Flavius Arrianus

Anabasis of Alexander, 1

1.pr

1.pr.1Πτολεμαῖος Λάγου καὶ Ἀριστόβουλος Ἀριστοβούλου ὅσα μὲν ταὐτὰ ἄμφω περὶ Ἀλεξάνδρου τοῦ Φιλίππου συνέγραψαν, ταῦτα ἐγὼ ὡς πάντῃ ἀληθῆ ἀναγράφω, ὅσα δὲ οὐ ταὐτά, τούτων τὰ πιστότερα ἐμοὶ φαινόμενα καὶ ἅμα ἀξιαφηγητότερα ἐπιλεξάμενος.

1.pr.2ἄλλοι μὲν δὴ ἄλλα ὑπὲρ Ἀλεξάνδρου ἀνέγραψαν, οὐ δ’ἔστιν ὑπὲρ ὅτου πλείονες ἀξυμφωνότεροι ἐς ἀλλήλους · ἀλλ’ἐμοὶ Πτολεμαῖόςτε καὶ Ἀριστόβουλος πιστότεροι ἔδοξαν ἐς τὴν ἀφήγησιν, μὲν ὅτι συνεστράτευσε βασιλεῖ Ἀλεξάνδρῳ, Ἀριστόβουλος, Πτολεμαῖος δὲ πρὸς τῷ ξυστρατεῦσαι ὅτι καὶ αὐτῷ βασιλεῖ ὄντι αἰσχρότερον τῳ ἄλλῳ ψεύσασθαι ἦν · ἄμφω δέ, ὅτι τετελευτηκότος ἤδη Ἀλεξάνδρου ξυγγράφουσιν ὅτε αὐτοῖς τε ἀνάγκη καὶ μισθὸς τοῦ ἄλλως τι ὡς συνηνέχθη ξυγγράψαι ἀπῆν.

1.pr.3ἔστι δὲ καὶ πρὸς ἄλλων ξυγγεγραμμένα, ὅτι καὶ αὐτὰ ἀξιαφήγητάτε μοι ἔδοξε καὶ οὐ πάντῃ ἄπιστα, ὡς λεγόμενα μόνον ὑπὲρ Ἀλεξάνδρου ἀνέγραψα. ὅστις δὲ θαυμάσεται ἀνθ’ὅτου ἐπὶ τοσοῖσδε συγγραφεῦσι καὶ ἐμοὶ ἐπὶ νοῦν ἦλθεν ἥδε συγγραφή, τάτε ἐκείνων πάντα τις ἀναλεξάμενος καὶ τοῖσδε τοῖς ἡμετέροις ἐντυχὼν οὕτω θαυμαζέτω.

1.1

1.1.1λέγεται δὴ Φίλιππος μὲν τελευτῆσαι ἐπὶ ἄρχοντος Πυθοδήλου Ἀθήνησι · παραλαβόντα δὲ τὴν βασιλείαν Ἀλέξανδρον, παῖδα ὄντα Φιλίππου, ἐς Πελοπόννησον παρελθεῖν · εἶναι δὲ τότε ἀμφὶ τὰ εἴκοσιν ἔτη Ἀλέξανδρον.

1.1.2ἐνταῦθα ξυναγαγόντα τοὺς Ἕλληνας, ὅσοι ἐντὸς Πελοποννήσου ἦσαν, αἰτεῖν παρ’αὐτῶν τὴν ἡγεμονίαν τῆς ἐπὶ τοὺς Πέρσας στρατιᾶς, ἥντινα Φιλίππῳ ἤδη ἔδοσαν · καὶ αἰτήσαντα λαβεῖν παρ’ἑκάστων πλὴν Λακεδαιμονίων · Λακεδαιμονίους δὲ ἀποκρίνασθαι μὴ εἶναί σφισι πάτριον ἀκολουθεῖν ἄλλοις, ἀλλ’αὐτοὺς ἄλλων ἐξηγεῖσθαι. νεωτερίσαι δὲ ἄττα καὶ τῶν Ἀθηναίων τὴν πόλιν.

1.1.3ἀλλὰ Ἀθηναίους γε τῇ πρώτῃ ἐφόδῳ Ἀλεξάνδρου ἐκπλαγέντας καὶ πλείονα ἔτι τῶν Φιλίππῳ δοθέντων Ἀλεξάνδρῳ εἰς τιμὴν συγχωρῆσαι. ἐπανελθόντα δὲ ἐς Μακεδονίαν ἐν παρασκευῇ εἶναι τοῦ ἐς τὴν Ἀσίαν στόλου.

1.1.4ἅμα δὲ τῷ ἦρι ἐλαύνειν ἐπὶ Θρᾴκης, ἐς Τριβαλλοὺς καὶ Ἰλλυριούς, ὅτιτε νεωτερίζειν ἐπύθετο Ἰλλυριούςτε καὶ Τριβαλλούς, καὶ ἅμα ὁμόρους ὄντας οὐκ ἐδόκει ὑπολείπεσθαι ὅτι μὴ πάντῃ ταπεινωθέντας οὕτω μακρὰν ἀπὸ τῆς οἰκείας στελλόμενον.

1.1.5ὁρμηθέντα δὴ ἐξ Ἀμφιπόλεως ἐμβαλεῖν εἰς Θρᾴκην τὴν τῶν αὐτονόμων καλουμένων Θρᾳκῶν, Φιλίππους πόλιν ἐν ἀριστερᾷ ἔχοντα καὶ τὸν Ὄρβηλον τὸ ὄρος. διαβὰς δὲ τὸν Νέστον ποταμὸν λέγουσιν, ὅτι δεκαταῖος ἀφίκετο ἐπὶ τὸ ὄρος τὸν Αἶμον.

1.1.6καὶ ἐνταῦθα ἀπήντων αὐτῷ κατὰ τὰ στενὰ τῆς ἀνόδου τῆς ἐπὶ τὸ ὄρος τῶντε ἐμπόρων πολλοὶ ὡπλισμένοι καὶ οἱ Θρᾷκες οἱ αὐτόνομοι, παρεσκευασμένοι εἴργειν τοῦ πρόσω κατειληφότες τὴν ἄκραν τοῦ Αἴμου τὸν στόλον, παρ’ἣν ἦν τῷ στρατεύματι πάροδος.

1.1.7ξυναγαγόντες δὲ ἁμάξας καὶ προβαλόμενοι πρὸ σφῶν ἅμα μὲν χάρακι ἐχρῶντο ταῖς ἁμάξαις ἐς τὸ ἀπομάχεσθαι ἀπ’αὐτῶν, εἰ βιάζοιντο, ἅμα δὲ ἐν νῷ εἶχον ἐπαφιέναι ἀνιοῦσιν ἀποτομώτατον τοῦ ὄρους ἐπὶ τὴν φάλαγγα τῶν Μακεδόνων τὰς ἁμάξας. γνώμην δὲ πεποίηντο ὅτι ὅσῳ πυκνοτέρᾳ τῇ φάλαγγι καταφερόμεναι συμμίξουσιν αἱ ἅμαξαι, τοσῷδε μᾶλλόν τι διασκεδάσουσιν αὐτὴν βίᾳ ἐμπεσοῦσαι.

1.1.8Ἀλεξάνδρῳ δὲ βουλὴ γίγνεται ὅπως ἀσφαλέστατα ὑπερβαλεῖ τὸ ὄρος · καὶ ἐπειδὴ ἐδόκει διακινδυνευτέα, οὐ γὰρ εἶναι ἄλλῃ τὴν πάροδον, παραγγέλλει τοῖς ὁπλίταις, ὁπότε καταφέροιντο κατὰ τοῦ ὀρθίου αἱ ἅμαξαι, ὅσοις μὲν ὁδὸς πλατεῖα οὖσα παρέχοι λῦσαι τὴν τάξιν, τούτους δὲ διαχωρῆσαι, ὡς δι’αὐτῶν ἐκπεσεῖν τὰς ἁμάξας ·

1.1.9ὅσοι δὲ περικαταλαμβάνοιντο, ξυννεύσαντας, τοὺς δὲ καὶ πεσόντας ἐς γῆν, συγκλεῖσαι ἐς ἀκριβὲς τὰς ἀσπίδας, τοῦ κατ’αὐτῶν φερομένας τὰς ἁμάξας καὶ τῇ ῥύμῃ κατὰ τὸ εἰκὸς ὑπερπηδώσας ἀβλαβῶς ἐπελθεῖν. καὶ οὕτω ξυνέβη ὅπως παρῄνεσέτε Ἀλέξανδρος καὶ εἴκασεν.

1.1.10οἱ μὲν γὰρ διέσχον τὴν φάλαγγα, αἱ δ’ὑπὲρ τῶν ἀσπίδων ἐπικυλισθεῖσαι ὀλίγα ἔβλαψαν · ἀπέθανε δὲ οὐδεὶς ὑπὸ ταῖς ἁμάξαις. ἔνθα δὴ οἱ Μακεδόνες θαρσήσαντες, ὅτι ἀβλαβεῖς αὐτοῖς, ἃς μάλιστα ἐδεδίεσαν, αἱ ἅμαξαι ἐγένοντο, σὺν βοῇ ἐς τοὺς Θρᾷκας ἐνέβαλον.

1.1.11Ἀλέξανδρος δὲ τοὺς τοξότας μὲν ἀπὸ τοῦ δεξιοῦ κέρως πρὸ τῆς ἄλλης φάλαγγος, ὅτι ταύτῃ εὐπορώτερα ἦν, ἐλθεῖν ἐκέλευσε καὶ ἐκτοξεύειν ἐς τοὺς Θρᾷκας ὅπῃ προσφέροιντο · αὐτὸς δὲ ἀναλαβὼν τὸ ἄγημα καὶ τοὺς ὑπασπιστὰς καὶ τοὺς Ἀγριᾶνας κατὰ τὸ εὐώνυμον ἦγεν.

1.1.12ἔνθα δὴ οἱ τοξόται βάλλοντες τοὺς προεκθέοντας τῶν Θρᾳκῶν ἀνέστελλον · καὶ φάλαγξ προσμίξασα οὐ χαλεπῶς ἐξέωσεν ἐκ τῆς χώρας ἀνθρώπους ψιλοὺς καὶ κακῶς ὡπλισμένους βαρβάρους, ὥστε Ἀλέξανδρον ἀπὸ τοῦ εὐωνύμου ἐπάγοντα οὐκέτι ἐδέξαντο, ἀλλὰ ῥίψαντες ὡς ἑκάστοις προὐχώρει τὰ ὅπλα κατὰ τοῦ ὄρους ἔφυγον.

1.1.13καὶ ἀπέθανον μὲν αὐτῶν ἐς χιλίους καὶ πεντακοσίους, ζῶντες δὲ ἄνδρες μὲν ὀλίγοι ἐλήφθησαν δι’ὠκύτητα καὶ τῆς χώρας ἐμπειρίαν, γυναῖκες δὲ ὅσαι ξυνείποντο αὐτοῖς ἑάλωσαν πᾶσαι, καὶ τὰ παιδάρια καὶ λεία πᾶσα ἑάλω.

1.2

1.2.1Ἀλέξανδρος δὲ τὴν μὲν λείαν ὀπίσω ἀπέπεμψεν ἐς τὰς πόλεις τὰς ἐπὶ θαλάσσῃ, Λυσανίᾳ καὶ Φιλώτᾳ παραδοὺς διατίθεσθαι · αὐτὸς δὲ τὸ ἄκρον ὑπερβαλὼν προῄει διὰ τοῦ Αἴμου ἐς Τριβαλλούς, καὶ ἀφικνεῖται ἐπὶ τὸν Λύγινον ποταμόν · ἀπέχει δὲ οὗτος ἀπὸ τοῦ Ἴστρου ὡς ἐπὶ τὸν Αἷμον ἰόντι σταθμοὺς τρεῖς.

1.2.2Σύρμος δὲ τῶν Τριβαλλῶν βασιλεύς, ἐκ πολλοῦ πυνθανόμενος τοῦ Ἀλεξάνδρου τὸν στόλον, γυναῖκας μὲν καὶ παῖδας τῶν Τριβαλλῶν προὔπεμψεν ἐπὶ τὸν Ἴστρον διαβαίνειν κελεύσας τὸν ποταμὸν ἐς νῆσόν τινα τῶν ἐν τῷ Ἴστρῳ · πεύκη ὄνομα τῇ νήσῳ ἐστίν.

1.2.3ἐς ταύτην δὲ τὴν νῆσον καὶ οἱ Θρᾷκες οἱ πρόσχωροι τοῖς Τριβαλλοῖς προσάγοντος Ἀλεξάνδρου ἐκ πολλοῦ συμπεφευγότες ἦσαν καὶ αὐτὸς Σύρμος ἐς ταύτην ξυμπεφεύγει ξὺν τοῖς ἀμφ’αὐτόν · τὸ δὲ πολὺ πλῆθος τῶν Τριβαλλῶν ἔφυγεν ὀπίσω ἐπὶ τὸν ποταμόν, ἔνθενπερ τῇ προτεραίᾳ ὡρμήθη Ἀλέξανδρος.

1.2.4ὡς δὲ ἔμαθεν αὐτῶν τὴν ὁρμήν, καὶ αὐτὸς ὑποστρέψας τὸ ἔμπαλιν ἐπὶ τοὺς Τριβαλλοὺς ἦγεν, καὶ καταλαμβάνει καταστρατοπεδεύοντας ἤδη. καὶ οἱ μὲν καταληφθέντες πρὸς τῷ νάπει τῷ παρὰ τὸν ποταμὸν παρετάσσοντο · Ἀλέξανδρος δὲ καὶ αὐτὸς τὴν μὲν φάλαγγα ἐς βάθος ἐκτάξας ἐπῆγε, τοὺς τοξότας δὲ καὶ τοὺς σφενδονήτας προεκθέοντας ἐκέλευσεν ἐκτοξεύειντε καὶ σφενδονᾶν ἐς τοὺς βαρβάρους, εἴ πως προκαλέσαιτο αὐτοὺς ἐς τὰ ψιλὰ ἐκ τοῦ νάπους.

1.2.5οἱ δὲ ὡς ἐντὸς βέλους ἐγένοντο, παιόμενοι ἐξέθεον ἐπὶ τοὺς τοξότας, ὅπως ἐς χεῖρας ξυμμίξειαν γυμνοῖς οὖσι τοῖς τοξόταις. Ἀλέξανδρος δὲ ὡς προήγαγεν αὐτοὺς ἐκ τῆς νάπης ἔξω, Φιλώταν μὲν ἀναλαβόντα τοὺς ἐκ τῆς ἄνωθεν Μακεδονίας ἱππέας προσέταξεν ἐμβάλλειν κατὰ τὸ κέρας τὸ δεξιόν, ᾗπερ μάλιστα προὐκεχωρήκεσαν ἐν τῇ ἐκδρομῇ · Ἡρακλείδην δὲ καὶ Σώπολιν τοὺς ἐκ Βοττιαίαςτε καὶ Ἀμφιπόλεως ἱππέας κατὰ τὸ εὐώνυμον κέρας ἐπάγειν ἔταξε.

1.2.6τὴν δὲ φάλαγγα τῶν πεζῶν καὶ τὴν ἄλλην ἵππον πρὸ τῆς φάλαγγος παρατείνας κατὰ μέσους ἐπῆγε. καὶ ἔστε μὲν ἀκροβολισμὸς παρ’ἑκατέρων ἦν, οἱ Τριβαλλοὶ οὐ μεῖον εἶχον · ὡς δὲ τε φάλαγξ πυκνὴ ἐνέβαλλεν ἐς αὐτοὺς ἐρρωμένως καὶ οἱ ἱππεῖς οὐκ ἀκοντισμῷ ἔτι, ἀλλ’αὐτοῖς τοῖς ἵπποις ὠθοῦντες ἄλλῃ καὶ ἄλλῃ προσέπιπτον, τότε δὴ ἐτράπησαν διὰ τοῦ νάπους εἰς τὸν ποταμόν.

1.2.7καὶ ἀποθνήσκουσι μὲν τρισχίλιοι ἐν τῇ φυγῇ, ζῶντες δὲ ὀλίγοι καὶ τούτων ἐλήφθησαν, ὅτι ὕλητε δασεῖα πρὸ τοῦ ποταμοῦ ἦν καὶ νὺξ ἐπιγενομένη τὴν ἀκρίβειαν τῆς διώξεως ἀφείλετο τοὺς Μακεδόνας. αὐτῶν δὲ Μακεδόνων τελευτῆσαι λέγει Πτολεμαῖος ἱππέας μὲν ἕνδεκα, πεζοὺς δὲ ἀμφὶ τοὺς τεσσαράκοντα.

1.3

1.3.1ἀπὸ δὲ τῆς μάχης τριταῖος ἀφικνεῖται Ἀλέξανδρος ἐπὶ τὸν ποταμὸν τὸν Ἴστρον, ποταμῶν τῶν κατὰ τὴν Εὐρώπην μέγιστον ὄντα καὶ πλείστην γῆν ἐπερχόμενον καὶ ἔθνη μαχιμώτατα ἀπείργοντα, τὰ μὲν πολλὰ Κελτικά, ὅθεν γε καὶ αἱ πηγαὶ αὐτῷ ἀνίσχουσιν, ὧν τελευταίους Κουάδους καὶ Μαρκομάνους ·

1.3.2ἐπὶ δὲ Σαυροματῶν μοῖραν, Ἰάζυγας · ἐπὶ δὲ Γέτας τοὺς ἀπαθανατίζοντας · ἐπὶ δὲ Σαυρομάτας τοὺς πολλούς · ἐπὶ δὲ Σκύθας ἔστε ἐπὶ τὰς ἐκβολάς, ἵνα ἐκδιδοῖ κατὰ πέντε στόματα ἐς τὸν Εὔξεινον πόντον.

1.3.3ἐνταῦθα καταλαμβάνει αὐτῷ ἡκούσας ναῦς μακρὰς ἐκ Βυζαντίου διὰ τοῦ πόντου τοῦ Εὐξείνου κατὰ τὸν ποταμὸν. ταύτας ἐμπλήσας τοξοτῶντε καὶ ὁπλιτῶν τῇ νήσῳ ἐπέπλει, ἵνα οἱ Τριβαλλοίτε καὶ οἱ Θρᾷκες ξυμπεφευγότες ἦσαν, καὶ ἐπειρᾶτο βιάζεσθαι τὴν ἀπόβασιν.

1.3.4οἱ δὲ βάρβαροι ἀπήντων ἐπὶ τὸν ποταμὸν, ὅπῃ αἱ νῆες προσπίπτοιεν · αἱ δὲ ὀλίγαιτε ἦσαν καὶ στρατιὰ οὐ πολλὴ ἐπ’αὐτῶν, καὶ τῆς νήσου τὰ πολλὰ ἀπότομα ἐς προσβολήν, καὶ τὸ ῥεῦμα τοῦ ποταμοῦ τὸ παρ’αὐτήν, οἷα δὴ ἐς στενὸν συγκεκλεισμένον, ὀξὺ καὶ ἄπορον προσφέρεσθαι.

1.3.5ἔνθα δὴ Ἀλέξανδρος ἀπαγαγὼν τὰς ναῦς ἔγνω διαβαίνειν τὸν Ἴστρον ἐπὶ τοὺς Γέτας τοὺς πέραν τοῦ Ἴστρου ᾠκισμένους, ὅτιτε συνειλεγμένους ἑώρα πολλοὺς ἐπὶ τῇ ὄχθῃ τοῦ Ἴστρου, ὡς εἴρξοντας, εἰ διαβαίνοι, ἦσαν γὰρ ἱππεῖς μὲν ἐς τετρακισχιλίους, πεζοὶ δὲ πλείους τῶν μυρίων καὶ ἅμα πόθος ἔλαβεν αὐτὸν ἐπέκεινα τοῦ Ἴστρου ἐλθεῖν.

1.3.6τῶν μὲν δὴ νεῶν ἐπέβη αὐτός · τὰς δὲ διφθέρας, ὑφ’αἷς ἐσκήνουν, τῆς κάρφης πληρώσας καὶ ὅσα μονόξυλα πλοῖα ἐκ τῆς χώρας ξυναγαγών ἦν δὲ καὶ τούτων εὐπορία πολλή, ὅτι τούτοις χρῶνται οἱ πρόσοικοι τῷ Ἴστρῳ ἐφ’ἁλιείᾳτε τῇ ἐκ τοῦ Ἴστρου καὶ εἴποτε παρ’ἀλλήλους ἀνὰ τὸν ποταμὸν στέλλοιντο καὶ λῃστεύοντες ἀπ’αὐτῶν οἱ πολλοί ταῦτα ὡς πλεῖστα ξυναγαγὼν διεβίβαζεν ἐπ’αὐτῶν τῆς στρατιᾶς ὅσους δυνατὸν ἦν ἐν τῷ τοιῷδε τρόπῳ. καὶ γίγνονται οἱ διαβάντες ἅμα Ἀλεξάνδρῳ ἱππεῖς μὲν ἐς χιλίους καὶ πεντακοσίους, πεζοὶ δὲ ἐς τετρακισχιλίους.

1.4

1.4.1διέβαλον δὲ τῆς νυκτὸς λήιον ἦν σίτου βαθύ · καὶ ταύτῃ μᾶλλόν τι ἔλαθον προσχόντες τῇ ὄχθῃ. ὑπὸ δὲ τὴν ἕω Ἀλέξανδρος διὰ τοῦ ληίου ἦγε, παραγγείλας τοῖς πεζοῖς πλαγίαις ταῖς σαρίσσαις ἐπικλίνοντας τὸν σῖτον οὕτω προάγειν ἐς τὰ οὐκ ἐργάσιμα. οἱ δὲ ἱππεῖς ἔστε μὲν διὰ τοῦ ληίου προῄει φάλαγξ ἐφείποντο ·

1.4.2ὡς δὲ ἐκ τῶν ἐργασίμων ἐξήλασαν, τὴν μὲν ἵππον ἐπὶ τὸ δεξιὸν κέρας αὐτὸς Ἀλέξανδρος παρήγαγεν, τὴν φάλαγγα δὲ ἐν πλαισίῳ Νικάνορα ἄγειν ἐκέλευσε.

1.4.3καὶ οἱ Γέται οὐ δὲ τὴν πρώτην ἐμβολὴν τῶν ἱππέων ἐδέξαντο · παράδοξος μὲν γὰρ αὐτοῖς τόλμα ἐφάνη τοῦ Ἀλεξάνδρου, ὅτι εὐμαρῶς οὕτως τὸν μέγιστον τῶν ποταμῶν διεβεβήκει ἐν μιᾷ νυκτὶ τὸν Ἴστρον οὐ γεφυρώσας τὸν πόρον, φοβερὰ δὲ καὶ τῆς φάλαγγος ξύγκλεισις, βιαία δὲ τῶν ἱππέων ἐμβολὴ.

1.4.4καὶ τὰ μὲν πρῶτα ἐς τὴν πόλιν καταφεύγουσιν, δὴ ἀπεῖχεν αὐτοῖς ὅσον παρασάγγην τοῦ Ἴστρου · ὡς δὲ ἐπάγοντα εἶδον σπουδῇ Ἀλέξανδρον τὴν μὲν φάλαγγα παρὰ τὸν ποταμόν, ὡς μὴ κυκλωθεῖέν πῃ οἱ πεζοὶ ἐνεδρευσάντων τῶν Γετῶν, τοὺς ἱππέας δὲ κατὰ μέτωπον, λείπουσιν αὖ καὶ τὴν πόλιν οἱ Γέται κακῶς τετειχισμένην, ἀναλαβόντες τῶν παιδαρίων καὶ τῶν γυναικῶν ἐπὶ τοὺς ἵππους ὅσα φέρειν οἱ ἵπποι ἠδύναντο ·

1.4.5ἦν δὲ αὐτοῖς ὁρμὴ ὡς πορρωτάτω ἀπὸ τοῦ ποταμοῦ ἐς τὰ ἔρημα. Ἀλέξανδρος δὲ τὴντε πόλιν λαμβάνει καὶ τὴν λείαν πᾶσαν ὅσην οἱ Γέται ὑπελίποντο. καὶ τὴν μὲν λείαν Μελεάγρῳ καὶ Φιλίππῳ ἐπαναγαγεῖν δίδωσιν, αὐτὸς δὲ κατασκάψας τὴν πόλιν θύειτε ἐπὶ τῇ ὄχθῃ τοῦ Ἴστρου Διὶ Σωτῆρι καὶ Ἡρακλεῖ καὶ αὐτῶ τῷ Ἴστρῳ ὅτι οὐκ ἄπορος αὐτῷ ἐγένετο, καὶ ἐπανάγει αὐτῆς ἡμέρας σώους σύμπαντας ἐπὶ τὸ στρατόπεδον.

1.4.6ἐνταῦθα ἀφίκοντο πρέσβεις ὡς Ἀλέξανδρον παράτε τῶν ἄλλων ὅσα αὐτόνομα ἔθνη προσοικεῖ τῷ Ἴστρῳ καὶ παρὰ Σύρμου τοῦ Τριβαλλῶν βασιλέως · καὶ παρὰ Κελτῶν δὲ τῶν ἐπὶ τῷ Ἰονίῳ κόλπῳ ᾠκισμένων ἧκον · μεγάλοι οἱ Κελτοὶ τὰ σώματα καὶ μέγα ἐπὶ σφίσι φρονοῦντες · πάντες δὲ φιλίας τῆς Ἀλεξάνδρου ἐφιέμενοι ἥκειν ἔφασαν.

1.4.7καὶ πᾶσιν ἔδωκε πίστεις Ἀλέξανδρος καὶ ἔλαβε · τοὺς Κελτοὺς δὲ καὶ ἤρετο, τι μάλιστα δεδίττεται αὐτοὺς τῶν ἀνθρωπίνων, ἐλπίσας ὅτι μέγα ὄνομα τὸ αὐτοῦ καὶ ἐς Κελτοὺς καὶ ἔτι προσωτέρω ἥκει καὶ ὅτι αὐτὸν μάλιστα πάντων δεδιέναι φήσουσι.

1.4.8τῷ δὲ παρ’ἐλπίδα ξυνέβη τῶν Κελτῶν ἀπόκρισις · οἷα γὰρ πόρρωτε ᾠκισμένοι Ἀλεξάνδρου καὶ χωρία δύσπορα οἰκοῦντες καὶ Ἀλεξάνδρου ἐς ἄλλα τὴν ὁρμὴν ὁρῶντες ἔφασαν δεδιέναι μήποτε οὐρανὸς αὐτοῖς ἐμπέσοι, Ἀλέξανδρόντε ἀγασθέντες οὔτε δέει οὔτε κατ’ὠφέλειαν πρεσβεῦσαι παρ’αὐτόν. καὶ τούτους φίλουςτε ὀνομάσας καὶ ξυμμάχους ποιησάμενος ὀπίσω ἀπέπεμψε, τοσοῦτον ὑπειπὼν ὅτι ἀλαζόνες Κελτοί εἰσιν.

1.5

1.5.1αὐτὸς δὲ ἐπ’Ἀγριάνων καὶ Παιόνων προὐχώρει. ἔνθα δὴ ἄγγελοι ἀφίκοντο αὐτῷ Κλεῖτόντε τὸν Βαρδύλεω ἀφεστάναι ἀγγέλλοντες καὶ Γλαυκίαν προσκεχωρηκέναι αὐτῷ τὸν Ταυλαντίων βασιλέα · οἱ δὲ καὶ τοὺς Αὐταριάτας ἐπιθήσεσθαι αὐτῷ κατὰ τὴν πορείαν ἐξήγγελλον · ὧν δὴ ἕνεκα κατὰ σπουδὴν ἐδόκει ἀναζευγνύναι.

1.5.2Λάγγαρος δὲ τῶν Ἀγριάνων βασιλεὺς ἤδη μὲν καὶ Φιλίππου ζῶντος ἀσπαζόμενος Ἀλέξανδρον δῆλος ἦν καὶ ἰδίᾳ ἐπρέσβευσε παρ’αὐτόν, τότε δὲ παρῆν αὐτῷ μετὰ τῶν ὑπασπιστῶν, ὅσουςτε καλλίστους καὶ εὐοπλοτάτους ἀμφ’αὑτὸν εἶχε ·

1.5.3καὶ ἐπειδὴ ἔμαθεν ὑπὲρ τῶν Αὐταριατῶν πυνθανόμενον Ἀλέξανδρον, οἵτινέςτε καὶ ὁπόσοι εἶεν, οὐκ ἔφη χρῆναι ἐν λόγῳ τίθεσθαι Αὐταριάτας · εἶναι γὰρ ἀπολεμωτάτους τῶν ταύτῃ · καὶ αὐτὸς ἐμβαλεῖν ἐς τὴν χώραν αὐτῶν, ὡς ἀμφὶ τὰ σφέτερα μᾶλλόν τι ἔχοιεν. καὶ κελεύσαντος Ἀλεξάνδρου ἐσβάλλει ἐς αὐτούς καὶ ἐμβαλὼν ἦγε καὶ ἔφερε τὴν χώραν αὐτῶν. Αὐταριᾶται μὲν δὴ ἀμφὶ τὰ αὑτῶν εἶχον ·

1.5.4Λάγγαρος δὲ τάτε ἄλλα ἐτιμήθη μεγάλως πρὸς Ἀλεξάνδρου καὶ δῶρα ἔλαβεν, ὅσα μέγιστα παρὰ βασιλεῖ τῷ Μακεδόνων νομίζεται · καὶ τὴν ἀδελφὴν τὴν Ἀλεξάνδρου Κύναν καὶ ταύτην ὡμολόγησε δώσειν αὐτῷ ἐς Πέλλαν ἀφικομένῳ Ἀλέξανδρος.

1.5.5ἀλλὰ Λάγγαρος μὲν ἐπανελθὼν οἴκαδε νόσῳ ἐτελεύτησεν. Ἀλέξανδρος δὲ παρὰ τὸν Ἐριγόνα ποταμὸν πορευόμενος ἐς Πέλλιον πόλιν ἐστέλλετο. ταύτην γὰρ κατειλήφει Κλεῖτος ὡς ἐχυρωτάτην τῆς χώρας · καὶ πρὸ ταύτην ὡς ἧκεν Ἀλέξανδρος, καταστρατοπεδεύσας πρὸς τῷ Ἐορδαϊκῷ ποταμῷ τῇ ὑστεραίᾳ ἐγνώκει προσβάλλειν τῷ τείχει.

1.5.6οἱ δὲ ἀμφὶ τὸν Κλεῖτον τὰ κύκλῳ τῆς πόλεως ὄρη ὑπερδέξιάτε ὄντα καὶ δασέα κατεῖχον ὡς πάντοθεν ἐπιτίθεσθαι τοῖς Μακεδόσιν εἰ τῇ πόλει προσβάλλοιεν · Γλαυκίας δὲ αὐτῷ τῶν Ταυλαντίων βασιλεὺς οὔπω παρῆν.

1.5.7Ἀλέξανδρος μὲν δὴ τῇ πόλει προσῆγεν · οἱ δὲ πολέμιοι σφαγιασάμενοι παῖδας τρεῖς καὶ κόρας ἴσας τὸν ἀριθμὸν καὶ κριοὺς μέλανας τρεῖς, ὥρμηντο μὲν ὡς δεξόμενοι ἐς χεῖρας τοὺς Μακεδόνας, ὁμοῦ δὲ γενομένων ἐξέλιπον καίτοι καρτερὰ ὄντα τὰ κατειλημμένα πρὸς σφῶν χωρία, ὥστε καὶ τὰ σφάγια αὐτῶν κατελήφθη ἔτι κείμενα.

1.5.8ταύτῃ μὲν δὴ δῇ ἡμέρᾳ κατακλείσας αὐτοὺς ἐς τὴν πόλιν καὶ στρατοπεδευσάμενος πρὸς τῷ τείχει ἐγνώκει περιτειχισμῷ ἀποκλεῖσαι αὐτούς · τῇ δὲ ὑστεραίᾳ παρῆν μετὰ πολλῆς δυνάμεως Γλαυκίας τῶν Ταυλαντίων βασιλεύς. ἔνθα δὴ Ἀλέξανδρος τὴν μὲν πόλιν ἀπέγνω ἑλεῖν ἂν ξὺν τῇ παρούσῃ δυνάμει, πολλῶν μὲν ἐς αὐτὴν καὶ μαχίμων ξυμπεφευγότων, πολλῶν δὲ ἅμα τῷ Γλαυκίᾳ προσκεισομένων, εἰ αὐτὸς τῷ τείχει προσμάχοιτο.

1.5.9Φιλώταν δὲ ἀναλαβόντα τῶν ἱππέων ὅσους ἐς προφυλακὴν καὶ τὰ ὑποζύγια τὰ ἐκ τοῦ στρατοπέδου ἐς ἐπισιτισμὸν ἔπεμπε. καὶ Γλαυκίας μαθὼν τὴν ὁρμὴν τῶν ἀμφὶ Φιλώταν ἐξελαύνει ἐπ’αὐτούς, καὶ καταλαμβάνει τὰ κύκλῳ ὄρη τοῦ πεδίου, ὅθεν οἱ ξὺν Φιλώτᾳ ἐπισιτιεῖσθαι ἔμελλον.

1.5.10Ἀλέξανδρος δέ, ἐπειδὴ ἀπηγγέλθη αὐτῷ, ὅτι κινδυνεύουσιν οἵτε ἱππεῖς καὶ τὰ ὑποζύγια, εἰ νὺξ αὐτοὺς καταλήψεται, αὐτὸς μὲν ἀναλαβὼν τούςτε ὑπασπιστὰς καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ ἱππέας ἐς τετρακοσίους ἐβοήθει σπουδῇ · τὸ δὲ ἄλλο στράτευμα πρὸς τῇ πόλει ἀπέλιπεν, ὡς μὴ ἀποχωρήσαντος παντὸς τοῦ στρατοῦ καὶ οἱ ἐκ τῆς πόλεως ἐπιδραμόντες τοῖς ἀμφὶ Γλαυκίαν συμμίξειαν.

1.5.11ἔνθα δὴ Γλαυκίας προσάγοντα Ἀλέξανδρον αἰσθόμενος ἐκλείπει τὰ ὄρη · οἱ δὲ ξὺν Φιλώτᾳ ἀσφαλῶς ἐπὶ τὸ στρατόπεδον διεσώθησαν. ἐδόκουν δ’ἔτι τὸν Ἀλέξανδρον ἐν δυσχωρίᾳ ἀπειληφέναι οἱ ἀμφὶ τὸν Κλεῖτον καὶ Γλαυκίαν ·

1.5.12τάτε γὰρ ὄρη τὰ ὑπερδέξια κατεῖχον πολλοῖς μὲν ἱππεῦσι, πολλοῖς δὲ ἀκοντισταῖς καὶ σφενδονήταις καὶ ὁπλίταις δὲ οὐκ ὀλίγοις, καὶ οἱ ἐν τῇ πόλει κατειλημμένοι προσκείσεσθαι ἀπαλλαττομένοις ἤμελλον · τάτε χωρία δι’ὧν πάροδος ἦν τῷ Ἀλεξάνδρῳ στενὰ καὶ ὑλώδη ἐφαίνετο, τῇ μὲν πρὸς τοῦ ποταμοῦ ἀπειργόμενα, τῇ δὲ ὄρος ὑπερύψηλον ἦν καὶ κρημνοὶ πρὸς τοῦ ὄρους, ὥστε οὐ δὲ ἐπὶ τεσσάρων ἀσπίδων ἂν τῷ στρατεύματι πάροδος ἐγένετο. ἔνθα δὴ ἐκτάσσει τὸν στρατὸν Ἀλέξανδρος ἕως

1.6

1.6.1ἑκατὸν καὶ εἴκοσι τὸ βάθος τῆς φάλαγγος. ἐπὶ τὸ κέρας δὲ ἑκατέρωθεν διακοσίους ἱππέας ἐπιτάξας παρήγγελλε σιγῇ ἔχειν τὸ παραγγελλόμενον ὀξέως δεχομένους.

1.6.2καὶ τὰ μὲν πρῶτα ἐσήμηνεν ὀρθὰ ἀνατεῖναι τὰ δόρατα τοὺς ὁπλίτας, ἔπειτα ἀπὸ ξυνθήματος ἀποτεῖναι ἐς προβολήν, καὶ νῦν μὲν ἐς τὸ δεξιὸν ἐγκλῖναι τῶν δοράτων τὴν σύγκλεισιν, αὖθις δὲ ἐπὶ τὰ ἀριστερά. καὶ αὐτὴν δὲ τὴν φάλαγγα ἔςτε τὸ πρόσω ὀξέως ἐκίνησε καὶ ἐπὶ τὰ κέρατα ἄλλοτε ἄλλῃ παρήγαγε.

1.6.3καὶ οὕτω πολλὰς τάξεις τάξαςτε καὶ μετακοσμήσας ἐν ὀλίγῳ χρόνῳ κατὰ τὸ εὐώνυμον οἷον ἔμβολον ποιήσας τῆς φάλαγγος ἐπῆγεν ἐπὶ τοὺς πολεμίους. οἱ δὲ πάλαι μὲν ἐθαύμαζον τήντε ὀξύτητα ὁρῶντες καὶ τὸν κόσμον τῶν δρωμένων · τότε δὲ προσάγοντας ἤδη τοὺς ἀμφὶ Ἀλέξανδρον οὐκ ἐδέξαντο, ἀλλὰ λείπουσι τοὺς πρώτους λόφους.

1.6.4 δὲ καὶ ἐπαλαλάξαι ἐκέλευσε τοὺς Μακεδόνας καὶ τοῖς δόρασι δουπῆσαι πρὸς τὰς ἀσπίδας · οἱ δὲ Ταυλάντιοι ἔτι μᾶλλον ἐκπλαγέντες πρὸς τῆς βοῆς ὡς πρὸς τὴν πόλιν ἐπανήγαγον σπουδῇ τὸν στρατόν.

1.6.5Ἀλέξανδρος δὲ λόφον τινὰς κατέχοντας ἰδὼν οὐ πολλοὺς τῶν πολεμίων, παρ’ὃν αὐτῷ πάροδος ἐγίγνετο, παρήγγειλε τοῖς σωματοφύλαξι καὶ τοῖς ἀμφ’αὑτὸν ἑταίροις, ἀναλαβόντας τὰς ἀσπίδας ἀναβαίνειν ἐπὶ τοὺς ἵππους καὶ ἐλαύνειν ἐπὶ τὸν γήλοφον · ἐκεῖσε δὲ ἐλθόντας, εἰ ὑπομένοιεν οἱ κατειληφότες τὸ χωρίον, τοὺς ἡμίσεας καταπηδῆσαι ἀπὸ τῶν ἵππων καὶ ἀναμιχθέντας τοῖς ἱππεῦσι πεζοὺς μάχεσθαι.

1.6.6οἱ δὲ πολέμιοι τὴν ὁρμὴν τὴν Ἀλεξάνδρου ἰδόντες λείπουσι τὸν γήλοφον καὶ παρεκκλίνουσιν ἐφ’ἑκάτερα τῶν ὀρῶν. ἔνθα δὴ καταλαβὼν Ἀλέξανδρος τὸν γήλοφον σὺν τοῖς ἑταίροις τούςτε Ἀγριᾶνας μεταπέμπεται καὶ τοὺς τοξότας, ὄντας ἐς δισχιλίους · τοὺς δὲ ὑπασπιστὰς διαβαίνειν τὸν ποταμὸν ἐκέλευσε καὶ ἐπὶ τούτοις τὰς τάξεις τῶν Μακεδόνων · ὁπότε δὲ διαβάντες τύχοιεν, ἐπ’ἀσπίδα ἐκτάσσεσθαι, ὡς πυκνὴν εὐθὺς διαβάντων φαίνεσθαι τὴν φάλαγγα · αὐτὸς δὲ ἐν προφυλακῇ ὢν ἀπὸ τοῦ λόφου ἀφεώρα τῶν πολεμίων τὴν τὴν ὁρμήν.

1.6.7οἱ δέ, ὁρῶντες διαβαίνουσαν τὴν δύναμιν, κατὰ τὰ ὄρη ἀντεπῄεσαν, ὡς τοῖς μετὰ Ἀλεξάνδρου ἐπιθησόμενοι τελευταίοις ἀποχωροῦσιν. δὲ πελαζόντων ἤδη αὐτὸς ἐκθεῖ σῦν τοῖς ἀμφ’αὑτόν, καὶ φάλαγξ, ὡς διὰ τοῦ ποταμοῦ ἐπιοῦσα, ἐπηλάλαξεν · οἱ δὲ πολέμιοι πάντων ἐπὶ σφᾶς ἐλαυνόντων ἐγκλίναντες ἔφευγον · καὶ ἐν τούτῳ ἐπῆγεν Ἀλέξανδρος τούςτε Ἀγριᾶνας καὶ τοὺς τοξότας δρόμῳ ὡς ἐπὶ τὸν ποταμόν. καὶ πρῶτος μὲν αὐτὸς φθάσας διαβαίνει ·

1.6.8τοῖς τελευταίοις δὲ ὡς εἶδεν ἐπικειμένους τοὺς πολεμίους ἐπιστήσας ἐπὶ τῇ ὄχθῃ τὰς μηχανὰς ἐξακοντίζειν ὡς πορρωτάτω ἀπ’αὐτῶν ἐκέλευσεν ὅσα ἀπὸ μηχανῶν βέλη ἐξακοντίζεται, καὶ τοὺς τοξότας δὲ ἐκ μέσου τοῦ ποταμοῦ ἐκτοξεύειν, ἐπεσβάντας καὶ τούτους. καὶ οἱ μὲν ἀμφὶ τὸν Γλαυκίαν εἴσω βέλους παρελθεῖν οὐκ ἐτόλμων, οἱ Μακεδόνες δὲ ἐν τούτῳ ἀσφαλῶς ἐπέρασαν τὸν ποταμόν, ὥστε οὐδεὶς ἀπέθανεν ἐν τῇ ἀποχωρήσει αὐτῶν.

1.6.9τρίτῃ δὲ ἀπ’ἐκείνης ἡμέρᾳ καταμαθὼν Ἀλέξανδρος κακῶς αὐλιζομένους τοὺς ἀμφὶ Κλεῖτον καὶ Γλαυκίαν, καὶ οὔτε φυλακὰς ἐν τῇ τάξει αὐτοῖς φυλαττομένας οὔτε χάρακα τάφρον προβεβλημένους, οἷα δὴ ξὺν φόβῳ ἀπηλλάχθαι οἰομένων Ἀλέξανδρον, ἐς μῆκοςτε οὐκ ὠφέλιμον ἀποτεταγμένην αὐτοῖς τὴν τάξιν, ὑπὸ νύκτα ἔτι λαθὼν διαβαίνει τὸν ποταμόν, τούςτε ὑπασπιστὰς ἅμα οἷ ἄγων καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς τοξότας καὶ τὴν Περδίκκου καὶ Κοίνου τάξιν.

1.6.10καὶ προστέτακτο μὲν ἀκολουθεῖν τὴν ἄλλην στρατιάν · ὡς δὲ καιρὸν εἶδεν εἰς ἐπίθεσιν, οὐ προσμείνας ὁμοῦ γενέσθαι πάντας ἐφῆκε τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας · οἱ δὲ ἀπροσδόκητοίτε ἐπιπεσόντες καὶ φάλαγγι κατὰ κέρας, ᾗπερ ἀσθενεστάτοις αὐτοῖς καρτερωτάτῃ τῇ ἐμβολῇ προσμίξειν ἔμελλον, τοὺς μὲν ἔτι ἐν ταῖς εὐναῖς κατέκτεινον, τοὺς δὲ φεύγοντας εὐμαρῶς αἱροῦντες, ὥστε πολλοὶ μὲν αὐτοῦ ἐγκατελήφθησαν καὶ ἀπέθανον, πολλοὶ δὲ ἐν τῇ ἀποχωρήσει ἀτάκτῳ καὶ φοβερᾷ γενομένῃ · οὐκ ὀλίγοι δὲ καὶ ζῶντες ἐλήφθησαν.

1.6.11ἐγένετο δὲ δίωξις τοῖς ἀμφὶ Ἀλέξανδρον μέχρι πρὸς τὰ ὄρη τῶν Ταυλαντίων · ὅσοι δὲ καὶ ἀπέφυγον αὐτῶν, γυμνοὶ τῶν ὅπλων διεσώθησαν. Κλεῖτος δὲ ἐς τὴν πόλιν τὸ πρῶτον καταφυγὼν ἐμπρήσας τὴν πόλιν ἀπηλλάγη παρὰ Γλαυκίαν ἐς Ταυλαντίους.

1.7

1.7.1ἐν τούτῳ δὲ τῶν φυγάδων τινὲς τῶν ἐκ Θηβῶν φευγόντων παρελθόντες νύκτωρ ἐς τὰς Θήβας, ἐπαγαγομένων τινῶν αὐτοὺς ἐπὶ νεωτερισμῷ ἐκ τῆς πόλεως, Ἀμύνταν μὲν καὶ Τιμόλαον τῶν τὴν Καδμείαν ἐχόντων οὐδὲν ὑποτοπήσαντας πολέμιον ἔξω τῆς Καδμείας ἀπέκτειναν ξυλλαβόντες ·

1.7.2ἐς δὲ τὴν ἐκκλησίαν παρελθόντες ἐπῆραν τοὺς Θηβαίους ἀποστῆναι ἀπὸ Ἀλεξάνδρου, ἐλευθερίαντε προϊσχόμενοι, παλαιὰ καὶ καλὰ ὀνόματα, καὶ τῆς βαρύτητος τῶν Μακεδόνων ἤδη ποτὲ ἀπαλλαγῆναι. πιθανώτεροι δὲ ἐς τὸ πλῆθος ἐφαίνοντο τεθνηκέναι Ἀλέξανδρον ἰσχυριζόμενοι ἐν Ἰλλυριοῖς ·

1.7.3καὶ γὰρ καὶ πολὺς λόγος οὗτος καὶ παρὰ πολλῶν ἐφοίτα, ὅτιτε χρόνον ἀπῆν οὐκ ὀλίγον καὶ ὅτι οὐδεμία ἀγγελία παρ’αὐτοῦ ἀφῖκτο, ὥστε, ὅπερ φιλεῖ ἐν τοῖς τοιοῖσδε, οὐ γιγνώσκοντες τὰ ὄντα τὰ μάλιστα καθ’ἡδονήν σφισιν εἴκαζον.

1.7.4πυθομένῳ δὲ Ἀλεξάνδρῳ τὰ τῶν Θηβαίων οὐδαμῶς ἐδόκει ἀμελητέα εἶναι, τήντε τῶν Ἀθηναίων πόλιν δι’ὑποψίας ἐκ πολλοῦ ἔχοντι καὶ τῶν Θηβαίων τὸ τόλμημα οὐ φαῦλον ποιουμένῳ, εἰ Λακεδαιμόνιοίτε πάλαι ἤδη ταῖς γνώμαις ἀφεστηκότες καὶ τινες καὶ ἄλλοι τῶν ἐν Πελοποννήσῳ καὶ Αἰτωλοὶ οὐ βέβαιοι ὄντες συνεπιλήψονται τοῦ νεωτερισμοῦ τοῖς Θηβαίοις.

1.7.5ἄγων δὴ παρὰ τὴν Ἐορδαίαντε καὶ τὴν Ἐλιμιῶτιν καὶ παρὰ τὰ τῆς Στυμφαίας καὶ Παραυαίας ἄκρα ἑβδομαῖος ἀφικνεῖται ἐς Πέλινναν τῆς Θετταλίας. ἔνθεν δὲ ὁρμηθεὶς ἕκτῃ ἡμέρᾳ ἐσβάλλει ἐς τὴν Βοιωτίαν, ὥστε οὐ πρόσθεν οἱ Θηβαῖοι ἔμαθον εἴσω Πυλῶν παρεληλυθότα αὐτὸν πρὶν ἐν Ὀγχηστῷ γενέσθαι ξὺν τῇ στρατιᾷ πάσῃ.

1.7.6καὶ τότε δὲ οἱ πράξαντες τὴν ἀπόστασιν στράτευμα ἐκ Μακεδονίας Ἀντιπάτρου ἀφῖχθαι ἔφασκον, αὐτὸν δὲ Ἀλέξανδρον τεθνάναι ἰσχυρίζοντο, καὶ τοῖς ἀπαγγέλλουσιν ὅτι οὗτος αὐτὸς προσάγει Ἀλέξανδρος χαλεπῶς εἶχον · ἄλλον γάρ τινα ἥκειν Ἀλέξανδρον τὸν Ἀερόπου.

1.7.7 δὲ Ἀλέξανδρος ἐξ Ὀγχηστοῦ ἄρας τῇ ὑστεραίᾳ προσῆγε πρὸς τὴν πόλιν τῶν Θηβαίων κατὰ τὸ τοῦ Ιολάου τέμενος · οὗ δὴ καὶ ἐστρατοπέδευσεν, ἐνδιδοὺς ἔτι τοῖς Θηβαίοις τριβήν, εἰ μεταγνόντες ἐπὶ τοῖς κακῶς ἐγνωσμένοις πρεσβεύσαιντο παρ’αὐτόν.

1.7.8οἱ δὲ τοσούτου ἐδέησαν ἐνδόσιμόν τι παρασχεῖν ἐς ξύμβασιν, ὥστε ἐκθέοντες ἐκ τῆς πόλεως οἵτε ἱππεῖς καὶ τῶν ψιλῶν οὐκ ὀλίγοι ἔστε ἐπὶ τὸ στρατόπεδον ἠκροβολίζοντο ἐς τὰς προφυλακάς, καὶ τινας καὶ ἀπέκτειναν οὐ πολλοὺς τῶν Μακεδόνων.

1.7.9καὶ Ἀλέξανδρος ἐκπέμπει τῶν ψιλῶν καὶ τοξοτῶν, ὥστε αὐτῶν ἀναστεῖλαι τὴν ἐκδρομήν · καὶ οὗτοι οὐ χαλεπῶς ἀνέστειλαν ἤδη τῷ στρατοπέδῳ αὐτῷ προσφερομένους. τῇ δὲ ὑστεραίᾳ ἀναλαβὼν τὴν στρατιὰν πᾶσαν καὶ περιελθὼν κατὰ τὰς πύλας τὰς φερούσας ἐπ’Ἐλευθεράςτε καὶ τὴν Ἀττικήν, οὐ δὲ τότε προσέμιξε τοῖς τείχεσιν αὐτοῖς, ἀλλ’ἐστρατοπέδευσεν οὐ πολὺ ἀπέχων τῆς Καδμείας, ὥστε ἐγγὺς εἶναι ὠφέλειαν τῶν Μακεδόνων τοῖς τὴν Καδμείαν ἔχουσιν.

1.7.10οἱ γὰρ Θηβαῖοι τὴν Καδμείαν διπλῷ χάρακι ἐφρούρουν ἀποτειχίσαντες, ὡς μήτε ἔξωθέν τινα τοῖς ἐγκατειλημμένοις δύνασθαι ἐπωφελεῖν, μήτε αὐτοὺς ἐκθέοντας βλάπτειν τι σφᾶς, ὁπότε τοῖς ἔξω πολεμίοις προσφέροιντο. Ἀλέξανδρος δέ ἔτι γὰρ τοῖς Θηβαίοις διὰ φιλίας ἐλθεῖν μᾶλλόν τι διὰ κινδύνου ἤθελε διέτριβε πρὸς τῇ Καδμείᾳ κατεστρατοπεδευκώς.

1.7.11ἔνθα δὴ τῶν Θηβαίων οἱ μὲν τὰ βέλτιστα ἐς τὸ κοινὸν γιγνώσκοντες ἐξελθεῖν ὥρμηντο παρ’Ἀλέξανδρον καὶ εὑρέσθαι συγγνώμην τῷ πλήθει τῶν Θηβαίων τῆς ἀποστάσεως · οἱ φυγάδες δὲ καὶ ὅσοι τοὺς φυγάδας ἐπικεκλημένοι ἦσαν, οὐδενὸς φιλανθρώπου τυχεῖν ἂν παρ’Ἀλεξάνδρου ἀξιοῦντες, ἄλλωςτε καὶ βοιωταρχοῦντες ἔστιν οἳ αὐτῶν, παντάπασιν ἐνῆγον τὸ πλῆθος ἐς τὸν πόλεμον. Ἀλέξανδρος δὲ οὐ δ’ὣς τῇ πόλει προσέβαλλεν.

1.8

1.8.1ἀλλὰ λέγει Πτολεμαῖος Λάγου, ὅτι Περδίκκας, προτεταγμένος τῆς φυλακῆς τοῦ στρατοπέδου σὺν τῇ αὐτοῦ τάξει καὶ τοῦ χάρακος τῶν πολεμίων οὐ πολὺ ἀφεστηκώς, οὐ προσμείνας παρ’Ἀλεξάνδρου τὸ ἐς τὴν μάχην ξύνθημα αὐτὸς πρῶτος προσέμιξε τῷ χάρακι καὶ διασπάσας αὐτὸν ἐνέβαλεν ἐς τῶν Θηβαίων τὴν προφυλακήν.

1.8.2τούτῳ δὲ ἑπόμενος Ἀμύντας Ἀνδρομένους, ὅτι καὶ καὶ ξυντεταγμένος τῷ Περδίκκᾳ ἦν, ἐπήγαγε καὶ αὐτὸς τὴν αὑτοῦ τάξιν, ὡς εἶδε τὸν Περδίκκαν προεληλυθότα εἴσω τοῦ χάρακος. ταῦτα δὲ ἰδὼν Ἀλέξανδρος, ὡς μὴ μόνοι ἀποληφθέντες πρὸς τῶν Θηβαίων κινδυνεύσειαν, ἐπῆγε τὴν ἄλλην στρατιάν.

1.8.3καὶ τοὺς μὲν τοξότας καὶ τοὺς Ἀγριᾶνας ἐκδραμεῖν ἐσήμηνεν εἴσω τοῦ χάρακος, τὸ δὲ ἄγημάτε καὶ τοὺς ὑπασπιστὰς ἔτι ἔξω κατεῖχεν. ἔνθα δὴ Περδίκκας μὲν τοῦ δευτέρου χάρακος εἴσω παρελθεῖν βιαζόμενος αὐτὸς μὲν βληθεὶς πίπτει αὐτοῦ καὶ ἀποκομίζεται κακῶς ἔχων ἐπὶ τὸ στρατόπεδον, καὶ χαλεπῶς διεσώθη ἀπὸ τοῦ τραύματος · τοὺς μέντοι Θηβαίους ἐς τὴν κοίλην ὁδὸν τὴν κατὰ τὸ Ἡράκλειον φέρουσαν οἱ ἅμα αὐτῷ εἰσπεσόντες ὁμοῦ τοῖς παρ’Ἀλεξάνδρου τοξόταις συνέκλεισαν.

1.8.4καὶ ἔστε μὲν πρὸς τὸ Ἡράκλειον ἀναχωροῦσιν εἵποντο τοῖς Θηβαίοις, ἐντεῦθεν δὲ ἐπιστρεψάντων αὖθις σὺν βοῇ τῶν Θηβαίων φυγὴ τῶν Μακεδόνων γίγνεται · καὶ Εὐρυβώταςτε Κρὴς πίπτει τοξάρχης καὶ αὐτῶν τῶν τοξοτῶν ἐς ἑβδομήκοντα · οἱ δὲ λοιποὶ κατέφυγον πρὸς τὸ ἄγημα τὸ τῶν Μακεδόνων καὶ τοὺς ὑπασπιστὰς τοὺς βασιλικούς.

1.8.5 κἀν τούτῳ Ἀλέξανδρος τοὺς μὲν αὑτοῦ φεύγοντας κατιδών, τοὺς Θηβαίους δὲ λελυκότας ἐν τῇ διώξει τὴν τάξιν, ἐμβάλλει ἐς αὐτοὺς συντεταγμένῃ τῇ φάλαγγι · οἱ δὲ ὠθοῦσι τοὺς Θηβαίους εἴσω τῶν πυλῶν · καὶ τοῖς Θηβαίοις ἐς τοσόνδε φυγὴ φοβερὰ ἐγίγνετο, ὥστε διὰ τῶν πυλῶν ὠθούμενοι ἐς τὴν πόλιν οὐκ ἔφθησαν συγκλεῖσαι τὰς πύλας. ἀλλὰ συνεσπίπτουσι γὰρ αὐτοῖς εἴσω τοῦ τείχους ὅσοι τῶν Μακεδόνων ἐγγὺς φευγόντων εἴχοντο, ἅτε καὶ τῶν τειχῶν διὰ προφυλακὰς τὰς πολλὰς ἐρήμων ὄντων.

1.8.6καὶ παρελθόντες ἐς τὴν Καδμείαν οἱ μὲν ἐκεῖθεν κατὰ τὸ Ἀμφεῖον σὺν τοῖς κατέχουσι τὴν Καδμείαν ἐξέβαινον ἐς τὴν ἄλλην πόλιν, οἱ δὲ κατὰ τὰ τείχη, ἐχόμενα ἤδη πρὸς τῶν συνεισπεσόντων τοῖς φεύγουσιν, ὑπερβάντες ἐς τὴν ἀγορὰν δρόμῳ ἐφέροντο.

1.8.7καὶ ὀλίγον μέν τινα χρόνον ἔμειναν οἱ τεταγμένοι τῶν Θηβαίων κατὰ τὸ Ἀμφεῖον · ὡς δὲ πανταχόθεν αὐτοῖς οἱ Μακεδόνες καὶ Ἀλέξανδρος ἄλλοτε ἄλλῃ ἐπιφαινόμενος προσέκειντο, οἱ μὲν ἱππεῖς τῶν Θηβαίων διεκπεσόντες διὰ τῆς πόλεως ἐς τὸ πεδίον ἐξέπιπτον, οἱ δὲ πεζοὶ ὡς ἑκάστοις προὐχώρει ἐσώζοντο.

1.8.8ἔνθα δὴ ὀργῇ οὐχ οὕτως τι οἱ Μακεδόνες, ἀλλὰ Φωκεῖςτε καὶ Πλαταιεῖς καὶ οἱ ἄλλοι δὲ Βοιωτοὶ οὐ δὲ ἀμυνομένους τοὺς Θηβαίους ἔτι οὐδενὶ κόσμῳ ἔκτεινον, τοὺς μὲν ἐν ταῖς οἰκίαις ἐπεισπίπτοντες, οὓς δὲ ἐς ἀλκὴν τετραμμένους, τοὺς δὲ καὶ πρὸς ἱεροῖς ἱκετεύοντας, οὔτε γυναικῶν οὔτε παίδων φειδόμενοι.

1.9

1.9.1καὶ πάθος τοῦτο Ἑλληνικὸν μεγέθειτε τῆς ἁλούσης πόλεως καὶ ὀξύτητι τοὺς παθόντας καὶ τοὺς δράσαντας, οὐ μεῖόν τι τοὺς ἄλλους Ἕλληνας καὶ αὐτοὺς τοὺς μετασχόντας τοῦ ἔργου ἐξέπληξε.

1.9.2τὰ μὲν γὰρ περὶ Σικελίαν Ἀθηναίοις ξυνενεχθέντα, εἰ καὶ πλήθει τῶν ἀπολομένων οὐ μείονα τὴν ξυμφορὰν τῇ πόλει ἤνεγκεν, ἀλλὰ τῷτε πόρρω ἀπὸ τῆς οἰκείας διαφθαρῆναι αὐτοῖς τὸν στρατόν, καὶ τὸν πολὺν ξυμμαχικὸν μᾶλλον οἰκεῖον ὄντα, καὶ τῷ τὴν πόλιν αὐτοῖς περιλειφθῆναι, ὡς καὶ ἐς ὕστερον ἐπὶ πολὺ τῷ πολέμῳ ἀντισχεῖν Λακεδαιμονίοιςτε καὶ τοῖς ξυμμάχοις καὶ μεγάλῳ βασιλεῖ πολεμοῦντας, οὔτε αὐτοῖς τοῖς παθοῦσιν ἴσην τὴν αἴσθησιν τῆς ξυμφορᾶς προσέθηκεν, οὔτε τοῖς ἄλλοις Ἕλλησιν τὴν ἐπὶ τῷ πάθει ἔκπληξιν ὁμοίαν παρέσχε.

1.9.3καὶ τὸ ἐν Αἰγὸς ποταμοῖς αὖθις Ἀθηναίων πταῖσμα ναυτικόντε ἦν καὶ πόλις οὐδὲν ἄλλο ὅτι μὴ τῶν μακρῶν τειχῶν καθαιρέσει καὶ νεῶν τῶν πολλῶν παραδόσει καὶ στερήσει τῆς ἀρχῆς ἐς ταπεινότητα ἀφικομένη τότε σχῆμα τὸ πάτριον ὅμως ἐφύλαξε καὶ τὴν δύναμιν οὐ διὰ μακροῦ τὴν πάλαι ἀνέλαβεν, ὡς τάτε μακρὰ τείχη ἐκτειχίσαι καὶ τῆς θαλάσσης αὖθις ἐπικρατῆσαι καὶ, τοὺς τότε φοβερούς σφισι Λακεδαιμονίους καὶ παρ’ὀλίγον ἐλθόντας ἀφανίσαι τὴν πόλιν αὐτοὺς ἐν τῷ μέρει ἐκ τῶν ἐσχάτων κινδύνων διασώσασθαι.

1.9.4Λακεδαιμονίωντε αὖ τὸ κατὰ Λεῦκτρα καὶ ξυμφορᾶς τῷ πλήθει τῶντε ἀπολομένων τοὺς Λακεδαιμονίους ἐξέπληξεν · τε ξὺν Ἐπαμεινώνδᾳ Βοιωτῶν καὶ Ἀρκάδων γενομένη προσβολὴ πρὸς τὴν Σπάρτην καὶ αὐτὴ τῷ ἀήθει τῆς ὄψεως μᾶλλον τῇ ἀκριβείᾳ τοῦ κινδύνου αὐτούςτε τοὺς Λακεδαιμονίους καὶ τοὺς ξυμμετασχόντας αὐτοῖς τῶν τότε πραγμάτων ἐφόβησεν.

1.9.5 δὲ δὴ Πλαταιῶν ἅλωσις τῆς πόλεως τῇ σμικρότητι […] τῶν ἐγκαταληφθέντων, ὅτι οἱ πολλοὶ αὐτῶν διαπεφεύγεσαν πάλαι ἐς τὰς Ἀθήνας, οὐ μέγα πάθημα ἐγένετο. καὶ Μήλου καὶ Σκιώνης ἅλωσις, νησιωτικά τι προσέβαλεν ἐς τὸ ξύμπαν Ἑλληνικὸν μέγαν τὸν παράλογον παρέσχε.

1.9.6Θηβαίοις δὲ τὰ τῆς ἀποστάσεως ὀξέα καὶ ξὺν οὐδενὶ λογισμῷ γενόμενα, καὶ ἅλωσις δι’ὀλίγουτε καὶ οὐ ξὺν πόνῳ τῶν ἑλόντων ξυνενεχθεῖσα, καὶ φόνος πολύς, οἷα δὴ ἐξ ὁμοφύλωντε καὶ παλαιὰς ἀπεχθείας ἐπεξιόντων, καὶ τῆς πόλεως παντελὴς ἀνδραποδισμός, δυνάμειτε καὶ δόξῃ ἐς τὰ πολέμια τῶν τότε προεχούσης ἐν τοῖς Ἕλλησιν, οὐκ ἔξω τοῦ εἰκότος ἐς μῆνιν τὴν ἀπὸ τοῦ θείου ἀνηνέχθη, ὡς τῆςτε ἐν τῷ Μηδικῷ πολέμῳ προδοσίας τῶν Ἑλλήνων διὰ μακροῦ ταύτην δίκην ἐκτίσαντας Θηβαίους, καὶ τῆς Πλαταιῶν ἔντε ταῖς σπονδαῖς καταλήψεως καὶ τοῦ παντελοῦς ἀνδραποδισμοῦ τῆς πόλεως, καὶ τῆς τῶν παραδόντων σφᾶς Λακεδαιμονίους οὐχ Ἑλληνικῆς γενομένης διὰ Θηβαίους σφαγῆς, καὶ τοῦ χωρίου τῆς ἐρημώσεως, ἐν ὅτῳ οἱ Ἕλληνες παραταξάμενοι Μήδοις ἀπώσαντο τῆς Ἑλλάδος τὸν κίνδυνον, καὶ ὅτι Ἀθηναίους αὐτοὶ τῇ ψήφῳ ἀπώλλυον, ὅτε ὑπὲρ ἀνδραποδισμοῦ τῆς πόλεως γνώμη προὐτέθη ἐν τοῖς Λακεδαιμονίων ξυμμάχοις.

1.9.8ἐπεὶ καὶ πρὸ τῆς ξυμφορᾶς πολλὰ ἀπὸ τοῦ θείου ἐπισημῆναι ἐλέγετο, δὴ ἐν μὲν τῷ παραυτίκα ἠμελήθη, ὕστερον δὲ μνήμη αὐτὰ ἐς λογισμὸν τοῦ ἐκ πάλαι ἐπὶ τοῖς ξυνενεχθεῖσιν προσημανθῆναι ἀνήνεγκεν.

1.9.9τοῖς δὲ μετασχοῦσι τοῦ ἔργου ξυμμάχοις, οἷς δὴ καὶ ἐπέτρεψεν Ἀλέξανδρος τὰ κατὰ τὰς Θήβας διαθεῖναι, τὴν μὲν Καδμείαν φρουρᾷ κατέχειν ἔδοξε, τὴν πόλιν δὲ κατασκάψαι ἐς ἔδαφος καὶ τὴν χώραν κατανεῖμαι τοῖς ξυμμάχοις, ὅση μὴ ἱερὰ αὐτῆς · παῖδας δὲ καὶ γυναῖκας καὶ ὅσοι ὑπελείποντο Θηβαίων, πλὴν τῶν ἱερέωντε καὶ ἱερειῶν καὶ ὅσοι ξένοι Φιλίππου Ἀλεξάνδρου ὅσοι πρόξενοι Μακεδόνων ἐγένοντο, ἀνδραποδίσαι.

1.9.10καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἀπογόνους τοῦ Πινδάρου λέγουσιν ὅτι διεφύλαξεν Ἀλέξανδρος αἰδοῖ τῇ Πινδάρου. ἐπὶ τούτοις Ὀρχόμενόντε καὶ Πλαταιὰς ἀναστῆσαίτε καὶ τειχίσαι οἱ ξύμμαχοι ἔγνωσαν.

1.10

1.10.1ἐς δὲ τοὺς ἄλλους Ἕλληνας ὡς ἐξηγγέλθη τῶν Θηβαίων τὸ πάθος, Ἀρκάδες μὲν, ὅσοι βοηθήσοντες Θηβαίοις ἀπὸ τῆς οἰκείας ὡρμήθησαν, θάνατον κατεψηφίσαντο τῶν ἐπαράντων σφᾶς ἐς τὴν βοήθειαν · Ἠλεῖοι δὲ τοὺς φυγάδας σφῶν κατεδέξαντο, ὅτι ἐπιτήδειοι Ἀλεξάνδρῳ ἦσαν ·

1.10.2Αἰτωλοὶ δὲ πρεσβείας σφῶν κατὰ ἔθνη πέμψαντες ξυγγνώμης τυχεῖν ἐδέοντο, ὅτι καὶ αὐτοί τι πρὸς τὰ παρὰ τῶν Θηβαίων ἀπαγγελθέντα ἐνεωτέρισαν · Ἀθηναῖοι δέ, μυστηρίων τῶν μεγάλων ἀγομένων ὡς ἧκόν τινες τῶν Θηβαίων ἐξ αὐτοῦ τοῦ ἔργου, τὰ μὲν μυστήρια ἐκπλαγέντες ἐξέλιπον, ἐκ δὲ τῶν ἀγρῶν ἐσκευαγώγουν ἐς τὴν πόλιν.

1.10.3 δῆμος δὲ ἐς ἐκκλησίαν συνελθὼν Δημάδου γράψαντος δέκα πρέσβεις ἐκ πάντων Ἀθηναίων ἐπιλεξάμενος πέμπει παρὰ Ἀλέξανδρον, οὕστινας ἐπιτηδειοτάτους Ἀλεξάνδρῳ ἐγίγνωσκον, ὅτιτε σῶος ἐξ Ἰλλυριῶν καὶ Τριβαλλῶν ἐπανῆλθε χαίρειν τὸν δῆμον τῶν Ἀθηναίων οὐκ ἐν καιρῷ ἀπαγγελοῦντας καὶ ὅτι Θηβαίους τοῦ νεωτερισμοῦ ἐτιμωρήσατο.

1.10.4 δὲ τὰ μὲν ἄλλα φιλανθρώπως πρὸς τὴν πρεσβείαν ἀπεκρίνατο, ἐπιστολὴν δὲ γράψας πρὸς τὸν δῆμον ἐξῄτει τοὺς ἀμφὶ Δημοσθένην καὶ Λυκοῦργον · καὶ Ὑπερείδην δὲ ἐξῄτει καὶ Πολύευκτον καὶ Χάρητα καὶ Χαρίδημον καὶ Ἐφιάλτην καὶ Διότιμον καὶ Μοιροκλέα ·

1.10.5τούτους γὰρ αἰτίους εἶναι τῆςτε ἐν Χαιρωνείᾳ ξυμφορᾶς τῇ πόλει γενομένης καὶ τῶν ὕστερον ἐπὶ τῇ Φιλίππου τελευτῇ πλημμεληθέντων ἔςτε αὑτὸν καὶ ἐς Φίλιππον · καὶ Θηβαίοις δὲ τῆςτε ἀποστάσεως ἀπέφαινεν αἰτίους οὐ μεῖον τοὺς αὐτῶν Θηβαίων νεωτερίσαντας.

1.10.6Ἀθηναῖοι δὲ τοὺς μὲν ἄνδρας οὐκ ἐξέδοσαν, πρεσβεύονται δὲ αὖθις παρὰ Ἀλέξανδρον, ἀφεῖναι δεόμενοι τὴν ὀργὴν τοῖς ἐξαιτηθεῖσι · καὶ Ἀλέξανδρος ἀφῆκε, τυχὸν μὲν αἰδοῖ τῆς πόλεως, τυχὸν δὲ σπουδῇ τοῦ ἐς τὴν Ἀσίαν στόλου, οὐκ ἐθέλων οὐδὲν ὕποπτον ἐν τοῖς Ἕλλησιν ὑπολείπεσθαι. Χαρίδημον μέντοι μόνον τῶν ἐξαιτηθέντωντε καὶ οὐ δοθέντων φεύγειν ἐκέλευσε · καὶ φεύγει Χαρίδημος ἐς τὴν Ἀσίαν παρὰ βασιλέα Δαρεῖον.

1.11

1.11.1ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθεν εἰς Μακεδονίαν · καὶ τῷτε Διὶ τῷ Ὀλυμπίῳ τὴν θυσίαν τὴν ἀπ’Ἀρχελάου ἔτι καθεστῶσαν ἔθυσε καὶ τὸν ἀγῶνα ἐν Αἰγαῖς διέθηκε τὰ Ὀλύμπια · οἱ δὲ καὶ ταῖς Μούσαις λέγουσιν ὅτι ἀγῶνα ἐποίησε.

1.11.2καὶ ἐν τούτῳ ἀγγέλλεται τὸ Ὀρφέως τοῦ Οἰάγρου τοῦ Θρᾳκὸς ἄγαλμα τὸ ἐν Πιερίδι ἱδρῶσαι ξυνεχῶς · καὶ ἄλλοι ἄλλα ἐπεθείαζον τῶν μάντεων, Ἀρίστανδρος δέ, ἀνὴρ Τελμισσεύς, μάντις, θαρρεῖν ἐκέλευσεν Ἀλέξανδρον · δηλοῦσθαι γὰρ, ὅτι ποιηταῖς ἐπῶντε καὶ μελῶν καὶ ὅσοι ἀμφὶ ᾠδὴν ἔχουσι πολὺς πόνος ἔσται ποιεῖντε καὶ ᾅδειν ἀλέξανδρον καὶ τὰ Ἀλεξάνδρου ἔργα.

1.11.3ἅμα δὲ τῷ ἦρι ἀρχομένῳ ἐξελαύνει ἐφ’Ἑλλησπόντου τὰ μὲν κατὰ Μακεδονίαντε καὶ τοὺς Ἕλληνας Ἀντιπάτρῳ ἐπιτρέψας, αὐτὸς δὲ ἄγων πεζοὺς μὲν σὺν ψιλοῖςτε καὶ τοξόταις οὐ πολλῷ πλείους τῶν τρισμυρίων, ἱππέας δὲ ὑπὲρ τοὺς πεντακισχιλίους. ἦν δὲ αὐτῷ στόλος παρὰ τὴν λίμνην τὴν Κερκινῖτιν ὡς ἐπ’Ἀμφίπολιν καὶ τοῦ Στρυμόνος ποταμοῦ τὰς ἐκβολάς.

1.11.4διαβὰς δὲ τὸν Στρυμόνα παρήμειβε τὸ Πάγγαιον ὄρος τὴν ὡς ἐπ’Ἄβδηρα καὶ Μαρώνειαν, πόλεις Ἑλληνίδας ἐπὶ θαλάσσῃ ᾠκισμένας. ἔνθεν δὲ ἐπὶ τὸν Ἕβρον ποταμὸν ἀφικόμενος διαβαίνει καὶ τὸν Ἕβρον εὐπετῶς.

1.11.5ἐκεῖθεν δὲ διὰ τῆς Παιτικῆς ἐπὶ τὸν Μέλανα ποταμὸν ἔρχεται. διαβὰς δὲ καὶ τὸν Μέλανα ἐς Σηστόν ἀφικνεῖται ἐν εἴκοσι ταῖς πάσαις ἡμέραις ἀπὸ τῆς οἴκοθεν ἐξορμήσεως. ἐλθὼν δὲ ἐς Ἐλαιοῦντα θύει Πρωτεσιλάῳ ἐπὶ τῷ τάφῳ τοῦ Πρωτεσιλάου, ὅτι καὶ Πρωτεσίλαος πρῶτος ἐδόκει ἐκβῆναι ἐς τὴν Ἀσίαν τῶν Ἑλλήνων τῶν ἅμα Ἀγαμέμνονι ἐς Ἴλιον στρατευσάντων. καὶ νοῦς τῆς θυσίας ἦν ἐπιτυχεστέραν οἷ γενέσθαι Πρωτεσιλάῳ τὴν ἀπόβασιν.

1.11.6Παρμενίων μὲν δὴ τῶντε πεζῶν τοὺς πολλοὺς καὶ τὴν ἵππον διαβιβάσαι ἐτάχθη ἐκ Σηστοῦ ἐς Ἄβυδον · καὶ διέβησαν τριήρεσι μὲν ἑκατὸν καὶ ἑξήκοντα, πλοίοις δὲ ἄλλοις πολλοῖς στρογγύλοις. Ἀλέξανδρον δὲ ἐξ Ἐλαιοῦντος ἐς τὸν Ἀχαιῶν λιμένα κατᾶραι πλείων λόγος κατέχει, καὶ αὐτόντε κυβερνῶντα τὴν στρατηγίδα ναῦν διαβάλλειν καὶ, ἐπειδὴ κατὰ μέσον τὸν πόρον τοῦ Ἑλλησπόντου ἐγένετο, σφάξαντα ταῦρον τῷ Ποσειδῶνι καὶ Νηρηίσι σπένδειν ἐκ χρυσῆς φιάλης ἐς τὸν πόντον.

1.11.7λέγουσι δὲ καὶ πρῶτον ἐκ τῆς νεὼς σὺν τοῖς ὅπλοις ἐκβῆναι αὐτὸν ἐς τὴν γῆν τὴν Ἀσίαν καὶ βωμοὺς ἱδρύσασθαι ὅθεντε ἐστάλη ἐκ τῆς Εὐρώπης καὶ ὅπου ἐξέβη τῆς Ἀσίας Διὸς ἀποβατηρίου καὶ Ἀθηνᾶς καὶ Ἡρακλέους. ἀνελθόντα δὲ ἐς Ἴλιον τῇτε Ἀθηνᾷ θῦσαι τῇ Ἰλιάδι, καὶ τὴν πανοπλίαν τὴν αὑτοῦ ἀναθεῖναι ἐς τὸν νεών, καὶ καθελεῖν ἀντὶ ταύτης τῶν ἱερῶν τινα ὅπλων ἔτι ἐκ τοῦ Τρωικοῦ ἔργου σωζόμενα.

1.11.8καὶ ταῦτα λέγουσιν ὅτι οἱ ὑπασπισταὶ ἔφερον πρὸ αὐτοῦ ἐς τὰς μάχας. θῦσαι δὲ αὐτὸν καὶ Πριάμῳ ἐπὶ τοῦ βωμοῦ τοῦ Διὸς τοῦ Ἑρκείου λόγος κατέχει, μῆνιν Πριάμου παραιτούμενον τῷ Νεοπτολέμου γένει, δὴ ἐς αὐτὸν καθῆκεν.

1.12

1.12.1ἀνιόντα δ’αὐτὸν ἐς Ἴλιον Μενοίτιόςτε κυβερνήτης χρυσῷ στεφάνῳ ἐστεφάνωσε καὶ ἐπὶ τούτῳ Χάρης Ἀθηναῖος ἐκ Σιγείου ἐλθὼν καί τινες καὶ ἄλλοι, οἱ μὲν Ἕλληνες, οἱ δὲ ἐπιχώριοι · […] οἱ δὲ, ὅτι καὶ τὸν Ἀχιλλέως ἄρα τάφον ἐστεφάνωσεν · Ἡφαιστίωνα δὲ λέγουσιν ὅτι τοῦ Πατρόκλου τὸν τάφον ἐστεφάνωσε · καὶ εὐδαιμόνισεν ἄρα, ὡς λόγος, Ἀλέξανδρος Ἀχιλλέα, ὅτι Ὁμήρου κήρυκος ἐς τὴν ἔπειτα μνήμην ἔτυχε.

1.12.2καὶ μέντοι καὶ ἦν Ἀλεξάνδρῳ οὐχ ἥκιστα τούτου ἕνεκα εὐδαιμονιστέος Ἀχιλλεύς, ὅτι αὐτῷ γε Ἀλεξάνδρῳ, οὐ κατὰ τὴν ἄλλην ἐπιτυχίαν, τὸ χωρίον τοῦτο ἐκλιπὲς ξυνέβη οὐ δὲ ἐξηνέχθη ἐς ἀνθρώπους τὰ Ἀλεξάνδρου ἔργα ἐπαξίως, οὔτ’οὖν καταλογάδην, οὔτε τις ἐν μέτρῳ ἐποίησεν · ἀλλ’οὐ δὲ ἐν μέλει ᾔσθη Ἀλέξανδρος, ἐν ὅτῳ Ἱέρωντε καὶ Γέλων καὶ Θήρων καὶ πολλοὶ ἄλλοι οὐδέν τι Ἀλεξάνδρῳ ἐπεοικότες, ὥστε πολὺ μεῖον γιγνώσκεται τὰ Ἀλεξάνδρου τὰ φαυλότατα τῶν πάλαι ἔργων ·

1.12.3ὁπότε καὶ τῶν μυρίων ξὺν Κύρῳ ἄνοδος ἐπὶ βασιλέα Ἀρτοξέρξην καὶ τὰ Κλεάρχουτε καὶ τῶν ἅμα αὐτῷ ἁλόντων παθήματα καὶ κατάβασις αὐτῶν ἐκείνων, ἣν Ξενοφῶν αὐτοὺς κατήγαγε, πολύ τι ἐπιφανέστερα ἐς ἀνθρώπους Ξενοφῶντος ἕνεκά ἐστιν Ἀλέξανδρόςτε καὶ τὰ Ἀλεξάνδρου ἔργα.

1.12.4καίτοι Ἀλέξανδρος οὔτε ξὺν ἄλλῳ ἐστράτευσεν, οὔτε φεύγων μέγαν βασιλέα τοὺς τῇ καθόδῳ ἐπὶ θάλασσαν ἐμποδὼν γιγνομένους ἐκράτησεν · ἀλλ’οὐκ ἔστιν ὅστις ἄλλος εἷς ἀνὴρ τοσαῦτα τηλικαῦτα ἔργα κατὰ πλῆθος μέγεθος ἐν Ἕλλησιν βαρβάροις ἀπεδείξατο. ἔνθεν καὶ αὐτὸς ὁρμηθῆναί φημι ἐς τήνδε τὴν ξυγγραφήν, οὐκ ἀπαξιώσας ἐμαυτὸν φανερὰ καταστήσειν ἐς ἀνθρώπους τὰ Ἀλεξάνδρου ἔργα.

1.12.5ὅστις δὲ ὢν ταῦτα ὑπὲρ ἐμαυτοῦ γινώσκω, τὸ μὲν ὄνομα οὐδὲν δέομαι ἀναγράψαι, οὐ δὲ γὰρ οὐ δὲ ἄγνωστον ἐς ἀνθρώπους ἐστίν, οὐ δὲ πατρίδα ἥτις μοί ἐστιν οὐ δὲ γένος τὸ ἐμόν, οὐ δὲ εἰ δή τινα ἀρχὴν ἐν τῇ ἐμαυτοῦ ἦρξα · ἀλλ’ἐκεῖνο ἀναγράφω, ὅτι ἐμοὶ πατρίςτε καὶ γένος καὶ ἀρχαὶ οἵδε οἱ λόγοι εἰσίτε καὶ ἀπὸ νέου ἔτι ἐγένοντο, καὶ ἐπὶ τῷδε οὐκ ἀπαξιῶ ἐμαυτὸν τῶν πρώτων ἐν τῇ φωνῇ τῇ Ἑλλάδι, εἴπερ οὖν καὶ Ἀλέξανδρον τῶν ἐν τοῖς ὅπλοις.

1.12.6ἐξ Ἰλίου δὲ ἐς Ἀρίσβην ἧκεν, οὗ πᾶσα δύναμις αὐτῷ διαβεβηκυῖα τὸν Ἑλλήσποντον ἐστρατοπεδεύκει, καὶ τῇ ὑστεραίᾳ ἐς Περκώτην · τῇ δὲ ἄλλῃ Λάμψακον παραμείψας πρὸς τῷ Πρακτίῳ ποταμῷ ἐστρατοπέδευσεν, ὃς ῥέων ἔκ τῶν ὀρῶν τῶν Ἰδαίων ἐκδιδοῖ ἐς θάλασσαν τὴν μεταξὺ τοῦ Ἑλλησπόντουτε καὶ τοῦ Εὐξείνου πόντου. ἔνθεν δὲ ἐς Ἕρμωτον ἀφίκετο, Κολωνάς πόλιν παραμείψας.

1.12.7σκοποὶ δὲ αὐτῷ ἐπέμποντο πρὸ τοῦ στρατεύματος · καὶ τούτων ἡγεμὼν ἦν Ἀμύντας Ἀρραβαίου, ἔχων τῶντε ἑταίρων τὴν ἴλην τὴν ἐξ Ἀπολλωνίας, ἧς ἰλάρχης ἦν Σωκράτης Σάθωνος, καὶ τῶν προδρόμων καλουμένων ἴλας τέσσαρας. κατὰ δὲ τὴν πάροδον Πρίαπον πόλιν ἐνδοθεῖσαν πρὸς τῶν ἐνοικούντων τοὺς παραληψομένους ἀπέστειλε σὺν Πανηγόρῳ τῷ Λυκαγόρου, ἑνὶ τῶν ἑταίρων.

1.12.8Περσῶν δὲ στρατηγοὶ ἦσαν Ἀρσάμης καὶ Ῥεομίθρης καὶ Πετήνης καὶ Νιφάτης καὶ ξὺν τούτοις Σπιθριδάτης Λυδίας καὶ Ἰωνίας σατράπης καὶ Ἀρσίτης τῆς πρὸς Ἑλλησπόντῳ Φρυγίας ὕπαρχος. οὗτοι δὲ πρὸς Ζελείᾳ πόλει κατεστρατοπεδευκότες ἦσαν ξὺν τῇ ἵππῳτε τῇ βαρβαρικῇ καὶ τοῖς Ἕλλησι τοῖς μισθοφόροις.

1.12.9βουλευομένοις δὲ αὐτοῖς ὑπὲρ τῶν παρόντων, ἐπειδὴ Ἀλέξανδρος διαβεβηκὼς ἠγγέλλετο, Μέμνων Ῥόδιος παρῄνει μὴ διὰ κινδύνου ἰέναι πρὸς τοὺς Μακεδόνας, τῷτε πεζῷ πολὺ περιόντας σφῶν καὶ αὐτοῦ Ἀλεξάνδρου παρόντος, αὐτοῖς δὲ ἀπόντος Δαρείου · προϊόντας δὲ τόντε χιλὸν ἀφανίζειν καταπατοῦντας τῇ ἵππῳ καὶ τὸν ἐν τῇ γῇ καρπὸν ἐμπιπράναι, μη δὲ τῶν πόλεων αὐτῶν φειδομένους. οὐ γὰρ μενεῖν ἐν τῇ χώρᾳ Ἀλέξανδρον ἀπορίᾳ τῶν ἐπιτηδείων.

1.12.10Ἀρσίτην δὲ λέγεται εἰπεῖν ἐν τῷ συλλόγῳ τῶν Περσῶν, ὅτι οὐκ ἂν περιίδοι μίαν οἰκίαν ἐμπρησθεῖσαν τῶν ὑπὸ οἷ τεταγμένων ἀνθρώπων · καὶ τοὺς Πέρσας Ἀρσίτῃ προσθέσθαι, ὅτι καὶ ὕποπτόν τι αὐτοῖς ἦν ἐς τὸν Μέμνονα τριβὰς ἐμποιεῖν ἑκόντα τῷ πολέμῳ τῆς ἐκ βασιλέως τιμῆς οὕνεκα.

1.13

1.13.1ἐν τούτῳ δὲ Ἀλέξανδρος προὐχώρει ἐπὶ τὸν Γράνικον ποταμὸν συντεταγμένῳ τῷ στρατῷ, διπλῆν μὲν τὴν φάλαγγα τῶν ὁπλιτῶν τάξας, τοὺς δὲ ἱππέας κατὰ τὰ κέρατα ἄγων, τὰ σκευοφόρα δὲ κατόπιν ἐπιτάξας ἕπεσθαι · τοὺς δὲ προκατασκεψομένους τὰ τῶν πολεμίων ἦγεν αὐτῷ Ἡγέλοχος, ἱππέας μὲν ἔχων τοὺς σαρισσοφόρους, τῶν δὲ ψιλῶν ἐς πεντακοσίους.

1.13.2καὶ Ἀλέξανδρόςτε οὐ πολὺ ἀπεῖχε τοῦ ποταμοῦ τοῦ Γρανίκου καὶ οἱ ἀπὸ τῶν σκοπῶν σπουδῇ ἐλαύνοντες ἀπήγγελλον ἐπὶ τῷ Γρανίκῳ πέραν τοὺς Πέρσας ἐφεστάναι τεταγμένους ὡς ἐς μάχην. ἔνθα δὴ Ἀλέξανδρος μὲν τὴν στρατιὰν πᾶσαν συνέταττεν ὡς μαχουμένους · Παρμενίων δὲ προσελθὼν λέγει Ἀλεξάνδρῳ τάδε.

1.13.3ἐμοὶ δοκεῖ, βασιλεῦ, ἀγαθὸν εἶναι ἐν τῷ παρόντι καταστρατοπεδεῦσαι ἐπὶ τοῦ ποταμοῦ τῇ ὄχθῃ ὡς ἔχομεν. τοὺς γὰρ πολεμίους οὐ δοκῶ τολμήσειν πολὺ τῷ πεζῷ λειπομένους πλησίον ἡμῶν αὐλισθῆναι, καὶ ταύτῃ παρέξειν ἕωθεν εὐπετῶς τῷ στρατῷ διαβαλεῖν τὸν πόρον · ὑποφθάσομεν γὰρ αὐτοὶ περάσαντες πρὶν ἐκείνους ἐς τάξιν καθίστασθαι.

1.13.4νῦν δὲ οὐκ ἀκινδύνως μοι δοκοῦμεν ἐπιχειρήσειν τῷ ἔργῳ, ὅτι οὐχ οἷόντε ἐν μετώπῳ διὰ τοῦ ποταμοῦ ἄγειν τὸν στρατόν. πολλὰ μὲν γὰρ αὐτοῦ ὁρᾶται βαθέα, αἱ δὲ ὄχθαι αὗται ὁρᾷς ὅτι ὑπερύψηλοι καὶ κρημνώδεις εἰσὶν αἳ αὐτῶν ·

1.13.5ἀτάκτωςτε οὖν καὶ κατὰ κέρας, ᾗπερ ἀσθενέστατον, ἐκβαίνουσιν ἐπικείσονται ἐς φάλαγγα ξυντεταγμένοι τῶν πολεμίων οἱ ἱππεῖς · καὶ τὸ πρῶτον σφάλμα ἔςτε τὰ παρόντα χαλεπόν καὶ ἐς τὴν ὑπὲρ παντὸς τοῦ πολέμου κρίσιν σφαλερόν.

1.13.6Ἀλέξανδρος δέ, ταῦτα μέν, ἔφη, Παρμενίων, γιγνώσκω · αἰσχύνομαι δέ, εἰ τὸν μὲν Ἑλλήσποντον διέβην εὐπετῶς, τοῦτο δέ, σμικρὸν ῥεῦμα, οὕτω τῷ ὀνόματι τὸν Γράνικον ἐκφαυλίσας, εἴρξει ἡμᾶς τὸ μὴ οὐ διαβῆναι ὡς ἔχομεν.

1.13.7καὶ τοῦτο οὔτε πρὸς Μακεδόνων τῆς δόξης οὔτε πρὸς τῆς ἐμῆς ἐς τοὺς κινδύνους ὀξύτητος ποιοῦμαι · ἀναθαρρήσειντε δοκῶ τοὺς Πέρσας ὡς ἀξιομάχους Μακεδόσιν ὄντας, ὅτι οὐδὲν ἄξιον τοῦ σφῶν δέους ἐν τῷ παραυτίκα ἔπαθον.

1.14

1.14.1ταῦτα εἰπὼν Παρμενίωνα μὲν ἐπὶ τὸ εὐώνυμον κέρας πέμπει ἡγησόμενον, αὐτὸς δὲ ἐπὶ τὸ δεξιὸν παρῆγε. προετάχθησαν δὲ αὐτῷ τοῦ μὲν δεξιοῦ Φιλώτας Παρμενίωνος, ἔχων τοὺς ἑταίρους τοὺς ἱππέας καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας τοὺς ἀκοντιστάς · Ἀμύντας δὲ Ἀρραβαίου τούςτε σαρισσοφόρους ἱππέας ἔχων Φιλώτᾳ ἐπετάχθη καὶ τοὺς Παίονας καὶ τὴν ἴλην τὴν Σωκράτους.

1.14.2ἐχόμενοι δὲ τούτων ἐτάχθησαν οἱ ὑπασπισταὶ τῶν ἑταίρων, ὧν ἡγεῖτο Νικάνωρ Παρμενίωνος · ἐπὶ δὲ τούτοις Περδίκκου τοῦ Ὀρόντου φάλαγξ · ἐπὶ δὲ Κοίνου τοῦ Πολεμοκράτους · ἐπὶ δὲ Κρατεροῦ τοῦ Ἀλεξάνδρου · ἐπὶ δὲ Ἀμύντου τοῦ Ἀνδρομένους · ἐπὶ δὲ ὧν Φίλιππος Ἀμύντου ἦρχε.

1.14.3τοῦ δὲ εὐωνύμου πρῶτοι μὲν οἱ Θετταλοὶ ἱππεῖς ἐτάχθησαν, ὧν ἡγεῖτο Κάλας Ἁρπάλου · ἐπὶ δὲ τούτοις οἱ ξύμμαχοι ἱππεῖς, ὧν ἦρχε Φίλιππος Μενελάου · ἐπὶ δὲ τούτοις οἱ Θρᾷκες, ὧν ἦρχεν Ἀγάθων · ἐχόμενοι δὲ τούτων πεζοὶ τε Κρατεροῦ φάλαγξ καὶ Μελεάγρου καὶ Φιλίππου ἔστε ἐπὶ τὸ μέσον τῆς ξυμπάσης τάξεως.

1.14.4Περσῶν δὲ ἱππεῖς μὲν ἦσαν ἐς δισμυρίους, ξένοι δὲ πεζοὶ μισθοφόροι ὀλίγον ἀποδέοντες δισμυρίων · ἐτάχθησαν δὲ τὴν μὲν ἵππον παρατείναντες τῷ ποταμῷ κατὰ τὴν ὄχθην ἐπὶ φάλαγγα μακράν, τοὺς δὲ πεζοὺς κατόπιν τῶν ἱππέων · καὶ γὰρ ὑπερδέξια ἦν τὰ ὑπὲρ τὴν ὄχθην χωρία. δὲ Ἀλέξανδρον αὐτὸν καθεώρων δῆλος γὰρ ἦν τῶντε ὅπλων τῇ λαμπρότητι καὶ τῶν ἀμφ’αὐτὸν τῇ σὺν ἐκπλήξει θεραπείᾳ κατὰ τὸ εὐώνυμον μὲν σφῶν ἐπέχοντα, ταύτῃ πυκνὰς ἐπέταξαν τῇ ὄχθῃ τὰς ἴλας τῶν ἱππέων.

1.14.5χρόνον μὲν δὴ ἀμφότερα τὰ στρατεύματα ἐπ’ἄκρου τοῦ ποταμοῦ ἐφεστῶτες ὑπὸ τοῦ τὸ μέλλον ὀκνεῖν ἡσυχίαν ἦγον καὶ σιγὴ ἦν πολλὴ ἀφ’ἑκατέρων. οἱ γὰρ Πέρσαι προσέμενον τοὺς Μακεδόνας, ὁπότε ἐσβήσονται ἐς τὸν πόρον, ὡς ἐπικεισόμενοι ἐκβαίνουσιν ·

1.14.6Ἀλέξανδρος δὲ ἀναπηδήσας ἐπὶ τὸν ἵππον καὶ τοῖς ἀμφ’αὑτὸν ἐγκελευσάμενος ἕπεσθαίτε καὶ ἄνδρας ἀγαθοὺς γίγνεσθαι, τοὺς μὲν προδρόμους ἱππέας καὶ μὴν καὶ τοὺς Παίονας προεμβαλεῖν ἐς τὸν ποταμὸν ἔχοντα Ἀμύνταν τὸν Ἀρραβαίου ἔταξε καὶ τῶν πεζῶν μίαν τάξιν, καὶ πρὸ τούτων τὴν Σωκράτους ἴλην Πτολεμαῖον τὸν Φιλίππου ἄγοντα, δὴ καὶ ἐτύγχανε τὴν ἡγεμονίαν τοῦ ἱππικοῦ παντὸς ἔχουσαν ἐκείνῃ τῇ ἡμέρᾳ ·

1.14.7αὐτὸς δὲ ἄγων τὸ δεξιὸν κέρας ὑπὸ σαλπίγγωντε καὶ τῷ Ἐνυαλίῳ ἀλαλάζοντας ἐμβαίνει ἐς τὸν πόρον, λοξὴν ἀεὶ παρατείνων τὴν τάξιν, παρεῖλκε τὸ ῥεῦμα, ἵνα δὴ μὴ ἐκβαίνοντι αὐτῷ οἱ Πέρσαι κατὰ κέρας προσπίπτοιεν, ἀλλὰ καὶ αὐτὸς ὡς ἀνυστὸν τῇ φάλαγγι προσμίξῃ αὐτοῖς.

1.15

1.15.1οἱ δὲ Πέρσαι, πρῶτοι οἱ ἀμφὶ Ἀμύνταν καὶ Σωκράτην προσέσχον τῇ ὄχθῃ, ταύτῃ καὶ αὐτοὶ ἄνωθεν ἔβαλλον, οἱ μὲν αὐτῶν ἀπὸ τῆς ὄχθης ἐξ ὑπερδεξίου ἐς τὸν ποταμὸν ἐσακοντίζοντες, οἱ δὲ κατὰ τὰ χθαμαλώτερα αὐτῆς ἔστε ἰπὶ τὸ ὕδωρ καταβαίνοντες.

1.15.2καὶ ἦν τῶντε ἱππέων ὠθισμός, τῶν μὲν ἐκβαίνειν ἐκ τοῦ ποταμοῦ, τῶν δ’εἴργειν τὴν ἔκβασιν, καὶ παλτῶν ἀπὸ μὲν τῶν Περσῶν πολλὴ ἄφεσις, οἱ Μακεδόνες δὲ ξὺν τοῖς δόρασιν ἐμάχοντο. ἀλλὰ τῷτε πλήθει πολὺ ἐλαττούμενοι οἱ Μακεδόνες ἐκακοπάθουν ἐν τῇ πρώτῃ προσβολῇ, καὶ αὐτοὶ ἐξ οὐ βεβαίουτε καὶ ἅμα κάτωθεν ἐκ τοῦ ποταμοῦ ἀμυνόμενοι, οἱ δὲ Πέρσαι ἐξ ὑπερδεξίου τῆς ὄχθης · ἄλλωςτε καὶ τὸ κράτιστον τῆς Περσικῆς ἵππου ταύτῃ ἐπετέτακτο, οἵτε Μέμνονος παῖδες καὶ αὐτὸς Μέμνων μετὰ τούτων ἐκινδύνευε.

1.15.3καὶ οἱ μὲν πρῶτοι τῶν Μακεδόνων ξυμμίξαντες τοῖς Πέρσαις κατεκόπησαν πρὸς αὐτῶν, ἄνδρες ἀγαθοὶ γενόμενοι ὅσοι γε μὴ πρὸς Ἀλέξανδρον πελάζοντα ἀπέκλιναν έκλιναν αὐτῶν. Ἀλέξανδρος γὰρ ἤδη πλησίον ἦν, ἅμα οἷ ἄγων τὸ κέρας τὸ δεξιόν, καὶ ἐμβάλλει ἐς τοὺς Πέρσας πρῶτος, ἵνα τὸ πᾶν στῖφος τῆς ἵππου καὶ αὐτοὶ οἱ ἡγεμόνες τῶν Περσῶν τεταγμένοι ἦσαν · καὶ περὶ αὐτὸν ξυνειστήκει μάχη καρτερά ·

1.15.4καὶ ἐν τούτῳ ἄλλαι ἐπ’ἄλλαις τῶν τάξεων τοῖς Μακεδόσι διέβαινον οὐ χαλεπῶς ἤδη. καὶ ἦν μὲν ἀπὸ τῶν ἵππων μάχη, πεζομαχίᾳ δὲ μᾶλλόν τι ἐῴκει. ξυνεχόμενοι γὰρ ἵπποιτε ἵπποις καὶ ἄνδρες ἀνδράσιν ἠγωνίζοντο, οἱ μὲν ἐξῶσαι εἰς ἅπαν ἀπὸ τῆς ὄχθης καὶ ἐς τὸ πεδίον βιάσασθαι τοὺς Πέρσας, οἱ Μακεδόνες, οἱ δὲ εἶρξαίτε αὐτῶν τὴν ἔκβασιν, οἱ Πέρσαι, καὶ ἐς τὸν ποταμὸν αὖθις ἀπώσασθαι.

1.15.5καὶ ἐκ τούτου ἐπλεονέκτουν ἤδη οἱ σὺν Ἀλεξάνδρῳ τῇτε ἄλλῃ ῥώμῃ καὶ ἐμπειρίᾳ καὶ ὅτι ξυστοῖς κρανεΐνοις πρὸς παλτὰ ἐμάχοντο.

1.15.6ἔνθα δὴ καὶ Ἀλεξάνδρῳ ξυντρίβεται τὸ δόρυ ἐν τῇ μάχῃ · δὲ Ἀρέτην ᾔτει δόρυ ἕτερον, ἀναβολέα τῶν βασιλικῶν · τῷ δὲ καὶ αὐτῷ πονουμένῳ συντετριμμένον τὸ δόρυ ἦν, δὲ τῷ ἡμίσει κεκλασμένου τοῦ δόρατος οὐκ ἀφανῶς ἐμάχετο, καὶ τοῦτο δείξας Ἀλεξάνδρῳ ἄλλον αἰτεῖν ἐκέλευεν · Δημάρατος δέ, ἀνὴρ Κορίνθιος, τῶν ἀμφ’αὐτὸν ἑταίρων, δίδωσιν αὐτῷ τὸ αὑτοῦ δόρυ.

1.15.7καὶ ὃς ἀναλαβὼν καὶ ἰδὼν Μιθριδάτην τὸν Δαρείου γαμβρὸν πολὺ πρὸ τῶν ἄλλων προϊππεύοντα καὶ ἐπάγοντα ἅμα οἷ ὥσπερ ἔμβολον τῶν ἱππέων ἐξελαύνει καὶ αὐτὸς πρὸ τῶν ἄλλων, καὶ παίσας ἐς τὸ πρόσωπον τῷ δόρατι καταβάλλει τὸν Μιθριδάτην. ἐν δὲ τούτῳ Ῥοισάκης μὲν ἐπελαύνει τῷ Ἀλεξάνδρῳ καὶ παίει Ἀλεξάνδρου τὴν κεφαλὴν τῇ κοπίδι ·

1.15.8καὶ τοῦ μὲν κράνους τι ἀπέθραυσε, τὴν πληγὴν δὲ ἔσχε τὸ κράνος. καὶ καταβάλλει καὶ τοῦτον Ἀλέξανδρος πείσας τῷ ξυστῷ διὰ τοῦ θώρακος ἐς τὸ στέρνον. Σπιθριδάτης δὲ ἀνετέτατο μὲν ἤδη ἐπ’Ἀλέξανδρον ὄπισθεν τὴν κοπίδα, ὑποφθάσας δὲ αὐτὸν Κλεῖτος Δρωπίδου παίει κατὰ τοῦ ὤμου καὶ ἀποκόπτει τὸν ὦμον τοῦ Σπιθριδάτου ξὺν τῇ κοπίδι · καὶ ἐν τούτῳ ἐπεκβαίνοντες ἀεὶ τῶν ἱππέων ὅσοις προὐχώρει κατὰ τὸν ποταμὸν προσεγίγνοντο τοῖς ἀμφ’Ἀλέξανδρον.

1.16

1.16.1καὶ οἱ Πέρσαι παιόμενοίτε πανταχόθεν ἤδη ἐς τὰ πρόσωπα αὐτοίτε καὶ ἵπποι τοῖς ξυστοῖς καὶ πρὸς τῶν ἱππέων ἐξωθούμενοι, πολλὰ δὲ καὶ πρὸς τῶν ψιλῶν ἀναμεμιγμένων τοῖς ἱππεῦσι βλαπτόμενοι ἐγκλίνουσι ταύτῃ πρῶτον, Ἀλέξανδρος προεκινδύνευεν. ὡς δὲ τὸ μέσον ἐνεδεδώκει αὐτοῖς, παρερρήνυτο δὴ καὶ τὰ ἐφ’ἑκάτερα τῆς ἵππου, καὶ ἦν δὴ φυγὴ καρτερά. τῶν μὲν δὴ ἱππέων τῶν Περσῶν ἀπέθανον εἰς χιλίους.

1.16.2οὐ γὰρ πολλὴ δίωξις ἐγένετο, ὅτι ἐξετράπη Ἀλέξανδρος ἐπὶ τοὺς ξένους τοὺς μισθοφόρους · ὧν τὸ στῖφος, τὸ πρῶτον ἐτάχθη, ἐκπλήξει μᾶλλόν τι τοῦ παραλόγου λογισμῷ βεβαίῳ ἔμενεν · καὶ τούτοις τήντε φάλαγγα ἐπαγαγὼν καὶ τοὺς ἱππέας πάντῃ προσπεσεῖν κελεύσας ἐν μέσῳ δι’ὀλίγου κατακόπτει αὐτούς, ὥστε διέφυγε μὲν οὐδείς, ὅτι μὴ διέλαθέ τις ἐν τοῖς νεκροῖς, ἐζωγρήθησαν δὲ ἀμφὶ τοὺς δισχιλίους.

1.16.3ἔπεσον δὲ καὶ ἡγεμόνες τῶν Περσῶν Νιφάτηςτε καὶ Πετήνης καὶ Σπιθριδάτης Λυδίας σατράπης καὶ τῶν Καππαδοκῶν ὕπαρχος Μιθροβουζάνης καὶ Μιθριδάτης Δαρείου γαμβρὸς καὶ Ἀρβουπάλης Δαρείου τοῦ Ἀρτοξέρξου παῖς καὶ Φαρνάκης, ἀδελφὸς οὗτος τῆς Δαρείου γυναικός, καὶ τῶν ξένων ἡγεμὼν Ὠμάρης. Ἀρσίτης δὲ ἐκ μὲν τῆς μάχης φεύγει ἐς Φρυγίαν, ἐκεῖ δὲ ἀποθνήσκει αὐτὸς πρὸς αὑτοῦ, ὡς λόγος, ὅτι αἴτιος ἐδόκει Πέρσαις γενέσθαι τοῦ ἐν τῷ τότε πταίσματος.

1.16.4Μακεδόνων δὲ τῶν μὲν ἑταίρων ἀμφὶ τοὺς εἴκοσι καὶ πέντε ἐν τῇ πρώτῃ προσβολῇ ἀπέθανον · καὶ τούτων χαλκαῖ εἰκόνες ἐν Δίῳ ἑστᾶσιν, Ἀλεξάνδρου κελεύσαντος Λύσιππον ποιῆσαι, ὅσπερ καὶ Ἀλέξανδρον μόνος προκριθεὶς ἐποίει · τῶν δὲ ἄλλων ἱππέων ὑπὲρ τοὺς ἑξήκοντα, πεζοὶ δὲ ἐς τοὺς τριάκοντα.

1.16.5καὶ τούτους τῇ ὑστεραίᾳ ἔθαψεν Ἀλέξανδρος ξὺν τοῖς ὅπλοιςτε καὶ ἄλλῳ κόσμῳ · γονεῦσι δὲ αὐτῶν καὶ παισὶ τῶντε κατὰ τὴν χώραν ἀτέλειαν ἔδωκε καὶ ὅσαι ἄλλαι τῷ σώματι λειτουργίαι κατὰ τὰς κτήσεις ἑκάστων εἰσφοραί, καὶ τῶν τετρωμένων δὲ πολλὴν πρόνοιαν ἔσχεν, ἐπελθώντε αὐτὸς ἑκάστους καὶ τὰ τραύματα ἰδὼν καὶ ὅπως τις ἐτρώθη ἐρόμενος καὶ τι πράττων εἰπεῖντε καὶ ἀλαζονεύσασθαί οἱ παρασχών.

1.16.6 δὲ καὶ τῶν Περσῶν τοὺς ἡγεμόνας ἔθαψεν · ἔθαψε δὲ καὶ τοὺς μισθοφόρους Ἕλληνας, οἳ ξὺν τοῖς πολεμίοις στρατεύοντες ἀπέθανον · ὅσους δὲ αὐτῶν αἰχμαλώτους ἔλαβε, τούτους δὲ δήσας ἐν πέδαις εἰς Μακεδονίαν ἀπέπεμψεν ἐργάζεσθαι, ὅτι παρὰ τὰ κοινῇ δόξαντα τοῖς Ἕλλησιν Ἕλληνες ὄντες ἐναντία τῇ Ἑλλάδι ὑπὲρ τῶν βαρβάρων ἐμάχοντο.

1.16.7ἀποπέμπει δὲ καὶ εἰς Ἀθήνας τριακοσίας πανοπλίας Περσικὰς ἀνάθημα εἶναι τῇ Ἀθηνᾷ ἐν πόλει · καὶ ἐπίγραμμα ἐπιγραφῆναι ἐκέλευσε τόδε · Ἀλέξανδρος Φιλίππου καὶ οἱ Ἕλληνες πλὴν Λακεδαιμονίων ἀπὸ τῶν βαρβάρων τῶν τὴν Ἀσίαν κατοικούντων.

1.17

1.17.1καταστήσας δὲ Κάλαν σατραπεύειν ἧς Ἀρσίτης ἦρχε καὶ τοὺς φόρους τοὺς αὐτοὺς ἀποφέρειν τάξας, οὕσπερ Δαρείῳ ἔφερον, ὅσοι μὲν τῶν βαρβάρων κατιόντες ἐκ τῶν ὀρῶν ἐνεχείριζον σφᾶς, τούτους μὲν ἀπαλλάττεσθαι ἐπὶ τὰ αὑτῶν ἑκάστους ἐκέλευεν, Ζελείτας δὲ ἀφῆκε τῆς αἰτίας, ὅτι πρὸς βίαν ἔγνω συστρατεῦσαι τοῖς βαρβάροις ·

1.17.2Δασκύλιον δὲ παραληψόμενον Παρμενίωνα ἐκπέμπει · καὶ παραλαμβάνει Δασκύλιον Παρμενίων ἐκλιπόντων τῶν φρουρῶν. αὐτὸς δὲ ἐπὶ Σάρδεων προὐχώρει ·

1.17.3καὶ ἀπέχοντος αὐτοῦ ὅσον ἑβδομήκοντα σταδίους Σάρδεων ἧκον παρ’αὐτὸν Μιθρήνηςτε φρούραρχος τῆς ἀκροπόλεως τῆς ἐν Σάρδεσι καὶ Σαρδιανῶν οἱ δυνατώτατοι, ἐνδιδόντες οἱ μὲν τὴν πόλιν, δὲ Μιθρήνης τὴν ἄκραν καὶ τὰ χρήματα.

1.17.4Ἀλέξανδρος δὲ αὐτὸς μὲν κατεστρατοπέδευσεν ἐπὶ τῷ Ἕρμῳ ποταμῷ · ἀπέχει δὲ Ἕρμος ἀπὸ Σάρδεων σταδίους ὅσον εἴκοσιν · Ἀμύνταν δὲ τὸν Ἀνδρομένους τὴν ἄκραν παραληψόμενον ἐκπέμπει ἐς Σάρδεις · καὶ Μιθρήνην μὲν ἐν τιμῇ ἅμα οἷ ἦγεν, Σαρδιανοὺς δὲ καὶ τοὺς ἄλλους Λυδοὺς τοῖς νόμοιςτε τοῖς πάλαι Λυδῶν χρῆσθαι ἔδωκεν καὶ ἐλευθέρους εἶναι ἀφῆκεν.

1.17.5ἀνῆλθε δὲ καὶ αὐτὸς εἰς τὴν ἄκραν, ἵνα τὸ φρούριον ἦν τῶν Περσῶν · καὶ ἔδοξεν αὐτῷ ὀχυρὸν τὸ χωρίον · ὑπερύψηλόντε γὰρ ἦν καὶ ἀπότομον πάντῃ καὶ τριπλῷ τείχει πεφραγμένον · αὐτὸς δὲ ἐπὶ τῇ ἄκρᾳ ναόντε οἰκοδομῆσαι Διὸς Ὀλυμπίου ἐπενόει καὶ βωμὸν ἱδρύσασθαι.

1.17.6σκοποῦντι δὲ αὐτῷ τῆς ἄκρας ὅπερ ἐπιτηδειότατον χωρίον ὥρᾳ ἔτους ἐξαίφνης χειμὼν ἐπιγίγνεται καὶ βρονταὶ σκληραὶ καὶ ὕδωρ ἐξ οὐρανοῦ πίπτει, οὗ τὰ τῶν Λυδῶν βασίλεια · Ἀλεξάνδρῳ δὲ ἔδοξεν ἐκ θεοῦ σημανθῆναι, ἵνα χρὴ οἰκοδομεῖσθαι τῷ Διὶ τὸν νεὼν, καὶ οὕτως ἐκέλευσε.

1.17.7κατέλιπε δὲ τῆς μὲν ἄκρας τῆς Σάρδεων ἐπιμελητὴν Παυσανίαν τῶν ἑταίρων, τῶν δὲ φόρων τῆς συντάξεώςτε καὶ ἀποφορᾶς Νικίαν, Ἄσανδρον δὲ τὸν Φιλώτα Λυδίας καὶ τῆς ἄλλης τῆς Σπιθριδάτου ἀρχῆς, δοὺς αὐτῷ ἱππέαςτε καὶ ψιλοὺς ὅσοι ἱκανοὶ πρὸς τὰ παρόντα ἐδόκουν.

1.17.8Κάλαν δὲ καὶ Ἀλέξανδρον τὸν Ἀερόπου ἐπὶ τὴν χώραν τὴν Μέμνονος ἐκπέμπει, ἄγοντας τούςτε Πελοποννησίους καὶ τῶν ἄλλων ξυμμάχων τοὺς πολλοὺς πλὴν Ἀργείων · οὗτοι δὲ ἐν Σάρδεσι κατελείφθησαν τὴν ἄκραν φυλάττειν.

1.17.9ἐν τούτῳ δὲ, ὡς τὰ ὑπὲρ τῆς ἱππομαχίας ἐξηγγέλθη, οἵτε τὴν Ἔφεσον φρουροῦντες μισθοφόροι ᾤχοντο φεύγοντες, δύο τριήρεις τῶν Ἐφεσίων λαβόντες, καὶ ξὺν αὐτοῖς Ἀμύντας Ἀντιόχου, ὃς ἔφυγεν ἐκ Μακεδονίας Ἀλέξανδρον, παθὼν μὲν οὐδὲν πρὸς Ἀλεξάνδρου, δυσνοίᾳ δὲ τῇ πρὸς Ἀλέξανδρον καὶ αὐτὸς ἀπαξιώσας τι παθεῖν πρὸς αὐτοῦ ἄχαρι.

1.17.10τετάρτῃ δὲ ἡμέρᾳ ἐς Ἔφεσον ἀφικόμενος τούςτε φυγάδας, ὅσοι δι’αὐτὸν ἐξέπεσον τῆς πόλεως, κατήγαγε καὶ τὴν ὀλιγαρχίαν καταλύσας δημοκρατίαν κατέστησε · τοὺς δὲ φόρους, ὅσους τοῖς βαρβάροις ἀπέφερον, τῇ Ἀρτέμιδι ξυντελεῖν ἐκέλευσεν.

1.17.11 δὲ δῆμος τῶν Ἐφεσίων, ὡς ἀφῃρέθη αὐτοῖς ἀπὸ τῶν ὀλίγων φόβος, τούςτε Μέμνονα ἐπαγομένους καὶ τοὺς τὸ ἱερὸν συλήσαντας τῆς Ἀρτέμιδος καὶ τοὺς τὴν εἰκόνα τὴν Φιλίππου τὴν ἐν τῷ ἱερῷ καταβαλόντας καὶ τὸν τάφον ἐκ τῆς ἀγορᾶς ἀνορύξαντας τὸν Ἡροπύθου τοῦ ἐλευθερώσαντος τὴν πόλιν ὥρμησαν ἀποκτεῖναι.

1.17.12καὶ Σύρφακα μὲν καὶ τὸν παῖδα αὐτοῦ Πελάγοντα καὶ τοὺς τῶν ἀδελφῶν τοῦ Σύρφακος παῖδας ἐκ τοῦ ἱροῦ ἐξαγαγόντες κατέλευσαν · τοὺς δὲ ἄλλους διεκώλυσεν Ἀλέξανδρος προσωτέρω ἐπιζητεῖν καὶ τιμωρεῖσθαι, γνοὺς ὅτι ὁμοῦ τοῖς αἰτίοις καὶ οὐ ξὺν δίκῃ τινάς, τοὺς μὲν κατ’ἔχθραν, τοὺς δὲ κατὰ ἁρπαγὴν χρημάτων ἀποκτενεῖ, ξυγχωρηθὲν αὐτῷ, δῆμος. καὶ εἰ δή τῳ ἄλλῳ, καὶ τοῖς ἐν Ἐφέσῳ πραχθεῖσιν Ἀλέξανδρος ἐν τῷ τότε εὐδοκίμει.

1.18

1.18.1ἐν τούτῳ δὲ ἐκ Μαγνησίαςτε καὶ Τράλλεων παρ’αὐτὸν ἧκον ἐνδιδόντες τὰς πόλεις · καὶ ὃς πέμπει Παρμενίωνα, δοὺς αὐτῷ δισχιλίους καὶ πεντακοσίους πεζοὺς τῶν ξένων καὶ Μακεδόνας παραπλησίους, ἱππέας δὲ τῶν ἑταίρων ἐς διακοσίους. Ἀλκίμαχον δὲ τὸν Ἀγαθοκλέους ἐπὶ τὰς Αἰολίδαςτε πόλεις ξὺν δυνάμει οὐκ ἐλάττονι ἐξέπεμψε καὶ ὅσαι Ἰωνικαὶ ὑπὸ τοῖς βαρβάροις ἔτι ἦσαν.

1.18.2καὶ τὰς μὲν ὀλιγαρχίας πανταχοῦ καταλύειν ἐκέλευσεν, δημοκρατίας δὲτε ἐγκαθιστάναι καὶ τοὺς νόμους τοὺς σφῶν ἑκάστοις ἀποδοῦναι, καὶ τοὺς φόρους ἀνεῖναι, ὅσους τοῖς βαρβάροις ἀπέφερον. αὐτὸς δὲ ὑπομείνας ἐν Ἐφέσῳ θυσίαντε ἔθυσε τῇ Ἀρτέμιδι καὶ πομπὴν ἔπεμψε ξὺν τῆ στρατιᾷ πάσῃ ὡπλισμένῃτε καὶ ὡς ἐς μάχην ξυντεταγμένῃ.

1.18.3τῇ δὲ ὑστεραίᾳ ἀναλαβὼν τῶντε πεζῶν τοὺς λοιποὺς καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς Θρᾷκας ἱππέας καὶ τῶν ἑταίρων τήντε βασιλικὴν ἴλην παὶ πρὸς ταύτῃ τρεῖς ἄλλας ἐπὶ Μιλήτου ἐστέλλετο · καὶ τὴν μὲν ἔξωδον καλουμένην πόλιν ἐξ ἐφόδου ἔλαβεν ἐκλιπούσης τῆς φυλακῆς · ἐνταῦθα δὲ καταστρατοπεδεύσας ἔγνω ἀποτειχίζειν τὴν εἴσω πόλιν.

1.18.4Ἡγησίστρατος γάρ, ὅτῳ φρουρὰ Μιλησίων ἐκ βασιλέως ἐπετέτραπτο, πρόσθεν γράμματα παρ’Ἀλέξανδρον ἔπεμπεν ἐνδιδοὺς τὴν Μίλητον · τότε δὲ ἀναθαρρήσας ἐπὶ τῷ Περσῶν στρατῷ οὐ μακρὰν ὄντι διασώζειν τοῖς πέρσαις ἐπενόει τὴν πόλιν. Νικάνωρ δὲ τὸ Ἑλληνικὸν ναυτικὸν ἄγων ὑποφθάνει τοὺς Πέρσας τρισὶν ἡμέραις πρότερος καταπλεύσας τοὺς Πέρσας Μιλήτῳ προσχεῖν, καὶ ὁρμίζεται ναυσὶν ἑξήκοντα καὶ ἑκατὸν ἐν τῇ νήσῳ τῇ Λάδῃ · κεῖται δὲ αὕτη ἐπὶ τῇ Μιλήτῳ.

1.18.5αἱ δὲ τῶν Περσῶν νῆες ὑστερήσασαι, ἐπειδὴ ἔμαθον οἱ ναύαρχοι τῶν ἀμφὶ Νικάνορα τὴν ἐν τῇ Λάδῃ προκαταγωγήν, πρὸς τῇ Μυκάλῃ τῷ ὄρει ὡρμίσθησαν. τὴν γὰρ Λάδην τὴν νῆσον προκατειλήφει Ἀλέξανδρος, οὐ τῶν νεῶν μόνον τῇ ἐγκαθορμίσει, ἀλλὰ καὶ τοὺς Θρᾷκας καὶ τῶν ἄλλων ξένων ἐς τετρακισχιλίους διαβιβάσας ἐς αὐτήν. ἦσαν δὲ τῶν βαρβάρων αἱ νῆες ἀμφὶ τὰς τετρακοσίας.

1.18.6Παρμενίων μὲν δὴ καὶ ὣς παρῄνει Ἀλεξάνδρῳ ναυμαχεῖν, τάτε ἄλλα κρατήσειν τῶ ναυτικῷ τοὺς Ἕλληνας ἐπελπίζων καὶ τι καὶ θεῖον ἀνέπειθεν αὐτόν, ὅτι ἀετὸς ὤφθη καθήμενος ἐπὶ τοῦ αἰγιαλοῦ κατὰ πρύμναν τῶν Ἀλεξάνδρου νεῶν. καὶ γὰρ δὴ νικήσαντας μὲν μεγάλα ὠφεληθήσεσθαι ἐς τὰ ὅλα, νικηθεῖσι δὲ οὐ παρὰ μέγα ἔσεσθαι τὸ πταῖσμα · καὶ ὣς γὰρ θαλασσοκρατεῖν τοὺς Πέρσας. καὶ αὐτὸς δὲ ἔφη ἐπιβῆναι ἐθέλειν τῶν νεῶν καὶ τοῦ κινδύνου μετέχειν.

1.18.7Ἀλέξανδρος δὲ τῇτε γνώμῃ ἁμαρτάνειν ἔφη Παρμενίωνα καὶ τοῦ σημείου τῇ οὐ κατὰ τὸ εἰκὸς ξυμβλήσει · ὀλίγαιςτε γὰρ ναυσὶ πρὸς πολλῷ πλείους ξὺν οὐδενὶ λογισμῷ ναυμαχήσειν καὶ οὐ μεμελετηκότι τῷ σφῶν ναυτικῷ πρὸς προησκημένον τὸ τῶν Κυπρίωντε καὶ Φοινίκων ·

1.18.8τήντε ἐμπειρίαν τῶν Μακεδόνων καὶ τὴν τόλμαν ἐν ἀβεβαίῳ χωρίῳ οὐκ ἐθέλειν παραδοῦναι τοῖς βαρβάροις · καὶ ἡττηθεῖσι τῇ ναυμαχίᾳ οὐ μικρὰν τὴν βλάβην ἔσεσθαι ἐς τοῦ πολέμου τὴν πρώτην δόξαν, τάτε ἄλλα καὶ τοὺς Ἕλληνας νεωτεριεῖν πρὸς τοῦ ναυτικοῦ πταίσματος τὴν ἐξαγγελίαν ἐπαρθέντας.

1.18.9ταῦτα μὲν τῷ λογισμῷ ξυντιθεὶς οὐκ ἐν καιρῷ ἀπέφαινε ναυμαχεῖν · τὸ θεῖον δὲ αὐτὸς ἄλλῃ ἐξηγεῖσθαι · εἶναι μὲν γὰρ πρὸς αὑτοῦ τὸν ἀετόν, ἀλλ’ὅτι ἐπὶ τῇ καθήμενος ἐφαίνετο, δοκεῖν οἱ μᾶλλόν τι σημαίνειν, ὅτι ἐκ γῆς κρατήσει τοῦ Περσῶν ναυτικοῦ.

1.19

1.19.1καὶ ἐν τούτῳ Γλαύκιππος, ἀνὴρ τῶν δοκίμων ἐν Μιλήτῳ, ἐκπεμφθεὶς παρὰ Ἀλέξανδρον παρὰ τοῦ δήμουτε καὶ τῶν ξένων τῶν μισθοφόρων, οἷς μᾶλλόν τι ἐπετέτραπτο πόλις τάτε τείχη ἔφη ἐθέλειν τοὺς Μιλησίους καὶ τοὺς λιμένας παρέχειν κοινοὺς Ἀλεξάνδρῳ καὶ Πέρσαις καὶ τὴν πολιορκίαν ἐπὶ τούτοις λύειν ἠξίου.

1.19.2Ἀλέξανδρος δὲ Γλαυκίππῳ μὲν προστάσσει ἀπαλλάττεσθαι κατὰ τάχος ἐς τὴν πόλιν καὶ Μιλησίοις ἀπαγγέλλειν παρασκευάζεσθαι ὡς μαχουμένους ἕωθεν. αὐτὸς δ’ἐπιστήσας τῷ τείχει μηχανάς, καὶ τὰ μὲν καταβαλὼν δι’ὀλίγου τῶν τειχῶν, τὰ δὲ κατασείσας ἐπὶ πολὺ προσῆγε τὴν στρατιὰν ὡς ἐπιβησομένους κατερήριπτο ἐσεσάλευτο τὸ τεῖχος, ἐφομαρτούντων καὶ μόνον οὐ θεωμένων τῶν Περσῶν ἀπὸ τῆς Μυκάλης. πολιορκουμένους τοὺς φίλους σφῶν καὶ ξυμμάχους.

1.19.3ἐν τούτῳ δὲ καὶ οἱ ἀμφὶ Νικάνορα ἀπὸ τῆς Λάδης τὴν ὁρμὴν τῶν ξὺν Ἀλεξάνδρῳ κατιδόντες ἐς τὸν λιμένα ἐπέπλεον τῶν Μιλησίων παρὰ γῆν τὴν εἰρεσίαν ποιούμενοι, καὶ κατὰ τὸ στόμα τοῦ λιμένος, ᾗπερ τὸ στενότατον ἦν, ἀντιπρώρους βύζην τὰς τριήρεις ὁρμίσαντες ἀποκεκλείκεσαν τῷ μὲν Περσικῷ ναυτικῷ τὸν λιμένα, τοῖς Μιλησίοις δὲ τὴν ἐκ τῶν Περσῶν ὠφέλειαν.

1.19.4ἔνθα οἱ Μιλήσιοίτε καὶ οἱ μισθοφόροι πανταχόθεν ἤδη προσκειμένων σφίσι τῶν Μακεδόνων οἱ μὲν αὐτῶν ῥιπτοῦντες σφᾶς ἐν τῇ θαλάσσῃ ἐπὶ τῶν ἀσπίδων ὑπτίων ἐς νησῖδά τινα ἀνώνυμον τῇ πόλει ἐπικειμένην διενήχοντο, οἱ δὲ ἐς κελήτια ἐμβαίνοντες καὶ ἐπειγόμενοι ὑποφθάσαι τὰς τριήρεις τῶν Μακεδόνων τριήρων · οἱ δὲ πολλοὶ ἐν αὐτῇ τῇ πόλει ἀπώλοντο.

1.19.5Ἀλέξανδρος δὲ ἐχομένης ἤδη τῆς πόλεως ἐπὶ τοὺς ἐς τὴν νῆσον καταπεφευγότας ἐπέπλει αὐτός, κλίμακας φέρειν ἐπὶ τὰς πρώρας τῶν τριήρων κελεύσας, ὡς κατὰ τὰ ἀπότομα τῆς νήσου, καθάπερ πρὸς τεῖχος, ἐκ τῶν νεῶν τὴν ἀπόβασιν ποιησόμενος.

1.19.6ὡς δὲ διακινδυνεύειν ἐθέλοντας τοὺς ἐν τῇ νήσῳ ἑώρα, οἶκτος λαμβάνει αὐτὸν τῶν ἀνδρῶν, ὅτι γενναῖοίτε καὶ πιστοὶ αὐτῷ ἐφαίνοντο, καὶ σπένδεται πρὸς αὐτοὺς ἐπὶ τῷδε ὡς αὑτῷ ξυστρατεύειν · ἦσαν δὲ οὗτοι μισθοφόροι Ἕλληνες ἐς τριακοσίους. αὐτοὺς δὲ Μιλησίους, ὅσοι μὴ ἐν τῇ καταλήψει τῆς πόλεως ἔπεσον, ἀφῆκεν καὶ ἐλευθέρους εἶναι ἔδωκεν.

1.19.7οἱ δὲ βάρβαροι ἀπὸ τῆς Μυκάλης ὁρμώμενοι τὰς μὲν ἡμέρας ἐπέπλεον τῷ Ἑλληνικῷ ναυτικῷ, προκαλέσεσθαι ἐς ναυμαχίαν ἐλπίζοντες · τὰς δὲ νύκτας πρὸς τῇ Μυκάλῃ οὐκ ἐν καλῷ ὡρμίζοντο, ὅτι ὑδρεύεσθαι ἀπὸ τοῦ Μαιάνδρου ποταμοῦ τῶν ἐκβολῶν διὰ μακροῦ ἠναγκάζοντο.

1.19.8Ἀλέξανδρος δὲ ταῖς μὲν ναυσὶ τὸν λιμένα μένα ἐφύλαττε τῶν Μιλησίων, ὡς μὴ βιάσαιντο οἱ βάρβαροι τὸν ἔσπλουν, ἐκπέμπει δ’ἐς τὴν Μυκάλην Φιλώταν, ἄγοντα τούςτε ἱππέας καὶ τῶν πεζῶν τάξεις τρεῖς, παραγγείλας εἴργειν τῆς ἀποβάσεως τοὺς ἀπὸ τῶν νεῶν. οἱ δέ, ὕδατόςτε σπάνει καὶ τῶν ἄλλων ἐπιτηδείων οὐδὲν ἄλλο ὅτι μὴ πολιορκούμενοι ἐν ταῖς ναυσίν, ἐς Σάμον ἀπέπλευσαν. ἐκεῖθεν δὲ ἐπισιτισάμενοι αὖθις ἐπέπλεον τῇ Μιλήτῳ ·

1.19.9καὶ τὰς μὲν πολλὰς τῶν νεῶν πρὸ τοῦ λιμένος ἐν μετεώρῳ παρέταξαν, εἴ πῃ ἐκκαλέσαιντο ἐς τὸ πέλαγος τοὺς Μακεδόνας, πέντε δὲ αὐτῶν εἰσέπλευσαν ἐς τὸν μεταξὺ τῆςτε Λάδης νήσου καὶ τοῦ στρατοπέδου λιμένα, ἐλπίσαντες κενὰς καταλήψεσθαι τὰς Ἀλεξάνδρου ναῦς, ὅτι τοὺς ναύτας ἀποσκεδάννυσθαι τὸ πολὺ ἀπὸ τῶν νεῶν τοὺς μὲν ἐπὶ φρυγανισμῷ, τοὺς δὲ ἐπὶ ξυγκομιδῇ τῶν ἐπιτηδείων, τοὺς δὲ καὶ ἐς προνομὰς ταττομένους, πεπυσμένοι ἦσαν.

1.19.10ἀλλὰ μέρος μέν τι ἀπῆν τῶν ναυτῶν, ἐκ δὲ τῶν παρόντων ξυμπληρώσας Ἀλέξανδρος δέκα ναῦς, ὡς προσπλεούσας τὰς πέντε τῶν Περσῶν κατεῖδε, πέμπει ἐπ’αὐτὰς κατὰ σπουδήν, ἐμβάλλειν ἀντιπρώρους κελεύσας. οἱ δὲ ἐν ταῖς πέντε ναυσὶ τῶν Περσῶν, ὡς παρ’ἐλπίδα ἀναγομένους τοὺς Μακεδόνας ἐπὶ σφᾶς εἶδον, ὑποστρέψαντες ἐκ πολλοῦ ἔφευγον πρὸς τὸ ἄλλο ναυτικόν.

1.19.11καὶ μὲν Ἰασσέων ναῦς ἁλίσκεται αὐτοῖς ἀνδράσιν ἐν τῇ φυγῇ, οὐ ταχυναυτοῦσα · αἱ δὲ τέσσαρες ἔφθασαν καταφυγεῖν ἐς τὰς οἰκείας τριήρεις. οὕτω μὲν δὴ ἀπέπλευσαν ἄπρακτοι ἐκ Μιλήτου οἱ Πέρσαι.

1.20

1.20.1Ἀλέξανδρος δὲ καταλῦσαι ἔγνω τὸ ναυτικὸν χρημάτωντε ἐν τῷ τότε ἀπορίᾳ καὶ ἅμα οὐκ ἀξιόμαχον ὁρῶν τὸ αὑτοῦ ναυτικὸν τῷ Περσικῷ, οὔκουν ἐθέλων οὐ δὲ μέρει τινὶ τῆς στρατιᾶς κινδυνεύειν. ἄλλωςτε ἐπενόει, κατέχων ἤδη τῷ πεζῷ τὴν Ἀσίαν, ὅτι οὔτε ναυτικοῦ ἔτι δέοιτο, τάςτε παραλίους πόλεις λαβὼν καταλύσει τὸ Περσῶν ναυτικόν, οὔτε ὁπόθεν τὰς ὑπηρεσίας συμπληρώσουσιν οὔτε ὅποι τῆς Ἀσίας προσέξουσιν ἔχοντας. καὶ τὸν ἀετὸν ταύτῃ · συνέβαλλεν, ὅτι ἐσήμηνεν αὐτῷ ἐκ τῆς γῆς κρατήσειν τῶν νεῶν.

1.20.2ταῦτα δὲ διαπραξάμενος ἐπὶ Καρίας ἐστέλλετο, ὅτι ἐν Ἁλικαρνασσῷ συνεστηκέναι οὐ φαύλην δύναμιν τῶντε βαρβάρων καὶ ξένων ἐξηγγέλλετο. ὅσαι δὲ ἐν μέσῳ πόλεις Μιλήτουτε καὶ Ἁλικαρνασσοῦ, ταύτας ἐξ ἐφόδου λαβὼν καταστρατοπεδεύει πρὸς Ἁλικαρνασσῷ, ἀπέχων τῆς πόλεως ἐς πέντε μάλιστα σταδίους, ὡς ἐπὶ χρονίῳ πολιορκίᾳ.

1.20.3τε γὰρ φύσις τοῦ χωρίου ὀχυρὸν ἐποίει αὐτὸ καὶ ὅπῃ τι ἐνδεῖν ὡς πρὸς ἀσφάλειαν ἐφαίνετο, ξύμπαντα ταῦτα Μέμνωντε αὐτὸς παρών, ἤδη ἀποδεδειγμένος πρὸς Δαρείου τῆςτε κάτω Ἀσίας καὶ τοῦ ναυτικοῦ παντὸς ἡγεμών, ἐκ πολλοῦ παρεσκευάκει, καὶ στρατιῶται πολλοὶ μὲν ξένοι μισθοφόροι ἐν τῇ πόλει ἐγκατελείφθησαν, πολλοὶ δὲ καὶ Περσῶν αὐτῶν, αἵτε τριήρεις ἐφώρμουν τῷ λιμένι, ὡς καὶ ἀπὸ τῶν ναυτῶν πολλὴν ὠφέλειαν γίγνεσθαι ἐς τὰ ἔργα.

1.20.4τῇ μὲν δὴ πρώτῃ ἡμέρᾳ προσάγοντος Ἀλεξάνδρου τῷ τείχει κατὰ τὰς ἐπὶ Μύλασα φερούσας πύλας ἐκδρομήτε γίγνεται τῶν ἐκ τῆς πόλεως καὶ ἀκροβολισμός · καὶ τούτους οὐ χαλεπῶς ἀνέστειλάντε οἱ παρ’Ἀλεξάνδρου ἀντεκδραμόντες καὶ ἐς τὴν πόλιν κατέκλεισαν.

1.20.5οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις Ἀλέξανδρος ἀναλαβὼν τούςτε ὑπασπιστὰς καὶ τὴν τῶν ἑταίρων ἵππον καὶ τὴν Ἀμύντουτε καὶ Περδίκκου καὶ Μελεάγρου τάξιν τὴν πεζικὴν καὶ πρὸς τούτοις τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας περιῆλθε τῆς πόλεως ἐς τὸ πρὸς Μύνδον μέρος, τότε τεῖχος κατοψόμενος, εἰ ταύτῃ ἐπιμαχώτερον τυγχάνει ὂν ἐς τὴν προσβολὴν, καὶ ἅμα εἰ τὴν Μύνδον ἐξ ἐπιδρομῆς δύναιτο λαθὼν κατασχεῖν · ἔσεσθαι γὰρ οὐ σμικρὰν τὴν ὠφέλειαν ἐς τὴν τῆς Ἁλικαρνασσοῦ πολιορκίαν τὴν Μύνδον οἰκείαν γενομένην · καί τι καὶ ἐνεδίδοτο αὐτῷ ἐκ τῶν Μυνδίων, εἰ λάθοι νυκτὸς προσελθών.

1.20.6αὐτὸς μὲν δὴ κατὰ τὰ ξυγκείμενα ἀμφὶ μέσας νύκτας προσῆλθε τῷ τείχει · ὡς δὲ οὐδὲν ἐνεδίδοτο ἀπὸ τῶν ἔνδον, αἵτε μηχαναὶ καὶ αἱ κλίμακες αὐτῷ οὐ παρῆσαν, οἷα δὴ οὐκ ἐπὶ πολιορκίαν σταλέντα, ἀλλ’ὡς ἐπὶ προδοσίᾳ ἐνδιδομένης τῆς πόλεως, προσήγαγε καὶ ὣς τῶν Μακεδόνων τὴν φάλαγγα, ὑπορύττειν κελεύσας τὸ τεῖχος. καὶ ἕνα γε πύργον κατέβαλον οἱ Μακεδόνες, οὐ μέντοι ἐγύμνωσέ γε τὸ τεῖχος πεσών ·

1.20.7καὶ οἱ ἐκ τῆς πόλεως ἅμα εὐρώστως ἀμυνόμενοι καὶ ἐκ τῆς Ἁλικαρνασσοῦ κατὰ θάλασσαν πολλοὶ ἤδη παραβεβοηθηκότες ἄπορον ἐποίησαν τῷ Ἀλεξάνδρῳ τὴν αὐτοσχέδιόντε καὶ ἐξ ἐπιδρομῆς κατάληψιν τῆς Μύνδου. οὕτω μὲν δὴ ἐπανέρχεται Ἀλέξανδρος οὐδὲν πράξας, ὧν ἕνεκα ὡρμήθη, καὶ τῇ πολιορκίᾳ τῆς Ἁλικαρνασσοῦ αὖθις προσεῖχε.

1.20.8καὶ πρῶτα μὲν τὴν τάφρον, πρὸ τῆς πόλεως ὀρώρυκτο αὐτοῖς, πλάτος μὲν τριάκοντα μάλιστα πηχῶν, τὸ δὲ βάθος ἐς πεντεκαίδεκα, ἐχώννυε, τοῦ ῥᾳδίαν εἶναι τὴν προσαγωγὴν τῶντε πύργων, ἀφ’ὧν ἔμελλε τοὺς ἀκροβολισμοὺς ἐς τοὺς προμαχομένους τοῦ τείχους ποιεῖσθαι, καὶ τῶν ἄλλων μηχανῶν, αἷς κατασείειν ἐπενόει τὸ τεῖχος.

1.20.9καὶ τε τάφρος αὐτῷ ἐχώσθη οὐ χαλεπῶς καὶ οἱ πύργοι προσήγοντο ἤδη. οἱ δὲ ἐκ τῆς Ἁλικαρνασσοῦ νυκτὸς ἐκδραμόντες, ὡς ἐμπρῆσαι τούςτε πύργους καὶ ὅσαι ἄλλαι μηχαναὶ προσηγμέναι οὐ πόρρω τοῦ προσάγεσθαι ἦσαν, ὑπὸ τῶν φυλακῶντε τῶν Μακεδόνων καὶ ὅσοι ἐν αὐτῷ ἔργῳ ἐξεγερθέντες παρεβοήθησαν οὐ χαλεπῶς κατεκλείσθησαν ἐς τὰ τείχη αὖθις.

1.20.10καὶ ἀπέθανον αὐτῶν ἄλλοιτε ἐς ἑβδομήκοντα καὶ ἑκατὸν καὶ Νεοπτόλεμος Ἀρραβαίου, τοῦ Ἀμύντου ἀδελφός, τῶν παρὰ Δαρεῖον αὐτομολησάντων · τῶν δὲ Ἀλεξάνδρου στρατιωτῶν ἀπέθανον μὲν ἐς ἑκκαίδεκα, τραυματίαι δὲ ἐγένοντο ἐς τριακοσίους, ὅτι ἐν νυκτὶ γενομένης τῆς ἐκδρομῆς ἀφυλακτότεροι ἐς τὸ τιτρώσκεσθαι ἦσαν.

1.21

1.21.1οὐ πολλαῖς δὲ ἡμέραις ὕστερον δύο τῶν Μακεδόνων ὁπλῖται ἐκ τῆς ὕστερον Περδίκκου τάξεως ξυσκηνοῦντέςτε καὶ ἅμα ξυμπίνοντες αὑτόντε καὶ τὰ αὑτοῦ ἑκάτερος ἐπὶ μέγα τῷ λόγῳ ἦγεν. ἔνθα δὴ φιλοτιμίατε ἐσπίπτει αὐτοῖς, καὶ τι καὶ οἶνος ὑπεθέρμαινεν, ὥστε ὁπλισάμενοι αὐτοὶ ἐπὶ σφῶν προσβάλλουσι τῷ τείχει κατὰ τὴν ἄκραν τὴν πρὸς Μύλασα μάλιστα τετραμμένην, ὡς ἐπίδειξιν τῆς σφῶν ῥώμης μᾶλλόν τι πρὸς πολεμίους μετὰ κινδύνου τὸν ἀγῶνα ποιησόμενοι.

1.21.2καὶ τούτους κατιδόντες τινὲς τῶν ἐκ τῆς πόλεως δύοτε ὄντας καὶ οὐ ξὺν λογισμῷ προσφερομένους τῷ τείχει ἐπεκθέουσιν. οἱ δὲ τοὺς μὲν ἐγγὺς πελάσαντας ἀπέκτειναν, πρὸς δὲ τοὺς ἀφεστηκότας ἠκροβολίζοντο, πλεονεκτούμενοι τῷτε πλήθει καὶ τοῦ χωρίου τῇ χαλεπότητι, ὅτι ἐξ ὑπερδεξίου τοῖς πολεμίοις ἐπιδρομήτε καὶ ἀκροβολισμὸς ἐγίνετο.

1.21.3καὶ ἐν τούτῳ ἀντεκθέουσί τινες καὶ ἄλλοι τῶν τοῦ Περδίκκου στρατιωτῶν, καὶ ἀπὸ τῆς Ἁλικαρνασσοῦ ἄλλοι καὶ ξυμπίπτει μάχη καρτερὰ πρὸς τῷ τείχει · καὶ κατακλείονται αὖθις πρὸς τῶν Μακεδόνων εἴσω τῶν πυλῶν οἱ ἐπεκδραμόντες. παρ’ὀλίγον δὲ ἦλθε καὶ ἁλῶναι πόλις.

1.21.4τάτε γὰρ τείχη ἐν τῷ τότε οὐκ ἐν ἀκριβεῖ φυλακῇ ἦν καὶ δύο πύργοι καὶ μεσοπύργιον ἐς ἔδαφος καταπεπτωκότα οὐ χαλεπὴν ἂν τῷ στρατεύματι, εἰ ἅπαν προσήψατο τοῦ ἔργου, τὴν ἐς τὸ τεῖχος πάροδον παρέσχε, καὶ τρίτος πύργος κατασεσεισμένος οὐ δὲ οὗτος χαλεπῶς ἂν ἠρίφθη ὑπορυσσόμενος · ἀλλὰ ἔφθησαν γὰρ ἀντὶ τοῦ πεπτωκότος τείχους ἔσωθεν πλίνθινον μηνοειδὲς ἀντοικοδομησάμενοι οὐ χαλεπῶς ὑπὸ πολυχειρίας.

1.21.5καὶ τούτῳ ἐπῆγε τῇ ὑστεραίᾳ τὰς μηχανὰς Ἀλέξανδρος · καὶ ἐκδρομὴ αὖθις γίγνεται τῶν ἐκ τῆς πόλεως ἐπὶ τῷ ἐμπρῆσαι τὰς μηχανάς. καὶ μέρος μέν τι τῶν πλησίον τοῦ τείχους γέρρων καὶ ἑνὸς τῶν πύργων τῶν ξυλίνων κατεκαύθη, τὰ δὲ ἄλλα διεφύλαξαν οἱ περὶ Φιλώταντε καὶ Ἑλλάνικον, οἷς φυλακὴ αὐτῶν ἐπετέτραπτο · ὡς δὲ καὶ Ἀλέξανδρος ἐπεφάνη ἐν τῇ ἐκδρομῇ, τάςτε δᾷδας, ὅσας ἔχοντες ἐκβεβοηθήκεσαν, ἀφέντες καὶ τὰ ὅπλα οἱ πολλοὶ αὐτῶν ῥίψαντες εἴσω τοῦ τείχους ἔφευγον.

1.21.6καίτοι τά γε πρῶτα τῇ φύσειτε τοῦ χωρίου, ὑπερδεξίου ὄντος, ἐπεκράτουν καὶ οὐ κατὰ μέτωπον μόνον ἠκροβολίζοντο ἐς τοὺς προμαχομένους τῶν μηχανῶν, ἀλλὰ καὶ ἐκ τῶν πύργων, οἳ δὴ ἑκατέρωθεν τοῦ ἐρηριμμένου τείχους αὐτοὶ ὑπολελειμμένοι ἐκ πλαγίουτε καὶ μόνον οὐ κατὰ νώτου παρεῖχον ἀκροβολίζεσθαι ἐς τούς τῷ ἀντῳκοδομημένῳ τείχει προσάγοντας.

1.22

1.22.1οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις ἐπάγοντος αὖθις Ἀλεξάνδρου τὰς μηχανὰς τῷ πλινθίνῳ τῷ ἐντὸς τείχει καὶ αὐτοῦ ἐφεστηκότος τῷ ἔργῳ, ἐκδρομὴ γίνεται πανδημεὶ ἐκ τῆς πόλεως, τῶν μὲν κατὰ τὸ ἐρηριμμένον τεῖχος, αὐτὸς Ἀλέξανδρος ἐπετέτακτο, τῶν δὲ κατὰ τὸ Τρίπυλον, οὐ δὲ πάνυ τι προσδεχομένοις τοῖς Μακεδόσιν ἦν.

1.22.2καὶ οἱ μὲν δᾷδάςτε ταῖς μηχαναῖς ἐνέβαλλον καὶ ὅσα ἄλλα ἐς τὸ ἐξάψαιτε φλόγα καὶ ἐπὶ μέγα προκαλέσασθαι, τῶν δὲ ἀμφ’Ἀλέξανδρον αὐτῶντε ἐμβαλλόντων ἐς αὐτοὺς ἐρρωμένως καὶ ταῖς μηχαναῖς ἀπὸ τῶν πύργων λίθωντε μεγάλων ἀφιεμένων καὶ βελῶν ἐξακοντιζομένων οὐ χαλεπῶς ἀπεστράφησάντε καὶ ἔφυγον ἐς τὴν πόλιν.

1.22.3καὶ φόνος ταύτῃ οὐκ ὀλίγος ἐγένετο, ὅσῳ πλείονέςτε καὶ ξὺν μείζονι τῇ τόλμῃ ἐξέδραμον. οἱ μὲν γὰρ εἰς χεῖρας ἐλθόντες τοῖς Μακεδόσιν ἀπέθανον, οἱ δὲ ἀμφὶ τῷ τείχει τῷ καταπεπτωκότι, στενοτέραςτε κατὰ τὸ πλῆθος αὐτῶν τῆς παρόδου οὔσης καὶ τῶν κατερηριμμένων τοῦ τείχους χαλεπὴν τὴν ὑπέρβασιν αὐτοῖς παρεχόντων.

1.22.4τοῖς δὲ κατὰ τὸ Τρίπυλον ἐκδραμοῦσιν ἀπήντα Πτολεμαῖος σωματοφύλαξ βασιλικός, τήντε Ἀδαίου καὶ Τιμάνδρου ἅμα οἷ τάξιν ἄγων καὶ ἔστιν οὓς τῶν ψιλῶν · καὶ οὖτοι οὐ δὲ αὐτοὶ χαλεπῶς ἐτρέψαντο τοὺς ἐκ τῆς πόλεως.

1.22.5ξυνέβη δὲ καὶ τούτοις ἐν τῇ ἀποχωρήσει κατὰ στενὴν γέφυραν τὴν ἐπὶ τῆς τάφρου πεποιημένην φεύγουσι τήντε γέφυραν αὐτὴν ὑπὸ πλήθους ξυντρῖψαι καὶ πολλοὺς αὐτῶν ἐς τὴν τάφρον ἐμπεσόντας τοὺς μὲν ὑπὸ σφῶν καταπατηθέντας διαφθαρῆναι, τοὺς δὲ καὶ ἄνωθεν ὑπὸ τῶν Μακεδόνων βαλλομένους.

1.22.6 πλεῖστος δὲ φόνος περὶ ταῖς πύλαις αὐταῖς ξυνέβη, ὅτι ξύγκλεισις τῶν πυλῶν φοβεράτε καὶ πρὸ τοῦ καιροῦ γενομένη, δεισάντων μὴ συνεισπέσοιεν τοῖς φεύγουσιν ἐχόμενοι αὐτῶν οἱ Μακεδόνες, πολλοὺς καὶ τῶν φιλίων τῆς εἰσόδου ἀπέκλεισεν, οὓς πρὸς αὐτοῖς τοῖς τείχεσιν οἱ Μακεδόνες διέφθειραν.

1.22.7καὶ παρ’ὀλίγον ἧκεν ἁλῶναι πόλις, εἰ μὴ Ἀλέξανδρος ἀνεκαλέσατο τὸ στράτευμα, ἔτι διασῶσαι ἐθέλων τὴν Ἁλικαρνασσόν, εἴ τι φίλιον ἐνδοθείη ἐκ τῶν Ἁλικαρνασσέων. ἀπέθανον δὲ τῶν μὲν ἐκ τῆς πόλεως ἐς χιλίους, τῶν δὲ ξὺν Ἀλεξάνδρῳ ἀμφὶ τοὺς τεσσαράκοντα, καὶ ἐν τούτοις Πτολεμαῖόςτε σωματοφύλαξ καὶ Κλέαρχος τοξάρχης καὶ Ἀδαῖος χιλιάρχης, οὗτοι καὶ ἄλλοι τῶν οὐκ ἠμελημένων Μακεδόνων.

1.23

1.23.1ἔνθα δὴ ξυνελθόντες οἱ ἡγεμόνες τῶν Περσῶν, Ὀροντοβάτηςτε καὶ Μέμνων, καὶ ἐκ τῶν παρόντων γνόντες σφᾶςτε οὐ δυναμένους ἐπὶ πολὺ ἀντέχειν τῇ πολιορκίᾳ καὶ τοῦ τείχους τὸ μὲν τι καταπεπτωκὸς ἤδη ὁρῶντες, τὸ δὲ καὶ κατασεσεισμένον, πολλοὺς δὲ τῶν στρατιωτῶν ἐν ταῖς ἐκδρομαῖς τοὺς μὲν διεφθαρμένους, τοὺς δὲ καὶ ὑπὸ τοῦ τετρῶσθαι ἀπομάχους ὄντας, ταῦτα ἐν νῷ λαβόντες ἀμφὶ δευτέραν φυλακὴν τῆς νυκτὸς τόντε ξύλινον πύργον, ὃν αὐτοὶ ἀντῳκοδόμησαν ταῖς μηχαναῖς τῶν πολεμίων, ἐμπιπρᾶσι καὶ τὰς στοάς, ἐν αἷς τὰ βέλη αὐτοῖς ἀπέκειτο.

1.23.2ἐνέβαλον δὲ καὶ ταῖς οἰκίαις πῦρ ταῖς πλησίον τοῦ τείχους ·

1.23.3τῶν δὲ καὶ προσήψατο φλόξ ἀπὸτε τῶν στοῶν καὶ τοῦ πύργου πολλὴ ἀπενεχθεῖσα καὶ τι καὶ τοῦ ἀνέμου ταύτῃ ἐπιφέροντος · αὐτῶν δὲ οἱ μὲν ἐς τὴν ἄκραν τὴν ἐν τῇ νήσῳ ἀπεχώρησαν, οἱ δὲ ἐς τὴν Σαλμακίδα, ἄκραν οὕτω καλουμένην.

1.23.4Ἀλεξάνδρῳ δὲ ὡς ἐξηγγέλθη ταῦτα πρός τινων αὐτομολησάντων ἐκ τοῦ ἔργου καὶ τὸ πῦρ πολὺ καθεώρα αὐτός, καίτοι ἀμφὶ μέσας που νύκτας ἦν τὸ γιγνόμενον, δὲ καὶ ὣς ἐξαγαγὼν τοὺς Μακεδόνας τοὺς μὲν ἔτι ἐμπιπράντας τὴν πόλιν ἔκτεινεν, ὅσοι δὲ ἐν ταῖς οἰκίαις καταλαμβάνοιντο τῶν Ἁλικαρνασσέων, τούτους δὲ σώζειν παρήγγειλεν. ἤδητε ἠὼς ὑπέφαινε καὶ κατιδὼν τὰς ἄκρας.

1.23.5ἃς οἵτε Πέρσαι καὶ οἱ μισθοφόροι κατειλήφεσαν, ταύτας μὲν ἀπέγνω πολιορκεῖν, τριβήντε ἐπινοῶν οὐκ ὀλίγην ἔσεσθαί οἱ ἀμφ’αὐτὰς τῇ φύσει τῶν χωρίων καὶ οὐ παρὰ μέγα εἶναι ἐξελόντι οἱ τὴν πόλιν ἤδη πᾶσαν.

1.23.6θάψας δὲ τοὺς ἀποθανόντας ἐν τῇ νυκτὶ τὰς μὲν μηχανὰς ἐς Τράλλεις ἀπαγαγεῖν ἐκέλευσε τοὺς ἐπ’αὐταῖς τεταγμένους, αὐτὸς δὲ τὴν πόλιν ἐς ἔδαφος κατασκάψας αὐτῆςτε ταύτης καὶ τῆς ἄλλης Καρίας φυλακὴν ἐγκαταλιπὼν ξένους μὲν πεζοὺς τρισχιλίους, ἱππέας δὲ ἐς διακοσίους καὶ Πτολεμαῖον ἡγεμόνα αὐτῶν ἐπὶ Φρυγίας ἐστέλλετο.

1.23.7τῆς δὲ Καρίας ξυμπάσης σατραπεύειν ἔταξεν Ἄδαν, θυγατέρα μὲν Ἑκατόμνω, γυναῖκα δὲ Ἱδριέως, ὃς καὶ ἀδελφὸς αὐτῇ ὢν κατὰ νόμον τῶν Καρῶν ξυνῴκει. καὶ μὲν Ἱδριεὺς τελευτῶν ταύτῃ ἐπέτρεψε τὰ πράγματα, νενομισμένον ἐν τῇ Ἀσίᾳ ἔτι ἀπὸ Σεμιράμεως καὶ γυναῖκας ἄρχειν ἀνδρῶν. Πιξώδαρος δὲ τὴν μὲν ἐκβάλλει τῆς ἀρχῆς, αὐτὸς δὲ κατεῖχε τὰ πράγματα.

1.23.8τελευτήσαντος δὲ Πιξωδάρου Ὀροντοβάτης τὴν Καρῶν ἀρχὴν ἐκ βασιλέως πεμφθεὶς εἶχε, γαμβρὸς ὢν Πιξωδάρου. Ἄδα δὲ Ἄλινδα μόνον κατεῖχε, χωρίον τῆς Καρίας ἐν τοῖς ὀχυρώτατον, καὶ ἐσβαλόντι Ἀλεξάνδρῳ ἐς Καρίαν ἀπήντα, τάτε Ἄλινδα ἐνδιδοῦσα καὶ παῖδά οἱ τιθεμένη Ἀλέξανδρον. καὶ Ἀλέξανδρος τὰτε Ἄλινδα αὐτῇ ἐπέτρεψε καὶ τὸ ὄνομα τοῦ παιδὸς οὐκ ἀπηξίωσε, καὶ ἐπειδὴ Ἁλικαρνασσόντε ἐξεῖλε καὶ τῆς ἄλλης Καρίας ἐπεκράτησεν, αὐτῇ ἄρχειν ἁπάσης ἔδωκε.

1.24

1.24.1τῶν Μακεδόνων δὲ ἔστιν οἳ συνεστρατευμένοι Ἀλεξάνδρῳ ἦσαν νεωστὶ πρὸ τῆς στρατιᾶς γεγαμηκότες · καὶ τούτων ἔγνω οὐκ ἀμελητέα εἶναί οἱ Ἀλέξανδρος, ἀλλ’ἐκπέμπει γὰρ αὐτοὺς ἐκ Καρίας διαχειμάσοντας ἐν Μακεδονίᾳ ἅμα ταῖς γυναιξίν, ἐπιτάξας αὐτοῖς Πτολεμαῖόντε τὸν Σελεύκου, ἕνα τῶν σωματοφυλάκων τῶν βασιλικῶν, καὶ τῶν στρατηγῶν Κοῖνόντε τὸν Πολεμοκράτους καὶ Μελέαγρον τὸν Νεοπτολέμου, ὅτι καὶ αὐτοὶ τῶν νεογάμων ἦσαν, προστάξας, ἐπειδὰν αὐτοίτε ἐπανίωσι καὶ τοὺς μετὰ σφῶν ἐκπεμφθέντας ἐπαναγάγωσι, καταλέξαι ἱππέαςτε καὶ πεζοὺς ἐκ τῆς χώρας ὅσους πλείστους.

1.24.2καὶ τῷ ἔργῳ τῷδε, εἴπερ τινὶ ἄλλῳ, εὐδοκίμησε παρὰ Μακεδόσιν Ἀλέξανδρος. ἔπεμψε δὲ καὶ Κλέανδρον τὸν Πολεμοκράτους ἐπὶ ξυλλογῇ στρατιωτῶν εἰς Πελοπόννησον.

1.24.3Παρμενίωνα δὲ πέμπει ἐπὶ Σάρδεων, δοὺς αὐτῷ τῶντε ἑταίρων ἱππαρχίαν καὶ τοὺς Θετταλοὺς ἱππέας καὶ τοὺς ἄλλους ξυμμάχους καὶ τὰς ἁμάξας ἄγειν · καὶ κελεύει προϊέναι ἀπὸ Σάρδεων ἐπὶ Φρυγίαν. αὐτὸς δὲ ἐπὶ Λυκίαςτε καὶ Παμφυλίας ᾔει, ὡς τῆς παραλίου κρατήσας ἀχρεῖον καταστῆσαι τοῖς πολεμίοις τὸ ναυτικόν.

1.24.4καὶ πρῶτον μὲν ἐν παρόδῳ Ὕπαρνα, χωρίον ὀχυρόν, φυλακὴν ἔχον ξένους μισθοφόρους, ἐξ ἐφόδου ἔλαβεν · οἱ δ’ἐκ τῆς ἄκρας ξένοι ὑπόσπονδοι ἐξῆλθον. ἔπειτα εἰσβαλὼν εἰς Λυκίαν Τελμισσέας μὲν ὁμολογίᾳ προσηγάγετο, περάσας δὲ τὸν Ξάνθον ποταμὸν Πίναρα καὶ Ξάνθον τὴν πόλιν καὶ Πάταρα ἐνδοθέντα ἔλαβε καὶ ἄλλα ἐλάττω πολίσματα ἐς τριάκοντα.

1.24.5ταῦτα καταπράξας ἐν ἀκμῇ ἤδη τοῦ χειμῶνος ἐς τὴν Μιλυάδα καλουμένην χώραν ἐσβάλλει, ἐστι μὲν τῆς μεγάλης Φρυγίας, ξυνετέλει δὲ ἐς τὴν Λυκίαν τότε, οὕτως ἐκ βασιλέως μεγάλου τεταγμένον. καὶ ἐνταῦθα Φασηλιτῶν πρέσβεις ἧκον περὶ φιλίαςτε καὶ χρυσῷ στεφάνῳ στεφανῶσαι Ἀλέξανδρον · καὶ ὑπὲρ τῶν αὐτῶν ἐπικηρυκευόμενοι ἐπρέσβευον Λυκίων τῶν κάτω οἱ πολλοί.

1.24.6Ἀλέξανδρος δὲ Φασηλίταςτε καὶ Λυκίους παραδοῦναι τὰς πόλεις τοῖς ἐπὶ τοῦτο στελλομένοις ἐκέλευσε · καὶ παρεδόθησαν ξύμπασαι. αὐτὸς δὲ ὀλίγον ὕστερον ἐς τὴν Φασηλίδα παραγενόμενος συνεξαιρεῖ αὐτοῖς φρούριον ὀχυρόν, ἐπιτετειχισμένον τῇ χώρᾳ πρὸς Πισιδῶν, ὅθεν ὁρμώμενοι οἱ βάρβαροι πολλὰ ἔβλαπτον τῶν Φασηλιτῶν τοὺς τὴν γῆν ἐργαζομένους.

1.25

1.25.1ἔτι δὲ αὐτῷ περὶ τὴν Φασηλίδα ὄντι ἐξαγγέλλεται Ἀλέξανδρον τὸν Ἀερόπου ἐπιβουλεύειν, τάτε ἄλλα τῶν ἑταίρων ὄντα καὶ ἐν τῷ τότε Θεσσαλῶν τῆς ἵππου ἄρχοντα. ἦν μὲν δὴ Ἀλέξανδρος οὗτος ἀδελφὸς Ἡρομένουςτε καὶ Ἀρραβαίου τῶν ξυνεπιλαβόντων τῆς σφαγῆς τῆς Φιλίππου ·

1.25.2καὶ τότε αἰτίαν σχόντα αὐτὸν Ἀλέξανδρος ἀφῆκεν, ὅτι ἐν πρώτοιςτε ἀφίκετο τῶν φίλων παρ’αὐτόν, ἐπειδὴ Φίλιππος ἐτελεύτησε, καὶ τὸν θώρακα συνενδὺς συνηκολούθησεν αὐτῷ εἰς τὰ βασίλεια · ὕστερον δὲ καὶ ἐν τιμῇ ἀμφ’αὑτὸν εἶχε, στρατηγόντε ἐπὶ Θρᾴκης στείλας καὶ ἐπειδὴ Κάλας τῶν Θετταλῶν ἵππαρχος ἐπὶ σατραπείᾳ ἐξεπέμφθη, αὐτὸν ἀπέδειξεν ἄρχειν τῆς Θεσσαλικῆς ἵππου. τὰ δὲ τῆς ἐπιβουλῆς ἐξηγγέλθη ὧδε.

1.25.3Δαρεῖος, ἐπειδὴ Ἀμύντας αὐτομολήσας παρ’αὐτὸν λόγουςτέ τινας καὶ γράμματα παρὰ τοῦ Ἀλεξάνδρου τούτου ἐκόμισε, καταπέμπει ἐπὶ θάλασσαν Σισίνην, ἄνδρα Πέρσην τῶν ἀμφ’αὑτὸν πιστῶν, πρόφασιν μὲν παρὰ Ἀτιζύην τὸν Φρυγίας σατράπην, τῇ δὲ ἀληθείᾳ τῷ Ἀλεξάνδρῳ τούτῳ συνεσόμενον καὶ πίστεις δώσοντα, εἰ ἀποκτείνειε βασιλέα Ἀλέξανδρον, αὐτὸν βασιλέα καταστήσειν Μακεδονίας καὶ χρυσίου τάλαντα πρὸς τῇ βασιλείᾳ ἐπιδώσειν χίλια.

1.25.4 δὲ Σισίνης ἁλοὺς πρὸς Παρμενίωνος λέγει πρὸς Παρμενίωνα ὧν ἕνεκα ἀπεστάλη · καὶ τοῦτον ἐν φυλακῇ πέμπει Παρμενίων παρ’Ἀλέξανδρον, καὶ πυνθάνεται ταὐτὰ παρ’αὐτοῦ Ἀλέξανδρος. ξυναγαγὼν δὲ τοὺς φίλους βουλὴν προὐτίθει τι χρὴ ὑπὲρ Ἀλεξάνδρου γνῶναι.

1.25.5καὶ ἐδόκει τοῖς ἑταίροις μήτε πάλαι εὖ βεβουλεῦσθαι τὸ κράτιστον τοῦ ἱππικοῦ ἀνδρὶ οὐ πιστῷ ἐπιτρέψας, νῶντε χρῆναι αὐτὸν κατὰ τάχος ἐκποδὼν ποιεῖσθαι, πρὶν καὶ ἐπιτηδειότερον γενόμενον τοῖς Θετταλοῖς ξὺν αὐτοῖς τι νεωτερίσαι. καί τι καὶ θεῖον ἐφόβει αὐτούς.

1.25.6ἔτι γὰρ πολιορκοῦντος αὐτοῦ Ἀλεξάνδρου Ἁλικαρνασσὸν ἀναπαύεσθαι μὲν ἐν μεσημβρίᾳ, χελιδόνα δὲ περιπέτεσθαι ὑπὲρ τῆς κεφαλῆς τρύζουσαν μεγάλα καὶ τῆς εὐνῆς ἄλλῃ καὶ ἄλλῃ ἐπικαθίζειν, θορυβωδέστερον κατὰ τὸ εἰωθὸς ᾅδουσαν ·

1.25.7τὸν δὲ ὑπὸ καμάτου ἐγερθῆναι μὲν ἀδυνάτως ἔχειν ἐκ τοῦ ὕπνου, ἐνοχλούμενον δὲ πρὸς τῆς φωνῆς τῇ χειρὶ οὐ βαρέως ἀποσοβῆσαι τὴν χελιδόνα · τὴν δὲ τοσούτου ἄρα δεῆσαι ἀποφυγεῖν πληγεῖσαν, ὥστε ἐπὶ τῆς κεφαλῆς αὐτῆς τοῦ Ἀλεξάνδρου καθημένην μὴ πρόσθεν ἀνεῖναι πρὶν παντελῶς ἐξεγερθῆναι Ἀλέξανδρον.

1.25.8καὶ Ἀλέξανδρος οὐ φαῦλον ποιησάμενος τὸ τῆς χελιδόνος ἀνεκοίνωσεν Ἀριστάνδρῳ τῷ Τελμισσεῖ, μάντει · Ἀρίστανδρον δὲ ἐπιβουλὴν μὲν ἔκ του τῶν φίλων σημαίνεσθαι αὐτῷ εἰπεῖν, σημαίνεσθαι δὲ καί, ὅτι καταφανὴς ἔσται. τὴν γὰρ χελιδόνα σύντροφόντε εἶναι ὄρνιθα καὶ εὔνουν ἀνθρώποις καὶ λάλον μᾶλλον ἄλλην ὄρνιθα.

1.25.9ταῦτάτε οὖν καὶ τὰ ἀπὸ τοῦ Πέρσου ξυνθεὶς πέμπει ὡς Παρμενίωνα Ἀμφοτερὸν τὸν Ἀλεξάνδρου μὲν παῖδα, ἀδελφὸν δὲ Κρατεροῦ. καὶ ξυμπέμπει αὐτῷ τῶν Περγαίων τινὰς τὴν ὁδὸν ἡγησομένους. καὶ Ἀμφοτερὸς στολὴν ἐνδὺς ἐπιχώριον, καὶ ὡς μὴ γνώριμος εἶναι κατὰ τὴν ὁδόν, λανθάνει ἐφικόμενος παρὰ Παρμενίωνα ·

1.25.10καὶ γράμματα μὲν οὐ κομίζει παρὰ Ἀλεξάνδρου · οὐ γὰρ ἔδοξε γράφειν ὑπὲρ οὐδενὸς τοιούτου ἐς τὸ ἐμφανές · τὰ δὲ ἀπὸ γλώσσης οἱ ἐντεταλμένα ἐξήγγειλεν, καὶ οὕτω ξυλλαμβάνεται Ἀλέξανδρος οὗτος καὶ ἐν φυλακῇ ἦν.

1.26

1.26.1Ἀλέξανδρος δὲ ἄρας ἐκ Φασηλίδος μέρος μέν τι τῆς στρατιᾶς διὰ τῶν ἀρῶν πέμπει ἐπὶ Πέργης, ὡδοποιήκεσαν αὐτῷ οἱ Θρᾷκες χαλεπὴν ἄλλως καὶ μακρὰν οὖσαν τὴν πάροδον · αὐτὸς δὲ παρὰ τὴν θάλασσαν διὰ τοῦ αἰγιαλοῦ ἦγε τοὺς ἀμφ’αὑτόν. ἔστι δὲ ταύτῃ ὁδὸς οὐκ ἄλλως ὅτι μὴ τῶν ἀπ’ἄρκτου ἀνέμων πνεόντων · εἰ δὲ νότοι κατέχοιεν, ἀπόρως ἔχει διὰ τοῦ αἰγιαλοῦ ὁδοιπορεῖν.

1.26.2τῷ δὲ ἐκ νότων σκληροὶ βορραῖ ἐπιπνεύσαντες, οὐκ ἄνευ τοῦ θείου, ὡς αὐτόςτε καὶ οἱ ἀμφ’αὐτὸν ἐξηγοῦντο, εὐμαρῆ καὶ ταχεῖαν τὴν πάροδον παρέσχον. ἐκ Πέργης δὲ ὡς προῄει, ἐντυγχάνουσιν αὐτῷ κατὰ τὴν ὁδὸν πρέσβεις Ἀσπενδίων αὐτοκράτορες, τὴν μὲν πόλιν ἐνδιδόντες, φρουρὰν δὲ μὴ εἰσάγειν δεόμενοι.

1.26.3καὶ περὶ μὲν τῆς φρουρᾶς πράξαντες ἀπῆλθον, ὅσα ἠξίουν · πεντήκοντα δὲ τάλαντα κελεύει τῇ στρατιᾷ δοῦναι αὐτοῖς ἐς μισθὸν καὶ τοὺς ἵππους, οὓς δασμὸν βασιλεῖ ἔτρεφον. οἱ δὲ ὑπέρτε τοῦ ἀργυρίου καὶ τοὺς ἵππους παραδώσειν ξυνθέμενοι ἀπῆλθον. Ἀλέξανδρος δὲ ἐπὶ Σίδης ᾔει.

1.26.4εἰσὶ δὲ οἱ Σιδῆται Κυμαῖοι ἐκ Κύμης τῆς Αἰολίδος · καὶ οὗτοι λέγουσιν ὑπὲρ σφῶν τόνδε τὸν λόγον, ὅτι, ὡς κατῆράντε ἐς τὴν γῆν ἐκείνην οἱ πρῶτοι ἐκ Κύμης σταλέντες καὶ ἐπὶ οἰκισμᾷ ἐξέβησαν, αὐτίκα τὴν μὲν Ἑλλάδα γλῶσσαν ἐξελάθοντο, εὐθὺς δὲ βάρβαρον φωνὴν ἵεσαν, οὐ δὲ τῶν προσχώρων βαρβάρων, ἀλλὰ ἰδίαν σφῶν οὔπω πρόσθεν οὖσαν τὴν φωνήν · καὶ ἔκτοτε οὐ κατὰ τοὺς ἄλλους προσχώρους Σιδῆται ἐβαρβάριζον.

1.26.5καταλιπὼν δὲ φρουρὰν ἐν Σίδῃ προῄει ἐπὶ Σύλλιον, χωρίον ὀχυρὸν καὶ φρουρὰν ἔχον ξένων μισθοφόρων καὶ αὐτῶν τῶν ἐπιχωρίων βαρβάρων. ἀλλ’οὔτε τὸ Σύλλιον ἐξ ἐφόδου αὐτοσχεδίου ἠδυνήθη λαβεῖν, ἐπείτ’ἠγγέλθη αὐτῷ κατὰ τὴν ὁδὸν τοὺς Ἀσπενδίους ὅτι οὐδὲν τῶν ξυγκειμένων πρᾶξαι ἐθέλοιεν, οὔτε τοὺς ἵππους παραδοῦναι τοῖς πεμφθεῖσιν οὔτε ἀπαριθμῆσαι τὰ χρήματα, καὶ τὰ ἐκ τῆς χώρας ὅτι ἀνασκευασάμενοι ἐς τὴν πόλιν τάςτε πύλας ἀποκεκλείκασι τοῖς παρὰ Ἀλεξάνδρου καὶ τὰ τείχη, ὅπῃ πεπονηκότα ἦν, ἐπισκευάζουσι, ταῦτα πυθόμενος ἐπὶ Ἀσπένδου ἀνεζεύγνυεν.

1.27

1.27.1Ὤικισται δὲ τῆς Ἀσπένδου τὰ μὲν πολλὰ ἐπὶ ἄκρᾳ ὀχυρᾷ καὶ ἀποτόμῳ καὶ παρ’αὐτὴν τὴν ἄκραν Εὐρυμέδων ποταμὸς ῥεῖ · ἦσαν δὲ αὐτοῖς καὶ περὶ τῇ ἄκρᾳ ἐν τῷ χθαμαλῷ οὐκ ὀλίγαι οἰκήσεις καὶ τεῖχος περιεβέβλητο αὐταῖς οὐ μέγα.

1.27.2τὸ μὲν δὴ τεῖχος εὐθύς, ὡς προσάγοντα Ἀλέξανδρον ἔγνωσαν, ἐκλείπουσιν ὅσοι ἐπῴκουν καὶ τὰς οἰκίας, ὅσας ἐν τῷ χθαμαλῷ ᾠκισμένας οὐκ ἐδόκουν διαφυλάξαι ἂν δύνασθαι · αὐτοὶ δὲ ἐς τὴν ἄκραν ξυμφεύγουσιν. Ἀλέξανδρος δὲ ὡς ἀφίκετο ξὺν τῇ δυνάμει, εἴσω τοῦ ἐρήμου τείχους παρελθὼν κατεστρατοπέδευσεν ἐν ταῖς οἰκίαις ταῖς καταλελειμμέναις. πρὸς τῶν Ἀσπενδίων.

1.27.3οἱ δὲ Ἀσπένδιοι ὡς εἶδον αὐτόντε Ἀλέξανδρον παρ’ἐλπίδα ἥκοντα καὶ τὸ στρατόπεδον ἐν κύκλῳ σφῶν πάντῃ, πέμψαντες πρέσβεις ἐδέοντο ἐφ’οἷσπερ τὸ πρότερον ξυμβῆναι. καὶ Ἀλέξανδρος τότε χωρίον ἰσχυρὸν ἰδὼν καὶ αὐτὸς ὡς οὐκ ἐπὶ χρόνιον πολιορκίαν παρεσκευασμένος ἐπὶ τοῖς αὐτοῖς μὲν οὐ δὲ ὣς ξυνέβη πρὸς αὐτούς ·

1.27.4ὁμήρους δὲ δοῦναι σφῶν τοὺς δυνατωτάτους ἐκέλευσεν καὶ τοὺς ἵππους, οὓς πρόσθεν ὡμολόγησαν, καὶ ἑκατὸν τάλαντα ἀντὶ τῶν πεντήκοντα, καὶ πείθεσθαι τῷ σατράπῃ τῷ ὑπ’Ἀλεξάνδρου ταχθέντι καὶ φόρους ἀποφέρειν ὅσα ἔτη Μακεδόσι, καὶ ὑπὲρ τῆς χώρας διακριθῆναι, ἣν τῶν προσχώρων οὖσαν βίᾳ κατέχειν ἐν αἰτίᾳ ἦσαν. ὡς δὲ πάντα οἱ ἐπεχώρησαν, ἀνέζευξεν ἐς Πέργην, κἀκεῖθεν ἐς Φρυγίαν ὥρμητο ·

1.27.5ἦν δὲ αὐτῷ πορεία παρὰ Τελμισσὸν πόλιν. οἱ δὲ ἄνθρωποι οὗτοι τὸ μὲν γένος Πισίδαι εἰσὶ βάρβαροι, χωρίον δὲ οἰκοῦσιν ὑπερύψηλον καὶ πάντῃ ἀπότομον, καὶ ὁδὸς παρὰ τὴν πόλιν χαλεπή.

1.27.6καθήκει γὰρ ἐκ τῆς πόλεως ὄρος ἔστε ἐπὶ τὴν ὁδόν, καὶ τοῦτο μὲν αὐτοῦ ἐν τῇ ὁδῷ ἀποπαύεται, ἀντίπορον δὲ αὐτῷ ἄλλο ὄρος ἐστὶν οὐ μεῖον ἀπότομον, καὶ ταῦτα τὰ ὄρη ὥσπερ πύλας ποιεῖ ἐπὶ τῇ ὁδῷ, καὶ ἔστιν ὀλίγῃ φυλακῇ κατέχοντας τὰ ὄρη ταῦτα ἄπορον ποιεῖν τὴν πάροδον. καὶ τότε οἱ Τελμισσεῖς πανδημεὶ ἐκβεβοηθηκότες ἀμφότερα τὰ ὄρη κατεῖχον.

1.27.7ταῦτα δὴ ἰδὼν Ἀλέξανδρος στρατοπεδεύεσθαι αὐτοῦ, ὅπως εἶχον, ἐκέλευε τοὺς Μακεδόνας, γνοὺς, ὅτι οὐ μενοῦσι πανδημεὶ οἱ Τελμισσεῖς αὐλιζομένους σφᾶς ἰδόντες, ἀλλ’ἀποχωρήσουσιν ἐς τὴν πόλιν πλησίον σίου οὖσαν οἱ πολλοὶ αὐτῶν, ὅσον φυλακὴν καταλιπόντες ἐπὶ τοῖς ὄρεσι. καὶ ξυνέβη, ὅπως εἴκαζεν · οἱ μὲν γὰρ πολλοὶ αὐτῶν ἀπῆλθον, αἱ φυλακαὶ δὲ ἐγκατέμειναν.

1.27.8καὶ ἐπὶ τούτους εὐθὺς ἀναλαβὼν τούςτε τοξότας καὶ τὰς τῶν ἀκοντιστῶν τάξεις καὶ τῶν ὁπλιτῶν ὅσοι κουφότεροι ἐπήγαγεν. οἱ δὲ οὐκ ἔμειναν βαλλόμενοι, ἀλλὰ ἔλιπον τὸ χωρίον · καὶ Ἀλέξανδρος ὑπερβαλὼν τὰ στενὰ πρὸς τῇ πόλει κατεστρατοπέδευσε.

1.28

1.28.1καὶ ἐνταῦθα ἀφικνοῦνται παρ’αὐτὸν Σελγέων πρέσβεις. οἱ δέ εἰσι καὶ αὐτοὶ Πισίδαι βάρβαροι καὶ πόλιν μεγάλην οἰκοῦσιν καὶ αὐτοὶ μάχιμοί εἰσιν · ὅτι δὲ πολέμιοι τοῖς Τελμισσεῦσιν ἐκ παλαιοῦ ἐτύγχανον, ὑπὲρ φιλίας πρὸς Ἀλέξανδρον πεπρεσβευμένοι ἦσαν. καὶ πρὸς τούτους σπένδεται Ἀλέξανδρος, καὶ ἐκ τούτου πιστοῖς ἐς ἅπαντα ἐχρήσατο.

1.28.2τὴν Τελμισσὸν δὲ ἀπέγνω ἑλεῖν ἂν ἐν ὀλίγῳ χρόνῳ, ἀλλ’ἐπὶ Σαγαλασσοῦ ἐστέλλετο. ἦν δὲ καὶ αὕτη οὐ μικρὰ πόλις · Πισίδαι καὶ ταύτην ᾤκουν, καὶ ἐδόκουν πάντων Πισιδῶν μαχίμων ὄντων αὐτοὶ εἶναι οἱ μαχιμώτατοι · καὶ τότε τὸν λόφον τὸν πρὸ τῆς πόλεως, ὅτι καὶ οὗτος οὐ μεῖον τοῦ τείχους ὀχυρὸς ἐς τὸ ἀπομάχεσθαι ἦν, κατειληφότες προσέμενον.

1.28.3Ἀλέξανδρος δὲ τὴν μὲν φάλαγγα τῶν Μακεδόνων τάττει ὧδε · ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως, ἵνα καὶ αὐτὸς ἐπετέτακτο, τοὺς ὑπασπιστὰς εἶχεν, ἐχομένους δὲ τούτων τοὺς πεζεταίρους ἔστε ἐπὶ τὸ εὐώνυμον παρατείνας, ὡς ἑκάστοις τῶν στρατηγῶν ἡγεμονία τῆς τάξεως ἐν τῇ τότε ἡμέρᾳ ἦν.

1.28.4ἐπὶ δὲ τῷ εὐωνύμῳ ἐπέταξεν ἡγεμόνα Ἀμύνταν τὸν Ἀρραβαίου. προετάχθησαν δὲ αὐτῷ τοῦ μὲν δεξιοῦ κέρως οἵτε τοξόται καὶ οἱ Ἀγριᾶνες, τοῦ δὲ εὐωνύμου οἱ ἀκοντισταὶ οἱ Θρᾷκες, ὧν ἡγεῖτο Σιτάλκης · οἱ γὰρ ἱππεῖς αὐτῷ οὐκ ὠφέλιμοι ἐν τῇ δυσχωρίᾳ ἦσαν. τοῖς Πισίδαις δὲ καὶ Τελμισσεῖς προσβεβοηθηκότες ξυνετάξαντο.

1.28.5ἤδητε οἱ ἀμφ’Αλέξανδρον προσβεβληκότες τῷ ὄρει, ὅπερ κατεῖχον οἱ Πισίδαι, κατ’αὐτὸ τὸ ἀποτομώτατον τῆς ἀνόδου ἦσαν, καὶ ἐν τούτῳ ἐπιτίθενται αὐτοῖς οἱ βάρβαροι λόχοις κατὰ κέρας ἑκάτερον, σφίσι μὲν εὐπροσοδώτατον ἦν, τοῖς πολεμίοις δὲ χαλεπωτάτη πρόσβασις. καὶ τοὺς μὲν τοξότας, οἷα δὴ οὔτε ἀκριβῶς ὡπλισμένους καὶ πρώτους πελάσαντας, ἐτρέψαντο, οἱ δὲ Ἀγριᾶνες ἔμειναν.

1.28.6ἐγγὺς γὰρ ἤδη καὶ φάλαγξ τῶν Μακεδόνων προσῆγε καὶ πρὸ αὐτῆς Ἀλέξανδρος ἐφαίνετο. ὡς δὲ ἐν χερσὶν μάχη ἐγένετο, γυμνοίτε οἱ βάρβαροι ὄντες ὁπλίταις προσεφέροντο καὶ πάντῃ κατατιτρωσκόμενοι ἔπιπτον δὲ, ἐνταῦθα δὴ ἐγκλίνουσιν ·

1.28.7καὶ ἀπέθανον μὲν αὐτῶν ἐς πεντακοσίους, […] κοῦφοι γὰρ ὄντες καὶ ἔμπειροι τῶν χωρίων οὐ χαλεπῶς ἀπεχώρουν · καὶ οἱ Μακεδόνες διὰ βαρύτητα τῶν ὅπλων καὶ ἀπειρίαν τῶν ὁδῶν οὐ θαρραλέοι ἐς τὸ διώκειν ἦσαν.

1.28.8Ἀλέξανδρος δὲ ἐχόμενος τῶν φευγόντων τὴν πόλιν αὐτῶν αἱρεῖ κατὰ κράτος. τῶν δὲ ξὺν αὐτῷ Κλέανδρόςτε στρατηγὸς τῶν τοξοτῶν ἀποθνήσκει καὶ τῶν ἄλλων ἀμφὶ τοὺς εἴκοσιν. Ἀλέξανδρος δὲ ἐπὶ τοὺς ἄλλους Πισίδας ἦγε · καὶ τὰ μέν τινα τῶν φρουρίων βίᾳ ἐξεῖλε, τὰ δὲ ὁμολογίᾳ προσηγάγετο.

1.29

1.29.1ἐντεῦθεν δὲ ᾔει ἐπὶ Φρυγίας παρὰ τὴν λίμνην, ὄνομα Ἀσκανία, ἐν ἅλες πήγνυνται αὐτόματοι, καὶ τούτοις χρῶνται οἱ ἐπιχώριοι οὐ δὲ θαλάσσης τι ἐπὶ τούτῳ δέονται · καὶ ἀφικνεῖται ἐς Κελαινὰς πεμπταῖος. ἐν δὲ ταῖς Κελαιναῖς ἄκρα ἦν πάντῃ ἀπότομος, καὶ ταύτην φυλακὴ κατεῖχεν ἐκ τοῦ σατράπου τῆς Φρυγίας Κᾶρες μὲν χίλιοι, Ἕλληνες δὲ μισθοφόροι ἑκατόν.

1.29.2καὶ οὗτοι πρεσβεύονται παρ’Ἀλέξανδρον, ἐπαγγελλόμενοι, εἰ μὴ ἀφίκοιτό σφισι βοήθεια ἐν ἡμέρᾳ ξυνέκειτο, φράσαντες τὴν ἡμέραν, ὅτι παραδώσουσι τὸ χωρίον. καὶ ἔδοξε ταῦτα Ἀλεξάνδρῳ ὠφελιμώτερα πολιορκεῖν ἄπορον πάντῃ προσφέρεσθαι τὴν ἄκραν.

1.29.3πρὸς μὲν δὴ ταῖς Κελαιναῖς φυλακὴν καταλείπει στρατιώτας ἐς χιλίους καὶ πεντακοσίους. μείνας δὲ αὐτοῦ ἡμέρας δέκα καὶ σατράπην ἀποδείξας Φρυγίας Ἀντίγονον τὸν Φιλίππου, ἐπὶ δὲ τοὺς συμμάχους ἀντ’ἐκείνου στρατηγὸν Βάλακρον τὸν Ἀμύντου ἐπιτάξας, αὐτὸς ἐπὶ Γορδίου ἐστέλλετο. καὶ Παρμενίωνι ἐπέστειλεν, ἄγοντα ἅμα οἷ τὴν δύναμιν ἐκεῖσε ἀπαντᾶν · καὶ ἀπήντα ξὺν τῇ δυνάμει Παρμενίων.

1.29.4καὶ οἱ νεόγαμοι δὲ οἱ ἐπὶ Μακεδονίας σταλέντες εἰς Γόρδιον ἧκον καὶ ξὺν αὐτοῖς ἄλλη στρατιὰ καταλεχθεῖσα, ἣν ἦγε Πτολεμαῖόςτε Σελεύκου καὶ Κοῖνος Πολεμοκράτους καὶ Μελέαγρος Νεοπτολέμου, πεζοὶ μὲν Μακεδόνες τρισχίλιοι, ἱππεῖς δὲ ἐς τριακοσίους καὶ Θεσσαλῶν ἱππεῖς διακόσιοι, Ἠλείων δὲ ἑκατὸν καὶ πεντήκοντα, ὧν ἡγεῖτο Ἀλκίας Ἠλεῖος.

1.29.5τὸ δὲ Γόρδιον ἔστι μὲν τῆς Φρυγίας τῆς ἐφ’Ἑλλησπόντου, κεῖται δὲ ἐπὶ τοῦ Σαγγαρίου ποταμοῦ · τοῦ δὲ Σαγγαρίου αἱ μὲν πηγαὶ ἐκ Φρυγίας εἰσίν, αὐτὸς δὲ διὰ τῆς Θρᾳκῶν τῶν Βιθυνῶν χώρας ἐξίησιν ἐς τὸν Εὔξεινον πόντον. ἐνταῦθα καὶ Ἀθηναίων πρεσβεία παρ’Ἀλέξανδρον ἀφίκετο, δεόμενοι Ἀλεξάνδρου ἀφεῖναί σφισι τοὺς αἰχμαλώτους, οἳ ἐπὶ Γρανίκῳ ποταμῷ ἐλήφθησαν Ἀθηναίων ξυστρατευόμενοι τοῖς Πέρσαις καὶ τότε ἐν Μακεδονίᾳ ξὺν τοῖς δισχιλίοις δεδεμένοι ἦσαν ·

1.29.6καὶ ὑπὲρ αὐτῶν ἄπρακτοι ἐν τῷ τότε ἀπῆλθον. οὐ γὰρ ἐδόκει ἀσφαλὲς εἶναι Ἀλεξάνδρῳ ἔτι ξυνεστῶτος τοῦ πρὸς τὸν Πέρσην πολέμου ἀνεῖναί τι τοῦ φόβου τοῖς Ἕλλησιν, ὅσοι ἐναντία τῇ Ἑλλάδι στρατεύεσθαι ὑπὲρ τῶν βαρβάρων οὐκ ἀπηξίωσαν · ἀλλ’ἀποκρίνεται, ἐπειδὰν τὰ παρόντα καλῶς γένηται, τότε ἥκειν ὑπὲρ τῶν αὐτῶν πρεσβευομένους.