Dionysius of Halicarnassus

Roman Antiquities, 10

10.1

10.1.1μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστή, ἣν ἐνίκα στάδιον Τορύμβας Θεσσαλὸς ἄρχοντος Ἀθήνησι Φρασικλέους · ὕπατοι δὲ ἀπεδείχθησαν ἐν Ῥώμῃ Πόπλιος Οὐολούμνιος καὶ Σερούιος Σολπίκιος Καμερῖνος. οὗτοι στρατιὰν μὲν οὐδεμίαν ἐξήγαγον οὔτε ἐπὶ τιμωρίας ἀναπράξει τῶν ἀδικούντων σφᾶςτε αὐτοὺς καὶ τοὺς συμμάχους οὔθ’ὡς διὰ φυλακῆς τὰ οἰκεῖα ἕξοντες · τῶν δ’ἐντὸς τείχους κακῶν πρόνοιαν ἐποιοῦντο, μή τι δεινὸν δῆμος ἐπὶ τῇ βουλῇ συστὰς ἐξεργάσηται.

10.1.2ἐταράττετο γὰρ αὖθις ὑπὸ τῶν δημάρχων ἀναδιδασκόμενος, ὅτι πολιτειῶν κρατίστη τοῖς ἐλευθέροις ἐστὶν ἰσηγορία, καὶ κατὰ νόμους ἠξίου διοικεῖσθαι τάτε ἰδιωτικὰ καὶ τὰ δημόσια. οὔπω γὰρ τότε ἦν οὔτ’ἰσονομία παρὰ Ῥωμαίοις οὔτ’ἰσηγορία, οὐ δ’ἐν γραφαῖς ἅπαντα τὰ δίκαια τεταγμένα · ἀλλὰ τὸ μὲν ἀρχαῖον οἱ βασιλεῖς αὐτῶν ἔταττον τοῖς δεομένοις τὰς δίκας, καὶ τὸ δικαιωθὲν ὑπ’ἐκείνων τοῦτο νόμος ἦν.

10.1.3ὡς δ’ἐπαύσαντο μοναρχούμενοι, τοῖς κατ’ἐνιαυτὸν ὑπατεύουσιν ἀνέκειτο τάτε ἄλλα τῶν βασιλέων ἔργα καὶ τοῦ δικαίου διάγνωσις, καὶ τοῖς ἀμφισβητοῦσι πρὸς ἀλλήλους ὑπὲρ ὁτουδήτινος ἐκεῖνοι τὰ δίκαια οἱ διαιροῦντες ἦσαν.

10.1.4τούτων δὲ τὰ μὲν πολλὰ τοῖς τρόποις τῶν ἀρχόντων ἀριστίνδην ἀποδεικνυμένων ἐπὶ τὰς ἀρχὰς ἀκόλουθα ἦν · κομιδῇ δ’ὀλίγα τινὰ ἐν ἱεραῖς ἦν βύβλοις ἀποκείμενα, νόμων εἶχε δύναμιν, ὧν οἱ πατρίκιοι τὴν γνῶσιν εἶχον μόνοι διὰ τὰς ἐν ἄστει διατριβάς, οἱ δὲ πολλοὶ ἐμπορευόμενοίτε καὶ γεωργοῦντες διὰ πολλῶν ἡμερῶν εἰς ἄστυ καταβαίνοντες ἐπὶ τὰς ἀγορὰς ἄπειροι ἔτι ἦσαν.

10.1.5τὸ δὲ πολίτευμα τοῦτο πρῶτος μὲν ἐπείρασεν εἰσαγαγεῖν Γάιος Τερέντιος δημαρχῶν ἐν τῷ παρελθόντι ἔτει, ἀτελὲς δὲ ἠναγκάσθη καταλιπεῖν τοῦτε πλήθους ὄντος ἐπὶ στρατοπέδων καὶ τῶν ὑπάτων ἐπίτηδες ἐν τῇ πολεμίᾳ γῇ τὰς δυνάμεις κατασχόντων, ἕως τῆς ἀρχῆς αὐτοῖς παρέλθῃ χρόνος.

10.2

10.2.1τότε δ’αὐτὸ παραλαβόντες οἱ περὶ Αὖλον Οὐεργίνιον δήμαρχοι τελειῶσαι ἐβούλοντο · ἵνα δὲ μὴ τοῦτο γένοιτο μη δὲ κατὰ νόμους ἀναγκασθεῖεν πολιτεύεσθαι, πάντα ἐπιμηχανώμενοι διετέλουν οἵτε ὕπατοι καὶ βουλὴ καὶ τῶν ἄλλων πολιτῶν οἱ πλεῖστον ἐν τῇ πόλει δυνάμενοι · βουλαίτε πολλαὶ καὶ ἐκκλησίαι συνεχεῖς ἐγίνοντο πεῖραίτε παντοῖαι ταῖς ἀρχαῖς κατ’ἀλλήλων, ἐξ ὧν οὐκ ἄδηλον ἅπασιν ἦν, ὅτι μεγάλη τις καὶ ἀνήκεστος ἐξ ἐκείνης τῆς φιλονεικίας ἀναστήσεται τῇ πόλει συμφορά.

10.2.2συνήπτετο δὲ τοῖς ἀνθρωπίνοις λογισμοῖς καὶ τὰ θεῖα δείματα προσγενόμενα, ὧν ἔνια οὔτ’ἐν δημοσίαις εὑρίσκετο γραφαῖς οὔτε κατ’ἄλλην φυλαττόμενα μνήμην οὐδεμίαν.

10.2.3ὅσα μὲν γὰρ ἐν οὐρανῷ σέλα φερόμενα καὶ πυρὸς ἀνάψεις ἐφ’ἑνὸς μένουσαι τόπου γῆςτε μυκήματα καὶ τρόμοι συνεχεῖς ἐγίνοντο, μορφαίτ’εἰδώλων ἄλλοτ’ἀλλοῖαι δι’ἀέρος φερόμεναι καὶ φωναὶ ταράττουσαι διάνοιαν ἀνθρώπων, καὶ πάντα ὅσα τούτοις ὅμοια συνέπιπτεν, εὑρίσκετο καὶ πάλαι ποτὲ γεγονότα ἧττοντε καὶ μᾶλλον · οὗ δὲ ἄπειροίτε καὶ ἀνήκοοι ἔτι ἦσαν καὶ ἐφ’ μάλιστα ἐταράχθησαν, τοιόνδ’ἦν · νιφετὸς ἐξ οὐρανοῦ κατέσκηψεν εἰς γῆν πολὺς οὐ χιόνα καταφέρων, ἀλλὰ σαρκῶν θραύσματα ἐλάττωτε καὶ μείζω.

10.2.4τούτων τὰ μὲν πολλὰ μετάρσια προσπετόμεναι πτηνῶν ὅσαι εἰσὶν ἀγέλαι τοῖς στόμασιν ἥρπαζον, τὰ δ’ἐπὶ τὴν γῆν ἐνεχθέντα ἐν αὐτῇτε τῇ πόλει καὶ κατὰ τοὺς ἀγροὺς μέχρι πολλοῦ χρόνου κείμενα ἦν οὔτε χρόαν μεταβάλλοντα, οἵαν ἴσχουσι παλαιούμεναι σάρκες, οὔτε σηπεδόνι διαλυόμενα, ὦζέτε ἀπ’αὐτῶν οὐδὲν πονηρόν.

10.2.5τοῦτο τὸ τέρας οἱ μὲν ἐπιχώριοι μάντεις οὐχ οἷοίτ’ἦσαν συμβαλεῖν · ἐν δὲ τοῖς Σιβυλλείοις εὑρέθη χρησμοῖς, ὅτι πολεμίων ἀλλοεθνῶν παρελθόντων εἰς τὸ τεῖχος ἀγὼν ὑπὲρ ἀνδραποδισμοῦ καταλήψεται τὴν πόλιν, ἄρξει δὲ τοῦ πρὸς τοὺς ἀλλοεθνεῖς πολέμου στάσις ἐμφύλιος, ἣν χρῆν ἀρχομένην ἐξελαύνοντας ἐκ τῆς πόλεως καὶ θεοὺς παραιτουμένους θυσίαιςτε καὶ εὐχαῖς ἀποτρέψαι τὰ δεινά · καὶ κρείττους ἔσεσθαι τῶν ἐχθρῶν.

10.2.6ὡς δ’ἐξηνέχθη ταῦτ’εἰς τὸ πλῆθος, ἱερὰ μὲν πρῶτον ἔθυσαν, οἷς τούτων ἐπιμέλεια ἀνέκειτο, θεοῖς ἐξακεστηρίοιςτε καὶ ἀποτροπαίοις, ἔπειτα συναχθέντες εἰς τὸ βουλευτήριον οἱ σύνεδροι παρόντων καὶ τῶν δημάρχων ὑπὲρ ἀσφαλείαςτε καὶ σωτηρίας τῆς πόλεως ἐσκόπουν.

10.3

10.3.1τὸ μὲν οὖν καταλύσασθαι τὰ πρὸς ἀλλήλους ἐγκλήματα καὶ μιᾷ χρήσασθαι γνώμῃ περὶ τῶν κοινῶν, ὡς ὑπετίθεντο οἱ χρησμοί, πάντες ὡμολόγουν · ὅπως δ’ἂν τοῦτο γένοιτο καὶ ἀπὸ τίνων ἀρξαμένων εἴκειν τοῖς ἑτέροις τὸ διάφορον παύσαιτο στασιάζον, οὐ μικρὰν αὐτοῖς παρεῖχεν ἀπορίαν.

10.3.2οἱ μὲν γὰρ ὕπατοι καὶ οἱ τῆς βουλῆς προεστῶτες τοὺς εἰσφέροντας καινὰ πολιτεύματα δημάρχους καὶ καταλύειν ἀξιοῦντας τὸν πάτριον τῆς πολιτείας κόσμον αἰτίους ἀπέφαινον τῆς ταραχῆς. οἱ δὲ δήμαρχοι σφᾶς μὲν αὐτοὺς οὐδὲν ἔλεγον ἀνάξιον δρᾶν οὔτε ἄδικον οὔτε ἀσύμφορον εὐνομίαν εἰσάγειν βουλομένους καὶ ἰσηγορίαν · τοὺς δὲ ὑπάτους καὶ τοὺς πατρικίους αἰτίους ἔσεσθαι τῆς στάσεως ἔλεγον ἀνομίαν αὔξοντας καὶ πλεονεξίαν καὶ ζηλοῦντας τὰ τῶν τυράννων ἔθη.

10.3.3ταῦτα καὶ πολλὰ τούτοις ὅμοια παρ’ἑκατέρων ἐπὶ πολλὰς ἡμέρας ἐλέγετο, καὶ προὔβαινε διὰ κενῆς χρόνος · ἐν τῶν κατὰ τὴν πόλιν οὔτε δημοσίων οὔτε ἰδίων οὐδὲν ἐτελεῖτο. ὡς δ’οὐδὲν ἐγίνετο τῶν προὔργου, λόγων μὲν ἐκείνων καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατὰ τῆς βουλῆς, οἱ δήμαρχοι ἀπέστησαν · συναγαγόντες δὲ τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν ὑπέσχοντο τῷ δήμῳ νόμον εἰσοίσειν ὑπὲρ ὧν ἠξίουν.

10.3.4ἐπαινέσαντος δὲ τοῦ πλήθους τὸν λόγον οὐδὲν ἔτι ἀναβαλόμενοι τὸν παρασκευασθέντα νόμον ἀνέγνωσαν · κεφάλαια δὲ αὐτοῦ τάδε ἦν · ἄνδρας αἱρεθῆναι δέκα ὑπὸ τοῦ δήμου συναχθείσης ἀγορᾶς ἐννόμου τοὺς πρεσβυτάτουςτε καὶ φρονιμωτάτους, οἷς ἐστι πλείστη πρόνοια τιμῆςτε καὶ δόξης ἀγαθῆς · τούτους δὲ συγγράψαντας τοὺς ὑπὲρ ἁπάντων νόμους τῶντε κοινῶν καὶ τῶν ἰδίων εἰς τὸν δῆμον ἐξενεγκεῖν · τοὺς δὲ συγγραφησομένους ὑπ’αὐτῶν νόμους κεῖσθαι ἐν ἀγορᾷ ταῖς καθ’ἕκαστον ἐνιαυτὸν ἀποδειχθησομέναις ἀρχαῖς καὶ τοῖς ἰδιώταις ὅρους τῶν πρὸς ἀλλήλους δικαίων.

10.3.5τοῦτον προθέντες τὸν νόμον ἐξουσίαν ἔδοσαν τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν, ἀποδείξαντες τὴν τρίτην ἀγοράν. ἦσαν δὲ πολλοὶ καὶ οὐχ οἱ φαυλότατοι τῶν ἐκ τοῦ συνεδρίου, πρεσβύτεροι καὶ νέοι, κατήγοροι τοῦ νόμου, λόγους διεξιόντες ἐκ πολλῆς ἐπιμελείας καὶ παρασκευῆς · καὶ τοῦτ’ἐφ’ἡμέρας ἐγίνετο συχνάς.

10.3.6ἔπειτα οἱ δήμαρχοι δυσχεραίνοντες ἐπὶ τῇ διατριβῇ τοῦ χρόνου λόγον μὲν οὐδένα ἔτι τοῖς κατηγόροις τοῦ νόμου προέθεσαν, ἡμέραν δὲ ἀποδείξαντες, ἐν κυρώσειν αὐτὸν ἔμελλον, παρεῖναι τοὺς δημότας εἰς αὐτὴν παρεκάλουν ἀθρόους, ὡς οὐκέτι ταῖς μακραῖς δημηγορίαις ἐνοχληθησομένους, ἀλλ’ἐποίσοντας ὑπὲρ αὐτοῦ τὴν ψῆφον κατὰ φυλάς. οἱ μὲν δὴ ταῦτα ὑποσχόμενοι διέλυσαν τὴν ἐκκλησίαν.

10.4

10.4.1μετὰ δὲ ταῦτα οἵτε ὕπατοι καὶ τῶν πατρικίων οἱ πλεῖστον δυνάμενοι τραχύτερον ἤδη αὐτῶν προσιόντες καθήπτοντο λέγοντες, ὡς οὐκ ἐπιτρέψουσιν αὐτοῖς νόμους εἰσηγεῖσθαι καὶ τούτους ἀπροβουλεύτους. συνθήκας γὰρ εἶναι κοινὰς πόλεων τοὺς νόμους, οὐχὶ μέρους τῶν ἐν ταῖς πόλεσιν οἰκούντων. τοῦτε πονηροτάτου ὀλέθρου καὶ ἀνηκέστου καὶ οὐ δ’εὐσχήμονος ἀρχὴν ἀπέφαινον εἶναι πόλεσίτε καὶ οἴκοις, ὅταν τὸ κάκιστον τῷ κρατίστῳ νομοθετῇ.

10.4.2ποίαν δὲ ὑμεῖς, ἔφασαν, δήμαρχοι, νόμων εἰσφορᾶς ἀναιρέσεως ἐξουσίαν ἔχετε; οὐκ ἐπὶ ῥητοῖς μὲν δικαίοις ταύτην τὴν ἀρχὴν παρὰ τῆς βουλῆς ἐλάβετε, τοῖς δ’ἀδικουμένοις κατισχυομένοις τῶν πενήτων βοηθεῖν ᾐτήσασθε τοὺς δημάρχους, ἄλλο δὲ μηδὲν πολυπραγμονεῖν; εἰ δ’οὖν καὶ πρότερον ἦν τις ὑμῖν δύναμις, ἣν οὐκ ἐκ τοῦ δικαίου βιασάμενοι ἡμᾶς ἐλάβετε, ὑποκατακλινομένης ἑκάστῳ πλεονεκτήματι τῆς βουλῆς, οὐχὶ καὶ ταύτην νῦν ἀπολωλέκατε τῇ μεταβολῇ τῶν ἀρχαιρεσιῶν;

10.4.3οὔτε γὰρ βουλῆς δόγμα ὑμᾶς οὐκέτι ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχήν, οὔτε αἱ φρᾶτραι τὴν ψῆφον ὑπὲρ ὑμῶν ἐπιφέρουσιν, οὔτε ἱερὰ προθύεται τοῖς θεοῖς πρὸ τῶν ἀρχαιρεσιῶν, κατὰ νόμους ἐχρῆν ἐπιτελεῖσθαι, οὔτε ἄλλο τῶν πρὸς τοὺς θεοὺς εὐσεβῶν πρὸς ἀνθρώπους ὁσίων οὐθὲν ἐπὶ τῆς ἀρχῆς τῆς ὑμετέρας γίνεται. τίνος οὖν ὑμῖν ἔτι μέτεστι τῶν ἱερῶν καὶ σεβασμοῦ δεομένων, ὧν ἕν τι καὶ νόμος ἦν, ἐξαρνησαμένοις ἅπαντα τὰ νόμιμα;

10.4.4ταῦτάτε δὴ τοῖς δημάρχοις ἔλεγον οἱ πρεσβύτεροι καὶ οἱ νέοι αὐτῶν καθ’ἑταιρίας διεξιόντες ἀνὰ τὴν πόλιν καὶ τοὺς μὲν ἐπιεικεστέρους τῶν δημοτῶν ὁμιλίαις ἀνελάμβανον κεχαρισμέναις, τοὺς δ’ἀπειθεῖς καὶ ταραχώδεις ἀπειλαῖς κατεπλήττοντο κινδύνων, εἰ μὴ συμφρονήσειαν · ἤδη δέ τινας τῶν πάνυ ἀπόρων καὶ ἀπερριμμένων, οἷς οὐθενὸς τῶν κοινῶν παρὰ τὰ ἴδια κέρδη φροντὶς ἦν, παίοντες ὥσπερ ἀνδράποδα ἀνεῖργον ἐκ τῆς ἀγορᾶς.

10.5

10.5.1 δὲ πλείστουςτε περὶ αὑτὸν ἔχων ἑταίρους καὶ μέγιστον τῶν τότε νέων δυνάμενος Καίσων Κοίντιος ἦν, υἱὸς Λευκίου Κοιντίου τοῦ καλουμένου Κικιννάτου, γένοςτ’ἦν ἐπιφανὲς καὶ βίος οὐθενὸς δεύτερος, ἀνὴρ ὀφθῆναίτε κάλλιστος νέων καὶ τὰ πολέμια πάντων λαμπρότατος φύσειτε περὶ λόγους κεχρημένος ἀγαθῇ · ὃς ἐν τῷ τότε χρόνῳ πολὺς ἔρρει κατὰ τῶν δημοτικῶν οὔτε λόγων φειδόμενος, ὧν βαρὺ τοῖς ἐλευθέροις ἀκούειν, οὔτ’ἔργων ἀκολούθων τοῖς λόγοις ἀπεχόμενος. οἱ μὲν οὖν πατρίκιοι τίμιον αὐτὸν ἐπὶ τούτοις εἶχον καὶ μένειν παρὰ τὰ δεινὰ ἠξίουν αὐτοὶ παρασχεῖν τὸ ἀσφαλὲς ὑπισχνούμενοι · οἱ δ’ἐκ τοῦ δήμου πάντων δὴ μάλιστα αὐτὸν ἀνθρώπων ἐμίσουν.

10.5.2τοῦτον τὸν ἄνδρα ἔγνωσαν οἱ δήμαρχοι πρῶτον ἐκποδὼν ποιήσασθαι, ὡς καταπληξόμενοι τοὺς λοιποὺς τῶν νέων καὶ προσαναγκάσοντες σωφρονεῖν. γνόντες δὲ ταῦτα καὶ παρασκευασάμενοι λόγουςτε καὶ μάρτυρας πολλοὺς εἰσάγουσιν αὐτὸν ὑπὸ δίκην ἀδικήματος δημοσίου, θανάτου τιμησάμενοι τὴν δίκην. παραγγείλαντες δ’αὐτῷ παρεῖναι πρὸς τὸν δῆμον, ἐπειδὴ καθῆκεν χρόνος, ὃν ἔταξαν τῇ δίκῃ, συναγαγόντες ἐκκλησίαν μακροὺς ἐποιήσαντο κατ’αὐτοῦ λόγους, διεξιόντες ὅσα βίᾳ διαπεπραγμένος ἐτύγχανεν εἰς τοὺς δημότας, ὧν τοὺς πεπονθότας αὐτοὺς παρῆγον μάρτυρας.

10.5.3ὡς δὲ παρέδωκαν τὸν λόγον, αὐτὸ μὲν τὸ μειράκιον οὐχ ὑπήκουε καλούμενον ἐπὶ τὴν ἀπολογίαν, ἀλλ’ἠξίου τοῖς ἰδιώταις αὐτοῖς ὑπὲρ ὧν ᾐτιῶντο παθεῖν κατὰ τὸν νόμον ὑπέχειν δίκας, ἐπὶ τῶν ὑπάτων τῆς κρίσεως γινομένης · δὲ πατὴρ αὐτοῦ χαλεπῶς φέροντας τὴν αὐθάδειαν τοῦ μειρακίου τοὺς δημοτικοὺς ὁρῶν ἀπελογεῖτο τὰ μὲν πολλὰ ψευδῆτε καὶ ἐξ ἐπιβουλῆς συγκείμενα κατὰ τοῦ παιδὸς ἀποδεικνύς ·

10.5.4ὅσα δ’οὐκ ἐνῆν ἀρνήσασθαι μικρὰ καὶ φαῦλα καὶ οὐκ ἄξια δημοσίας ὀργῆς εἶναι λέγων καὶ οὐ δὲ ταῦτα ἐξ ἐπιβουλῆς δι’ὕβριν, ἀλλ’ὑπὸ φιλοτιμίας μειρακιώδους γεγονότα ἐπιδεικνύμενος, δι’ἣν πολλὰ μὲν αὐτῷ συμβῆναι δρᾶσαι τῶν ἀβουλήτων ἐν ἁψιμαχίαις, πολλὰ δ’ἴσως καὶ παθεῖν, οὔτε ἡλικίας ἐν τῷ κρατίστῳ ὄντι οὔτε φρονήσεως ἐν τῷ καθαρωτάτῳ.

10.5.5ἠξίουτε τοὺς δημοτικοὺς μὴ μόνον ὀργὴν μὴ ἔχειν ἐφ’οἷς ἥμαρτεν εἰς ὀλίγους, ἀλλὰ καὶ χάριν εἰδέναι περὶ ὧν ἅπαντας εὖ ποιῶν ἐν τοῖς πολέμοις διετέλεσε, τοῖς μὲν ἰδιώταις ἐλευθερίαν κτώμενος, τῇ δὲ πατρίδι ἡγεμονίαν, ἑαυτῷ δὲ εἴ ποτε ἁμάρτοι τι φιλανθρωπίαν παρὰ τῶν πολλῶν καὶ βοήθειαν. καὶ διεξῄει τάςτε στρατείας πάσας καὶ τοὺς ἀγῶνας ἅπαντας, ἐξ ὧν ἀριστεῖα καὶ στεφάνους παρὰ τῶν στρατηγῶν ἔλαβε, πολιτῶντε ὁπόσων ἐν ταῖς μάχαις ὑπερήσπισε καὶ τείχεσι πολεμίων ὁσάκις πρῶτος ἐπέβη.

10.5.6τελευτῶν δ’εἰς οἴκτους κατέβαινε καὶ δεήσεις, ἀντὶ τῆς ἑαυτοῦ πρὸς ἅπαντας ἐπιεικείας βίουτε, ὃς ἐμαρτυρεῖτο αὐτῷ πάσης καθαρὸς διαβολῆς, μίαν ἀπαιτῶν παρὰ τοῦ δήμου χάριν, φυλάξαι τὸν υἱὸν αὐτῷ.

10.6

10.6.1 μὲν οὖν δῆμος ἥδετο πάνυ τοῖς λόγοις καὶ χαρίζεσθαι τὸ μειράκιον τῷ πατρὶ πρόθυμος ἦν. δὲ Οὐεργίνιος ὁρῶν, ὅτι μὴ δόντος ἐκείνου δίκην ἀφόρητον ἔσται τὸ θράσος τῶν αὐθαδῶν μειρακίων, ἀνίσταται καί φησιν ·

10.6.2σοὶ μέν, Κοίντιε, τε ἄλλη μαρτυρεῖται πᾶσα ἀρετὴ καὶ πρὸς τοὺς δημοτικοὺς εὔνοια, ἀνθ’ὧν τὸ τιμᾶσθαί σοι πάρεστιν. δὲ τοῦ μειρακίου βαρύτης καὶ πρὸς ἅπαντας ἡμᾶς ὑπερηφανία παραίτησιν συγγνώμην οὐδεμίαν ἐπιδέχεται · ὅστις ὑπὸ τοῖς σοῖς ἤθεσι τραφεὶς οὕτως οὖσι δημοτικοῖς καὶ μετρίοις, ὡς ἅπαντες ἴσμεν, τῶν μὲν σῶν ὑπερεῖδεν ἐπιτηδευμάτων, τυραννικὴν δὲ αὐθάδειαν καὶ βαρβάρων ἀνθρώπων ὕβριν ἠγάπησε, καὶ πονηρῶν ἔργων ζῆλον εἰς τὴν πόλιν ἡμῶν εἰσαγήοχεν.

10.6.3εἰ μὲν οὖν ἐλάνθανέ σε τοιοῦτος ὤν, νῦν ὅτ’ἔγνωκας ἀγανακτεῖν ὑπὲρ ἡμῶν δίκαιος ἂν εἴης · εἰ δὲ συνῄδειςτε καὶ συνέπραττες οἷς προεπηλάκιζε τὴν τῶν πενήτων πολιτῶν τύχην, πονηρὸς ἄρα καὶ αὐτὸς ἦσθα, καὶ τῆς καλοκἀγαθίας δόξα οὐκ ἐκ τοῦ δικαίου σοι περιγέγονεν. ἀλλὰ γὰρ ὅτι ἠγνόεις αὐτὸν οὐκ ὄντα τῆς σῆς ἀρετῆς ἄξιον, ἐγώ σοι τοῦτ’ἔχω μαρτυρεῖν. ἀπολύων δέ σε τοῦ τότε συναδικεῖν ἡμᾶς μέμφομαι τοῦ νῦν ἡμῖν μὴ συναγανακτεῖν.

10.6.4ἵνα δὲ μᾶλλον μάθῃς, ἡλίκον ἄρα τῇ πόλει κακὸν ἐπιτρέφων ἐλάνθανες, ὡς ὠμὸν καὶ τυραννικὸν καὶ οὐ δὲ φόνου πολιτικοῦ καθαρόν, ἄκουσον αὐτοῦ φιλότιμον ἔργον καὶ ἀντιπαρεξέτασον αὐτῷ τὰς ἐν τοῖς πολέμοις ἀριστείας · καὶ ὑμῶν ὅσοι συνεπαθεῖτε ἀρτίως οἰκτιζομένῳ τῷ ἀνδρὶ σκοπεῖτε, εἰ ἄρα καλῶς ὑμῖν ἔχει τοιούτου φείσασθαι πολίτου.

10.7

10.7.1ταῦτ’εἰπὼν ἀνίστησιν ἐκ τῶν συναρχόντων Μάρκον Οὐολούσκιον καὶ λέγειν ἐκέλευσεν, σύνοιδε τῷ μειρακίῳ. σιωπῆς δὲ γενομένης καὶ πολλῆς ἐξ ἁπάντων προσδοκίας μικρὸν ἐπισχὼν Οὐολούσκιος εἶπεν ·

10.7.2ἐγὼ μάλιστα ἐβουλόμην ἄν, πολῖται, δίκην ἰδίαν, ἣν νόμος δίδωσί μοι, παρὰ τούτου λαβεῖν δεινὰ καὶ πέρα δεινῶν πεπονθώς · κωλυθεὶς δὲ τούτου τυχεῖν διὰ πενίαν καὶ ἀσθένειαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι, νῦν γ’ἡνίκα ἔξεστί μοι τὸ τοῦ μάρτυρος σχῆμα, ἐπειδὴ οὐ τὸ τοῦ κατηγόρου, λήψομαι. δὲ πέπονθα, ὡς ὠμὰ καὶ ἀνήκεστα, ἀκούσατέ μου.

10.7.3ἀδελφὸς ἦν μοι Λεύκιος, ὃν ἐγὼ πάντων ἀνθρώπων μᾶλλον ἠγάπησα. οὗτός μοι συνεδείπνει παρὰ φίλῳ, καὶ μετὰ ταῦτ’ἀναστάντες τῆς ἐχομένης νυκτὸς ᾠχόμεθα. διεληλυθόσι δ’ἡμῖν τὴν ἀγορὰν περιτυγχάνει Καίσων οὑτοσὶ κωμάζων σὺν ἑτέροις ἀγερώχοις μειρακίοις. καὶ οὗτοι τὸ μὲν πρῶτον ἔσκωπτόντε καὶ ὕβριζον εἰς ἡμᾶς, οἷα μεθύοντες ἂν νέοι καὶ αὐθάδεις ὡς ἂν εἰς ταπεινοὺς καὶ πένητας ὑβρίσαιεν, ὡς δ’ἠγανακτοῦμεν πρὸς αὐτούς, ἐλεύθερον ῥῆμα εἰς τοῦτον εἶπε. δεινὸν δ’ἡγησάμενος οὑτοσὶ Καίσων ἀκοῦσαί τι, ὧν οὐκ ἐβούλετο, προσδραμὼν αὐτῷ παίων καὶ λακτίζων καὶ πᾶσαν ἄλλην ὠμότητα καὶ ὕβριν ἐνδεικνύμενος ἀποκτείνει.

10.7.4ἐμοῦ δὲ κεκραγότος καὶ ἀμυνομένου τοσαῦτα ὅσα ἐδυνάμην, ἐκεῖνον ἤδη νεκρὸν κείμενον ἀφεὶς ἐμὲ πάλιν ἔπαιε καὶ οὐ πρότερον ἐπαύσατο, πρὶν ἀκίνητόντε καὶ ἄφωνον εἶδεν ἐρριμμένον, δόξας εἶναι νεκρόν. μετὰ δὲ ταῦτα οὗτος μὲν ἀπιὼν ᾤχετο χαίρων ὥσπερ ἐπὶ καλῷ ἔργῳ · ἡμᾶς δὲ οἱ παραγενόμενοι μετὰ ταῦτα αἵματι πεφυρμένους αἴρουσι καὶ εἰς τὴν οἰκίαν ἀπεκόμισαν, τὸν μὲν ἀδελφόν μου Λεύκιον νεκρόν, ὥσπερ ἔφην, ἐμὲ δὲ ἡμιθανῆ καὶ ἐλπίδας ἔχοντα τοῦ ζῆν ὀλίγας.

10.7.5ταῦτα δ’ἐγένετο Ποπλίου Σερουιλίου καὶ Λευκίου Αἰβουτίου τὴν ὑπατείαν ἐχόντων, ὅτε μεγάλη νόσος κατέλαβε τὴν πόλιν, ἧς ἀπελαύσαμεν καὶ ἡμεῖς ἀμφότεροι. τότε μὲν οὖν δίκην οὐχ οἷόντ’ἦν μοι παρ’αὐτοῦ λαβεῖν τεθνηκότων ἀμφοτέρων τῶν ὑπάτων · Λευκίου δὲ Λοκρητίου καὶ Τίτου Οὐετουρίου παραλαβόντων τὴν ἀρχὴν βουλόμενος αὐτὸν ἀγαγεῖν ὑπὸ δίκην ἐκωλύθην διὰ τὸν πόλεμον, ἐκλελοιπότων ἀμφοτέρων τῶν ὑπάτων τὴν πόλιν.

10.7.6ὡς δὲ ἀνέστρεψαν ἀπὸ τῆς στρατείας, πολλάκις αὐτὸν ἐπὶ τὴν ἀρχὴν καλῶν, ὁσάκις προσέλθοιμι καὶ ταῦτα δὴ πολλοὶ τῶν πολιτῶν ἴσασι πληγὰς ἐλάμβανον ὑπ’αὐτοῦ. ταῦτ’ἐστὶν πέπονθα, δημόται, μετὰ πάσης ἀληθείας εἰρημένα πρὸς ὑμᾶς.

10.8

10.8.1ταῦτ’εἰπόντος αὐτοῦ κραυγήτε ἐκ τῶν παρόντων ἐγένετο καὶ ὁρμὴ πολλῶν ἐπὶ τὴν ἐκ χειρὸς δίκην. ἀλλ’οἵτε ὕπατοι ἐμποδὼν ἐγένοντο καὶ τῶν δημάρχων οἱ πλείους πονηρὸν ἔθος οὐκ ἀξιοῦντες εἰς τὴν πόλιν εἰσάγειν. ἦν δὲ καὶ τοῦ δήμου τὸ καθαρώτατον οὐ βουλόμενον ἀποστερεῖν λόγου τοὺς ὑπὲρ τῶν μεγίστων ἀγωνιζομένους.

10.8.2τότε μὲν οὖν ἐπέσχε τὴν τῶν θρασυτέρων ὁρμὴν τοῦ δικαίου πρόνοια, καὶ ἀναβολὴν ἔλαβεν δίκη, οὐ μικρᾶς ἐμπεσούσης φιλοτιμίας καὶ ζητήσεως ὑπὲρ τοῦ σώματος, εἴτ’ἐν δεσμοῖς αὐτὸ δεῖ φυλάττεσθαι τέως, εἴτ’ἐγγυητὰς δοῦναι τῆς ἀφίξεως, ὥσπερ καὶ πατὴρ ἠξίου · καὶ βουλὴ συνελθοῦσα ἐψηφίσατο χρήμασι διεγγυηθὲν ἐλεύθερον εἶναι τὸ σῶμα μέχρι δίκης.

10.8.3τῇ δ’ἑξῆς ἡμέρᾳ συναγαγόντες οἱ δήμαρχοι τὸ πλῆθος, ἐκλιπόντος τοῦ μειρακίου τὴν δίκην, ἐκύρωσαν τὴν κατ’αὐτοῦ ψῆφον καὶ τοὺς ἐγγυητὰς δέκα ὄντας ἐπράξαντο τὰ περὶ τοῦ σώματος τῆς ἀποκαταστάσεως ὁμολογηθέντα χρήματα.

10.8.4Καίσων μὲν οὖν τοιαύτῃ περιπεσὼν ἐπιβουλῇ, κατασκευασαμένων ἅπαντα τῶν δημάρχων καὶ Οὐολουσκίου ψευδῆ μαρτυρήσαντος, ὡς ἐγένετο φανερὸν σὺν χρόνῳ, φεύγων εἰς Τυρρηνίαν ᾤχετο · δὲ πατὴρ αὐτοῦ τὰ πλεῖστα τῆς οὐσίας ἀπεμπολήσας καὶ τὰ ὁμολογηθέντα ὑπὸ τῶν ἐγγυητῶν χρήματα ἀποδοὺς ἑαυτῷ χωρίον ἓν μικρὸν ὑπολειπόμενος πέραν τοῦ Τεβέριος ποταμοῦ, ἐν ταπεινή τις ἦν καλύβη, γεωργῶν αὐτόθι μετὰ δούλων ὀλίγων ἐπίπονον καὶ ταλαίπωρον ἔζη βίον ὑπὸ λύπηςτε καὶ πενίας, οὔτε πόλιν ὁρῶν οὔτε φίλους ἀσπαζόμενος οὔθ’ἑορτάζων οὔτ’ἄλλης εὐφροσύνης οὐδεμιᾶς ἑαυτῷ μεταδιδούς. τοῖς μέντοι δημάρχοις πολὺ τὸ παράλογον ἐγένετο τῆς ἐλπίδος. οὐ γὰρ ὅπως ἐπαύσατο τῶν νέων φιλοτιμία σωφρονισθεῖσα τῇ Καίσωνος συμφορᾷ, πολὺ δὲ χαλεπωτέρα καὶ πλείων ἐγένετο ἔργοιςτε καὶ λόγοις καταγωνιζομένη τὸν νόμον · ὥστ’οὐθὲν ἔτι αὐτοῖς ἐξεγένετο διαπράξασθαι δαπανηθέντος εἰς ταῦτα τοῦ χρόνου τῆς ἀρχῆς. μέντοι δῆμος εἰς τὸν ἐπιόντα πάλιν ἐνιαυτὸν ἄρχοντας ἀπέδειξεν αὐτούς.

10.9

10.9.1Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαΐου Κλαυδίου Σαβίνου τὴν ὑπατικὴν ἐξουσίαν παραλαβόντων κίνδυνος ὅσος οὔπω τὴν Ῥώμην κατέσχεν ἐξ ἀλλοεθνοῦς πολέμου, ὃν παρήγαγεν ἐντὸς τείχους πολιτικὴ στάσις, ὡς οἵτε Σιβύλλειοι χρησμοὶ προὔλεγον καὶ τὰ ἐκ τοῦ δαιμονίου φανέντα προεθέσπισε τῷ παρελθόντι ἐνιαυτῷ. διηγήσομαι δὲ τήντε αἰτίαν, ἀφ’ἧς πόλεμος εἰσῆλθε, καὶ τὰ πραχθέντα τοῖς ὑπάτοις κατὰ τὸν τότε ἀγῶνα.

10.9.2οἱ παρειληφότες τὸ δεύτερον τὴν δημαρχίαν ἐπὶ τῇ ἐλπίδι τοῦ κυρώσειν τὸν νόμον, ὁρῶντες τῶντε ὑπάτων τὸν ἕτερον, Γάιον Κλαύδιον, ἔμφυτον τὸ πρὸς τοὺς δημοτικοὺς ἔχοντα μῖσος διὰ προγόνων καὶ παρεσκευασμένον ἁπάσῃ μηχανῇ κωλύειν τὰ γινόμενα, τῶντε νέων τοὺς πλεῖστον δυναμένους εἰς ἀπόνοιαν φανερὰν προεληλυθότας, οὓς οὐκ ἐνῆν τῷ βιαίῳ καταγωνίσασθαι, μάλιστα δὲ τοῦ δήμου τὸ πλεῖον ὑποκατακλινόμενον ταῖς θεραπείαις τῶν πατρικίων καὶ προθυμίαν οὐκέτι περὶ τοῦ νόμου τὴν αὐτὴν παρεχόμενον, ἰταμωτέραν ὁδὸν ἔγνωσαν ἐπὶ τὰ πράγματα πορεύεσθαι, δι’ἧς καταπλήξονται μὲν τὸν δῆμον, ἀναβαλοῦσι δὲ τὸν ὕπατον.

10.9.3πρῶτον μὲν κατεσκεύασαν φήμας λέγεσθαι κατὰ τὴν πόλιν παντοδαπάς · ἔπειτ’ἐξ ἑωθινοῦ καθεζόμενοι δι’ὅλης ἡμέρας συνήδρευον ἐν τῷ φανερῷ, μεταδιδόντες οὐθενὶ τῶν ἔξωθεν οὔτε βουλεύματος οὔτε λόγου. ἐπεὶ δὲ καιρὸς ἐπιτήδειος ἔδοξεν αὐτοῖς εἶναι πράττειν τὰ βεβουλευμένα, πλασάμενοι γράμματα καὶ ταῦτα παρασκευάσαντες ἀναδοθῆναι σφίσιν ὑπ’ἀνδρὸς ἀγνῶτος καθημένοις ἐν ἀγορᾷ, ὡς διῆλθον αὐτά, παίοντες τὰ μέτωπα καὶ κατηφεῖς τὰς ὄψεις ποιήσαντες ἀνίστανται.

10.9.4πολλοῦ δὲ συνδραμόντος ὄχλου καὶ μέγα τι κακὸν ἐν τοῖς γράμμασιν ἐνεῖναι γεγραμμένον μαντευομένου σιωπὴν προκηρύξαντες εἶπον · ἐν ἐσχάτοις ἐστὶν ὑμῖν κινδύνοις, πολῖται, τὸ δημοτικόν · καὶ εἰ μὴ θεῶν τις εὔνοια προείδετο τῶν ἄδικα πάσχειν μελλόντων, εἰς δεινὰς ἂν ἅπαντες ἤλθομεν συμφοράς. αἰτούμεθα δὲ ὑμᾶς βραχὺν ἐπισχεῖν χρόνον, ἕως τῇ βουλῇ δηλώσωμεν τὰ προσαγγελθέντα καὶ μετὰ κοινῆς γνώμης πράξωμεν τὰ δέοντα.

10.9.5ταῦτ’εἰπόντες ᾤχοντο πρὸς τοὺς ὑπάτους. ἐν ὅσῳ δὲ βουλὴ συνήγετο χρόνῳ, πολλοὶ καὶ παντοδαποὶ λόγοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, τῶν μὲν ἐκ παρασκευῆς παρηγγέλλετο αὐτοῖς ὑπὸ τῶν δημάρχων κατὰ συστροφὰς λαλούντων, τῶν δέ, μάλιστα ἐδεδοίκεσαν μὴ γένηται, ταῦτα ὡς ἀπηγγελμένα τοῖς δημάρχοις λεγόντων.

10.9.6ἔφη δ’ μέν τις Αἰκανοὺς καὶ Οὐολούσκους ὑποδεξαμένους Καίσωνα Κοίντιον τὸν ὑπὸ τοῦ δήμου καταδικασθέντα ᾑρῆσθαι στρατηγὸν αὐτοκράτορα τῶν ἐθνῶν καὶ πολλὰς δυνάμεις ἀγείραντα μέλλειν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν · δέ τις ἀπὸ κοινῆς γνώμης τῶν πατρικίων τὸν ἄνδρα κατάγεσθαι ξενικαῖς δυνάμεσιν, ἵνα φυλακὴ καταλυθείῃ νῦντε καὶ εἰς τὸν λοιπὸν χρόνον τῶν δημοτικῶν · δέ τις οὐχ ἅπαντας εἶναι τοὺς πατρικίους ἔφη τοὺς ταῦτα βεβουλευμένους, ἀλλὰ μόνους τοὺς νέους.

10.9.7ἐτόλμων δέ τινες λέγειν, ὅτι καὶ ἐντὸς τῆς πόλεως ἀνὴρ εἴη κρυπτόμενος καὶ μέλλοι καταλαμβάνεσθαι τῶν τόπων τοὺς ἐπικαιροτάτους. ὅλης δὲ κραδαινομένης ἐπὶ τῇ προσδοκίᾳ τῶν δεινῶν τῆς πόλεως, καὶ πάντων ἀλλήλους ἐχόντων δι’ὑποψίας καὶ φυλακῆς, οἱ μὲν ὕπατοι τὴν βουλὴν ἐκάλουν, οἱ δὲ δήμαρχοι παρελθόντες ἐδείκνυσαν τὰ προσαγγελλόμενα. ἦν δὲ τοὺς λόγους ὑπὲρ αὐτῶν ποιούμενος Αὖλος Οὐεργίνιος καὶ ἔλεξε τοιάδε ·

10.10

10.10.1ὅσον μὲν χρόνον οὐθὲν ἀκριβὲς ἡμῖν ἐφαίνετο τῶν προσαγγελλομένων δεινῶν, ἀλλὰ φῆμαι μετέωροι, καὶ τὸ βεβαιῶσον αὐτὰς οὐθὲν ἦν, ὠκνοῦμεν, βουλή, φέρειν τοὺς περὶ αὐτῶν λόγους εἰς μέσον, ταραχάςτε ὑποπτεύοντες ἔσεσθαι μεγάλας, οἷα εἰκὸς ἐπὶ δεινοῖς ἀκούσμασι, καὶ δι’εὐλαβείας ἔχοντες, μὴ ταχύτερα δόξωμεν ὑμῖν βεβουλεῦσθαι μᾶλλον φρονιμώτερα.

10.10.2οὐ μὴν ὀλιγωρίᾳ γ’αὐτὰ παραδόντες ἀφήκαμεν, ἀλλ’ὅση δύναμις ἡμῖν ἦν ἐπιμελῆ ζήτησιν ἐποιούμεθα τῆς ἀληθείας. ἐπεὶ δὲ τοῦ δαιμονίου πρόνοια, ὑφ’ἧς ἀεὶ σωζόμεθα κοινῇ, καλῶς ποιοῦσα τὰ κεκρυμμένα βουλεύματα καὶ τὰς ἀνοσίους ἐπιχειρήσεις τῶν θεοῖς ἐχθρῶν εἰς φῶς ἄγει, καὶ γράμματα πάρεστιν ἡμῖν, δεδέγμεθα νεωστὶ παρὰ ξένων εὔνοιαν ἡμῖν ἐνδεικνυμένων, οὓς ὕστερον ἀκούσεσθε, καὶ συντρέχειτε καὶ συνᾴδει τοῖς ἔξωθεν ἐπιστελλομένοις τὰ ἐνθένδε μηνυόμενα, καὶ τὰ πράγματα οὐκέτι μέλλησιν οὐ δ’ἀναβολὴν ἐν χερσὶν ὄντα ἐπιδέχεται, πρὶν εἰς τὸν δῆμον ἐξενεγκεῖν, ὑμῖν πρώτοις ὥσπερ ἐστὶ δίκαιον ἀπαγγεῖλαι διέγνωμεν αὐτά.

10.10.3ἴστε δὴ συνωμοσίαν ἐπὶ τῷ δήμῳ γεγενημένην ὑπ’ἀνδρῶν οὐκ ἀφανῶν, ἐν οἷς ἐνεῖναι μέν τι λέγεται μέρος οὐ πολὺ καὶ τῶν εἰς τόδε συλλεγομένων τὸ συνέδριον πρεσβυτέρων, τὸ δὲ πλεῖστον ἐκ τῶν ἔξω τῆς βουλῆς ἱππέων, οὓς οὔπω καιρὸς οἵτινές εἰσιν ὑμῖν λέγειν.

10.10.4μέλλουσι δ’οὖν, ὡς πυνθανόμεθα, σκοταίαν φυλάξαντες νύκτα κοιμωμένοις ἡμῖν ἐπιχειρεῖν, ἡνίκα οὔτε προιδεῖν τι τῶν γινομένων οὔτε φυλάξασθαι καθ’ἓν γενόμενοι δυνάμεθα · ἐπιπεσόντες δὲ ταῖς οἰκίαις τούςτε δημάρχους ἡμᾶς κατασφάττειν καὶ τῶν δημοτῶν ἄλλους τοὺς ἐναντιωθέντας ποτὲ αὐτοῖς περὶ ἐλευθερίας τὸ λοιπὸν ἐναντιωσομένους. ὅταν δὲ ἡμᾶς ἐκποδὼν ποιήσωνται, τότ’ἤδη κατὰ πολλὴν ἀσφάλειαν ἡγοῦνται διαπράξασθαι παρ’ὑμῶν τὰ λοιπὰ ἀναιρεθῆναι διὰ κοινοῦ ψηφίσματος τὰς γενομένας ὑμῖν πρὸς τὸν δῆμον ὁμολογίας.

10.10.5ὁρῶντες δέ, ὅτι ξενικῆς αὐτοῖς χειρὸς εἰς τὰ πράγματα δεῖ κρύφα παρασκευασθείσης καὶ οὐ δὲ ταύτης μετρίας, ἄνδρα προσειλήφασιν εἰς ταῦτα τῶν ὑμετέρων φυγάδων Καίσωνα Κοίντιον ἡγεμόνα, ὃν ἐπὶ φόνοις πολιτῶν καὶ διαστάσει τῆς πόλεως ἐξελεγχθέντα διεπράξαντό τινες τῶν ἐνθάδε μὴ δοῦναι δίκην, ἀλλ’ἀθῷον ἀπελθεῖν ἐκ τῆς πόλεως, κάθοδόντε πράξειν ὑπέσχηνται καὶ ἀρχὰς προτείνονται καὶ τιμὰς καὶ ἄλλους μισθοὺς τῆς ὑπουργίας.

10.10.6 κἀκεῖνος ὑπέσχηται στρατιὰν αὐτοῖς Αἰκανῶν καὶ Οὐολούσκων ἄξειν ἐπίκουρον, ὅσης ἂν δεηθῶσιν · ἥξειτε οὐκ εἰς μακρὰν αὐτὸς μὲν ἐπαγόμενος τοὺς εὐτολμοτάτους κρύφα κατ’ὀλίγους εἰσάγων καὶ σποράδας, δ’ἄλλη δύναμις, ὅταν οἱ τοῦ δήμου προεστηκότες ἡμεῖς διαφθαρῶμεν, ἐπὶ τὸ ἄλλο πλῆθος τῶν πενήτων χωρήσει, ἐάν τινες ἄρα περιέχωνται τῆς ἐλευθερίας.

10.10.7ταῦτ’ἐστίν, βεβούλευνται ὑπὸ σκότους καὶ μέλλουσι δρᾶν, βουλή, δεινὰ καὶ ἀνόσια ἔργα, οὔτε θεῖον φοβηθέντες χόλον οὔτε ἀνθρωπίνην ἐντραπέντες νέμεσιν.

10.11

10.11.1ἐν τοσούτῳ δὴ κινδύνῳ σαλεύοντες ἱκέται γινόμεθα ὑμῶν, πατέρες, ἐπισκήπτοντες θεούςτε καὶ δαίμονας, οἷς κοινῇ θύομεν, καὶ πολέμων ὑπομιμνήσκοντες, οὓς πολλοὺς καὶ μεγάλους σὺν ὑμῖν ἠράμεθα, μὴ περιιδεῖν ὠμὰ καὶ ἀνόσια ὑπὸ τῶν ἐχθρῶν παθόντας ἡμᾶς, ἀλλ’ἐπαμῦναίτε καὶ συναγανακτῆσαι τιμωρίας ἡμῖν συνεισπράξαντας παρὰ τῶν ταῦτα βουλευσαμένων τὰς προσηκούσας, μάλιστα μὲν παρὰ πάντων, εἰ δὲ μή γε, παρὰ τῶν ἀρξάντων τῆς ἀθεμίτου συνωμοσίας.

10.11.2πρῶτον δὲ πάντων ἀξιοῦμεν ὑμᾶς, βουλή, ψηφίσασθαι πρᾶγμα, ὅπερ ἐστὶ δικαιότατον, τὴν ὑπὲρ τῶν μηνυομένων ζήτησιν ὑφ’ἡμῶν τῶν δημάρχων γίνεσθαι. χωρὶς γὰρ τοῦ δικαίου καὶ ἀκριβεστάτας ἀνάγκη γίνεσθαι ζητήσεις, ἃς ἂν οἱ κινδυνεύοντες ὑπὲρ αὑτῶν ποιήσωνται.

10.11.3εἰ δέ τινες ὑμῶν εἰσιν οἷοι μη δὲ καθ’ἓν εὐγνωμονεῖν, ἀλλὰ πρὸς ἅπαντας τοὺς ὑπὲρ τοῦ δήμου λέγοντας ἀντιτάττεσθαι, ἡδέως ἂν πυθοίμην παρ’αὐτῶν, ἐπὶ τῷ δυσχεραίνουσι τῶν ἀξιουμένων καὶ τί μέλλουσιν ὑμᾶς πείθειν · πότερα μηδεμίαν ποιεῖσθαι ζήτησιν, ἀλλ’ὑπεριδεῖν ἔργον οὕτω μέγα καὶ μιαρὸν ἐπὶ τῷ δήμῳ συνιστάμενον; καὶ τίς ἂν τοὺς ταῦτα λέγοντας ὑγιαίνειν φήσειεν, ἀλλ’οὐχὶ συνδιεφθάρθαι καὶ κοινωνεῖν τῆς συνωμοσίας, ἔπειτα ὑπὲρ αὑτῶν δεδιότας, ἵνα μὴ γένωνται καταφανεῖς, ἀποσπεύδειν τὴν τῆς ἀληθείας ἐξέτασιν; οἷς οὐκ ἂν δικαίως προσέχοιτε δήπου τὸν νοῦν.

10.11.4 τῆς διαγνώσεως τῶν μηνυομένων οὐχ ἡμᾶς εἶναι κυρίους ἀξιώσουσιν, ἀλλὰ τὴν βουλὴν καὶ τοὺς ὑπάτους; τί οὖν τὸ κωλύον ἔσται τὸ αὐτὸ τοῦτο καὶ τοὺς προεστηκότας τοῦ δήμου λέγειν, ἐάν τινες ἐκ τῶν δημοτικῶν ἐπὶ τοῖς ὑπάτοις καὶ τῇ βουλῇ συστάντες πράττωσι τὴν τοῦ συνεδρίου κατάλυσιν, ὅτι τὴν περὶ τῶν δημοτῶν ἐξέτασιν αὐτοὺς δίκαιόν ἐστι ποιεῖσθαι τοὺς ἀνειληφότας τὴν τοῦ δήμου φυλακήν; τί οὖν ἐκ τούτου συμβήσεται; μηδεμίαν πώποτε γενέσθαι ζήτησιν περὶ μηθενὸς πράγματος ἀπορρήτου.

10.11.5ἀλλ’οὔθ’ἡμεῖς ἂν ταῦτ’ἀξιώσαιμεν · ὕποπτος γὰρ φιλοτιμία · ὑμεῖςτ’οὐκ ἂν ὀρθῶς ποιοῖτε τοῖς τὰ ὅμοια ἀξιοῦσι καθ’ἡμῶν προσέχοντες τὸν νοῦν, ἀλλὰ κοινοὺς ἡγούμενοι τῆς πόλεως ἐχθρούς. οὐδενὸς μέντοιγε, βουλή, τοῖς πράγμασιν ὡς τάχους δεῖ. γὰρ κίνδυνος ὀξύς, καὶ μέλλησις τῆς ἀσφαλείας ἄωρος ἐν οὐ μέλλουσι δεινοῖς. ὥστ’ἀφέντες τὸ φιλονεικεῖν καὶ λόγους διεξιέναι μακροὺς ψηφίσασθε τι ἂν δοκῇ κοινῇ συμφέρειν ἤδη.

10.12

10.12.1ταῦτ’εἰπόντος αὐτοῦ πολλή τις ἔκπληξις κατέσχε τὸ συνέδριον καὶ ἀμηχανία · διελογίζοντότε καὶ συνελάλουν ἀλλήλοις, ὡς χαλεπὸν ἑκάτερον ἦν, καὶ τὸ συγχωρεῖν τοῖς δημάρχοις ζητήσεις ἐφ’ἑαυτῶν ποιεῖσθαι περὶ κοινοῦ καὶ μεγάλου πράγματος, καὶ τὸ μὴ συγχωρεῖν. ὑποπτεύσας δ’αὐτῶν τὴν γνώμην ἀνέστη τῶν ὑπάτων ἅτερος, Γάιος Κλαύδιος καὶ ἔλεξε τοιάδε ·

10.12.2οὐ δέδοικα, Οὐεργίνιε, μή με ὑπολάβωσιν οὗτοι κοινωνὸν εἶναι τῆς συνωμοσίας, ἣν ἐφ’ὑμῖν καὶ τῷ δήμῳ πράττεσθαι λέγετε, τὰ ὑπὲρ ἐμαυτοῦ δεδιότα τῶν ἐμῶν τινος ἐνόχου ταῖς αἰτίαις ὄντος ἀνεστάναι τἀναντία ὑμῖν ἐροῦντα · γὰρ βίος ἀπολύει με πάσης ὑποψίας τοιαύτης. δὲ νομίζω τῇτε βουλῇ καὶ τῷ δήμῳ συμφέρειν, ἀπὸ τοῦ κρατίστου καὶ δίχα πάσης εὐλαβείας ἐρῶ.

10.12.3πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς ἁμαρτάνειν δοκεῖ μοι Οὐεργίνιος, εἴ τινα ὑπείληφεν ἡμῶν ἐρεῖν, ὡς ἀνεξέταστον ἀφεῖσθαι δεῖ πρᾶγμα οὕτως ὂν μέγα καὶ ἀναγκαῖον, ὡς οὐ δεῖ κοινωνεῖν οὐ δὲ παρεῖναι τῇ ζητήσει τοὺς ἀνειληφότας τὴν τοῦ δήμου ἀρχήν. οὐθεὶς οὔτε ἠλίθιός ἐστιν οὕτως οὔτε τῷ δήμῳ κακόνους, ὥστε ταῦτα λέγειν.

10.12.4τί οὖν, εἴ τις ἔροιτό με, παθών, συγχωρῶ καί φημι δίκαια εἶναι, τούτοις ἀντιλέξων ἀνέστην, καὶ τί βούλεταί μου λόγος, ἐγὼ νὴ Δία φράσω πρὸς ὑμᾶς. παντὸς οἴομαι δεῖν πράγματος, βουλή, τὰς ἀρχὰς καὶ τὰς πρώτας ὑποθέσεις τοὺς εὖ φρονοῦντας ἀκριβῶς σκοπεῖν · οἷαι γὰρ ἂν αὗται τύχωσιν οὖσαι, τοιούτους ἀνάγκη γίνεσθαι καὶ τοὺς περὶ αὐτῶν λόγους.

10.12.5φέρε δή, τίς τοῦδε τοῦ πράγματος ὑπόθεσίς ἐστι καὶ τί τὸ βούλευμα τῶν δημάρχων, ἀκούσατέ μου. οὐκ ἐνῆν τούτοις οὐδέν, ὧν ἐν τῷ παρελθόντι ἐνιαυτῷ πράττειν ἐπιβαλλόμενοι διεκωλύθησαν, ἐπιτελέσασθαι νῦν ὑμῶντε ἐναντιουμένων αὐτοῖς ὡς πρότερον καὶ τοῦ δήμου μηκέθ’ὁμοίως συναγωνιζομένου. συνιδόντες δὴ τοῦτο ἐσκόπουν, ὅπως ἂν ὑμεῖςτ’ἀναγκασθείητε παρὰ γνώμην αὐτοῖς εἶξαι, καὶ δῆμος ἅπαντα ὅσ’ἂν ἀξιῶσι συμπράττειν.

10.12.6ἀληθῆ μὲν οὖν καὶ δικαίαν ὑπόθεσιν οὐδεμίαν εὕρισκον, δι’ἧς ἑκάτερον τούτοις ἔσται, πολλὰ δὲ βουλεύματα πειράζοντες καὶ στρέφοντες ἄνω καὶ κάτω τὸ πρᾶγμα τελευτῶντες ἐπὶ τοιοῦτον δή τινα λογισμὸν ἦλθον · αἰτιασώμεθα συνίστασθαί τινας ἐκ τῶν ἐπιφανῶν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ σφάττειν διεγνωκέναι τοὺς παρέχοντας αὐτῷ τὸ ἀσφαλές.

10.12.7καὶ ταῦτα ἐκ πολλοῦ παρασκευάσαντες λέγεσθαι κατὰ τὴν πόλιν, ὅταν ἤδη πιστὰ εἶναι τοῖς πολλοῖς δόξῃ δόξει δὲ διὰ τὸ δέος ἐπιστολὰς μηχανησώμεθα πολλῶν παρόντων ἡμῖν ὑπ’ἀνδρὸς ἀγνῶτος ἀναδοθῆναι · ἔπειτ’ἐλθόντες ἐπὶ τὸ συνέδριον ἀγανακτῶμέντε καὶ σχετλιάζωμεν καὶ τοῦ ζητεῖν τὰ προσηγγελμένα αἰτῶμεν τὴν ἐξουσίαν.

10.12.8ἐάντε γὰρ ἀντιλέγωσιν ἡμῖν οἱ πατρίκιοι, ταύτην ληψόμεθα τοῦ διαβαλεῖν αὐτοὺς πρὸς τὸν δῆμον ἀφορμήν, καὶ οὕτως ἅπαν τὸ δημοτικὸν ἠγριωμένον αὐτοῖς ἕτοιμον ἡμῖν εἰς βουλόμεθα ὑπάρξει · ἐάντε συγχωρῶσι, τοὺς γενναιοτάτους ἐξ αὐτῶν καὶ πλεῖστα ἡμῖν ἐναντιωθέντας πρεσβυτέρουςτε καὶ νέους ἐλαύνωμεν, ὡς εὑρηκότες ταῖς αἰτίαις ἐνόχους.

10.12.9ἐκεῖνοι δὲ ἄρα τὰς καταγνώσεις δεδιότες συμβήσονται πρὸς ἡμᾶς ἐπὶ τῷ μηθὲν ἔτι ἀντιπράττειν καταλιπεῖν ἀναγκασθήσονται τὴν πόλιν. ἐκ δὲ τούτου πολλὴν ποιήσομεν ἐρημίαν τοῦ ἀντιπάλου.

10.13

10.13.1ταῦτα τὰ βουλεύματα ἦν αὐτῶν, βουλή, καὶ τὸν μεταξὺ χρόνον ὃν ἑωρᾶτε συνεδρεύοντας αὐτούς, οὗτος δόλος ὑπ’αὐτῶν ὑφαίνετο ἐπὶ τοῖς ἀρίστοις ὑμῶν, καὶ τοῦτο τὸ δίκτυον κατὰ τῶν εὐγενεστάτων ἱππέων ἐπλέκετο. καὶ ὅτι ἀληθῆ ταῦτ’ἐστί, βραχέος μοι πάνυ δεῖ λόγου.

10.13.2φέρε γὰρ εἴπατέ μοι, Οὐεργίνιε, οἱ τὰ δεινὰ πεισόμενοι, παρὰ τίνων ἐδέξασθε τὰ γράμματα ξένων; τῶν ποῦ κατοικούντων, πόθεν ὑμᾶς εἰδότων, πῶς τἀνθάδε συνεδρευόμενα ἐπισταμένων; τί ἀναβάλλεσθε καὶ μετὰ ταῦτ’ἐρεῖν αὐτοὺς ὑπισχνεῖσθε, ἀλλ’οὐ πάλαι λέγετε; τίς δ’ τὰ γράμματα κομίσας ὑμῖν ἀνήρ ἐστι; τί οὐ κατάγετε αὐτὸν εἰς μέσον, ἵν’ἀπ’ἐκείνου πρῶτον ἀρξώμεθα ζητεῖν, εἴτε ἀληθῆ ταῦτ’ἐστίν, εἴτε ὡς ἐγώ φημι πλάσματα ὑμέτερα;

10.13.3αἱ δὲ δὴ συνᾴδουσαι τοῖς ξενικοῖς γράμμασι μηνύσεις παρὰ τῶν ἐνθάδε τίνεςτ’εἰσὶ καὶ ὑπὸ τίνων γενόμεναι; τί κρύπτετε τὰς πίστεις, ἀλλ’οὐκ εἰς τὸ ἐμφανὲς ἄγετε; ἀλλ’οἶμαι τῶν μήτε γενομένων μήτε ἐσομένων ἀδύνατον εὑρεθῆναι πίστιν.

10.13.4ταῦτ’ἐστίν, βουλή, μηνύματα οὐ κατὰ τούτων συνωμοσίας, ἀλλὰ καθ’ὑμῶν δόλου καὶ πονηρᾶς γνώμης, κέχρηνται κρύψαντες οὗτοι · τὰ γὰρ πράγματα αὐτὰ βοᾷ. αἴτιοι δ’ὑμεῖς οἱ τὰ πρῶτα ἐπιτρέψαντες αὐτοῖς καὶ τὸ ἀνόητον τῆς ἀρχῆς μεγάλῃ καθοπλίσαντες ἐξουσίᾳ, ὅτε Κοίντιον Καίσωνα τῷ παρελθόντι ἐνιαυτῷ κρίνειν ἐπ’αἰτίαις ψευδέσιν εἰάσατε, καὶ τοσοῦτον φύλακα τῆς ἀριστοκρατίας ἀναρπαζόμενον ὑπ’αὐτῶν περιείδετε. τοιγαροῦν οὐκέτι μετριάζουσιν οὐ δὲ καθ’ἕνα τῶν εὐγενῶν περικόπτουσιν, ἀλλ’ἀθρόους ἤδη περιβαλόντες τοὺς ἀγαθοὺς ἐλαύνουσιν ἐκ τῆς πόλεως ·

10.13.5καὶ πρὸς τοῖς ἄλλοις κακοῖς οὐ δ’ἀντειπεῖν αὐτοῖς ἀξιοῦσιν οὐθένα ὑμῶν, ἀλλ’εἰς ὑποψίας καὶ διαβολὰς ἄγοντες ὡς κοινωνοῦντα τῶν ἀπορρήτων δεδίττονται καὶ μισόδημον εὐθὺς εἶναί φασι, καὶ προλέγουσιν ἥκειν ἐπὶ τὸν δῆμον ὑφέξοντα τῶν ἐνθάδε ῥηθέντων δίκας.

10.13.6ἀλλ’ὑπὲρ μὲν τούτων ἕτερος ἔσται καιρὸς ἐπιτηδειότερος τοῖς λόγοις, νυνὶ δὲ συντεμῶ τὸν λόγον καὶ παύσομαι τὰ πλείω διατεινόμενος · φυλάττεσθαι ὑμῖν παραινῶ τούσδε τοὺς ἄνδρας ὡς συνταράττοντας τὴν πόλιν καὶ μεγάλων ἐκφέροντας ἀρχὰς κακῶν καὶ οὐκ ἐνθάδε μὲν ταῦτα λέγω, πρὸς δὲ τὸν δῆμον ἀποκρύψομαι, ἀλλὰ κἀκεῖ παρρησίᾳ δικαίᾳ χρήσομαι, διδάσκων ὡς οὐδὲν αὐτοῖς ἐπικρέμαται δεινόν, ὅτι μὴ κακοὶ καὶ δόλιοι προστάται πολεμίων ἔργα ἐν προσποιήματι φίλων διαπραττόμενοι.

10.13.7ταῦτ’εἰπόντος τοῦ ὑπάτου κραυγήτε καὶ πολὺς ἔπαινος ἐκ τῶν παρόντων ἐγένετο, καὶ οὐ δὲ λόγου τοῖς δημάρχοις ἔτι μεταδόντες διέλυσαν τὸν σύλλογον. ἔπειθ’ μὲν Οὐεργίνιος ἐκκλησίαν συναγαγὼν κατηγόρει τῆςτε βουλῆς καὶ τῶν ὑπάτων, δὲ Κλαύδιος ἀπελογεῖτο τοὺς αὐτοὺς λόγους διεξιών, οὓς εἶπεν ἐπὶ τῆς βουλῆς. οἱ μὲν οὖν ἐπιεικέστεροι τῶν δημοτικῶν κενὸν ὑπώπτευον εἶναι τὸν φόβον, οἱ δ’εὐηθέστεροι πιστεύοντες ταῖς φήμαις ἀληθῆ · ὅσοι δὲ κακοήθεις ἦσαν ἐν αὐτοῖς καὶ μεταβολῆς ἀεὶ δεόμενοι, τοῦ μὲν ἐξετάζειν τἀληθὲς ψεῦδος οὐκ εἶχον πρόνοιαν, ἀφορμὴν δὲ διχοστασίας ἐζήτουν καὶ θορύβου.

10.14

10.14.1ἐν τοιαύτῃ δὲ ταραχῇ τῆς πόλεως οὔσης ἀνήρ τις ἐκ τοῦ Σαβίνων ἔθνους πατέρωντε οὐκ ἀφανῶν καὶ χρήμασι δυνατός, Ἄππιος Ἑρδώνιος ὄνομα, καταλῦσαι τὴν Ῥωμαίων ἡγεμονίαν ἐπεβάλετο εἴθ’ἑαυτῷ τυραννίδα κατασκευαζόμενος εἴτε τῷ Σαβίνων ἔθνει πράττων ἀρχὴν καὶ κράτος εἴτ’ὀνόματος ἀξιωθῆναι βουλόμενος μεγάλου. κοινωσάμενος δὲ πολλοῖς τῶν φίλων ἣν εἶχε διάνοιαν καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως ἀφηγησάμενος, ἐπειδὴ κἀκείνοις ἐδόκει συνήθροιζε τοὺς πελάτας καὶ τῶν θεραπόντων οὓς εἶχεν εὐτολμοτάτους · καὶ δι’ὀλίγου χρόνου συγκροτήσας δύναμιν ἀνδρῶν τετρακισχιλίων μάλιστα, ὅπλατε καὶ τροφὰς καὶ τἆλλα ὅσων δεῖ πολέμῳ πάντα εὐτρεπισάμενος, εἰς σκάφας ποταμηγοὺς ἐνεβάλετο.

10.14.2πλεύσας δὲ διὰ τοῦ Τεβέριος ποταμοῦ προσέσχε τῆς Ῥώμης κατὰ τοῦτο τὸ χωρίον, ἔνθα τὸ Καπιτώλιόν ἐστιν οὐ δ’ὅλον στάδιον ἀπέχον τοῦ ποταμοῦ. ἦσαν δὲ μέσαι τηνικαῦτα νύκτες, καὶ πολλὴ καθ’ὅλην τὴν πόλιν ἡσυχία, ἣν συνεργὸν λαβὼν ἐξεβίβασε τοὺς ἄνδρας κατὰ σπουδὴν καὶ διὰ τῶν ἀκλείστων πυλῶν · εἰσὶ γάρ τινες ἱεραὶ πύλαι τοῦ Καπιτωλίου κατά τι θέσφατον ἀνειμέναι, Καρμεντίδας αὐτὰς καλοῦσιν · ἀναβιβάσας τὴν δύναμιν εἶχε τὸ φρούριον. ἐκεῖθεν δ’ἐπὶ τὴν ἄκραν ὠσάμενος, ἔστι δὲ τῷ Καπιτωλίῳ προσεχής, κἀκείνης ἐγεγόνει κύριος.

10.14.3ἦν δὲ αὐτοῦ γνώμη μετὰ τὸ κρατῆσαι τῶν ἐπικαιροτάτων τόπων τούςτε φυγάδας εἰσδέχεσθαι καὶ τοὺς δούλους εἰς ἐλευθερίαν καλεῖν καὶ χρεῶν ἄφεσιν ὑπισχνεῖσθαι τοῖς ἀπόροις τούςτε ἄλλους πολίτας, οἳ ταπεινὰ πράττοντες διὰ φθόνου καὶ μίσους εἶχον τὰς ὑπεροχὰς καὶ μεταβολῆς ἄσμενοι ἂν ἐλάβοντο, κοινωνοὺς ποιεῖσθαι τῶν ὠφελειῶν. δὲ θαρρεῖντε αὐτὸν ἐπαγομένη καὶ πλανῶσα ἐλπίς, ὡς οὐθενὸς ἀτυχήσοντα τῶν προσδοκωμένων, πολιτικὴ στάσις ἦν, δι’ἣν οὔτε φιλίαν οὔτε κοινωνίαν οὐδεμίαν ὑπελάμβανε τῷ δήμῳ πρὸς τοὺς πατρικίους ἔτι γενήσεσθαι.

10.14.4ἐὰν δὲ ἄρα μηθὲν αὐτῷ τούτων κατὰ νοῦν χωρῇ, τηνικαῦτα Σαβίνουςτε πανστρατιᾷ καλεῖν ἐδέδοκτο καὶ Οὐολούσκους καὶ τῶν ἄλλων πλησιοχώρων ὅσοις ἂν βουλομένοις ἀπηλλάχθαι τῆς Ῥωμαίων ἐπιφθόνου ἀρχῆς.

10.15

10.15.1συνέβη δὲ αὐτῷ πάντων διαμαρτεῖν ὧν ἤλπισεν οὔτε δούλων αὐτομολησάντων πρὸς αὐτὸν οὔτε φυγάδων κατελθόντων οὔτε ἀτίμων καὶ καταχρέων τὸ ἴδιον κέρδος ἀντὶ τοῦ κοινῇ συμφέροντος ἀλλαξαμένων, τῆςτε ἔξωθεν ἐπικουρίας οὐ λαβούσης χρόνον ἱκανὸν εἰς παρασκευὴν τοῦ πολέμου · τρισὶ γὰρ τέτταρσι ταῖς πρώταις ἡμέραις τέλος εἰλήφει τὰ πράγματα μέγα δέος καὶ πολλὴν ταραχὴν Ῥωμαίοις παρασχόντα.

10.15.2ἐπεὶ γὰρ ἑάλω τὰ φρούρια, κραυγῆς ἄφνω γενομένης καὶ φυγῆς τῶν περὶ ἐκείνους οἰκούντων τοὺς τόπους, ὅσοι μὴ παραχρῆμα ἐσφάγησαν, ἀγνοοῦντες οἱ πολλοὶ τὸ δεινὸν τι ποτ’ἦν ἁρπάσαντες τὰ ὅπλα συνέτρεχον, οἱ μὲν ἐπὶ τὰ μετέωρα χωρία τῆς πόλεως, οἱ δ’εἰς τοὺς ἀναπεπταμένους αὐτῆς τόπους πολλοὺς σφόδρα ὄντας, οἱ δ’εἰς τὰ παρακείμενα πεδία · ὅσοι δ’ἡλικίας ἐν τῷ παρηκμακότι ἦσαν καὶ ῥώμης σώματος ἐν τῷ ἀδυνάτῳ, τὰ τέγη τῶν οἰκιῶν κατεῖχον ἅμα γυναιξὶν ὡς ἀπὸ τούτων ἀγωνιούμενοι πρὸς τοὺς εἰσεληλυθότας · ἅπαντα γὰρ αὐτοῖς ἐδόκει μεστὰ εἶναι πολέμου.

10.15.3ἡμέρας δὲ γενομένης ὡς ἐγνώσθη τὰ κεκρατημένα τῆς πόλεως φρούρια καὶ ὅστις ἦν κατέχων ἀνὴρ τοὺς τόπους, οἱ μὲν ὕπατοι προελθόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὰ ὅπλα, οἱ δὲ δήμαρχοι προσκαλεσάμενοι τὸν δῆμον εἰς ἐκκλησίαν ἔλεγον, ὅτι τῷ μὲν συμφέροντι τῆς πόλεως οὐδὲν ἀξιοῦσι πράττειν ἐναντίον, δίκαιον δὲ ὑπολαμβάνουσιν εἶναι τηλικοῦτον ἀγῶνα μέλλοντα τὸν δῆμον ὑπομένειν ἐπὶ ῥητοῖς τισι καὶ διωρισμένοις ἐπὶ τὸ κινδύνευμα χωρεῖν.

10.15.4εἰ μὲν οὖν, ἔφασαν λέγοντες, ὑπισχνοῦνταίτε ὑμῖν οἱ πατρίκιοι καὶ πίστεις βούλονται δοῦναι τὰς ἐπὶ θεῶν, ὅτι καταλυθέντος τοῦδε τοῦ πολέμου συγχωρήσουσιν ὑμῖν ἀποδεῖξαι νομοθέτας καὶ τὸν λοιπὸν χρόνον ἐν ἰσηγορίᾳ πολιτεύεσθαι, συνελευθερῶμεν αὐτοῖς τὴν πατρίδα · εἰ δὲ οὐθὲν ἀξιοῦσι ποιεῖν τῶν μετρίων, τί κινδυνεύομεν καὶ τὰς ψυχὰς ὑπὲρ αὐτῶν προιέμεθα μηθενὸς ἀγαθοῦ μέλλοντες ἀπολαύσεσθαι;

10.15.5ταῦτα λεγόντων αὐτῶν καὶ τοῦ δήμου πειθομένου καὶ μη δὲ φωνὴν ὑπομένοντος ἀκούειν τῶν ἄλλο τι παραινούντων μὲν Κλαύδιος οὐθὲν ἠξίου δεῖσθαι τοιαύτης συμμαχίας, ἥτις οὐχ ἑκούσιος, ἀλλ’ἐπὶ μισθῷ καὶ οὐ δὲ τούτῳ μετρίῳ βοηθεῖν βούλεται τῇ πατρίδι, ἀλλ’αὐτοὺς ἔφη τοὺς πατρικίους ἑαυτῶν σώμασι καὶ τῶν συνόντων αὐτοῖς πελατῶν ὁπλισαμένους, καὶ εἴ τι ἄλλο πλῆθος ἐθελούσιον αὐτοῖς συναρεῖται τοῦ πολέμου, μετὰ τούτων πολιορκεῖν τὰ φρούρια · ἐὰν δὲ μη δ’οὕτως ἀξιόχρεως δύναμις αὐτοῖς εἶναι δοκῇ, Λατίνουςτε καὶ Ἕρνικας παρακαλεῖν, ἐὰν δ’ἀνάγκη, καὶ δούλοις ἐλευθερίαν ὑπισχνεῖσθαι καὶ πάντας μᾶλλον τοὺς ἐπὶ τοιούτων καιρῶν μνησικακοῦντας σφίσι παρακαλεῖν.

10.15.6 δ’ἕτερος τῶν ὑπάτων Οὐαλέριος ἀντέλεγε πρὸς ταῦτα οὐκ οἰόμενος δεῖν ἠρεθισμένον τὸ δημοτικὸν ἐκπολεμῶσαι τελέως τοῖς πατρικίοις, εἶξαίτε συνεβούλευε τῷ καιρῷ καὶ πρὸς μὲν τοὺς ἔξωθεν πολεμίους τά γε δίκαια ἀντιτάττειν, πρὸς δὲ τὰς πολιτικὰς διατριβὰς τὰ μέτρια καὶ εὐγνώμονα.

10.15.7ἐπειδὴ δὲ τοῖς πλείοσι τῶν ἐν τῷ συνεδρίῳ τὰ κράτιστα ἐδόκει λέγειν, προελθὼν εἰς τὴν ἐκκλησίαν καὶ λόγον εὐπρεπῆ διεξελθὼν τελευτῶν τῆς δημηγορίας ὤμοσεν, ἐὰν δῆμος συνάρηται μετὰ προθυμίας τοῦ πολέμου καὶ καταστῇ τὰ πράγματα τῆς πόλεως, συγχωρήσειν τοῖς δημάρχοις προθεῖναι τῷ πλήθει τὴν περὶ τοῦ νόμου διάγνωσιν, ὃν εἰσέφερον ὑπὲρ τῆς ἰσονομίας, καὶ σπουδάσειν, ὅπως ἐπὶ τῆς ἑαυτοῦ ἀρχῆς ἐπὶ τέλος ἀχθῇ τὰ δόξαντα τῷ δήμῳ. ἦν δὲ ἄρα οὐθὲν αὐτῷ πεπρωμένον ἐπιτελέσαι τῶν ὁμολογηθέντων πλησίον οὔσης τῆς τοῦ θανάτου μοίρας.

10.16

10.16.1λυθείσης δὲ τῆς ἐκκλησίας περὶ δείλην ὀψίαν συνέρρεον ἐπὶ τοὺς ἀποδειχθέντας ἕκαστοι τόπους, ἀπογραφόμενοίτε πρὸς τοὺς ἡγεμόνας τὰ ὀνόματα καὶ τὸν στρατιωτικὸν ὀμνύντες ὅρκον. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ὅλην ἀμφὶ ταῦτα ἦσαν, τῇ δ’ἑξῆς ἡμέρᾳ λοχαγοίτε προσενέμοντο ὑπὸ τῶν ὑπάτων καὶ ἐπὶ τὰς ἱερὰς ἐτάττοντο σημείας συνεπιρρέοντος καὶ τοῦ κατ’ἀγροὺς διατρίβοντος ὄχλου.

10.16.2γενομένων δὲ διὰ τάχους πάντων εὐτρεπῶν μερισάμενοι τὰς δυνάμεις οἱ ὕπατοι κλήρῳ διείλοντο τὰς ἀρχάς. Κλαυδίῳ μὲν οὖν κλῆρος ἀπέδωκε τὰ πρὸ τῶν τειχῶν διὰ φυλακῆς ἔχειν, μή τις ἔξωθεν ἐπέλθῃ στρατιὰ τοῖς ἔνδον ἐπίκουρος · ὑποψία γὰρ ἅπαντας κατεῖχε μεγάλης σφόδρα κινήσεως, καὶ τὸ ἀντίπαλον ἅπαν ὡς ὁμοῦ συνεπιθησόμενον σφίσιν ἐφοβοῦντο · Οὐαλερίῳ δὲ τὰ φρούρια πολιορκεῖν δαίμων ἐφῆκεν.

10.16.3ἐτάχθησαν δὲ καὶ ἐπὶ τοῖς ἄλλοις ἐρύμασιν ἡγεμόνες ὅσα τῆς πόλεως ἐντὸς ἦν καθέξοντες, καὶ κατὰ τὰς ἐπὶ τὸ Καπιτώλιον ἀγούσας ὁδοὺς ἕτεροι κωλύσεως ἕνεκεν τῶν ἀποστησομένων πρὸς τοὺς πολεμίους δούλωντε καὶ ἀπόρων, οὓς παντὸς μάλιστα ἐφοβοῦντο. ἐπικουρικὸν δὲ αὐτοῖς οὐδὲν ἔφθασε παρὰ τῶν συμμάχων ἀφικόμενον, ὅτι μὴ παρὰ Τυσκλάνων μόνον ἐν μιᾷ νυκτὶ ἀκουσάντωντε καὶ παρασκευασαμένων, οὓς ἦγε Λεύκιος Μαμίλιος, ἀνὴρ δραστήριος, ἔχων τὴν μεγίστην ἐν τῇ πόλει τότε ἀρχήν · καὶ συνεκινδύνευον οὗτοι τῷ Οὐαλερίῳ μόνοι καὶ συνεξεῖλον τὰ φρούρια πᾶσαν εὔνοιαν καὶ προθυμίαν ἀποδειξάμενοι.

10.16.4ἐγένετο δ’ προσβολὴ τοῖς φρουρίοις πανταχόθεν · οἱ μὲν γὰρ ἀπὸ τῶν πλησίον οἰκιῶν ἀσφάλτου καὶ πίσσης πεπυρωμένης ἀγγεῖα σφενδόναις ἐναρμόττοντες ἐπέβαλλον ὑπὲρ τὸν λόφον · οἱ δὲ συμφοροῦντες αὐτῶν φακέλλους φρυγάνων καὶ παρὰ τοῖς ἀποτόμοις τῆς πέτρας βωμοὺς ἐγείροντες ὑψηλοὺς ὑφῆπτον ἀνέμῳ παραδιδόντες τὰς φλόγας ἐπιφόρῳ. ὅσοι δ’ἦσαν ἀνδρειότατοι, πυκνώσαντες τοὺς λόχους ἐχώρουν ἄνω κατὰ τὰς χειροποιήτους ὁδούς.

10.16.5ἦν δ’αὐτοῖς οὔτε τοῦ πλήθους, παρὰ πολὺ τῶν ἀντιπάλων προεῖχον, ὄφελος οὐθὲν διὰ στενῆς ἀνιοῦσιν ὁδοῦ καὶ πληθούσης προβόλων ἄνωθεν ἐπικαταραττομένων, ἔνθα συνεξισωθήσεσθαι ἔμελλε τῷ πολλῷ τὸ ὀλίγον · οὔτε τῆς παρὰ τὰ δεινὰ ὑπομονῆς, ἣν πολλοῖς καταστήσαντες πολέμοις εἶχον, οὐδεμία ὄνησις πρὸς ὀρθίους βιαζομένοις σκοπάς. οὐ γὰρ συστάδην μαχομένους ἔδει τὸ εὔτολμον καὶ καρτερικὸν ἀποδείξασθαι, ἀλλ’ἑκηβόλοις χρῆσθαι μάχαις.

10.16.6ἦσαν δὲ τῶν μὲν κάτωθεν ἐπὶ τὰ μετέωρα βαλλομένων βραδεῖαίτε καὶ ἀσθενεῖς, εἰ καὶ τύχοιεν, ὥσπερ εἰκός, αἱ πληγαί · τῶν δ’ἀφ’ὕψους κάτω ῥιπτουμένων ὀξεῖαι καὶ καρτεραὶ συνεργούντων τοῖς βλήμασι καὶ τῶν ἰδίων βαρῶν. οὐ μὴν ἔκαμνόν γε οἱ προσβάλλοντες τοῖς ἐρύμασιν, ἀλλὰ διεκαρτέρουν ἀναγκοφαγοῦντες τὰ δεινὰ οὔτε ἡμέρας οὔτε νυκτὸς ἀναπαυόμενοι τῶν πόνων. τέλος δ’οὖν ὑπολιπόντων τοὺς πολιορκουμένους τῶν βελῶν καὶ τῶν σωμάτων ἐξαδυνατούντων τρίτῃ τὰ φρούρια ἐξεπολιόρκησαν ἡμέρᾳ.

10.16.7ἐν ταύτῃ τῇ μάχῃ πολλοὺς Ῥωμαῖοι καὶ ἀγαθοὺς ἄνδρας ἀπέβαλον, κράτιστον δέ, ὥσπερ πρὸς ἁπάντων ὡμολόγητο, τὸν ὕπατον · ὃς οὐκ ὀλίγα τραύματα λαβὼν οὐ δ’ὣς ἀφίστατο τῶν δεινῶν, ἕως ἐπικαταραγεὶς αὐτῷ πέτρος ὑπερμεγέθης ἐπιβαίνοντι τοῦ περιτειχίσματος ἅμα τήντε νίκην αὐτὸν ἀφείλετο καὶ τὴν ψυχήν. ἁλισκομένων δὲ τῶν φρουρίων μὲν Ἑρδώνιος ἦν γὰρ καὶ ῥώμῃ σώματος διάφορος καὶ κατὰ χεῖρα γενναῖος ἄπιστόν τι χρῆμα περὶ αὑτὸν ποιήσας νεκρῶν ὑπὸ πλήθους βελῶν ἀποθνήσκει, τῶν δὲ σὺν αὐτῷ τὰ φρούρια καταλαβομένων ὀλίγοι μέν τινες ζῶντες ἑάλωσαν, οἱ δὲ πλείους σφάττοντες ἑαυτοὺς κατὰ τῶν κρημνῶν ὠθοῦντες διεφθάρησαν.

10.17

10.17.1τοῦτο τὸ τέλος λαβόντος τοῦ λῃστρικοῦ πολέμου τὴν πολιτικὴν πάλιν ἀνερρίπιζον οἱ δήμαρχοι στάσιν ἀξιοῦντες ἀπολαβεῖν παρὰ τοῦ περιόντος ὑπάτου τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο πρὸς αὐτοὺς τεθνηκὼς ἐν τῇ μάχῃ Οὐαλέριος ὑπὲρ τῆς εἰσφορᾶς τοῦ νόμου. δὲ Κλαύδιος μέχρι μέν τινος παρεῖλκε τὸν χρόνον τοτὲ μὲν καθαρμοὺς τῆς πόλεως ἐπιτελῶν, τοτὲ δὲ θυσίας τοῖς θεοῖς χαριστηρίους ἀποδιδούς, τοτὲ δ’ἀγῶσι καὶ θέαις ἀναλαμβάνων τὸ πλῆθος εἰς εὐπαθείας.

10.17.2ὡς δ’αἱ σκήψεις αὐτῷ πᾶσαι κατανάλωντο, τελευτῶν ἔφη δεῖν εἰς τὸν τοῦ τεθνηκότος ὑπάτου τόπον ἕτερον ἀποδειχθῆναι. τὰ μὲν γὰρ ὑφ’ἑαυτοῦ μόνου πραχθέντα οὔτε νόμιμα οὔτε βέβαια ἔσεσθαι, τὰ δ’ὑπ’ἀμφοῖν ἔννομάτε καὶ κύρια. ταύτῃ διακρουσάμενος αὐτοὺς τῇ προφάσει προεῖπεν ἀρχαιρεσίων ἡμέραν, ἐν τὸν συνάρχοντα ἔμελλεν ἀποδείξειν. ἐν δὲ τῷ μεταξὺ χρόνῳ δι’ἀπορρήτων βουλευμάτων οἱ προεστηκότες τοῦ συνεδρίου συνέθεντο κατὰ σφᾶς αὐτούς, ὅτῳ παραδώσουσι τὴν ἀρχήν.

10.17.3καὶ ἐπειδὴ τῶν ἀρχαιρεσίων ἐνέστη χρόνος, καὶ κῆρυξ τὴν πρώτην τάξιν ἐκάλεσεν, εἰσελθόντες εἰς τὸν ἀποδειχθέντα τόπον οἵτ’ὀκτωκαίδεκα λόχοι τῶν ἱππέων καὶ οἱ τῶν πεζῶν ὀγδοήκοντα τῶν τὸ μέγιστον τίμημα ἐχόντων Λεύκιον Κοίντιον Κικιννᾶτον ἀποδεικνύουσιν ὕπατον, οὗ τὸν υἱὸν Καίσωνα Κοίντιον εἰς ἀγῶνα θανάτου καταστήσαντες οἱ δήμαρχοι τὴν πόλιν ἠνάγκασαν ἐκλιπεῖν · καὶ οὐδεμιᾶς ἔτι κληθείσης ἐπὶ τὴν ψηφοφορίαν τάξεως τρισὶ γὰρ ἦσαν λόχοις πλείους οἱ διενέγκαντες τὴν ψῆφον λόχοι τῶν ὑπολειπομένων μὲν δῆμος ἀπῄει συμφορὰν βαρεῖαν ἡγούμενος, ὅτι μισῶν αὐτοὺς ἀνὴρ ἐξουσίας ὑπατικῆς ἔσται κύριος, βουλὴ δὲ ἔπεμπε τοὺς παραληψομένους τὸν ὕπατον καὶ ἄξοντας ἐπὶ τὴν ἀρχήν.

10.17.4ἔτυχε δὲ τηνικαῦτα Κοίντιος ἄρουράν τινα ὑπεργαζόμενος εἰς σποράν, αὐτὸς ἀκολουθῶν τοῖς σχίζουσι τὴν νειὸν βοιδίοις ἀχίτων, περιζωμάτιον ἔχων καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον. ἰδὼν δὲ πλῆθος ἀνθρώπων εἰς τὸ χωρίον εἰσιόντων τότε ἄροτρον ἐπέσχε καὶ πολὺν ἠπόρει χρόνον, οἵτινέςτε εἶεν καὶ τίνος δεόμενοι πρὸς αὐτὸν ἥκοιεν · ἔπειτα προσδραμόντος τινὸς καὶ κελεύσαντος κοσμιώτερον ἑαυτὸν ποιῆσαι παρελθὼν εἰς τὴν καλύβη καὶ ἀμφιεσάμενος προῆλθεν.

10.17.5οἱ δ’ἐπὶ τὴν παράληψιν αὐτοῦ παρόντες ἠσπάσαντότε ἅπαντες οὐκ ἐκ τοῦ ὀνόματος, ἀλλ’ὕπατον καὶ τὴν περιπόρφυρον ἐσθῆτα περιέθεσαν τούςτε πελέκεις καὶ τἆλλα παράσημα τῆς ἀρχῆς παραστήσαντες ἀκολουθεῖν εἰς τὴν πόλιν ἠξίουν. κἀκεῖνος μικρὸν ἐπισχὼν καὶ δακρύσας τοσοῦτον εἶπεν · ἄσπορον ἄρα μοι τὸ χωρίον ἔσται τοῦτον τὸν ἐνιαυτόν, καὶ κινδυνεύσομεν οὐχ ἕξειν, πόθεν διατραφῶμεν. ἔπειτ’ἀσπασάμενος τὴν γυναῖκα καὶ τῶν ἔνδον ἐπιμελεῖσθαι παραγγείλας ᾤχετο εἰς τὴν πόλιν.

10.17.6ταῦτα δὲ οὐχ ἑτέρου τινὸς χάριν εἰπεῖν προήχθην, ἀλλ’ἵνα φανερὸν γένηται πᾶσιν, οἷοι τότε ἦσαν οἱ τῆς Ῥωμαίων πόλεως προεστηκότες, ὡς αὐτουργοὶ καὶ σώφρονες καὶ πενίαν δικαίαν οὐ βαρυνόμενοι καὶ βασιλικὰς οὐ διώκοντες ἐξουσίας, ἀλλὰ καὶ διδομένας ἀναινόμενοι · φανήσονται γὰρ οὐ δὲ κατὰ μικρὸν ἐοικότες ἐκείνοις οἱ νῦν, ἀλλὰ τἀναντία πάντα ἐπιτηδεύοντες, πλὴν πάνυ ὀλίγων, δι’οὓς ἕστηκεν ἔτι τὸ τῆς πόλεως ἀξίωμα καὶ τὸ σώζειν τὴν πρὸς ἐκείνους τοὺς ἄνδρας ὁμοιότητα. ἀλλὰ περὶ μὲν τούτων ἅλις.

10.18

10.18.1 δὲ Κοίντιος παραλαβὼν τὴν ὑπατείαν πρῶτον μὲν ἔπαυσε τοὺς δημάρχους τῶν καινῶν πολιτευμάτων καὶ τῆς ἐπὶ τῷ νόμῳ σπουδῆς προειπών, ὡς εἰ μὴ παύσονται ταράττοντες τὴν πόλιν ἀπάξει Ῥωμαίους ἅπαντας ἐκ τῆς πόλεως στρατείαν κατὰ Οὐολούσκων παραγγείλας.

10.18.2ἐπεὶ δὲ κωλύσειν αὐτὸν ἔλεγον οἱ δήμαρχοι στρατοῦ ποιεῖσθαι καταγραφήν, συναγαγὼν τὸ πλῆθος εἰς ἐκκλησίαν εἶπεν, ὅτι πάντες ὀμωμόκασι τὸν στρατιωτικὸν ὅρκον, ἀκολουθήσειν τοῖς ὑπάτοις ἐφ’οὓς ἂν καλῶνται πολέμους, καὶ μήτε ἀπολείψειν τὰ σημεῖα μήτε ἄλλο πράξειν μηθὲν ἐναντίον τῷ νόμῳ · παραλαβὼν δὲ τὴν ὑπατικὴν ἐξουσίαν αὐτὸς ἔχειν ἔφη κρατουμένους ἅπαντας τοῖς ὅρκοις.

10.18.3εἰπὼν δὲ ταῦτα καὶ διομοσάμενος χρήσεσθαι τῷ νόμῳ κατὰ τῶν ἀπειθούντων ἐκέλευσεν ἐκ τῶν ἱερῶν τὰ σημεῖα καταφέρειν · καὶ ἵνα, ἔφη, πᾶσαν ἀπογνῶτε δημαγωγίαν ἐπὶ τῆς ἐμῆς ὑπατείας, οὐ πρότερον ἀναστήσω τὸν στρατὸν ἐκ τῆς πολεμίας, πρὶν πᾶς τῆς ἀρχῆς μοι διέλθῃ χρόνος. ὡς οὖν ἐν ὑπαίθρῳ χειμάσοντες παρασκευάσασθε τὰ εἰς ἐκεῖνον τὸν καιρὸν ἐπιτήδεια.

10.18.4τούτοις καταπληξάμενος αὐτοὺς τοῖς λόγοις ἐπειδὴ κοσμιωτέρους εἶδε γεγονότας καὶ δεομένους ἀφεθῆναι τῆς στρατείας, ἐπὶ τούτοις ἔφη χαριεῖσθαι τὰς ἀναπαύλας τῶν πολέμων, ἐφ’τε μηθὲν ἔτι παρακινεῖν αὐτούς, ἀλλ’ἐᾶν αὐτὸν ὡς βούλεται τὴν ἀρχὴν τελεῖσθαι, καὶ ἐπὶ τῷ τὰ δίκαια διδόναιτε καὶ λαμβάνειν παρ’ἀλλήλων.

10.19

10.19.1καταστάντος δὲ τοῦ θορύβου δικαστήριάτε ἀπεδίδου τοῖς δεομένοις ἐκ πολλῶν παρειλκυσμένα χρόνων, καὶ τὰ πλεῖστα τῶν ἐγκλημάτων αὐτὸς ἴσως καὶ δικαίως διέκρινε δι’ὅλης ἡμέρας ἐπὶ τοῦ βήματος καθεζόμενος, εὐπρόσοδόντε καὶ πρᾷον καὶ φιλάνθρωπον τοῖς ἐπὶ τὴν δικαιοδοσίαν ἀφικνουμένοις ἑαυτὸν παρεῖχε καὶ παρεσκεύασεν ἀριστοκρατικὴν οὕτως φανῆναι τὴν πολιτείαν, ὥστε μήτε δημάρχων δεηθῆναι τοὺς διὰ πενίαν δυσγένειαν ἄλλην τινὰ ταπεινότητα ὑπὸ τῶν κρειττόνων κατισχυομένους, μήτε καινῆς νομοθεσίας πόθον ἔχειν ἔτι τοὺς ἐν ἰσηγορίᾳ πολιτεύεσθαι βουλομένους, ἀλλ’ἀγαπᾶντε καὶ χαίρειν ἅπαντας ἐπὶ τῇ τότε κατασχούσῃ τὴν πόλιν εὐνομίᾳ.

10.19.2ταῦτάτε δὴ τὰ ἔργα τοῦ ἀνδρὸς ἐπῃνεῖτο ὑπὸ τοῦ δήμου, καὶ ἐπεὶ τὸν ὡρισμένον ἐτέλεσε τῆς ἀρχῆς χρόνον τὸ μὴ δέξασθαι τὴν ὑπατείαν διδομένην τὸ δεύτερον μη δὲ ἀγαπῆσαι τηλικαύτην λαμβάνοντα τιμήν.

10.19.3κατεῖχε γὰρ αὐτὸν ἐπὶ τῆς ὑπατικῆς ἐξουσίας βουλὴ πολλὰς προσφέρουσα δεήσεις, ἐπεὶ τὸ τρίτον οἱ δήμαρχοι διεπράξαντο μὴ ἀποθέσθαι τὴν ἀρχήν, ὡς ἐναντιωσόμενον αὐτοῖς καὶ παύσοντα τῶν καινῶν πολιτευμάτων, τὰ μὲν αἰδοῖ, τὰ δὲ φόβῳ, τὸν δὲ δῆμον ὁρῶσα οὐκ ἀναινόμενον ὑπ’ἀνδρὸς ἀγαθοῦ ἄρχεσθαι. δ’οὔτε τῶν δημάρχων ἐπαινεῖν ἔφη τὸ ἀπαραχώρητον τῆς ἐξουσίας οὔτε αὐτὸς εἰς ὁμοίαν ἐκείνοις ἥξειν διαβολήν.

10.19.4συναγαγὼν δὲ τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλὴν κατηγορίαν τῶν οὐκ ἀποτιθεμένων τὰς ἀρχὰς διαθέμενος ὅρκουςτε διομοσάμενος ἰσχυροὺς περὶ τοῦ μὴ λήψεσθαι πάλιν τὴν ὑπατείαν, πρὶν ἀποθέσθαι τὴν προτέραν ἀρχήν, προεῖπεν ἀρχαιρεσίων ἡμέραν · ἐν καταστήσας ὑπάτους ἀπῄει πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο καλύβιον καὶ τὸν αὐτουργὸν ἔζη βίον ὡς πρότερον.

10.20

10.20.1Κοίντου δὲ Φαβίου Οὐιβολανοῦ παρειληφότος τὴν ὑπατείαν τὸ τρίτον καὶ Λευκίου Κορνηλίου καὶ τελούντων πατρίους ἀγῶνας Αἰκανῶν ἄνδρες ἐπίλεκτοι πλῆθος ἀμφὶ τοὺς ἑξακισχιλίους ὁπλισμῷτ’εὐζώνῳ συνεσταλμένοι καὶ ἐν νυκτὶ ποιησάμενοι τὴν ἔξοδον σκότους ἔτι ὄντος ἐπὶ πόλιν ἀφικνοῦνται Τυσκλάνων, ἐστι μὲν τοῦ Λατίνων ἔθνους, ἀφέστηκε δὲ τῆς Ῥώμης οὐκ ἔλαττον σταδίων ἑκατόν.

10.20.2εὑρόντες δὲ ὡς ἐν εἰρήνῃ πύλαςτε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον αἱροῦσι τὴν πόλιν ἐξ ἐφόδου μνησικακοῦντες τοῖς Τυσκλάνοις, ὅτι τῇ Ῥωμαίων πόλει τάτε ἄλλα μετὰ προθυμίας συμπράττοντες διετέλουν, καὶ ἐν τῇ πολιορκίᾳ τοῦ Καπιτωλίου μόνοι συνήραντο τοῦ πολέμου.

10.20.3ἄνδρας μὲν οὐ πολλούς τινας ἐν τῇ καταλήψει διέφθειραν, ἀλλ’ἔφθασαν ἤδη αὐτοὺς ὑπὸ τὴν ἅλωσιν τῆς πόλεως ὠσάμενοι διὰ τῶν πυλῶν οἱ ἔνδον, χωρὶς ὅσοι ὑπὸ νόσων γήρως φυγεῖν ἀδύνατοι ἦσαν, γύναια δὲ καὶ παιδία καὶ θεράποντας αὐτῶν ἠνδραποδίσαντο καὶ τὰ χρήματα διήρπασαν.

10.20.4ὡς δ’ἀπηγγέλθη τὸ δεινὸν εἰς τὴν Ῥώμην ἐκ τῶν διαφυγόντων ἐκ τῆς ἁλώσεως, οἱ μὲν ὕπατοι βοηθεῖν ᾤοντο δεῖν τοῖς φυγάσι κατὰ τάχος καὶ τὴν πόλιν αὐτοῖς ἀποδιδόναι, ἀντέπραττον δὲ οἱ δήμαρχοι στρατιὰν οὐκ ἐῶντες καταγράφειν, ἕως ἂν περὶ τοὺς νόμους διενεχθῇ ψῆφος. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ διατριβὴν λαμβανούσης τῆς στρατείας ἕτεροι παρῆσαν ἀπὸ τοῦ Λατίνων ἔθνους ἀποσταλέντες, οἳ τὴν Ἀντιατῶν πόλιν ἤγγελλον ἐκ τοῦ φανεροῦ ἀφεστηκέναι, μιᾷ χρησαμένων γνώμῃ Οὐολούσκωντε τῶν ἀρχαίων οἰκητόρων τῆς πόλεως καὶ Ῥωμαίων τῶν ἀφικομένων ὡς αὐτοὺς ἐποίκων καὶ μερισαμένων τὴν γῆν. Ἑρνίκωντε ἄγγελοι κατὰ τοὺς αὐτοὺς παρῆσαν χρόνους δηλοῦντες, ὅτι Οὐολούσκωντε καὶ Αἰκανῶν δύναμις πολλὴ ἐξελήλυθε καί ἐστιν ἐν τῇ αὐτῶν ἤδη γῇ.

10.20.5τούτων ἅμα προσαγγελλομένων οὐδεμίαν ἀναστροφὴν ἔτι ποιεῖσθαι τοῖς ἐκ τοῦ συνεδρίου ἐδόκει, ἀλλὰ πανστρατιᾷ βοηθεῖν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι · ἐὰν δέ τινες ἀπολειφθῶσι τῆς στρατείας Ῥωμαίων τῶν συμμάχων, ὡς πολεμίοις αὐτοῖς χρῆσθαι.

10.20.6εἰξάντων δὲ καὶ τῶν δημάρχων καταγράψαντες τοὺς ἐν ἡλικίᾳ πάντας οἱ ὕπατοι καὶ τὰς παρὰ τῶν συμμάχων δυνάμεις μεταπεμψάμενοι κατὰ σπουδὴν ἐξῄεσαν ὑπολιπόμενοι φυλακὴν τῇ πόλει τρίτην μοῖραν τῆς ἐπιχωρίου στρατιᾶς. Φάβιος μὲν οὖν ἐπὶ τοὺς ἐν τῷ Τυσκλάνων ὄντας Αἰκανοὺς τὴν στρατιὰν ἦγε διὰ τάχους.

10.20.7τῶν δ’οἱ μὲν πλείους ἀπεληλύθεσαν ἤδη διηρπακότες τὴν πόλιν, ὀλίγοι δέ τινες ὑπέμενον φυλάττοντες τὴν ἄκραν · ἔστι δὲ σφόδρα ἐχυρὰ καὶ οὐ πολλῆς δεομένη φυλακῆς. τινὲς μὲν οὖν φασι τοὺς φρουροὺς τῆς ἄκρας ἰδόντας ἐξιοῦσαν ἐκ τῆς Ῥώμης τὴν στρατιάν εὐσύνοπτα γάρ ἐστιν ἐκ μετεώρου τὰ μεταξὺ χωρία πάντα ἑκόντας ἐξελθεῖν, ἕτεροι δὲ ἐκπολιορκηθέντας ὑπὸ τοῦ Φαβίου καθ’ὁμολογίαν παραδοῦναι τὸ φρούριον, τοῖς σώμασιν αὐτοῖς ἄδειαν αἰτησαμένους καὶ ζυγὸν ὑποστάντας.

10.21

10.21.1ἀποδοὺς δὲ τοῖς Τυσκλάνοις τὴν πόλιν Φάβιος περὶ δείλην ὀψίαν ἀνίστησι τὴν στρατιάν. καὶ ὡς εἶχε τάχους ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, ἀκούων περὶ πόλιν Ἀλγιδὸν ἀθρόας εἶναι τάςτε Οὐολούσκων καὶ τὰς Αἰκανῶν δυνάμεις. ποιησάμενος δὲ δι’ὅλης νυκτὸς σύντονον ὁδὸν ὑπ’αὐτὸν τὸν ὄρθρον ἐπιφαίνεται τοῖς πολεμίοις ἐστρατοπεδευκόσιν ἐν πεδίῳ καὶ οὔτε τάφρον περιβεβλημένοις οὔτε χάρακα, ὡς ἐν οἰκείᾳτε γῇ καὶ καταφρονήσει τοῦ ἀντιπάλου.

10.21.2παρακελευσάμενος δὲ τοῖς ἀμφ’αὐτὸν ἀγαθοῖς ἀνδράσι γίνεσθαι πρῶτος εἰσελαύνει μετὰ τῶν ἱππέων εἰς τὴν τῶν πολεμίων παρεμβολήν, καὶ οἱ πεζοὶ συναλαλάξαντες εἵποντο · τῶν δ’οἱ μὲν ἔτι κοιμώμενοι ἐφονεύοντο, οἱ δ’ἀρτίως ἀνεστηκότες καὶ πρὸς ἀλκὴν ἐπιχειροῦντες τραπέσθαι, οἱ δὲ πλείους φεύγοντες ἐσκεδάννυντο.

10.21.3ἁλόντος δὲ τοῦ στρατοπέδου κατὰ πολλὴν εὐπέτειαν ἐπιτρέψας τοῖς στρατιώταις τὰ χρήματα ὠφελεῖσθαι καὶ τὰ σώματα πλὴν ὅσα Τυσκλάνων ἦν, οὐ πολὺν ἐνταῦθα διατρίψας χρόνον ἐπὶ τὴν Ἐχετράνων πόλιν ἦγε τὴν δύναμιν, τότε ἦν τοῦ Οὐολούσκων ἔθνους ἐπιφανεστάτητε κἀν τῷ κρατίστῳ μάλιστα τόπῳ κειμένη.

10.21.4στρατοπεδεύσας δὲ πλησίον τῆς πόλεως ἐπὶ πολλὰς ἡμέρας κατ’ἐλπίδα τοῦ προελεύσεσθαι τοὺς ἔνδον εἰς μάχην, ὡς οὐδεμία ἐξῄει στρατιά, τὴν γῆν αὐτῶν ἐδῄου ἀνθρώπων μεστὴν οὖσαν καὶ βοσκημάτων. οὐ γὰρ ἔφθασαν ἀνασκευασάμενοι τὰ ἐκ τῶν ἀγρῶν αἰφνιδίου γενηθείσης αὐτοῖς τῆς ἐφόδου. ἐφεὶς δὲ καὶ ταῦτα τοῖς στρατιώταις διαρπάζειν Φάβιος καὶ πολλὰς ἐν τῇ προνομῇ διατρίψας ἡμέρας ἀπῆγεν ἐπ’οἴκου τὴν δύναμιν.

10.21.5 δ’ἕτερος τῶν ὑπάτων Κορνήλιος ἐπὶ τοὺς ἐν Ἀντίῳ Ῥωμαίουςτε καὶ Οὐολούσκους ἐλαύνων ἐπιτυγχάνει στρατιᾷ πρὸ τῶν ὁρίων αὐτὸν ὑποδεχομένῃ. παραταξάμενος δὲ αὐτοῖς καὶ πολλοὺς μὲν φονεύσας, τοὺς δὲ λοιποὺς τρεψάμενος ἀγχοῦ τῆς πόλεως κατεστρατοπέδευσεν. οὐ τολμώντων δὲ τῶν ἐκ τῆς πόλεως οὐκέτι χωρεῖν εἰς μάχην πρῶτον μὲν τὴν γῆν αὐτῶν ἔκειρεν, ἔπειτα τὴν πόλιν ἀπετάφρευε καὶ περιεχαράκου. τότε δὴ πάλιν ἀναγκασθέντες ἐξῆλθον ἐκ τῆς πόλεως πανστρατιᾷ, πολὺς καὶ ἀσύντακτος ὄχλος, καὶ συμβαλόντες εἰς μάχην ἔτι κάκιον ἀγωνισάμενοι κατακλείονται τὸ δεύτερον εἰς τὴν πόλιν, αἰσχρῶς καὶ ἀνάνδρως φεύγοντες.

10.21.6 δ’ὕπατος οὐδεμίαν αὐτοῖς ἀναστροφὴν ἔτι δοὺς κλίμακας προσέφερε τοῖς τείχεσι καὶ κριοῖς ἐξέκοπτε τὰς πύλας. ἐπιπόνως δὲ καὶ ταλαιπώρως τῶν ἔνδον ἀπομαχομένων οὐ πολλὰ πραγματευθεὶς κατὰ κράτος αἱρεῖ τὴν πόλιν. χρήματα μὲν οὖν αὐτῶν, ὅσα χρυσὸς καὶ ἄργυρος καὶ χαλκὸς ἐνῆν, εἰς τὸ δημόσιον ἐκέλευσεν ἀναφέρειν, ἀνδράποδα δὲ τοὺς ταμίας παραλαμβάνοντας καὶ τὰ λοιπὰ λάφυρα πωλεῖν · τοῖς δὲ στρατιώταις ἐσθῆτα καὶ τροφὰς καὶ ὅσ’ἄλλα τοιαῦτα ἐδύναντο ὠφελεῖσθαι ἐπέτρεψεν.

10.21.7ἔπειτα διακρίνας τῶντε κληρούχων καὶ τῶν ἀρχαίων Ἀντιατῶν τοὺς ἐπιφανεστάτουςτε καὶ τῆς ἀποστάσεως αἰτίους ἦσαν δὲ πολλοί ῥάβδοιςτε ᾐκίσατο μέχρι πολλοῦ καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποτεμεῖν. ταῦτα διαπραξάμενος ἀπῆγε καὶ αὐτὸς ἐπ’οἴκου τὴν δύναμιν.

10.21.8τούτοις βουλὴ τοῖς ὑπάτοις προσιοῦσίτε ἀπήντησε καὶ θριάμβους ἀμφοτέροις καταγαγεῖν ἐψηφίσατο · καὶ πρὸς Αἰκανοὺς πρεσβευσαμένους ὑπὲρ εἰρήνης ἐποιήσατο συνθήκας περὶ καταλύσεως τοῦ πολέμου, ἐν αἷς ἐγράφη, πόλειςτε καὶ χώρας ἔχοντας Αἰκανούς, ὧν ἐκράτουν, ὅτε αἱ σπονδαὶ ἐγίνοντο, Ῥωμαίοις εἶναι ὑπηκόους, ἄλλο μὲν ὑποτελοῦντας μηθέν, ἐν δὲ τοῖς πολέμοις συμμαχίαν ἀποστέλλοντας ὁσηνδήποτε, ὥσπερ καὶ οἱ ἄλλοι σύμμαχοι. καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα.

10.22

10.22.1τῷ δ’ἑξῆς ἐνιαυτῷ Γάιος Ναύτιος τὸ δεύτερον αἱρεθεὶς καὶ Λεύκιος Μηνύκιος παραλαβόντες τὴν ὕπατον ἀρχὴν τέως μὲν ὑπὲρ τῶν πολιτικῶν δικαίων πόλεμον ἐντὸς τείχους ἐπολέμουν πρὸς τοὺς ἅμα Οὐεργινίῳ δημάρχους τοὺς τέταρτον ἔτος ἤδη τὴν αὐτὴν κατασχόντας ἀρχήν.

10.22.2ἐπεὶ δ’ἀπὸ τῶν πλησιοχώρων ἐθνῶν πόλεμος ἐπεγένετο τῇ πόλει, καὶ δέος ἦν, μὴ τὴν ἀρχὴν ἀφαιρεθῶσιν, ἀσμένως δεξάμενοι τὸ συμβὰν ἀπὸ τῆς τύχης τὸν στρατιωτικὸν ἐποιοῦντο κατάλογον καὶ μερισάμενοι τριχῇ τάςτε οἰκείας καὶ τὰς παρὰ τῶν συμμάχων δυνάμεις μίαν μὲν ἐν τῇ πόλει μοῖραν κατέλιπον, ἧς ἡγεῖτο Κόιντος Φάβιος Οὐιβολανός, τὰς δὲ λοιπὰς αὐτοὶ παραλαβόντες ἐξῄεσαν διὰ ταχέων, ἐπὶ μὲν Σαβίνους Ναύτιος, ἐπὶ δ’Αἰκανοὺς Μηνύκιος.

10.22.3ἀμφότερα γὰρ ταῦτα τὰ ἔθνη κατὰ τὸν αὐτὸν χρόνον ἀφειστήκει τῆς Ῥωμαίων ἀρχῆς, Σαβῖνοι μὲν ἐκ τοῦ φανεροῦ, καὶ μέχρι Φιδήνης πόλεως ἤλασαν, ἧς ἐκράτουν Ῥωμαῖοι τετταράκοντα δ’εἰσὶν οἱ διὰ μέσου τῶν πόλεων στάδιοι Αἰκανοὶ δὲ λόγῳ μὲν φυλάττοντες τὰ τῆς νεωστὶ γενομένης συμμαχίας δίκαια, ἔργῳ δὲ καὶ οὗτοι πράττοντες τὰ τῶν πολεμίων.

10.22.4ἐπὶ γὰρ τοὺς συμμάχους αὐτῶν Λατίνους ἐστράτευσαν, ὡς οὐ γενομένων αὐτοῖς πρὸς ἐκείνους ὁμολογιῶν περὶ φιλίας. ἡγεῖτο δὲ τῆς στρατιᾶς Γράγχος Κοίλιος, ἀνὴρ δραστήριος ἀρχῇ κοσμηθεὶς αὐτοκράτορι, ἣν ἐπὶ τὸ βασιλικώτερον ἐξήγαγεν. ἐλάσας δὲ μέχρι Τύσκλου πόλεως, ἣν Αἰκανοὶ τῷ πρόσθεν ἐνιαυτῷ καταλαβόμενοι καὶ διαρπάσαντες ὑπὸ Ῥωμαίων ἐξεκρούσθησαν, ἀνθρώπουςτε πολλοὺς ἐκ τῶν ἀγρῶν συνήρπασε καὶ βοσκήματα, ὅσα κατέλαβε, καὶ τοὺς καρποὺς τῆς γῆς ἐν ἀκμῇ ὄντας ἔφθειρεν.

10.22.5ἀφικομένης δὲ πρεσβείας, ἣν ἀπέστειλεν Ῥωμαίων βουλὴ μαθεῖν ἀξιοῦσα, τί παθόντες Αἰκανοὶ πολεμοῦσι τοῖς Ῥωμαίων συμμάχοις, φιλίαςτ’αὐτοῖς ὀμωμοσμένης νεωστὶ καὶ οὐδενὸς ἐν τῷ μεταξὺ χρόνῳ γενομένου προσκρούσματος τοῖς ἔθνεσι, καὶ παραινούσης τῷ Κοιλίῳ τούςτ’αἰχμαλώτους αὐτῶν οὓς εἶχεν ἀφιέναι καὶ τὴν στρατιὰν ἀπάγειν καὶ περὶ ὧν ἠδίκησεν κατέβλαψε Τυσκλάνους δίκην ὑποσχεῖν, πολὺν μὲν χρόνον διέτριψεν Γράγχος οὐ δ’εἰς λόγους τοῖς πρεσβευταῖς ἐρχόμενος, ὡς ἐν ἀσχολίαις δή τισι γεγονώς.

10.22.6ἐπεὶ δ’οὖν ἔδοξεν αὐτῷ προσάγειν τοὺς πρέσβεις, κἀκεῖνοι τοὺς ἐπισταλέντας ὑπὸ τῆς βουλῆς λόγους διεξῆλθον · θαυμάζω. φησίν, ὑμῶν, Ῥωμαῖοι, τί δή ποτ’αὐτοὶ μὲν ἅπαντας ἀνθρώπους ἡγεῖσθε πολεμίους, καὶ ὑφ’ὧν οὐδὲν κακὸν πεπόνθατε, ἀρχῆς καὶ τυραννίδος ἕνεκα, Αἰκανοῖς δ’οὐ συγχωρεῖτε παρὰ τουτωνὶ Τυσκλάνων ἐχθρῶν ὄντων ἀναπράττεσθαι δίκας, οὐθενὸς ἡμῖν διωμολογημένου περὶ αὐτῶν, ὅτε τὰς πρὸς ὑμᾶς ἐποιούμεθα συνθήκας.

10.22.7εἰ μὲν οὖν τῶν ὑμετέρων ἰδίων ἀδικεῖσθαί τι βλάπτεσθαι λέγετε ὑφ’ἡμῶν, τὰ δίκαια ὑφέξομεν ὑμῖν κατὰ τὰς ὁμολογίας · εἰ δὲ περὶ Τυσκλάνων ἀναπραξόμενοι δίκας ἥκετε, οὐθείς ἐστιν ὑμῖν πρὸς ἐμὲ περὶ τούτων λόγος, ἀλλὰ πρὸς ταύτην λαλεῖτε τὴν φηγόν · δείξας αὐτοῖς τινα πλησίον πεφυκυῖαν.

10.23

10.23.1Ῥωμαῖοι δὲ τοιαῦτα ὑβρισθέντες ὑπὸ τοῦ ἀνδρὸς οὐκ εὐθὺς ὀργῇ ἐπιτρέψαντες ἐξήγαγον τὴν στρατιάν, ἀλλὰ καὶ δευτέραν ὡς αὐτὸν ἀπέστειλαν πρεσβείαν καὶ τοὺς Φητιάλεις καλουμένους ἄνδρας ἱερεῖς ἔπεμψαν ἐπιμαρτυρόμενοι θεούςτε καὶ δαίμονας, ὅτι μὴ δυνηθέντες τῶν δικαίων τυχεῖν ὅσιον ἀναγκασθήσονται πόλεμον ἐκφέρειν · καὶ μετὰ ταῦτα τὸν ὕπατον ἀπέστειλαν.

10.23.2 δὲ Γράγχος, ἐπειδὴ τοὺς Ῥωμαίους προσιόντας ἔμαθεν, ἀναστήσας τὴν δύναμιν ἀπῆγε προσωτέρω, τῶν πολεμίων ἐκ ποδὸς ἑπομένων, βουλόμενος αὐτοὺς εἰς τοιαῦτα προαγαγέσθαι χωρία, ἐν οἷς πλεονεκτήσειν ἔμελλεν · ὅπερ καὶ συνέβη. φυλάξας γὰρ αὐλῶνα περικλειόμενον ὄρεσιν, ὡς ἐνέβαλον εἰς τοῦτον οἱ Ῥωμαῖοι διώκοντες αὐτόν, ὑποστρέφειτε καὶ στρατοπεδεύεται κατὰ τὴν ἐκ τοῦ αὐλῶνος ἔξω φέρουσαν ὁδόν.

10.23.3ἐκ δὲ τούτου συνεβεβήκει τοῖς Ῥωμαίοις οὐχ ὃν ἐβούλοντο ἐκλέξασθαι τόπον εἰς στρατοπεδείαν, ἀλλ’ὃν ἔδωκεν αὐτοῖς καιρός, ἔνθα οὔθ’ἵπποις χιλὸν εὔπορον ἦν λαμβάνειν, ὄρεσι περικλειομένου τοῦ τόπου ψιλοῖς καὶ δυσβάτοις, οὔθ’ἑαυτοῖς τροφὰς ἐκ τῆς πολεμίας συγκομίζειν, ἐπειδὴ κατανάλωντο ἃς οἴκοθεν ἔφερον, οὔτε μεταστρατοπεδεύσασθαι τῶν πολεμίων ἀντικαθημένων καὶ κωλυόντων τὰς ἐξόδους. βιάσασθαίτε προελόμενοι καὶ προελθόντες εἰς μάχην ἀνεκρούσθησαν καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν αὐτὸν κατεκλείσθησαν χάρακα. δὲ Κοίλιος ἐπαρθεὶς τῷ προτερήματι τούτῳ περιετάφρευέτε αὐτοὺς καὶ περιεχαράκου καὶ πολλὰς ἐλπίδας εἶχε λιμῷ πιεσθέντας παραδώσειν αὐτῷ τὰ ὅπλα.

10.23.4ἀφικομένης δ’εἰς Ῥώμην περὶ τούτων ἀγγελίας Κόιντος Φάβιος καταλειφθεὶς ἐπὶ τῆς πόλεως ἔπαρχος ἀπὸ τῆς σὺν αὐτῷ στρατιᾶς ὅσον ἦν ἀκμαιότατόντε καὶ κράτιστον ἐπιλέξας μέρος ἐπὶ συμμαχίαν ἔπεμψε τῷ ὑπάτῳ. ἡγεῖτο δὲ τῆς δυνάμεως ταύτης Τίτος Κοίντιος ταμίας ἀνὴρ ὑπατικός.

10.23.5πρὸς δὲ τὸν ἕτερον τῶν ὑπάτων Ναύτιον ἐπὶ τῆς ἐν Σαβίνοις στρατιᾶς ὄντα γράμματα διαπέμψας τάτε συμβάντα τῷ Μηνυκίῳ διεσάφησε καὶ αὐτὸν ἥκειν ἠξίου διὰ ταχέων. κἀκεῖνος ἐπιτρέψας τοῖς πρεσβευταῖς τὸν χάρακα φυλάττειν αὐτὸς σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν Ῥώμην ἐλαύνει συντόνῳ χρησάμενος ἱππασίᾳ · εἰσελθὼν δ’εἰς τὴν πόλιν ἔτι πολλῆς νυκτὸς οὔσης ἐβουλεύετο σὺν τῷ Φαβίῳ καὶ τῶν ἄλλων πολιτῶν τοῖς πρεσβυτάτοις, τι χρὴ ποιεῖν. ἐπεὶ δὲ πᾶσιν ἐδόκει δικτάτορος δεῖσθαι καιρός, ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχὴν ταύτην Λεύκιον Κοίντιον Κικιννᾶτον. καὶ αὐτὸς μὲν ταῦτα διαπραξάμενος ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον, δὲ τῆς πόλεως ἔπαρχος Φάβιος ἔπεμπε τοὺς παραληψομένους τὸν Κοίντιον ἐπὶ τὴν ἀρχήν.

10.24

10.24.1ἔτυχε δὲ καὶ τότε ἀνὴρ τῶν κατ’ἀγρὸν ἔργων τι διαπραττόμενος · ἰδὼν δὲ τὸν προσιόντα ὄχλον καὶ ὑποπτεύσας ἐπ’αὐτὸν ἥκειν ἐσθῆτάτ’ἐλάμβανεν εὐπρεπεστέραν καὶ ὑπαντήσων αὐτοῖς ἐπορεύετο.

10.24.2ὡς δ’ἐγγὺς ἦν, ἵππουςτ’αὐτῷ φαλάροις κεκοσμημένους ἐκπρεπέσι προσῆγον καὶ πελέκεις ἅμα ταῖς ῥάβδοις εἰκοσιτέτταρας παρέστησαν ἐσθῆτάτε ἁλουργῆ καὶ τἆλλα παράσημα, οἷς πρότερον τῶν βασιλέων ἐκεκόσμητο ἀρχή, προσήνεγκαν. δὲ μαθών, ὅτι δικτάτωρ ἀποδέδεικται τῆς πόλεως, οὐχ ὅπως ἠγάπησε τηλικαύτης τιμῆς τυχών, ἀλλὰ προσαγανακτήσας εἶπεν · ἀπολεῖται ἄρα καὶ τούτου τοῦ ἐνιαυτοῦ καρπὸς διὰ τὰς ἐμὰς ἀσχολίας, καὶ πεινήσομεν ἅπαντες κακῶς.

10.24.3μετὰ ταῦτα παραγενόμενος εἰς τὴν πόλιν πρῶτον μὲν ἐθάρρυνε τοὺς πολίτας λόγον ἐν τῷ πλήθει διεξελθὼν ἐξεγεῖραι τὰς ψυχὰς δυνάμενον ἐλπίσιν ἀγαθαῖς ἔπειτα συναγαγὼν ἅπαντας τοὺς ἐν ἀκμῇ, τούςτε κατὰ τὴν πόλιν καὶ τοὺς ἐκ τῶν ἀγρῶν, καὶ τὰς παρὰ τῶν συμμάχων ἐπικουρίας μεταπεμψάμενος ἱππάρχηντ’ἀποδείξας Λεύκιον Ταρκύνιον, ἄνδρα τῶν ἠμελημένων μὲν διὰ πενίαν, τὰ δὲ πολέμια γενναῖον, ἐξῆγε συγκεκροτημένην ἔχων δύναμιν, καὶ καταλαβὼν τὸν ταμίαν Τίτον Κοίντιον ἀναδεχόμενον αὐτοῦ τὴν παρουσίαν, λαβὼν καὶ τὴν σὺν ἐκείνῳ δύναμιν ἧκεν ἐπὶ τοὺς πολεμίους.

10.24.4ὡς δὲ κατώπτευσε τὴν τῶν χωρίων φύσιν, ἐν οἷς ἦν τὰ στρατόπεδα, μέρος μέν τι τῆς στρατιᾶς ἐπὶ τοῖς μετεώροις ἔταξεν, ὡς μήτε βοήθεια παραγένοιτο τοῖς Αἰκανοῖς ἑτέρα μήτε τροφαί, τὴν δὲ λοιπὴν δύναμιν αὐτὸς ἔχων προῆγεν ἐκτεταγμένην ὡς εἰς μάχην. καὶ Κοίλιος οὐθὲν ὑποδείσας τε γὰρ δύναμις περὶ αὐτὸν ἦν οὐκ ὀλίγη, καὶ αὐτὸς ἐδόκει ψυχὴν οὐ κακὸς εἶναι κατὰ τὰ πολέμια δέχεται αὐτὸν ἐπιόντα, καὶ γίνεται μάχη καρτερά.

10.24.5χρόνου δὲ πολλοῦ διελθόντος καὶ τῶν Ῥωμαίων διὰ τοὺς συνεχεῖς πολέμους ἀναφερόντων τὸν πόνον τῶντε ἱππέων κατὰ τὸ κάμνον μέρος ἀεὶ ἐπιβοηθούντων τοῖς πεζοῖς ἡσσηθεὶς Γράγχος κατακλείεται πάλιν εἰς τὸν ἑαυτοῦ χάρακα. καὶ μετὰ τοῦθ’ Κοίντιος περιταφρεύσας αὐτὸν ὑψηλῷ χάρακι καὶ πύργοις πυκνοῖς περιλαβών, ἐπεὶ κάμνοντα ἔμαθε τῶν ἀναγκαίων τῇ σπάνει, αὐτόςτε προσβολὰς ἐποιεῖτο συνεχεῖς πρὸς τὸν χάρακα τῶν Αἰκανῶν καὶ τῷ Μηνυκίῳ προσέταξεν ἀπὸ τῶν ἑτέρων ἐξιέναι μερῶν.

10.24.6ὥστε ἠναγκάσθησαν οἱ Αἰκανοὶ τροφῆςτε ἀπορούμενοι καὶ συμμάχων βοήθειαν ἀπεγνωκότες πολιορκούμενοίτε πολλαχόθεν ἱκετηρίας ἀναλαβόντες ἐπιπρεσβεύεσθαι πρὸς τὸν Κοίντιον περὶ φιλίας διαλεγόμενοι. δὲ τοῖς μὲν ἄλλοις Αἰκανοῖς ἔφη σπένδεσθαι καὶ διδόναι τοῖς σώμασι τὴν ἄδειαν τάτε ὅπλα ἀποθεμένοις καὶ καθ’ἕνα διεξιοῦσιν ὑπὸ ζυγόν, Γράγχῳ δὲ τῷ ἡγεμόνι τῶν πολεμίων καὶ τοῖς σὺν ἐκείνῳ βουλεύσασι τὴν ἀπόστασιν ὡς πολεμίοις χρήσασθαι, ἐκέλευσέτε αὐτοῖς ἄγειν τοὺς ἄνδρας δεδεμένους.

10.24.7ὑπομενόντων δὲ ταῦτα τῶν Αἰκανῶν τελευταῖον αὐτοῖς ἐκεῖνο προσέταξεν · ἐπειδὴ Τύσκλον πόλιν Ῥωμαίων σύμμαχον ἐξηνδραποδίσαντο καὶ διήρπασαν οὐδὲν ὑπὸ Τυσκλάνων παθόντες κακόν, ἀντιπαρασχεῖν ἑαυτῷ πόλιν τῶν σφετέρων, Κορβιῶνα, τὰ ὅμοια διαθεῖναι.

10.24.8ταύτας λαβόντες τὰς ἀποκρίσεις οἱ πρέσβεις τῶν Αἰκανῶν προῄεσαν καὶ μετ’οὐ πολὺ παρῆσαν ἄγοντες τὸν Γράγχον καὶ τοὺς σὺν αὐτῷ δεδεμένους · αὐτοὶ δὲ τὰ ὅπλα θέντες ἐξέλιπον τὴν παρεμβολὴν διαπορευόμενοι, καθάπερ στρατηγὸς ἐκέλευσε, διὰ τοῦ Ῥωμαίων χάρακος καθ’ἕνα ὑπὸ ζυγόν, καὶ τὴν Κορβιῶνα κατὰ τὰς ὁμολογίας παρέδοσαν, τὰ ἐλεύθερα σώματα μόνον ἐξελθεῖν αἰτησάμενοι, περὶ ὧν διήλλαξαν τοὺς Τυσκλάνων αἰχμαλώτους.

10.25

10.25.1παραλαβὼν δὲ Κοίντιος τὴν πόλιν τὰ μὲν ἐπιφανέστατα τῶν λαφύρων εἰς Ῥώμην ἐκέλευσε φέρειν, τὰ δ’ἄλλα πάντα διελέσθαι κατὰ λόχους ἐπέτρεψε τοῖςτε σὺν αὐτῷ παραγενομένοις στρατιώταις καὶ τοῖς ἅμα Κοιντίῳ τῷ ταμίᾳ προαποσταλεῖσι. τοῖς δὲ μετὰ Μηνυκίου τοῦ ὑπάτου κατακλεισθεῖσιν ἐν τῷ χάρακι μεγάλην ἔφη δεδωκέναι δωρεὰν τὰ σώματα αὐτῶν ἐκ θανάτου ῥυσάμενος.

10.25.2ταῦτα πράξας καὶ τὸν Μηνύκιον ἀποθέσθαι τὴν ἀρχὴν ἀναγκάσας ἀνέστρεψεν εἰς τὴν Ῥώμην καὶ κατήγαγε λαμπρότατον ἁπάντων ἡγεμόνων θρίαμβον, ἐν ἡμέραις ἑκκαίδεκα ταῖς πάσαις, ἀφ’ἧς παρέλαβε τὴν ἀρχήν, στρατόπεδόντε σώσας φίλιον καὶ πολεμίων δύναμιν ἀκμάζουσαν καθελὼν πόλιντε αὐτῶν πορθήσας καὶ φρουρὰν αὐτῆς ὑπολιπὼν τόντε ἡγεμόνα τοῦ πολέμου καὶ τοὺς ἄλλους ἐπιφανεῖς ἄνδρας ἁλύσει δεδεμένους ἀγαγών.

10.25.3καὶ μάλιστα πάντων αὐτοῦ θαυμάζειν ἄξιον, ὅτι τὴν τοσαύτην ἀρχὴν εἰς ἑξάμηνον εἰληφὼς οὐκ ἐχρήσατο παντὶ τῷ νόμῳ, ἀλλὰ συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ περὶ τῶν πεπραγμένων λόγον ἀποδοὺς ἐξωμόσατο τὴν ἀρχὴν τῆςτε βουλῆς δεομένης γῆντε ὅσην ἐβούλετο λαβεῖν ἐκ τῆς δορικτήτου καὶ ἀνδράποδα καὶ χρήματα ἐκ τῶν λαφύρων ἐπανορθῶσαι τὴν πενίαν πλούτῳ δικαίῳ, ὃν ἀπὸ πολεμίων κάλλιστον ἐκτήσατο τοῖς ἰδίοις πόνοις, οὐκ ἠξίωσε, φίλωντε καὶ συγγενῶν δωρεὰς προσφερόντων μεγάλας καὶ ἀντὶ παντὸς ἀγαθοῦ τιθεμένων ἐκεῖνον τὸν ἄνδρα εὖ ποιεῖν, ἐπαινέσας αὐτοὺς τῆς προθυμίας οὐθὲν τῶν διδομένων ἔλαβεν, ἀλλ’ἀπῆλθε πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο χωρίον, καὶ τὸν αὐτουργὸν αὐτοῦ ἀντὶ τοῦ βασιλικοῦ μετειλήφει βίον, μεῖζον φρονῶν ἐπὶ πενίᾳ ἄλλοι ἐπὶ πλούτῳ.

10.25.4μετ’οὐ πολὺν δὲ χρόνον καὶ Ναύτιος, ἅτερος τῶν ὑπάτων, νικήσας Σαβίνους ἐκ παρατάξεως καὶ τῆς χώρας αὐτῶν πολλὴν καταδραμὼν ἀπῆγεν ἐπ’οἴκου τὰς δυνάμεις.

10.26

10.26.1μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστὴ καὶ πρώτη, ἣν ἐνίκα στάδιον Πολύμναστος Κυρηναῖος, Ἀθήνησι δὲ ἄρχων Καλλίας, ἐφ’οὗ τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβε Γάιος Ὁράτιος καὶ Κόιντος Μηνύκιος. ἐπὶ τούτων Σαβῖνοι πάλιν στρατεύσαντες ἐπὶ Ῥωμαίους πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσαν, καὶ ἧκον οἱ φυγόντες ἐκ τῶν ἀγρῶν ἀθρόοι κρατεῖσθαι πάντα ὑπ’αὐτῶν τὰ μεταξὺ Κρουστομερείαςτε καὶ Φιδήνης λέγοντες.

10.26.2Αἰκανοίτε οἱ νεωστὶ καταπολεμηθέντες ἐν τοῖς ὅπλοις αὖθις ἦσαν · καὶ οἱ μὲν ἀκμαιότατοι αὐτῶν νυκτὸς ἐλάσαντες ἐπὶ Κορβιῶνα πόλιν, ἣν τῷ παρελθόντι ἐνιαυτῷ Ῥωμαίοις παρέδοσαν, τήντε φρουρὰν τὴν ἐν αὐτῇ κοιμωμένην εὑρόντες κατέσφαξαν πλὴν ὀλίγων, οἳ ἔτυχον ἀφυστεροῦντες, οἱ δὲ λοιποὶ μεγάλῃ χειρὶ στρατεύσαντες ἐπὶ πόλιν Ὀρτῶνα τοῦ Λατίνων ἔθνους ἐξ ἐφόδου καταλαμβάνονται, καὶ ὅσα Ῥωμαίους οὐχ οἷοίτε ἦσαν ἐργάσασθαι, ταῦτα δι’ὀργὴν τοὺς συμμάχους αὐτῶν διέθεσαν.

10.26.3τοὺς μὲν γὰρ ἐν ἥβῃ πάντας, πλὴν εἴ τινες διέφυγον εὐθὺς ἁλισκομένης τῆς πόλεως, ἀπέκτειναν, γυναῖκας δὲ καὶ παῖδας αὐτῶν καὶ τὰ γηραιὰ τῶν σωμάτων ἠνδραποδίσαντο, καὶ τῶν χρημάτων ὅσα δύναμις ἦν αὐτοῖς φέρειν συσκευασάμενοι κατὰ σπουδήν, πρὶν ἅπαντας ἐπιβοηθῆσαι Λατίνους, ἀνέστρεψαν.

10.26.4τούτων δὲ ἅμα προσαγγελλομένων ὑπότε Λατίνων καὶ τῶν ἐκ τῆς φρουρᾶς διασωθέντων μὲν βουλὴ στρατιὰν ἐκπέμπειν ἐψηφίσατο καὶ τοὺς ὑπάτους ἀμφοτέρους πορεύεσθαι · οἱ δὲ περὶ τὸν Οὐεργίνιον δήμαρχοι πέμπτον ἔτος ἐπὶ τῆς αὐτῆς ὄντες ἐξουσίας ἐκώλυον, ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐποίουν ἔτεσιν, ἐνιστάμενοι ταῖς στρατολογίαις τῶν ὑπάτων, τὸν ἐντὸς τείχους πρῶτον ἀξιοῦντες καταλυθῆναι πόλεμον ἀποδοθείσης τῷ δήμῳ τῆς περὶ τοῦ νόμου διαγνώσεως, ὃν ὑπὲρ τῆς ἰσηγορίας εἰσέφερον, τε δῆμος αὐτοῖς συνελάμβανε πολλοὺς κατὰ τῆς βουλῆς καὶ ἐπιφθόνους διεξιοῦσι λόγους.

10.26.5ἑλκομένου δὲ τοῦ χρόνου καὶ οὔτε τῶν ὑπάτων ὑπομενόντων προβουλεῦσαίτε καὶ εἰς τὸν δῆμον ἐξενεγκεῖν τὸν νόμον, οὔτε τῶν δημάρχων συγχωρῆσαι βουλομένων τὴν καταγραφὴν καὶ τὴν ἔξοδον τῆς στρατιᾶς γενέσθαι, λόγωντε πολλῶν καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατ’ἀλλήλων ἔντε ταῖς ἐκκλησίαις καὶ ἐπὶ τῆς βουλῆς μάτην ἀναλισκομένων, ἑτέρα τις εἰσαχθεῖσα ὑπὸ τῶν δημάρχων ἐπὶ τῇ βουλῇ πολιτεία καὶ παρακρουσαμένη τὸ συνέδριον, τὴν μὲν τότε κατέχουσαν στάσιν ἐπράυνεν, ἑτέρων δὲ πολλῶν καὶ μεγάλων ἐγένετο πλεονεκτημάτων αἰτία τῷ δήμῳ. διηγήσομαι δὲ καὶ ταύτην τὴν δυναστείαν ὃν τρόπον δῆμος ἔλαβε.

10.27

10.27.1φθειρομένης καὶ διαρπαζομένης τῆςτε Ῥωμαίων καὶ τῶν συμμάχων γῆς, καὶ τῶν πολεμίων ὡς δι’ἐρημίας ἐλαυνόντων κατ’ἐλπίδα τοῦ μηδεμίαν ἐπ’αὐτοὺς ἐξελεύσεσθαι δύναμιν διὰ τὴν κατέχουσαν ἐν τῇ πόλει στάσιν, οἱ μὲν ὕπατοι τὴν βουλὴν συνήγαγον, ὡς περὶ τῶν ὅλων ἔσχατον τοῦτο βουλευσόμενοι.

10.27.2ῥηθέντων δὲ πολλῶν λόγων πρῶτος ἐρωτηθεὶς γνώμην Λεύκιος Κοίντιος, τῷ παρελθόντι γενόμενος ἔτει δικτάτωρ, ἀνὴρ οὐ μόνον τὰ πολέμια δεινότατος τῶν καθ’ἑαυτόν, ἀλλὰ καὶ τὰ πολιτικὰ δοκῶν εἶναι φρονιμώτατος, γνώμην ἀπεφήνατο τήνδε · μάλιστα μὲν πείθειν τούςτε δημάρχους καὶ τοὺς ἄλλους πολίτας τὴν μὲν ὑπὲρ τοῦ νόμου διάγνωσιν οὐθὲν ἐν τῷ παρόντι κατεπείγουσαν εἰς ἑτέρους ἀναβαλέσθαι καιροὺς ἐπιτηδειοτέρους, τὸν δ’ἐν χερσὶν ὄντα καὶ ὅσον οὔπω τῇ πόλει πλησιάζοντα πόλεμον ἄρασθαι πάσῃ προθυμίᾳ, καὶ μὴ περιιδεῖν τὴν μετὰ πολλῶν κτηθεῖσαν ἡγεμονίαν πόνων αἰσχρῶς καὶ ἀνάνδρως ἀπολομένην.

10.27.3ἐὰν δὲ μὴ πείθηται δῆμος, τοὺς πατρικίους ἅμα τοῖς πελάταις καθοπλισαμένους τῶντ’ἄλλων πολιτῶν παραλαβόντας, οἷς ἦν ἑκοῦσι συνάρασθαι τοῦ καλλίστου ὑπὲρ τῆς πατρίδος ἀγῶνος, χωρεῖν προθύμως ἐπὶ τὸν πόλεμον θεούς, ὅσοι φυλάττουσι τὴν Ῥωμαίων πόλιν, ἡγεμόνας τῆς ἐξόδου ποιησαμένους.

10.27.4συμβήσεσθαι γὰρ αὐτοῖς δυεῖν καλῶν ἔργων καὶ δικαίων θάτερον, νίκην ἐξενέγκασθαι πασῶν ὧν αὐτοί ποτε οἱ πατέρες ἐξηνέγκαντο λαμπροτάτην, περὶ τῶν ἐν αὐτῇ καλῶν εὐψύχως ἀγωνιζομένοις ἀποθανεῖν. ταύτης μέντοι τῆς καλῆς πείρας οὔτ’αὐτὸς ἀπολείψεσθαι ἔφη, ἀλλ’ἐν ἴσῳ τοῖς κράτιστα ἐρρωμένοις παρὼν ἀγωνιεῖσθαι, οὔτε τῶν ἄλλων τινὰ πρεσβυτέρων, οἷς ἐστιν ἐλευθερίαςτε καὶ δόξης ἀγαθῆς λόγος.

10.28

10.28.1ὡς δὲ καὶ τοῖς ἄλλοις ἅπασι ταῦτ’ἐδόκει, καὶ οὐθεὶς ἦν τἀναντία ἐρῶν, οἱ μὲν ὕπατοι τὸν δῆμον εἰς ἐκκλησίαν συνεκάλουν. συνελθόντος δ’ὡς ἐπὶ καινοῖς ἀκούσμασι παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου παρελθὼν ἅτερος τῶν ὑπάτων Γάιος Ὁράτιος ἐπειρᾶτο πείθειν τοὺς δημοτικοὺς ἑκόντας ὑπομεῖναι καὶ ταύτην τὴν στρατείαν. ἀντιλεγόντων δὲ τῶν δημάρχων καὶ τοῦ δήμου προσέχοντος αὐτοῖς τὸν νοῦν παρελθὼν πάλιν ὕπατος εἶπε ·

10.28.2καλὸν γ’, Οὐεργίνιε, καὶ θαυμαστὸν ἔργον ἐξειργάσασθε διασπάσαντες ἀπὸ τῆς βουλῆς τὸν δῆμον · καὶ τὸ μὲν ἐφ’ὑμῖν εἶναι μέρος πάντ’ἀπολωλέκαμεν, ὅσα παρὰ τῶν προγόνων παραλαβόντες τοῖς ἑαυτῶν πόνοις κτησάμενοι κατέσχομεν ἀγαθά.

10.28.3οὐ μὴν ἡμεῖς γ’ἀκονιτὶ μεθησόμεθα αὐτῶν, ἀλλ’ἀναλαβόντες τὰ ὅπλα μετὰ τῶν βουλομένων σώζεσθαι τὴν πατρίδα χωρήσομεν ἐπὶ τὸν ἀγῶνα τὰς ἀγαθὰς προβαλλόμενοι τῶν ἔργων ἐλπίδας · καὶ εἴ τις ἄρα θεὸς ἐπισκοπεῖ τοὺς καλοὺς καὶ δικαίους ἀγῶνας, καὶ τὴν πόλιν τήνδε αὔξουσα ἐκ πολλοῦ τύχη μήπω προλέλοιπεν αὐτήν, κρείττους τῶν ἐχθρῶν ἐσόμεθα · εἰ δέ τις ἄρα ἐνέστηκε δαίμων καὶ ἐναντιοῦται τῇ σωτηρίᾳ τῆς πόλεως, οὔτοι τό γ’ἐν ἡμῖν εὔνουν καὶ πρόθυμον ἀπολεῖται, ἀλλὰ τὸν ἁπάντων κράτιστον θάνατον αἱρησόμεθα περὶ τῆς πατρίδος.

10.28.4ὑμεῖς δὲ αὐτοῦ μένοντες οἰκουρεῖτε ἅμα ταῖς γυναιξίν, καλοὶ καὶ γενναῖοι προστάται τῆς πόλεως, ἐγκαταλιπόντες, μᾶλλον δὲ προδόντες ἡμᾶς, οἷς οὔτ’ἂν νικήσωμεν ἡμεῖς βίος ἔσται καλός, οὔτ’ἂν ἄλλως χωρήσῃ τὰ καθ’ἡμᾶς ἀσφαλής ·

10.28.5εἰ μὴ ἄρα ἐκείνῃ τῇ ψυχρᾷ ἐλπίδι ἐπαίρεσθε, ὡς διαφθαρέντων τῶν πατρικίων ὑμᾶς ἐάσουσιν οἱ πολέμιοι ταύτην ὑπολογιζόμενοι τὴν εὐεργεσίαν, καὶ συγχωρήσουσιν ὑμῖν τὴν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἡγεμονίαν καὶ πάντα τἆλλα ἀγαθά, ὅσα νῦν ἔχετε, καρποῦσθαι, ὧν ὑμεῖς ὅτε τὰ ἄριστα ἐφρονεῖτε πολλὴν μὲν γῆν ἀπετέμεσθε, πολλὰς δὲ πόλεις ἐξανδραποδισάμενοι κατεσκάψατε, πολλὰ δὲ καὶ μεγάλα καὶ οὐ δ’ὑπὸ τοῦ παντὸς αἰῶνος ἀφανισθησόμενα τρόπαια καὶ μνημεῖα τῆς ἔχθρας ἀνεστήσατε.

10.28.6ἀλλὰ τί τῷ δήμῳ ταῦτ’ἐπιτιμῶ, ὃς οὐδέποτε πονηρὸς ἑκὼν ἐγένετο, μᾶλλον οὐχ ὑμῖν, Οὐεργίνιε, τοῖς τὰ καλὰ ταῦτα πολιτευομένοις; ἡμῖν μὲν οὖν, οἷς ἀνάγκη μηδὲν ταπεινὸν φρονεῖν, δέδοκταίτε καὶ οὐθὲν ἔσται τὸ κωλύσον ἄρασθαι τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ὑμῖν δὲ τοῖς ἐγκαταλιποῦσι καὶ προδοῦσι τὸ κοινὸν ἥξει δίκη τιμωρὸς οὐ μεμπτὴ παρὰ θεῶν, ἐὰν ἄρα διαφύγητε τὴν παρ’ἀνθρώπων κόλασιν.

10.28.7ἀλλ’οὐ δὲ ταύτην διαφεύξεσθε · καὶ μή με δεδίττεσθαι ὑπολάβητε, ἀλλ’εὖ ἴστε, ὅτι οἱ καταλειφθέντες ἡμῶν ἐνθάδε φύλακες τῆς πόλεως, ἐὰν κρείττω τὰ τῶν ἐχθρῶν γένηται, φρονήσουσιν προσῆκεν αὐτοῖς φρονεῖν. οὐ γὰρ ἤδη βαρβάροις μέν τισιν ἁλισκομένοις ὑπὸ τῶν πολεμίων εἰς νοῦν ἦλθε μήτε γυναικῶν αὐτοῖς παραχωρῆσαι μήτε παίδων μήτε πόλεων, ἀλλὰ τὰς μὲν ἐμπρῆσαι, τὰς δὲ κατασφάξαι, Ῥωμαίοις δ’ἄρα, οἷς ἑτέρων ἄρχειν πάτριόν ἐστιν, οὐ παραστήσεται ταῦτα περὶ ἑαυτῶν φρονεῖν;

10.28.8οὐχ οὕτως ἀγεννεῖς ἔσονται, ἀλλ’ἀφ’ὑμῶν τῶν ἐχθίστων ἀρξάμενοι τότε χωρήσουσι πρὸς τὰ φίλια. πρὸς ταῦτα ὁρῶντες ἐκκλησιάζετε καὶ νόμους εἰσφέρετε καινούς.

10.29

10.29.1ταῦτα καὶ πολλὰ τούτοις ὅμοια εἰπὼν παρεστήσατο τοὺς πρεσβυτάτους τῶν πατρικίων κλαίοντας, οὓς ἰδόντες πολλοὶ τῶν δημοτικῶν οὐ δ’αὐτοὶ κατέχειν τὰ δάκρυα ἐδύναντο. γενομένης δὲ πολλῆς συμπαθείας πρόςτε τὰς ἡλικίας τῶν ἀνδρῶν καὶ πρὸς τὰς ἀξίας μικρὸν ἐπισχὼν ὕπατος ·

10.29.2οὐκ αἰσχύνεσθε, ἔφησεν, πολῖται, οὐ δὲ κατὰ γῆς δύεσθε, εἰ οἵδε οἱ γέροντες ὑπὲρ ὑμῶν τῶν νέων τὰ ὅπλα ἀναλήψονται, ἀλλ’ὑπομενεῖτε ἀπολειφθῆναι τούτων ἡγουμένων, οὓς ἀεὶ πατέρας ἐκαλεῖτε; σχέτλιοι ὑμεῖς καὶ οὐ δὲ πολῖται ταύτης ἄξιοι λέγεσθαι τῆς γῆς, ἣν ἔκτισαν οἱ τοὺς πατέρας ἐπὶ τῶν ὤμων ἐνέγκαντες, οἷς καὶ δι’ὅπλων καὶ διὰ πυρὸς ὁδοὺς ἀσφαλεῖς θεοὶ παρέσχον.

10.29.3ὡς δὲ κατέμαθεν Οὐεργίνιος ἀγόμενον τὸν δῆμον ὑπὸ τῶν λόγων, δεδοικώς, μὴ παρὰ τὴν ἑαυτοῦ γνώμην κοινωνεῖν ὑπομείνῃ τοῦ πολέμου, παρελθὼν εἶπεν · ἡμεῖς οὔτ’ἐγκαταλείπομεν οὔτε προδίδομεν ὑμᾶς, πατέρες, οὐ δ’ἂν ἀπολειφθείημεν ὑμῶν, ὥσπερ οὐ δὲ πρότερον ἠξιώσαμεν οὐδεμιᾶς ἀπολειφθῆναι στρατείας, ἀλλὰ καὶ ζῆν αἱρούμεθα σὺν ὑμῖν καὶ πάσχειν, τι ἂν τῷ δαίμονι δοκῇ, μεθ’ὑμῶν.

10.29.4πρόθυμοι δ’ἐν παντὶ καιρῷ περὶ ὑμᾶς γεγονότες ἀξιοῦμεν μετρίας παρ’ὑμῶν τυχεῖν χάριτος, ὥσπερ τῶν κοινῶν κινδύνων ἰσομοιροῦμεν ὑμῖν, οὕτως καὶ τῶν δικαίων τὸ ἴσον ἔχειν, νόμους καταστησάμενοι φύλακας τῆς ἐλευθερίας, οἷς ἅπαντες ἀεὶ χρησόμεθα.

10.29.5εἰ δὲ προσίσταται τοῦθ’ὑμῖν, καὶ οὐκ ἀξιοῦτε τοῖς ἑαυτῶν πολίταις ταύτην συγχωρῆσαι τὴν χάριν, ἀλλὰ θανάτου τιμᾶσθε τὸ μεταδοῦναι τῷ δήμῳ τῆς ἰσηγορίας, οὐκέτι φιλονεικοῦμεν ὑμῖν · αἰτησόμεθα δ’ἑτέραν παρ’ὑμῶν χάριν, ἧς τυχόντες ἴσως ἂν οὐ δὲ καινῶν ἔτι δεηθείημεν νόμων. εἰσέρχεται δ’ἡμᾶς εὐλάβεια, μή ποτε οὐ δὲ ταύτης τύχωμεν, ἐξ ἧς τῇ βουλῇ μὲν οὐδὲν ἔσται βλάβος, τῷ δὲ δήμῳ τιμή τις ὑπάρξει καὶ φιλανθρωπία.

10.30

10.30.1εἰπόντος δὲ τοῦ ὑπάτου, ὅτι τοῦτο τὸ πολίτευμα τῇ βουλῇ συγχωροῦντες οὐθενὸς ἄλλου ἁμαρτήσονται τῶν μετρίων, καὶ κελεύοντος λέγειν ὅτου δέονται, ὀλίγα διαλεχθεὶς τοῖς συνάρχουσιν Οὐεργίνιος, ἐπὶ τῆς βουλῆς ἔφησεν ἐρεῖν.

10.30.2καὶ μετὰ ταῦτα συναγαγόντων τὸ συνέδριον τῶν ὑπάτων παρελθὼν καὶ τὰ δίκαια τοῦ δήμου πρὸς τὴν βουλὴν ἅπαντα εἰσενεγκάμενος ᾐτήσατο διπλασιασθῆναι τὴν ἀρχὴν τὴν προισταμένην τοῦ δήμου, καὶ ἀντὶ τῶν πέντε δημάρχων δέκα εἰς ἕκαστον ἐνιαυτὸν ἀποδείκνυσθαι. τοῦτο οἱ μὲν ἄλλοι βλάβην οὐδεμίαν ᾤοντο τῷ κοινῷ φέρειν, ἀλλὰ διδόναι καὶ μὴ ἀντιπράττειν παρῄνουν, ἄρχοντος τῆς γνώμης Λευκίου Κοιντίου, τοῦ τότε μέγιστον ἔχοντος ἐν τῇ βουλῇ κράτος.

10.30.3εἷς δὲ μόνος ἀντέλεγε Γάιος Κλαύδιος, υἱὸς Ἀππίου Κλαυδίου, τοῦ παρὰ πάντα τὸν χρόνον τοῖς εἰσηγήμασι τῶν δημοτικῶν, εἴ τινα μὴ νόμιμα ἦν, ἐναντιωθέντος διαδεδεγμένος τὰ πολιτεύματα τοῦ πατρός, καὶ ὅτ’αὐτὸς εἶχε τὴν ὕπατον ἀρχὴν κωλύσας δοθῆναι τοῖς δημάρχοις τὴν κατὰ τῶν ἱππέων τῶν ἐπὶ τῇ συνωμοσίᾳ διαβαλλομένων ἐξέτασιν, καὶ μακρὸν διεξελθὼν λόγον ἐδίδασκεν, ὅτι μετριώτερος μὲν δῆμος οὐδὲν οὐ δὲ χρηστότερος ἔσται διπλασιασθείσης αὐτῷ τῆς ἀρχῆς, ἀνοητότερος δὲ καὶ βαρύτερος.

10.30.4οὐ γὰρ ἐπὶ ῥητοῖς τισι παραλήψεσθαι τὴν ἀρχὴν τοὺς ὕστερον ἀποδειχθησομένους, ὥστε μένειν ἐπὶ τοῖς καθεστηκόσιν, ἀλλὰ καὶ τὸν περὶ τῆς κληρουχίας αὖθις θις προθήσειν λόγον καὶ τὸν ὑπὲρ τῆς ἰσοτιμίας, καὶ πάντας ἑξῆς ζητήσειν, τι λέγοντες πράττοντες τὸ μὲν τοῦ δήμου κράτος αὐξήσουσι, τὰς δὲ τῆς βουλῆς τιμὰς καταλύσουσι. καὶ σφόδρα ἐκίνησε τοὺς πολλοὺς λόγος. ἔπειτα μετήγαγεν αὐτοὺς Κοίντιος διδάσκων, ὅτι πρὸς τῆς βουλῆς ἐστι τὸ πολλοὺς εἶναι τοῦ δήμου προστάτας.

10.30.5ἧττον γὰρ ὁμονοήσειν τοὺς πλείους τῶν ἐλαττόνων, μίαν δὲ βοήθειαν εἶναι τοῖς κοινοῖς, ἣν Ἄππιον Κλαύδιον τὸν Γαΐου πατέρα πρῶτον ἰδεῖν, ἐὰν στασιάζῃ τὸ ἀρχεῖον καὶ μὴ πᾶσι τὸ αὐτὸ δοκῇ.

10.30.6ἐδόκειτε δὴ ταῦτα καὶ γίνεται δόγμα βουλῆς · ἐξεῖναι τῷ δήμῳ δέκα δημάρχους καθ’ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι, τῶν δὲ τότε ὄντων ἐν ἀρχῇ μηθένα. τοῦτο τὸ προβούλευμα οἱ περὶ τὸν Οὐεργίνιον λαβόντες ἐξήνεγκαν καὶ κυρώσαντες τὸν ἐπ’αὐτῷ γραφέντα νόμον δέκα δημάρχους εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπέδειξαν.

10.30.7παυσαμένης δὲ τῆς στάσεως καταγράψαντες τὰς δυνάμεις οἱ ὕπατοι διεκληρώσαντο τὰς ἐξόδους · Μηνυκίῳ μὲν οὖν κατὰ Σαβίνων πόλεμος ἐδόθη, Ὁρατίῳ δὲ κατ’Αἰκανῶν, καὶ κατὰ σπουδὴν ἐξῄεσαν ἀμφότεροι. Σαβῖνοι μὲν οὖν τὰς πόλεις διὰ φυλακῆς ἔχοντες ὑπερεῖδον ἀγομένωντε καὶ φερομένων ἁπάντων τῶν κατὰ τοὺς ἀγρούς, Αἰκανοὶ δὲ τὴν ἐναντιωσομένην Ῥωμαίοις δύναμιν ἀπέστειλαν.

10.30.8ἀγωνισάμενοι δὲ λαμπρῶς οὐχ οἷοίτε ἐγένοντο τὴν Ῥωμαίων ὑπερβαλέσθαι δύναμιν, ἀλλ’ἠναγκάσθησαν εἰς τὰς πόλεις ἀπελθεῖν ἀποβαλόντες τὸ πολίχνιον, ὑπὲρ οὗ τὸν ἀγῶνα ἐποιοῦντο. Ὁράτιος δὲ τρεψάμενος τοὺς πολεμίους καὶ πολλὰ τῆς χώρας αὐτῶν κακώσας τοῦτε Κορβιῶνος τὰ τείχη κατασπάσας καὶ τὰς οἰκήσεις ἐκ θεμελίων ἀνελὼν ἀπῆγε τὴν δύναμιν ἐπ’οἴκου.

10.31

10.31.1τῷ δ’ἑξῆς ἔτει Μάρκου Οὐαλερίου καὶ Σπορίου Οὐεργινίου τὴν ὑπατείαν ἐχόντων στρατιὰ μὲν ὑπερόριος οὐδεμία ἐξῆλθε Ῥωμαίων, πολιτικὰ δέ τινα προσκρούσματα τοῖς δημάρχοις πρὸς τοὺς ὑπάτους συνέστη πάλιν, ἐξ ὧν ἔσχον οἱ δήμαρχοι παρασπάσαντές τι τῆς ὑπατικῆς δυναστείας. τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον ἐκκλησίας μόνον ἦσαν οἱ δήμαρχοι κύριοι, βουλὴν δὲ συνάγειν γνώμην ἀγορεύειν οὐκ ἐξῆν αὐτοῖς, ἀλλ’ἦν τῶν ὑπάτων τοῦτο τὸ γέρας.

10.31.2οἱ δὲ τότε δήμαρχοι πρῶτοι συγκαλεῖν ἐπεβάλοντο τὴν βουλὴν Ἰκιλλίου τὴν πεῖραν εἰσηγησαμένου, ὃς ἡγεῖτο μὲν τοῦ ἀρχείου, δραστήριος δέ τις ἦν ἀνὴρ καὶ ὡς Ῥωμαῖος εἰπεῖν οὐκ ἀδύνατος. εἰσέφερε γάρ τι καὶ οὗτος πολίτευμα καινὸν ἀξιῶν ἀπομερισθῆναι τοῖς δημόταις τόπον εἰς οἰκιῶν κατασκευὰς τὸν καλούμενον Αὐεντῖνον. ἔστι δὲ λόφος ὑψηλὸς ἐπιεικῶς, οὐκ ἐλάττων δώδεκα σταδίων τὴν περίμετρον, ἐμπεριεχόμενος τῇ πόλει, ὃς οὐχ ἅπας τότε ᾠκεῖτο, ἀλλ’ἦν δημόσιόςτε καὶ ὕλης ἀνάπλεως.

10.31.3τοῦτο τὸ πολίτευμα εἰσάγων δήμαρχος τοῖς τότε ὑπάτοις καὶ τῇ βουλῇ προσῄει δεόμενος τὸν ἐπ’αὐτῷ γραφέντα νόμον προβουλεῦσαίτε καὶ εἰς τὸν δῆμον ἐξενεγκεῖν. ἀναβαλλομένων δὲ καὶ παρελκόντων τῶν ὑπάτων τὸν χρόνον πέμψας τὸν ὑπηρέτην ὡς αὐτοὺς ἐκέλευσεν ἐπὶ τὴν ἀρχὴν ἀκολουθεῖν καὶ τὴν βουλὴν συγκαλεῖν. ἐπεὶ δὲ τῶν ῥαβδούχων τις ἀπήλασε τὸν ὑπηρέτην κελευσθεὶς ὑπὸ τῶν ὑπάτων, ἀγανακτήσας Ἰκίλλιος καὶ οἱ συνάρχοντες αὐτοῦ, συνέλαβον τὸν ῥαβδοῦχον καὶ ἀπῆγον ὡς ῥίψοντες κατὰ τῆς πέτρας.

10.31.4οἱ δὲ ὕπατοι βιάσασθαι μὲν τὸν ἀγόμενον ἀφελέσθαι, καίτοι δεινὰ δοκοῦντες ὑβρίσθαι, ἀδύνατοι ἦσαν, ἐπεκαλοῦντο δὲ τὴν ἐκ τῶν ἄλλων δημάρχων βοήθειαν. οὐθὲν γὰρ τῶν πραττομένων ὑπὸ τῆς ἀρχῆς ἐκείνης ἐπισχεῖν κωλῦσαι τῶν ἄλλων τινὶ ἔξεστιν, ἀλλ’ἑτέρου δημάρχου τοῦτ’ἐστὶ τὸ κράτος.

10.31.5τοῖς δ’ἄρα πᾶσιν ἦν ταῦτα κατ’ἀρχὰς δεδογμένα μήτ’εἰσηγήσασθαί τινα καινὸν πολίτευμα μηθὲν ἐφ’ἑαυτοῦ βαλόμενον, ἐὰν μὴ πᾶσι τὸ αὐτὸ δοκῇ, μήτε ἐναντιωθῆναί τινα τοῖς πραττομένοις, ὅσ’ἂν αἱ πλείους γνῶμαι δοκιμάσωσι · καὶ περὶ τούτων εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἱερὰ θύσαντες ὅρκους ἔδοσαν ἀλλήλοις · οὕτως οἰόμενοι μάλιστα τὸ τῆς δημαρχίας ἀκατάλυτον ἔσεσθαι κράτος, ἐὰν τὸ στασιάζον ἐξ αὐτῆς ἀναιρεθῇ.

10.31.6τοῦτο δὴ φυλάττοντες τὸ συνωμόσιον εἶπον ἀπάγεσθαι τὸν φύλακα τῆς ἀρχῆς τῶν ὑπάτων, κοινὴν ἁπάντων εἶναι λέγοντες τὴν γνώμην, οὐ μὴν διέμεινάν γ’ἐπὶ τῆς ὀργῆς, ἀλλὰ τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ συνεδρίου παραιτουμένοις τὸν ἄνδρα ἀφῆκαν, τόντε φθόνον ὑφορώμενοι τοῦ πράγματος, ὅτι πρῶτοι ἔμελλον θανάτῳ ζημιῶσαι τὸν ἄνδρα τὸ κελευσθὲν ὑπὸ τῶν ἀρχόντων ποιήσαντα, καὶ δεδοικότες, μὴ ἀπὸ ταύτης τῆς προφάσεως εἰς ἀπόνοιαν ἀναγκασθῶσιν οἱ πατρίκιοι τραπέσθαι.

10.32

10.32.1μετὰ τοῦτο τὸ ἔργον συναχθείσης τῆς βουλῆς οἱ μὲν ὕπατοι κατηγορίαν πολλὴν τῶν δημάρχων ἐποιήσαντο · παραλαβὼν δὲ τὸν λόγον Ἰκίλλιος περίτε τῆς εἰς τὸν ὑπηρέτην ὀργῆς ἀπελογεῖτο τοὺς ἱεροὺς προφερόμενος νόμους, καθ’οὓς οὔτε ἄρχοντι οὔτ’ἰδιώτῃ συνεχωρεῖτο πράττειν οὐδὲν ἐναντίον δημάρχῳ, καὶ περὶ τοῦ συγκαλεῖν τὴν βουλὴν ἐδίδασκεν, ὡς οὐθὲν εἴη πεποιηκὼς ἄτοπον, πολλοὺς καὶ παντοδαποὺς εἰς τοῦτο παρασκευασάμενος λόγους.

10.32.2ὡς δ’ἀπελύσατο ταύτας τὰς κατηγορίας, τὸν ὑπὲρ τοῦ λόφου νόμον εἰσέφερεν. ἦν δὲ τοιόσδε · ὅσα μὲν ἰδιῶταί τινες εἶχον ἐκ τοῦ δικαίου κτησάμενοι, ταῦτα τοὺς κυρίους κατέχειν · ὅσα δὲ βιασάμενοί τινες κλοπῇ λαβόντες ᾠκοδομήσαντο, κομισαμένους τὰς δαπάνας, ἃς ἂν οἱ διαιτηταὶ γνῶσι, τῷ δήμῳ παραδιδόναι · τὰ δὲ ἄλλα, ὅσα ἦν δημόσια, χωρὶς ὠνῆς τὸν δῆμον παραλαβόντα διελέσθαι.

10.32.3ἐδίδασκέτε, ὅτι τοῦτο τὸ πολίτευμα εἰς πολλὰ μὲν καὶ ἄλλα συνοίσει τῇ πόλει, μάλιστα δὲ εἰς τὸ μὴ στασιάζειν ἔτι περὶ τῆς δημοσίας χώρας τοὺς πένητας, ἣν οἱ πατρίκιοι κατεῖχον. ἀγαπήσειν γὰρ αὐτοὺς τῆς πόλεως λαχόντας μέρος, ἐπειδὴ τῆς χώρας οὐκ ἔξεστι διὰ τοὺς ἐσφετερισμένους αὐτὴν πολλοὺς ὄντας καὶ δυνατούς.

10.32.4τοιούτων ῥηθέντων ὑπ’αὐτοῦ λόγων μὲν ἀντιλέγων Γάιος Κλαύδιος ἦν μόνος, οἱ δὲ συγκαταινοῦντες πολλοί, καὶ ἔδοξε διδόναι τῷ δήμῳ τὸν τόπον. μετὰ τοῦτο ἱεροφαντῶντε παρόντων καὶ οἰωνοσκόπων καὶ ἱεροποιῶν δυεῖν καὶ ποιησαμένων τὰς νομίμους εὐχάςτε καὶ ἀρὰς ἐν τῇ λοχίτιδι ἐκκλησίᾳ συναχθείσῃ ὑπὸ τῶν ὑπάτων νόμος ἐκυρώθη, ὅς ἐστιν ἐν στήλῃ χαλκῇ γεγραμμένος, ἣν ἀνέθεσαν ἐν τῷ Αὐεντίνῳ κομίσαντες εἰς τὸ τῆς Ἀρτέμιδος ἱερόν.

10.32.5κυρωθέντος δὲ τοῦ νόμου συνελθόντες οἱ δημοτικοὶ τάτε οἰκόπεδα διελάγχανον καὶ κατῳκοδόμουν ὅσον ἕκαστοι τόπον δυνηθεῖεν ἀπολαμβάνοντες. εἰσὶ δ’οἳ σύνδυο καὶ σύντρεις καὶ ἔτι πλείους συνιόντες οἰκίαν κατεσκευάζοντο μίαν ἑτέρων μὲν τὰ κατάγεια λαγχανόντων, ἑτέρων δὲ τὰ ὑπερῷα. μὲν οὖν ἐνιαυτὸς ἐκεῖνος εἰς τὰς κατασκευὰς τῶν οἰκήσεων ἐδαπανήθη.

10.33

10.33.1 δὲ μετὰ τοῦτον, ἐν τὴν ὕπατον ἀρχὴν παρειλήφεσαν Τίτος Ῥωμίλιος καὶ Γάιος Οὐετούριος, δήμαρχοι δ’ἦσαν οἱ περὶ Λεύκιον Ἰκίλλιον τὸ δεύτερον ἄρχειν ἑξῆς αἱρεθέντες, οὐχ ἁπλοῦς, ἀλλὰ ποικίλος τις ἐγένετο καὶ μεγάλων μεστὸς πραγμάτων. τε γὰρ πολιτικὴ στάσις ἤδη μεμαράνθαι δοκοῦσα ὑπὸ τῶν δημάρχων πάλιν ἀνεκινεῖτο, καὶ πόλεμοί τινες ἐκ τῶν ἀλλοεθνῶν ἀνέστησαν, οἳ κακὸν μὲν οὐθὲν διαθεῖναι τὴν πόλιν ἠδυνήθησαν, οὐ μικρὰν δὲ ὠφέλειαν τὸ στασιάζον ἀνελόντες ἐξ αὐτῆς.

10.33.2ἐγκύκλιον γὰρ δὴ τοῦτο καὶ ἐν ἔθει ἦν ἤδη τῇ πόλει πολεμουμένῃ μὲν ὁμονοεῖν, εἰρήνην δὲ ἀγούσῃ στασιάζειν. τοῦτο συνιδόντες ἅπαντες οἱ τὰς ὑπάτους ἀρχὰς παραλαβόντες κατ’εὐχὰς μὲν εἴ τις ἔξωθεν ἐπανασταίη πόλεμος ἐλάμβανον · ἡσυχαζόντων δὲ τῶν ἀντιπάλων αὐτοὶ κατεσκεύαζον ἐγκλήματα καὶ προφάσεις πολέμων, ἅτε ὁρῶντες διὰ μὲν τοὺς πολέμους μεγάλην καὶ εὐδαίμονα γινομένην τὴν πόλιν, διὰ δὲ τὰς στάσεις ταπεινὴν καὶ ἀσθενῆ.

10.33.3οἷς ὅμοια γνόντες οἱ τότε ὕπατοι στρατιὰν ἐξάγειν ἔκριναν ἐπὶ τοὺς πολεμίους δεδοικότες, μή τι διὰ τὴν εἰρήνην ἄρξωνται ταράττειν ἀργοὶ καὶ πένητες ἄνθρωποι, τοῦτο μὲν ὀρθῶς ἰδόντες, ὅτι δεῖ περισπᾶσαι τὸν ὄχλον ἐπὶ τοὺς ἔξω πολέμους, τὸ δὲ μετὰ τοῦτο οὐκ ὀρθῶς. δέον γὰρ αὐτοὺς ὡς ἐν νοσούσῃ πόλει μετρίαις χρῆσθαι ταῖς στρατολογίαις ἐπὶ τὸ βίᾳ προσαναγκάζειν τοὺς ἀπειθοῦντας ἐτράποντο, οὔτε παραίτησιν οὔτε συγγνώμην οὐδενὶ διδόντες οὐδεμίαν, ἀλλὰ ταῖς ἐκ τῶν νόμων τιμωρίαις εἴςτε τὰ σώματα καὶ τὰς οὐσίας αὐτῶν πικρῶς χρώμενοι.

10.33.4ταῦτα ποιούντων αὐτῶν ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ δήμαρχοι τοῦ δημαγωγεῖν τὰ πλήθη · καὶ συναγαγόντες εἰς ἐκκλησίαν τάτ’ἄλλα τῶν ὑπάτων κατεβόων, καὶ ὅτι πολλοὺς τῶν πολιτῶν ἐκέλευσαν εἰς τὸ δεσμωτήριον ἀπάγειν τὴν δημαρχικὴν ἐξουσίαν ἐπικαλεσαμένους, τῆςτε στρατολογίας ἀπολύειν ἔφασαν αὐτοὶ δὴ μόνοι ἐξουσίαν ἐκ τῶν νόμων ἔχοντες. ὡς δ’οὐθὲν ἐπέραινον, ἀλλ’ἐπιστρεφεστέρας ἔτι τὰς καταγραφὰς ἑώρων γινομένας, ἔργοις κωλύειν ἐπεβάλλοντο.

10.33.5ἀμυνομένων δὲ τῶν ὑπάτων καὶ τῷ κράτει τῆς ἀρχῆς ἐρεθισμοίτέ τινες ἐγίνοντο καὶ χειρῶν ἐπιβολαί. συνηγωνίζετο δὲ τοῖς μὲν ὑπάτοις τῶν πατρικίων νεότης, τοῖς δὲ δημάρχοις πένης καὶ ἀργὸς ὄχλος.

10.33.6ἐκείνην μὲν οὖν τὴν ἡμέραν παρὰ πολὺ κρείττους ἐγένοντο τῶν δημάρχων οἱ ὕπατοι, ταῖς δ’ἑξῆς ἡμέραις πλείονος ὄχλου συρρέοντος εἰς τὴν πόλιν ἐκ τῶν ἀγρῶν, δόξαντες οἱ δήμαρχοι προσειληφέναι χεῖρα ἀξιόμαχον ἐκκλησίαςτε συνεχεῖς ἐποιοῦντο καὶ τοὺς ὑπηρέτας κακῶς διακειμένους ἐκ τῶν πληγῶν ἐπεδείκνυσαν καὶ τὴν ἀρχὴν ἔλεγον ἀποθήσεσθαι, εἰ μή τις αὐτοῖς ἔσται παρὰ τοῦ δήμου βοήθεια.

10.34

10.34.1συναγανακτοῦντος δ’αὐτοῖς τοῦ πλήθους ἐκάλουν τοὺς ὑπάτους ἐπὶ τὸν δῆμον ὡς τῶν πεπραγμένων ὑφέξοντας λόγον. ὡς δ’οὐ προσεῖχον αὐτοῖς ἐκεῖνοι τὸν νοῦν, ἐπὶ τὴν βουλὴν παρῆσαν ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες καὶ παρελθόντες ἐδέοντο μήθ’αὑτοὺς τὰ αἴσχιστα πεπονθότας ὑπεριδεῖν μήτε τὸν δῆμον ἀφαιρεθέντα τὴν ἐξ αὐτῶν βοήθειαν, διεξιόντες ὅσα ἦσαν πεπονθότες ὑπὸ τῶν ὑπάτων καὶ τῆς περὶ αὐτοὺς συνωμοσίας οὐ μόνον εἰς τὴν ἐξουσίαν, ἀλλὰ καὶ εἰς τὰ σώματα προπηλακισθέντες.

10.34.2ἠξίουντε δυεῖν θάτερον ποιεῖν τοὺς ὑπάτους · εἰ μὲν ἀρνοῦνται μηδὲν ὧν οἱ νόμοι κεκωλύκασιν εἰς τὰ τῶν δημάρχων πλημμελῆσαι σώματα, παραγενομένους εἰς τὴν ἐκκλησίαν ἀπομόσαι, εἰ δ’οὐχ ὑπομένουσι τὸν ὅρκον, ἥκειν ἐπὶ τοὺς δημότας λόγον ὑφέξοντας · ἀναδώσειν γὰρ ὑπὲρ αὐτῶν ταῖς φυλαῖς τὴν ψῆφον.

10.34.3οἱ δ’ὕπατοι πρὸς ταῦτ’ἀπελογοῦντο διδάσκοντες, ὅτι τῆς ὕβρεως οἱ δήμαρχοι ἄρξειαν αὐθαδείᾳ χρησάμενοι καὶ τολμήσαντες εἰς ὑπάτων σώματα παρανομεῖν, τὸ μὲν πρῶτον ὑπηρέταιςτε καὶ ἀγορανόμοις ἐπιτάττοντες ἄγειν εἰς τὸ δεσμωτήριον ἄρχοντας, οἷς τὸ πάντων ἀποδέδοται κράτος, ἔπειτ’αὐτοὶ τολμήσαντες ὁμόσε χωρεῖν σὺν τοῖς ἰταμωτάτοις τῶν δημοτικῶν ·

10.34.4τάςτε ἀρχὰς διδάσκοντες ὅσον ἀλλήλων διαφέρουσιν, μὲν ὑπατικὴ τὸ τῶν βασιλέων ἔχουσα κράτος, δὲ δημαρχικὴ τῆς βοηθείας ἕνεκα παρεληλυθυῖα τῶν κατισχυομένων, τοσούτου δεῖν ἐξεῖναι κατὰ τῶν ὑπάτων τινὸς ψῆφον ἀναδιδόναι τοῖς ὄχλοις, ὥστε μη δὲ κατὰ τῶν ἄλλων πατρικίων τοῦ φαυλοτάτου ταύτην ἀποδεδόσθαι τὴν ἐξουσίαν, ἂν μὴ βουλὴ ψηφίσηται. ἠπείλουντε, ὅταν ἐκεῖνοι ψῆφον ἀναδῶσι τοῖς δημόταις, αὐτοὶ τὰ ὅπλα περιθήσειν τοῖς πατρικίοις.

10.34.5τοιούτων δὴ ῥηθέντων λόγων δι’ὅλης ἡμέρας οὐδὲν ἐξήνεγκεν βουλὴ τέλος, ἵνα μήτε τὴν τῶν ὑπάτων ἀρχὴν μειώσειε μήτε τὴν τῶν δημάρχων, ἑκάτερον ὁρῶσα μεγάλων κινδύνων αἴτιον ἐσόμενον.

10.35

10.35.1ἐπεὶ δὲ κἀκεῖθεν ἀπηλάθησαν οἱ δήμαρχοι βοήθειαν οὐδεμίαν εὑρόμενοι, ἐσκόπουν αὖθις τι χρὴ ποιεῖν εἰς τὸν δῆμον ἀφικόμενοι. ἐνίοις μὲν οὖν ἐδόκει καὶ μάλιστα τοῖς ταραχωδεστάτοις ἀπιέναι πάλιν ἐκ τῆς πόλεως τοὺς δημοτικοὺς τὰ ὅπλα ἀναλαμβάνοντας εἰς τὸ ἱερὸν ὄρος, ἔνθα καὶ τὸ πρῶτον ἐστρατοπεδεύσαντο, καὶ τὸν πόλεμον ἐκεῖθεν ὁρμωμένους ποιεῖν πρὸς τοὺς πατρικίους, ἐπειδὴ τὰς συνθήκας ἔλυσαν ἐκεῖνοι τὰς γενομένας αὐτοῖς πρὸς τὸν δῆμον, καταλύοντες τὴν δημαρχικὴν ἐξουσίαν ἐκ τοῦ φανεροῦ.

10.35.2τοῖς δὲ πλείοσιν ἐδόκει μὴ παραχωρεῖν τῆς πόλεως μη δὲ κοινὰ πάντων ἐγκλήματα ποιεῖν, ὑπὲρ ὧν ἰδίᾳ τινὲς εἰς τοὺς δημάρχους παρενόμησαν, ἐὰν τὰ συγκεχωρημένα τοῖς νόμοις λαμβάνωσιν, οἳ κελεύουσιν ποινὴν τίνειν τεθνάναι τοὺς ὑβρίσαντας τὰ τῶν δημάρχων σώματα. τοῖς δὲ χαριεστέροις οὐδέτερον τούτων ἐφαίνετο καλῶς ἔχειν, οὔτε τὴν πόλιν ἐκλιπεῖν οὔτε φόνον ἄκριτον ἐπιτελεῖν, καὶ ταῦτα ὑπάτων, οἷς μεγίστη ὑπέκειτο ἀρχή, ἀλλ’εἰς τοὺς συναγωνιζομένους αὐτοῖς μεταφέρειν τὴν ὀργήν, καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας παρ’ἐκείνων λαμβάνειν.

10.35.3εἰ μὲν οὖν ἐκείνην τὴν ἡμέραν θυμῷ φερόμενοι δρᾶσαί τι οἱ δήμαρχοι κατὰ τῶν ὑπάτων τῆς βουλῆς προήχθησαν, οὐθὲν ἂν ἦν τὸ κωλῦσον αὐτὴν ὑφ’αὑτῆς ἀπολωλέναι τὴν πόλιν · οὕτως ἕτοιμοι πάντες ἦσαν ἐπὶ τὰ ὅπλα καὶ τὸν κατ’ἀλλήλων πόλεμον. νῦν δ’ἀναβαλόμενοι τὰ πράγματα καὶ δόντες ἑαυτοῖς χρόνον εἰς ἀμείνω λογισμὸν αὐτοίτε μετριώτεροι ἐγένοντο καὶ τὰς τῶν πολλῶν ὀργὰς ἐπράυναν.

10.35.4ἔπειτα ταῖς ἑξῆς ἡμέραις τὴν τρίτην ἀπ’ἐκείνης ἐσομένην ἀγορὰν προειπόντες, ἐν τὸν δῆμον συνάξουσι καὶ ζημίαν ἐπιβαλοῦσι τοῖς ὑπάτοις ἀργυρικήν, διέλυσαν τὴν ἐκκλησίαν. ἐπεὶ δὲ πλησίον ἦν χρόνος, ἀπέστησαν καὶ ταύτης τῆς ἐπιβολῆς τῇ δεήσει τῶν πρεσβυτάτωντε καὶ ἐντιμοτάτων τὴν χάριν ἀνατιθέναι λέγοντες.

10.35.5καὶ μετὰ ταῦτα συναγαγόντες τὸν δῆμον ἔλεγον, ὅτι τὰς μὲν εἰς ἑαυτοὺς ὕβρεις ἀφείκασι χαρισάμενοι πολλοῖς καὶ ἀγαθοῖς ἀνδράσι δεομένοις, οἷς οὐκ ἦν ὅσιον ἀντιλέγειν, ὧν δὲ δῆμος ἠδικεῖτο κωλυταίτε καὶ τιμωροὶ ἔσεσθαι. προθήσειν γὰρ αὖθις τόντε περὶ τῆς κληρουχίας νόμον ἔτη τριάκοντα παρειλκυσμένον καὶ τὸν περὶ τῆς ἰσονομίας, ὃν οἱ πρὸ αὐτῶν δήμαρχοι προθέντες οὐκ ἐπεψήφισαν.

10.36

10.36.1ταῦθ’ὑποσχόμενοι καὶ ὀμόσαντες ἀπέδειξαν ἡμέρας, ἐν αἷς ἀγορὰν ποιήσονται τοῦ δήμου καὶ τὰς ψήφους ἀναδώσουσι περὶ τῶν νόμων · ἐπιστάντος δὲ τοῦ χρόνου πρῶτον εἰσέφερον τὸν χωρονομικὸν νόμον καὶ πολλοὺς διελθόντες λόγους ἐκάλουν, εἴ τις τῷ νόμῳ συναγορεύειν βούλεται τῶν δημοτικῶν.

10.36.2πολλῶν δὲ παριόντων καὶ τὰς ἑαυτῶν πράξεις, ἃς ἐν τοῖς πολέμοις ἀπεδείξαντο, προφερομένων καὶ ἀγανακτούντων, ὅτι πολλὴν ἀφελόμενοι γῆν τοὺς πολεμίους αὐτοὶ μὲν οὐδεμίαν εἰλήφασι μοῖραν, τοὺς δὲ χρήμασι καὶ φίλοις δυνατοὺς ἐσφετερισμένους ὁρῶσι τὰ κοινὰ καὶ καρπουμένους ἐκ τοῦ βιαιοτάτου, ἀξιούντωντε μὴ μόνον τοὺς κινδύνους εἶναι τῷ δήμῳ τοὺς ὑπὲρ τῶν κοινῶν ἀγαθῶν κοινούς, ἀλλὰ καὶ τὰς ἀπ’αὐτῶν ἡδονάςτε καὶ ὠφελείας, καὶ τοῦ πλήθους ἀσμένως ἀκούοντος τοὺς λόγους, μάλιστα ἐπιρρώσας τὸν δῆμον καὶ μη δὲ φωνὴν ὑπομένειν τῶν ἀντιλεγόντων διαπραξάμενος ἦν Λεύκιος Σίκκιος, Δεντάτος ἐπικαλούμενος, πολλὰς πάνυ καὶ μεγάλας ἑαυτοῦ πράξεις διεξελθών.

10.36.3ἦν δ’ὀφθῆναίτε θαυμαστὸς ἀνὴρ καὶ ἡλικίας ἐν τῷ κρατίστῳ δυεῖν δέοντα ἑξήκοντα γεγονὼς ἔτη καὶ φρονῆσαι τὰ δέοντα ἱκανὸς εἰπεῖντε ὡς στρατιώτης οὐκ ἀδύνατος. ἔφη δ’οὖν παρελθών · ἐγώ, δημόται, καθ’ἕκαστον ἔργον τῶν ἐμοὶ πεπραγμένων εἰ βουλοίμην λέγειν, ἐπιλίποι ἄν με τῆς ἡμέρας χρόνος. αὐτὰ δὲ τὰ κεφάλαια δι’ἐλαχίστων ὡς ἐμὴ δύναμις ἐρῶ.

10.36.4τετταρακοστὸν μὲν ἔτος ἐστί μοι τοῦτο, ἐξ οὗ στρατεύομαι περὶ τῆς πατρίδος, τριακοστὸν δ’ἐξ οὗ στρατιωτικῆς ἀεί τινος ἡγεμονίας τυγχάνων, τοτὲ μὲν σπείρας ἡγούμενος, τοτὲ δ’ὅλου τάγματος, ἀρξάμενος ἀπὸ τῶν ὑπάτων Γαίου Ἀκυλλίου καὶ Τίτου Σικκίου, οἷς ἐψηφίσατο βουλὴ τὸν κατὰ Οὐολούσκων πόλεμον. ἤμην γὰρ τότε ἑπτακαιεικοσέτης, ἐταττόμην δ’ἔτι ὑπὸ λοχαγῷ.

10.36.5γενομένης δὲ μάχης καρτερᾶς καὶ τροπῆς, καὶ τοῦ μὲν ἡγεμόνος τῆς σπείρας πεπτωκότος, τῶν δὲ σημείων κρατουμένων ὑπὸ τῶν ἐχθρῶν, μόνος ἐγὼ τὸν ὑπὲρ ἁπάντων κίνδυνον ἀράμενος τάτε σημεῖα διέσωσα τῇ σπείρᾳ καὶ τοὺς πολεμίους ἀνέστειλα καὶ τοῦ μὴ περιπεσεῖν αἰσχύνῃ τοὺς λοχαγοὺς αἰωνίῳ, δι’ἣν θανάτου κακίων λοιπὸς ἂν αὐτοῖς βίος ἦν, αἴτιος ἐγενόμην φανερῶς, ὡς αὐτοίτε ὡμολόγουν χρυσῷ με ἀναδήσαντες στεφάνῳ, καὶ ὕπατος Σίκκιος ἐμαρτύρησεν ἡγεμόνα τῆς σπείρας ἀποδείξας.

10.36.6ἑτέρουτε πάλιν ἡμῖν ἀγῶνος ἐνστάντος, ἐν τόντε στρατοπεδάρχην τοῦ τάγματος ἡμῶν συνέβη πεσεῖν καὶ τὸν ἀετὸν ὑπὸ τοῖς πολεμίοις γενέσθαι, τὸν αὐτὸν τρόπον ὑπὲρ ὅλου τοῦ τάγματος ἀγωνισάμενος τόντ’ἀετὸν ἀνεκομισάμην καὶ τὸν στρατοπεδάρχην ἔσωσα · ὃς ἐμοὶ τῆς τότε βοηθείας χάριν ἀποδιδοὺς τῆς ἡγεμονίας τοῦ τάγματος ἀφίστατό μοι καὶ τὸν ἀετὸν ἐδίδου, ἐγὼ δ’οὐκ ἔλαβον, οὐκ ἀξιῶν τὸν βίον ἐχαρισάμην τούτου παρελέσθαι τὰς τιμὰς ἃς εἶχε καὶ τὰς ἐπὶ ταύταις εὐφροσύνας. ἐφ’οἷς ἀγασθείς με ὕπατος τοῦ πρώτου τάγματος ἀπέδωκε τὴν στρατοπεδαρχίαν ἀπολωλεκότος ἐν τῇ μάχῃ τὸν ἡγεμόνα.

10.37

10.37.1ταῦτ’ἐστίν, δημόται, τὰ φανερώσαντά με καὶ εἰς ἡγεμονίας προαγαγόντα γενναῖα ἔργα. ἐπεὶ δ’ὀνόματος ἤδη λαμπροῦ τυγχάνων φανερὸς ἤμην, ἅπαντας ὑπέμενον τοὺς λοιποὺς ἀγῶνας αἰδούμενος τὰς ἐπὶ τοῖς προτέροις ἔργοις τιμὰς καὶ χάριτας ἀφανίσαι. καὶ διετέλεσα πάντα τὸν μεταξὺ χρόνον στρατευόμενος καὶ ταλαιπωρῶν καὶ οὐδένα κίνδυνον δεδιὼς οὐ δὲ ὑπολογιζόμενος · ἐξ ὧν ἁπάντων ἀριστεῖα καὶ σκῦλα καὶ στεφάνους καὶ τὰς ἄλλας τιμὰς παρὰ τῶν ὑπάτων ἔλαβον ·

10.37.2ἵνα δὲ συνελὼν εἴπω, μάχας μὲν ἐν τοῖς τετταράκοντα ἔτεσιν, ἐν οἷς διατελῶ στρατευόμενος, ἀμφὶ τὰς ἑκατὸν εἴκοσι μεμάχημαι, τραύματα δὲ πέντε καὶ τετταράκοντα εἴληφα καὶ πάντα ἐμπρόσθια, κατὰ νώτου δ’οὐθέν. καὶ τούτων δώδεκά ἐστιν, συνέβη μοι λαβεῖν ἐν ἡμέρᾳ μιᾷ, ὅτε Σαβῖνος Ἑρδώνιος τὴν ἄκραν καὶ τὸ Καπιτώλιον κατελάβετο.

10.37.3ἀριστεῖα δ’ἐκ τῶν ἀγώνων ἐξενήνεγμαι τεσσαρεσκαίδεκα μὲν στεφάνους πολιτικούς, οἷς ἀνέδησάν με οἱ σωθέντες ἐν ταῖς μάχαις ὑπ’ἐμοῦ, τρεῖς δὲ πολιορκητικοὺς πρῶτος ἐπιβὰς πολεμίων τείχεσι καὶ κατασχών, ὀκτὼ δὲ τοὺς ἐκ παρατάξεως, οἷς ὑπὸ τῶν αὐτοκρατόρων ἐτιμήθην · πρὸς δὲ τούτοις ὀγδοήκοντα μὲν καὶ τρεῖς χρυσοῦς στρεπτοὺς περιαυχενίους, ἑξήκοντα δὲ καὶ ἑκατὸν περιβραχιόνια χρύσεα, δόρατα δ’ὀκτωκαίδεκα, φάλαρα δ’ἐπίσημα πέντε πρὸς τοῖς εἴκοσιν, ὧν ἐννέα ἦσαν, οὓς μονομαχῆσαί τινα ἡμῶν προκαλεσαμένους ἑκούσιος ὑποστὰς ἐνίκησα.

10.37.4οὗτος μέντοι Σίκκιος, πολῖται, τοσαῦτα μὲν ἔτη στρατευσάμενος ὑπὲρ ὑμῶν, τοσαύτας δὲ μάχας ἀγωνισάμενος, τοσούτοις δὲ τετιμημένος ἀριστείοις, μηδένα κίνδυνον ὀκνήσας πώποτε μη δ’ἀπειπάμενος ἄλλῃ ἐν παρατάξεσι καὶ ἐν τειχομαχίαις καὶ ἐν πεζοῖς καὶ ἐν ἱππεῦσι καὶ μετὰ πάντων καὶ σὺν ὀλίγοις καὶ μόνος, καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, συγκατακτησάμενος τῇ πατρίδι πολλὴν καὶ ἀγαθὴν γῆν, τοῦτο μὲν ἣν Τυρρηνούςτε παὶ Σαβίνους ἀφείλεσθε, τοῦτο δὲ ἣν Αἰκανῶν καὶ Οὐολούσκων καὶ Πωμεντίνων κρατήσαντες ἔχετε, οὐ δὲ τὴν ἐλαχίστην ἔχω μοῖραν ἐξ αὐτῆς λαβών, οὐ δ’ὑμῶν, δημόται, τῶν τὰ ὅμοια ταλαιπωρησάντων οὐδείς · οἱ δὲ βιαιότατοι τῶν ἐν τῇ πόλει καὶ ἀναιδέστατοι τὴν καλλίστην κατέχουσιν ἐξ αὐτῆς καὶ πολλὰ ἔτη κεκάρπωνται οὔτε δωρεὰν παρ’ὑμῶν λαβόντες οὔτε χρημάτων πριάμενοι οὔτε ἄλλην δικαίαν κτῆσιν οὐδεμίαν αὐτῆς ἀποδεῖξαι δυνάμενοι.

10.37.5καὶ εἰ μὲν ἴσα τοῖς ἄλλοις ἡμῖν ταλαιπωρήσαντες, ὅτ’αὐτὴν ἐκτώμεθα, πλεῖον ἠξίουν ἡμῶν ἔχειν, ἦν μὲν οὐ δ’οὕτω δίκαιον οὐ δὲ πολιτικὸν ὀλίγους σφετερίσασθαι τὰ κοινά, οὐ μὴν ἀλλ’εἶχέ γέ τινα λόγον πλεονεξία τῶν ἀνθρώπων · ὁπότε δ’οὐθὲν ἔχοντες ἐπιδείξασθαι μέγα καὶ νεανικὸν ἔργον, ἀνθ’οὗ τὰ ἡμέτερα βίᾳ κατέσχον, ἀναισχυντοῦσι καὶ οὐ δ’ἐξελεγχόμενοι μεθίενται αὐτῶν, τίς ἂν ἀνάσχοιτο;

10.38

10.38.1ἐπεὶ φέρε πρὸς Διός, εἴ τι τούτων ἐγὼ ψεύδομαι, δειξάτω τις ὑμῖν τῶν σεμνῶν τούτων παρελθών, τίνας ἐπιφανεῖς καὶ καλὰς πράξεις προεχόμενος ἐμοῦ πλέον ἔχειν ἀξιοῖ · πότερον ἔτη πλείω στρατευσάμενος μάχας πλείους ἀγωνισάμενος τραύματα πλείω λαβὼν στεφάνοις καὶ φαλάροις καὶ σκύλοις καὶ τοῖς ἄλλοις ἐπινικίοις κόσμοις ὑπερβαλόμενος, δι’ὃν ἀσθενέστεροι μὲν οἱ πολέμιοι γεγόνασιν ἐπιφανεστέρα δὲ καὶ μείζων πατρίς; μᾶλλον δὲ τὸ δέκατον ἐπιδειξάτω μέρος, ὧν ὑμῖν ὑπέδειξα ἐγώ.

10.38.2ἀλλὰ τούτων γ’οἱ πλείους οὐ δ’ἂν πολλοστὴν ἔχοιεν προενέγκασθαι μοῖραν τῶν ἐμῶν · ἔνιοι δὲ οὐ δ’ἂν τῷ φαυλοτάτῳ τῶν ἐκ τοῦ δήμου φανεῖεν τὰ ἴσα κακοπαθήσαντες. οὐ γάρ ἐστιν αὐτῶν ἐν τοῖς ὅπλοις λαμπρότης, ἀλλ’ἐν τοῖς λόγοις, οὐ δὲ κατὰ τῶν ἐχθρῶν τὸ δυνάμενον, ἀλλὰ κατὰ τῶν φίλων · οὐ δ’ἡγοῦνται κοινὴν οἰκεῖν πόλιν, σφῶν δ’αὐτῶν ἰδίαν, ὥσπερ οὐ συνελευθερωθέντες ἀπὸ τῆς τυραννίδος ὑφ’ἡμῶν, ἀλλὰ κατὰ κληρονομίαν παρὰ τῶν τυράννων παραλαβόντες ἡμᾶς · οἵ γε τὰ μὲν ἄλλα, ὅσα ὑβρίζοντες ἡμᾶς μικρὰ καὶ μείζω διατελοῦσιν, ὡς ἅπαντες ἐπίστασθε, σιωπῶ, ἀλλ’εἰς τοῦτο προεληλύθασιν ὑπερηφανίας, ὥστ’οὐ δὲ φωνὴν ἀξιοῦσί τινα ἡμῶν ἀφιέναι περὶ τῆς πατρίδος ἐλευθέραν οὐ δὲ διᾶραι τὸ στόμα, ἀλλὰ τὸν μὲν εἰπόντα περὶ τῆς κληρουχίας Σπόριον Κάσσιον, τρισὶ μὲν ὑπατείαις κεκοσμημένον, δυσὶ δὲ θριάμβοις λαμπροτάτοις, τοσαύτην δὲ δεινότητα περίτε τὰς στρατηγικὰς πράξεις καὶ περὶ τὰ πολιτικὰ βουλεύματα ἀποδειξάμενον, ὅσην οὐδεὶς τῶν τότε γενομένων, τοῦτον τὸν ἄνδρα αἰτιασάμενοι τυραννίδι ἐπιχειρεῖν καὶ ψευδέσι καταγωνισάμενοι μαρτυρίαις δι’οὐδὲν ἕτερον, ἀλλ’ὅτι φιλόπολις ἦν καὶ φιλόδημος, ὤσαντες ἀπὸ τοῦ κρημνοῦ διέφθειραν.

10.38.4Γναῖον δὲ Γενύκιον δήμαρχον ὄντα ἡμέτερον, ἐπεὶ τὸ αὐτὸ τοῦτο πολίτευμα μετὰ τὸ ἔτος ἑνδέκατον ἀνενεοῦτο, καὶ τοὺς ὑπατεύσαντας ἐν τῷ πρότερον ἐνιαυτῷ κατέστησεν ὑπὸ δίκην ἀμελήσαντας τῶν ψηφισμάτων τῆς βουλῆς, περὶ τῶν γεωμόρων ἐψηφίσατο, ἐπεὶ φανερῶς οὐχ οἷοίτ’ἦσαν ἀνελεῖν, μιᾷ πρότερον ἡμέρᾳ τῆς δίκης ἀφανῶς ἀνήρπασαν.

10.38.5τοιγάρτοι πολὺς ἐνέπεσε τοῖς μετὰ ταῦτα φόβος, καὶ οὐδεὶς ἔτι τὸ κινδύνευμα τοῦτο ὑπέδυ, ἀλλὰ τριακοστὸν ἔτος τοῦτο ἀνεχόμεθα ὥσπερ ἐν τυραννίδι τὴν ἐξουσίαν ἀπολωλεκότες.

10.39

10.39.1ἐῶ τἆλλα · ἀλλ’οἱ νῦν ἄρχοντες ὑμῶν, ὅτι τοῖς κατισχυομένοις τῶν δημοτικῶν ἠξίουν βοηθεῖν, οὓς ὑμεῖς ἱεροὺς καὶ ἀσύλους ἐποιήσατε τῷ νόμῳ, τί οὐ πεπόνθασι τῶν δεινῶν; οὐχὶ τυπτόμενοι καὶ λακτιζόμενοι καὶ πᾶσαν αἰκίαν ὑπομείναντες ἀπηλάσθησαν ἐκ τῆς ἀγορᾶς; καὶ ὑμεῖς ταῦτα πάσχοντες ἀνέχεσθε καὶ οὐ ζητεῖτε, ὅπως παρ’αὐτῶν λήψεσθε δίκας ταῖς γοῦν ψήφοις, ἐν αἷς μόναις ἔξεστιν ὑμῖν ἀποδείξασθαι τὴν ἐλευθερίαν.

10.39.2ἀλλ’ἔτι καὶ νῦν, δημόται, φρόνημα λαβόντες ἐλεύθερον καὶ τὸν γεωμορικὸν νόμον εἰσφερόντων τῶν δημάρχων ἐπικυρώσατε μη δὲ φωνὴν ἀνασχόμενοι τῶν τἀναντία ἀξιούντων.

10.39.3ὑμεῖς δ’, δήμαρχοι, παρακλήσεως μὲν εἰς τοῦτο τὸ ἔργον οὐ δεῖσθε · καὶ γὰρ ἤρξατε αὐτοῦ καὶ οὐχ ὑποκατακλίνεσθε, καλῶς ποιοῦντες · ἐὰν δ’ἐκ τῶν νέων αὐθάδεια καὶ ἀναίδεια ὑμῖν ἐμποδὼν γένηται τοὺς καδίσκους ἀνατρεπόντων τὰς ψήφους ἁρπαζόντων ἄλλο τι περὶ τὴν ψηφοφορίαν ἀκοσμούντων, δείξατε αὐτοῖς ἣν ἔχει τὸ ἀρχεῖον ἰσχύν.

10.39.4καὶ ἐπειδὴ οὐ τοὺς ὑπάτους ἔξεστι παῦσαι τῆς ἐξουσίας, τοὺς ἰδιώτας οἷς πρὸς τὰ βίαια ὑπηρέταις ἐκεῖνοι χρῶνται καταστήσαντες ὑπὸ δίκην, ἀνάδοτε τῷ δήμῳ τὰς περὶ αὐτῶν ψήφους, αἰτιασάμενοι παρὰ τοὺς ἱεροὺς νόμους βιάζεσθαι καὶ καταλύειν ὑμῶν τὴν ἀρχήν.

10.40

10.40.1τοιαῦτ’εἰπόντος αὐτοῦ τὸ μὲν πλῆθος οὕτως οἰκείως διετέθη πρὸς τοὺς λόγους καὶ τοσαύτην ἀπεδείξατο ἀγανάκτησιν πρὸς τὸ ἀντίπαλον, ὥσθ’, ὅπερ ἔφην καὶ κατ’ἀρχάς, μη δὲ λόγον ἔτι βούλεσθαι τῶν ἀντιλεξόντων ὑπομένειν.

10.40.2 μέντοι δήμαρχος Ἰκίλλιος ἀναστὰς τὰ μὲν ἄλλα ἔφη πάντα ὀρθῶς εἰπεῖν Σίκκιον καὶ μακρὸν ἔπαινον τοῦ ἀνδρὸς διεξῆλθε · τὸ δὲ μὴ μεταδιδόναι λόγου τοῖς ἀντιλέξαι βουλομένοις οὔτε δίκαιον ἀπέφαινεν οὔτε πολιτικόν, ἄλλωςτε καὶ περὶ νόμου τῆς ζητήσεως γινομένης, ὃς ἔμελλε κρείττονα ποιήσειν τὴν δίκην τῆς βίας. ταύτῃ γὰρ ἀφορμῇ χρήσεσθαι τοὺς μηδὲν ἴσως καὶ δικαίως τοῖς πολλοῖς φρονοῦντας τοῦ ταράττειν πάλιν καὶ διιστάναι τὰ συμφέροντα τῆς πόλεως.

10.40.3ταῦτ’εἰπὼν καὶ τὴν ἐπιοῦσαν ἀποδείξας ἡμέραν τοῖς κατηγόροις τοῦ νόμου διέλυσε τὴν ἐκκλησίαν. οἱ δὲ ὕπατοι συναγαγόντες ἰδιωτικὸν συνέδριον πατρικίων τῶν ἀνδρειοτάτωντε καὶ μάλιστα ἐν τῇ πόλει τότ’ἀνθούντων ἐδίδασκον αὐτούς, ὡς κωλυτέος εἴη σφίσιν νόμος, λόγοις μὲν πρῶτον, ἐὰν δὲ μὴ πείθωσι τὸν δῆμον, ἔργοις. ἐκέλευόντε ἅπασιν ἥκειν ἕωθεν εἰς τὴν ἀγορὰν ἅμα τοῖς ἑταίροιςτε καὶ πελάταις, ὅσοις ἂν ἕκαστοι πλείστοις δύνωνται.

10.40.4ἔπειτα τοὺς μὲν περὶ αὐτὸ τὸ βῆμα καὶ τὸ ἐκκλησιαστήριον ἑστῶτας ὑπομένειν, τοὺς δὲ κατὰ πολλὰ τῆς ἀγορᾶς μέρη συστρέψαντας ἑαυτοὺς διαστῆναι, ὥστε διειλῆφθαι τὸ δημοτικὸν διεσπασμένον καὶ κωλύεσθαι πρὸς αὐτῶν εἰς ἓν συνελθεῖν. ἐδόκει ταῦτα κράτιστα εἶναι, καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι τὰ πολλὰ τῆς ἀγορᾶς κατείχετο ὑπὸ τῶν πατρικίων.

10.41

10.41.1μετὰ ταῦτα οἵτε δήμαρχοι καὶ οἱ ὕπατοι παρῆσαν, καὶ λέγειν κῆρυξ ἐκέλευσε τὸν βουλόμενον τοῦ νόμου κατηγορεῖν. πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν παριόντων οὐθενὸς ἐξάκουστος ἦν λόγος ὑπὸ τοῦ θορύβουτε καὶ τῆς ἀκοσμίας τῶν ἐκκλησιαζόντων. οἱ μὲν γὰρ ἐπεκέλευόντε καὶ ἐπεθάρρυνον τοὺς λέγοντας, οἱ δ’ἐξέβαλλόντε καὶ κατεβόων. ἐκράτει δὲ οὔτε τῶν συλλαμβανόντων ἔπαινος, οὔτε τῶν ἀντιπραττόντων θόρυβος.

10.41.2ἀγανακτούντων δὲ τῶν ὑπάτων καὶ μαρτυρομένων, ὅτι τῆς βίας δῆμος ἄρχει λόγον οὐκ ἀξιῶν ὑπομένειν, ἀπελογοῦντο οἱ δήμαρχοι πρὸς ταῦτα, ὅτι ἤδη πέμπτον ἔτος τῶν αὐτῶν ἀκούοντες λόγων οὐθὲν ποιοῦσι θαυμαστόν, εἰ μὴ ἀξιοῦσιν ὑπομένειν ἑώλους καὶ κατημαξευμένας ἀντιλογίας.

10.41.3ὡς δὲ τὸ πλεῖον τῆς ἡμέρας εἰς ταῦτα ἐδαπανήθη, καὶ δῆμος ἀπῄτει τὰς ψήφους, οὐκέτι ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα οἱ νεώτατοι τῶν πατρικίων διίστασθαιτε βουλομένοις κατὰ φυλὰς τοῖς δημόταις ἐμποδὼν ἐγίνοντο καὶ τὰ ἀγγεῖα τῶν ψήφων τοὺς ἔχοντας ἀφῃροῦντο καὶ τῶν ὑπηρετούντων τοὺς μὴ βουλομένους ταῦτα ἀφιέναι τύπτοντέςτε καὶ ὠθοῦντες ἐξέβαλλον.

10.41.4κεκραγότων δὲ τῶν δημάρχων καὶ εἰς μέσους αὐτοὺς ὠθουμένων ἐκείνοις μὲν ὑπεχώρουν καὶ παρεῖχον ὅποι βούλοιντο χωρεῖν ἀδεῶς, τοῦ δ’ἄλλου δήμου τὸ ἑπόμενον αὐτοῖς καὶ τὸ κατ’ἄλλα καὶ ἄλλα μέρη τῆς ἀγορᾶς ὑπὸ θορύβου καὶ ἀταξίας κινούμενον ἐπ’αὐτοὺς οὐ παρίεσαν, ὥστ’ἀνωφελὴς ἦν τῶν ἀρχόντων βοήθεια. τέλος δ’οὖν ἐπεκράτησαν οἱ πατρίκιοι καὶ οὐκ εἴασαν ἐπικυρωθῆναι τὸν νόμον.

10.41.5οἱ δὲ προθυμότατα συλλαβέσθαι δόξαντες τοῖς ὑπάτοις ἐκ τριῶν οἰκιῶν ἦσαν, Ποστόμιοι καὶ Σεμπρώνιοι καὶ τρίτοι Κλοίλιοι, γένουςτε ἀξιώσει λαμπρότατοι καὶ ἑταιρίαις μεγάλα δυνάμενοι πλούτῳτε καὶ δόξῃ καὶ τοῖς κατὰ πόλεμον ἔργοις ἐπιφανεῖς · καὶ τοῦ μὴ κυρωθῆναι τὸν νόμον οὗτοι ὡμολογοῦντο αἰτιώτατοι γενέσθαι.

10.42

10.42.1τῇ δ’ἑξῆς ἡμέρᾳ παραλαβόντες οἱ δήμαρχοι τοὺς ἐπιφανεστάτους τῶν δημοτικῶν ἐσκόπουν, τι χρήσονται τοῖς πράγμασι, κοινὸν μὲν τοῦτο καὶ παρὰ πάντων ὁμολογούμενον εἰληφότες, τὸ μὴ τοὺς ὑπάτους ἄγειν ὑπὸ τὴν δίκην, ἀλλὰ τοὺς ὑπηρετοῦντας αὐτοῖς ἰδιώτας, ὧν κολαζομένων ἔμελλε τοῖς πολλοῖς τῶν πολιτῶν ἐλάττων ἔσεσθαι λόγος, ὥσπερ Σίκκιος ὑπετίθετο · περὶ δὲ τοῦ πλήθους τῶν ὑπὸ τὰς αἰτίας ἀχθησομένων ὅσον εἶναι χρή, καὶ περὶ τοῦ ὀνόματος θήσονται τῇ δίκῃ, καὶ μάλιστα περὶ τοῦ τιμήματος πηλίκον ἔσται τὸ μέγεθος, ἐπιμελῆ ποιούμενοι ζήτησιν.

10.42.2οἱ μὲν οὖν χαλεπώτεροι τὰς φύσεις ἐπὶ τὸ μεῖζόντε καὶ φοβερώτερον ἅπαντα ταῦτα προάγειν παρῄνουν, οἱ δ’ἐπιεικέστεροι τοὐναντίον ἐπὶ τὸ μετριώτερον καὶ φιλανθρωπότερον, δὲ ταύτης ἡγούμενος τῆς γνώμης καὶ πείσας αὐτοὺς ἦν Σίκκιος, τοὺς ἐν τῷ δήμῳ περὶ τῆς κληρουχίας διελθὼν λόγους.

10.42.3ἔδοξε δ’οὖν αὐτοῖς τὸ μὲν ἄλλο πλῆθος τῶν πατρικίων ἐᾶσαι, Κλοιλίους δὲ καὶ Ποστομίους καὶ Σεμπρωνίους ἐπὶ τὸν δῆμον ἄγειν, ὧν ἔπραξαν ὑφέξοντας δίκας · ἐγκαλεῖν δ’αὐτοῖς, ὅτι τῶν ἱερῶν νόμων, οὓς περὶ τῶν δημάρχων ἐκύρωσεν βουλὴ καὶ δῆμος, οὐθενὶ δεδωκότων ἐξουσίαν ἀναγκάζειν τοὺς δημάρχους ὑπομένειν τι τῶν ἀβουλήτων ὥσπερ τοὺς ἄλλους πολίτας, ἐκεῖνοι κατασχόντες αὐτοὺς ἐκώλυσαν ἐπὶ τέλος ἄγειν τὴν περὶ τοῦ νόμου διάγνωσιν.

10.42.4τίμημα δ’ἐφάνη ταῖς δίκαις ὁρίσαι μήτε θάνατον μήτε φυγὴν μήτ’ἄλλο ἐπίφθονον μηδέν, ἵνα μὴ τοῦτ’αὐτοῖς γένηται σωτηρίας αἴτιον, ἀλλὰ τὰς οὐσίας αὐτῶν ἱερὰς εἶναι Δήμητρος, τὸ μετριώτατον ἐκλεξαμένοις τοῦ νόμου μέρος.

10.42.5ἐγίνετο ταῦτα, καὶ παρῆν χρόνος, ἐν τὰς κατὰ τῶν ἀνδρῶν ἔδει συντελεῖσθαι δίκας. τοῖς δ’ὑπάτοις καὶ τῶν ἄλλων πατρικίων τοῖς παραληφθεῖσιν εἰς τὸ συνέδριον ἔτυχον δ’οἱ κράτιστοι παρακληθέντες ἐδόκει συγχωρεῖν τοῖς δημάρχοις ἐπιτελέσαι τὰς δίκας, ἵνα μή τι μεῖζον κωλυθέντες ἐξεργάσωνται κακόν, καὶ τοῖς δημόταις ἐπιτρέπειν ἀγριαινομένοις εἰς τὰ χρήματα τῶν ἀνδρῶν ἐκχέαι τὴν χολήν, ἵνα τιθασώτεροι γένωνται τὸ λοιπόν, λαβόντες ὁποσηνοῦν παρὰ τῶν ἐχθρῶν δίκην, ἄλλωςτε καὶ τῆς εἰς χρήματα ζημίας εὐδιόρθωτον ἐχούσης τοῖς πεπονθόσι τὴν συμφοράν ·

10.42.6ὅπερ καὶ συνέβη. ἁλόντων γὰρ τῶν ἀνδρῶν ἐρήμους τὰς δίκας, τε δῆμος ἀγριαινόμενος ἐπαύσατο, καὶ τοῖς δημάρχοις ἐδόκει τις ἀποδεδόσθαι μετρία καὶ πολιτικὴ βοήθεια, τοῖςτε ἀνδράσι τὰς οὐσίας οἱ πατρίκιοι παρὰ τῶν ὠνησαμένων ἐκ τοῦ δημοσίου τῆς ἴσης λυσάμενοι τιμῆς ἀπέδοσαν. καὶ τὰ μὲν κατεπείγοντα δεινὰ τοῦτον τὸν τρόπον χρησαμένων τοῖς πράγμασιν αὐτῶν διελέλυτο.

10.43

10.43.1μετ’οὐ πολὺ δὲ πάλιν τῶν δημάρχων τὸν ὑπὲρ τοῦ νόμου εἰσφερόντων λόγον αἰφνιδίως τις ἀπαγγελεῖσα πολεμίων ἔφοδος ἐπὶ τὴν τῶν Τυσκλάνων πόλιν, αἰτία κωλύσεως ἀποχρῶσα ἐγένετο. τῶν γὰρ Τυσκλάνων κατὰ πλῆθος εἰς τὴν Ῥώμην ἀφικομένων καὶ λεγόντων, ὅτι δυνάμει πολλῇ πάρεισιν ἐπ’αὐτοὺς Αἰκανοὶ καὶ τὴν μὲν χώραν αὐτῶν ἤδη διηρπάκασι, τὴν δὲ πόλιν, ἐὰν μή τις γένηται ταχεῖα ἐπικουρία, φθάσουσιν ἐντὸς ὀλίγων ἡμερῶν ἀράμενοι, μὲν βουλὴ τοὺς ὑπάτους αὐτοῖς ἐψηφίσατο βοηθεῖν ἀμφοτέρους, οἱ δ’ὕπατοι στρατολογίαν προθέντες ἐκάλουν τοὺς πολίτας ἅπαντας ἐπὶ τὰ ὅπλα.

10.43.2ἐγένετο μὲν οὖν τις καὶ τότε στάσις ἐναντιουμένων τῇ καταγραφῇ τῶν δημάρχων καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας οὐ συγχωρούντων ποιεῖσθαι κατὰ τῶν ἀπειθούντων · ἔπραξαν δ’οὐθέν. συνελθοῦσα γὰρ βουλὴ γνώμην ἀπεδείξατο, τοὺς πατρικίους ἐπὶ τὸν πόλεμον ἐξιέναι σὺν τοῖς ἑαυτῶν πελάταις, τῶν δ’ἄλλων πολιτῶν τοῖς μὲν βουλομένοις μετέχειν τῆς στρατείας ἐπὶ σωτηρίᾳ τῆς πατρίδος γινομένης ὅσια εἶναι τὰ πρὸς θεούς, τοῖς δ’ἐγκαταλείπουσι τοὺς ὑπάτους τἀναντία.

10.43.3ὡς δ’ἀνεγνώσθη τὸ δόγμα τῆς βουλῆς ἐν τῇ ἐκκλησίᾳ, πολλοὶ καὶ τοῦ δήμου τὸν ἀγῶνα ἑκόντες ὑπέμειναν · οἱ μὲν ἐπιεικέστατοι δι’αἰσχύνην, εἰ μηδὲν ἐπικουρήσουσι πόλει συμμάχῳ διὰ τὴν πρὸς αὐτοὺς εὔνοιαν ἀεί τι πρὸς τῶν ἐχθρῶν βλαπτομένῃ · ἐν οἷς ἦν καὶ Σίκκιος ἐκεῖνος κατηγορήσας ἐν τῷ δήμῳ τῶν σφετερισαμένων τὴν δημοσίαν γῆν, σπεῖραν ἐπαγόμενος ὀκτακοσίων ἀνδρῶν, οἳ στρατεύεσθαι μὲν οὐκέτι ὥραν εἶχον, ὥσπερ οὐ δ’ἐκεῖνος, οὐ δ’ἔπιπτον ὑπὸ τὰς ἀνάγκας τῶν νόμων, τιμῶντες δὲ τὸν ἄνδρα διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, ἐξιόντος ἐπὶ τὸν πόλεμον οὐκ ἐδικαίωσαν ἀπολείπεσθαι.

10.43.4καὶ ἦν τοῦτο τὸ μέρος τῆς ἐξελθούσης τότε δυνάμεως ἐμπειρίᾳτε ἀγώνων καὶ τῇ παρὰ τὰ δεινὰ εὐτολμίᾳ μακρῷ τοῦ ἄλλου ἄμεινον. οἱ δὲ πολλοὶ χάριτι καὶ παρακλήσει τῶν πρεσβυτάτων ὑπαχθέντες εἵποντο. ἦν δέ τι μέρος, τῶν ὠφελειῶν ἕνεκα τῶν ἐν ταῖς στρατείαις γινομένων πάντα κίνδυνον ἕτοιμον ἦν ὑπομένειν. καὶ δι’ὀλίγου χρόνου δύναμις ἐξῆλθε πλήθειτε ἀποχρῶσα καὶ παρασκευαῖς κεχρημένη λαμπροτάταις.

10.43.5οἱ μὲν οὖν πολέμιοι προακούσαντες, ὅτι μέλλουσιν ἐπ’αὐτοὺς ἐξάγειν Ῥωμαῖοι στρατιάν, ἀπῆγον ἐπ’οἴκου τὰς δυνάμεις. οἱ δ’ὕπατοι κατὰ σπουδὴν ἐλαύνοντες καταλαμβάνουσιν ἐστρατοπεδευκότας αὐτοὺς πόλεως Ἀντίου πλησίον ἐν ὑψηλῷ καὶ ἀποτόμῳ χωρίῳ καὶ τίθενται τὴν παρεμβολὴν τῆς ἐκείνων οὐ πρόσω.

10.43.6τέως μὲν οὖν ἐν ταῖς ἑαυτῶν ἐπέμενον ἀμφότεροι παρεμβολαῖς, ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων Αἰκανοὶ τῆς οὐ προεπιχειρήσεως καὶ πλῆθος οὐχ ἱκανοὺς εἶναι νομίσαντες ἀγοράςτ’αὐτῶν περιέκοπτον ἐξιόντες καὶ τοὺς ἐπὶ προνομὴν ἀποστελλομένους χόρτον ἵπποις ἀνεκρούοντο καὶ τοῖς πρὸς ὑδρείαν καταβαίνουσιν αἰφνιδίως ἐπετίθεντο, προὐκαλοῦντότ’αὐτοὺς πολλάκις εἰς μάχην.

10.44

10.44.1ταῦθ’ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει μηκέτι διατρίβειν τὸν πόλεμον. ἦν δ’ἐν ἐκείναις ταῖς ἡμέραις τοῦ πολεμεῖν ἐξουσία Ῥωμιλίῳ προσήκουσα, καὶ τὸ σύνθημα διδοὺς καὶ εἰς τάξιν καθιστὰς ἄρχειντε καὶ παύεσθαι μάχης τὸν καιρὸν ταμιεύων ἐκεῖνος ἦν · ὃς ἐπειδὴ τὰ σημεῖα ἐκέλευσεν ἀρθῆναι ἐκ τῆς μάχης καὶ προῆγεν ἐκ τοῦ χάρακος τὸν στρατόν, τοὺς μὲν ἄλλους ἔτασσεν ἱππεῖςτε καὶ τοὺς πεζοὺς κατὰ σπείρας ἐν τοῖς ἐπιτηδείοις ἑκάστους τόποις, τὸν δὲ Σίκκιον καλέσας λέγει ·

10.44.2ἡμεῖς μέν, Σίκκιε, μαχούμεθα τοῖς πολεμίοις ἐνθάδε, σὺ δ’ἐν ὅσῳ μέλλομεν ἔτι καὶ παρασκευαζόμεθα τὰ πρὸς τὸν ἀγῶνα ἀμφότεροι, χώρει τὴν πλαγίαν ἐκείνην ὁδὸν ἐπὶ τὸ ὄρος, ἔνθα τῶν πολεμίων ἐστὶ παρεμβολή, καὶ μάχην τίθεσο πρὸς τοὺς ἐν τῷ χάρακι, ἵν’ περὶ τῷ φρουρίῳ δείσαντες οἱ πρὸς ἡμᾶς μαχόμενοι καὶ βοηθεῖν προθυμούμενοι νῶτάτε δείξωσι καὶ εὐκατέργαστοι γένωνται, καθάπερ εἰκὸς ἐν ἀναχωρήσει ταχείᾳ, καὶ εἰς μίαν ὁδὸν ἅπαντες βιαζόμενοι, μένοντες αὐτόθι τὸν χάρακα ἀποβάλωσιν.

10.44.3οὔτε γὰρ φυλάττουσα αὐτὸν δύναμις ἀξιόμαχός ἐστιν, ὡς εἰκάσειεν ἄν τις, ἐπὶ τῷ ἐρυμνῷ τοῦ τόπου δοκοῦσα εἶναι πᾶν τὸ ἀσφαλές · τε ἅμα σοι δύναμις ἀποχρῶσα γένοιτ’ἄν, ἄνδρες ὀκτακόσιοι πολλῶν ἀθληταὶ πολέμων, τεταραγμένους σκηνοφύλακας ἀπροσδόκητοι προσπεσόντες τῷ τολμηρῷ ἑλεῖν.

10.44.4καὶ Σίκκιος ἔφησεν · ἀλλ’ἔγωγε ἅπαντα μὲν ἕτοιμος ὑπηρετεῖν · τὸ μέντοι ἔργον οὐ ῥᾴδιον ὥσπερ σοι δοκεῖ. ὑψηλήτε γὰρ πέτρα καὶ ἀπότομος, ἐφ’ἧς χάραξ, ὁδόντε οὐδεμίαν ὁρῶ φέρουσαν ἐπ’αὐτοὺς ἔξω τῆς μιᾶς, καταβήσονται οἱ πολέμιοι πρὸς ἡμᾶς, φυλακήντ’εἰκὸς ἀξιόμαχον εἶναι ἐν αὐτῇ · κἂν ὀλίγη δὲ πάνυ καὶ φαύλη τις οὖσα τύχῃ, πρὸς πολλῷ πλείονα τὴν σὺν ἐμοὶ δύναμιν ἀντέχειν οἵατε ἔσται, τότε χωρίον αὐτὸ παρέξει τῇ φυλακῇ τοῦ μὴ ἁλώσεσθαι τὸ ἀσφαλές.

10.44.5ἀλλὰ μάλιστα μὲν ἀνάθου τὴν γνώμην πεῖρα γὰρ ἐπισφαλής εἰ δὲ πάντως ἔγνωσταί σοι δύο τίθεσθαι μάχας ἐν ἑνὶ καιρῷ, δύναμιν ἀξιόχρεων ἀνδρῶν ἐπιλέκτων τάξον ἀκολουθεῖν μοι σὺν τοῖς πρεσβυτέροις. οὐ γὰρ κλέψοντες τὸ χωρίον, ἀλλὰ βίᾳ καὶ φανερῶς ἐξελοῦντες ἄνιμεν.

10.45

10.45.1ἔτι δ’αὐτοῦ βουλομένου λέγειν τἀκόλουθα ὑπολαβὼν ὕπατος εἶπεν · οὐ πολλῶν δεῖ λόγων, ἀλλ’εἰ μὲν ὑπομένεις πράττειν τὰ προσταττόμενα, χώρει διὰ ταχέων καὶ μὴ παραστρατήγει, εἰ δὲ ἀφίστασαι καὶ ἀποδιδράσκεις τὸν κίνδυνον, ἑτέροις εἰς τὸ ἔργον χρήσομαι.

10.45.2σὺ δὲ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ τὰ τετταράκοντα ἔτη στρατευσάμενος καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ἐπειδὴ ἑκὼν ἦλθες, ἄπιθι μήτε ὁμιλήσας πολεμίοις μήτ’ἰδὼν καὶ ἀντὶ τῶν ὅπλων ἀκόνα πάλιν τοὺς λόγους, οἷς χρήσῃ κατὰ τοῦ φθόνου τῶν πατρικίων.

10.45.3ποῦ νῦν ἐκεῖνά σου τὰ πολλὰ ἀριστεῖα, οἱ στρεπτοὶ καὶ τὰ ψέλλια καὶ τὰ δόρατα καὶ τὰ φάλαρα καὶ οἱ τῶν ὑπάτων στέφανοι καὶ τὰ ἐκ τῶν μονομαχιῶν λάφυρα καὶ πᾶσα ἄλλη βαρύτης, ἣν τότ’ἠνεσχόμεθά σου λέγοντος; ἐν ἑνὶ γὰρ δὴ τῷδε τῷ ἔργῳ βασανιζόμενος, ἔνθα κίνδυνος ἦν ἀληθινός, ἐξητάσθης οἷος ἦσθα, ὡς ἀλαζὼν καὶ δόξῃ τὸ ἀνδρεῖον ἐπιτηδεύων, οὐκ ἀληθείᾳ.

10.45.4καὶ Σίκκιος δυσανασχετῶν ἐπὶ τοῖς ὀνείδεσιν · οἶδα, φησίν, Ῥωμίλιε, ὅτι δυεῖν πρόκειταί σοι θάτερον ζῶντα διεργάσασθαι καὶ τὸ μηδὲν ἀποδοῦναι δόξαν αἰσχίστην ἐνεγκάμενον δειλίας, κακῶς καὶ ἀδήλως κατακοπέντα ὑπὸ τῶν πολεμίων ἀποθανεῖν, ἐπειδὴ κἀγώ τις ἔδοξα εἶναι τῶν ἀξιούντων ἐλεύθερα φρονεῖν · οὐ γὰρ εἰς ἄδηλον, ἀλλ’εἰς ἐγνωσμένον ἀποστέλλεις με θάνατον ·

10.45.5πλὴν ὑπομενῶ καὶ τοῦτο τὸ ἔργον καὶ πειράσομαι φανεὶς ψυχὴν οὐ κακὸς κρατῆσαι τοῦ χάρακος, μὴ τυχὼν τῆς ἐλπίδος εὐγενῶς ἀποθανεῖν. ὑμᾶς δ’, συστρατιῶται, μάρτυρας ἀξιῶ γενέσθαι μοι πρὸς τοὺς ἄλλους πολίτας, ἐὰν πύθησθε τὸν ἐμὸν μόρον, ὅτι με ἀπώλεσεν ἀρετὴ καὶ πολλὴ τῶν λόγων ἐλευθερία.

10.45.6ταῦτα πρὸς τὸν ὕπατον ἀποκρινάμενος καὶ δακρύσας τούςτε συνήθεις ἅπαντας ἀσπασάμενος ᾤχετο τοὺς ὀκτακοσίους ἄνδρας ἄγων κατηφεῖς καὶ δεδακρυμένους ὡς τὴν ἐπὶ θανάτῳ πορευομένους · καὶ ἄλλη δὲ πᾶσα στρατιὰ δι’οἴκτου τὸ πρᾶγμα ἔλαβεν ὡς οὐκέτι ὀψομένη τοὺς ἄνδρας.

10.46

10.46.1 δὲ Σίκκιος ἑτέραν ἀποστραφείς, οὐχ ἣν Ῥωμίλιος ὑπελάμβανε, παρὰ τὴν λαγόνα τοῦ ὄρους ἦγεν. ἔπειτα ἦν γάρ τις δρυμὸς ὕλην βαθεῖαν ἔχων εἰς τοῦτον ἄγων τοὺς ἄνδρας ἵσταταίτε καί φησιν · ὑπὸ μὲν τοῦ ἡγεμόνος ἀπεστάλμεθα, ὥσπερ ὁρᾶτε, ἀπολούμενοι. ἐδόκει γὰρ ἡμᾶς τὴν πλαγίαν χωρήσειν ὁδόν, ἣν ἀναβαίνοντας ἀμήχανον ἦν μὴ οὐ φανεροὺς τοῖς πολεμίοις γενέσθαι. ἐγὼ δ’ὑμᾶς ἄξω κατ’ἄδηλον τοῖς ἐχθροῖς ὁδὸν καὶ πολλὰς ἐλπίδας ἔχω τρίβων ἐπιλήψεσθαί τινων, αἳ κατὰ κορυφῆς ἄξουσιν ἡμᾶς ἐπὶ τὸν χάρακα · καὶ ἐλπίδας χρηστὰς ἔχετε.

10.46.2ταῦτ’εἰπὼν ἦγε διὰ τοῦ δρυμοῦ, καὶ πολὺν ἤδη διεληλυθὼς τόπον εὑρίσκει κατὰ δαίμονα ἄνδρα ἐξ ἀγροῦ ποθεν ἀπιόντα, ὃν τοῖς νεωτάτοις συλλαβεῖν κελεύσας ἡγεμόνα ποιεῖται τῆς ὁδοῦ. κἀκεῖνος αὐτοὺς ἄγων περὶ τὸ ὄρος σὺν πολλῷ χρόνῳ καθίστησιν ἐπὶ τὸν παρακείμενον τῷ χάρακι λόφον, ὅθεν ἦν ταχεῖα καὶ εὐεπίφορος ἐπ’αὐτὸν ὁδός.

10.46.3ἐν δὲ ταῦτ’ἐγίνετο χρόνῳ, συνῄεσαν αἵτε τῶν Ῥωμαίων καὶ αἱ τῶν Αἰκανῶν δυνάμεις ὁμόσε καὶ καταστᾶσαι ἐμάχοντο, πλήθειτ’ἀγχώμαλοι οὖσαι καὶ ὁπλισμοῖς καὶ προθυμίαν παρεχόμεναι τὴν αὐτήν · καὶ διέμειναν ἐπὶ πολὺν χρόνον ἰσόρροποι, τοτὲ μὲν ἐπιβαίνοντες ἀλλήλοις, τοτὲ δ’ὑποχωροῦντες, ἱππεῖςτε ἱππεῦσι καὶ πεζοὶ πεζοῖς, καὶ ἔπεσον ἐξ ἑκατέρων ἄνδρες ἐπιφανεῖς.

10.46.4ἔπειτα κρίσιν λαμβάνει πόλεμος ἐπιτελῆ. γὰρ Σίκκιος καὶ οἱ σὺν αὐτῷ, ἐπειδὴ πλησίον ἐγένοντο τῆς παρεμβολῆς τῶν Αἰκανῶν, ἀφύλακτον εὑρόντες ἐκεῖνο τὸ μέρος τοῦ χάρακος ἐπὶ γὰρ θάτερα τὰ πρὸς τοὺς μαχομένους ἐστραμμένα μέρη πᾶσα φυλάττουσα αὐτὸν δύναμις ἐτράπετο κατὰ θέαν τοῦ ἀγῶνος ἐπεισπεσόντες κατὰ πολλὴν εὐπέτειαν κατὰ κορυφῆς γίνονται τῶν φυλάκων.

10.46.5ἔπειτ’ἀλαλάξαντες ἔθεον ἐπ’αὐτούς · οἱ δ’ὑπὸ τοῦ παρ’ἐλπίδα δεινοῦ ἐκταραχθέντες καὶ οὐ τοσούτους εἶναι δόξαντες, ἀλλὰ τὸν ἕτερον ἥκειν ὕπατον ἄγοντα τὴν σὺν αὐτῷ δύναμιν, ἐρρίπτουν ἔξω τοῦ χάρακος ἑαυτούς, οὐ δὲ τὰ ὅπλα οἱ πολλοὶ φυλάξαντες. οἱ δὲ περὶ τὸν Σίκκιον τοὺς καταλαμβανομένους αὐτῶν φονεύοντες καὶ τοῦ χάρακος κρατήσαντες ἐχώρουν ἐπὶ τοὺς ἐν τῷ πεδίῳ.

10.46.6οἱ δὲ Αἰκανοὶ τοῦ χάρακος τὴν ἅλωσιν ἀπότε τῆς φυγῆς καὶ τῆς κραυγῆς τῶν σφετέρων αἰσθόμενοι καὶ μετ’οὐ πολὺ κατὰ νώτου σφίσι τοὺς πολεμίους ἐπιόντας ὁρῶντες, οὐκέτι γενναῖον οὐδὲν ἀπεδείξαντο, ἀλλὰ διασπάσαντες τὰς τάξεις ἔσῳζον ἑαυτοὺς ἄλλοι κατ’ἄλλας ὁδούς · ἔνθα πλεῖστος αὐτῶν ἐγίνετο φόνος. οὐ γὰρ ἀνίεσαν οἱ Ῥωμαῖοι μέχρι νυκτὸς διώκοντέςτε καὶ κτείνοντες τοὺς ἁλισκομένους.

10.46.7 δὲ πλείστουςτ’αὐτῶν διαφθείρας καὶ λαμπρότατα ἔργα ἀποδειξάμενος Σίκκιος ἦν, ὅς, ἐπειδὴ τέλος ἑώρα τὰ τῶν πολεμίων ἔχοντα σκότους ὄντος ἤδη, τὴν σπεῖραν ἄγων ἐπὶ τὸν κρατηθέντα ὑπὸ σφῶν χάρακα ἀνέστρεφε μεγάλης χαρᾶς καὶ πολλοῦ μεστὸς ὢν αὐχήματος.

10.46.8οἵτε περὶ αὐτὸν ἀθῷοι καὶ ἀβλαβεῖς πάντες οὐ μόνον οὐδὲν παθόντες ὧν προσεδόκησαν, ἀλλὰ καὶ δόξαν ἐπιφανεστάτην ἐξενεγκάμενοι, πατέρα καὶ σωτῆρα καὶ θεὸν καὶ πάντα τὰ τιμιώτατα ὀνομάζοντες ἀπλήστως εἶχον ἀσπασμῶντε τοῦ ἀνδρὸς καὶ τῶν ἄλλων φιλοφρονήσεων ἡδονάς. ἐν δὲ τούτῳ καὶ ἄλλη τῶν Ῥωμαίων φάλαγξ ἅμα τοῖς ὑπάτοις ἀπὸ τῆς διώξεως ἀνέστρεφεν ἐπὶ τὸν ἑαυτῆς χάρακα.

10.47

10.47.1μέσαιτ’ἤδη νύκτες ἦσαν, καὶ Σίκκιος μνησικακῶν τοῖς ὑπάτοις τῆς ἐπὶ τὸν θάνατον ἀποστολῆς εἰς νοῦν βάλλεται τὴν δόξαν ἀφελέσθαι τοῦ κατορθώματος. κοινωσάμενος δὲ τοῖς ἀμφ’αὐτὸν ἣν εἶχε διάνοιαν, ἐπειδὴ πᾶσιν ὀρθῶς ἐφαίνετο, καὶ οὐθεὶς ἦν ὃς οὐκ ἐθαύμαζε τῆςτε φρονήσεως καὶ τῆς τόλμης τὸν ἄνδρα, λαβὼν τὰ ὅπλα καὶ τοὺς ἄλλους κελεύσας ἀναλαβεῖν, πρῶτον μὲν ἀνθρώπους ὅσους ἐν τῷ χάρακι κατέλαβε τῶν Αἰκανῶν καὶ ἵππους καὶ τἆλλα ὑποζύγια κατέκοψεν · ἔπειτα ὑφῆψε τὰς σκηνὰς ὅπλωντε καὶ σίτου καὶ ἐσθῆτος καὶ τῶν εἰς τὸν πόλεμον ἐπιτηδείων γεμούσας τῶντε ἄλλων χρημάτων, ὧν ἐκ τῆς Τυσκλάνων λείας ἐπήγοντο πολλῶν πάνυ ὄντων.

10.47.2ὡς δ’ἅπαντα ὑπὸ τοῦ πυρὸς ἠφάνιστο, περὶ τὸν ὄρθρον ἀπῄει φέρων οὐθὲν ὅτι μὴ τὰ ὅπλα, καὶ διανύσας σπουδῇ τὴν ὁδὸν εἰς Ῥώμην παρῆν. ὡς δ’ὤφθησαν ἄνθρωποι καθωπλισμένοι παιανίζοντέςτε καὶ σπουδῇ χωροῦντες αἵματι πολλῷ πεφυρμένοι, δρόμος ἐγίνετο καὶ πολλὴ προθυμία τῶν βουλομένων ἰδεῖντ’αὐτοὺς καὶ τὰ πραχθέντα ἀκοῦσαι.

10.47.3οἱ δὲ μέχρις ἀγορᾶς ἐλθόντες ἐδήλωσαν τοῖς δημάρχοις τὰ γενόμενα, κἀκεῖνοι συναγαγόντες ἐκκλησίαν ἐκέλευον αὐτοὺς πρὸς ἅπαντας λέγειν. ὄχλου δὲ πολλοῦ συναχθέντος παρελθὼν Σίκκιος τήντε νίκην αὐτοῖς ἐδήλωσε καὶ τὸν τρόπον τοῦ ἀγῶνος ἐνεφάνισε, καὶ ὅτι παρὰ τὴν ἰδίαν ἀρετὴν καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων ἀνδρῶν ὀκτακοσίων, οὓς ἀποθανουμένους ἀπέστειλαν οἱ ὕπατοι, τε χάραξ τῶν Αἰκανῶν ἐλήφθη καὶ δύναμις παραταξαμένη τοῖς ὑπάτοις ἠναγκάσθη φυγεῖν ·

10.47.4ἠξίουτε αὐτοὺς μηδενὶ τῆς νίκης ἑτέρῳ τὴν χάριν εἰδέναι καὶ τελευτῶν ἔτι προσέθηκεν ἐκεῖνον τὸν λόγον, ὅτι τὰς ψυχὰς καὶ τὰ ὅπλα σώζοντες ἥκομεν, ἄλλο δὲ οὐδὲν τῶν κεκρατημένων οὔτε μεῖζον οὔτ’ἔλαττον ἐξενεγκάμενοι.

10.47.5 δὲ δῆμος ἀκούσας τὸν λόγον εἰς οἶκτόντε καὶ δάκρυα προὔπεσεν ὁρῶν μὲν τὰς ἡλικίας τῶν ἀνδρῶν, ἐνθυμούμενος δὲ τὰς ἀρετάς, ἀγανακτῶν δὲ καὶ νεμεσῶν τοῖς ἐπιβαλομένοις τοιούτων ἀνδρῶν ἐρημῶσαι τὴν πόλιν. ἐγεγόνει δέ, προὔλαβεν Σίκκιος, μῖσος εἰς τοὺς ὑπάτους ἐξ ἁπάντων τῶν πολιτῶν.

10.47.6οὐ δὲ γὰρ βουλὴ τὸ πρᾶγμα μετρίως ἤνεγκεν, οὔτ’ἐψηφίσατο αὐτοῖς πομπὴν θριάμβων οὔτε ἄλλο τι τῶν ἐπὶ καλοῖς ἀγῶσι γινομένων. τὸν μέντοι Σίκκιον δῆμος, ἐπειδὴ καθῆκεν τῶν ἀρχαιρεσίων καιρός, δήμαρχον ἀπέδειξεν, ἧς κύριος ἦν τιμῆς ἀποδιδούς. καὶ τὰ μὲν ἐπιφανέστατα τῶν τότε πραχθέντων τοιάδ’ἦν.

10.48

10.48.1ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει Σπόριος Ταρπήιος καὶ Αὖλος Τερμήνιος παραλαμβάνουσι τὴν ἀρχήν · οἳ τάτ’ἄλλα θεραπεύοντες τὸν δῆμον διετέλεσαν καὶ τὸ περὶ τῶν δημάρχων δόγμα προεβούλευσαν, ἐπειδὴ πλέον μὲν οὐδὲν ἑώρων τοῖς πατρικίοις γινόμενον ἐκ τοῦ κωλύειν, ἀλλὰ καὶ φθόνον καὶ μῖσος, καὶ βλάβας δὲ ἰδίας καὶ συμφορὰς τοῖς προθυμότατα ὑπὲρ αὐτῶν ἀγωνιζομένοις.

10.48.2μάλιστα δ’αὐτοὺς εἰς δέος ἤγαγεν τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν συμφορὰ νεωστὶ γενομένη δεινὰ μὲν ὑπὸ τοῦ δήμου παθόντων, οὐδεμίαν δὲ παρὰ τῆς βουλῆς εὑρομένων βοήθειαν. Σίκκιος μὲν γὰρ τὸν Αἰκανῶν στρατὸν αὐτῷ χάρακι ἀράμενος δήμαρχος τότ’ἀποδειχθείς, ὥσπερ ἔφην, τῇ πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ θύσας εἰσιτήρια κατὰ νόμον, πρὶν ὁτιοῦν ἄλλο διαπράξασθαι τῶν κοινῶν, προεῖπεν ἐν ἐκκλησίᾳ Τίτον Ῥωμίλιον ἥκειν ἀπολογησόμενον ἀδικήματος δημοσίου δίκην ἐπὶ δικαστῇ τῷ δήμῳ, τὸν χρόνον ἀποδείξας τοῦ ἀγῶνος.

10.48.3Λεύκιος δὲ τότ’ἀγορανομῶν, δήμαρχος δὲ τῷ παρελθόντι ἔτει γεγονώς, τὸν ἕτερον τῶν περυσινῶν ὑπάτων Γάιον Οὐετούριον εἰς ὁμοίαν δίκην προσεκαλέσατο. πολλῆς δὲ γενομένης ἐν τῷ μεταξὺ τοῦ ἀγῶνος χρόνῳ σπουδῆςτε καὶ παρακλήσεως ἀμφοτέρων οἱ μὲν ὑπόδικοι πολλὰς ἐλπίδας εἶχον ἐπὶ τῇ βουλῇ καὶ τὸ κινδύνευμα ἐν ἐλαφρῷ ἐποιοῦντο, ὑπισχνουμένων αὐτοῖς πρεσβυτέρωντε καὶ νέων οὐκ ἐάσειν τὸν ἀγῶνα ἐπιτελεσθῆναι.

10.48.4οἱ δὲ δήμαρχοι πάντα ἐκ πολλοῦ φυλαττόμενοι καὶ οὔτε δεήσεις οὔτε ἀπειλὰς οὔτε κίνδυνον οὐδένα ὑπολογιζόμενοι, ἐπειδὴ καθῆκεν τοῦ ἀγῶνος καιρός, ἐκάλουν τὸν δῆμον · ἦν δὲ παλαίτερον ἔτι συνερρυηκὼς ἐκ τῶν ἀγρῶν χερνήτης καὶ αὐτουργὸς ὄχλος, καὶ προσνεμηθεὶς τῷ κατὰ πόλιν τήντε ἀγορὰν ἐνέπλησε καὶ τοὺς φέροντας εἰς αὐτὴν στενωπούς.

10.49

10.49.1πρώτη μὲν οὖν εἰσῆλθεν κατὰ Ῥωμιλίου δίκη. καὶ παρελθὼν Σίκκιος τάτε ἄλλα κατηγόρει τοῦ ἀνδρός, ὅσα ὑπατεύων βίᾳ εἰς τοὺς δημάρχους ἔδοξε διαπράξασθαι, καὶ τελευτῶν τὴν ἐπιβουλὴν διεξῄει τὴν ἐφ’ἑαυτῷτε καὶ τῇ σπείρᾳ γενομένην ὑπὸ τοῦ στρατηγοῦ · καὶ παρείχετο αὐτῶν μάρτυρας τοὺς ἐπιφανεστάτους τῶν συστρατευσαμένων οὐ δημοτικούς, ἀλλὰ καὶ πατρικίους · ἐν οἷς ἦν νεανίας οὐκ ἀφανὴς οὔτε κατὰ γένους ἀξίωσιν οὔτε κατὰ τὴν ἰδίαν ἀρετὴν καὶ τὰ πολέμια πάνυ ἀγαθός · Σπόριος Οὐεργίνιος ἦν ὄνομα αὐτῷ.

10.49.2οὗτος ἔφη Μάρκον Ἰκίλλιον, ἑνὸς τῶν ἐκ τῆς Σικκίου σπείρας υἱόν, ἡλικιώτην αὐτοῦ καὶ φίλον ἀπολυθῆναι τῆς ἐξόδου βουληθείς, ὡς ἐπὶ θάνατον ἐξιόντα μετὰ τοῦ πατρός, Αὖλον Οὐεργίνιον τὸν ἑαυτοῦ θεῖον, πρεσβευτὴν τότε συστρατευόμενον, παρακαλέσας ἐλθεῖν ἐπὶ τοὺς ὑπάτους, ἀξιῶν σφίσι ταύτην δοθῆναι τὴν χάριν ·

10.49.3ἀντιλεγόντων δὲ τῶν ὑπάτων, ἑαυτῷ μὲν ἐπελθεῖν δάκρυα τὴν συμφορὰν τὴν τοῦ ἑταίρου προανακλαιομένῳ, τὸν δὲ νεανίαν, ὑπὲρ οὗ τὰς δεήσεις ἐποιεῖτο, πεπυσμένον ταῦτα ἐλθεῖν καὶ λόγον αἰτησάμενον εἰπεῖν, ὅτι τοῖς μὲν δεομένοις πολλὴν οἶδε χάριν, αὐτὸς δ’οὐκ ἂν ἀγαπήσειεν τυχὼν χάριτος, ἥτις αὐτὸν ἀφελεῖται τὸ πρὸς τὸ γένος εὐσεβές, οὐ δ’ἂν ἀπολειφθείη τοῦ πατρός, τοσῷδε μᾶλλον, ὅσῳ γ’ἀποθανούμενος ἔρχεται, καὶ πάντες τοῦτο ἴσασιν · ἀλλὰ συνεξιὼν ἐπαμυνεῖτε, ὅσα δύναται, καὶ τῆς αὐτῆς ἐκείνῳ κοινωνὸς ἔσται τύχης.

10.49.4ταῦτα τοῦ μειρακίου μαρτυρήσαντος οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ τι πρὸς τὴν τύχην τῶν ἀνθρώπων. ὡς δὲ καὶ αὐτοὶ κληθέντες ἐπὶ τὴν μαρτυρίαν παρῆλθον τε πατὴρ Ἰκίλλιος καὶ τὸ μειράκιον καὶ τὸ καθ’ἑαυτοὺς ἔλεξαν, οὐκέτι κατέχειν τὰ δάκρυα οἱ πλείους ἐδύναντο τῶν δημοτικῶν.

10.49.5ἀπολογηθέντος δὲ τοῦ Ῥωμιλίου καὶ διελθόντος λόγον οὔτε θεραπευτικὸν οὔτε ἁρμόττοντα τοῖς καιροῖς, ἀλλ’ὑψηλόν, καὶ ἐπὶ τῷ ἀνυπευθύνῳ τῆς ἀρχῆς μέγα φρονοῦντα διπλασίως ἔτι ἐπερρώσθησαν εἰς τὴν κατ’αὐτοῦ ὀργὴν οἱ πολῖται. καὶ γενόμενοι τῶν ψήφων κύριοι κατέγνωσαν ἀδικεῖν οὕτως, ὥστε πάσαις ταῖς ψήφοις τῶν φυλῶν ἁλῶναι τὸν ἄνδρα. ἦν δὲ τὸ τίμημα τῆς δίκης ἀργυρικόν, ἀσσάρια μυρία.

10.49.6καὶ τοῦτ’οὐκ ἄνευ προνοίας τινὸς Σίκκιος ποιῆσαί μοι δοκεῖ, ἀλλ’ἵνα τοῖςτε πατρικίοις ἐλάττων περὶ τοῦ ἀνδρὸς σπουδὴ γένηται, καὶ μηδὲν ἐξαμάρτωσι περὶ τὴν ψηφοφορίαν ἐνθυμηθέντες, ὅτι εἰς ἀργύριον ζημιώσεται ἁλοὺς καὶ εἰς οὐδὲν ἕτερον, καὶ τοῖς δημοτικοῖς πρὸς τὴν τιμωρίαν ὁρμὴ προθυμοτέρα μήτε ψυχῆς ἄνδρα ὑπατικὸν μήτε πατρίδος ἀποστεροῦσιν. Ῥωμιλίου δὲ καταδικασθέντος οὐ πολλαῖς ὕστερον ἡμέραις καὶ Οὐετούριος ἑάλω · τίμημα δὲ καὶ ἐκείνῳ ἐπεγέγραπτο ἀργυρικόν, ἡμιόλιον θατέρου.

10.50

10.50.1ταῦτα δὴ λογιζομένοις τοῖς ἐν ἀρχῇ ὑπάτοις πολὺ παρέστη δέος καὶ τοῦ μὴ ταὐτὰ παθεῖν ὑπὸ τοῦ δήμου μετὰ τὴν ὑπατείαν πρόνοια, ὥστ’οὐκέτι ἀποκρυπτόμενοι τὰς γνώμας, ἀλλὰ φανερῶς τὰ τοῦ δήμου πολιτευόμενοι διετέλουν. πρῶτον μὲν οὖν ἐπὶ τῆς λοχίτιδος ἐκκλησίας νόμον ἐκύρωσαν, ἵνα ταῖς ἀρχαῖς ἐξῇ πάσαις τοὺς ἀκοσμοῦντας παρανομοῦντας εἰς τὴν ἑαυτῶν ἐξουσίαν ζημιοῦν. τέως γὰρ οὐχ ἅπασιν ἐξῆν, ἀλλὰ τοῖς ὑπάτοις μόνοις.

10.50.2τὸ μέντοι τίμημα οὐκ ἐπὶ τοῖς ζημιοῦσιν, ὁπόσον εἶναι δεῖ, κατέλιπον, ἀλλ’αὐτοὶ τὴν ἀξίαν ὥρισαν, μέγιστον ἀποδείξαντες ὅρον ζημίας δύο βοῦς καὶ τριάκοντα πρόβατα. καὶ οὗτος νόμος ἄχρι πολλοῦ διέμεινεν ὑπὸ Ῥωμαίων φυλαττόμενος.

10.50.3ἔπειτα περὶ τῶν νόμων, οὓς ἐσπούδαζον οἱ δήμαρχοι κοινοὺς ἐπὶ πᾶσι Ῥωμαίοις γράφειν καὶ εἰς ἅπαντα χρόνον φυλαχθησομένους, διάγνωσιν ἀπέδωκαν τῇ βουλῇ. ἐλέχθησαν μὲν οὖν πολλοίτε καὶ ὑπὸ τῶν κρατίστων ἀνδρῶν εἰς ἀμφότερα καὶ τὸ συγχωρεῖν καὶ τὸ κωλύειν φέροντες λόγοι, ἐνίκα δ’ τὰ δημοτικώτερα πρὸ τῶν ὀλιγαρχικῶν εἰσάγουσα Τίτου Ῥωμιλίου γνώμη, παρὰ τὴν ἁπάντων δόξαν τῶντε πατρικίων καὶ τῶν δημοτικῶν γενομένη.

10.50.4οἱ μὲν γὰρ ὑπελάμβανον πάντα τὰ ἐναντία τοῖς δημοτικοῖς φρονήσειντε καὶ λέξειν τὸν ἄνδρα νεωστὶ τὴν ἐν τῷ δήμῳ δίκην ἑαλωκότα · δ’ἀναστὰς ἐπειδὴ προσῆκεν αὐτῷ γνώμην ἐρωτηθέντι κατὰ τὴν ἑαυτοῦ τάξιν ἀποκρίνασθαι ἦν δὲ ἐν τοῖς διὰ μέσου κατάτε ἀξίωσιν καὶ ἡλικίαν ἔλεξεν ·

10.51

10.51.1 μὲν ὑπὸ τοῦ δήμου πέπονθα, βουλή, καὶ ὅτι οὐδὲν ἀδικῶν, ἀλλὰ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα, φορτικὸς ἂν εἴην ἔγωγε ἐν εἰδόσιν ὑμῖν ἀκριβῶς λέγων · μνήμην δὲ αὐτῶν ποιοῦμαι τοῦ ἀναγκαίου ἕνεκεν, ἵν’εἰδῆτε, ὅτι οὐ κολακείᾳ τοῦ δημοτικοῦ ἐπιτρέψας ἐχθροῦ μοι ὄντος, ἀλλ’ἀπὸ τοῦ βελτίστου τὰ συμφέροντα ἐρῶ. θαυμάσῃ δὲ μηθείς, εἰ πρότερόντε πολλάκις καὶ ἡνίκα ὕπατος ἦν τῆς ἑτέρας προαιρέσεως γενόμενος νῦν ἐξαίφνης μεταβέβλημαι · μη δὲ ὑπολάβητε δυεῖν θάτερον τότε βεβουλεῦσθαί με κακῶς νῦν ἀνατίθεσθαι τὰ δόξαντα οὐκ ὀρθῶς.

10.51.2ἐγὼ γάρ, βουλή, ὅσον μὲν χρόνον τὰ ὑμέτερα ἰσχυρὰ ἡγούμην, ὥσπερ ἐχρῆν ἀριστοκρατίαν αὔξων περιεφρόνουν τὸ δημοτικόν, ἐπεὶ δὲ τοῖς ἐμαυτοῦ σωφρονισθεὶς κακοῖς μετὰ μεγάλων μισθῶν ἔμαθον, ὅτι ἔλαττον ὑμῶν ἐστι τοῦ βουλομένου τὸ δυνάμενον, καὶ πολλοὺς ἤδη τὸν ὑπὲρ ὑμῶν ἀγῶνα αἰρομένους περιείδετε ἀναρπασθέντας ὑπὸ τοῦ δήμου τοῖς ἀναγκαίοις εἴξαντες, οὐκέθ’ὅμοια ἔγνωκα.

10.51.3ἐβουλόμην δ’ἂν μάλιστα μήτ’ἐμαυτῷ συμβῆναι μήτε τῷ συνάρχοντί μου ταῦτα, ἐφ’οἷς ἅπαντες ἡμῖν συμπαθεῖτε. ἐπειδὴ δὲ τὰ μὲν καθ’ἡμᾶς τέλος ἔχει, τὰ δὲ λοιπὰ ἔξεστιν ἐπανορθώσασθαι καὶ τοῦ μὴ παθεῖν ταὐτὰ ἑτέρους προϊδέσθαι, καὶ κοινῇ καὶ καθ’ἕνα ἕκαστον ἰδίᾳ τὰ παρόντα εὖ τίθεσθαι παρακαλῶ. κράτιστα γὰρ οἰκεῖται πόλις πρὸς τὰ πράγματα μεθαρμοττομένη, καὶ συμβούλων ἄριστος μὴ πρὸς τὴν ἰδίαν ἔχθραν χάριν, ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἀποδεικνύμενος γνώμην · βουλεύονταίτ’ἄριστα περὶ τῶν μελλόντων οἱ παραδείγματα ποιούμενοι τὰ γεγονότα τῶν ἐσομένων.

10.51.4ὑμῖν δ’, βουλή, ὁσάκις ἐνέστη τις ἀμφισβήτησις καὶ φιλονεικία πρὸς τὸν δῆμον, ἀεί τι μειονεκτεῖν ἐξεγένετο τὸ μὲν ἀκούειν κακῶς, τὸ δ’εἰς ἀνδρῶν ἐπιφανῶν θανάτουςτε καὶ ὕβρεις καὶ ἐκβολὰς ζημιωθῆναι. καίτοι τί γένοιτ’ἂν ἀτύχημα πόλει μεῖζον τοὺς κρατίστους τῶν ἀνδρῶν περικόπτεσθαι καὶ ταῦτα οὐ σὺν δίκῃ; ὧν ὑμῖν φείδεσθαι παραινῶ καὶ μήτε τοὺς νῦν ἄρχοντας προβαλόντας εἰς κίνδυνον πρόδηλον, ἔπειτα ἐγκαταλιπόντας ἐν τοῖς δεινοῖς μετανοεῖν, μήτε τῶν ἄλλων τινά, οὗ τι καὶ μικρὸν ὄφελος τῷ κοινῷ.

10.51.5κεφάλαιον δ’ἐστὶν ὧν ὑμῖν παραινῶ, πρέσβεις ἑλέσθαι τοὺς μὲν εἰς τὰς Ἑλληνίδας πόλεις τὰς ἐν Ἰταλίᾳ, τοὺς δ’εἰς Ἀθήνας · οἵτινες αἰτησάμενοι παρὰ τῶν Ἑλλήνων τοὺς κρατίστους νόμους καὶ μάλιστα τοῖς ἡμετέροις ἁρμόττοντας βίοις οἴσουσι δεῦρο. ἀφικομένων δ’αὐτῶν τοὺς τότε ὑπάτους προθεῖναι τῇ βουλῇ σκοπεῖν, τίνας ἑλέσθαι δεήσει νομοθέτας καὶ ἥντινα ἕξοντας ἀρχὴν καὶ χρόνον ὅσον καὶ τἆλλα, ὅπως ἂν αὐτῇ φαίνηται συνοίσειν, στασιάζειν δὲ μηκέτι πρὸς τὸ δημοτικὸν μη δ’ἄλλας ἐπ’ἄλλαις ἀναιρεῖσθαι συμφορὰς ἄλλωςτε καὶ περὶ νόμων φιλονεικοῦντας, οἳ κἂν εἰ μηθὲν ἄλλο τήν γέ τοι δόξαν τῆς ἀξιώσεως ἔχουσιν εὐπρεπῆ.

10.52

10.52.1τοιαῦτα εἰπόντος τοῦ Ῥωμιλίου οἵτε ὕπατοι συνελαμβάνοντο τῆς γνώμης ἀμφότεροι πολλὰ καὶ ἐκ παρασκευῆς συγκείμενα διεξιόντες, καὶ τῶν ἄλλων βουλευτῶν συχνοί, καὶ ἐγένοντο πλείους οἱ ταύτῃ προστιθέμενοι τῇ γνώμῃ.

10.52.2μέλλοντος δὲ γράφεσθαι τοῦ προβουλεύματος ἀναστὰς δήμαρχος Σίκκιος τῷ Ῥωμιλίῳ προσθεὶς τὴν δίκην πολὺν ὑπὲρ τοῦ ἀνδρὸς διῆλθε λόγον ἐπαινῶν τὴν μεταβολὴν τῆς γνώμης καὶ τὸ μὴ τὰ ἴδια ἔχθη κρείττονα γίνεσθαι τῶν κοινῇ χρησίμων, ἀλλ’ἀπ’ὀρθῆς γνώμης τὰ συμφέροντα ἀποδείξασθαι ·

10.52.3ἀνθ’ὧν, ἔφη, ταύτην αὐτῷ ἀποδίδωμι τιμὴν καὶ χάριν · ἀφίημι τῶν ἐκτισμάτων ἐπὶ τῇ δίκῃ καὶ εἰς τὸ λοιπὸν διαλλάττομαι · νικᾷ γὰρ ἡμᾶς χρηστὸς ὤν. τὸ δ’αὐτὸ καὶ οἱ ἄλλοι δήμαρχοι παριόντες ὡμολόγουν. οὐ μὴν γε Ῥωμίλιος ὑπέμεινε ταύτην λαβεῖν τὴν χάριν, ἀλλ’ἐπαινέσας τοὺς δημάρχους τῆς προθυμίας ἀποδώσειν ἔφη τὴν καταδίκην. ἱερὰν γὰρ ἤδη τῶν θεῶν εἶναι, καὶ οὔτε δίκαια οὔτε ὅσια ποιεῖν ἀποστερῶν τοὺς θεούς, δίδωσιν αὐτοῖς νόμος ·

10.52.4καὶ ἐποίησεν οὕτως. γραφέντος δὲ τοῦ προβουλεύματος, καὶ μετὰ ταῦτ’ἐπικυρώσαντος τοῦ δήμου πρέσβεις ἀπεδείχθησαν οἱ τοὺς παρὰ τῶν Ἑλλήνων νόμους ληψόμενοι, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος · οἷς τριήρειςτε παρεσκευάσθησαν ἐκ τοῦ δημοσίου καὶ ἄλλος κόσμος εἰς ἐπίδειξιν τῆς ἡγεμονίας ἀποχρῶν. καὶ τὸ ἔτος ἐτελεύτα.

10.53

10.53.1ἐπὶ δὲ τῆς ὀγδοηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Λύκος Θεσσαλὸς ἀπὸ Λαρίσης, ἄρχοντος Ἀθήνησι Χαιρεφάνους, ἐτῶν τριακοσίων ἐκπεπληρωμένων ἀπὸ τοῦ Ῥώμης συνοικισμοῦ, Ποπλίου Ὁρατίου καὶ Σέξτου Κοιντιλίου διαδεδεγμένων τὴν ὕπατον ἀρχήν, λοιμικὴ νόσος εἰς τὴν Ῥώμην κατέσκηψε μεγίστη τῶν ἐκ τοῦ προτέρου χρόνου μνημονευομένων · ὑφ’ἧς οἱ μὲν θεράποντες ὀλίγου ἐδέησαν πάντες ἀπολέσθαι, τῶν δ’ἄλλων πολιτῶν ἀμφὶ τοὺς ἡμίσεις μάλιστα διεφθάρησαν, οὔτε τῶν ἰατρῶν ἀρκούντων ἔτι βοηθεῖν τοῖς καμάτοις, οὔτε οἰκείων φίλων τἀναγκαῖα ὑπηρετούντων.

10.53.2οἱ γὰρ ἐπικουρεῖν ταῖς ἑτέρων βουλόμενοι συμφοραῖς ἁπτόμενοίτε καματηρῶν σωμάτων καὶ συνδιαιτώμενοι τὰς αὐτὰς ἐκείνοις νόσους μετελάμβανον, ὥστε πολλὰς οἰκίας ἐξερημωθῆναι δι’ἀπορίαν τῶν ἐπιμελησομένων. ἦντε οὐκ ἐλάχιστον τῶν κακῶν τῇ πόλει καὶ τοῦ μὴ ταχέως λωφῆσαι τὴν νόσον αἴτιον τὸ περὶ τὰς ἐκβολὰς τῶν νεκρῶν γινόμενον.

10.53.3κατ’ἀρχὰς μὲν γὰρ ὑπότε αἰσχύνης καὶ εὐπορίας τῶν πρὸς τὰς ταφὰς ἐπιτηδείων ἔκαιόντε καὶ γῇ παρεδίδοσαν τοὺς νεκρούς, τελευτῶντες δὲ οἱ μὲν ἀπ’ὀλιγωρίας τοῦ καλοῦ, οἱ δὲ τἀπιτήδεια οὐκ ἔχοντες πολλοὺς μὲν ἐν τοῖς ὑπονόμοις τῶν στενωπῶν φέροντες ἐρρίπτουν τῶν ἀπογενομένων, πολλῷ δ’ἔτι πλείους εἰς τὸν ποταμὸν ἐνέβαλλον · ἀφ’ὧν τὰ μέγιστα ἐκακοῦντο πρὸς τὰς ἀκτὰς καὶ τὰς ἠϊόνας.

10.53.4ἐκκυμαινομένων γὰρ τῶν σωμάτων βαρεῖα καὶ δυσώδης προσπίπτουσα καὶ τοῖς ἔτι ἐρρωμένοις τοῦ πνεύματος ἀποφορὰ ταχείας ἔφερε τοῖς σώμασι τὰς τροπάς, πίνεσθαίτε οὐκέτι χρηστὸν ἦν τὸ ἐκ τοῦ ποταμοῦ κομισθὲν ὕδωρ, τὰ μὲν ἀτοπίᾳ τῆς ὀσμῆς, τὰ δὲ τῷ πονηρὰς τὰς ἀναδόσεις ποιεῖν τῆς τροφῆς.

10.53.5καὶ οὐ μόνον ἐν τῇ πόλει τὰ δεινὰ ἦν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀγρῶν · καὶ οὐχ ἥκιστα γεωργὸς ἐπόνησεν ὄχλος ἀναπιμπλάμενος, καὶ προβάτων καὶ τῶν ἄλλων τετραπόδων ἅμα διαιτωμένων, τῆς νόσου. ὅσον μὲν οὖν χρόνον τοῖς πολλοῖς ἐλπίδος τι ὑπῆν ὡς τοῦ θεοῦ σφίσιν ἐπικουρήσοντος, ἅπαντες ἐπίτε θυσίας καὶ καθαρμοὺς ἐτράποντο · καὶ πολλὰ ἐνεωτερίσθη Ῥωμαίοις οὐκ ὄντα ἐν ἔθει περὶ τὰς τιμὰς τῶν θεῶν ἐπιτηδεύματα οὐκ εὐπρεπῆ.

10.53.6ἐπεὶ δὲ ἐπέγνωσαν οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ἐκ τοῦ δαιμονίου γινομένην οὐ δ’ἔλεον, καὶ τῆς περὶ τὰ θεῖα λειτουργίας ἀπέστησαν. ἐν ταύτῃ τῇ συμφορᾷ τῶντε ὑπάτων ἅτερος ἀποθνήσκει, Σέξτος Κοιντίλιος, καὶ μετὰ τοῦτον ἀποδειχθεὶς ὕπατος Σπόριος Φούριος, καὶ τῶν δημάρχων τέτταρες, τῶντε βουλευτῶν πολλοὶ καὶ ἀγαθοί.

10.53.7ἐπεβάλοντο μὲν οὖν ἐν τῇ νόσῳ τῆς πόλεως οὔσης στρατὸν ἐξάγειν ἐπ’αὐτοὺς Αἰκανοὶ καὶ διεπρεσβεύοντο πρὸς τἆλλα ἔθνη, ὅσα Ῥωμαίοις πολέμια ἦν, παρακαλοῦντες ἐπὶ τὸν πόλεμον. οὐ μὴν ἔφθασάν γε προαγαγεῖν τὴν δύναμιν ἐκ τῶν πόλεων. ἔτι γὰρ αὐτῶν παρασκευαζομένων αὐτὴ νόσος κατέσκηψεν εἰς τὰς πόλεις.

10.53.8διῆλθε δ’οὐ μόνον τὴν Αἰκανῶν, ἀλλὰ καὶ τὴν Οὐολούσκων καὶ τὴν Σαβίνων γῆν, καὶ σφόδρα ἐκάκωσε τοὺς ἀνθρώπους. ἐκ δὲ τούτου συνέβη καὶ τὴν χώραν ἀγεώργητον ἀφεθεῖσαν λιμὸν ἐπὶ τῷ λοιμῷ συνάψαι. ἐπὶ μὲν δὴ τούτων τῶν ὑπάτων οὐδὲν ἐπράχθη Ῥωμαίοις διὰ τὰς νόσους οὔτε πολεμικὸν οὔτε πολιτικὸν εἰς ἱστορίας ἀφήγησιν ἐλθεῖν ἄξιον.

10.54

10.54.1εἰς δὲ τοὐπιὸν ἔτος ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Μενήνιος καὶ Πόπλιος Σήστιος · δὲ νόσος εἰς τέλος ἐλώφησε. καὶ μετὰ τοῦτο θυσίαιτε χαριστήριοι θεοῖς ἐπετελοῦντο δημοσίᾳ, καὶ ἀγῶνες ἐπιφανεῖς λαμπραῖς πάνυ χορηγούμενοι δαπάναις, ἐν εὐπαθείαιςτε καὶ θαλίαις πόλις ἦν ὥσπερ εἰκός · καὶ πᾶς χειμέριος χρόνος ἀμφὶ ταῦτα ἐδαπανήθη.

10.54.2ἀρχομένου δ’ἔαρος σῖτόςτε πολὺς καὶ ἐκ πολλῶν ἤχθη χωρίων, μὲν πλείων δημοσίᾳ συνωνηθείς, δέ τις καὶ ὑπ’ἰδιωτῶν ἐμπόρων κομιζόμενος. ἔκαμνε γὰρ οὐχ ἥκιστα ἐν τῇ σπάνει τῆς τροφῆς λαὸς χέρσου τῆς γῆς ἀφειμένης διὰ τὰς νόσους καὶ τὸν ὄλεθρον τῶν γεωργῶν.

10.54.3ἐν δὲ τῷ αὐτῷ καιρῷ παρεγένοντο ἀπότ’Ἀθηνῶν καὶ τῶν ἐν Ἰταλοῖς Ἑλληνίδων πόλεων οἱ πρέσβεις φέροντες τοὺς νόμους. καὶ μετὰ τοῦτο προσῄεσαν οἱ δήμαρχοι τοῖς ὑπάτοις ἀξιοῦντες ἀποδεῖξαι κατὰ τὸ ψήφισμα τῆς βουλῆς τοὺς νομοθέτας. οἱ δ’οὐκ ἔχοντες, ὅτῳ ἂν αὐτοὺς ἀπαλλάξειαν τρόπῳ προσκαθημένους καὶ λιπαροῦντας, ἀχθόμενοι τῷ πράγματι καὶ οὐκ ἀξιοῦντες ἐπὶ τῆς αὑτῶν ἀρχῆς καταλῦσαι τὴν ἀριστοκρατίαν πρόφασιν εὐπρεπῆ προὐβάλοντο λέγοντες ἐν χερσὶν εἶναι τὸν τῶν ἀρχαιρεσίων καιρόν, καὶ δέον αὐτοὺς τοὺς ὑπάτους πρῶτον ἀποδεῖξαι, ποιῆσαι δὲ τοῦτ’οὐκ εἰς μακράν, ἀποδειχθέντων δὲ τῶν ὑπάτων μετ’ἐκείνων ἔλεγον ἀνοίσειν τῷ συνεδρίῳ τὴν περὶ τῶν νομοθετῶν διάγνωσιν.

10.54.4συγχωρούντων δὲ τῶν δημάρχων προθέντες ἀρχαιρέσια πολλῷ τάχιον τοῖς προτέροις ἔθος ἦν ὑπάτους ἀπέδειξαν Ἄππιον Κλαύδιον καὶ Τίτον Γενύκιον, καὶ μετὰ τοῦτο πᾶσαν ἀποθέμενοι τὴν περὶ τῶν κοινῶν φροντίδα, ὡς ἑτέρους ἤδη δέον ὑπὲρ αὐτῶν σκοπεῖν, οὐδὲν ἔτι τοῖς δημάρχοις προσεῖχον, ἀλλὰ διακλέψαι τὸν λοιπὸν χρόνον τῆς ὑπατείας διενοοῦντο.

10.54.5ἔτυχε δὲ τὸν ἕτερον αὐτῶν Μενήνιον ἀρρωστία τις καταλαβοῦσα χρόνιος. ἤδη δέ τινες ἔφασαν ὑπὸ λύπης καὶ ἀθυμίας ἐμπεσούσης τῷ ἀνδρὶ τηκεδόνα δυσαπάλλακτον ἐργάσασθαι νόσον. ταύτην δὲ προσλαβὼν τὴν πρόφασιν Σήστιος ὡς οὐδὲν οἷόςτ’ἦν πράττειν μόνος ἀπεωθεῖτο τὰς τῶν δημάρχων δεήσεις καὶ πρὸς τοὺς νέους ἄρχοντας ἠξίου τρέπεσθαι.

10.54.6οἱ δ’οὐκ ἔχοντες, τι πράττωσιν, ἕτερον ἐπὶ τοὺς περὶ τὸν Ἄππιον οὔπω τὴν ἐξουσίαν παρειληφότας ἠναγκάζοντο καταφεύγειν, τὰ μὲν ἐν ταῖς ἐκκλησίαις δεόμενοι, τὰ δὲ καταμόνας συντυγχάνοντες · καὶ τέλος ἐξειργάσαντο τοὺς ἄνδρας μεγάλας ὑποτείνοντες ἐλπίδας αὐτοῖς, εἰ τὰ τοῦ δήμου πράγματα ἕλοιντο, τιμῆς καὶ δυναστείας.

10.54.7εἰσῆλθε γάρ τις τὸν Ἄππιον ἐπιθυμία ξένην ἀρχὴν περιβαλέσθαι καὶ νόμους καταστήσασθαι τῇ πατρίδι ὁμονοίαςτε καὶ εἰρήνης καὶ τοῦ μίαν ἅπαντας ἡγεῖσθαι τὴν πόλιν ἄρξαι τοῖς συμπολιτευομένοις. οὐ μέντοι καὶ διέμεινέ γε χρηστὸς ἀρχῇ κοσμηθεὶς μεγάλῃ, ἀλλ’ἐξέπεσε τελευτῶν εἰς φιλαρχίαν ἀπαραχώρητον ὑπὸ μεγέθους ἐξουσίας διαφθαρεὶς καὶ ὀλίγου ἐδέησεν ἐπὶ τυραννίδα ἐλάσαι. περὶ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.

10.55

10.55.1τότε δ’οὖν ἀπὸ τοῦ κρατίστου ταῦτα βουλευσάμενος καὶ τὸν συνάρχοντα πείσας, ἐπειδὴ πολλάκις αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν ἐκάλεσαν οἱ δήμαρχοι, παρελθὼν πολλοὺς καὶ φιλανθρώπους διεξῆλθε λόγους · κεφάλαια δ’αὐτοῦ τῆς δημηγορίας τοιάδε ἦν, ὅτι τὸ μὲν ἀποδειχθῆναι τοὺς νόμους καὶ παύσασθαι στασιάζοντας τοὺς πολίτας ὑπὲρ τῶν ἴσων αὐτῷτε καὶ τῷ συνάρχοντι παντὸς μάλιστα δοκεῖ, καὶ ἀποφαίνονται γνώμην φανεράν · τοῦ δ’ἀποδεῖξαι τοὺς νομοθέτας αὐτοὶ μὲν οὐδεμίαν ἔχουσιν ἐξουσίαν οὔπω παρειληφότες τὴν ἀρχήν, τοῖς δὲ περὶ Μενήνιον ὑπάτοις οὐχ ὅπως ἐναντιώσονται πράσσουσι τὰ δόξαντα τῇ βουλῇ, ἀλλὰ καὶ συνεργήσουσι καὶ πολλὴν εἴσονται χάριν.

10.55.2ἐὰν δ’ἀναδύωνται σκῆψιν προβαλλόμενοι τὴν νέαν ἀρχήν, ὡς οὐκ ἐξὸν αὐτοῖς ἑτέρους ἄρχοντας ὑπατικὴν ἐξουσίαν παραληψομένους ἀποδεικνύειν ἡμῶν ἤδη κεκυρωμένων ὑπάτων, οὐδὲν ἐμποδὼν αὐτοῖς τὸ καθ’ἑαυτοὺς ἔσεσθαι. ἑκόντες γὰρ ἀποστήσεσθαι τῆς ὑπατείας τοῖς ἀνθ’αὑτῶν αἱρεθησομένοις, ἐὰν καὶ τῇ βουλῇ ταῦτα δοκῇ.

10.55.3ἐπαινοῦντος δὲ τοῦ δήμου καὶ τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ πάντων κατὰ πλῆθος ἐπὶ τὸ συνέδριον ὠσαμένων, ἀναγκασθεὶς Σήστιος τὴν βουλὴν συναγαγεῖν μόνος, ἐπειδὴ Μενήνιος ἀδύνατος ἦν παρεῖναι διὰ τὴν νόσον, προὔθηκεν ὑπὲρ τῶν νόμων λέγειν. ἐλέχθησαν μὲν οὖν καὶ τότε πολλοὶ ὑπ’ἀμφοτέρων λόγοι τῶντε παραινούντων κατὰ νόμους πολιτεύεσθαι, καὶ τῶν ἀξιούντων τοὺς πατρίους φυλάττειν ἐθισμούς.

10.55.4ἐνίκα δὲ τῶν εἰς νέωτα μελλόντων ὑπατεύειν γνώμη, ἣν Ἄππιος Κλαύδιος πρῶτος ἐρωτηθεὶς ἀπεφήνατο, ἄνδρας αἱρεθῆναι δέκα τοὺς ἐπιφανεστάτους ἐκ τῆς βουλῆς. τούτους δ’ἄρχειν εἰς ἐνιαυτὸν ἀφ’ἧς ἂν ἀποδειχθῶσιν ἡμέρας, ἐξουσίαν ἔχοντας ὑπὲρ ἁπάντων τῶν κατὰ τὴν πόλιν ἣν εἶχον οἵτε ὕπατοι καὶ ἔτι πρότερον οἱ βασιλεῖς, τάςτ’ἄλλας ἀρχὰς πάσας καταλελύσθαι, τέως ἂν οἱ δέκα τύχωσι τῆς ἀρχῆς.

10.55.5τούτους δὲ τοὺς ἄνδρας ἔκτε τῶν πατρίων ἐθῶν καὶ ἐκ τῶν Ἑλληνικῶν νόμων, οὓς ἐκόμισαν οἱ πρέσβεις, ἐκλεξαμένους τὰ κράτιστα καὶ τῇ Ῥωμαίων πόλει πρόσφορα νομοθετήσεσθαι. τὰ δὲ γραφέντα ὑπὸ τῶν δέκα ἀνδρῶν, ἐὰν τε βουλὴ δοκιμάσῃ καὶ δῆμος ἐπιψηφίσῃ, κύρια εἰς τὸν ἅπαντα εἶναι χρόνον, καὶ τὰς ἀρχάς, ὅσαι ἂν ὕστερον ἀποδειχθῶσι, κατὰ τούτους τοὺς νόμους τάτε ἰδιωτικὰ συμβόλαια διαιρεῖν καὶ τὰ δημόσια ἐπιτροπεύειν.

10.56

10.56.1τοῦτο τὸ δόγμα λαβόντες οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ἀναγνόντες ἐν τῷ δήμῳ πολλοὺς ἐπαίνους τῆς βουλῆς καὶ τοῦ προθέντος τὴν γνώμην Ἀππίου διεξῆλθον. ἐπεὶ δὲ κατέλαβεν τῶν ἀρχαιρεσίων καιρός, ἐκκλησίαν συναγαγόντες οἱ δήμαρχοι τούςτ’ἀποδειχθέντας ὑπάτους ἥκειν ἠξίουν ἐμπεδώσοντας τῷ δήμῳ τὰς ὑποσχέσεις, κἀκεῖνοι παρελθόντες ἐξωμόσαντο τὰς ὑπατείας.

10.56.2τούτους δῆμος ἐπαινῶντε καὶ θαυμάζων διετέλει, καὶ ἐπειδὴ τοὺς νομοθέτας ψηφοφορεῖν ἔδει πρώτους εἵλετο τῶν ἄλλων · καὶ ἀπεδείχθησαν ἐν ἀρχαιρεσίαις ὑπὸ τῆς λοχίτιδος ἐκκλησίας Ἄππιος μὲν Κλαύδιος καὶ Τίτος Γενύκιος, οὓς ἔδει εἰς τοὐπιὸν ἄρχειν ἔτος, Πόπλιος δὲ Σήστιος τὸν ἐνιαυτὸν ἐκεῖνον ὑπατεύων, τρεῖς δὲ οἱ κομίσαντες παρὰ τῶν Ἑλλήνων τοὺς νόμους, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος, εἷς δὲ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν Τίτος Ῥωμίλιος, τὴν ἐν τῷ δήμῳ δίκην Σικκίου κατηγορήσαντος ἁλούς, ἐπειδὴ γνώμης ἐδόκει ἄρξαι δημοτικῆς · ἐκ δὲ τῶν ἄλλων βουλευτῶν Γάιος Ἰούλιος καὶ Τίτος Οὐετούριος καὶ Πόπλιος Ὁράτιος, ἅπαντες ὑπατικοί · αἱ δὲ τῶν δημάρχωντε καὶ ἀγορανόμων καὶ ταμιῶν καὶ εἴ τινες ἦσαν ἄλλαι πάτριοι Ῥωμαίοις ἀρχαὶ κατελύθησαν.

10.57

10.57.1τῷ δ’ἑξῆς ἔτει παραλαβόντες οἱ νομοθέται τὰ πράγματα πολιτείας κόσμον τοιόνδε τινὰ καθίστανται · εἷς μὲν αὐτῶν τάςτε ῥάβδους καὶ τὰ λοιπὰ παράσημα τῆς ὑπατικῆς εἶχεν ἐξουσίας, ὃς βουλήντε συνεκάλει καὶ δόγματα ἐπεκύρου καὶ τἆλλα ἔπραττεν, ὅσα ἡγεμόνι προσῆκεν · οἱ δ’ἄλλοι συστέλλοντες ἐπὶ τὸ δημοτικώτερον τὸ τῆς ἐξουσίας ἐπίφθονον ὀλίγῳ τινὶ διήλλαττον ὀφθῆναι τῶν πολλῶν · εἶτ’αὖθις ἕτερος αὐτῶν ἐπὶ τὴν ἐξουσίαν καθίστατο, καὶ τοῦτ’ἐκ περιτροπῆς ἐγίνετο παραλλὰξ ἐπ’ἐνιαυτὸν ἑκάστου τὴν ἡγεμονίαν παραλαμβάνοντος εἰς συγκείμενόν τινα ἡμερῶν ἀριθμόν.

10.57.2ἅπαντες δ’ἐξ ἑωθινοῦ καθεζόμενοι διῄτων τὰ ἰδιωτικὰ συμβόλαια καὶ τὰ δημόσια, ὁπόσα πρόςτε ὑπηκόους καὶ συμμάχους καὶ τοὺς ἐνδοιαστῶς ἀκροωμένους τῆς πόλεως ἐγκλήματα τυγχάνοι γινόμενα, μετὰ πάσης ἀνασκοποῦντες ἕκαστα ἐπιεικείαςτε καὶ δικαιοσύνης.

10.57.3ἐδόκει δὲ ἄριστα τὸν ἐνιαυτὸν ἐκεῖνον Ῥωμαίων πόλις ὑπὸ τῆς δεκαδαρχίας ἐπιτροπευθῆναι. μάλιστα δ’αὐτῶν ἐπῃνεῖτο τοῦ δημοτικοῦ πρόνοια καὶ πρὸς ἅπαν τὸ βίαιον ὑπὲρ τῶν ἀσθενεστέρων ἀντίταξις · ἐλέχθητε ὑπὸ πολλῶν, ὡς οὐδὲν ἔτι δεήσοι δήμου προστατῶν οὐ δὲ τῶν ἄλλων ἀρχείων τῇ πόλει μιᾶς διοικούσης ἅπαντα ἡγεμονίας σώφρονος, ἧς ἀρχηγὸς Ἄππιος εἶναι ἐδόκει.

10.57.4καὶ τὸν ὑπὲρ ὅλης τῆς δεκαδαρχίας ἔπαινον ἐκεῖνος ἐφέρετο παρὰ τοῦ δήμου. οὐ γὰρ μόνον μετὰ τῶν ἄλλων ἔπραττεν ἀπὸ τοῦ κρατίστου χρηστότητος ἔφερεν αὐτῷ δόκησιν, ἀλλὰ πολὺ μᾶλλον κατ’ἰδίαν ἐπιτηδεύων διετέλει, κατάτ’ἀσπασμοὺς καὶ προσαγορεύσεις φιλανθρώπους καὶ τὰς ἄλλας τῶν πενήτων φιλοφρονήσεις.

10.57.5οὗτοι οἱ δέκα ἄνδρες συγγράψαντες νόμους ἔκτε τῶν Ἑλληνικῶν νόμων καὶ τῶν παρὰ σφίσιν αὐτοῖς ἀγράφων ἐθισμῶν προὔθηκαν ἐν δέκα δέλτοις τῷ βουλομένῳ σκοπεῖν, δεχόμενοι πᾶσαν ἐπανόρθωσιν ἰδιωτῶν καὶ πρὸς τὴν κοινὴν εὐαρέστησιν ἀπευθύνοντες τὰ γραφέντα. καὶ μέχρι πολλοῦ διετέλεσαν ἐν κοινῷ μετὰ τῶν ἀρίστων ἀνδρῶν συνεδρεύοντες καὶ τὴν ἀκριβεστάτην ποιούμενοι τῆς νομοθεσίας ἐξέτασιν.

10.57.6ἐπειδὴ δ’ἀποχρώντως ἐφαίνετο αὐτοῖς τὰ γραφέντα ἔχειν, πρῶτον μὲν τὴν βουλὴν συναγαγόντες οὐθενὸς ἔτι μεμφομένου τοῖς νόμοις προβούλευμα περὶ αὐτῶν ἐκύρωσαν. ἔπειτα τὸν δῆμον καλέσαντες εἰς τὴν λοχῖτιν ἐκκλησίαν ἱερομνημόνωντε καὶ οἰωνιστῶν καὶ τῶν ἄλλων ἱερέων παρόντων καὶ τὰ θεῖα ὡς νόμος ἐξηγησαμένων ἀνέδωκαν τοῖς λόχοις τὰς ψήφους.

10.57.7ἐπικυρώσαντος δὲ καὶ τοῦ δήμου τοὺς νόμους, στήλαις χαλκαῖς ἐγχαράξαντες αὐτοὺς ἐφεξῆς ἔθεσαν ἐν ἀγορᾷ τὸν ἐπιφανέστατον ἐκλεξάμενοι τόπον. καὶ ἐπειδὴ βραχὺς τῆς ἀρχῆς αὐτοῖς χρόνος λειπόμενος ἦν, συναγαγόντες τοὺς βουλευτὰς προὔθεσαν ὑπὲρ ἀρχαιρεσίων οἷα χρὴ γενέσθαι σκοπεῖν.

10.58

10.58.1πολλῶν δὲ λεχθέντων ἐνίκησεν γνώμη τῶν παραινούντων δεκαδαρχίαν αὖθις ἀποδεῖξαι τῶν κοινῶν κυρίαν. ἀτελήςτε γὰρ νομοθεσία ἐφαίνετο, ὡς ἂν ἐξ ὀλίγου συντεθεῖσα χρόνου, καὶ ἐπὶ τοῖς ἤδη κεκυρωμένοις, ἵνα ἑκόντεςτε καὶ ἄκοντες ἐν αὐτοῖς μένοιεν, ἐδόκει δέ τινος ἀρχῆς αὐτοκράτορος δεῖν. τὸ δὲ μάλιστα πεῖσαν αὐτοὺς προελέσθαι τὴν δεκαδαρχίαν ἦν τῶν δημάρχων κατάλυσις, παντὸς μάλιστα ἐβούλοντο.

10.58.2ταῦτα μὲν ἐν κοινῷ σκοπουμένοις αὐτοῖς ἐδόκει, ἰδίᾳ δὲ οἱ πρωτεύοντες τοῦ συνεδρίου γνώμην ἐποιοῦντο μεταπορεύεσθαι τὴν ἀρχὴν δεδιότες, μὴ ταραχώδεις τινὲς ἄνθρωποι τηλικαύτης ἐξουσίας λαβόμενοι κακόν τι μέγα ἐργάσωνται. ἀγαπητῶς δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ δεξαμένου καὶ μετὰ πλείστης προθυμίας ἐπιψηφίσαντος αὐτοὶ μὲν οἱ δέκα ἄνδρες προεῖπον τὸν τῶν ἀρχαιρεσίων καιρόν, μετῄεσαν δὲ τὴν ἀρχὴν οἱ ἐντιμότατοίτε καὶ πρεσβύτατοι τῶν πατρικίων.

10.58.3ἔνθα δὴ πολὺς ὑπὸ πάντων ἐπαινούμενος ἦν τῆς τότε δεκαδαρχίας ἡγεμὼν Ἄππιος, καὶ πᾶς δημοτικὸς ὄχλος ἐκεῖνον ἐπὶ τῆς ἀρχῆς ἠξίου κατέχειν ὡς οὐκ ἄλλου τινὸς ἄμεινον ἡγησομένου. δ’ἀναίνεσθαι μὲν προσεποιεῖτο κατ’ἀρχὰς καὶ ἀπολύειν αὐτὸν ἠξίου λειτουργίας καὶ ὀχληρᾶς καὶ ἐπιφθόνου. τελευτῶν δ’ὡς ἐλιπάρουν αὐτὸν ἅπαντες αὐτόςτε ὑπέμενε μετιέναι τὴν ἀρχήν, καὶ τῶν συμπαραγγελλόντων τοὺς ἀρίστους αἰτιασάμενος οὐχ ἡδέως πρὸς ἑαυτὸν ἔχειν διὰ τὸν φθόνον τοῖς ἑαυτοῦ φίλοις συνηγωνίζετο φανερῶς.

10.58.4ἀποδείκνυταίτε πάλιν ἐν ἀρχαιρεσίαις λοχίτισι νομοθέτης τὸ δεύτερον · σὺν δ’αὐτῷ Κόιντος μὲν Φάβιος καλούμενος Οὐιβολανὸς τρὶς ὑπατεύσας, ἀνὴρ ἀνεπίληπτος εἰς τόδε χρόνου γενόμενος περὶ πᾶσαν ἀρετήν · ἐκ δὲ τῶν ἄλλων πατρικίων, οὓς ἐκεῖνος ἠσπάζετο, Μάρκος Κορνήλιος καὶ Μάρκος Σέργιος καὶ Λεύκιος Μηνύκιος καὶ Τίτος Ἀντώνιος καὶ Μάνιος Ῥαβολήιος, ἄνδρες οὐ πάνυ ἐπιφανεῖς · ἐκ δὲ τῶν δημοτικῶν Κόιντος Ποιτέλλιος καὶ Καίσων Δουέλλιος καὶ Σπόριος Ὄππιος · προσελήφθησαν γὰρ καὶ οὗτοι πρὸς τοῦ Ἀππίου κολακείας ἕνεκα τῶν δημοτικῶν, διδάσκοντος ὅτι δίκαιόν ἐστι μιᾶς ἀρχῆς κατὰ πάντων ἀποδεικνυμένης εἶναί τι καὶ τοῦ δήμου μέρος ἐν αὐτῇ.

10.58.5εὐδοκιμῶν δ’ἐφ’ἅπασι τούτοις καὶ δοκῶν κράτιστος εἶναι βασιλέωντε καὶ τῶν κατ’ἐνιαυτὸν ἡγησαμένων τῆς πόλεως παραλαμβάνει πάλιν τὴν ἀρχὴν εἰς τὸν ἐπιόντα ἐνιαυτόν. ταῦτα κατ’ἐκείνην ἐπράχθη τὴν δεκαδαρχίαν ὑπὸ Ῥωμαίων, ἄλλο δ’οὐθὲν τι καὶ λόγου ἄξιον.

10.59

10.59.1ἐν δὲ τῷ κατόπιν ἔτει παραλαβόντες τὴν ὑπατικὴν ἐξουσίαν οἱ σὺν Ἀππίῳ Κλαυδίῳ δέκα ἄνδρες εἰδοῖς μαΐαις, ἦγον δὲ τοὺς μῆνας κατὰ σελήνην, καὶ συνέπιπτεν εἰς τὰς εἰδοὺς πανσέληνος ·

10.59.2πρῶτα μὲν ὅρκια τεμόντες ἀπόρρητα τῷ πλήθει συνθήκας σφίσιν αὐτοῖς ἔθεντο περὶ μηδενὸς ἀλλήλοις ἐναντιοῦσθαι, τι δ’ἂν εἷς ἐξ αὐτῶν δικαιώσῃ, τοῦθ’ἅπαντες ἡγεῖσθαι κύριον τήντ’ἀρχὴν καθέξειν διὰ βίου καὶ μηδένα παρήσειν ἕτερον ἐπὶ τὰ πράγματα ἰσότιμοίτε πάντες ἔσεσθαι καὶ τὴν αὐτὴν ἕξειν δυναστείαν, βουλῆς μὲν δήμου ψηφίσμασι σπανίως καὶ εἰς αὐτὰ τἀναγκαῖα χρώμενοι, τὰ δὲ πλεῖστα ἐπὶ τῆς ἑαυτῶν ἐξουσίας ποιοῦντες.

10.59.3ἐνστάσης δὲ τῆς ἡμέρας, ἐν παραλαβεῖν αὐτοὺς ἔδει τὴν ἀρχήν, τοῖς θεοῖς προθύσαντες νόμος ἱερὰν δὲ ταύτην ἄγουσι Ῥωμαῖοι τὴν ἡμέραν καὶ παντὸς μάλιστα ὀττεύονται μήτ’ἀκοῦσαι μηδὲν ἀηδὲς ἐν αὐτῇ μήτ’ἰδεῖν ἕωθεν εὐθὺς ἐξῄεσαν οἱ δέκα τὰ παράσημα τῆς βασιλικῆς ἐξουσίας ἅπαντες ἐπαγόμενοι.

10.59.4 δὲ δῆμος ὡς ἔμαθεν αὐτοὺς οὐκέτι φυλάττοντας τὸ δημοτικὸν ἐκεῖνο καὶ μέτριον σχῆμα τῆς ἡγεμονίας οὐ δὲ διαμειβομένους τὰ παράσημα τῆς βασιλικῆς ἀρχῆς ὡς πρότερον, εἰς πολλὴν ἦλθε δυσθυμίαν καὶ κατήφειαν.

10.59.5ἐφόβουνθ’οἱ προσηρτημένοι ταῖς δέσμαις τῶν ῥάβδων πελέκεις, οὓς ἔφερον οἱ προηγούμενοι τῶν ἀνδρῶν ἑκάστου δώδεκα ὄντες ἀναστέλλοντες ἐκ τῶν στενωπῶν πληγῖς τὸν ὄχλον, καὶ ἐπὶ τῶν βασιλέων ἐγένετο πρότερον. κατελύθη γὰρ εὐθὺς τὸ ἔθος τοῦτο μετὰ τὴν ἐκβολὴν τῶν μονάρχων ὑπ’ἀνδρὸς δημοτικοῦ Ποπλίου Οὐαλερίου τὴν ἐκείνων ἐξουσίαν μεταλαβόντος, πάντες οἱ μετ’ἐκεῖνον ὕπατοι καλοῦ πράγματος δόξαντι ἄρξαι τὰ ὅμοια πράττοντες οὐκέτι ταῖς δέσμαις τῶν ῥάβδων προσήρτων τοὺς πελέκεις, ὅτι μὴ κατὰ τὰς στρατείας καὶ τὰς ἄλλας ἐξόδους τὰς ἐκ τῆς πόλεως.

10.59.6πόλεμον δ’ἐξάγοντες ὑπερόριον τῶν ὑπηκόων πράγματα ἐπισκεψόμενοι, τότε καὶ τοὺς πελέκεις ταῖς ῥάβδοις προσελάμβανον, ἵνα τὸ τῆς ὄψεως φοβερόν, ὡς κατ’ἐχθρῶν δούλων γινόμενον, ἥκιστα φαίνηται τοῖς πολίταις ἐπαχθές.

10.60

10.60.1τοῦτο δὴ θεασαμένοις ἅπασιν, τῆς βασιλικῆς ἐξουσίας σημεῖον ἐνομίζετο εἶναι, πολὺ παρειστήκει δέος, ὥσπερ ἔφην, ἀπολωλεκέναι νομίζουσι τὴν ἐλευθερίαν καὶ δέκα βασιλεῖς ἑλομένοις ἀνθ’ἑνός. τοῦτον δὲ τὸν τρόπον καταπληξάμενοι τοὺς ὄχλους οἱ δέκα ἄνδρες καὶ γνόντες, ὅτι δεῖ φόβῳ τὸ λοιπὸν αὐτῶν ἄρχειν, ἑταιρίαν ἕκαστοι συνῆγον ἐπιλεγόμενοι τοὺς θρασυτάτους τῶν νέων καὶ σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους.

10.60.2τὸ μὲν οὖν ἐκ τῶν ἀπόρων καὶ τῶν ταπεινῶν ταῖς τύχαις τοὺς πλείους φανῆναι τυραννικῆς κόλακας ἐξουσίας, τοῦ κοινοῦ συμφέροντος ἀλλαξαμένους τὰς αὑτῶν ὠφελείας, οὔτε παράδοξον οὔτ’ἀνέλπιστον ἦν · τὸ δὲ καὶ ἐκ τῶν πατρικίων εὑρεθῆναι συχνοὺς ἔχοντάς τι καὶ ἐπὶ πλούτῳ καὶ ἐπ’εὐγενείᾳ μέγα φρονεῖν τοὺς ὑπομένοντας συγκαταλύειν τοῖς δεκαδάρχοις τὴν τῆς πατρίδος ἐλευθερίαν, τοῦτο θαυμαστὸν ἅπασιν εἶναι ἐδόκει · οἱ δὲ πάσαις κολακεύοντες ἡδοναῖς, ὁπόσαι πεφύκασιν ἀνθρώπων κρατεῖν, κατὰ πολλὴν ἄδειαν ἦρχον τῆς πόλεως, βουλὴν μὲν δῆμον ἐν οὐδεμιᾷ μερίδι τιθέμενοι, πάντων δὲ αὐτοὶ νομοθέταιτε καὶ δικασταὶ γινόμενοι, καὶ πολλοὺς μὲν ἀποκτιννύντες τῶν πολιτῶν, πολλοὺς δ’ἀφαιρούμενοι τὰς οὐσίας ἀδίκως.

10.60.3ἵνα δ’αὐτοῖς εὐπρεπῶς τὰ γινόμενα ἔχῃ παράνομα καὶ δεινὰ ὄντα ὡς δὴ σὺν τῷ δικαίῳ πραττόμενα, δικαστήρια ἐφ’ἑκάστῳ χρήματι ἀπεδίδοσαν · ἦσαν δὲ οἵτε κατήγοροι ὑπ’αὐτῶν ἐκείνων ἐκ τῶν συγκατασκευαζόντων τὴν τυραννίδα ὑποπεμπόμενοι, καὶ τὰ δικαστήρια ἐκ τῶν ἑταίρων ἀποδεικνύμενα, οἳ διημείβοντο ἀλλήλοις καταχαριζόμενοι τὰς δίκας.

10.60.4πολλὰ δὲ τῶν ἐγκλημάτων καὶ οὐ τὰ ἐλαχίστου ἄξια ἐφ’ἑαυτῶν οἱ δέκα ἔκρινον, ὥστ’ἠναγκάζοντο οἱ μειονεκτοῦντες τῷ δικαίῳ προσνέμειν ἑαυτοὺς ταῖς ἑταιρίαις, ἐπειδὴ τὸ ἀσφαλὲς οὐκ ἐνῆν ἄλλως αὐτοῖς ἔχειν, καὶ ἐγένετο σὺν χρόνῳ πλεῖον τοῦ ὑγιαίνοντος ἐν τῇ πόλει τὸ διεφθαρμένον καὶ νοσοῦν. οὐ δὲ γὰρ ἠξίουν ἔτι μένειν ἐντὸς τείχους, οἷς τὰ πραττόμενα ὑπὸ τῶν δεκαδάρχων ἀνιαρὰ ἦν, ἀλλ’ἀνεχώρουν εἰς τοὺς ἀγροὺς τὸν τῶν ἀρχαιρεσίων σκοποῦντες χρόνον ὡς ἀποθησομένων τῶν δέκα ἀνδρῶν τὰς δυναστείας, ὅταν τὸν ἐνιαύσιον ἐκτελέσωσι χρόνον, καὶ ἀποδειξόντων ἑτέρας ἀρχάς.

10.60.5οἱ δὲ περὶ τὸν Ἄππιον τοὺς λοιποὺς συγγράψαντες νόμους ἐν δέλτοις δυσὶ καὶ ταύτας ταῖς πρότερον ἐξενεχθείσαις προσέθηκαν · ἐν αἷς καὶ ὅδε νόμος ἦν, μὴ ἐξεῖναι τοῖς πατρικίοις πρὸς τοὺς δημοτικοὺς ἐπιγαμίας συνάψαι · δι’οὐδὲν ὡς ἐμοὶ δοκεῖν ἕτερον τὸ μὴ συνελθεῖν εἰς ὁμόνοιαν τὰ ἔθνη γάμων ἐπαλλαγαῖς καὶ οἰκειοτήτων κοινωνίαις συγκερασθέντα.

10.60.6ὡς δὲ καὶ τῶν ἀρχαιρεσίων ἐπέστη χρόνος, πολλὰ χαίρειν φράσαντες τοῖςτε πατρίοις ἐθισμοῖς καὶ τοῖς νεωστὶ γραφεῖσι νόμοις, οὔτε βουλῆς ψήφισμα ποιήσαντες οὔτε δήμου διέμειναν ἐπὶ τῆς αὐτῆς ἀρχῆς. λχι. μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστὴ καὶ τρίτη, ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος, ἄρχοντος Ἀθήνησι Φιλίσκου, τὴν δὲ ὑπατικὴν ἐξουσίαν ἐν Ῥώμῃ κατεῖχεν Ἄππιος μὲν Κλαύδιος τρίτον ἔτος ἡγούμενος τῆς δεκαδαρχίας κατὰ τὸ ἑξῆς, οἱ δὲ σὺν αὐτῷ τὸν παρελθόντα ἐνιαυτὸν ἄρξαντες δεύτερον ἐπὶ τῆς αὐτῆς ἐξουσίας μένοντες.