Dialogues of the Courtesans, 5
καινὰ περὶ σοῦ ἀκούομεν, ὦ Λέαινα, τὴν Λεσβίαν Μέγιλλαν τὴν πλουσίαν ἐρᾶν σου ὥσπερ ἄνδρα καὶ συνεῖναι ὑμᾶς οὐκ οἶδ’ὅ τι ποιούσας μετ’ἀλλήλων. τί τοῦτο; ἠρυθρίασας; ἀλλ’εἰπὲ εἰ ἀληθῆ ταῦτά ἐστιν.
ἀληθῆ, ὦ Κλωνάριον · αἰσχύνομαι δέ, ἀλλόκοτον γάρ τί ἐστι.
πρὸς τῆς κουροτρόφου τί τὸ πρᾶγμα, ἢ τί βούλεται ἡ γυνή; τί δὲ καὶ πράττετε, ὅταν συνῆτε; ὁρᾷς; οὐ φιλεῖς με · οὐ γὰρ ἂν ἀπεκρύπτου τὰ τοιαῦτα.
φιλῶ μέν σε, εἰ καί τινα ἄλλην. ἡ γυνὴ δὲ δεινῶς ἀνδρική ἐστιν.
οὐ μανθάνω ὅ τι καὶ λέγεις, εἰ μή τις ἑταιρίστρια τυγχάνει οὖσα · τοιαύτας γάρ ἐν Λέσβῳ λέγουσι γυναῖκας ἀρρενωπούς, ὑπ’ἀνδρῶν μὲν οὐκ ἐθελούσας αὐτὸ πάσχειν, γυναιξὶ δὲ αὐτὰς πλησιαζούσας ὥσπερ ἄνδρας.
τοιοῦτόν τι.
οὐκοῦν, ὦ Λέαινα, τοῦτο αὐτὸ καὶ διήγησαι, ὅπως μὲν ἐπείρα τὸ πρῶτον, ὅπως δὲ καὶ σὺ συνεπείσθης καὶ τὰ μετὰ ταῦτα.
πότον τινὰ συγκροτοῦσαι αὐτήτε καὶ Δημώνασσα ἡ Κορινθία, πλουτοῦσα δὲ καὶ αὐτὴ καὶ ὁμότεχνος οὖσα τῇ Μεγίλλῃ, παρέλαβον κα- κἀμὲ κιθαρίζειν αὐταῖς · ἐπεὶ δὲ ἐκιθάρισα καὶ ἀωρὶ ἦν καὶ ἔδει καθεύδειν, αἱ δὲ ἐμέθυον, “ἄγε δή”, ἔφη, “ὦ Λέαινα, ἡ Μέγιλλα, κοιμᾶσθαι γὰρ ἤδη καλόν, ἐνταῦθα κάθευδε μεθ’ἡμῶν μέση ἀμφοτέρων”.
ἐκάθευδες; τὸ μετὰ τοῦτο τί ἐγένετο;
κατεφίλουν με τὸ πρῶτον ὥσπερ οἱ ἄνδρες, οὐκ αὐτὸ μόνον προσαρμόζουσαι τὰ χείλη, ἀλλ’ὑπανοίγουσαι τὸ στόμα, καὶ περιέβαλλον καὶ τοὺς μαστοὺς ἀπέθλιβον · ἡ Δημώνασσα δὲ καὶ ἔδακνε μεταξὺ καταφιλοῦσα · ἐγὼ δὲ οὐκ εἶχον εἰκάσαι ὅ τι τὸ πρᾶγμα εἴη. χρόνῳ δὲ ἡ Μέγιλλα ὑπόθερμος ἤδη οὖσα τὴν μὲν πηνήκην ἀφείλετο τῆς κεφαλῆς, ἐπέκειτο δὲ πάνυ ὁμοία καὶ προσφυής, καὶ ἐν χρῷ ὤφθη αὐτὴ καθάπερ οἱ σφόδρα ἀνδρώδεις τῶν ἀθλητῶν ἀποκεκαρμένη · κα- κἀγὼ ἐταράχθην ἰδοῦσα. ἡ δέ, “ὦ Λέαινα”, φησίν, “ἑώρακας ἤδη οὕτω καλὸν νεανίσκον”; “ἀλλ’οὐχ ὁρῶ γε”, ἔφην ἐγώ, “νεανίσκον ἐνταῦθα, ὦ Μέγιλλα”. “μή με καταθήλυνε”, ἔφη, “Μέγιλλος γὰρ ἐγὼ λέγομαι καὶ γεγάμηκα πρόπαλαι ταύτην τὴν Δημώνασσαν, καὶ ἔστιν ἐμὴ γυνή”. ἐγέλασα, ὦ Κλωνάριον, ἐπὶ τούτῳ καὶ ἔφην, “οὐκοῦν σύ, ὦ Μέγιλλε, ἀνήρ τις ὢν ἐλελήθεις ἡμᾶς, καθάπερ τὸν Ἀχιλλέα φασὶν ἐν ταῖς παρθένοις κρυπτόμενον ταῖς ἁλουργίσι; καὶ ὅπερ οἱ ἄνδρες”; “ἐκεῖνο μέν” ἔφη, “ὦ Λέαινα, οὐκ ἔχω · δέομαι δὲ οὐ δὲ πάνυ αὐτοῦ · ἴδιον δέ τινα τρόπον ἡδίω παρὰ πολὺ ὁμιλοῦντα ὄψει με”. “ἀλλὰ μὴ Ἑρμαφρόδιτος εἶ”, ἔφην, “οἷοι πολλοὶ εἶναι λέγονται ἀμφότερα ἔχοντες”; ἔτι γὰρ ἠγνόουν, ὦ Κλωνάριον, τὸ πρᾶγμα. “οὔ”, φησίν, “ἀλλὰ τὸ πὰν ἀνήρ εἰμι”. “ἤκουσα”, ἔφην ἐγώ, “τῆς Βοιωτίας αὐλητρίδος Ἰσμηνοδώρας διηγουμένης τὰ ἐφέστια παρ’αὐτοῖς, ὡς γένοιτό τις ἐν Θήβαις ἐκ γυναικὸς ἀνήρ, ὁ δ’αὐτὸς καὶ μάντις ἄριστος, οἶμαι, Τειρεσίας το- τοὔνομα. μὴ οὖν καὶ σὺ τοιοῦτόν τι πέπονθας”; “οὔκουν, ὦ Λέαινα”, ἔφη, “ἀλλὰ ἐγεννήθην μὲν ὁμοία ταῖς ἄλλαις ὑμῖν, ἡ γνώμη δὲ καὶ ἡ ἐπιθυμία καὶ τα- τἆλλα πάντα ἀνδρός ἐστί μοι”. “καὶ ἱκανὴ γοῦν σοι”, ἔφην, “ἐπιθυμία”; “πάρεχε γοῦν, ὦ Λέαινα, εἰ ἀπιστεῖς”, ἔφη, “καὶ γνώσῃ οὐδὲν ἐνδέουσάν με τῶν ἀνδρῶν · ἔχω γάρ τι ἀντὶ τοῦ ἀνδρείου. ἀλλὰ πάρεχε, ὄψει γάρ”. παρέσχον, ὦ Κλωνάριον, ἱκετευούσης πολλὰ καὶ ὅρμον τινά μοι δούσης τῶν πολυτελῶν καὶ ὀθόνας τῶν λεπτῶν. εἶτ’ἐγὼ μὲν ὥσπερ ἄνδρα περιελάμβανον, ἡ δὲ ἐφίλειτε καὶ ἐποίει καὶ ἤσθμαινε καὶ ἐδόκει μοι ἐς ὑπερβολὴν ἥδεσθαι.
τί ἐποίει, ὦ Λέαινα, ἢ τίνα τρόπον; τοῦτο γὰρ μάλιστα εἰπέ.
μὴ ἀνάκρινε ἀκριβῶς, αἰσχρὰ γάρ · ὥστε μὰ τὴν οὐρανίαν οὐκ ἄν εἴποιμι.