Roman Antiquities, 14
14.1.1ἡ δὲ Κελτικὴ κεῖται μὲν ἐν τῷ πρὸς τὴν ἑσπέραν καθήκοντι τῆς Εὐρώπης μέρει μεταξὺ τοῦτε βορείου πόλου καὶ τῆς ἰσημερινῆς δύσεως · τετράγωνος δὲ οὖσα τῷ σχήματι τοῖς μὲν Ἀλπείοις ὄρεσι μεγίστοις οὖσι τῶν Εὐρωπείων συνάπτει κατὰ τὰς ἀνατολάς, τοῖς δὲ Πυρρηναίοις κατὰ μεσημβρίαντε καὶ νότον ἄνεμον, τῇ δὲ ἔξω στηλῶν Ἡρακλείων θαλάττῃ κατὰ τὰς δύσεις, τῷ δὲ Σκυθικῷτε καὶ Θρᾳκίῳ γένει κατὰ βορέαν ἄνεμον καὶ ποταμὸν Ἴστρον, ὃς ἀπὸ τῶν Ἀλπείων καταβαίνων ὀρῶν μέγιστος τῶν τῇδε ποταμῶν καὶ πᾶσαν τὴν ὑπὸ τοῖς ἄρκτοις ἤπειρον διελθὼν εἰς τὸ Ποντικὸν ἐξερεύγεται πέλαγος.
14.1.2τοσαύτη δὲ οὖσα τὸ μέγεθος, ὅση μὴ πολὺ ἀποδεῖν τετάρτη λέγεσθαι μοῖρα τῆς Εὐρώπης, εὔυδρόςτε καὶ πίειρα καὶ καρποῖς δαψιλὴς καὶ κτήνεσιν ἀρίστη νέμεσθαι, σχίζεται μέση ποταμῷ Ῥήνῳ, μεγίστῳ μετὰ τὸν Ἴστρον εἶναι δοκοῦντι τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν.
14.1.3καλεῖται δ’ἡ μὲν ἐπὶ τάδε τοῦ Ῥήνου Σκύθαις καὶ Θρᾳξὶν ὁμοροῦσα Γερμανία, μέχρι δρυμοῦ Ἑρκυνίου καὶ τῶν Ῥιπαίων ὀρῶν καθήκουσα, ἡ δ’ἐπὶ τα- θάτερα τὰ πρὸς μεσημβρίαν βλέποντα μέχρι Πυρρήνης ὄρους, ἡ τὸν Γαλατικὸν κόλπον περιλαμβάνουσα, Γαλατία τῆς θαλάττης ἐπώνυμος.
14.1.4κοινῷ δ’ὀνόματι ἡ σύμπασα πρὸς Ἑλλήνων καλεῖται Κελτική, ὡς μέν τινές φασιν, ἀπό τινος γίγαντος Κελτοῦ αὐτόθι δυναστεύσαντος, ἄλλοι δὲ ἐξ Ἡρακλέους καὶ Ἀστερόπης τῆς Ἀτλαντίδος δύο γενέσθαι μυθολογοῦσι παῖδας, Ἴβηρον καὶ Κελτόν, οὓς θέσθαι ταῖς χώραις, ὧν ἦρξαν ἀμφότεροι, τὰς ὀνομασίας ἀφ’αὑτῶν.
14.1.5οἱ δὲ ποταμὸν εἶναί τινα λέγουσι Κελτὸν ἐκ τῆς Πυρρήνης ἀναδιδόμενον, ἀφ’οὗ πρῶτον μὲν τὴν συνεγγύς, ἔπειτα δὲ καὶ τὴν ἄλλην χώραν σὺν χρόνῳ κληθῆναι Κελτικήν. φασὶ δὲ καί τινες, ὅτι τοῖς πρώτοις Ἕλλησιν εἰς τήνδε τὴν γῆν περαιουμένοις αἱ νῆες ἀνέμῳ βιαίῳ φερόμεναι κατὰ τὸν κόλπον ἔκελσαν τὸν Γαλατικόν, οἱ δ’ἄνδρες, ἐπειδὴ τοῦ αἰγιαλοῦ ἐλάβοντο, Κελσικὴν ἀπὸ τοῦ συμβάντος αὐτοῖς πάθους τὴν χώραν ἐκάλεσαν, ἣν ἑνὸς ἀλλαγῇ γράμματος οἱ μεταγενέστεροι Κελτικὴν ὠνόμασαν.
14.2.1Ἀθήνῃσι μὲν ἐν τοῦ γηγενοῦς Ἐρεχθέως τῷ σηκῷ ἱερά τις ὑπ’Ἀθηνᾶς φυτευθεῖσα ἐλαία κατὰ τὴν ἔριν τὴν γενομένην αὐτῇ πρὸς Ποσειδῶνα περὶ τῆς χώρας, ἅμα τοῖς ἄλλοις τοῖς ἐν τῷ ἱερῷ οὖσιν ἐμπρησθεῖσα ὑπὸ τῶν βαρβάρων, ὅτε τῆς ἀκροπόλεως ἐκράτησαν, δευτέρᾳ τῆς ἐμπρήσεως ἡμέρᾳ βλαστὸν ἐκ τοῦ στελέχους ἀνῆκεν ὅσοντε πηχυαῖον, δῆλον ἅπασι ποιῆσαι βουλομένων τῶν θεῶν, ὅτι ταχέως ἑαυτὴν ἡ πόλις ἀναλαβοῦσα βλαστοὺς ἀντὶ τῶν παλαιῶν ἐξοίσει νέους.
14.2.2ἐν δὲ τῇ Ῥώμῃ καλιάς τις Ἄρεος ἱερὰ περὶ τὴν κορυφὴν ἱδρυμένη τοῦ Παλατίου συγκαταφλεγεῖσα ταῖς πέριξ οἰκίαις ἕως ἐδάφους, ἀνακαθαιρομένων τῶν οἰκοπέδων ἕνεκα τῆς ἐπισκευῆς, ἐν μέσῃ τῇ περικαύστῳ σποδῷ τὸ σύμβολον τοῦ συνοικισμοῦ τῆς πόλεως διέσωσεν ἀπαθές, ῥόπαλον ἐκ τα- θατέρου τῶν ἄκρων ἐπικάμπιον, οἷα φέρουσι βουκόλοι καὶ νομεῖς οἱ μὲν καλαύροπας, οἱ δὲ λαγωβόλα καλοῦντες, ᾧ Ῥωμύλος ὀρνιθευόμενος διέγραφε τῶν οἰωνῶν τὰς χώρας, ὅτε τὴν πόλιν οἰκίζειν ἔμελλεν.
14.2.3εὐζώνῳ καὶ οὐδὲν ἔξω τῶν ὅπλων φερούσῃ στρατιᾷ. κρότου καταρραγέντος, ὡς ἐπὶ μεγίστῳ μὲν θεάματι, καλλίστῳ δ’ἀκούσματι, οἵτε βεβαίως ἄποροι καὶ οἱ πλαττόμενοι τὴν εἰς τὸ παντελὲς ἀπορίαν.
14.3.1ὅτι Μάρκος Φούριος ὁ δικτάτωρ ἀνὴρ ἦν τῶν κατὰ τὴν αὐτὴν ἀκμασάντων ἡλικίαν τάτε πολέμια λαμπρότατος καὶ τὰ πολιτικὰ φρονιμώτατος.
14.4.1Μάλλιος ὁ ἀριστεύσας, ὅτε εἰς τὸ Καπιτώλιον Ῥωμαῖοι κατέφυγον, κινδυνεύων διὰ τυραννίδος ἐπίθεσιν ἀπολέσθαι, βλέψας εἰς τὸ Καπιτώλιον καὶ τὰς χεῖρας ἐκτείνας εἰς τὸν ἐν αὐτῷ νεὼν τοῦ Διὸς εἶπεν · οὐ δ’ἐκεῖνος ὁ τόπος ἱκανὸς ἔσται με σῶσαι, ὃν ὑπὸ τῶν βαρβάρων κρατηθέντα διέσωσα ὑμῖν ἐγώ; ἀλλὰ καὶ τότε ὑπὲρ ὑμῶν ἀπέθνησκον καὶ νῦν ὑφ’ὑμῶν ἀποθανοῦμαι. τότε μὲν οὖν συμπαθήσαντες ἀφῆκαν αὐτόν, ὕστερον δὲ κατὰ κρημνοῦ ἐρρίφη. αμβρ.
14.5.1κρατήσας τῶν πολεμίων καὶ τὴν στρατιὰν ἐπικλύσας ταῖς ὠφελείαις Τίτος Κοίντιος δικτατορεύων ἐν ἡμέραις ἐννέα πόλεις ἐννέα πολεμίων ἔλαβεν. ληφθέντες ἀμφοτέρωθεν ἀγεληδὸν οἱ θεοστυγεῖς κατεκόπησαν.
14.6.1ὅτι οἱ Ῥωμαῖοι μεγαλοπρεπεῖς. τῶν γὰρ ἄλλων ὀλίγου δεῖν πάντων ἔντε τοῖς κοινοῖς τῶν πόλεων πράγμασι καὶ ἐν τοῖς ἰδίοις βίοις πρὸς τὰ τελευταῖα τῶν συμβαινόντων τὰς διανοίας μεθαρμοττομένων καὶ πολλάκις ἔχθραςτε μεγάλας διὰ τὰς τυχούσας φιλανθρωπίας καταλυομένων καὶ φιλίας πολυχρονίους διὰ μικρὰ καὶ φαῦλα προσκρούματα διαιρούντων ἐκεῖνοι το- τοὐναντίον ἐπὶ τῶν φίλων ᾤοντο χρῆναι ποιεῖν, ταῖςτε παλαιαῖς εὐεργεσίαις χαρίζεσθαι τὰς ἐπὶ τοῖς προσφάτοις ἐγκλήμασιν ὀργάς.
14.6.2θαυμαστὸν μὲν δὴ καὶ τοῦτο τῶν ἀνδρῶν · λέγω δὲ τὸ μηδενὶ μνησικακῆσαι τῶν Τυσκλάνων, ἀλλὰ πάντας ἀφεῖναι τοὺς ἐξαμαρτόντας ἀζημίους · πολλῷ δ’ἔτι τούτου θαυμασιώτερον, ὃ μετὰ τὴν ἄφεσιν τῶν ἐγκλημάτων αὐτοῖς ἐχαρίσαντο. σκοπούμενοι γάρ, ὡς μηδὲν ἔτι τοιοῦτον ἐν τῇ πόλει γενήσεται μη δ’ἀφορμὴν νεωτερισμοῦ λήψονταί τινες, οὔτε φρουρὰν εἰς τὴν ἀκρόπολιν αὐτῶν ᾤοντο δεῖν εἰσάγειν, οὔτε παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν ὅμηρα λαμβάνειν, οὔτε ὅπλα τοὺς ἔχοντας ἀφελέσθαι, οὔτ’ἄλλο σημεῖον οὐδὲν ἀπιστουμένης φιλίας ποιῆσαι ·
14.6.3μίαν δὲ πρᾶξιν οἰόμενοι συνέχειν ἅπαντας τοὺς κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντας ἀλλήλοις τὴν τῶν ἀγαθῶν ἰσομοιρίαν, πολιτείαν ἔγνωσαν τοῖς κρατηθεῖσι χαρίσασθαι, πάντων μεταδόντες ὧν τοῖς φύσει Ῥωμαίοις μετῆν, οὐ τὴν αὐτὴν διάνοιαν λαβόντες τοῖς ἀξιοῦσι τῆς Ἑλλάδος ἄρχειν οὔτ’Ἀθηναίοις οὔτε Λακεδαιμονίοις ·
14.6.4τί γὰρ δεῖ περὶ τῶν ἄλλων Ἑλλήνων λέγειν; Ἀθηναῖοι μέν γε Σαμίους ἀποίκους ἑαυτῶν ὄντας, Λακεδαιμόνιοι δὲ Μεσσηνίους ἀδελφῶν οὐδὲν διαφέροντας, ἐπειδὴ προσέκρουσαν αὐτοῖς τι, διαλυσάμενοι τὴν συγγένειαν οὕτως ὠμῶς διεχειρίσαντο καὶ θηριωδῶς, ἐπειδὴ τὰς πόλεις αὐτῶν ὑποχειρίους ἔλαβον, ὥστε μη δὲ τοῖς ἀγριωτάτοις τῶν βαρβάρων ὑπερβολὴν τῆς εἰς τὰ ὁμόφυλα παρανομίας παραλιπεῖν.
14.6.5μυρία τοιαῦτα λέγειν ἄν τις ἔχοι ταῖς πόλεσι ταύταις ἡμαρτημένα, ἃ παρίημι, ἐπεὶ καὶ τούτων μεμνημένος ἄχθομαι · τὸ γὰρ Ἑλληνικὸν οὐκ ὀνόματι διαφέρειν τοῦ βαρβάρου ἠξίουν οὐ δὲ διαλέκτου χάριν, ἀλλὰ συνέσει καὶ χρηστῶν ἐπιτηδευμάτων προαιρέσει, μάλιστα δὲ τῷ μηδὲν τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν εἰς ἀλλήλους παρανομεῖν. ὅσοις μὲν οὖν ταῦτα ἐπὶ πλεῖον ὑπῆρξεν ἐν τῇ φύσει, τούτους οἶμαι δεῖν λέγειν Ἕλληνας, ὅσοις δὲ τα- τἀναντία βαρβάρους.
14.6.6καὶ τὰς μὲν ἐπιεικεῖς καὶ φιλανθρώπους διανοίαςτε καὶ πράξεις αὐτῶν Ἑλληνικὰς εἶναι λογίζομαι, τὰς δ’ὠμὰς καὶ θηριώδεις, ἄλλωςτε κα- κἂν περὶ συγγενεῖςτε καὶ φίλους γίνωνται, βαρβαρικάς. Τυσκλανοὶ μὲν δὴ πρὸς τῷ μηδὲν ἀφαιρεθῆναι τῶν σφετέρων ἁλούσης τῆς πόλεως, ἀλλὰ καὶ τὰ τῶν κεκρατηκότων ἀγαθὰ προσλαβόντες ἀπῄεσαν.
14.7.1ὅτι Σολπίκιος Ῥοῦφος ἐπίκλησιν ἀνὴρ ἦν ἔντε ταῖς πολεμικαῖς πράξεσιν ἐπιφανὴς καὶ πολιτείας προαίρεσιν ἐζηλωκὼς τὴν διὰ μέσου.
14.8.1οἱ Κελτοὶ τῇ Ῥώμῃ ἐκ δευτέρου ἐπιστρατεύσαντες τὴν χώραν τὴν Ἀλβανὴν ἐπόρθουν · ἔνθα μὲν πολλῆς ἅπαντες ἐδωδῆς ἐμπιμπλάμενοι, πολὺν δὲ πίνοντες ἄκρατον οἶνον — ἔστι δὲ ὁ τῇδε φυόμενος μετὰ τὸν Φαλερινὸν ἥδιστος οἴνων μελικράτῳ μάλιστα προσεμφερής — ὕπνοντε πλείονα τοῦ συνήθους αἱρούμενοι καὶ δίαιταν ὑπὸ σκιαῖς ὡς τὰ πολλὰ ἔχοντες τοσαύτην ἔλαβον ἐπίδοσιν εἰς πολυσαρκίαντε καὶ ἁπαλότητα καὶ οὕτως ἐξεθηλύνθησαν τὰς δυνάμεις, ὥσθ’, ὁπότε γυμνάζειν ἐπιβάλοιντο τὰ σώματα καὶ διαπονεῖν ἐν τοῖς ὅπλοις, κόπτεσθαι μὲν ἄσθματι συνεχεῖ τὰ πνεύματα, ῥεῖσθαι δ’ἱδρῶτι πολλῷ τὰ μέλη, θᾶττον δὲ ἀφίστασθαι τῶν πόνων ἢ κελευσθεῖεν ὑπὸ τῶν ἡγεμόνων.
14.9.1ταῦτα μαθὼν ὁ τῶν Ῥωμαίων δικτάτωρ Κάμιλλος, συγκαλέσας τοὺς ἀμφ’αὑτὸν ἐδημηγόρησε πολλὰ παρορμῶντα εἰς τόλμαν, ἐν οἷς καὶ τάδε ·
14.9.2ὅπλα κρείττονα τῶν βαρβαρικῶν ἡμῖν μεμηχάνηται, θώρακες καὶ κράνη καὶ κνημῖδες καὶ κραταιοὶ θυρεοί, ὑφ’ὧν ὅλα τὰ σώματα ἔχομεν ἐν φυλακῇ, ξίφητε ἀμφίστομα καὶ ἀντὶ λόγχης ὑσσός, ἄφυκτον βέλος · τὰ μὲν σκεπαστήρια, οἷα μὴ ῥαδίως ταῖς πληγαῖς εἴκειν, τὰ δ’ἀμυντήρια, ὡς διὰ πάσης φέρεσθαι προβολῆς. τῶν δὲ γυμναὶ μὲν αἱ κεφαλαί, γυμνὰ δὲ τὰ στέρνα καὶ αἱ λαγόνες, γυμνοὶ δὲ μηροὶ καὶ σκέλη μέχρι ποδῶν, ἔρυμάτε οὐδὲν ἕτερον, ὅ τι μὴ θυρεοί · ἀμυντήρια δὲ λόγχαι καὶ μάχαιραι κοπίδες ὑπερμήκεις.
14.9.3τότε χωρίον, ἐν ᾧ τὸν ἀγῶνα ποιησόμεθα, σύνεργον ἡμῖν τοῖς ἀπὸ μετεώρου κατιοῦσιν ἐπὶ τὸ πρανές, ἐκείνοις δὲ πολέμιον τοῖς ἐκ τοῦ χθαμαλοῦ πρὸς τὰ μετέωρα χωρεῖν ἀναγκαζομένοις. φοβείσθω δὲ μηδεὶς ὑμῶν μήτε τὸ πλῆθος τῶν πολεμίων μήτε τὸ μέγεθος, μη δ’εἰς ταῦτά τις πλεονεκτήματα αὐτῶν ὁρῶν ἀθυμότερος πρὸς τὸν ἀγῶνα ἔστω, ἀλλ’ἐνθυμείσθω πρῶτον μέν, ὅτι κρεῖττόν ἐστιν ἔλαττον στράτευμα ἐπιστάμενον, ἃ δεῖ πράττειν, ἢ πολὺ ἀμαθές · ἔπειθ’ὅτι τοῖς μὲν ὑπὲρ τῶν ἰδίων ἀγωνιζομένοις ἡ φύσις αὐτὴ θάρσοςτέ τι πρὸς τοὺς κινδύνους παρίστησι, καὶ πνεῦμα ἐνθουσιῶδες ὥσπερ τοῖς θεοφορήτοις παρέχει, τοῖς δ’ἁρπάσαι τὰ ἀλλότρια προθυμουμένοις μαλακώτεραι πρὸς τὰ δεινὰ αἱ τόλμαι φιλοῦσι γίνεσθαι.
14.9.4ἀλλὰ μὴν οὐ δ’οἷς δεδίττονται τοὺς πολεμίους καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἐκδειματοῦσιν, ὀρρωδητέα ἡμῖν ἐστιν, ὥσπερ ἀπείροις πολέμου. τί γὰρ ἂν δυνήσονται δεινὸν ἐργάσασθαι τοὺς ὁμόσε χωροῦντας αἱ βαθεῖαι κόμαι καὶ τὸ ἐν τοῖς ὄμμασιν αὐτῶν πικρὸν καὶ ὁ βλοσυρὸς τῆς ὄψεως χαρακτὴρ αἵτε δὴ πλημμελεῖς αὗται σκιρτήσεις καὶ τὰ διὰ κενῆς ἀνασείσματα τῶν ὅπλων καὶ οἱ πολλοὶ τῶν θυρεῶν κτύποι, καὶ ὅσα ἄλλα ὑπὸ βαρβάρου καὶ ἄφρονος ἀλαζονείας κατάτε μορφὰς καὶ φωνὰς ἐν ἀπειλαῖς πολεμίων σπαθᾶται, τίνα παρέχειν πέφυκε τοῖς ἀνοήτως ἐπιοῦσι πλεονεξίαν ἢ τοῖς μετὰ λογισμοῦ παρὰ τὰ δεινὰ ἑστῶσι φόβον;
14.9.5ταῦτα δὴ διανοηθέντες, ὅσοιτε ὑμῶν ἐν τῷ κατὰ Κελτῶν προτέρῳ πολέμῳ παρεγένεσθε καὶ ὅσοι διὰ νεότητα ἀπελείφθητε αὐτοῦ, οἱ μὲν ἵνα τὴν τότε ἀρετὴν μὴ καταισχύνητε τῇ νῦν δειλίᾳ, οἱ δ’ἵνα μηδὲν ἐνδεέστεροι γένησθε τῶν πρεσβυτέρων ἐν ἐπιδείξει καλῶν ἔργων, ἴτε, ὦ γενναῖοι παῖδες ἀγαθῶν ζηλωταὶ πατέρων, ἴτε ἀκαταπλήκτως ἐπ’αὐτοὺς θεούςτε ἀρωγοὺς ἔχοντες, οἳ παρέξουσιν ὑμῖν ἐξουσίαν, οἵας ἐβούλεσθε παρὰ τῶν ἐχθίστων ἀναπράξασθαι δίκας, καὶ στρατηγὸν ἐμέ, ᾧ πολλὴν μὲν εὐβουλίαν μαρτυρεῖτε, πολλὴν δ’εὐποτμίαν ·
14.9.6μακάριον μὲν ἕξοντες τὸν ἀπὸ τοῦδε χρόνον, οἷς ἂν ἐγγένηται τὸν ἐπιφανέστατον τῇ πατρίδι στέφανον καταγαγεῖν, καλὴν δὲ καὶ ἀθάνατον εὐκλείαν καταλείψοντες ἀντὶ τοῦ θνητοῦ σώματος νηπίοις παισὶ καὶ γηραιοῖς γονεῦσιν, οἱ ταύτην ἐκπληρώσοντες τὴν τοῦ βίου τελευτήν. οὐκ οἶδ’ὅ τι δεῖ πλείω λέγειν · κινεῖται γὰρ ἤδη τὸ βάρβαρον στράτευμα χωροῦν ἐφ’ἡμᾶς. ἀλλ’ἄπιτε καὶ καθίστασθε εἰς τάξιν.
14.10.1ἡ μὲν οὖν τῶν βαρβάρων μάχη πολὺ τὸ θηριῶδες καὶ μανικὸν ἔχουσα πλημμελής τις ἦν καὶ σοφίας τῆς ἐν ὅπλοις ἄμοιρος. τοτὲ μὲν γὰρ ἀνατείνοντες ἄνω τὰς μαχαίρας τὸν ἄγριον τρόπον ἔπαιον ὅλοις συνεμπίπτοντες τοῖς ἑαυτῶν σώμασιν, ὥσπερ ὑλοτόμοι τινὲς ἢ σκαπανεῖς, τοτὲ δ’ἐκ τῶν πλαγίων ἀστοχάστους πληγὰς ἐξέφερον, ὡς αὐτοῖς σκεπαστηρίοις ὅλα διακόψοντες τὰ σώματα τῶν ἀντιπολέμων ·
14.10.2ἔπειτα τὰς ἀκμὰς τῶν σιδήρων ἀπέστρεφον. ἡ δὲ τῶν Ῥωμαίων ἀλκὴ καὶ πρὸς τὸ βάρβαρον αὐτῶν ἀντιτέχνησις εὐπαίδευτοςτε ἦν καὶ πολὺ τὸ ἀσφαλὲς ἔχουσα. ἔτι γὰρ αὐτῶν ἀναιρομένων τὰς μαχαίρας ὑποδύνοντες ὑπὸ τοὺς βραχίονας καὶ τοὺς θυρεοὺς εἰς ὕψος ἀνατείνοντες, ἔπειτα γυροὶ καὶ βραχεῖς γινόμενοι, τὰς μὲν ἐκείνων πληγὰς ὑπερπετεῖς γινομένας ἀπράκτους καὶ κενὰς ἐποίουν, αὐτοὶ δὲ ὀρθὰ τὰ ξίφη φέροντες βουβῶνάςτε αὐτῶν ἔπαιον καὶ λαγόνας διῄρουν καὶ διὰ στέρνων ἐπὶ τὰ σπλάγχνα τὰς πληγὰς ἐξέτεινον · ὅσους δὲ ταῦτα τὰ μέρη διὰ φυλακῆς ἔχοντας αἴσθοιντο, γονάτων ἢ σφυρῶν νεῦρα διακείροντες ἐξέχεον ἐπὶ τὴν γῆς βεβρυχότας καὶ τοὺς θυρεοὺς ὀδακτίζοντας καὶ βοὴν ὠρυγῇ παραπλησίαν ὥσπερ τὰ θηρία προϊεμένους.
14.10.3ἥτε δύναμις ὑπέλειπε πολλοὺς τῶν βαρβάρων ἐκλυομένων τῶν μελῶν ὑπὸ κόπων καὶ τῶν ὅπλων τὰ μὲν ἀπεστόμωτο, τὰ δὲ συνετέθραυστο, τὰ δ’οὐκέτι προσωφελεῖν δυνατὰ ἦν · χωρὶς γὰρ τοῦ καταρρέοντος ἐκ τῶν τραυμάτων αἵματος οἱ δι’ὅλων ἐκχεόμενοι τῶν σωμάτων ἱδρῶτες οὔτε τὰς μαχαίρας εἴων κρατεῖν οὔτε τοὺς θυρεοὺς κατέχειν, περιολισθανόντων ταῖς λαβαῖς τῶν δυκτύλων καὶ τὰς ἁφὰς οὐκέτι κραταιὰς ἐχόντων. Ῥωμαῖοι δὲ πολλῶν ἐθάδες ὄντες πόνων διὰ τὰς ἀτρύτους καὶ συνεχεῖς στρατείας ἅπαντα τὰ δεινὰ γενναίως ἀνέφερον.
14.11.1ἐν Ῥώμῃ πολλὰ μὲν καὶ ἄλλα σημεῖα θεόπεμπτα γέγονε, μέγιστον δ’ἁπάντων τόδε · τῆς ἀγορᾶς κατὰ τὸ μέσον μάλιστα διαρραγῆναι τι τῆς γῆς εἰς βάθος ἄβυσσον καὶ τοῦτ’ἐπὶ πολλὰς ἡμέρας διαμεῖναι. ψηφισαμένης δὲ τῆς βουλῆς οἱ ἐπὶ τῶν Σιβυλλείων χρησμῶν ἐπισκεψάμενοι τὰ βιβλία εἶπον, ὅτι τὰ πλείστου ἄξια τῷ Ῥωμαίων δήμῳ λαβοῦσα ἡ γῆ συνελεύσεταίτε καὶ πολλὴν ἀφθονίαν εἰς τὸν λοιπὸν χρόνον ἁπάντων ἀγαθῶν ἀνήσει.
14.11.2τοιαῦτα τῶν ἀνδρῶν ἀποφηναμένων ἀπαρχὰς ἕκαστος εἰς τὸ χάσμα ἔφερεν, ὧν ᾤετο δεῖν ἀγαθῶν τῇ πατρίδι, ἀπότε καρπῶν πελάνους καὶ ἀπὸ χρημάτων ἀπαρχάς.
14.11.3Μάρκος δέ τις Κούρτιος ἐν τοῖς πρώτοις τῶν νέων ἀριθμούμενος σωφροσύνης ἕνεκα καὶ τῆς κατὰ πολέμους ἀρετῆς ἔφοδον αἰτησάμενος ἐπὶ τὴν βουλὴν εἶπεν, ὅτι τῶν πάντων ἐστὶν ἀγαθῶν χρῆμα κάλλιστον καὶ πόλει Ῥωμαίων ἀναγκαιότατον ἀνδρῶν ἀρετή · εἰ δὴ καὶ ταύτης ἀπαρχήν τινα ἡ γῆ λάβοι καὶ γένοιτο ἑκὼν ὁ τοῦτο χαριούμενος τῇ πατρίδι, πολλοὺς ἀνήσει ἡ γῆ ἄνδρας ἀγαθούς.
14.11.4ταῦτ’εἰπὼν καὶ μηδενὶ παραχωρήσειν ἑτέρῳ τῆς φιλοτιμίας ταύτης ὑποσχόμενος τάτε ὅπλα περιέθετο καὶ ἐπὶ τὸν πολεμιστὴν ἵππον ἀνέβη · συναχθέντος δ’ἐπὶ τὴν θέαν τοῦ κατὰ τὴν πόλιν ὄχλου πρῶτον μὲν ηὔξατο τοῖς θεοῖς ἐπιτελῆ ποιῆσαι τὰ μαντεύματα καὶ πολλοὺς ἄνδρας ὁμοίους αὐτῷ δοῦναι τῇ πόλει τῇ Ῥωμαίων γενέσθαι · ἔπειτ’ἐφεὶς τῷ ἵππῳ τὰς ἡνίας καὶ τὰ κέντρα προσβαλὼν ἔρριψε κατὰ τοῦ χάσματος ἑαυτόν. ἐπὶ δὲ αὐτῷ πολλὰ μὲν ἱερεῖα, πολλοὶ δὲ καρποί, πολλὰ δὲ χρήματα, πολὺς δὲ κόσμος ἐσθῆτος, πολλαὶ δὲ ἀπαρχαὶ συμπασῶν τεχνῶν δημοσίᾳ κατὰ τοῦ χάσματος ἐρρίφησαν · καὶ αὐτίκα ἡ γῆ συνῆλθεν.
14.12.1ὑπερφυές τι χρῆμα σώματος ἦν ὁ Κελτός, οἷος ὑπεραίρειν πολὺ τὴν κοινὴν φύσιν. Λικίνιος Στόλων, ὁ δεκάκις δημαρχήσας καὶ τοὺς νόμους εἰσηγησάμενος ὑπὲρ ὧν ἡ δεκαετὴς στάσις ἐγένετο, ἁλοὺς ἐν δίκῃ καὶ ὑπὸ τοῦ δήμου καταψηφισθεὶς τίμημα ἀργυρικὸν εἶπεν, ὅτι θηρίον οὐδέν ἐστι δήμου μιαρώτερον, ὃς οὐ δὲ τῶν σιτιζόντων ἀπέχεται.
14.13.1τοῦ ὑπάτου Μαρκίου Πριβερνάτας πολιορκοῦντος, ἐπεὶ οὐδεμία τούτοις σωτηρίας ἐλπὶς ὑπελείπετο, ἐπρεσβεύοντο πρὸς αὐτόν · τοῦ δ’εἰπόντος · φράσατέ μοι, πῶς αὐτοὶ κολάζετε τοὺς ἀφισταμένους ὑμῶν οἰκέτας; ἀποκρίνεται πρὸς αὐτὸν ὁ πρεσβευτής · ὡς δεῖ κολάζεσθαι τοὺς ποθοῦντας ἀπολαβεῖν τὴν ἔμφυτον ἐλευθερίαν.
14.13.2καὶ ὁ Μάρκιος ἀποδεξάμενος αὐτοῦ τὴν παρρησίαν φησίν · ἐὰν δὲ δὴ καὶ πεισθῶμεν ὑμῖν ἀφεῖναι τὰς ὀργάς, τίνα δώσετε πίστιν ὑπὲρ τοῦ μηδὲν ἔτι ποιήσειν ἐχθρῶν ἔργον; ἀποκρίνεται πάλιν ὁ πρεσβευτής · ἐπὶ σοὶ τοῦτ’ἔστι καὶ τοῖς ἄλλοις Ῥωμαίοις, Μάρκιε · κομισάμενοι μὲν γὰρ ἅμα τῇ πατρίδι καὶ τὴν ἐλευθερίαν βέβαιοι διὰ παντὸς ὑμῖν ἐσόμεθα φίλοι, δουλεύειν δ’ἀναγκασθέντες οὐδέποτε. ἠγάσθητε δὴ τῆς μεγαλοφροσύνης τοὺς ἄνδρας ὁ Μάρκιος καὶ τὴν πολιορκίαν ἔλυσε.