἀντὶ σκύλακος ξύλον · κατορύξαντος δὲ τοῦ Ὀρεσθέως τὸ ξύλον ἅμα τῷ ἦρι φῦναι ἄμπελον ἀπ’αὐτοῦ λέγουσι καὶ ἀπὸ τοῦ ξύλου τῶν ὄζων γενέσθαι τὸ ὄνομα τοῖς ἀνθρώποις.
10.38.2οἱ δὲ Νέσσον πορθμεύοντα ἐπὶ τῷ Εὐήνῳ τρωθῆναι μὲν ὑπὸ Ἡρακλέους, οὐ μέντοι καὶ αὐτίκα γε ἀποθανεῖν ἀλλὰ ἐς τὴν γῆν ταύτην ἐκφυγεῖν νομίζουσι, καὶ ὡς ἀπέθανε σήπεσθαίτε ἄταφον καὶ ὀσμῆς τῷ ἐνταῦθα ἀέρι μεταδοῦναι δυσώδους. ὁ δὲ τρίτος τῶν λόγων καὶ ὁ τέταρτος, ὁ μὲν ποταμοῦ τινος ἄτοπον τήντε ἀτμίδα καὶ αὐτό φησιν εἶναι τὸ ὕδωρ, ὁ δὲ τὸν ἀσφόδελον φύεσθαι πολὺν καὶ ἀνθοῦντα ὑπὸ τῆς ὀσμῆς.
10.38.3λέγεται δὲ καὶ ὡς οἱ πρῶτοι τῶν ἐνταῦθα ἀνθρώπων ἦσαν αὐτόχθονες, ἐσθῆτα δὲ οὐκ ἐπιστάμενοί πω ὑφαίνεσθαι σκέπην πρὸς τὸ ῥῖγος θηρίων δέρματα ἐποιοῦντο ἀδέψητα, τὸ δασὺ τῶν δερμάτων ἐς τὸ ἐκτὸς ὑπὲρ εὐπρεπείας τρέποντες · ἔμελλεν οὖν κατὰ τὸ αὐτὸ ταῖς βύρσαις καὶ ὁ χρώς σφισιν ἔσεσθαι δυσώδης.
10.38.4Δελφῶν δὲ ἀπωτέρω σταδίοις εἴκοσίτε καὶ ἑκατόν ἐστιν Ἄμφισσα μεγίστη καὶ ὀνομαστοτάτη πόλις τῶν Λοκρῶν. ἐσποιοῦσι δὲ αὑτοὺς ἐς τὸ Αἰτωλικὸν αἰσχύνῃ τῶν Ὀζολῶν τοῦ ὀνόματος · καὶ δὴ καὶ ἔχει λόγον εἰκότα, ὅτε βασιλεὺς ὁ Ῥωμαίων ἀναστάτους ἐς τὸν Νικοπόλεως συνοικισμὸν ἐποίησεν Αἰτωλούς, ἀποχωρῆσαι τοῦ δήμου τὸ πολὺ ἐς τὴν Ἄμφισσαν. τὸ μέντοι ἐξ ἀρχῆς γένους τοῦ Λοκρῶν εἰσι · τεθῆναι δὲ τῇ πόλει τὸ ὄνομα ἀπὸ Ἀμφίσσης τῆς Μάκαρος τοῦ Αἰόλου φασὶ καὶ Ἀπόλλωνα ἐραστὴν γενέσθαι τῆς Ἀμφίσσης.
10.38.5κεκόσμηται δὲ ἡ πόλις κατασκευῇτε τῇ ἄλλῃ καὶ τὰ μάλιστα ἥκοντα ἐς μνήμην ἔστι μὲν μνῆμα Ἀμφίσσης, ἔστι δὲ Ἀνδραίμονος · σὺν δὲ αὐτῷ ταφῆναι λέγουσι καὶ Γόργην τὴν Οἰνέως συνοικήσασαν τῷ Ἀνδραίμονι. ἐν δὲ τῇ ἀκροπόλει ναός σφισιν Ἀθηνᾶς καὶ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, κομισθῆναι δὲ ὑπὸ Θόαντός φασιν αὐτὴν ἐξ Ἰλίου καὶ εἶναι λαφύρων τῶν ἐκ Τροίας ·
10.38.6οὐ μὴν καὶ ἐμέ γε ἔπειθον. ἐδήλωσα δὲ ἐν τοῖς προτέροις τοῦ λόγου Σαμίους Ῥοῖκον Φιλαίου καὶ Θεόδωρον Τηλεκλέους εἶναι τοὺς εὑρόντας χαλκὸν ἐς τὸ ἀκριβέστατον τῆξαι · καὶ ἐχώνευσαν οὗτοι πρῶτοι. Θεοδώρου μὲν δὴ οὐδὲν ἔτι οἶδα ἐξευρών, ὅσα γε χαλκοῦ πεποιημένα · ἐν δὲ Ἀρτέμιδος τῆς Ἐφεσίας πρὸς τὸ οἴκημα ἐρχομένῳ τὸ ἔχον τὰς γραφὰς λίθου θριγκός ἐστιν ὑπὲρ τοῦ βωμοῦ τῆς Πρωτοθρονίης καλουμένης Ἀρτέμιδος · ἀγάλματα δὲ ἄλλατε ἐπὶ τοῦ θριγκοῦ καὶ γυναικὸς εἰκὼν πρὸς τῷ πέρατι ἕστηκε, τέχνη τοῦ Ῥοίκου, Νύκτα δὲ οἱ Ἐφέσιοι καλοῦσι.
10.38.7τοῦτο οὖν τὸ ἄγαλμα τῆς ἐν τῇ Ἀμφίσσῃ Ἀθηνᾶς καὶ ἰδεῖν ἔστιν ἀρχαιότερον καὶ ἀργότερον τὴν τέχνην. ἄγουσι δὲ καὶ τελετὴν οἱ Ἀμφισσεῖς Ἀνάκτων καλουμένων παίδων · οἵτινες δὲ θεῶν εἰσιν οἱ Ἄνακτες παῖδες, οὐ κατὰ τα- ταὐτά ἐστιν εἰρημένον, ἀλλ’οἱ μὲν εἶναι Διοσκούρους, οἱ δὲ Κούρητας, οἱ δὲ πλέον τι ἐπίστασθαι νομίζοντες Καβείρους λέγουσι.
10.38.8τούτων δὲ τῶν Λοκρῶν τοσαίδε ἄλλαι πόλεις εἰσίν · ἄνω μὲν ὑπὲρ Ἀμφίσσης πρὸς ἤπειρον Μυονία σταδίοις ἀπωτέρω τριάκοντα Ἀμφίσσης · οὗτοι καὶ τῷ Διὶ ἐν Ὀλυμπίᾳ εἰσὶν οἱ ἀναθέντες Μυᾶνες τὴν ἀσπίδα. κεῖται δὲ τὸ πόλισμα ἐπὶ ὑψηλοῦ, καί σφισιν ἄλσος καὶ βωμὸς θεῶν Μειλιχίων ἐστί · νυκτεριναὶ δὲ αἱ θυσίαι θεοῖς τοῖς Μειλιχίοις εἰσὶ καὶ ἀναλῶσαι τὰ κρέα αὐτόθι πρὶν ἢ ἥλιον ἐπισχεῖν νομίζουσι. καὶ Ποσειδῶνός ἐστιν ὑπὲρ τὴν πόλιν τέμενος καλούμενον Ποσειδώνιον, ἐν δὲ αὐτῷ ναὸς Ποσειδῶνος · τὸ δὲ ἄγαλμα ἐς ἐμὲ οὐκ ἦν.
10.38.9οὗτοι μὲν δὴ ὑπεροικοῦσιν Ἀμφίσσης · ἐπὶ θαλάσσης δὲ Οἰάνθεια καὶ ταύτῃ ὁμοροῦσά ἐστι Ναύπακτος. πλὴν δὲ Ἀμφίσσης ὑπ’Ἀχαιῶν οἱ ἄλλοι Πατρέων ἄρχονται, βασιλέως σφίσι δόντος Αὐγούστου. ἐν Οἰανθείᾳ δὲ Ἀφροδίτηςτε ἱερὸν καὶ ὀλίγον ὑπὲρ τὴν πόλιν κυπαρίσσουτε ἀναμὶξ καὶ τῆς πίτυός ἐστιν ἄλσος καὶ ναόςτε Ἀρτέμιδος καὶ ἄγαλμα ἐν τῷ ἄλσει · γραφαὶ δὲ ἐπὶ τῶν τοίχων ἐξίτηλοίτε ἦσαν ὑπὸ τοῦ χρόνου καὶ οὐδὲν ἔτι ἐλείπετο ἐς θέαν αὐτῶν.
10.38.10κληθῆναι δὲ ἀπὸ γυναικὸς ἢ νύμφης τεκμαίρομαι τὴν πόλιν, ἐπεὶ ἐπὶ Ναυπάκτῳ γε οἶδα εἰρημένον ὡς Δωριεῖς οἱ ὁμοῦ τοῖς Ἀριστομάχου παισὶ τὰ πλοῖα αὐτόθι ἐποιήσαντο, οἷς ἐς Πελοπόννησον ἐπεραιώθησαν · καὶ ἀντὶ τούτου γενέσθαι τὸ ὄνομα τῷ χωρίῳ φασί. τὰ δέ μοι Ναυπακτίων, ὡς τοῖς ἐς Ἰθώμην ἀποστᾶσιν ὁμοῦ τῷ σεισμῷ τῷ ἐν Λακεδαίμονι Ἀθηναῖοι Ναύπακτον ἐνοικῆσαί σφισιν ἔδοσαν ἀφελόμενοι τοὺς Λοκροὺς καὶ ὡς τοῦ Ἀθηναίων ὕστερον πταίσματος τοῦ ἐν Αἰγὸς ποταμοῖς Λακεδαιμόνιοι τοὺς Μεσσηνίους ἐδίωξαν καὶ ἐκ τῆς Ναυπάκτου, τάδε μὲν ἐπεξῆλθέ μοι καὶ ἐς πλέον ἡ Μεσσηνία συγγραφή · ἐκλιπόντων δὲ ὑπὸ ἀνάγκης τῶν Μεσσηνίων, οὕτως οἱ Λοκροὶ συνελέγχθησαν αὖθις ἐς τὴν Ναύπακτον.
10.38.11τὰ δὲ ἔπη τὰ Ναυπάκτια ὀνομαζόμενα ὑπὸ Ἑλλήνων ἀνδρὶ ἐσποιοῦσιν οἱ πολλοὶ Μιλησίῳ · Χάρων δὲ ὁ Πύθεώ φησιν αὐτὰ ποιῆσαι Ναυπάκτιον Καρκίνον. ἑπόμεθα δὲ καὶ ἡμεῖς τῇ τοῦ Λαμψακηνοῦ δόξῃ · τίνα γὰρ καὶ λόγον ἔχοι ἂν ἔπεσιν ἀνδρὸς Μιλησίου πεποιημένοις ἐς γυναῖκας τεθῆναί σφισιν ὄνομα Ναυπάκτια;
10.38.12ἐνταῦθα ἔστι μὲν ἐπὶ θαλάσσῃ ναὸς Ποσειδῶνος καὶ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, ἔστι δὲ καὶ ἱερὸν Ἀρτέμιδος καὶ ἄγαλμα λευκοῦ λίθου · σχῆμα δὲ ἀκοντιζούσης παρέχεται καὶ ἐπίκλησιν εἴληφεν Αἰτωλή. Ἀφροδίτη δὲ ἔχει μὲν ἐν σπηλαίῳ τιμάς · εὔχονται δὲ καὶ ἄλλων εἵνεκα καὶ αἱ γυναῖκες μάλιστα αἱ χῆραι γάμον αἰτοῦσι παρὰ τῆς θεοῦ.
10.38.13τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἐρείπια ἦν, ἐξ ἀρχῆς δὲ ᾠκοδόμησεν αὐτὸ ἀνὴρ ἰδιώτης Φαλύσιος. νοσήσαντι γάρ οἱ τοὺς ὀφθαλμοὺς καὶ οὐ πολὺ ἀποδέον τυφλῷ ὁ ἐν Ἐπιδαύρῳ πέμπει θεὸς Ἀνύτην τὴν ποιήσασαν τὰ ἔπη φέρουσαν σεσημασμένην δέλτον. τοῦτο ἐφάνη τῇ γυναικὶ ὄψις ὀνείρατος, ὕπαρ μέντοι ἦν αὐτίκα · καὶ εὗρέτε ἐν ταῖς χερσὶ ταῖς αὑτῆς σεσημασμένην δέλτον καὶ πλεύσασα ἐς τὴν Ναύπακτον ἐκέλευσεν ἀφελόντα τὴν σφραγῖδα Φαλύσιον ἐπιλέγεσθαι τὰ γεγραμμένα. τῷ δὲ ἄλλως μὲν οὐ δυνατὰ ἐφαίνετο ἰδεῖν τὰ γράμματα ἔχοντι οὕτω τῶν ὀφθαλμῶν · ἐλπίζων δέ τι ἐκ τοῦ Ἀσκληπιοῦ χρηστὸν ἀφαιρεῖ τὴν σφραγῖδα, καὶ ἰδὼν ἐς τὸν κηρὸν ὑγιήςτε ἦν καὶ δίδωσι τῇ Ἀνύτῃ τὸ ἐν τῇ δέλτῳ γεγραμμένον, στατῆρας δισχιλίους χρυσοῦ.