Anabasis of Alexander, 6
6.1.1Ἀλέξανδρος δέ, ἐπειδὴ παρεσκευάσθησαν αὐτῷ ἐπὶ τοῦ Ὑδάσπου ταῖς ὄχθαις πολλαὶ μὲν τριακόντοροι καὶ ἡμιόλιαι, πολλὰ δὲ καὶ ἱππαγωγὰ πλοῖα καὶ ἄλλα ὅσα ἐς παρακομιδὴν στρατιᾶς ποταμῷ εὔπορα, ἔγνω καταπλεῖν πρότερον μέν γε ἐν τῷ Ἰνδῷ ποταμῷ κροκοδείλουσκατὰ τὸν Ὑδάσπην ὡς ἐπὶ τὴν μεγάλην θάλασσαν.
6.1.2ἰδών, μόνῳ τῶν ἄλλων ποταμῶν πλὴν Νείλου, πρὸς δὲ ταῖς ὄχθαις τοῦ Ἀκεσίνου κυάμους πεφυκότας ὁποίους ἡ γῆ ἐκφέρει ἡ Αἰγυπτία, καὶ ὁ ἀκούσας ὅτι ὁ Ἀκεσίνης ἐμβάλλει ἐς τὸν Ἰνδόν, ἔδοξεν ἐξευρηκέναι τοῦ Νείλου τὰς ἀρχάς, ὡς τὸν Νεῖλον ἐνθένδε ποθὲν ἐξ Ἰνδῶν ἀνίσχοντα καὶ δι’ἐρήμου πολλῆς γῆς ῥέοντα καὶ ταύτῃ ἀπολλύοντα τὸν Ἰνδὸν τὸ ὄνομα, ἔπειτα, ὁπόθεν ἄρχεται διὰ τῆς οἰκουμένης χώρας ῥεῖν, Νεῖλον ἤδη πρὸς Αἰθιόπωντε τῶν ταύτῃ καὶ Αἰγυπτίων καλούμενον ἤ, ὡς Ὅμηρος ἐποίησεν, ἐπώνυμον τῆς Αἰγύπτου Αἴγυπτον, οὕτω δὴ ἐσδιδόναι ἐς τὴν ἐντὸς θάλασσαν.
6.1.4καὶ δὴ καὶ πρὸς Ὀλυμπιάδα γράφοντα ὑπὲρ τῶν Ἰνδῶν τῆς γῆς ἄλλατε γράψαι καὶ ὅτι δοκοίη αὑτῷ ἐξευρηκέναι τοῦ Νείλου τὰς πηγάς, μικροῖς δή τισι καὶ φαύλοις ὑπὲρ τῶν τηλικούτων τεκμαιρόμενον.
6.1.5ἐπεὶ μέντοι ἀτρεκέστερον ἐξήλεγξε τὰ ἀμφὶ τῷ ποταμῷ τῷ Ἰνδῷ, οὕτω δὴ μαθεῖν παρὰ τῶν ἐπιχωρίων τὸν μὲν Ὑδάσπην τῷ Ἀκεσίνῃ, τὸν Ἀκεσίνην δὲ τῷ Ἰνδῷ τότε ὕδωρ ξυμβάλλοντας καὶ τῷ ὀνόματι ξυγχωροῦντας, τὸν Ἰνδὸν δὲ ἐκδιδόντα ἤδη ἐς τὴν μεγάλην θάλασσαν, δίστομον τὸν Ἰνδὸν ὄντα, οὐδέν τι αὐτῷ προσῆκον τῆς γῆς τῆς Αἰγυπτίας · τηνικαῦτα δὲ τῆς ἐπιστολῆς τῆς πρὸς τὴν μητέρα τοῦτο τὸ ἀμφὶ τῷ Νείλῳ γραφὲν ἀφελεῖν.
6.1.6καὶ τὸν κατάπλουν τὸν κατὰ τοὺς ποταμοὺς ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν ἐπινοοῦντα παρασκευασθῆναί οἱ ἐπὶ τῷδε κελεῦσαι τὰς ναῦς. αἱ δὲ ὑπηρεσίαι αὐτῷ ἐς τὰς ναῦς ξυνεπληρώθησαν ἐκ τῶν ξυνεπομένων τῇ στρατιᾷ Φοινίκων καὶ Κυπρίων καὶ Καρῶν καὶ Αἰγυπτίων.
6.2.1ἐν δὲ τούτῳ Κοῖνος μὲν ἐν τοῖς πιστοτάτοις Ἀλεξάνδρῳ ὢν τῶν ἑταίρων νόσῳ τελευτᾷ · καὶ τοῦτον θάπτει ἐκ τῶν παρόντων μεγαλοπρεπῶς. αὐτὸς δὲ ξυναγαγὼν τούςτε ἑταίρους καὶ ὅσοι Ἰνδῶν πρέσβεις παρ’αὐτὸν ἀφιγμένοι ἦσαν βασιλέα μὲν τῆς ἑαλωκυίας ἤδη Ἰνδῶν γῆς ἀπέδειξε Πῶρον, ἑπτὰ μὲν ἐθνῶν τῶν ξυμπάντων, πόλεων δὲ ἐν τοῖς ἔθνεσιν ὑπὲρ τὰς δισχιλίας. τὴν στρατιὰν δὲ διένειμεν ὧδε ·
6.2.2αὐτὸς μὲν τοὺς ὑπασπιστάςτε ἅμα οἷ ξύμπαντας ἐπὶ τὰς ναῦς ἀνεβίβασε καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τὸ ἄγημα τῶν ἱππέων. κρατερὸς δὲ αὐτῷ μοῖράντε τῶν πεζῶν καὶ τῶν ἱππέων παρὰ τὴν ὄχθην τοῦ Ὑδάσπου τὴν ἐν δεξιᾷ ἦγεν · κατὰ δὲ τὴν ἑτέραν ὄχθην τὸ πλεῖστόντε καὶ κράτιστον τῆς στρατιᾶς καὶ τοὺς ἐλέφαντας Ἡφαιστίων προὐχώρει ἄγων, ἤδη ὄντας ἐς διακοσίους · τούτοις δὲ ἦν παρηγγελμένον ὡς τάχιστα ἄγειν ἵναπερ τὰ Σωπείθου βασίλεια.
6.2.3Φιλίππῳ δὲ τῷ σατράπῃ τῆς ἐπέκεινα τοῦ Ἰνδοῦ ὡς ἐπὶ Βακτρίους γῆς διαλιπόντι τρεῖς ἡμέρας παρήγγελτο ἕπεσθαι ξὺν τοῖς ἀμφ’αὐτόν. τοὺς ἱππέας δὲ τοὺς Νυσαίους ὀπίσω ἀποπέμπει ἐς τὴν Νῦσαν. τοῦ μὲν δὴ ναυτικοῦ παντὸς Νέαρχος αὐτῷ ἐξηγεῖτο, τῆς δὲ αὐτοῦ νεὼς κυβερνήτης ἦν Ὀνησίκριτος, ὃς ἐν τῇ ξυγγραφῇ, ἥντινα ὑπὲρ Ἀλεξάνδρου ξυνέγραψε, καὶ τοῦτο ἐψεύσατο, ναύαρχον ἑαυτὸν εἶναι γράψας, κυβερνήτην ὄντα.
6.2.4ἦν δὲ τὸ ξύμπαν πλῆθος τῶν νεῶν, ὡς λέγει Πτολεμαῖος ὁ Λάγου, ᾧ μάλιστα ἐγὼ ἕπομαι, τριακόντοροι μὲν ἐς ὀγδοήκοντα, τὰ δὲ πάντα πλοῖα σὺν τοῖς ἱππαγωγοῖςτε καὶ κερκούροις καὶ ὅσα ἄλλα ποτάμια ἢ τῶν πάλαι πλεόντων κατὰ τοὺς ποταμοὺς ἢ ἐν τῷ τότε ποιηθέντων οὐ πολὺ ἀποδέοντα τῶν δισχιλίων.
6.3.1ὡς δὲ ξύμπαντα αὐτῷ παρεσκεύαστο, ὑπὸ τὴν ἕω ὁ μὲν στρατὸς ἐπέβαινε τῶν νεῶν, αὐτὸς δὲ ἔθυε τοῖς θεοῖς ὡς νόμος καὶ τῷ ποταμῷ τῷ Ὑδάσπῃ ὅπως οἱ μάντεις ἐξηγοῦντο. καὶ ἐπιβὰς τῆς νεὼς ἀπὸ τῆς πρώρας ἐκ χρυσῆς φιάλης ἔσπενδεν ἐς τὸν ποταμόν, τόντε Ἀκεσίνην ξυνεπικαλούμενος τῷ Ὑδάσπῃ, ὅντινα μέγιστον αὖ τῶν ἄλλων ποταμῶν ξυμβάλλειν τῷ Ὑδάσπῃ ἐπέπυστο καὶ οὐ πόρρω αὐτῶν εἶναι τὰς ξυμβολάς, καὶ τὸν Ἰνδόν, ἐς ὅντινα ὁ Ἀκεσίνης ξὺν τῷ Ὑδάσπῃ ἐμβάλλει.
6.3.2ἐπὶ δὲ Ἡρακλεῖτε τῷ προπάτορι σπείσας καὶ Ἄμμωνι καὶ τοῖς ἄλλοις θεοῖς ὅσοις αὐτῷ νόμος σημῆναι ἐς ἀναγωγὴν κελεύει τῇ σάλπιγγι. ἅματε δὴ ἐσημάνθη καὶ ἀνήγοντο ἐν κόσμῳ. παρήγγελτο γὰρ ἐφ’ὅσωντε τὰ σκευοφόρα πλοῖα ἐχρῆν τετάχθαι καὶ ἐφ’ὅσων τὰ ἱππαγωγά, ἐφ’ὅσωντε τὰς μαχίμους τῶν νεῶν, ὡς μὴ συμπίπτειν ἀλλήλαις κατὰ τὸν πόρον εἰκῇ πλεούσας · καὶ ταῖς ταχυναυτούσαις φθάνειν οὐκ ἐφίετο ἔξω τῆς τάξεως.
6.3.3ἦν δὲ ὅτε κτύπος τῆς εἰρεσίας οὐδενὶ ἄλλῳ ἐοικώς, ἅτε ἀπὸ πολλῶν νεῶν ἐν τα- ταὐτῷ ἐρεσσομένων, καὶ βοὴ ἀπότε τῶν κελευστῶν ἐνδιδόντων τὰς ἀρχάςτε καὶ ἀναπαύλας τῇ εἰρεσίᾳ καὶ τῶν ἐρετῶν ὁπότε ἀθρόοι ἐμπίπτοντες τῷ ῥοθίῳ ἐπαλαλάξειαν · αἵτε ὄχθαι, ὑψηλότεραι τῶν νεῶν πολλαχῇ οὖσαι, ἐς στενόντε τὴν βοὴν ξυνάγουσαι καὶ τῇ ξυναγωγῇ αὐτῇ ἐπὶ μέγα ηὐξημένην ἐς ἀλλήλας ἀντέπεμπον, καί που καὶ νάπαι ἑκατέρωθεν τοῦ ποταμοῦ τῇτε ἐρημίᾳ καὶ τῇ ἀντιπέμψει τοῦ κτύπου καὶ αὗται ξυνεπελάμβανον ·
6.3.4οἵτε ἵπποι διαφαινόμενοι διὰ τῶν ἱππαγωγῶν πλοίων, οὐ πρόσθεν ἵπποι ἐπὶ νεῶν ὀφθέντες ἐν τῇ Ἰνδῶν γῇ (καὶ γὰρ καὶ τὸν Διονύσου ἐπ’Ἰνδοὺς στόλον οὐκ ἐμέμνηντο γενέσθαι ναυτικόν), ἔκπληξιν παρεῖχον τοῖς θεωμένοις τῶν βαρβάρων, ὥστε οἱ μὲν αὐτόθεν τῇ ἀναγωγῇ παραγενόμενοι ἐπὶ πολὺ ἐφωμάρτουν, ἐς ὅσους δὲ τῶν ἤδη Ἀλεξάνδρῳ προσκεχωρηκότων Ἰνδῶν ἡ βοὴ τῶν ἐρετῶν ἢ ὁ κτύπος τῆς εἰρεσίας ἐξίκετο, καὶ οὗτοι ἐπὶ τῇ ὄχθῃ κατέθεον καὶ ξυνείποντο ἐπᾴδοντες βαρβαρικῶς.
6.3.5φιλῳδοὶ γάρ, εἴπερ τινὲς ἄλλοι, Ἰνδοὶ καὶ φιλορχήμονες ἀπὸ Διονύσου ἔτι καὶ τῶν ἅμα Διονύσῳ βακχευσάντων κατὰ τὴν Ἰνδῶν γῆν.
6.4.1οὕτω δὴ πλέων τρίτῃ ἡμέρᾳ κατέσχεν, ἵναπερ Ἡφαιστίωνίτε καὶ Κρατερῷ κατὰ τὸ αὐτὸ στρατοπεδεύειν ἐπὶ ταῖς ἀντιπέρας ὄχθαις παρήγγελτο. μείνας δὲ ἐνταῦθα ἡμέρας δύο, ὡς καὶ Φίλιππος αὐτῷ ξὺν τῇ λοιπῇ στρατιᾷ ἀφίκετο, τοῦτον μὲν ἐπὶ τὸν Ἀκεσίνην ποταμὸν ἐκπέμπει ξὺν οἷς ἔχων ἧκε, τάξας παρὰ τοῦ Ἀκεσίνου ποταμοῦ τὴν ὄχθην πορεύεσθαι · τοὺς δὲ ἀμφὶ Κρατερόντε καὶ Ἡφαιστίωνα αὖθις ἐκπέμπει, παραγγείλας ὅπως χρὴ τὴν πορείαν ποιεῖσθαι.
6.4.2αὐτὸς δὲ ἔπλει κατὰ τὸν Ὑδάσπην ποταμὸν οὐδαμοῦ μείονα ἐν τῷ κατάπλῳ εἴκοσι σταδίων τὸ εὖρος. προσορμιζόμενος δὲ ὅπῃ τύχοι ταῖς ὄχθαις τοὺς προσοικοῦντας τῷ Ὑδάσπῃ Ἰνδοὺς τοὺς μὲν ἐνδιδόντας σφᾶς ὁμολογίαις παρελάμβανεν, ἤδη δέ τινας καὶ ἐς ἀλκὴν χωρήσαντας βίᾳ κατεστρέψατο.
6.4.3αὐτὸς δὲ ὡς ἐπὶ τὴν Μαλλῶντε καὶ Ὀξυδρακῶν γῆν σπουδῇ ἔπλει, πλείστουςτε καὶ μαχιμωτάτους τῶν ταύτῃ Ἰνδῶν πυνθανόμενος καὶ ὅτι ἐξηγγέλλοντο αὐτῷ παῖδας μὲν καὶ γυναῖκας ἀποτεθεῖσθαι εἰς τὰς ὀχυρωτάτας τῶν πόλεων, αὐτοὶ δὲ ἐγνωκέναι διὰ μάχης ἰέναι πρὸς αὐτόν. ἐφ’ὅτῳ δὴ καὶ σπουδῇ πλείονι ἐποιεῖτο τὸν πλοῦν, ὅπως μὴ καθεστηκόσιν αὐτοῖς, ἀλλὰ ἐν τῷ ἐνδεεῖτε ἔτι τῆς παρασκευῆς καὶ τεταραγμένῳ προσφέρηται.
6.4.4ἔνθεν δὲ ὡρμήθη τὸ δεύτερον, καὶ πέμπτῃ ἡμέρᾳ ἀφίκετο ἐπὶ τὴν ξυμβολὴν τοῦτε Ὑδάσπου καὶ τοῦ Ἀκεσίνου. ἵνα δὲ ξυμβάλλουσιν οἱ ποταμοὶ οὗτοι, στενότατος εἷς ποταμὸς ἐκ τοῖν δυοῖν γίγνεται καὶ τὸ ῥεῦμα αὐτῷ ὀξὺ ἐπὶ τῇ στενότητι καὶ δῖναι ἄτοποι ὑποστρέφοντος τοῦ ῥοῦ, καὶ τὸ ὕδωρ κυμαίνεταίτε καὶ καχλάζει ἐπὶ μέγα, ὡς καὶ πόρρω ἔτι ὄντων ἐξακούεσθαι τὸν κτύπον τοῦ κύματος.
6.4.5καὶ ἦν μὲν προεξηγγελμένα ταῦτα Ἀλεξάνδρῳ ἐκ τῶν ἐγχωρίων καὶ ἐξ Ἀλεξάνδρου τῇ στρατιᾷ · ὅμως δὲ ἐπειδὴ ἐπέλαζεν αὐτῷ ταῖς ξυμβολαῖς ὁ στρατός, ἐς τοσόνδε ὁ ἀπὸ τοῦ ῥοῦ κτύπος κατεῖχεν, ὥστε ἐπέστησαν τὰς εἰρεσίας οἱ ναῦται, οὐκ ἐκ παραγγέλματος, ἀλλὰ τῶντε κελευστῶν ὑπὸ θαύματος ἐκσιωπησάντων καὶ αὐτοὶ μετέωροι πρὸς τὸν κτύπον γενόμενοι.
6.5.1ὡς δὲ οὐ πόρρω τῶν ξυμβολῶν ἦσαν, ἐνταῦθα δὴ οἱ κυβερνῆται παραγγέλλουσιν ὡς βιαιοτάτῃ εἰρεσίᾳ χρωμένους ἐξελαύνειν ἐκ τῶν στενῶν, τοῦ μὴ ἐμπιπτούσας τὰς ναῦς ἐς τὰς δίνας ἀναστρέφεσθαι πρὸς αὐτῶν, ἀλλὰ κρατεῖν γὰρ τῇ εἰρεσίᾳ τῶν ἐπιστροφῶν τοῦ ὕδατος.
6.5.2τὰ μὲν δὴ στρογγύλα πλοῖα ὅσα καὶ ἔτυχεν αὐτῶν περιστραφέντα πρὸς τοῦ ῥοῦ, οὐδέν τι παθόντα ἐν τῇ ἐπιστροφῇ ὅτι μὴ ταράξαντα τοὺς ἐμπλέοντας, κατέστη ἐς εὐθύ, πρὸς αὐτοῦ τοῦ ῥοῦ ὀρθωθέντα · αἱ δὲ μακραὶ νῆες οὐχ ὡσαύτως ἀπαθεῖς ἀπῆλθον ἐν τῇ ἐπιστροφῇ, οὔτε μετέωροι ἐπὶ τοῦ ἐπικαχλάζοντος κύματος ὡσαύτως οὖσαι, ὅσαιτε δίκροτοι αὐτῶν τὰς κάτω κώπας οὐκ ἐπὶ πολὺ ἔξω ἔχουσαι τοῦ ὕδατος ·
6.5.3καὶ αἱ κῶπαι δὲ αὐτοῖς πλαγίοις ἐν ταῖς δίναις γενομένοις συνετρίβοντο, ὅσων γε ἐγκατελήφθησαν ὑπὸ τοῦ ὕδατος οὐ φθασάντων αὐτὰς μετεωρίσαι, ὡς πολλὰς μὲν πονῆσαι τῶν νεῶν, δύο δὲ δὴ περιπεσούσας ἀλλήλαις αὐτάςτε διαφθαρῆναι καὶ τῶν ἐμπλεόντων ἐν αὐταῖς πολλούς. ὡς δὲ ἐς πλάτος ἤδη ὁ ποταμὸς διέσχεν, ἐνταῦθα δὴ ὅτε ῥοῦς οὐκέτι ὡσαύτως χαλεπὸς ἦν καὶ αἱ δῖναι οὐχ ὁμοίᾳ τῇ βίᾳ ἐπέστρεφον.
6.5.4προσορμίσας οὖν τῇ ἐν δεξιᾷ ὄχθῃ Ἀλέξανδρος τὸν στρατόν, ἵνα σκέπητε ἦν τοῦ ῥοῦ καὶ προσβολὴ ταῖς ναυσὶν καί τις καὶ ἄκρα τοῦ ποταμοῦ ἐπιτηδείως ἀνεῖχεν ἐς τῶν ναυαγίωντε τὴν ξυναγωγὴν καὶ εἴ τινες ἐπ’αὐτῶν ζῶντες ἔτι ἐφέροντο, τούτουςτε διέσωσε καὶ ἐπισκευάσας τὰς πεπονηκυίας τῶν νεῶν Νέαρχον μὲν καταπλεῖν κελεύει ἔστ’ἂν ἀφίκηται ἐπὶ τὰ ὅρια τοῦ Μαλλῶν ἔθνους, αὐτὸς δὲ τῶν βαρβάρων τῶν οὐ προσχωρούντων καταδρομὴν τῆς χώρας ποιησάμενος καὶ κωλύσας ἐπικουρῆσαι αὐτοὺς τοῖς Μαλλοῖς, οὕτω δὴ αὖθις ξυνέμιξε τῷ ναυτικῷ.
6.5.5καὶ ἐνταῦθα Ἡφαιστίωντε αὐτῷ καὶ Κρατερὸς καὶ Φίλιππος ξὺν τοῖς ἀμφ’αὐτοὺς ὁμοῦ ἤδη ἦσαν. ὁ δὲ τοὺς μὲν ἐλέφαντας καὶ τὴν Πολυπέρχοντος τάξιν καὶ τοὺς ἱπποτοξότας καὶ Φίλιππον ξὺν τῇ ἀμφ’αὐτὸν στρατιᾷ διαβιβάσας τὸν Ὑδάσπην ποταμὸν Κρατερῷ ἄγειν προσέταξε · Νέαρχον δὲ ξὺν τῷ ναυτικῷ πέμπει τρισὶν ἡμέραις τὴν στρατιὰν κελεύσας φθάνειν κατὰ τὸν πλοῦν.
6.5.6τὸν δὲ ἄλλον στρατὸν τριχῇ διένειμε · καὶ Ἡφαιστίωνα μὲν πέντε ἡμέραις προϊέναι ἔταξεν, ὡς εἴ τινες τοὺς ξὺν αὐτῷ τεταγμένους φεύγοντες ἐς τὸ πρόσω κατὰ σπουδὴν ἴοιεν, τοῖς ἀμφὶ Ἡφαιστίωνα ἐμπίπτοντες ἁλίσκωνται · Πτολεμαῖον δὲ τὸν Λάγου δοὺς καὶ τούτῳ τῆς στρατιᾶς μέρος τρισὶν ἡμέραις ὑπολειπόμενον ἕπεσθαι ἐκέλευσεν, ὡς ὅσοι τὸ ἔμπαλιν ὑποστρέφοιεν αὐτὸν φεύγοντες, οὗτοι δὲ ἐς τοὺς ἀμφὶ τὸν Πτολεμαῖον ἐμπίπτοιεν.
6.5.7ἐπὰν δὲ ἀφίκωνται ἐς τὰς ξυμβολὰς τοῦτε Ἀκεσίνου καὶ τοῦ Ὑδραώτου ποταμοῦ, ἐνταῦθα δὴ τούςτε φθάνοντας ὑπομένειν ἐκέλευσεν, ἔστ’ἂν ἥκῃ αὐτός, καὶ τοὺς ἀμφὶ Κρατερὸν καὶ Πτολεμαῖον αὐτῷ ξυμβαλεῖν.
6.6.1αὐτὸς δὲ ἀναλαβὼν τοὺς ὑπασπιστάςτε καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τῶν πεζεταίρων καλουμένων τὴν Πείθωνος τάξιν καὶ τοὺς ἱπποτοξόταςτε πάντας καὶ τῶν ἱππέων τῶν ἑταίρων τοὺς ἡμίσεας διὰ γῆς ἀνύδρου ὡς ἐπὶ Μαλλοὺς ἦγεν, ἔθνος Ἰνδικὸν Ἰνδῶν τῶν αὐτονόμων.
6.6.2καὶ τῇ μὲν πρώτῃ κατεστρατοπέδευσε πρὸς ὕδατι οὐ πολλῷ, ὃ δὴ ἀπεῖχε τοῦ Ἀκεσίνου ποταμοῦ σταδίους ἐς ἑκατόν · δειπνοποιησάμενος δὲ καὶ ἀναπαύσας τὴν στρατιὰν οὐ πολὺν χρόνον παραγγέλλει ὅ τι τις ἔχοι ἄγγος ἐμπλῆσαι ὕδατος. διελθὼν δὲ τῆςτε ἡμέρας τὸ ἔτι ὑπολειπόμενον καὶ τὴν νύκτα ὅλην ἐς τετρακοσίους μάλιστα σταδίους ἅμα ἡμέρᾳ πρὸς πόλιν ἀφίκετο, ἐς ἣν ξυμπεφεύγεσαν πολλοὶ τῶν Μαλλῶν.
6.6.3οἱ δὲ οὔποτ’ἄν οἰηθέντες διὰ τῆς ἀνύδρου ἐλθεῖν ἐπὶ σφᾶς Ἀλέξανδρον ἔξωτε τῆς πόλεως οἱ πολλοὶ καὶ ἄνοπλοι ἦσαν. ἐφ’ὅτῳ καὶ δῆλος ἐγένετο ταύτην ἀγαγὼν Ἀλέξανδρος, ἣν ὅτι αὐτῷ ἀγαγεῖν χαλεπὸν ἦν, ἐπὶ τῷδε οὐ δὲ τοῖς πολεμίοις ὅτι ἄξει πιστὸν ἐφαίνετο. τούτοις μὲν δὴ οὐ προσδοκήσασιν ἐπιπεσὼν τοὺς μὲν πολλοὺς ἀπέκτεινεν αὐτῶν οὐ δὲ ἐς ἀλκὴν οἷα δὴ ἀνόπλους τραπέντας · τῶν δὲ ἄλλων εἰς τὴν πόλιν κατειληθέντων κύκλῳ περιστήσας τῷ τείχει τοὺς ἱππέας, ὅτι μήπω ἡ φάλαγξ τῶν πεζῶν ἠκολουθήκει αὐτῷ, ἀντὶ χάρακος ἐχρήσατο τῇ ἵππῳ.
6.6.4ὡς δὲ τάχιστα οἱ πεζοὶ ἀφίκοντο, Περδίκκαν μὲν τήντε αὑτοῦ ἱππαρχίαν ἔχοντα καὶ τὴν Κλείτου καὶ τοὺς Ἀγριᾶνας πρὸς ἄλλην πόλιν ἐκπέμπει τῶν Μαλλῶν, οἷ ξυμπεφευγότες ἦσαν πολλοὶ τῶν ταύτῃ Ἰνδῶν, φυλάσσειν τοὺς ἐν τῇ πόλει κελεύσας, ἔργου δὲ μὴ ἔχεσθαι ἔστ’ἂν ἀφίκηται αὐτός, ὡς μη δὲ ἀπὸ ταύτης τῆς πόλεως διαφυγόντας τινὰς αὐτῶν ἀγγέλους γενέσθαι τοῖς ἄλλοις βαρβάροις ὅτι προσάγει ἤδη Ἀλέξανδρος · αὐτὸς δὲ προσέβαλλεν τῷ τείχει.
6.6.5οἱ δὲ βάρβαροι τὸ μὲν τεῖχος ἐκλείπουσιν, ὡς οὐκ ἂν διαφυλάξαντες αὐτὸ ἔτι, πολλῶν ἐν τῇ καταλήψει τεθνηκότων, τῶν δὲ καὶ ἀπὸ τραυμάτων ἀπομάχων γεγενημένων · ἐς δὲ τὴν ἄκραν ξυμφυγόντες χρόνον μέν τινα ἠμύνοντο ἐξ ὑπερδεξίουτε χωρίου καὶ χαλεποῦ ἐς προσβολήν, προσκειμένων δὲ πάντοθεν εὐρώστως τῶν Μακεδόνων καὶ αὐτοῦ Ἀλεξάνδρου ἄλλοτε ἄλλῃ ἐπιφαινομένου τῷ ἔργῳ ἥτε ἂκρα κατὰ κράτος ἑάλω καὶ οἱ ξυμφυγόντες ἐς αὐτὴν πάντες ἀπέθανον · ἦσαν δὲ ἐς δισχιλίους.
6.6.6Περδίκκας δὲ ἐς τὴν πόλιν ἐφ’ἥντινα ἐστάλη ἀφικόμενος τὴν μὲν πόλιν ἐρήμην καταλαμβάνει, μαθὼν δὲ ὅτι οὐ πρὸ πολλοῦ πεφεύγεσαν ἐξ αὐτῆς οἱ ἐνοικοῦντες δρόμῳ ἤλαυνε κατὰ στίβον τῶν φευγόντων · οἱ δὲ ψιλοὶ ὡς τάχους ποδῶν εἰχον αὐτῷ ἐφείποντο. καταλαβὼν δὲ τῶν φευγόντων κατέκοψεν ὅσοι γε μὴ ἔφθασαν ἐς τὰ ἕλη ξυμφυγόντες.
6.7.1Ἀλέξανδρος δὲ δειπνοποιησάμενόςτε καὶ ἀναπαύσας τοὺς ἀμφ’αὑτὸν ἔστε ἐπὶ πρώτην φυλακὴν ᾔει τοῦ πρόσω · καὶ τὴν νύκτα διελθὼν πολλὴν ὁδὸν ἅμα ἡμέρᾳ ἀφίκετο πρὸς τὸν Ὑδραώτην ποταμόν. ἔνθα δὴ τῶν Μαλλῶν τοὺς μὲν πολλοὺς διαβεβηκότας ἤδη ἔμαθεν, τοῖς δὲ καὶ διαβαίνουσιν ἐπιγενόμενος περὶ αὐτὸν τὸν πόρον πολλοὺς αὐτῶν διέφθειρε.
6.7.2καὶ αὐτὸς ὡς εἶχε ξυνδιαβὰς κατὰ τὸν αὐτὸν πόρον διώκων εἴχετο τῶν φθασάντων ἐς τὴν ἀποχώρησιν. καὶ πολλοὺς μὲν ἀπέκτεινεν αὐτῶν, τοὺς δὲ καὶ ζῶντας ἔλαβεν, οἱ πλείους δὲ κατέφυγον ἔς τι χωρίον ὀχυρὸν καὶ τετειχισμένον. Ἀλέξανδρος δέ, ὡς οἱ πεζοὶ ἀφίκοντο αὐτῷ, ἀποστέλλει ἐπὶ τούτους Πείθωνα τήντε αὑτοῦ τάξιν ἔχοντα καὶ τῶν ἱππέων δύο ἱππαρχίας.
6.7.3καὶ οὗτοι δὴ ἐξ ἐφόδου προσβαλόντες λαμβάνουσι τὸ χωρίον καὶ τοὺς καταπεφευγότας ἐς αὐτὸ ἠνδραπόδισαν, ὅσοι γε μὴ ἐν τῇ προσβολῇ διεφθάρησαν. ταῦτα δὲ οἱ ἀμφὶ τὸν Πείθωνα διαπραξάμενοι ἐπανῆλθον αὖθις ἐς τὸ στρατόπεδον.
6.7.4αὐτὸς δὲ Ἀλέξανδρος ὡς ἐπὶ τῶν Βραχμάνων τινὰ πόλιν ἦγεν, ὅτι καὶ ἐς ταύτην ξυμπεφευγέναι τινὰς τῶν Μαλλῶν ἔμαθεν. ὡς δὲ ἀφίκετο πρὸς αὐτήν, ἐπῆγε τῷ τείχει πάντοθεν πυκνὴν τὴν φάλαγγα. οἱ δὲ ὑπορυσσόμενα τὰ τείχη ἰδόντες καὶ ἐκ τῶν βελῶν ἀναστελλόμενοι τὰ μὲν τείχη καὶ οὗτοι ἐκλείπουσιν, ἐς δὲ τὴν ἄκραν ξυμφυγόντες ἐκεῖθεν ἠμύνοντο · ξυνεισπεσόντων δὲ αὐτοῖς ὀλίγων Μακεδόνων μεταβαλλόμενοι καὶ ξυστραφέντες τοὺς μὲν ἐξέωσαν αὐτῶν, ἀπέκτειναν δὲ ἐν τῇ ὑποστροφῇ ἐς πέντε καὶ εἴκοσι.
6.7.5καὶ ἐν τούτῳ Ἀλέξανδρος τάςτε κλίμακας πάντοθεν κελεύει προστιθέναι τῇ ἄκρᾳ καὶ ὑπορύττειν τὸ τεῖχος. ὡς δὲ πύργοςτε ἔπεσεν ὑπορυσσόμενος καὶ τοῦ μεταπυργίου τι παραρραγὲν ἐπιμαχωτέραν ταύτῃ ἐποίησε τὴν ἄκραν, πρῶτος Ἀλέξανδρος ἐπιβὰς τοῦ τείχους ὤφθη ἔχων τὸ τεῖχος.
6.7.6καὶ τοῦτον ἰδόντες οἱ ἄλλοι Μακεδόνες αἰσχυνθέντες ἄλλος ἄλλῃ ἀνῄεσαν. εἴχετότε ἤδη ἡ ἄκρα, καὶ τῶν Ἰνδῶν οἱ μὲν τὰς οἰκίας ἐνεπίμπρασαν καὶ ἐν αὐταῖς ἐγκαταλαμβανόμενοι ἀπέθνησκον, οἱ πολλοὶ δὲ μαχόμενοι αὐτῶν. ἀπέθανον δὲ οἱ πάντες ἐς πεντακισχιλίους, ζῶντες δὲ δι’ἀνδρείαν ὀλίγοι ἐλήφθησαν.
6.8.1μείνας δὲ αὐτοῦ μίαν ἡμέραν καὶ ἀναπαύσας τὴν στρατιὰν τῇ ὑστεραίᾳ προὐχώρει ὡς ἐπὶ τοὺς ἄλλους Μαλλούς. καὶ τὰς μὲν πόλεις ἐκλελοιπότας καταλαμβάνει, αὐτοὺς δὲ ἔμαθεν ὅτι πεφευγότες εἶεν ἐς τὴν ἔρημον.
6.8.2καὶ ἐνταῦθα αὖθις μίαν ἡμέραν ἀναπαύσας τὴν στρατιὰν ἐς τὴν ἐπιοῦσαν Πείθωνα μὲν καὶ Δημήτριον τὸν ἱππάρχην πρὸς τὸν ποταμὸν ὀπίσω ἀπέπεμψεν, ὧντε αὐτοὶ ἡγοῦντο ἄγοντας καὶ πρὸς τούτοις ψιλῶν τάξεις δοὺς αὐτοῖς ὅσαι ἱκαναὶ πρὸς τὸ ἔργον.
6.8.3προσέταξε δὲ παρὰ τῇ ὄχθῃ τοῦ ποταμοῦ ἰόντας, εἴ τισι περιτυγχάνοιεν τῶν ἐς τὰς ὕλας ξυμπεφευγότων, αἳ δὴ πολλαὶ πρὸς τῇ ὄχθῃ τοῦ ποταμοῦ ἦσαν, τούτους κτείνειν, ὅσοι μὴ ἐθελονταὶ σφᾶς ἐνδιδοῖεν. καὶ πολλοὺς καταλαβόντες ἐν ταῖς ὕλαις οἱ ἀμφὶ Πείθωνάτε καὶ Δημήτριον ἀπέκτειναν.
6.8.4αὐτὸς δὲ ἦγεν ἐπὶ τὴν μεγίστην τῶν Μαλλῶν πόλιν, ἵνα καὶ ἐκ τῶν ἄλλων πόλεων πολλοὺς ξυμπεφευγέναι αὐτῷ ἐξηγγέλλετο. ἀλλὰ καὶ ταύτην ἐξέλιπον οἱ Ἰνδοὶ ὡς προσάγοντα Ἀλέξανδρον ἔμαθον. διαβάντες δὲ τὸν Ὑδραώτην ποταμὸν ἐπὶ τοῖς ὄχθαις αὐτοῦ, ὅτι ὑψηλαὶ αἱ ὄχθαι ἦσαν, παρατεταγμένοι ἔμενον, ὡς εἴρξοντες τοῦ πόρου Ἀλέξανδρον.
6.8.5καὶ ταῦτα ὡς ἤκουσεν, ἀναλαβὼν τὴν ἵππον τὴν ἅμα αὐτῷ πᾶσαν ᾔει ὡς ἐπὶ τὸν Ὑδραώτην, ἵναπερ παρατετάχθαι τοὺς Μαλλοὺς ἐξηγγέλλετο. οἱ δὲ πεζοὶ ἕπεσθαι αὐτῷ ἐτάχθησαν. ὡς δὲ ἀφίκετότε ἐπ’αὐτὸν καὶ ἐν τῷ πέραν τοὺς πολεμίους τεταγμένους κατεῖδεν, ὡς εἶχεν ἐκ τῆς ὁδοῦ ἐμβάλλει ἐς τὸν πόρον ξὺν τῇ ἵππῳ μόνῃ.
6.8.6οἱ δὲ ἰδόντες ἐν μέσῳ τοῦ ποταμοῦ ὄντα ἤδη Ἀλέξανδρον κατὰ σπουδὴν μέν, ξυντεταγμένοι δὲ ὅμως ἀπεχώρουν ἀπὸ τῆς ὄχθης · καὶ Ἀλέξανδρος ξὺν μόνῃ τῇ ἵππῳ εἵπετο. ὡς δὲ κατεῖδον ἱππέας μόνους, ἐπιστρέψαντες οἱ Ἰνδοὶ καρτερῶς ἐμάχοντο πλῆθος ὄντες ἐς πέντε μυριάδας. καὶ Ἀλέξανδρος ὡς τήντε φάλαγγα αὐτῶν πυκνὴν κατεῖδε καὶ αὐτῷ οἱ πεζοὶ ἀπῆσαν, προσβολὰς μὲν ἐποιεῖτο ἐς κύκλους παριππεύων, ἐς χεῖρας δὲ οὐκ ᾔει τοῖς Ἰνδοῖς.
6.8.7καὶ ἐν τούτῳ παραγίγνονται αὐτῷ οἵτε Ἀγριᾶνες καὶ ἄλλαι τάξεις τῶν ψιλῶν, ἃς δὴ ἐπιλέκτους ἅμα οἷ ἦγε, καὶ οἱ τοξόται · οὐ πόρρω δὲ οὐ δὲ ἡ φάλαγξ ἐφαίνετο τῶν πεζῶν. καὶ οἱ Ἰνδοὶ ὁμοῦ σφισι πάντων τῶν δεινῶν προσκειμένων ἀποστρέψαντες ἤδη προτροπάδην ἔφευγον ἐς πόλιν ὀχυρωτάτην τῶν πλησίον.
6.8.8καὶ Ἀλέξανδρος ἑπόμενόςτε αὐτοῖς πολλοὺς ἔκτεινε καὶ ὡς ἐς τὴν πόλιν οἱ διαφυμγόντες κατειλήθησαν, πρῶτα μὲν τοῖς ἱππεῦσιν ἐξ ἐφόδου ἐκυκλώσατο τὴν πόλιν · ὡς δὲ οἱ πεζοὶ αὐτῷ παρῆσαν, ταύτῃ μὲν τῇ ἡμέρᾳ περιστρατοπεδεύει ἐν κύκλῳ τοῦ τείχους, ὅτι οὐ πολύτε τῆς ἡμέρας ὑπελείπετο ἐς τὴν προσβολὴν καὶ ἡ στρατιὰ αὐτῷ ὑπότε πορείας μακρᾶς οἱ πεζοὶ καὶ ὑπὸ διώξεως συνεχοῦς οἱ ἵπποι καὶ οὐχ ἥκιστα κατὰ τὸν πόρον τοῦ ποταμοῦ τεταλαιπωρήκεσαν.
6.9.1τῇ δὲ ὑστεραίᾳ διχῇ διελὼν τὸν στρατὸν τοῦ μὲν ἑτέρου αὐτὸς ἡγούμενος προσέβαλλε τῷ τείχει, τὸ δὲ ἕτερον Περδίκκας προσῆγε. καὶ ἐν τούτῳ οὐ δεξάμενοι οἱ Ἰνδοὶ τῶν Μακεδόνων τὴν ὁρμὴν τὰ μὲν τείχη τῆς πόλεως λείπουσιν, αὐτί δὲ ἐς τὴν ἄκραν ξυνέφευγον. Ἀλέξανδρος μὲν οὖν καὶ οἱ ἀμφ’αὐτὸν πυλίδα τινὰ κατασχίσαντες παρῆλθον ἐς τὴν πόλιν πολὺ πρὸ τῶν ἄλλων ·
6.9.2οἱ δὲ ὁμοῦ Περδίκκᾳ τεταγμένοι ὑστέρησαν ὑπερβαίνοντες κατὰ τὰ τείχη οὐκ εὐπετῶς, οὐ δὲ τὰς κλίμακας οἱ πολλοὶ αὐτῶν φέροντες, ὅτι ἑαλωκέναι αὐτοῖς ἐδόκει ἡ πόλις, ἐρημούμενα τῶν προμαχομένων τὰ τείχη ὡς κατεῖδον. ὡς δὲ ἡ ἄκρα ἐχομένη πρὸς τῶν πολεμίων καὶ πρὸ ταύτης τεταγμένοι εἰς τὸ ἀπομάχεσθαι πολλοὶ ἐφάνησαν, ἐνταῦθα δὴ οἱ μὲν ὑπορύσσοντες τὸ τεῖχος, οἱ δὲ προσθέσει ὅπῃ παρείκοι τῶν κλιμάκων βιάσασθαι ἐπειρῶντο ἐς τὴν ἄκραν.
6.9.3Ἀλέξανδρος δέ, ὡς βλακεύειν αὐτῷ ἐδόκουν τῶν Μακεδόνων οἱ φέροντες τὰς κλίμακας, ἁρπάσας κλίμακα ἑνὸς τῶν φερόντων προσέθηκε τῷ τείχει αὐτὸς καὶ εἰληθεὶς ὑπὸ τῇ ἀσπίδι ἀνέβαινεν · ἐπὶ δὲ αὐτῷ Πευκέστας ὁ τὴν ἱερὰν ἀσπίδα φέρων, ἣν ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τῆς Ἰλιάδος λαβὼν ἅμα οἷ εἶχεν Ἀλέξανδρος καὶ πρὸ αὐτοῦ ἐφέρετο ἐν ταῖς μάχαις · ἐπὶ δὲ τούτῳ Λεοννάτος ἀνῄει κατὰ τὴν αὐτὴν κλίμακα ὁ σωματοφύλαξ · κατὰ δὲ ἄλλην κλίμακα Ἀβρέας τῶν διμοιριτῶν τις στρατευομένων.
6.9.4ἤδητε πρὸς τῇ ἐπάλξει τοῦ τείχους ὁ βασιλεὺς ἦν καὶ ἐρείσας ἐπ’αὐτῇ τὴν ἀσπίδα τοὺς μὲν ὤθει εἴσω τοῦ τείχους τῶν Ἰνδῶν, τοὺς δὲ καὶ αὐτοῦ τῷ ξίφει ἀποκτείνας γεγυμνώκει τὸ ταύτῃ τεῖχος · καὶ οἱ ὑπασπισταὶ ὑπέρφοβοι γενόμενοι ὑπὲρ τοῦ βασιλέως σπουδῇ ὠθούμενοι κατὰ τὴν αὐτὴν κλίμακα συντρίβουσιν αὐτήν, ὥστε οἱ μὲν ἤδη ἀνιόντες αὐτῶν κάτω ἔπεσον, τοῖς δὲ ἄλλοις ἄπορον ἐποίησαν τὴν ἄνοδον.
6.9.5Ἀλέξανδρος δὲ ὡς ἐπὶ τοῦ τείχους στὰς κύκλῳτε ἀπὸ τῶν πλησίον πύργων ἐβάλλετο, οὐ γὰρ πελάσαι γε ἐτόλμα τις αὐτῷ τῶν Ἰνδῶν, καὶ ὑπὸ τῶν ἐκ τῆς πόλεως, οὐ δὲ πόρρω τούτων γε ἐσακοντιζόντων (ἔτυχε γάρ τι καὶ προσκεχωσμένον ταύτῃ πρὸς τὸ τεῖχος), δῆλος μὲν ἦν Ἀλέξανδρος ὢν τῶντε ὅπλων τῇ λαμπρότητι καὶ τῷ ἀτόπῳ τῆς τόλμης, ἔγνω δὲ ὅτι αὐτοῦ μὲν μένων κινδυνεύσει μηδὲν ὅ τι καὶ λόγου ἄξιον ἀποδεικνύμενος, καταπηδήσας δὲ εἴσω τοῦ τείχους τυχὸν μὲν αὐτῷ τούτῳ ἐκπλήξει τοὺς Ἰνδούς, εἰ δὲ μή, καὶ κινδυνεύειν δέοι, μεγάλα ἔργα καὶ τοῖς ἔπειτα πυθέσθαι ἄξια ἐργασάμενος οὐκ ἀσπουδεὶ ἀποθανεῖται — ταῦτα γνοὺς καταπηδᾷ ἀπὸ τοῦ τείχους ἐς τὴν ἄκραν.
6.9.6ἔνθα δὴ ἐρεισθεὶς πρὸς τῷ τείχει τοὺς μέν τινας ἐς χεῖρας ἐλθόντας καὶ τόν γε ἡγεμόνα τῶν Ἰνδῶν προσφερόμενόν οἱ θρασύτερον παίσας τῷ ξίφει ἀποκτείνει · ἄλλον δὲ πελάζοντα λίθῳ βαλὼν ἔσχε καὶ ἄλλον λίθῳ, τὸν δὲ ἐγγυτέρω προσάγοντα τῷ ξίφει αὖθις. οἱ δὲ βάρβαροι πελάζειν μὲν αὐτῷ οὐκέτι ἤθελον, ἔβαλλον δὲ πάντοθεν περιεστηκότες ὅ τι τις ἔχων βέλος ἐτύγχανεν ἢ ἐν τῷ τότε ἔλαβεν.
6.10.1ἐν τούτῳ δὲ Πευκέσταςτε καὶ ὁ διμοιρίτης Ἀβρέας καὶ ἐπ’αὐτοῖς Λεοννάτος, οἳ δὴ μόνοι ἔτυχον πρὶν ξυντριβῆναι τὰς κλίμακας ἀναβεβηκότες ἐπὶ τὸ τεῖχος, καταπηδήσαντες καὶ αὐτοὶ πρὸ τοῦ βασιλέως ἐμάχοντο. καὶ Ἀβρέας μὲν ὁ διμοιρίτης πίπτει αὐτοῦ τοξευθεὶς ἐς τὸ πρόσωπον, Ἀλέξανδρος δὲ βάλλεται καὶ αὐτὸς διὰ τοῦ θώρακος ἐς τὸ στῆθος τοξεύματι ὑπὲρ τὸν μαστόν, ὥστε λέγει Πτολεμαῖος ὅτι καὶ πνεῦμα ὁμοῦ τῷ αἵματι ἐκ τοῦ τραύματος ἐξεπνεῖτο.
6.10.2ὁ δέ, ἔστε μὲν ἔτι θερμὸν ἦν αὐτῷ τὸ αἷμα, καίπερ κακῶς ἔχων ἠμύνετο · πολλοῦ δὲ δὴ τοῦ αἵματος καὶ ἀθρόου οἷα δὴ ξὺν πνεύματι ἐκρυέντος, ἴλιγγόςτε αὐτὸν καὶ λειποψυχία κατέσχε καὶ πίπτει αὐτοῦ ἐπὶ τὴν ἀσπίδα ξυννεύσας. Πευκέστας δὲ περιβὰς πεπτωκότι καὶ ὑπερσχὼν τὴν ἱερὰν τὴν ἐξ Ἰλίου ἀσπίδα πρὸ αὐτοῦ εἶχε, καὶ Λεοννάτος ἐς τὰ ἐπὶ τα- θάτερα, οὗτοίτε βάλλονται ἀμφότεροι καὶ Ἀλέξανδρος ἐγγὺς ἦν ἤδη ὑπὸ τοῦ αἵματος ἐκλιπεῖν.
6.10.3τοῖς γὰρ Μακεδόσι καὶ ταύτῃ ἐν ἀπόρῳ γεγένητο τὰ τῆς προσβολῆς, ὅτι οἱ τὸν Ἀλέξανδρον βαλλόμενόντε ἐπὶ τῷ τείχει ἰδόντες καὶ πηδῶντα ἔσω ἐς τὴν ἄκραν, ὑπὸ σπουδῆςτε καὶ φόβου μή τι αὐτοῖς ὁ βασιλεὺς πάθῃ οὐ ξὺν νόῳ κινδυνεύων, τὰς κλίμακας ξυντετριφότες ἄλλοι ἄλλας μηχανὰς ἐς τὸ ἀνελθεῖν ἐπὶ τὸ τεῖχος ὡς ἐν ἀπόροις ἐμηχανῶντο, οἱ μὲν πασσάλους ἐμπηγνύοντες ἐς τὸ τεῖχος γήϊνον ὄν, καὶ κατὰ τούτους ἐκκρεμαννύμενοι χαλεπῶς ἀνεῖρπον, οἱ δὲ ἄλλοι ἐπ’ἄλλους ἐπιβαίνοντες.
6.10.4ὁ δὲ πρῶτος ἀνελθὼν ἐνρίπτει αὑτὸν κατὰ τοῦ τείχους ἐς τὴν πόλιν, ἵναπερ τὸν βασιλέα ἑώρων κείμενον, ξὺν οἰμωγῇ καὶ ἀλαλαγμῷ πάντες. ἤδητε ἀμφ’αὐτῷ πεπτωκότι καρτερὰ μάχη ξυνειστήκει ἄλλου ἐπ’ἄλλῳ τῶν Μακεδόνων προασπίζοντος, καὶ ἐν τούτῳ οἱ μὲν τὸν μοχλὸν ὅτῳ εἴχετο ἡ κατὰ τὸ μεταπύργιον πύλη κατασχίσαντες ἐπ’ὀλίγους παρῄεσαν, οἱ δὲ καθ’ὅ τι ἡ πύλη διέσχε τοὺς ὤμους ὑποθέντες καὶ ὤσαντες ἐς τὸ ἔσω τὸ τεῖχος ἀνεπέτασαν ταύτῃ τὴν ἄκραν.
6.11.1ἐν τούτῳ δὲ οἱ μὲν ἔκτεινον τοὺς Ἰνδούς, καὶ ἀπέκτεινάν γε πάντας οὐ δὲ γυναῖκα ἢ παῖδα ὑπελείποντο, οἱ δὲ ἐξέφερον τὸν βασιλέα ἐπὶ τῆς ἀσπίδος κακῶς ἔχοντα, οὔπω γιγνώσκοντες βιώσιμον ὄντα. τὸ δὲ βέλος ἐξελκύσαι ἐκ τοῦ τραύματος ἐπιτεμόντα τὴν πληγὴν οἱ μὲν Κριτόδημον ἀνέγραψαν, ἰατρὸν Κῶον, τὸ γένος τῶν Ἀσκληπιαδῶν, οἱ δὲ Περδίκκαν τὸν σωματοφύλακα, οὐ παρόντος ἐν τῷ δεινῷ ἰατροῦ, ἐγκελευσαμένου Ἀλεξάνδρου τῷ ξίφει ἐπιτεμεῖν τὴν πληγὴν καὶ κομίσασθαι τὸ βέλος.
6.11.2ἐν δὲ τῇ κομιδῇ φορὰ αἵματος πολλοῦ γίγνεται, ὥστε λειποψυχῆσαι αὖθις Ἀλέξανδρον καὶ οὕτω σχεθῆναι αὐτῷ τὸ αἷμα ὑπὸ τῇ λειποψυχίᾳ. πολλὰ δὲ καὶ ἄλλα ἀναγέγραπται τοῖς ξυγγραφεῦσιν ὑπὲρ τοῦ παθήματος, καὶ ἡ φήμη παραδεξαμένη αὐτὰ κατὰ τοὺς πρώτους ψευσαμένους ἔτι καὶ εἰς ἡμᾶς διασώζει, οὐ δὲ ἀφήσει παραδιδοῦσα καὶ ἐφεξῆς ἄλλοις τὰ ψευδῆ, εἰ μὴ ὑπὸ τῆσδε τῆς ξυγγραφῆς παύσεται.
6.11.3αὐτίκα ἐν Ὀξυδράκαις τὸ πάθημα τοῦτο γενέσθαι Ἀλεξάνδρῳ ὁ πᾶς λόγος κατέχει · τὸ δὲ ἐν Μαλλοῖς ἔθνει αὐτονόμῳ Ἰνδικῷ ξυνέβη, καὶ ἥτε πόλις Μαλλῶν ἦν καὶ οἱ βαλόντες Ἀλέξανδρον Μαλλοί, οἳ δὴ ἐγνώκεσαν μὲν ξυμμίξαντες τοῖς Ὀξυδράκαις οὕτω διαγωνίζεσθαι, ἔφθη δὲ διὰ τῆς ἀνύδρου ἐπ’αὐτοὺς ἐλάσας πρίν τινα ὠφέλειαν αὐτοῖς παρὰ τῶν Ὀξυδρακῶν γενέσθαι ἢ αὐτοὺς ἐκείνοις τι ἐπωφελῆσαι.
6.11.4ἐπεὶ καὶ τὴν τελευταίαν μάχην τὴν πρὸς Δαρεῖον γενομένην, καθ’ἥντινα ἔφυγε Δαρεῖος οὐ δὲ πρόσθεν ἔληξε τῆς φυγῆς πρὶν ξυλληφθῆναι ὑπὸ τῶν ἀμφὶ Βῆσσον καὶ προσάγοντος ἤδη Ἀλεξάνδρου ἀποθανεῖν, πρὸς Ἀρβήλοις γενέσθαι ὁ πᾶς λόγος κατέχει, καθάπερ οὖν καὶ τὴν πρὸ ταύτης ἐν Ἰσσῷ καὶ τὴν πρώτην ἱππομαχίαν πρὸς Γρανίκῳ.
6.11.5ἀλλὰ πρὸς Γρανίκῳ μὲν ξυνέβη ἡ μάχη ἡ ἱππικὴ καὶ πρὸς Ἰσσῷ ἡ αὖθις πρὸς Δαρεῖον μάχη, Ἄρβηλα δὲ τοῦ χώρου, ἐν ᾧ τὴν ἐσχάτην μάχην Δαρεῖόςτε καὶ Ἀλέξανδρος ἐμαχέσαντο, οἱ μὲν τὰ πλεῖστα ξυγγράψαντες λέγουσιν ὅτι ἑξακοσίους σταδίους ἀπέχει, οἱ δὲ τὰ ἐλάχιστα, ὅτι ἐς πεντακοσίους. ἀλλὰ ἐν Γαυγαμήλοις γὰρ γενέσθαι τὴν μάχην πρὸς ποταμῷ Βουμήλῳ λέγει Πτολεμαῖος καὶ Ἀριστόβουλος.
6.11.6πόλις δὲ οὐκ ἦν τὰ Γαυγάμηλα, ἀλλὰ κώμη μεγάλη, οὐ δὲ ὀνομαστὸς ὁ χῶρος οὐ δὲ ἐς ἀκοὴν ἡδὺ τὸ ὄνομα · ἔνθεν δή μοι δοκεῖ πόλις οὖσα τὰ Ἄρβηλα ἀπηνέγκατο τὴν δόξαν τῆς μεγάλης μάχης. εἰ δὲ πρὸς Ἀρβήλοις χρὴ οἴεσθαι γενέσθαι τὸ ἔργον ἐκεῖνο ἐς τοσόνδε Ἀρβήλων ἀπέχον, καὶ τὴν ἐν Σαλαμῖνι γενομένην ναυμαχίαν πρὸς ἰσθμῷ τῷ Κορινθίων ἔξεστι λέγειν ὅτι ἐγένετο, καὶ τὴν ἐπ’Ἀρτεμισίῳ τῆς Εὐβοίας πρὸς Αἰγίνῃ ἢ Σουνίῳ.
6.11.7καὶ μὴν ὑπὲρ τῶν ὑπερασπισάντων ἐν τῷ κινδύνῳ Ἀλεξάνδρου, Πευκέσταν μὲν γενέσθαι ξύμπαντες ὁμολογοῦσιν, ὑπὲρ Λεοννάτου δὲ οὐκέτι ξυμφέρονται οὐ δὲ ὑπὲρ Ἀβρέου τοῦ διμοιρίτου. καὶ οἱ μὲν ξύλῳ πληγέντα κατὰ τοῦ κράνους Ἀλέξανδρον καὶ ἰλιγγιάσαντα πεσεῖν, αὖθις δὲ ἀναστάντα βληθῆναι βέλει διὰ τοῦ θώρακος ἐς τὸ στῆθος · Πτολεμαῖος δὲ ὁ Λάγου ταύτην μόνην τὴν πληγὴν πληγῆναι λέγει τὴν ἐς τὸ στῆθος.
6.11.8τὸ δὲ δὴ μέγιστον πλημμέλημα τῶν ξυγγραψάντων τὰ ἀμφὶ Ἀλέξανδρον ἐκεῖνο τίθεμαι ἔγωγε. Πτολεμαῖον γὰρ τὸν Λάγου ἔστιν οἳ ἀνέγραψαν ξυναναβῆναίτε Ἀλεξάνδρῳ κατὰ τὴν κλίμακα ὁμοῦ Πευκέστᾳ καὶ ὑπερασπίσαι κειμένου, καὶ ἐπὶ τῷδε Σωτῆρα ἐπικληθῆναι τὸν Πτολεμαῖον · καίτοι αὐτὸς Πτολεμαῖος ἀναγέγραφεν οὐ δὲ παραγενέσθαι τούτῳ τῷ ἔργῳ, ἀλλὰ στρατιᾶς γὰρ αὐτὸς ἡγούμενος ἄλλας μάχεσθαι μάχας καὶ πρὸς ἄλλους βαρβάρους. ταῦτα μὲν δὴ ἐν ἐκβολῇ τοῦ λόγου ἀναγεγράφθω μοι, ὡς μὴ ἀταλαίπωρον γίγνεσθαι τοῖς ἔπειτα ἀνθρώποις τὴν ὑπὲρ τῶν τηλικούτων ἔργωντε καὶ παθημάτων ἀφήγησιν.
6.12.1ἐν ᾧ δὲ Ἀλέξανδρος αὐτοῦ μένων τὸ τραῦμα ἐθεραπεύετο, ἐς τὸ στρατόπεδον, ἔνθενπερ ὡρμήθη ἐπὶ τοὺς Μαλλούς, ὁ μὲν πρῶτος λόγος ἧκεν ὅτι τεθνηκὼς εἴη ἐκ τοῦ τραύματος. καὶ τὰ μὲν πρῶτα οἰμωγὴ ἦν τῆς στρατιᾶς ξυμπάσης ἄλλου ἄλλῳ παραδιδόντος τὴν φήμην · παυσάμενοι δὲ τῆς οἰμωγῆς ἄθυμοίτε καὶ ἄποροι ἦσαν, ὅστις μὲν ἐξηγούμενος ἔσται τῆς στρατιᾶς (πολλοῖς γὰρ δὴ ἐν ἴσῳ τὰ τῆς ἀξιώσεως ἐδόκει πρόςτε αὐτοῦ Ἀλεξάνδρου καὶ πρὸς Μακεδόνων καθεστηκέναι), ὅπως δὲ ἀποσωθήσονται ἐς τὴν οἰκείαν, τοσούτων μὲν ἐθνῶν μαχίμων περιειργόντων σφᾶς ἐν κύκλῳ, τῶν μὲν οὔπω προσκεχωρηκότων, ἃ δὴ ὑπὲρ τῆς ἐλευθερίας εἴκαζον ἀγωνιεῖσθαι καρτερῶς, τῶν δὲ ἀποστησομένων ἀφαιρεθέντος αὐτοῖς τοῦ Ἀλεξάνδρου φόβου, ποταμῶντε ἐν μέσῳ ἀδιαβάτων τότε δὴ ἐδόκουν εἶναι καὶ πάντα σφίσιν ἄπορα καὶ ἀμήχανα ἐρήμοις Ἀλεξάνδρου ἐφαίνετο.
6.12.3ὡς δὲ ἧκέ ποτε λόγος ὅτι ζῇ Ἀλέξανδρος, τούτῳ μὲν μόγις ξυνεχώρησαν, εἰ δὲ καὶ βιώσιμός ἐστιν, οὔπω ἐπιστεύετο. ὡς δὲ καὶ γράμματα παρ’αὐτοῦ ἧκεν ὅτι ὅσον οὔπω κατελεύσεται ἐπὶ τὸ στρατόπεδον, οὐ δὲ ταῦτα τοῖς πολλοῖς ὑπὸ τοῦ ἄγαν δέους πιστὰ ἐφαίνετο, ἀλλὰ πλάττεσθαι γὰρ πρὸς τῶν ἀμφ’αὐτὸν σωματοφυλάκωντε καὶ στρατηγῶν εἰκάζετο.
6.13.1καὶ ταῦτα ἐννοήσας Ἀλέξανδρος, μή τι νεωτερισθείη ἐν τῇ στρατιᾷ, ὅτε πρῶτον ἠδυνήθη κομίζεται ἐπὶ τοῦ ποταμοῦ τοῦ Ὑδραώτου τὰς ὄχθας · καὶ πλέων κατὰ τὸν ποταμόν (ἦν γὰρ τὸ στρατόπεδον ἐπὶ ταῖς ξυμβολαῖς τοῦτε Ὑδραώτου καὶ τοῦ Ἀκεσίνου, ἵνα Ἡφαιστίωντε ἐπὶ τῆς στρατιᾶς ἦν καὶ Νέαρχος τὸ ναυτικὸν αὐτῷ εἶχεν), ὡς δὲ ἐπέλαζεν ἡ ναῦς ἤδη τῷ στρατοπέδῳ τὸν βασιλέα φέρουσα, κελεύει δὴ ἀφελεῖν τὴν σκηνὴν ἀπὸ τῆς πρύμνης, ὡς καταφανὴς εἶναι πᾶσιν.
6.13.2οἱ δὲ ἔτι ἠπίστουν, ὡς νεκροῦ δῆθεν κομιζομένου Ἀλεξάνδρου, πρίν γε δὴ προσχούσης τῆς νεὼς τῇ ὄχθῃ ὁ μὲν τὴν χεῖρα ἀνέτεινεν ἐς τὸ πλῆθος · οἱ δὲ ἀνεβόησαν, ἐς τὸν οὐρανὸν ἀνασχόντες τὰς χεῖρας, οἱ δὲ πρὸς αὐτὸν Αλέξανδρον · πολλοῖς δὲ καὶ δάκρυα ἐπὶ τῷ ἀνελπίστῳ προεχύθη ἀκούσια. καὶ οἱ μὲν τῶν ὑπασπιστῶν κλίνην προσέφερον αὐτῷ ἐκκομιζομένῳ ἐκ τῆς νεώς, ὁ δὲ τὸν ἵππον προσαγαγεῖν ἐκέλευσεν.
6.13.3ὡς δὲ ἐπιβὰς τοῦ ἵππου ὤφθη αὖθις, κρότῳ δὴ πολλῷ ἐπεκτύπησεν ἡ στρατιὰ πᾶσα, ἐπήχησαν δὲ αἵτε ὄχθαι καὶ αἱ πλησίον αὐτῶν νάπαι. προσάγων δὲ ἤδη τῇ σκηνῇ καταβαίνει ἀπὸ τοῦ ἵππου, ὥστε καὶ βαδίζων ὀφθῆναι. οἱ δὲ ἐπέλαζον ἄλλος ἄλλοθεν, οἱ μὲν χειρῶν, οἱ δὲ γονάτων, οἱ δὲ τῆς ἐσθῆτος αὐτῆς ἁπτόμενοι, οἱ δὲ καὶ ἰδεῖν ἐγγύθεν καί τι καὶ ἐπευφημήσαντες ἀπελθεῖν · οἱ δὲ ταινίαις ἔβαλλον, οἱ δὲ ἄνθεσιν, ὅσα ἐν τῷ τότε ἡ Ἰνδῶν γῆ παρεῖχε.
6.13.4Νέαρχος δὲ λέγει, ὅτι χαλεποὶ αὐτῷ τῶν φίλων ἐγένοντο ὅσοι ἐκάκιζον, ὅτι αὐτὸς πρὸ τῆς στρατιᾶς κινδυνεύοι · οὐ γὰρ στρατηγοῦ ταῦτα, ἀλλὰ στρατιώτου εἶναι. καί μοι δοκεῖ ἄχθεσθαι Ἀλέξανδρος τοῖσδε τοῖς λόγοις, ὅτι ἀληθεῖςτε ὄντας ἐγίγνωσκε καὶ αὑτὸν ὑπαίτιον τῇ ἐπιτιμήσει. καὶ ὅμως ὑπὸ μένουςτε τοῦ ἐν ταῖς μάχαις καὶ τοῦ ἔρωτος τῆς δόξης, καθάπερ οἱ ἄλλης τινὸς ἡδονῆς ἐξηττώμενοι, οὐ καρτερὸς ἦν ἀπέχεσθαι τῶν κινδύνων.
6.13.5ἄνθρωπον δέ τινα πρεσβύτερον λέγει Βοιώτιον, τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου οὐ λέγει, ὡς ἀχθόμενόντε πρὸς τὰς ἐπιτιμήσεις τῶν φίλων κατέμαθεν Ἀλέξανδρον καὶ ἐσκυθρωπακότα, προσελθόντα τοῦτον βοιωτιάζοντα ἅμα τῇ φωνῇ ταῦτα φάναι · ὦ Ἀλέξανδρε, ἀνδρῶν τὰ ἔργα · καί τι καὶ ἰαμβεῖον ὑπειπεῖν, τὸν δὲ νοῦν εἶναι τοῦ ἰαμβείου ὅτι τῷ τι δρῶντι καὶ παθεῖν ἐστιν ὀφειλόμενον. καὶ τοῦτον ἔντε τῷ παραυτίκα εὐδοκιμῆσαι καὶ ἐπιτηδειότερον ἐς τὸ ἔπειτα Ἀλεξάνδρῳ γενέσθαι.
6.14.1ἐν τούτῳ δὲ ἀφίκοντο παρὰ Ἀλέξανδρον τῶν Μαλλῶν τῶν ὑπολειπομένων πρέσβεις ἐνδιδόντες τὸ ἔθνος, καὶ παρὰ Ὀξυδρακῶν οἵτε ἡγεμόνες τῶν πόλεων καὶ οἱ νομάρχαι αὐτοὶ καὶ ἄλλοι ἅμα τούτοις ἑκατὸν καὶ πεντήκοντα οἱ γνωριμώτατοι αὐτοκράτορες περὶ σπονδῶν δῶράτε ὅσα μέγιστα παρ’Ἰνδοῖς κομίζοντες καὶ τὸ ἔθνος καὶ οὗτοι ἐνδιδόντες.
6.14.2συγγνωστὰ δὲ ἁμαρτεῖν ἔφασαν οὐ πάλαι παρ’αὐτὸν πρεσβευσάμενοι · ἐπιθυμεῖν γάρ, ὥσπερ τινὲς ἄλλοι, ἔτι μᾶλλον αὐτοὶ ἐλευθερίαςτε καὶ αὐτόνομοι εἶναι, ἥντινα ἐλευθερίαν ἐξ ὅτου Διόνυσος ἐς Ἰνδοὺς ἧκε σώαν σφίσιν εἶναι ἐς Ἀλέξανδρον · εἰ δὲ Ἀλεξάνδρῳ δοκοῦν ἐστιν, ὅτι καὶ Ἀλέξανδρον ἀπὸ θεοῦ γενέσθαι λόγος κατέχει, σατράπηντε ἀναδέξεσθαι, ὅντινα τάττοι Ἀλέξανδρος, καὶ φόρους ἀποίσειν τοὺς Ἀλεξάνδρῳ δόξαντας · διδόναι δὲ καὶ ὁμήρους ἐθέλειν ὅσους ἂν αἰτῇ Ἀλέξανδρος.
6.14.3ὁ δὲ χιλίους ᾔτησε τοὺς κρατιστεύοντας τοῦ ἔθνους, οὕς, εἰ μὲν βούλοιτο, ἀντὶ ὁμήρων καθέξειν, εἰ δὲ μή, ξυστρατεύοντας ἕξειν ἔστ’ἂν διαπολεμηθῇ αὐτῷ πρὸς τοὺς ἄλλους Ἰνδούς. οἱ δὲ τούςτε χιλίους ἔπεμψαν, τοὺς κρατίστους καὶ μεγίστους σφῶν ἐπιλεξάμενοι, καὶ ἅρματα πεντακόσια οὐκ αἰτηθέντες καὶ τοὺς ἀμβάτας τῶν ἁρμάτων. Ἀλέξανδρος δὲ σατράπην μὲν τούτοιςτε καὶ τῶν Μαλλῶν τοῖς ἔτι σωζομένοις ἐπέταξε Φίλιππον · τοὺς ὁμήρους δὲ αὐτοῖς ἀφῆκεν, τὰ δὲ ἅρματα ἔλαβεν.
6.14.4ὡς δὲ ταῦτα αὐτῷ κεκόσμητο καὶ πλοῖα ἐπὶ τῇ διατριβῇ τῇ ἐκ τοῦ τραύματος πολλὰ προσενεναυπήγητο, ἀναβιβάσας ἐς τὰς ναῦς τῶν μὲν ἑταίρων ἱππέας ἑπτακοσίους καὶ χιλίους, τῶν ψιλῶν δὲ ὅσουσπερ καὶ πρότερον, πεζοὺς δὲ ἐς μυρίους, ὀλίγον μέν τι τῷ Ὑδραώτῃ ποταμῷ κατέπλευσεν, ὡς δὲ συνέμιξεν ὁ Ὑδραώτης τῷ Ἀκεσίνῃ, ὅτι ὁ Ἀκεσίνης κρατεῖ τοῦ Ὑδραώτου ἐν τῇ ἐπωνυμίᾳ, κατὰ τὸν Ἀκεσίνην αὖ ἔπλει, ἔστε ἐπὶ τὴν ξυμβολὴν τοῦ Ἀκεσίνου καὶ τοῦ Ἰνδοῦ ἧκεν.
6.14.5τέσσαρες γὰρ οὗτοι μεγάλοι ποταμοὶ καὶ ναυσίποροι οἱ τέσσαρες εἰς τὸν Ἰνδὸν ποταμὸν τὸ ὕδωρ ξυμβάλλουσιν, οὐ ξὺν τῇ σφετέρᾳ ἕκαστος ἐπωνυμίᾳ, ἀλλὰ ὁ Ὑδάσπης μὲν ἐς τὸν Ἀκεσίνην ἐμβάλλει, ἐμβαλὼν δὲ τὸ πᾶν ὕδωρ Ἀκεσίνην παρέχεται καλούμενον · αὖθις δὲ ὁ Ἀκεσίνης οὗτος ξυμβάλλει τῷ Ὑδραώτῃ, καὶ παραλαβὼν τοῦτον ἔτι Ἀκεσίνης ἐστί · καὶ τὸν Ὕφασιν ἐπὶ τούτῳ ὁ Ἀκεσίνης παραλαβὼν τῷ αὑτοῦ δὴ ὀνόματι ἐς τὸν Ἰνδὸν ἐμβάλλει · ξυμβαλὼν δὲ ξυγχωρεῖ δὴ τῷ Ἰνδῷ. ἔνθεν δὴ ὁ Ἰνδὸς πρὶν ἐς τὸ Δέλτα σχισθῆναι οὐκ ἀπιστῶ ὅτι καὶ ἐς ἑκατὸν σταδίους ἔρχεται καὶ ὑπὲρ τοὺς ἑκατὸν τυχὸν, ἵναπερ λιμνάζει μᾶλλον.
6.15.1ἐνταῦθα ἐπὶ ταῖς ξυμβολαῖς τοῦ Ἀκεσίνου καὶ Ἰνδοῦ προσέμενεν ἔστε ἀφίκετο αὐτῷ ξὺν τῇ στρατιᾷ Περδίκκας καταστρεψάμενος ἐν παρόδῳ τὸ Ἀβαστανῶν ἔθνος αὐτόνομον. ἐν τούτῳ δὲ ἄλλαιτε προσγίγνονται Ἀλεξάνδρῳ τριακόντοροι καὶ πλοῖα στρογγύλα ἄλλα, ἃ δὴ ἐν Ξάθροις ἐναυπηγήθη αὐτῷ, καὶ Σόγδοι ἄλλο ἔθνος Ἰνδῶν αὐτόνομον προσεχώρησαν. καὶ παρὰ Ὀσσαδίων, καὶ τούτου γένους αὐτονόμου Ἰνδικοῦ, πρέσβεις ἧκον, ἐνδιδόντες καὶ οὗτοι τοὺς Ὀσσαδίους.
6.15.2Φιλίππῳ μὲν δὴ τῆς σατραπείας ὅρους ἔταξε τὰς συμβολὰς τοῦτε Ἀκεσίνου καὶ Ἰνδοῦ καὶ ἀπολείπει ξὺν αὐτῷ τούςτε Θρᾷκας πάντας καὶ ἐκ τῶν τάξεων ὅσοι ἐς φυλακὴν τῆς χώρας ἱκανοὶ ἐφαίνοντο, πόλιντε ἐνταῦθα κτίσαι ἐκέλευσεν ἐπ’αὐτῇ τῇ ξυμβολῇ τοῖν ποταμοῖν, ἐλπίσας μεγάληντε ἔσεσθαι καὶ ἐπιφανῆ ἐς ἀνθρώπους, καὶ νεωσοίκους ποιηθῆναι.
6.15.3ἐν τούτῳ δὲ καὶ Ὀξυάρτης ὁ Βάκτριος, ὁ Ῥωξάνης τῆς γυναικὸς τῆς Ἀλεξάνδρου πατήρ, ἧκε παρ’Ἀλέξανδρον · καὶ προστίθησιν αὐτῷ Παραπαμισαδῶν σατραπεύειν, ἀπαλλάξας Τυρίεσπιν τὸν πρόσθεν σατράπην, ὅτι οὐκ ἐν κόσμῳ ἐξηγεῖσθαι αὐτῷ ὁ Τυρίεσπις ἐξήγγελτο.
6.15.4ἔνθα δὴ διαβιβάσας Κρατερόντε καὶ τῆς στρατιᾶς τὴν πολλὴν καὶ τοὺς ἐλέφαντας ἐπ’ἀριστερὰ τοῦ Ἰνδοῦ ποταμοῦ, ὅτι εὐπορώτεράτε ταύτῃ τὰ παρὰ τὸν ποταμὸν στρατιᾷ βαρείᾳ ἐφαίνετο καὶ τὰ ἔθνη τὰ προσοικοῦντα οὐ πάντῃ φίλια ἦν, αὐτὸς κατέπλει ἐς τῶν Σόγδων τὸ βασίλειον. καὶ ἐνταῦθα πόλιντε ἐτείχιζεν ἄλλην καὶ νεωσοίκους ἐποίει ἄλλους καὶ τὰ πλοῖα αὐτῷ τὰ πεπονηκότα ἐπεσκευάσθη. τῆς δὲ ἀπὸ τῶν ξυμβολῶν τοῦτε Ἰνδοῦ καὶ Ἀκεσίνου χώρας ἔστε ἐπὶ θάλασσαν σατράπην ἀπέδεξεν Ὀξυάρτην καὶ Πείθωνα ξὺν τῇ παραλίᾳ πάσῃ τῆς Ἰνδῶν γῆς.
6.15.5καὶ Κρατερὸν μὲν ἐκπέμπει αὖθις ξὺν τῇ στρατιᾷ διὰ τῆς Ἀραχωτῶν καὶ Δραγγῶν γῆς, αὐτὸς δὲ κατέπλει ἐς τὴν Μουσικανοῦ ἐπικράτειαν, ἥντινα εὐδαιμονεστάτην τῆς Ἰνδῶν γῆς εἶναι ἐξηγγέλλετο, ὅτι οὔπω οὔτε ἀπηντήκει αὐτῷ Μουσικανὸς ἐνδιδοὺς αὑτόντε καὶ τὴν χώραν οὔτε πρέσβεις ἐπὶ φιλίᾳ ἐκπέμπει, οὐ δέ τι οὔτε αὐτὸς ἐπεπόμφει ἃ δὴ μεγάλῳ βασιλεῖ εἰκός, οὔτε τι ᾐτήκει ἐξ Ἀλεξάνδρου.
6.15.6καὶ γίγνεται αὐτῷ ὁ πλοῦς κατὰ τὸν ποταμὸν ἐς τοσόνδε ἐσπουδασμένος ὥστε ἔφθη ἐπὶ τοῖς ὁρίοις γενέσθαι τῆς Μουσικανοῦ χώρας, πρὶν πυθέσθαι Μουσικανὸν ὅτι ὥρμηται ὡς ἐπ’αὐτὸν Ἀλέξανδρος. οὕτω δὴ ἐκπλαγεὶς κατὰ τάχος ἀπήντα Ἀλεξάνδρῳ, δῶράτε τὰ πλείστου ἄξια παρ’Ἰνδοῖς κομίζων καὶ τοὺς ἐλέφαντας ξύμπαντας ἄγων καὶ τὸ ἔθνοςτε καὶ αὑτὸν ἐνδιδοὺς καὶ ὁμολογῶν ἀδικεῖν, ὅπερ μέγιστον παρ’Ἀλεξάνδρῳ ἦν ἐς τὸ τυχεῖν ὧν τις δέοιτο.
6.15.7καὶ οὖν καὶ Μουσικανῷ ἐπὶ τοῖσδε ἄδεια ἐδόθη ἐξ Ἀλεξάνδρου, καὶ τὴν πόλιν ἐθαύμασεν Ἀλέξανδρος καὶ τὴν χώραν, καὶ ἄρχειν αὐτῆς Μουσικανῷ ἔδωκεν · κρατερὸς δὲ ἐν τῇ πόλει ἐτάχθη τὴν ἄκραν ἐκτειχίσαι · καὶ παρόντος ἔτι ἐτειχίσθη Ἀλεξάνδρου καὶ φυλακὴ κατεστάθη, ὅτι ἐπιτήδειον αὐτῷ ἐφάνη τὸ χωρίον ἐς τὸ κατεχεσθαι τα κύκλῳ ἔθνη φυλαττόμενα.
6.16.1ἔνθεν δὲ ἀναλαβὼν τούςτε τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τὴν ἵππον τὴν ἅμα οἷ πλέουσαν ἐξελαύνει ἐπὶ τὸν νομάρχην τῆς ταύτῃ γῆς, ὄνομα δὲ ἦν Ὀξικανός, ὅτι μήτε αὐτὸς ἀφῖκτο μήτε πρέσβεις παρ’αὐτοῦ ἧκον ἐνδιδόντες αὐτόντε καὶ τὴν χώραν.
6.16.2δύο μὲν δὴ τὰς μεγίστας πόλεις τῶν ὑπὸ τῷ Ὀξικανῷ ἐξ ἐφόδου κατὰ κράτος ἔλαβεν, ἐν δὲ τῇ ἑτέρᾳ τούτων καὶ αὐτὸς Ὀξικανὸς ἑάλω. ὁ δὲ τὴν μὲν λείαν τῇ στρατιᾷ δίδωσι, τοὺς ἐλέφαντας δὲ ἅμα οἷ ἦγε · καὶ αἱ ἄλλαι δὲ πόλεις αὐτῷ αἱ ἐν τῇ αὐτῇ χώρᾳ ἐνεδίδοντο ἐπιόντι οὐ δέ τις ἐτρέπετο ἐς ἀλκήν · οὕτω καὶ Ἰνδοὶ πάντες ἐδεδούλωντο ἤδη τῇ γνώμῃ πρὸς Ἀλεξάνδρουτε καὶ τῆς Ἀλεξάνδρου τύχης.
6.16.3ὁ δὲ ἐπὶ Σάμβον αὖ ἦγε τῶν ὀρείων Ἰνδῶν σατράπην ὑπ’αὐτοῦ κατασταθέντα, ὃς πεφευγέναι αὐτῷ ἐξηγγέλλετο ὅτι Μουσικανὸν ἀφειμένον πρὸς Ἀλεξάνδρου ἐπύθετο καὶ τῆς χώρας τῆς ἑαυτοῦ ἄρχοντα · τὰ γὰρ πρὸς Μουσικανὸν αὐτῷ πολέμια ἦν.
6.16.4ὡς δὲ ἐπέλαζεν ἤδη τῇ πόλει Ἀλέξανδρος, ἥντινα μητρόπολιν εἶχεν ἡ τοῦ Σάμβου χώρα, ὄνομα δὲ ἦν τῇ πόλει Σινδίμανα, αἵτε πύλαι αὐτῷ ἀνοίγονται προσάγοντι καὶ οἱ οἰκεῖοι οἱ τοῦ Σάμβου τάτε χρήματα ἀπηρίθμησαν καὶ τοὺς ἐλέφαντας μετὰ σφῶν ἄγοντες ἀπήντων · οὐ γὰρ δὴ Ἀλεξάνδρῳ γε πολεμίως ἔχοντα Σάμβον φυγεῖν, ἀλλὰ Μουσικανοῦ τὴν ἄφεσιν δείσαντα.
6.16.5ὁ δὲ καὶ ἄλλην πόλιν ἐν τούτῳ ἀποστᾶσαν εἷλεν καὶ τῶν Βραχμάνων, οἳ δὴ σοφισταὶ τοῖς Ἰνδοῖς εἰσιν, ὅσοι αἴτιοι τῆς ἀποστάσεως ἐγένοντο ἀπέκτεινεν. ὑπὲρ ὧν ἐγὼ τῆς σοφίας, εἰ δή τίς ἐστιν, ἐν τῇ Ἰνδικῇ ξυγγραφῇ δηλώσω.
6.17.1καὶ ἐν τούτῳ Μουσικανὸς αὐτῷ ἀφεστάναι ἐξηγγέλλετο. καὶ ἐπὶ τοῦτον μὲν ἐκπέμπει Πείθωνα τὸν Ἀγήνορος σατράπην ξὺν στρατιᾷ ἀποχρώσῃ, αὐτὸς δὲ τὰς πόλεις τὰς ὑπὸ Μουσικανῷ τεταγμένας ἐπελθὼν τὰς μὲν ἐξανδραποδίσας αὐτῶν κατέσκαψεν, εἰς ἃς δὲ φρουρὰς εἰσήγαγε καὶ ἄκρας ἐξετείχισε. ταῦτα δὲ διαπραξάμενος ἐπὶ τὸ στρατόπεδόντε ἐπανῆκε καὶ τὸν στόλον.
6.17.2ἔνθα δὴ Μουσικανόςτε ξυλληφθεὶς ἄγεται πρὸς Πείθωνος, καὶ τοῦτον κρεμάσαι κελεύει Ἀλέξανδρος ἐν τῇ αὑτοῦ γῇ, καὶ τῶν Βραχμάνων ὅσοι αἴτιοι τῆς ἀποστάσεως τῷ Μουσικανῷ κατέστησαν. ἀφίκετο δὲ αὐτῷ καὶ ὁ τῶν Πατάλων τῆς χώρας ἄρχων, ὃ δὴ τὸ Δέλτα ἔφην εἶναι τὸ πρὸς τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ ποιούμενον, μεῖζον ἔτι τοῦ Δέλτα τοῦ Αἰγυπτίου, καὶ οὗτος τήντε χώραν αὐτῷ ἐνεδίδου πᾶσαν καὶ αὑτόντε καὶ τὰ αὑτοῦ ἐπέτρεψεν.
6.17.3τοῦτον μὲν δὴ ἐπὶ τῇ αὑτοῦ ἀρχῇ ἐκπέμπει αὖθις παραγγείλας παρασκευάζειν ὅσα ἐς ὑποδοχὴν τῇ στρατιᾷ · αὐτὸς δὲ Κρατερὸν μὲν τήντε Ἀττάλου τάξιν ἄγοντα καὶ τὴν Μελεάγρου καὶ Ἀντιγένους καὶ τῶν τοξοτῶν ἔστιν οὓς καὶ τῶν ἑταίρωντε καὶ ἄλλων Μακεδόνων ὅσους ἐς Μακεδονίαν ἀπομάχους ὄντας ἤδη ἔστελλε τὴν ἐπ’Ἀραχωτῶν καὶ Ζαραγγῶν ἔπεμπεν ἐς Καρμανίαν, καὶ τοὺς ἐλέφαντας τούτῳ ἄγειν ἔδωκεν ·
6.17.4τὴν δὲ ἄλλην στρατιάν, ὅση γε μὴ ξὺν αὐτῷ κατέπλει ὡς ἐπὶ θάλασσαν, […] Ἡφαιστίων ἐπετάχθη, Πείθωνα δὲ τούςτε ἱππακοντιστὰς ἄγοντα καὶ τοὺς Ἀγριᾶνας ἐς τὴν ἐπέκεινα ὄχθην τοῦ Ἰνδοῦ διαβιβάσας, οὐχ ᾗπερ Ἡφαιστίων τὴν στρατιὰν ἄγειν ἤμελλε, τάςτε ἐκτετειχισμένας ἤδη πόλεις ξυνοικίσαι ἐκέλευσε καὶ εἰ δή τινα νεωτερίζοιτο πρὸς τῶν ταύτῃ Ἰνδῶν καὶ ταῦτα ἐς κόσμον καταστήσαντα ξυμβάλλειν οἱ ἐς τὰ Πάταλα.
6.17.5ἤδη δὲ τρίτην ἡμέραν αὐτῷ τοῦ πλοῦ ἔχοντι ἐξαγγέλλεται ὅτι ὁ τῶν Πατάλων ὕπαρχος ξυλλαβὼν τῶν Παταλέων τοὺς πολλοὺς ἀποδεδρακὼς οἴχοιτο ἀπολιπὼν τὴν χώραν ἔρημον · καὶ ἐπὶ τούτῳ πλείονι ἢ πρόσθεν σπουδῇ κατέπλει Ἀλέξανδρος. ὡς δὲ ἄφίκετο ἐς τὰ Πάταλα, τήντε πόλιν καὶ τὴν χώραν ἔρημον καταλαμβάνει τῶν ἐνοικούντωντε καὶ ἐπεργαζομένων.
6.17.6ὁ δὲ κατὰ δίωξιν τῶν φευγόντων ἐκπέμψας τῆς στρατιᾶς τοὺς κουφοτάτους, ἐπεί τινες αὐτῶν ξυνελήφθησαν, ἀποπέμπει τούτους παρὰ τοὺς ἄλλους, ἐντειλάμενος ἐπανιέναι θαρροῦντας · εἶναι γὰρ αὐτοῖς τήντε πόλιν οἰκεῖν ὡς πρόσθεν καὶ τὴν χώραν ἐργάζεσθαι. καὶ ἐπανῆλθον οἱ πολλοὶ αὐτῶν.
6.18.1αὐτὸς δὲ Ἡφαιστίωνι προστάξας τειχίζειν ἐν τοῖς Πατάλοις ἄκραν ἀποπέμπει ἐς τὴν ἄνυδρον τῆς πλησίον γῆς φρέατάτε ὀρύξοντας καὶ οἰκήσιμον τὴν χώραν κατασκευάσοντας. καὶ τούτοις ἐπέθεντο τῶν προσχώρων τινὲς βαρβάρων, καὶ ἔστι μὲν οὓς διέφθειραν αὐτῶν ἄφνω προσπεσόντες, πολλοὺς δὲ καὶ σφῶν ἀποβαλόντες ἔφυγον ἐς τὴν ἔρημον, ὥστε ἐπιτελεσθῆναι τοῖς ἐκπεμφθεῖσι τὰ ἔργα προσγενομένης αὐτοῖς καὶ ἄλλης στρατιᾶς, ἣν Ἀλέξανδρος πυθόμενος τῶν βαρβάρων τὴν ἐπίθεσιν ἐστάλκει μεθέξοντας τοῦ ἔργου.
6.18.2περὶ δὲ τοῖς Πατάλοις σχίζεται τοῦ Ἰνδοῦ τὸ ὕδωρ ἐς δύο ποταμοὺς μεγάλους, καὶ οὗτοι ἀμφότεροι σώζουσι τοῦ Ἰνδοῦ τὸ ὄνομα ἔστε ἐπὶ τὴν θάλασσαν. ἐνταῦθα ναύσταθμόντε καὶ νεωσοίκους ἐποίει Ἀλέξανδρος · ὡς δὲ προὐκεχωρήκει αὐτῷ τὰ ἔργα, ὁ δὲ καταπλεῖν ἐπενόει ἔστε ἐπὶ τὴν ἐκβολὴν τοῦ ἐν δεξιᾷ ῥέοντος ποταμοῦ ἐς τὴν θάλασσαν.
6.18.3Λεοννάτον μὲν δὴ δοὺς αὐτῷ τῶντε ἱππέων ἐς χιλίους καὶ τῶν ὁπλιτῶντε καὶ ψιλῶν ἐς ὀκτακισχιλίους κατὰ τὴν νῆσον τὰ Πάταλα ἐκπέμπει ἀντιπαράγειν τῷ στόλῳ, αὐτὸς δὲ τὰς μάλιστα τῶν νεῶν ταχυναυτούσας ἀναλαβὼν ὅσαιτε ἡμιόλιαι καὶ τὰς τριακοντόρους πάσας καὶ τῶν κερκούρων ἔστιν οὓς ἔπλει κατὰ τὸν ποταμὸν τὸν ἐν δεξιᾷ.
6.18.4οὐκ ἔχοντι δὲ αὐτῷ ἡγεμόνα τοῦ πλοῦ, ὅτι πεφεύγεσαν οἱ ταύτῃ Ἰνδοί, ἀπορώτερα τὰ τοῦ κατάπλου ἦν · χειμώντε ἐπιγίγνεται ἐς τὴν ὑστεραίαν ἀπὸ τῆς ἀναγωγῆς καὶ ὁ ἄνεμος τῷ ῥόῳ πνέων ὑπεναντίος κοῖλόντε ἐποίει τὸν ποταμὸν καὶ τὰ σκάφη διέσειεν, ὥστε ἐπόνησαν αὐτῷ αἱ πλεῖσται τῶν νεῶν, τῶν δὲ τριακοντόρων ἔστιν αἳ καὶ πάντῃ διελύθησαν. ἔφθησαν δὲ ἐποκείλαντες αὐτὰς πρὶν παντάπασιν διαπεσεῖν ἐν τῷ ὕδατι.
6.18.5ἕτεραι οὖν ξυνεπήγνυντο. καὶ τῶν ψιλῶν τοὺς κουφοτάτους ἐκπέμψας ἐς τὴν προσωτέρω τῆς ὄχθης χώραν ξυλλαμβάνει τινὰς τῶν Ἰνδῶν, καὶ οὗτοι τὸ ἀπὸ τοῦδε ἐξηγοῦντο αὐτῷ τὸν πόρον. ὡς δὲ ἧκον ἵναπερ ἀναχεῖται ἐς εὖρος ὁ ποταμός, ὡς καὶ διακοσίους ταύτῃ σταδίους ἐπέχειν ᾗπερ εὐρύτατος αὐτὸς αὑτοῦ ἦν, τότε πνεῦμα κατῄει μέγα ἀπὸ τῆς ἔξω θαλάσσης καὶ αἱ κῶπαι ἐν κλύδωνι χαλεπῶς ἀνεφέροντο, ξυμφεύγουσιν αὖ ἐς διώρυχα, ἐς ἥντινα οἱ ἡγεμόνες αὐτῷ καθηγήσαντο. ἐνταῦθα ὁρμισάντων τὸ πάθημα ἐπιγίγνεται τῆς
6.19.1μεγάλης θαλάσσης ἡ ἄμπωτις, ὥστε ἐπὶ ξηροῦ ἀπελήφθησαν αὐτοῖς αἱ νῆες. καὶ τοῦτο οὔπω πρότερον ἐγνωκόσι τοῖς ἀμφ’Ἀλέξανδρον ἔκπληξιν μὲν καὶ αὐτὸ οὐ σμικρὰν παρέσχε, πολὺ δὲ δὴ ἔτι μείζονα, ὁπότε διελθούσης τῆς ὥρας προσῄειτε τὸ ὕδωρ καὶ τὰ σκάφη ἐμετεωρίζοντο.
6.19.2ὅσας μὲν δὴ τῶν νεῶν ἐν τῷ πηλῷ ἑδραίας κατέλαβεν, αὗται δὲ ἀβλαβῶςτε ἐμετεωρίσθησαν καὶ οὐδὲν χαλεπὸν παθοῦσαι ἔπλεον αὖθις · ὅσαι δὲ ἐν ξηροτέρᾳτε τῇ γῇ καὶ οὐ βεβαίως τὴν στάσιν ἔχουσαι ὑπελείφθησαν, αὗται δὲ ἀθρόου ἐπελθόντος τοῦ κύματος αἱ μὲν αὐτῶν ἐμπεσοῦσαι ἐς ἀλλήλας, αἱ δὲ πρὸς τῇ γῇ ἀρραχθεῖσαι συνετρίβησαν.
6.19.3ταύταςτε οὖν ἐπεσκεύασεν Ἀλέξανδρος ἐκ τῶν παρόντων καὶ ἐν κερκούροιν δυοῖν προπέμπει κατὰ τὸν ποταμὸν τοὺς κατασκεψομένους τὴν νῆσον, ἐς ἥντινα οἱ ἐπιχώριοι ἔφασκον ὁρμιστέα εἶναι αὐτῷ κατὰ τὸν πλοῦν τὸν ἐς τὴν θάλασσαν · Κίλλουτα δὲ τῇ νήσῳ τὸ ὄνομα ἔλεγον. ὡς δὲ ἐξηγγέλθη ὅτι ὅρμοιτε ἐν τῇ νήσῳ εἰσὶ καὶ αὐτὴ μεγάλη καὶ ὕδωρ ἔχουσα, ὁ μὲν ἄλλος αὐτῷ στόλος ἐς τὴν νῆσον κατέσχεν, αὐτὸς δὲ ταῖς ἄριστα πλεούσαις τῶν νεῶν ἐπέκεινα προὐχώρει, ὡς ἀπιδεῖν τοῦ ποταμοῦ τὴν ἐκβολὴν τὴν ἐς τὴν θάλασσαν, εἰ παρέχει τὸν ἔκπλουν εὔπορον.
6.19.4προελθόντες δὲ ἀπὸ τῆς νήσου σταδίους ὅσον διακοσίους ἀφορῶσιν ἄλλην νῆσον, ταύτην ἤδη ἐν τῇ θαλάσσῃ. τότε μὲν δὴ ἐπανῆλθον ἐς τὴν ἐν τῷ ποταμῷ νῆσον, καὶ πρὸς τοῖς ἄκροις αὐτῆς καθορμισθεὶς θύει τοῖς θεοῖς Ἀλέξανδρος ὅσοις ἔφασκεν ὅτι παρὰ τοῦ Ἄμμωνος ἐπηγγελμένον ἦν θῦσαι αὐτῷ. ἐς δὲ τὴν ὑστεραίαν κατέπλει ὡς ἐπὶ τὴν ἄλλην τὴν ἐν τῷ πόντῳ νῆσον, καὶ προσχὼν καὶ ταύτῃ ἔθυε καὶ ἐνταῦθα ἄλλας αὖ θυσίας ἄλλοιςτε θεοῖς καὶ ἄλλῳ τρόπῳ · καὶ ταύτας δὲ κατ’ἐπιθεσπισμὸν θύειν ἔφασκε τοῦ Ἄμμωνος.
6.19.5αὐτὸς δὲ ὑπερβαλὼν τοῦ Ἰνδοῦ ποταμοῦ τὰς ἐκβολὰς ἐς τὸ πέλαγος ἀνέπλει, ὡς μὲν ἔλεγεν, ἀπιδεῖν εἴ πού τις χώρα πλησίον ἀνίσχει ἐν τῷ πόντῳ, ἐμοὶ δὲ δοκεῖ, οὐχ ἥκιστα ὡς πεπλευκέναι τὴν μεγάλην τὴν ἔξω Ἰνδῶν θάλασσαν. ἐνταῦθα ταύρουςτε σφάξας τῷ Ποσειδῶνι ἀφῆκεν ἐς τὴν θάλασσαν καὶ σπείσας ἐπὶ τῇ θυσίᾳ τήντε φιάλην χρυσῆν οὖσαν καὶ κρατῆρας χρυσοῦς ἐνέβαλεν ἐς τὸν πόντον χαριστήρια, εὐχόμενος σῶόν οἱ παραπέμψαι τὸν στρατὸν τὸν ναυτικόν, ὅντινα ξὺν Νεάρχῳ ἐπενόει στέλλειν ὡς ἐπὶ τὸν κόλπον τὸν Περσικὸν καὶ τὰς ἐκβολὰς τοῦτε Εὐφράτου καὶ τοῦ Τίγρητος.
6.20.1ἐπανελθὼν δὲ ὀπίσω ἐς τὰ Πάταλα τήντε ἄκραν τετειχισμένην καταλαμβάνει καὶ Πείθωνα ξὺν τῇ στρατιᾷ ἀφιγμένον καὶ τούτῳ ξύμπαντα καταπεπραγμένα ἐφ’οἷσπερ ἐστάλη. Ἡφαιστίων μὲν δὴ ἐτάχθη παρασκευάζειν τὰ πρὸς τὸν ἐκτειχισμόντε τοῦ ναυστάθμου καὶ τῶν νεωσοίκων τὴν κατασκευήν · καὶ γὰρ καὶ ἐνταῦθα ἐπενόει στόλον ὑπολείπεσθαι νεῶν οὐκ ὀλίγων πρὸς τῇ πόλει τοῖς Πατάλοις, ἵναπερ ἐσχίζετο ὁ ποταμὸς ὁ Ἰνδός.
6.20.2αὐτὸς δὲ κατὰ τὸ ἕτερον στόμα τοῦ Ἰνδοῦ κατέπλει αὖθις ἐς τὴν μεγάλην θάλασσαν, ὡς καταμαθεῖν, ὅπῃ εὐπορωτέρα ἡ ἐκβολὴ τοῦ Ἰνδοῦ ἐς τὸν πόντον γίγνεται · ἀπέχει δὲ ἀλλήλων τὰ στόματα τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ ἐς σταδίους μάλιστα ὀκτακοσίους καὶ χιλίους.
6.20.3ἐν δὲ τῷ κατάπλῳ ἀφίκετο τῆς ἐκβολῆς τοῦ ποταμοῦ ἐς λίμνην μεγάλην, ἥντινα ἀναχεόμενος ὁ ποταμός, τυχὸν δὲ καὶ ἐκ τῶν πέριξ ὑδάτων ἐμβαλλόντων ἐς αὐτήν, μεγάληντε ποιεῖ καὶ κόλπῳ θαλάσσης μάλιστα ἐοικυῖαν · καὶ γὰρ ἰχθύες ἤδη ἐν αὐτῇ τῶν ἀπὸ θαλάσσης ἐφαίνοντο, μείζονες τῶν ἐν τῇδε τῇ ἡμετέρᾳ θαλάσσῃ. προσορμισθεὶς οὖν κατὰ τὴν λίμνην ἵναπερ οἱ καθηγεμόνες ἐξηγοῦντο, τῶν μὲν στρατιωτῶν τοὺς πολλοὺς καταλείπει σὺν Λεοννάτῳ αὐτοῦ καὶ τοὺς κερκούρους ξύμπαντας, αὐτὸς δὲ ταῖς τριακοντόροιςτε καὶ ἡμιολίαις ὑπερβαλὼν τὴν ἐκβολὴν τοῦ Ἰνδοῦ καὶ προελθὼν καὶ ταύτῃ ἐς τὴν θάλασσαν εὐπορωτέραντε κατέμαθεν τὴν ἐπὶ τάδε τοῦ Ἰνδοῦ ἐκβολὴν καὶ αὐτὸς προσορμισθεὶς τῷ αἰγιαλῷ καὶ τῶν ἱππέων τινὰς ἅμα οἷ ἔχων παρὰ θάλασσαν ᾔει σταθμοὺς τρεῖς, τὴντε χώραν ὁποία τίς ἐστιν ἡ ἐν τῷ παράπλῳ ἐπισκεπτόμενος καὶ φρέατα ὀρύσσεσθαι κελεύων, ὅπως ἔχοιεν ὑδρεύεσθαι οἱ πλέοντες.
6.20.5αὐτὸς μὲν δὴ ἐπανελθὼν ἐπὶ τὰς ναῦς ἀνέπλει ἐς τὰ Πάταλα · μέρος δέ τι τῆς στρατιᾶς τὰ αὐτὰ ταῦτα ἐργασομένους κατὰ τὴν παραλίαν ἔπεμψεν, ἐπανιέναι καὶ τούτοις προστάξας ἐς τὰ Πάταλα. αὖθις δὲ ὡς ἐπὶ τὴν λίμνην καταπλεύσας ἄλλον ναύσταθμον καὶ ἄλλους νεωσοίκους ἐνταῦθα κατεσκεύασε, καὶ φυλακὴν καταλιπὼν τῷ χωρίῳ σῖτόντε ὅσον καὶ ἐς τέτταρας μῆνας ἐξαρκέσαι τῇ στρατιᾷ ἐσηγάγετο καὶ τα- τἆλλ’ὅσα ἐν τῷ παράπλῳ παρεσκεύαζεν.
6.21.1ἦν δὲ ἐν μὲν τῷ τότε ἄπορος ἡ ὥρα ἐς τὸν πλοῦν · οἱ γὰρ ἐτησίαι ἄνεμοι κατεῖχον, οἳ δὴ τῇ ὥρᾳ ἐκείνῃ οὐ καθάπερ παρ’ἡμῖν ἀπ’ἄρκτου, ἀλλ’ἀπὸ τῆς μεγάλης θαλάσσης κατὰ νότον μάλιστα ἄνεμον ἵστανται.
6.21.2ἀπὸ δὲ τοῦ χειμῶνος τῆς ἀρχῆς τὸ ἀπὸ Πλειάδων δύσεως ἔστε ἐπὶ τροπάς, ἃς ἐν χειμῶνι ὁ ἥλιος ἐπιστρέφει, πλόϊμα εἶναι ταύτῃ ἐξηγγέλλετο. τότε γὰρ κατὰ γῆν μᾶλλον οἷα δὴ πολλῷ ὕδατι ἐξ οὐρανοῦ βεβρεγμένην αὔρας ἵστασθαι μαλθακὰς καὶ ἐς τὸν παράπλουν ταῖςτε κώπαις καὶ τοῖς ἱστίοις ξυμμέτρους.
6.21.3Νέαρχος μὲν δὴ ἐπιταχθεὶς τῷ ναυτικῷ προσέμενε τὴν ὥραν τοῦ παράπλου, αὐτὸς δὲ ἄρας ἐκ Πατάλων ἔστε μὲν ἐπὶ τὸν ποταμὸν τὸν Ἀράβιον ξὺν τῇ στρατιᾶ πάσῃ προὐχώρει. ἐκεῖθεν δὲ ἀναλαβὼν τῶν ὑπασπιστῶντε καὶ τῶν τοξοτῶν τοὺς ἡμίσεας καὶ τῶν πεζεταίρων καλουμένων τὰς τάξεις καὶ τῆς ἵππου τῆς ἑταιρικῆς τότε ἄγημα καὶ ἴλην ἀφ’ἑκάστης ἱππαρχίας καὶ τοὺς ἱπποτοξότας ξύμπαντας ὡς ἐπὶ τὴν θάλασσαν ἐς ἀριστερὰ ἐτράπετο, ὕδατάτε ὀρύσσειν, ὡς κατὰ τὸν παράπλουν ἄφθονα εἴη τῇ στρατιᾷ τῇ παραπλεούσῃ, καὶ ἅμα ὡς τοῖς Ὠρείταις τοῖς ταύτῃ Ἰνδοῖς αὐτονόμοις ἐκ πολλοῦ οὖσιν ἄφνω ἐπιπεσεῖν, ὅτι μηδὲν φίλιον αὐτοῖς ἐς αὐτόντε καὶ τὴν στρατιὰν ἐπέπρακτο. τῆς δὲ ὑπολειφθείσης δυνάμεως Ἡφαιστίων αὐτῷ ἀφηγεῖτο.
6.21.4Ἀραβῖται μὲν δή, ἔθνος καὶ τοῦτο αὐτόνομον τῶν περὶ τὸν Ἀράβιον ποταμὸν νεμομένων, οὔτε ἀξιόμαχοι δόξαντες εἶναι Ἀλεξάνδρῳ οὔτε ὑποδῦναι ἐθελήσαντες, ὡς προσάγοντα ἐπύθοντο Ἀλέξανδρον, φεύγουσιν ἐς τὴν ἔρημον. Ἀλέξανδρος δὲ διαβὰς τὸν Ἀράβιον ποταμὸν στενόντε καὶ ὀλίγου ὕδατος καὶ διελθὼν ἐν νυκτὶ τῆς ἐρήμου τὴν πολλὴν ὑπὸ τὴν ἕω πρὸς τῇ οἰκουμένῃ ἦν · καὶ τοὺς μὲν πεζοὺς ἐν τάξει ἐκέλευσεν ἕπεσθαι, τοὺς δὲ ἱππέας ἀναλβὼν αὐτὸς καὶ ἐς ἴλας κατανείμας, ὅπως ἐπὶ πλεῖστον τοῦ πεδίου ἐπέχοιεν, ἐπῄει τὴν χώραν τῶν Ὠρειτῶν. ὅσοι μὲν δὴ ἐς ·
6.21.5ἀλκὴν αὐτῶν ἐτράποντο κατεκόπησαν πρὸς τῶν ἱππέων, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν. ὁ δὲ τότε μὲν κατεστρατοπέδευσε πρὸς ὕδατι οὐ πολλῷ, ὡς δὲ καὶ οἱ περὶ Ἡφαιστίωνα αὐτῷ ὁμοῦ ἤδη ἦσαν, προὐχώρει ἐς τὸ πρόσω. ἀφικόμενος δὲ εἰς κώμην, ἥπερ ἦν μεγίστη τοῦ ἔθνους τοῦ Ὠρειτῶν, Ῥαμβακία ἐκαλεῖτο ἡ κώμη, τόντε χῶρον ἐπῄνεσε καὶ ἐδόκει ἂν αὐτῷ πόλις ξυνοικισθεῖσα μεγάλη καὶ εὐδαίμων γενέσθαι. Ἡφαιστίωνα μὲν δὴ ἐπὶ τούτοις ὑπελείπετο.
6.22.1αὐτὸς δὲ ἀναλαβὼν αὖθις τῶν ὑπασπιστῶν καὶ τῶν Ἀγριάνων τοὺς ἡμίσεας καὶ τὸ ἄγημα τῶν ἱππέων καὶ τοὺς ἱπποτοξότας προῄει ὡς ἐπὶ τὰ ὅρια τῶντε Γαδρωσῶν καὶ Ὠρειτῶν, ἵναπερ στενήτε ἡ πάροδος αὐτῷ εἶναι ἐξηγγέλλετο καὶ οἱ Ὠρεῖται τοῖς Γαδρωσοῖς ξυντεταγμένοι πρὸ τῶν στενῶν στρατοπεδεύειν, ὡς εἴρξοντες τῆς παρόδου Ἀλέξανδρον.
6.22.2καὶ ἦσαν μὲν ταύτῃ τεταγμένοι, ὡς δὲ προάγων ἤδη ἐξηγγέλλετο, οἱ μὲν πολλοὶ ἔφυγον ἐκ τῶν στενῶν λιπόντες τὴν φυλακήν, οἱ δὲ ἡγεμόνες τῶν Ὠρειτῶν ἀφίκοντο παρ’αὐτὸν σφᾶςτε αὐτοὺς καὶ τὸ ἔθνος ἐνδιδόντες. τούτοις μὲν δὴ προστάττει ξυγκαλέσαντας τὸ πλῆθος τῶν Ὠρειτῶν πέμπειν ἐπὶ τὰ σφέτερα ἤθη, ὡς δεινὸν οὐδὲν πεισομένους · σατράπην δὲ καὶ τούτοις ἐπιτάσσει Ἀπολλοφάνην ·
6.22.3καὶ ξὺν τούτῳ ἀπολείπει Λεοννάτον τὸν σωματοφύλακα ἐν Ὤροις, ἔχοντα τούςτε Ἀγριᾶνας ξύμπαντας καὶ τῶν τοξοτῶν ἔστιν οὓς καὶ τῶν ἱππέων καὶ ἄλλους πεζούςτε καὶ ἱππέας Ἕλληνας μισθοφόρους, τότε ναυτικὸν ὑπομένειν ἔστ’ἂν περιπλεύσῃ τὴν χώραν καὶ τὴν πόλιν ξυνοικίζειν καὶ τὰ κατὰ τοὺς Ὠρείτας κοσμεῖν, ὅπως μᾶλλόν τι προσέχοιεν τῷ σατράπῃ τὸν νοῦν. αὐτὸς δὲ ξὺν τῇ στρατιᾷ τῇ πολλῇ, καὶ γὰρ καὶ Ἡφαιστίων ἀφίκετο ἄγων αὐτῷ τοὺς ὑπολειφθέντας, προὐχώρει ὡς ἐπὶ Γαδρωσοὺς ἔρημον τὴν πολλήν.
6.22.4καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ λέγει Ἀριστόβουλος σμύρνης πολλὰ δένδρα πεφυκέναι μείζονα ἢ κατὰ τὴν ἄλλην σμύρναν, καὶ τοὺς Φοίνικας τοὺς κατ’ἐμπορείαν τῇ στρατιᾷ ξυνεπομένους ξυλλέγοντας τὸ δάκρυον τῆς σμύρνης (πολὺ γὰρ εἶναι, οἷα δὴ ἐκ μεγάλωντε τῶν πρέμνων καὶ οὔπω πρόσθεν ξυλλελεγμένον) ἐμπλήσαντας τὰ ὑποζύγια ἄγειν.
6.22.5ἔχειν δὲ τὴν ἔρημον ταύτην καὶ νάρδου ῥίζαν πολλήντε καὶ εὔοδμον καὶ ταύτην ξυλλέγειν τοὺς Φοίνικας · πολὺ δὲ εἶναι αὐτῆς τὸ καταπατούμενον πρὸς τῆς στρατιᾶς, καὶ ἀπὸ τοῦ πατουμένου ὀδμὴν ἡδεῖαν κατέχειν ἐπὶ πολὺ τῆς χώρας. τοσόνδε εἶναι τὸ πλῆθος ·
6.22.6εἶναι δὲ καὶ ἄλλα δένδρα ἐν τῇ ἐρήμῳ, τὸ μέν τι δάφνῃ ἐοικὸς τὸ φύλλον, καὶ τοῦτο ἐν τοῖς προσκλυζομένοις τῇ θαλάσσῃ χωρίοις πεφυκέναι · καὶ ἀπολείπεσθαι μὲν τὰ δένδρα πρὸς τῆς ἀμπώτεως ἐπὶ ξηροῦ, ἐπελθόντος δὲ τοῦ ὕδατος ἐν τῇ θαλάσσῃ πεφυκότα φαίνεσθαι · τῶν δὲ καὶ ἀεὶ τὰς ῥίζας τῇ θαλάσσῃ ἐπικλύζεσθαι, ὅσα ἐν κοίλοις χωρίοις ἐπεφύκει, ἔνθενπερ οὐχ ὑπενόστει τὸ ὕδωρ, καὶ ὅμως οὐ διαφθείρεσθαι τὸ δένδρον πρὸς τῆς θαλάσσης.
6.22.7εἶναι δὲ τὰ δένδρα ταύτῃ πήχεων καὶ τριάκοντα ἔστιν ἃ αὐτῶν, τυχεῖντε ἀνθοῦντα ἐκείνῃ τῇ ὥρᾳ, καὶ τὸ ἄνθος εἶναι τῷ λευκῷ μάλιστα ἴῳ προσφερές, τὴν ὀδμὴν δὲ πολύ τι ὑπερφέρον. καὶ ἄλλον εἶναι καυλὸν ἐκ γῆς πεφυκότα ἀκάνθης, καὶ τούτῳ ἐπεῖναι ἰσχυρὰν τὴν ἄκανθαν, ὥστε ἤδη τινῶν καὶ παριππευόντων ἐμπλακεῖσαν τῇ ἐσθῆτι κατασπάσαι ἀπὸ τοῦ ἵππου μᾶλλόν τι τὸν ἱππέα ἢ αὐτὴν ἀποσχισθῆναι ἀπὸ τοῦ καυλοῦ.
6.22.8καὶ τῶν λαγῶν λέγεται ὅτι παραθεόντων εἴχοντο ἐν ταῖς θριξὶν αἱ ἄκανθαι καὶ ὅτι οὕτως ἡλίσκοντο οἱ λαγῶ, καθάπερ ὑπὸ ἰξοῦ αἱ ὄρνιθες ἢ τοῖς ἀγκίστροις οἱ ἰχθύες, σιδήρῳ δὲ ὅτι διακοπῆναι οὐ χαλεπὴ ἦν · καὶ ὀπὸν ὅτι ἀνίει πολὺν ὁ καυλὸς τῆς ἀκάνθης τεμνομένης, ἔτι πλείονα ἢ αἱ συκαῖ τοῦ ἦρος καὶ δριμύτερον. ἔνθεν δὲ διὰ τῆς Γαδρωσῶν χώρας ᾔει ὁδὸν
6.23.1χαλεπὴν καὶ ἄπορον τῶν ἐπιτηδείων, τῶντε ἄλλων καὶ ὕδωρ πολλαχοῦ τῇ στρατιᾷ οὐκ ἦν · ἀλλὰ νύκτωρ ἠναγκάζοντο γῆν πολλὴν πορεύεσθαι καὶ προσωτέρω ἀπὸ θαλάσσης, ἐπεὶ αὐτῷ γε ἐν σπουδῇ ἦν ἐλθεῖν τὰ παρὰ τὴν θάλασσαν τῆς χώρας καὶ λιμέναςτε ἰδεῖν τοὺς ὄντας καὶ ὅσα γε ἐν παρόδῳ δυνατὰ γένοιτο τῷ ναυτικῷ παρασκευάσαι, ἢ φρέατα ὀρύξαντας ἢ ἀγορᾶς που ἢ ὅρμου ἐπιμεληθέντας.
6.23.2ἀλλὰ ἦν γὰρ ἔρημα παντάπασιν τὰ πρὸς τῇ θαλάσσῃ τῆς Γαδρωσῶν γῆς, ὁ δὲ Θόαντα τὸν Μανδροδώρου καταπέμπει ἐπὶ θάλασσαν ξὺν ὀλίγοις ἱππεῦσιν, κατασκεψόμενον εἴ πού τις ὅρμος ὢν τυγχάνει ταύτῃ ἢ ὕδωρ οὐ πόρρω ἀπὸ θαλάσσης ἤ τι ἄλλο τῶν ἐπιτηδείων.
6.23.3καὶ οὗτος ἐπανελθὼν ἀπήγγειλεν ἁλιέας τινὰς καταλαβεῖν ἐπὶ τοῦ αἰγιαλοῦ ἐν καλύβαις πνιγηραῖς · πεποιῆσθαι δὲ τὰς καλύβας ξυνθέντας τὰς κόγχας · στέγην δὲ εἶναι αὐταῖς τὰς ἀκάνθας τῶν ἰχθύων · καὶ τούτους τοὺς ἁλιέας ὕδατι ὀλίγῳ διαχρῆσθαι χαλεπῶς διαμωμένους τὸν κάχληκα, καὶ οὐ δὲ τούτῳ πάντῃ γλυκεῖ τῷ ὕδατι.
6.23.4ὡς δὲ ἀφίκετο Ἀλέξανδρος ἐς χῶρόν τινα τῆς Γαδρωσίας ἵνα ἀφθονώτερος ἦν σῖτος, διανέμει ἐς τὰ ὑποζύγια τὸν καταληφθέντα καὶ τοῦτον σημηνάμενος τῇ ἑαυτοῦ σφραγῖδι κατακομίζεσθαι κελεύει ὡς ἐπὶ θάλασσαν. ἐν ᾧ δὲ ᾔει ὡς ἐπὶ τὸν σταθμόν, ἔνθενπερ ἐγγυτάτω ἦν ἡ θάλασσα, ἐν τούτῳ ὀλίγα φροντίσαντες οἱ στρατιῶται τῆς σφραγῖδος αὐτοίτε οἱ φύλακες τῷ σίτῳ ἐχρήσαντο καὶ ὅσοι μάλιστα λιμῷ ἐπιέζοντο καὶ τούτοις μετέδωκαν.
6.23.5ἐς τοσόνδε γὰρ πρὸς τοῦ κακοῦ ἐνικῶντο, ὡς τὸν πρόδηλον καὶ παρόντα ἤδη ὄλεθρον τοῦ ἀφανοῦςτε καὶ πρόσω ἔτι ὄντος ἐκ τοῦ βασιλέως κινδύνου ξὺν λογισμῷ ἔδοξέ σφισιν ἔμπροσθεν ποιήσασθαι. καὶ Ἀλέξανδρος καταμαθὼν τὴν ἀνάγκην ξυνέγνω τοῖς πράξασιν. αὐτὸς δέ, ὅσα ἐκ τῆς χώρας ἐπιδραμὼν ξυναγαγεῖν ἠδυνήθη εἰς ἐπισιτισμὸν τῇ στρατιᾷ τῇ περιπλεούσῃ ξὺν τῷ στόλῳ, ταῦτα κομίσοντα πέμπει Κρηθέα τὸν Καλλατιανόν.
6.23.6καὶ τοῖς ἐγχωρίοις προσετάχθη ἐκ τῶν ἄνω τόπων σῖτόντε ὅσον δυνατοὶ ἦσαν κατακομίσαι ἀλέσαντας καὶ τὰς βαλάνους τὰς τῶν φοινίκων καὶ πρόβατα ἐς ἀγορὰν τῷ στρατῷ. καὶ ἐς ἄλλον αὖ τόπον Τήλεφον κατέπεμψε τῶν ἑταίρων σὺν σίτῳ οὐ πολλῷ ἀληλεσμένῳ. αὐτὸς δὲ προὐχώρει ὡς ἐς τὰ βασίλεια τῶν Γαδρωσῶν,
6.24.1ὁ δὲ χῶρος Ποῦρα ὀνομάζεται, ἵναπερ ἀφίκετο ἐξ Ὤρων ὁρμηθεὶς ἐν ἡμέραις ταῖς πάσαις ἑξήκοντα. καὶ λέγουσιν οἱ πολλοὶ τῶν ξυγγραψάντων τὰ ἀμφ’Ἀλέξανδρον οὐ δὲ τὰ ξύμπαντα ὅσα ἐταλαιπώρησεν αὐτῷ κατὰ τὴν Ἀσίαν ἡ στρατιὰ ξυμβληθῆναι ἄξια εἶναι τοῖς τῇδε πονηθεῖσι πόνοις.
6.24.2οὐ μὴν ἀγνοήσαντα Ἀλέξανδρον τῆς ὁδοῦ τὴν χαλεπότητα ταύτῃ ἐλθεῖν, τοῦτο μὲν μόνος Νέαρχος λέγει ὧδε, ἀλλὰ ἀκούσαντα γὰρ ὅτι οὔπω τις πρόσθεν διελθὼν ταύτῃ ξὺν στρατιᾷ ἀπεσώθη, ὅτι μὴ Σεμίραμις ἐξ Ἰνδῶν ἔφυγε. καὶ ταύτην δὲ ἔλεγον οἱ ἐπιχώριοι σὺν εἴκοσι μόνοις τῆς στρατιᾶς ἀποσωθῆναι, Κῦρον δὲ τὸν Καμβύσου σὺν ἑπτὰ μόνοις καὶ τοῦτον.
6.24.3ἐλθεῖν γὰρ δὴ καὶ Κῦρον ἐς τοὺς χώρους τούτους ὡς ἐσβαλοῦντα ἐς τὴν Ἰνδῶν γῆν, φθάσαι δὲ ὑπὸ τῆς ἐρημίαςτε καὶ ἀπορίας τῆς ὁδοῦ ταύτης ἀπολέσαντα τὴν πολλὴν τῆς στρατιᾶς. καὶ ταῦτα Ἀλεξάνδρῳ ἐξαγγελλόμενα ἔριν ἐμβαλεῖν πρὸς Κῦρον καὶ Σεμίραμιν. τούτωντε οὖν ἕνεκα καὶ ἅμα ὡς τῷ ναυτικῷ ἐγγύθεν ἐκπορίζεσθαι τὰ ἀναγκαῖα, λέγει Νέαρχος ταύτην τραπῆναι Ἀλέξανδρον.
6.24.4τότε οὖν καῦμα ἐπιφλέγον καὶ τοῦ ὕδατος τὴν ἀπορίαν πολλὴν τῆς στρατιᾶς διαφθεῖραι καὶ μάλιστα δὴ τὰ ὑποζύγια · ταῦτα μὲν πρὸς τοῦ βάθουςτε τῆς ψάμμου καὶ τῆς θέρμης, ὅτι κεκαυμένη ἦν, τὰ πολλὰ δὲ καὶ δίψει ἀπόλλυσθαι · καὶ γὰρ καὶ γηλόφοις ἐπιτυγχάνειν ὑψηλοῖς ψάμμου βαθείας, οὐ νεναγμένης, ἀλλ’οἵας δέχεσθαι καθάπερ ἐς πηλὸν ἢ ἔτι μᾶλλον ἐς χιόνα ἀπάτητον ἐπιβαίνοντας.
6.24.5καὶ ἅμα ἐν ταῖς προσβάσεσίτε καὶ καταβαίνοντας τούςτε ἵππους καὶ τοὺς ἡμιόνους ἔτι μᾶλλον κακοπαθεῖν τῷ ἀνωμάλῳ τῆς ὁδοῦ καὶ ἅμα οὐ βεβαίῳ, τῶντε σταθμῶν τὰ μήκη πιέσαι οὐχ ἥκιστα τὴν στρατιάν · ἀπορία γὰρ ὕδατος οὐ ξύμμετρος οὖσα μᾶλλόν τι ἦγε πρὸς ἀνάγκην τὰς πορείας ποιεῖσθαι.
6.24.6ὁπότε μὲν δὴ τῆς νυκτὸς ἐπελθόντες τὴν ὁδὸν ἥντινα ἀνύσαι ἐχρῆν ἕωθεν πρὸς ὕδωρ ἔλθοιεν, οὐ πάντῃ ἐταλαιπωροῦντο · προχωρούσης δὲ τῆς ἡμέρας ὑπὸ μήκους τῆς ὁδοῦ, εἰ ὁδοιποροῦντες ἔτι ἐγκαταληφθεῖεν, ἐνταῦθα ἂν ἐταλαιπώρουν πρὸς τοῦ καύματόςτε καὶ ἅμα δίψει ἀπαύστῳ συνεχόμενοι.
6.25.1τῶν δὲ δὴ ὑποζυγίων πολὺς ὁ φθόρος καὶ ἑκούσιος τῇ στρατιᾷ ἐγίγνετο · ξυνιόντες γάρ, ὁπότε ἐπιλίποι σφᾶς τὰ σιτία, καὶ τῶν ἵππων τοὺς πολλοὺς ἀποσφάζοντες καὶ τῶν ἡμιόνων τὰ κρέα ἐσιτοῦντο καὶ ἔλεγον δίψει ἀποθανεῖν αὐτοὺς ἢ ὑπὸ καμάτου ἐκλιπόντας · καὶ ὁ τὴν ἀτρέκειαν τοῦ ἔργου ἐξελέγξων ὑπότε τοῦ πόνου οὐδεὶς ἦν καὶ ὅτι ξύμπαντες τὰ αὐτὰ ἡμάρτανον.
6.25.2καὶ Ἀλέξανδρον μὲν οὐκ ἐλελήθει τὰ γιγνόμενα, ἴασιν δὲ τῶν παρόντων ἑώρα τὴν τῆς ἀγνοίας προσποίησιν μᾶλλόν τι ἢ τὴν ὡς γιγνωσκομένων ἐπιχώρησιν. οὔκουν οὐ δὲ τοὺς νόσῳ κάμνοντας τῆς στρατιᾶς οὐ δὲ τοὺς διὰ κάματον ὑπολειπομένους ἐν ταῖς ὁδοῖς ἄγειν ἔτι ἦν εὐμαρῶς ἀπορίᾳτε τῶν ὑποζυγίων καὶ ὅτι τὰς ἁμάξας αὐτοὶ κατέκοπτον, ἀπόρους οὔσας αὐτοῖς ὑπὸ βάθους τῆς ψάμμου ἄγεσθαι καὶ ὅτι ἐν τοῖς πρώτοις σταθμοῖς διὰ ταῦτα ἐξηναγκάζοντο οὐ τὰς βραχυτάτας ἰέναι τῶν ὁδῶν, ἀλλὰ τὰς εὐπορωτάτας τοῖς ζεύγεσι.
6.25.3καὶ οὕτως οἱ μὲν νόσῳ κατὰ τὰς ὁδοὺς ὑπελείποντο, οἱ δὲ ὑπὸ καμάτου ἢ καύματος ἢ τῷ δίψει οὐκ ἀντέχοντες, καὶ οὔτε οἱ ἄξοντες ἦσαν οὔτε οἱ μένοντες θεραπεύσοντες · σπουδῇ γὰρ πολλῇ ἐγίγνετο ὁ στόλος, καὶ ἐν τῷ ὑπὲρ τοῦ παντὸς προθύμῳ τὸ καθ’ἑκάστους ξὺν ἀνάγκῃ ἠμελεῖτο · οἱ δὲ καὶ ὕπνῳ κάτοχοι κατὰ τὰς ὁδοὺς γενόμενοι οἷα δὴ νυκτὸς τὸ πολὺ τὰς πορείας ποιούμενοι, ἔπειτα ἐξαναστάντες, οἷς μὲν δύναμις ἔτι ἦν κατὰ τὰ ἴχνη τῆς στρατιᾶς ἐφομαρτήσαντες ὀλίγοι ἀπὸ πολλῶν ἐσώθησαν, οἱ πολλοὶ δὲ ὥσπερ ἐν πελάγει ἐκπεσόντες ἐν τῇ ψάμμῳ ἀπώλλυντο.
6.25.4ξυνηνέχθη δὲ τῇ στρατιᾷ καὶ ἄλλο πάθημα, ὃ δὴ οὐχ ἥκιστα ἐπίεσεν αὐτούςτε καὶ τοὺς ἵππους καὶ τὰ ὑποζύγια. ὕεται γὰρ ἡ Γαδρωσίων γῆ ὑπ’ἀνέμων τῶν ἐτησίων, καθάπερ οὖν καὶ ἡ Ἰνδῶν γῆ, οὐ τὰ πεδία τῶν Γαδρωσίων, ἀλλὰ τὰ ὄρη, ἵναπερ προσφέρονταίτε αἱ νεφέλαι ἐκ τοῦ πνεύματος καὶ ἀναχέονται, οὐχ ὑπερβάλλουσαι τῶν ὀρῶν τὰς κορυφάς.
6.25.5ὡς δὲ ηὐλίσθη ἡ στρατιὰ πρὸς χειμάρρῳ ὀλίγου ὕδατος, αὐτοῦ δὴ ἕνεκα τοῦ ὕδατος, ἀμφὶ δευτέραν φυλακὴν τῆς νυκτὸς ἐμπλησθεὶς ὑπὸ τῶν ὄμβρων ὁ χειμάρρους ὁ ταύτῃ ῥέων ἀφανῶν τῇ στρατιᾷ γεγενημένων τῶν ὄμβρων τοσούτῳ ἐπῆλθε τῷ ὕδατι, ὡς γύναια καὶ παιδάρια τὰ πολλὰ τῶν ἑπομένων τῇ στρατιᾷ διαφθεῖραι καὶ τὴν κατασκευὴν τὴν βασιλικὴν ξύμπασαν ἀφανίσαι καὶ τῶν ὑποζυγίων ὅσα ἀπελείπετο, αὐτοὺς δὲ μόλις καὶ χαλεπῶς ξὺν τοῖς ὅπλοις οὐ δὲ τούτοις πᾶσιν ἀποσωθῆναι.
6.25.6οἱ πολλοὶ δὲ καὶ πίνοντες, ὁπότε ἐκ καύματόςτε καὶ δίψους ὕδατι ἀθρόῳ ἐπιτύχοιεν, πρὸς αὐτοῦ τοῦ ἀπαύστου ποτοῦ ἀπώλλυντο. καὶ τούτων ἕνεκα Ἀλέξανδρος τὰς στρατοπεδείας οὐ πρὸς τοῖς ὕδασιν αὐτοῖς τὸ πολὺ ἐποιεῖτο, ἀλλὰ ἀπέχων ὅσον εἴκοσι σταδίους μάλιστα, ὡς μὴ ἀθρόους ἐμπίπτοντας τῷ ὕδατι αὐτούςτε καὶ κτήνη ἀπόλλυσθαι καὶ ἅμα τοὺς μάλιστα ἀκράτορας σφῶν ἐπεμβαίνοντας ἐς τὰς πηγὰς ἢ τὰ ῥεύματα διαφθείρειν καὶ τῇ ἄλλῃ στρατιᾷ τὸ ὕδωρ.
6.26.1ἔνθα δὴ ἔργον καλὸν εἴπερ τι ἄλλο τῶν Ἀλεξάνδρου οὐκ ἔδοξέ μοι ἀφανίσαι, ἢ ἐν τῇδε τῇ χώρᾳ πραχθὲν ἢ ἔτι ἔμπροσθεν ἐν Παραπαμισάδαις, ὡς μετεξέτεροι ἀνέγραψαν. ἰέναι μὲν τὴν στρατιὰν διὰ ψάμμουτε καὶ τοῦ καύματος ἤδη ἐπιφλέγοντος, ὅτι πρὸς ὕδωρ ἐχρῆν ἐξανύσαι · τὸ δὲ ἦν πρόσθεν τῆς ὁδοῦ · καὶ αὐτόντε Ἀλέξανδρον δίψει κατεχόμενον μόλις μὲν καὶ χαλεπῶς, πεζὸν δὲ ὅμως ἡγεῖσθαι · ὣς δὲ καὶ τοὺς ἄλλους στρατιώτας, οἷάπερ φιλεῖ ἐν τῷ τοιῷδε, κουφοτέρως φέρειν τοὺς πόνους ἐν ἰσότητι τῆς ταλαιπωρήσεως.
6.26.2ἐν δὲ τούτῳ τῶν ψιλῶν τινας κατὰ ζήτησιν ὕδατος ἀποτραπέντας ἀπὸ τῆς στρατιᾶς εὑρεῖν ὕδωρ συλλελεγμένον ἔν τινι χαράδρᾳ οὐ βαθείᾳ, ὀλίγην καὶ φαύλην πίδακα · καὶ τοῦτο οὐ χαλεπῶς συλλέξαντας σπουδῇ ἰέναι παρ’Ἀλέξανδρον, ὡς μέγα δή τι ἀγαθὸν φέροντας · ὡς δὲ ἐπέλαζον ἤδη, ἐμβαλόντας ἐς κράνος τὸ ὕδωρ προσενεγκεῖν τῷ βασιλεῖ.
6.26.3τὸν δὲ λαβεῖν μὲν καὶ ἐπαινέσαι τοὺς κομίσαντας, λαβόντα δὲ ἐν ὄψει πάντων ἐκχέαι · καὶ ἐπὶ τῷδε τῷ ἔργῳ ἐς τοσόνδε ἐπιρρωσθῆναι τὴν στρατιὰν ξύμπασαν ὥστε εἰκάσαι ἄν τινα πότον γενέσθαι πᾶσιν ἐκεῖνο τὸ ὕδωρ τὸ πρὸς Ἀλεξάνδρου ἐκχυθέν. τοῦτο ἐγώ, εἴπερ τι ἄλλο, τὸ ἔργον εἰς καρτερίαντε καὶ ἅμα στρατηγίαν ἐπαινῶ Ἀλεξάνδρου.
6.26.4ξυνηνέχθη δέ τι καὶ τοιόνδε τῇ στρατιᾷ ἐν τῇ γῇ ἐκείνῃ. οἱ γὰρ ἡγεμόνες τῆς ὁδοῦ τελευτῶντες οὐκέτι μεμνῆσθαι ἔφασκον τὴν ὁδόν, ἀλλ’ἀφανισθῆναι τὰ σημεῖα αὐτῆς πρὸς τοῦ ἀνέμου ἐπιπνεύσαντος · καὶ — οὐ γὰρ εἶναι ἐν τῇ ψάμμῳ πολλῇτε καὶ ὁμοίᾳ πάντῃ νενημένῃ ὅτῳ τεκμηριώσονται τὴν ὁδόν, οὔτ’οὖν δένδρα ξυνήθη παρ’αὐτὴν πεφυκότα, οὔτε τινὰ γήλοφον βέβαιον ἀνεστηκότα · οὐ δὲ πρὸς τὰ ἄστρα ἐν νυκτὶ ἢ μεθ’ἡμέραν πρὸς τὸν ἥλιον μεμελετῆσθαί σφισι τὰς πορείας, καθάπερ τοῖς ναύταις πρὸς τῶν ἄρκτων τὴν μὲν Φοίνιξι, τὴν ὀλίγην, τὴν δὲ τοῖς ἄλλοις ἀνθρώποις, τὴν μείζονα · — ἔνθα δὴ Ἀλέξανδρον ξυνέντα ὅτι ἐν ἀριστερᾷ δεῖ ἀποκλίναντα ἄγειν, ἀναλαβόντα ὀλίγους ἅμα οἷ ἱππέας προχωρῆσαι ·
6.26.5ὡς δὲ καὶ τούτων οἱ ἵπποι ἐξέκαμνον ὑπὸ τοῦ καύματος, ἀπολιπεῖν καὶ τούτων τοὺς πολλούς, αὐτὸν δὲ ξὺν πέντε τοῖς πᾶσιν ἀφιππάσασθαι καὶ εὑρεῖν τὴν θάλασσαν, διαμησάμενόντε αὐτὸν ἐπὶ τοῦ αἰγιαλοῦ τὸν κάχληκα ἐπιτυχεῖν ὕδατι γλυκεῖ καὶ καθαρῷ καὶ οὕτω μετελθεῖν τὴν στρατιὰν πᾶσαν · καὶ ἐς ἑπτὰ ἡμέρας ἰέναι παρὰ τὴν θάλασσαν ὑδρευομένους ἐκ τῆς ἠϊόνος. ἔνθεν δέ, ἤδη γὰρ γιγνώσκειν τὴν ὁδὸν τοὺς ἡγεμόνας, ἐπὶ τῆς μεσογαίας ποιεῖσθαι τὸν στόλον.
6.27.1ὡς δὲ ἀφίκετο ἐς τῶν Γαδρωσίων τὰ βασίλεια, ἀναπαύει ἐνταῦθα τὴν στρατιάν. καὶ Ἀπολλοφάνην μὲν παύει τῆς σατραπείας, ὅτι οὐδενὸς ἔγνω ἐπιμεληθέντα τῶν προεπηγγελμένων, Θόαντα δὲ σατραπεύειν τῶν ταύτῃ ἔταξε · τούτου δὲ νόσῳ τελευτήσαντος Σιβύρτιος τὴν σατραπείαν ἐκδέχεται · ὁ αὐτὸς δὲ καὶ Καρμανίας σατράπης ἦν νεωστὶ ἐξ Ἀλεξάνδρου ταχθείς · τότε δὲ τούτῳ μὲν Ἀραχωτῶντε καὶ τῶν Γαδρωσίων ἄρχειν ἐδόθη, Καρμανίαν δὲ ἔσχε Τληπόλεμος ὁ Πυθοφάνους.
6.27.2ἤδητε ἐπὶ Καρμανίας προὐχώρει ὁ βασιλεὺς καὶ ἀγγέλλεται αὐτῷ Φίλιππον τὸν σατράπην τῆς Ἰνδῶν γῆς ἐπιβουλευθέντα πρὸς τῶν μισθοφόρων δόλῳ ἀποθανεῖν, τοὺς δὲ ἀποκτείναντας ὅτι οἱ σωματοφύλακες τοῦ Φιλίππου οἱ Μακεδόνες τοὺς μὲν ἐν αὐτῷ τῷ ἔργῳ, τοὺς δὲ καὶ ὕστερον λαβόντες ἀπέκτειναν. ταῦτα δὲ ὡς ἔγνω, ἐκπέμπει γράμματα ἐς Ἰνδοὺς παρὰ Εὔδαμόντε καὶ Ταξίλην ἐπιμελεῖσθαι τῆς χώρας τῆς πρόσθεν ὑπὸ Φιλίππῳ τεταγμένης ἔστ’ἂν αὐτὸς σατράπην ἐκπέμψῃ ἐπ’αὐτῆς.
6.27.3ἤδη δ’ἐς Καρμανίαν ἥκοντος Ἀλεξάνδρου Κρατερὸς ἀφικνεῖται, τήντε ἄλλην στρατιὰν ἅμα οἷ ἄγων καὶ τοὺς ἐλέφαντας καὶ Ὀρδάνην τὸν ἀποστάντα καὶ νεωτερίσαντα συνειληφώς. ἐνταῦθα δὲ Στασάνωρτε ὁ Ἀρείων καὶ ὁ Ζαραγγῶν σατράπης ἧκεν καὶ ξὺν αὐτοῖς Φαρισμάνης ὁ Φραταφέρνου τοῦ Παρθυαίων καὶ Ὑρκανίων σατράπου παῖς. ἧκον δὲ καὶ οἱ στρατηγοὶ οἱ ὑπολειφθέντες ἅμα Παρμενίωνι ἐπὶ τῆς στρατιᾶς τῆς ἐν Μηδίᾳ, Κλέανδρόςτε καὶ Σιτάλκης καὶ Ἡράκων, τὴν πολλὴν τῆς στρατιᾶς καὶ οὗτοι ἄγοντες.
6.27.4τοὺς μὲν δὴ ἀμφὶ Κλέανδρόντε καὶ Σιτάλκην πολλὰ ἐπικαλούντων αὐτοῖς τῶντε ἐγχωρίων καὶ τῆς στρατιᾶς αὐτῆς, ὡς ἱεράτε πρὸς αὐτῶν σεσυλημένα καὶ θήκας παλαιὰς κεκινημένας καὶ ἄλλα ἄδικα ἔργα ἐς τοὺς ὑπηκόους τετολμημένα καὶ ἀτάσθαλα, ταῦτα ὡς ἐξηγγέλθη, τοὺς μὲν ἀπέκτεινεν, ὡς καὶ τοῖς ἄλλοις δέος εἶναι, ὅσοι σατράπαι ἢ ὕπαρχοι ἢ νομάρχαι ἀπολείποιντο, τὰ ἴσα ἐκείνοις πλημμελοῦντας πείσεσθαι ·
6.27.5(καὶ τοῦτο, εἴπερ τι ἄλλο, κατέσχεν ἐν κόσμῳ τὰ ἔθνη τὰ ἐξ Ἀλεξάνδρου δοριάλωτα ἢ ἑκόντα προσχωρήσαντα, τοσαῦτα μὲν πλήθει ὄντα, τόσον δὲ ἀλλήλων ἀφεστηκότα, ὅτι οὐκ ἐξῆν ὑπὸ τῇ Ἀλεξάνδρου βασιλείᾳ ἀδικεῖσθαι τοὺς ἀρχομένους ὑπὸ τῶν ἀρχόντων) · Ἡράκων δὲ τότε μὲν ἀφείθη τῆς αἰτίας · ὀλίγον δὲ ὕστερον ἐξελεγχθεὶς πρὸς ἀνδρῶν Σουσίων σεσυληκέναι τὸ ἐν Σούσοις ἱερὸν καὶ οὗτος ἔδωκεν δίκην.
6.27.6οἱ δὲ σὺν Στασάνορι καὶ Φραταφέρνῃ πλῆθόςτε ὑποζυγίων παρ’Ἀλέξανδρον ἄγοντες ἦλθον καὶ καμήλους πολλάς, ὡς ἔμαθον ὅτι τὴν ἐπὶ Γαδρωσίων ἄγει, εἰκάσαντες ὅτι τὰ αὐτὰ ἐκεῖνα πείσεται αὐτῷ ἡ στρατιὰ ἃ δὴ ἔπαθε · καὶ οὖν καὶ ἐν καιρῷ μὲν καὶ οὗτοι ἀφίκοντο, ἐν καιρῷ δὲ αἱ κάμηλοίτε καὶ τὰ ὑποζύγια · διένειμε γὰρ ξύμπαντα Ἀλέξανδρος τοῖς μὲν ἡγεμόσι κατ’ἄνδρα, τοῖς δὲ κατ’ἴλαςτε καὶ ἑκατοστύας, τοῖς δὲ κατὰ λόχους, ὅπως τὸ πλῆθος τῶν ὑποζυγίωντε καὶ καμήλων αὐτῷ ξυνέβαινεν.
6.28.1ἤδη δέ τινες καὶ τοιάδε ἀνέγραψαν, οὐ πιστὰ ἐμοὶ λέγοντες, ὡς συζεύξας δύο ἁρμαμάξας κατακείμενος ξὺν τοῖς ἑταίροις καταυλούμενος τὴν διὰ Καρμανίας ἦγεν, ἡ στρατιὰ δὲ αὐτῷ ἐστεφανωμένητε καὶ παίζουσα εἵπετο, προὔκειτο δὲ αὐτῇ σῖτάτε καὶ ὅσα ἄλλα ἐς τρυφὴν παρὰ τὰς ὁδοὺς συγκεκομισμένα πρὸς τῶν Καρμανίων, καὶ ταῦτα πρὸς μίμησιν τῆς Διονύσου βακχείας ἀπεικάσθη Ἀλεξάνδρῳ, ὅτι καὶ ὑπὲρ ἐκείνου λόγος ἐλέγετο καταστρεψάμενον Ἰνδοὺς Διόνυσον οὕτω τὴν πολλὴν τῆς Ἀσίας ἐπελθεῖν, καὶ Θρίαμβόντε αὐτὸν ἐπικληθῆναι τὸν Διόνυσον καὶ τὰς ἐπὶ ταῖς νίκαις ταῖς ἐκ πολέμου πομπὰς ἐπὶ τῷ αὐτῷ τούτῳ θριάμβους.
6.28.2ταῦτα δὲ οὔτε Πτολεμαῖος ὁ Λάγου οὔτε Ἀριστόβουλος ὁ Ἀριστοβούλου ἀνέγραψαν οὐ δέ τις ἄλλος ὅντινα ἱκανὸν ἄν τις ποιήσαιτο τεκμηριῶσαι ὑπὲρ τῶν τοιῶνδε, καί μοι ὡς οὐ πιστὰ ἀναγεγράφθαι ἐξήρκεσαν.
6.28.3ἀλλὰ ἐκεῖνα ἤδη Ἀριστοβούλῳ ἑπόμενος ξυγγράφω, θῦσαι ἐν Καρμανίᾳ Ἀλέξανδρον χαριστήρια τῆς κατ’Ἰνδῶν νίκης καὶ ὑπὲρ τῆς στρατιᾶς, ὅτι ἀπεσώθη ἐκ Γαδρωσίων, καὶ ἀγῶνα διαθεῖναι μουσικόντε καὶ γυμνικόν · καταλέξαι δὲ καὶ Πευκέσταν ἐς τοὺς σωματοφύλακας, ἤδη μὲν ἐγνωκότα σατράπην καταστῆσαι τῆς Περσίδος, ἐθέλοντα δὲ πρὸ τῆς σατραπείας μη δὲ ταύτης τῆς τιμῆς καὶ πίστεως ἀπείρατον εἶναι ἐπὶ τῷ ἐν Μαλλοῖς ἔργῳ ·
6.28.4εἶναι δὲ αὐτῷ ἑπτὰ εἰς τότε σωματοφύλακας, Λεοννάτον Ἀντέου, Ἡφαιστίωνα τὸν Ἀμύντορος, Λυσίμαχον Ἀγαθοκλέους, Ἀριστόνουν Πεισαίου, τούτους μὲν Πελλαίους, Περδίκκαν δὲ Ὀρόντου ἐκ τῆς Ὀρεστίδος, Πτολεμαῖον δὲ Λάγου καὶ Πείθωνα Κρατεύα Ἐορδαίους · ὄγδοον δὲ προσγενέσθαι αὐτοῖς Πευκέσταν τὸν Ἀλεξάνδρου ὑπερασπίσαντα.
6.28.5ἐν τούτῳ δὲ καὶ Νέαρχος περιπλεύσας τὴν Ὤρωντε καὶ Γαδρωσῶν γῆν καὶ τὴν τῶν Ἰχθυοφάγων κατῆρεν ἐς τῆς Καρμανίας τὰ πρὸς θάλασσαν ᾠκισμένα · ἔνθεν δὲ ἀνελθὼν σὺν ὀλίγοις Ἀλεξάνδρῳ ἀπήγγειλε τὰ ἀμφὶ τὸν περίπλουν τὸν γενόμενον αὐτῷ κατὰ τὴν ἔξω θάλασσαν.
6.28.6τοῦτον μὲν δὴ καταπέμπει αὖθις ἐκπεριπλεύσοντα ἔστε ἐπὶ τὴν Σουσιανῶντε γῆν καὶ τοῦ Τίγρητος ποταμοῦ τὰς ἐκβολάς · ὅπως δὲ ἐπλεύσθη αὐτῷ τὰ ἀπὸ τοῦ Ἰνδοῦ ποταμοῦ ἐπὶ τὴν θάλασσαν τὴν Περσικὴν καὶ τὸ στόμα τοῦ Τίγρητος, ταῦτα ἰδίᾳ ἀναγράψω αὐτῷ Νεάρχῳ ἑπόμενος, ὡς καὶ τήνδε εἶναι ὑπὲρ Ἀλεξάνδρου Ἑλληνικὴν τὴν συγγραφήν. ταῦτα μὲν δὴ ἐν ὑστέρῳ ἔσται τυχόν, εἰς ὅτε θυμόςτέ με καὶ ὁ δαίμων ταύτῃ ἄγοι.
6.28.7Ἀλέξανδρος δὲ Ἡφαιστίωνα μὲν σύντε τῇ πλείστῃ μοίρᾳ τῆς στρατιᾶς καὶ τοῖς ὑποζυγίοις καὶ τοὺς ἐλέφαντας ἅμα οἷ ἔχοντα τὴν παρὰ θάλασσαν ἀπὸ Καρμανίας ὡς ἐπὶ τὴν Περσίδα ἄγειν ἐκέλευσεν, ὅτι χειμῶνος ὥρᾳ γιγνομένου αὐτῷ τοῦ στόλου τὰ πρὸς τῇ θαλάσσῃ τῆς Περσίδος ἀλεεινάτε ἦν καὶ τῶν ἐπιτηδείων ἀφθόνως ἔχοντα.
6.29.1αὐτὸς δὲ ξὺν τοῖς κουφοτάτοις τῶν πεζῶν καὶ ξὺν τῶν ἱππέων τοῖς ἑταίροις καὶ μέρει τινὶ τῶν τοξοτῶν ᾔει τὴν ἐπὶ Πασαργάδας τῆς Περσίδος. Στασάνορα δὲ καταπέμπει ἐπὶ τὴν ἀρχὴν τὴν ἑαυτοῦ.
6.29.2ὡς δὲ ἐπὶ τοῖς ὅροις ἦν τῆς Περσίδος, Φρασαόρτην μὲν οὐ κατέλαβε σατραπεύοντα ἔτι (νόσῳ γὰρ τετελευτηκὼς ἐτύγχανεν ἐν Ἰνδοῖς ἔτι Ἀλεξάνδρου ὄντος), Ὀρξίνης δὲ ἐπεμέλετο τῆς Περσίδος, οὐ πρὸς Ἀλεξάνδρου κατασταθείς, ἀλλ’ὅτι οὐκ ἀπηξίωσεν αὑτὸν ἐν κόσμῳ Πέρσας διαφυλάξαι Ἀλεξάνδρῳ οὐκ ὄντος ἄλλου ἄρχοντος.
6.29.3ἦλθε δὲ ἐς Πασαργάδας καὶ Ἀτροπάτης ὁ Μηδείας σατράπης, ἄγων Βαρυάξην ἄνδρα Μῆδον συνειλημμένον, ὅτι ὀρθὴν τὴν κίδαριν περιθέμενος βασιλέα προσεῖπεν αὑτὸν Περσῶν καὶ Μήδων, καὶ ξὺν τούτῳ τοὺς μετασχόντας αὐτῷ τοῦ νεωτερισμοῦτε καὶ τῆς ἀποστάσεως. τούτους μὲν δὴ ἀπέκτεινεν Ἀλέξανδρος.
6.29.4ἐλύπησε δὲ αὐτὸν ἡ παρανομία ἡ ἐς τὸν Κύρου τοῦ Καμβύσου τάφον, ὅτι διορωρυγμένοντε καὶ σεσυλημένον κατέλαβε τοῦ Κύρου τὸν τάφον, ὡς λέγει Ἀριστόβουλος. εἶναι γὰρ ἐν Πασαργάδαις ἐν τᾷ παραδείσῳ τῷ βασιλικῷ Κύρου ἐκείνου τάφον καὶ περὶ αὐτὸν ἄλσος πεφυτεῦσθαι δένδρων παντοίων καὶ ὕδατι εἶναι κατάρρυτον καὶ πόαν βαθεῖαν πεφυκέναι ἐν τῷ λειμῶνι, καὶ αὐτὸν δὲ τὸν τάφον τὰ κάτω λίθου τετραπέδου ἐς τετράγωνον σχῆμα πεποιῆσθαι, ἄνωθεν δὲ οἴκημα ἐπεῖναι λίθινον ἐστεγασμένον, θυρίδα ἔχον φέρουσαν ἔσω στενήν, ὡς μόλις ἂν εἶναι ἑνὶ ἀνδρὶ οὐ μεγάλῳ πολλὰ κακοπαθοῦντι παρελθεῖν.
6.29.5ἐν δὲ τῷ οἰκήματι πύελον χρυσῆν κεῖσθαι, ἵνα τὸ σῶμα τοῦ Κύρου ἐτέθαπτο, καὶ κλίνην παρὰ τῇ πυέλῳ · πόδας δὲ εἶναι τῇ κλίνῃ χρυσοῦς σφυρηλάτους καὶ τάπητα ἐπίβλημα τῶν Βαβυλωνίων καὶ καυνάκας πορφυροῦς ὑποστρώματα.
6.29.6ἐπεῖναι δὲ καὶ κάνδυς καὶ ἄλλους χιτῶνας τῆς Βαβυλωνίου ἐργασίας. καὶ ἀναξυρίδες Μηδικαὶ καὶ στολαὶ ὑακινθινοβαφεῖς λέγει ὅτι ἔκειντο, αἱ δὲ πορφύρας αἱ δὲ ἄλλης καὶ ἄλλης χρόας, καὶ στρεπτοὶ καὶ ἀκινάκαι καὶ ἐνώτια χρυσοῦτε καὶ λίθων κολλητά, καὶ τράπεζα ἔκειτο. ἐν μέσῳ δὲ τῆς κλίνης ἡ πύελος ἔκειτο ἡ τὸ σῶμα τὸ Κύρου ἔχουσα.
6.29.7εἶναι δὲ ἐντὸς τοῦ περιβόλου πρὸς τῇ ἀναβάσει τῇ ἐπὶ τὸν τάφον φερούσῃ οἴκημα σμικρὸν τοῖς Μάγοις πεποιημένον, οἳ δὴ ἐφύλασσον τὸν Κύρου τάφον ἔτι ἀπὸ Καμβύσου τοῦ Κύρου, παῖς παρὰ πατρὸς ἐκδεχόμενος τὴν φυλακήν. καὶ τούτοις πρόβατόντε ἐς ἡμέραν ἐδίδοτο ἐκ βασιλέως καὶ ἀλεύρωντε καὶ οἴνου τεταγμένα καὶ ἵππος κατὰ μῆνα ἐς θυσίαν τῷ Κύρῳ.
6.29.8ἐπεγέγραπτο δὲ ὁ τάφος Περσικοῖς γράμμασι · καὶ ἐδήλου Περσιστὶ τάδε · ὦ ἄνθρωπε, ἐγὼ Κῦρός εἰμι ὁ Καμβύσου ὁ τὴν ἀρχὴν Πέρσαις καταστησάμενος καὶ τῆς Ἀσίας βασιλεύσας. μὴ οὖν φθονήσῃς μοι τοῦ μνήματος. Ἀλέξανδρος δὲ (ἐπιμελὲς γὰρ ἦν αὐτῷ, ὁπότε ἕλοι Πέρσας, παριέναι ἐς τοῦ Κύρου τὸν τάφον) τὰ μὲν ἄλλα καταλαμβάνει ἐκπεφορημένα πλὴν τῆς πυέλου καὶ τῆς κλίνης ·
6.29.9οἱ δὲ καὶ τὸ σῶμα τοῦ Κύρου ἐλωβήσαντο ἀφελόντες τὸ πῶμα τῆς πυέλου καὶ τὸν νεκρὸν ἐξέβαλον · αὐτὴν δὲ τὴν πύελον ἐπειρῶντο εὔογκόν σφισι ποιήσασθαι καὶ ταύτῃ εὔφορον τὰ μὲν παρακόπτοντες, τὰ δὲ ξυνθλῶντες αὐτῆς. ὡς δὲ οὐ προὐχώρει αὐτοῖς τοῦτο τὸ ἔργον, οὕτω δὴ ἐάσαντες τὴν πύελον ἀπῆλθον.
6.29.10καὶ λέγει Ἀριστόβουλος αὐτὸς ταχθῆναι πρὸς Ἀλεξάνδρου κοσμῆσαι ἐξ ὑπαρχῆς τῷ Κύρῳ τὸν τάφον. καὶ τοῦ μὲν σώματος ὅσαπερ ἔτι σῶα ἦν καταθεῖναι ἐς τὴν πύελον καὶ τὸ πῶμα ἐπιθεῖναι, ὅσα δὲ λελώβητο αὐτῆς κατορθῶσαι · καὶ τὴν κλίνην ἐντεῖναι ταινίαις καὶ τα- τἆλλα ὅσα ἐς κόσμον ἔκειτο κατὰ ἀριθμόντε καὶ τοῖς πάλαι ὅμοια ἀποθεῖναι καὶ τὴν θυρίδα δὲ ἀφανίσαι τὰ μὲν αὐτῆς λίθῳ ἐνοικοδομήσαντα, τὰ δὲ πηλῷ ἐμπλάσαντα, καὶ ἐπιβαλεῖν τῷ πηλῷ τὸ σημεῖον τὸ βασιλικόν.
6.29.11Ἀλέξανδρος δὲ ξυλλαβὼν τοὺς Μάγους τοὺς φύλακας τοῦ τάφου ἐστρέβλωσεν, ὡς κατειπεῖν τοὺς δράσαντας, οἱ δὲ οὐδὲν οὔτε σφῶν οὔτε ἄλλου κατεῖπον στρεβλούμενοι, οὐ δὲ ἄλλῃ πῃ ἐξηλέγχοντο ξυνειδότες τῷ ἔργῳ · καὶ ἐπὶ τῷδε ἀφείθησαν ἐξ Ἀλεξάνδρου.
6.30.1ἔνθεν δὲ ἐς τὰ βασίλεια ᾔει τὰ Περσῶν, ἃ δὴ πρόσθεν κατέφλεξεν αὐτός, ὥς μοι λέλεκται, ὅτε οὐκ ἐπῄνουν τὸ ἔργον · ἀλλ’οὐ δ’αὐτὸς Ἀλέξανδρος ἐπανελθὼν ἐπῄνει. καὶ μὲν δὴ καὶ κατὰ Ὀρξίνου πολλοὶ λόγοι ἐλέχθησαν πρὸς Περσῶν, ὃς ἦρξε Περσῶν ἐπειδὴ Φρασαόρτης ἐτελεύτησε.
6.30.2καὶ ἐξηλέγχθη Ορξίνης ἱεράτε ὅτι σεσυλήκει καὶ τάφους βασιλικούς, καὶ Περσῶν πολλοὺς ὅτι οὐ ξὺν δίκῃ ἀπέκτεινε. τοῦτον μὲν δὴ οἷς ἐτάχθη ὑπὸ Ἀλεξάνδρου ἐκρέμασαν, σατράπην δὲ Πέρσαις ἔταξε Πευκέσταν τὸν σωματοφύλακα, πιστόντέ οἱ ἐς τὰ μάλιστα τιθέμενος τάτε ἄλλα καὶ ἐπὶ τῷ ἐν Μαλλοῖς ἔργῳ, ἵνα προεκινδύνευσέτε καὶ συνεξέσωσεν Ἀλέξανδρον, καὶ ἄλλως τῷ βαρβαρικῷ τρόπῳ τῆς διαίτης οὐκ ἀξύμφορον ·
6.30.3ἐδήλωσε δὲ ἐσθῆτάτε εὐθὺς ὡς κατεστάθη σατραπεύειν Περσῶν μόνος τῶν ἄλλων Μακεδόνων μεταβαλὼν τὴν Μηδικὴν καὶ φωνὴν τὴν Περσικὴν ἐκμαθὼν καὶ τα- τἆλλα ξύμπαντα ἐς τρόπον τὸν Περσικὸν κατασκευασάμενος. ἐφ’οἷς Ἀλέξανδρός γε ἐπῄνει αὐτὸν καὶ οἱ Πέρσαι ὡς τὰ παρὰ σφίσι πρὸ τῶν πατρίων πρεσβεύοντι ἔχαιρον.