Dialogues of the Courtesans, 1
τὸν στρατιώτην ἐκεῖνον, Θαΐ, τὸν Ἀκαρνᾶνα, ὅς πάλαι μὲν Ἀβρότονον εἶχε, μετὰ ταῦτα δὲ ἠράσθη ἐμοῦ, τὸν εὐπάρυφον λέγω, τὸν ἐν τῇ χλαμύδι, οἶσθα αὐτόν, ἢ ἐπιλέλησαι τὸν ἄνθρωπον;
οὔκ, ἀλλὰ οἶδα, ὦ Γλυκέριον, καὶ συνέπιε μεθ’ἡμῶν πέρυσιν ἐν τοῖς Ἁλώοις. τί δὲ τοῦτο; ἐῴκεις γάρ τι περὶ αὐτοῦ διηγεῖσθαι.
Γοργόνα αὐτὸν ἡ παμπόνηρος, φίλη δοκοῦσα εἶναι, ἀπέσπασεν ἀπ’ἐμοῦ ὑπελθοῦσα.
καὶ νῦν σοὶ μὲν ἐκεῖνος οὐ πρόσεστι, Γοργόναν δὲ ἑταίραν πεποίηται;
ναί, ὦ Θαΐ, καὶ τὸ πρᾶγμα οὐ μετρίως μου ἥψατο.
πονηρὸν μέν ὦ Γλυκέριον, οὐκ ἀδόκητον δέ, ἀλλ’εἰωθὸς γίγνεσθαι ὑφ’ἡμῶν τῶν ἑταιρῶν. οὔκουν χρὴ οὔτε ἀνιᾶσθαι ἄγαν οὔτε μέμφεσθαι τῇ Γοργόνῃ · οὐ δὲ γὰρ σὲ Ἀβρότονον ἐπ’αὐτῷ πρότερον ἐμέμψατο, καίτοι φίλαι ἦτε. ἀτὰρ ἐκεῖνο θαυμάξω, τί καὶ ἐπῄνεσεν αὐτῆς ὁ στρατιώτης οὗτος, ἐκτὸς εἰ μὴ παντάπασι τυφλός ἐστιν, ὃς οὐχ ἑωράκει τὰς μὲν τρίχας αὐτὴν ἀραιὰς ἔχουσαν καὶ ἐπὶ πολὺ τοῦ μετώπου ἀπηγμένας · τὰ χείλη δὲ πελιδνὰ καὶ νεκρικὰ καὶ τράχηλος λεπτὸς καὶ ἐπίσημοι ἐν αὐτῷ αἱ φλέβες καὶ ῥὶς μακρά. ἓν μόνον, εὐμήκης ἐστὶ καὶ ὀρθὴ καὶ μειδιᾷ πάνυ ἐπαγωγόν.
οἴει γάρ, ὦ Θαΐ, τῷ κάλλει ᾑρῆσθαι τὸν Ἀκαρνᾶνα; οὐκ οἶσθα ὡς φαρμακὶς ἡ Χρυσάριον ἡ μήτηρ αὐτῆς, Θετταλάς τινας ᾠδὰς ἐπισταμένη καὶ τὴν σελήνην κατάγουσα; φασὶ δὲ αὐτὴν καὶ πέτεσθαι τῆς νυκτός · ἐκείνη ἐξέμηνε τὸν ἄνθρωπον πιεῖν τῶν φαρμάκων ἐγχέασα, καὶ νῦν τρυγῶσιν αὐτόν.
καὶ σύ, ὦ Γλυκέριον, ἄλλον τρυγήσεις, τοῦτον δὲ χαίρειν ἔα.